'''Ἡσύχιος γραμματικὸς Ἀλεξανδρεὺς Εὐλογίῳ τῷ ἑταίρῳ χαίρειν.'''
Πολλοὶ μὲν καὶ ἄλλοι τῶν παλαιῶν τὰς κατὰ στοιχεῖον συντεθείκασι
λέξεις, ὦ πάντων ἐμοὶ προσφιλέστατε Εὐλόγιε· ἀλλ' οἱ μὲν τὰς Ὁμη-
ρικὰς μόνας ὡς Ἀππίων καὶ Ἀπολλώνιος ὁ τοῦ Ἀρχιβίου· οἱ δὲ τὰς
κωμικὰς ἰδίᾳ καὶ τὰς τραγικὰς ὡς Θέων καὶ Δίδυμος καὶ ἕτεροι τοιοῦτοι·
ὁμοῦ δὲ πάσας τούτων οὐδὲ εἷς. Διογενιανὸς δέ τις μετὰ τούτους γεγο-
νὼς ἀνὴρ σπουδαῖος καὶ φιλόκαλος, τά τε προειρημένα βιβλία καὶ πάσας
τὰς σποράδην παρὰ πᾶσι κειμένας λέξεις συναγαγών, ὁμοῦ πάσας καθ'
ἕκαστον στοιχεῖον συντέθεικε· λέγω δὴ τάς τε Ὁμηρικὰς καὶ κωμικὰς
καὶ τραγικάς, τάς τε παρὰ τοῖς λυρικοῖς καὶ παρὰ τοῖς ῥήτορσι κειμένας,
οὐ μὴν ἀλλὰ καὶ {τὰς} παρὰ τοῖς ἰατροῖς τάς τε παρὰ τοῖς ἱστοριογρά-
φοις. συλλήβδην δὲ [ὁμοῦ] οὐδεμίαν λέξιν ἔσθ' ἣν παρέλιπεν οὔτε τῶν
παλαιῶν οὔτε τῶν ἐπ' ἐκείνου γεγενημένων. προέθηκε δὲ κατ' ἀρχὴν
ἑκάστης λέξεως τριῶν ἢ τεσσάρων στοιχείων τάξιν, ἵν' οὕτως εὐμα-
ρεστέραν ἔχοι τὴν εὕρεσιν ἧς ἐπιζητεῖ τάξεως ὁ τοῖς βιβλίοις ἐντυγχάνειν
προαιρούμενος. καὶ πρὸς τούτοις ὅσας οἷός τε ἦν παροιμίας εὑρεῖν, οὐδὲ
ταύτας παρέλιπεν, ἐπιγράψας τὰ βιβλία Περιεργοπένητας, καὶ ταύτῃ
χρησάμενος τῇ διανοίᾳ· ἡγεῖτο γάρ, οἶμαι, μὴ μόνοις πλουσίοις, ἀλλὰ
καὶ τοῖς πένησι τῶν ἀνθρώπων χρησιμεύσειν τε καὶ ἀντὶ διδασκάλων
ἀρκέσειν αὐτά, εἰ μόνον περιεργασάμενοι πανταχόθεν ἀνευρεῖν ταῦτα
δυνηθεῖεν καὶ ἐγκρατεῖς αὐτῶν γενέσθαι. Ἐπαινῶ μὲν ἔγωγε τὸν ἄνδρα
καὶ τῆς φιλοκαλίας καὶ τῆς σπουδῆς, ὅτι χρησιμωτάτην πραγματείαν
καὶ τοῖς σπουδαίοις τῶν φιλολόγων ὠφελιμωτάτην χορηγίαν πρὸς
ἅπασαν παιδείαν προείλετο παρέχειν. ἐβουλόμην δὲ αὐτὸν μήτε τὰς
πλείους τῶν παροιμιῶν ψιλῶς καὶ ἄνευ τῶν ὑποθέσεων τεθεικέναι, μήτε
τὰς ἐζητημένας τῶν λέξεων οὐκ ἐχούσας τά τε τῶν κεχρημένων ὀνόματα
καὶ τὰς τῶν βιβλίων ἐπιγραφὰς ἔνθα φέρονται, τάς τε πολυσήμους
αὐτῶν παραδραμεῖν καὶ ἀσαφεῖς παραλιπεῖν, δέον δὲ καὶ ἐν ταύταις
