This is a printer friendly version

Search:

by keyword or phrase:

Go to:

Bible reference:

Translations:

Preferred Translations

All Translations

Extra context verses: 0

Mark 7:24 (Table VI)

Eusebian Number

1.157 2.72
Matt.15.15-23 Mark.7.17-26a
15αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημιν την παραβολην [ταυτην] 16ο δε ειπεν ακμην και υμεις ασυνετοι εστε 17ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται 18τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται κακεινα κοινοι τον ανθρωπον 19εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι 20ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον 21και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σιδωνος 22και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα ελεησον με κυριε υιος δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται 23ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων 17και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου την παραβολην 18και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι 19οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζων παντα τα βρωματα 20ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον 21εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται πορνειαι κλοπαι φονοι 22μοιχειαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη 23παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον 24εκειθεν δε αναστας απηλθεν εις τα ορια τυρου και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν 25αλλ ευθυς ακουσασα γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου 26η δε γυνη ην ελληνις συροφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης