This is a printer friendly version

Search:

by keyword or phrase:

Go to:

Bible reference:

Translations:

Preferred Translations

All Translations

Novum Testamentum Graece (Nestle-Aland 28th ed.)

Novum Testamentum Graece, Copyright (C) 2012 Deutsche Bibelgesellschaft, Stuttgart. All rights reserved.

Extra context verses: 0

Mark 8:18 (Table VI)

Eusebian Number

1.165 2.80
Matt.16.7-12 Mark.8.16-21
7οἱ δὲδιελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ ἐλάβομεν. 8γνοὺς δὲ Ἰησοῦς εἶπεν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκἔχετε; 9οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; 10οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; 11πῶς οὐ νοεῖτε ὅτι οὐ περὶἄρτωνεἶπον ὑμῖν; προσέχετε δὲἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. 12τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμηςτῶν ἄρτωνἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶνΦαρισαίων καὶ Σαδδουκαίων⸊. 16καὶ διελογίζοντο πρὸς ἀλλήλους ὅτι ἄρτους οὐκἔχουσιν. 17καὶ γνοὺς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε⸂; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν⸃; 18ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε, 19ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους ⸆, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα. 20ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν [αὐτῷ]⸃· ἑπτά. 21καὶ ἔλεγεν αὐτοῖς· ⸀οὔπω συνίετε;