ἑκάστης διαφόρου διανοίας τὴν παράστασιν ἀπὸ τῆς τῶν χρησαμένων
μνήμης παρασχεῖν. ἅτινα σύμπαντα καὶ τῆς παρ' ἡμῶν ἐπιμελείας
δεηθέντα κατὰ δύναμιν τετύχηκε πάσης, ἐν δευτέρῳ κειμένης τῆς τῶν
φιλεπιτιμητῶν μέμψεως. Οὐ γὰρ ὀκνήσω μετὰ παῤῥησίας εἰπεῖν ὅτι
τῶν Ἀριστάρχου καὶ Ἀππίωνος καὶ Ἡλιοδώρου λέξεων εὐπορήσας,
καὶ τὰ βιβλία προσθεὶς Διογενιανοῦ, ὃ πρῶτον καὶ μέγιστον ὑπάρχει
πλεονέκτημα δαιτός, ἰδίᾳ χειρὶ γράφων ἐγώ, μετὰ πάσης ὀρθότητος
καὶ ἀκριβεστάτης γραφῆς κατὰ τὸν γραμματικὸν Ἡρωδιανόν, λέξιν
μὲν οὐδεμίαν παρέλιπον κειμένην ἐν αὐτοῖς, ἀλλὰ καὶ πλείστας οὐχ
εὑρὼν προστέθεικα. ἐκείνην δὲ γραφὴν ἠξίωσα, ἧς εὕρισκον καὶ τὴν
διάνοιαν τέλος περιέχουσαν καὶ τὴν φράσιν μετὰ τοῦ δοκίμου σαφῆ.
ταῖς παροιμίαις ἀποδέδωκα τὰς ὑποθέσεις· καὶ τῶν πλειόνων λέξεων
καὶ σπανίως εἰρημένων οὐ μόνον αὐτῶν τῶν χρησαμένων τὰ ὀνόματα
προσγέγραφα, ἀλλὰ καὶ τὰς ἐπιγραφὰς πάντων μὲν ἀπὸ τῶν ἀντι-
γράφων προστιθείς, οὐδαμοῦ δὲ πονεῖν παραιτησάμενος, ὡς ἂν μὴ καὶ
αὐτὸς μέμψιν ὀφλήσαιμι δικαίως τινά, καὶ οἷς ἐγκαλῶ Διογενιανῷ
πεπτωκὼς φανείην. Καὶ πληρώσας τὴν πραγματείαν, ὅσον εἰς ἀνθρω-
πίνην ἐλήλυθε κρίσιν τέλος γεγενημένην, εἰ μὴ πού τις ἢ σαφὴς οὖσα
λέξις ἢ οὐκ ἀναγκαία παραλέλειπται, ἀπέστειλα πρὸς τὴν σὴν ἀναμίλ-
λητον φιλίαν, πεπεισμένος μὲν εἶναι τὸ κτῆμα μέγα, τὴν δὲ {φιλίαν τὴν}
σὴν καὶ μειζόνων ἀξίαν ὑπάρχουσαν. εὔχομαι δὲ τῷ Θεῷ σωζόμενόν
σε καὶ ὑγιαίνοντα χρήσασθαι τοῖς βιβλίοις.
[Δεῖ εἰδέναι τὸν λέξιν τινὰ ζητοῦντα ἐν τῷ λεξικῷ τούτῳ, ὅτι εἰ
σύνθετός ἐστιν ἡ λέξις ἣν ζητεῖ πολλάκις διαιρῶν αὐτὴν εἰς τὰς ἐξ ὧν
σύγκειται εὑρίσκει αὐτῆς τὴν ἑρμηνείαν ἐν τῷ ἀρκτικῷ [αὐτῆς] γράμ-
ματι ἑνὸς τῶν μερῶν αὐτῆς. οἷον· {ἀνθρωποείκελος} μὲν ὡς κεῖται ἐν
συνθέσει οὐκ ἔχει, ἐὰν δὲ διέλῃς τὴν λέξιν καὶ ζητήσῃς ἐν τῷ {εἴκω},
εὕρῃς "{εἴκελος ὅμοιος}," ὡς εἶναι τὴν πᾶσαν λέξιν {ἀνθρώπῳ ὅμοιος}. καὶ ἐπὶ πολλῶν λέξεων τοῦτο ποιῶν πολλάκις, ὡς εἴρηται,
εὑρίσκεις τὸ ζητούμενον.]
