This is a printer friendly version

Search:

by keyword or phrase:

Go to:

Bible reference:

Translations:

Preferred Translations

All Translations

Extra context verses: 0

Mark 7:25 (Table VI)

Eusebian Number

1.157 2.72
Matt.15.15-23 Mark.7.17-26a
15αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημιν την παραβολην ταυτην 16ο δε ις ειπεν ακμην και υμεις ασυνετοι εστε 17ουπω νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται 18τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται κακεινα κοινοι τον ανθρωπον 19εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι 20ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον 21και εξελθων εκειθεν ο ις ανεχωρησεν εις τα μερη τυρου και σιδωνος 22και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραυγασεν αυτω λεγουσα ελεησον με κυριε υιε δαβιδ η θυγατηρ μου κακως δαιμονιζεται 23ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτων αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων 17και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου περι της παραβολης 18και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι 19οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζον παντα τα βρωματα 20ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον 21εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται μοιχειαι πορνειαι φονοι 22κλοπαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη 23παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον 24και εκειθεν αναστας απηλθεν εις τα μεθορια τυρου και σιδωνος και εισελθων εις την οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνηθη λαθειν 25ακουσασα γαρ γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου 26ην δε η γυνη ελληνις συροφοινισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλλη εκ της θυγατρος αυτης