This is a printer friendly version

Search:

by keyword or phrase:

Go to:

Bible reference:

Translations:

Preferred Translations

  • Preferred Translations can be selected from the preferences tab

All Translations

Editio Critica Maior A Text

Novum Testamentum Graece, Copyright (C) 2018 Institut für Neutestamentliche Textforschung. All rights reserved.

Extra context verses: 0

john 1:1 (Table III)

Eusebian Number

1.1 3.14 4.1 4.3 4.5
Matt.1.1-16 Luke.3.23-38 John.1.1-5 John.1.9-10 John.1.14
1Βιβλος γενεσεως Ιησου Χριστου υιου Δαυιδ υιου Αβρααμ. 2Αβρααμ εγεννησεν τον Ισαακ, Ισαακ δε εγεννησεν τον Ιακωβ, Ιακωβ δε εγεννησεν τον Ιουδαν και τους αδελφους αυτου, 3Ιουδας δε εγεννησεν τον Φαρες και τον Ζαρα εκ της Θαμαρ, Φαρες δε εγεννησεν τον Εσρωμ, Εσρωμ δε εγεννησεν τον Αραμ, 4Αραμ δε εγεννησεν τον Αμιναδαβ, Αμιναδαβ δε εγεννησεν τον Ναασσων, Ναασσων δε εγεννησεν τον Σαλμων, 5Σαλμων δε εγεννησεν τον Βοες εκ της Ραχαβ, Βοες δε εγεννησεν τον Ιωβηδ εκ της Ρουθ, Ιωβηδ δε εγεννησεν τον Ιεσσαι, 6Ιεσσαι δε εγεννησεν τον Δαυιδ τον βασιλεα. Δαυιδ δε εγεννησεν τον Σολομωνα εκ της του Ουριου, 7Σολομων δε εγεννησεν τον Ροβοαμ, Ροβοαμ δε εγεννησεν τον Αβια, Αβια δε εγεννησεν τον Ασαφ, 8Ασαφ δε εγεννησεν τον Ιωσαφατ, Ιωσαφατ δε εγεννησεν τον Ιωραμ, Ιωραμ δε εγεννησεν τον Οζιαν, 9Οζιας δε εγεννησεν τον Ιωαθαμ, Ιωαθαμ δε εγεννησεν τον Αχαζ, Αχαζ δε εγεννησεν τον Εζεκιαν, 10Εζεκιας δε εγεννησεν τον Μανασση, Μανασσης δε εγεννησεν τον Αμως, Αμως δε εγεννησεν τον Ιωσιαν, 11Ιωσιας δε εγεννησεν τον Ιεχονιαν και τους αδελφους αυτου επι της μετοικεσιας Βαβυλωνος. 12Μετα δε την μετοικεσιαν Βαβυλωνος Ιεχονιας εγεννησεν τον Σαλαθιηλ, Σαλαθιηλ δε εγεννησεν τον Ζοροβαβελ, 13Ζοροβαβελ δε εγεννησεν τον Αβιουδ, Αβιουδ δε εγεννησεν τον Ελιακιμ, Ελιακιμ δε εγεννησεν τον Αζωρ, 14Αζωρ δε εγεννησεν τον Σαδωκ, Σαδωκ δε εγεννησεν τον Αχιμ, Αχιμ δε εγεννησεν τον Ελιουδ, 15Ελιουδ δε εγεννησεν τον Ελεαζαρ, Ελεαζαρ δε εγεννησεν τον Ματθαν, Ματθαν δε εγεννησεν τον Ιακωβ, 16Ιακωβ δε εγεννησεν τον Ιωσηφ τον ανδρα Μαριας, εξ ης εγεννηθη Ιησους ο λεγομενος Χριστος. 23Και αυτος ην Ιησους αρχομενος ωσει ετων τριακοντα, ων υιος, ως ενομιζετο, Ιωσηφ του Ηλι 24του Μαθθατ του Λευι του Μελχι του Ιανναι του Ιωσηφ 25του Ματταθιου του Αμως του Ναουμ του Εσλι του Ναγγαι 26του Μααθ του Ματταθιου του Σεμειν του Ιωσηχ του Ιωδα 27του Ιωαναν του Ρησα του Ζοροβαβελ του Σαλαθιηλ του Νηρι 28του Μελχι του Αδδι του Κωσαμ του Ελμαδαμ του Ηρ 29του Ιησου του Ελιεζερ του Ιωριμ του Μαθθατ του Λευι 30του Συμεων του Ιουδα του Ιωσηφ του Ιωναμ του Ελιακιμ 31του Μελεα του Μεννα του Ματταθα του Ναθαμ του Δαυιδ 32του Ιεσσαι του Ιωβηδ του Βοος του Σαλα του Ναασσων 33του Αμιναδαβ του Αδμιν του Αρνι του Εσρωμ του Φαρες του Ιουδα 34του Ιακωβ του Ισαακ του Αβρααμ του Θαρα του Ναχωρ 35του Σερουχ του Ραγαυ του Φαλεκ του Εβερ του Σαλα 36του Καιναμ του Αρφαξαδ του Σημ του Νωε του Λαμεχ 37του Μαθουσαλα του Ενωχ του Ιαρετ του Μαλελεηλ του Καιναμ 38του Ενως του Σηθ του Αδαμ του θεου.
1Εν αρχη ην ο λογος, και ο λογος ην προς τον θεον, και θεος ην ο λογος. 2ουτος ην εν αρχη προς τον θεον. 3παντα δι αυτου εγενετο, και χωρις αυτου εγενετο ουδε εν. ο γεγονεν 4εν αυτω ζωη ην, και η ζωη ην το φως των ανθρωπων 5και το φως εν τη σκοτια φαινει, και η σκοτια αυτο ου κατελαβεν. 9Ην το φως το αληθινον, ο φωτιζει παντα ανθρωπον, ερχομενον εις τον κοσμον. 10εν τω κοσμω ην, και ο κοσμος δι αυτου εγενετο, και ο κοσμος αυτον ουκ εγνω. 14Και ο λογος σαρξ εγενετο και εσκηνωσεν εν ημιν, και εθεασαμεθα την δοξαν αυτου, δοξαν ως μονογενους παρα πατρος, πληρης χαριτος και αληθειας.