Α· Τὸ {α} περισπασθὲν δηλοῖ εἴθε, ὡς παρὰ Καλλιμάχῳ (P. Ox.
2079,33, fr. 1,33)· "ἆ πάντως ἵνα γῆρας". καὶ τὸ ὦ ἄρθρον, ὡς
παρ' Ὁμήρῳ· ἆ δειλοί (υ 351). καὶ ψιλούμενον στέρησιν, ὡς ὅταν
λέγωμεν ἄνανδρον. καὶ τὸ μέγα, ὡς τὸ "ἀχανὲς πέλαγος". καὶ
τὸ πολύ, ὡς "ἐν ἀξύλῳ ὕλῃ" (Λ 155) καὶ τὸ ὁμοῦ, ὡς τὸ ἀδελ-
φός. ὁμόδελφον γὰρ σημαίνομεν. δελφὺς δέ ἐστι ἡ μήτρα. καὶ τὸ
κακόν, ὡς τὸ ἀμήχανε, ἀντὶ τοῦ κακομήχανε. δασυνόμενον δὲ
σημαίνει ἅτινα καὶ ὅσα. καὶ ἄρθρον ὑποτακτικὸν οὐδετέρου
γένους πληθυντικοῦ ἀριθμοῦ πτώσεως εὐθείας.
α α· ἐπὶ τοῦ μεγάλου. ἔστι δὲ καὶ σχετλιαστικὸν ἐπιφώνημα. δα-
συνθὲν δὲ γέλωτα δηλοῖ.
Α· [φωνῆεν. ἢ ἅτινα, ἢ ἅπερ, ἢ ὅσα. καὶ ἄρθρον ὑποτακτικὸν οὐδε-
τέρου γένους πληθυντικοῦ ἀριθμοῦ πτώσεως εὐθείας. καὶ ψιλού-
μενον στέρησιν δηλοῖ, ὡς ὅταν λέγωμεν ἄνανδρον.]
ἄ ἄ· *σχετλιαστικὸν ἐπιφώνημα v ἢ σύστημα ὕδατος n
ἀάατον· τὸ ἀβλαβὲς καὶ εὐχερές (Ξ 271), ἢ ἄνευ ἄτης (φ 91),
*ἢ ἀπλήρωτον (vg)
*ἀάβακτοι· ἀβλαβεῖς (vg) d Mosq.
ἀαγές· *ἄθραυστον, ἰσχυρόν vg πάνυ {σκληρόν} Mosq. (λ 575)
*†ἀαδέη· ὑεία κόπρος vg
ἀαδές· ἀηδές Mosq. (v)
*ἀαδεῖν· ὀχλεῖν, vg λυπεῖσθαι, ἀδικεῖν· [ἀπορεῖν, vg ἀσιτεῖν v
ἄδδα· ἔνδεια Λάκωνες. οὕτως Ἀριστοφάνης ἐν γλώσσαις (fr. 33)
†ἄαδαν· ἐλύπησαν (κ 68) (n)
ἀάθης· [ἥμαρτες vn ἐβλάβης] (v)
*ἀάθεκτον· ἄφθαρτον np ἀβλαβές
ἄα· σύστημα ὕδατος n
*ἄακτον· ἄθραυστον np ὑγιές
*ἀάλιον· ἄτακτον v
ἀανές· οὐ τελεσθησόμενον
*ἀανής· χρήσιμος np
†ἀαναίμα· πολλαχῇ χάρις Mosq.
ἀάνθα· εἶδος ἐνωτίου παρὰ Ἀλκμᾶνι (fr. 120) ὡς Ἀριστοφάνης
(fr. 91)
*ἀάπτους· ἀπροσπελάστους, ὧν οὐ δύναταί τις ἅψασθαι vgn ἢ
ἀπτοήτους
ἄας· ἐς αὔριον Βοιωτοί. οἱ δὲ εἰς τρίτην.
ἀάσαι· πολλαχῶς καὶ ἄγαν βλάψαι.
ἀασάμην· ἐβλάβην vgn {ἄτῃ} περιέπεσον (Ι 116 ..)
*ἀάσατο· ἐβλάβη (Ι 537 ..) n
*ἀάσθης· ἐβλάβης (d)
*ἀασίφρονι· βλαψίφρονι, [φρενοβλαβεῖ. n (p) ἀάσαι γὰρ τὸ
βλάψαι (φ 302)
ἀάσατο· ἔβλαψεν
*ἀασιφόρος· βλάβην φέρων vn
ἀάσκει· βλάπτει np φθείρει p
ἀαστόν· ἀναμάρτητον, [ἀβλαβές d
ἀάστονα· ἀνεύφραντον n
ἀάσχετον· ἀκατάσχετον, ἀνυπομόνητον (Ε 892)
ἀᾶται· ἄγαν βλάπτει (Τ 91 ..) gn
ἄατε· ἀπλήρωτε
ἀάτοις· βλάπτουσιν
ἄατον· [ἐπιβλαβές, ἢ ἄνευ ἄτης n ἢ ἀπλήρωτον (n)]
ἄατος· χαλεπός, δυσχερής· *ἀκόρεστος Pn, ἀχόρταστος
ἀατύλον· ἀβλαβές
ἄβ· ὁ Γορπιαῖος μήν
†ἄβα· τροχός, ἢ [βοή p
ἀβακίμων· [ἄλαλος]
*ἀβακῆσαι· ἀγνοῆσαι ἁμαρτάνειν gn
ἄβαγνα· ῥόδα n Μακεδόνες
ἀβακρόν· λεπτόν n
ἀβάθων· διδάσκαλος np Κύπριοι
ἄβαθμα· τὰ στρέμματα
Ἄβαντες· [Εὐβοεῖς καὶ κολοσοί, νεκροί]
Ἄβαι· περὶ τὴν Φωκίδα τόπος οὗ μαντεῖον Ἀπόλλωνος Ἀβαίου.
Σοφοκλῆς (O. T. 900)
*ἀβάκην· ἀφελῆ n, ἀσύνετον n(p), ἡσύχιον, [ἄπειρον, ἀδύνατον
n(p), ἄκακον n
*ἀβακήμων· ἄλαλος vg ἀσύνετος Σ
ἀβακής, ἄβαξ· ἄφωνος σιωπηρός p καὶ ὄνομα ἀρχιτεκτονικόν,
ὃ † σκύθαι λέγουσιν ἄνδρα καλεῖν
*ἀβάκησαν· ἠγνόησαν (δ 249) (g)n
ἄβακι· [ἀγελαίσωνες]
*ἀβάκτητον· ἀνεπίφθονον n Σ
*ἄβακτον καὶ {ἄβυκτον}· τὸ μὴ μακαριστόν n Σ
ἀβάκλινον· λινοῦν ὕφασμα p περιχειρίδιον
†Ἀβάκω ἄγκινοι· Σικελῶν μοῖρά τις οὕτω καλουμένη
ἆ βάλε· ὄφελον, εἴθε g [ἢ ἀχρεῖον]
ἀβλάβεια· συγγραφή, np ὁμολογία p
ἀβαλῆ· ἀχρεῖον Λάκωνες, οἱ δὲ νωθρόν (p)
ἄβαλις· μοχθηρὰ ἐλαία
ἀβάντασιν· ἀναβᾶσιν (p)
Ἄβαντα· πόλις πλησίον Παρνασοῦ, ἔνθα ἱερὸν Ἀπόλλωνος
Ἄβαντες· Εὐβοεῖς (Β 542) καὶ κολοσσοί, [νεκροί p
ἄβατος· [ἀσύνετος]
*ἄβαπτος· ἀστόμωτος (vg) Σ
ἀβάπτιστον· τρυπάνου εἶδος ἰατρικοῦ d
†ἀβαρλεῖται· ταράσσεται, κροτεῖ
ἀβαρβαλαῖαι· [νύμφαι]
Ἀβαρβαρέη· ὄνομα νύμφης {ναΐδος} n πολλὰ δὲ εἴδη νυμφῶν
(Ζ 22)
ἀβαρής· [ἀσύνετος]
ἄβαρις· ὁ ἠπειρώτης καὶ μὴ ἔχων βᾶριν
ἁβαριστάν· γυναικιζομένην, καθαιρομένην καταμηνίοις. Κύπριοι
ἀβαρκνᾷ· κομᾷ † τὲ Μακεδόνες
ἄβαρκνα· λιμός
Ἀβαρνεύς· Φωκαέων φυλή
ἀβάρνου· στένε, οἴμωζε (p) βόα
Ἄβαρνος· πόλις Φωκαέων
ἀβαρταί· πτηναί. Κύπριοι
ἄβαρτος· ἄπληστος, οἱ δὲ ἄμαργος
ἀβαρτία· ἀπληστία
ἀβαρύ· ὀρίγανον Μακεδόνες
ἀβάς· εὐήθης. καὶ ἱερὰ νόσος παρὰ Ταραντίνοις
ἀβᾶσαι· ἀριστῆσαι, καὶ ἐγερθῆναι
ἀβαστάκτως· δυσβαστάκτως
*ἀβασάνιστα· ἀνεξέταστα (vg)
ἀβασάνιστος· ἄτρωτος, μὴ κολαζόμενος, *ἀγύμναστος (vg) n
ἀβάσκαντα· χωρὶς βλάβης
*ἄβατον· ἀκίνητον, ἀπρόσιτον (Eur. Bacch. 10) vg [ἄβαστον p]
†ἄβατον· ἀβίαστον
*ἄβατον· ἀδιόδευτον d ἀπέραντον (Lev. 16,22?) P
ἀβδέλυκτα· ἀμίαντα (Aesch. fr. 137)
*†ἄβδελλον· ταπεινόν vgPpw
ἄβδηλα· ἄβατα
ἄβδης· μάστιξ παρ' Ἱππώνακτι (fr. 98)
Ἀβδιού· ἑρμηνεύεται δοῦλος ἐξομολογητός
Ἀβδηρίτης· βορέας {ἄνεμος} nw
ἄβελλον· [ταπεινόν w]
*ἀβέβηλον· καθαρόν vg (Pn)
ἄβεις· ἔχεις
ἀβέλλει· στέφει (p) w
ἀβελιακόν· ἡλιακόν (p) Παμφύλιοι
ἀβέλιον· ἥλιον (p) †Κρῆτες
*ἀβελτερία· ἀφροσύνη Pn, ἄνοια vgPn
ἄβελ· πένθος
*ἀβέλτερος· ἀνόητος q. vgn, μωρός q. Σ, ὁ τὸ βέλτιον μὴ γινώ-
σκων q, ἠλίθιος
ἀβέρβηλον· [πολύ, ἐπαχθές, μέγα, βαρύ, ἀχάριστον, μάταιον]
ἀβηδόνα· ἀηδόνα (p)
ἀβέσσει· ἐπιποθεῖ (p) θορυβεῖ
ἀβήρ· οἴκημα στοὰς ἔχον, ταμεῖον Λάκωνες
†ἀβήρει· ᾄδει
†ἀβηροῦσι· ἄιδουσιν
ἀβής· ἀναίσχυντος, ἀνόσιος, *ἀσύνετος, ἀνόητος gSPn
ἀβήσσει· ἐπινοεῖ (p)
ἀβί· ὑπό, Σκύθαις εἴρηται ...
ἄβια· οὐ βιώσιμα p ἢ βίαν οὐκ ἔχοντα [οὐ βίαιοι, οὐκ ἄδικοι,
καὶ ὄνομα ἔθνους]
ἀβίλλιον· ἀνδρεῖον p
ἄβιε· ἔβαλλον. Σκύθαι
ἄβιν· ἐλάτην, οἱ δὲ πεύκη
Ἀβίλλιον· οἶνον vgw (p)
ἀβιάτακα· μνήμονα. Πέρσαι
Ἀβιλυκή· στήλη ἐν Λιβύῃ
ἄβιοι· μὴ ἔχοντες τόξα vgn ἀπόλεμοι np οὐ βίαιοι, οὐκ ἄδικοι,
καὶ ὄνομα ἔθνους (Ν 6)
ἀβιόλη· σπέρμα ἐμφερὲς ...
ἄβιος· πλούσιος· ὡς Ἀντιφῶν ἐν Ἀληθείᾳ (fr. 43)
ἀβίυκτον· ἐφ' οὗ οὐκ ἐγένετο βοὴ ἀπολλυμένου
*ἀβίωτον· κακόν, ἀηδῆ, ὀδυνηρόν (Eur. Alc. 242) pd
ἀβλαβύνιον· σειρὰ πλεκομένη παρ' Αἰγυπτίοις ἐκ βύβλων,
κάθαρσιν ποιοῦσα
ἀβλαδέως· ἡδέως
ἀβλάξ· λαμπρῶς Κύπριοι
ἄβλαροι· ξύλα
ἄβλας· ἀσύνετος, ἀγνώμων
ἄβλαυτος· ἀνυπόδητος (p)
*ἀβλεπτήματι· ἁμαρτήματι vgn
ἀβλεμές· ἀσθενές, [ἀβλεπές] φαῦλον
ἀβλεμής· ἄτολμος p ἀτερπής, παρειμένος, οἱ δὲ κακός
ἀβλεπτῆ· τὸν ἀβλεπτοῦντα
ἀβληρά· [ἡνία]
ἀβλήδην· ἐνδόσιμον
ἀβλής· νεουργής, [μὴ βληθείς (b)
ἀβλῆτα· καινόν vb [ἄτρωτα,] οὔπω ἄλλοτε βεβλημένον (Δ 117)
(b)
ἀβλητῆρες· μάρτυρες
ἄβλητος· ἄτρωτος ἐκ βέλους (Δ 540) p
ἀβλήχμων· ἀμβλύς
*ἀβληχρήν· ἀσθενῆ (Ε 337) (v) PΣ (np) οἱ δὲ ἁπαλὸν ἐπὶ τοῦ
θανάτου (λ 134) (n)
*ἀβληχρός· ἀμβλύς, καὶ ἀμαυρός n
ἀβλίμαστον· ἄψαυστον
ἀβλοπές· ἀβλαβές Κρῆτες
ἀλογεῖ· [σπεῖσον Μακεδόνες]
†ἀβλόη· σπένδε Μακεδόνες
*ἀβλωθρίδια· [ἀτέλεστα ἐκτρώματα n w]
ἀβοητί· ῥᾳδίως
†ἀβοαί· εὐχαί
ἄβολα· κυβευτικοῦ βόλου ὄνομα
ἀβολῆσαι· ἀπαντῆσαι
ἀβολήσειν· συναντήσειν
ἀβολήτορες· μάρτυρες, συνηλλαχότες (Antim. fr. 76 W.)
ἀβολητύς· ἔντευξις Σ (Antim.? fr. 161 W.)
ἀβοληταί· ἀνυπάντητοι, ἰσχυρῶς ...
ἀβολλεῖς· περιβολαί ὑπὸ Σικελῶν
ἄβολος· νέος, οὐδέπω ῥίψας ὀδόντα ... τὸν δὲ αὐτὸν καὶ κα-
τηρτυκότα ἔλεγον
†ἀβόος· ἔξω Ταραντίνοις ...
†ἄβολον· ὄνομα στοιχείου
†ἄβοστοι· οἱ αἴτησιν ὑπὸ Λακώνων
ἄβοτοι· αἱ μὴ κατανενεμημέναι βοτάναι ἢ οὐ φέρουσαι καρπόν
ἀβούτης· ἀκτήμων
ἀβούλητα· ἀκούσια q
*ἀβούλητον· ἀθέλητον PΣ
ἀβουλία· μωρία (Eur. Med. 882.)
*ἀβουλότατα· ἀπροαίρετα (Hdt. 7,9 β1)w
*ἀβούλως· ἀφρόνως vgn, ἀμαθῶς (Eur. Rhes. 761) vg
*†ἀβουσκολεῖ· θορυβεῖ Σ
†ἄβουτον· τὴν οὐλίαν Ἀργεῖοι
ἄβρα· δούλη, παλλακή (Men. fr. 520)
*ἁβρά· τρυφερά, μαλακά (Eur. Phoen. 1486) q (Σ?)
ἁβρὰ βαίνων· τρυφερόβιος (Eur. Tro. 821)
*ἄβραι· νέαι δοῦλαι (Gen. 24,61) vgP
ἁβραί· τρυφεραί
*Ἀβραμιαῖος· εἶδος ἔχων Ἀβραάμ, [γιγαντιαῖος vg
ἀβραμίας· ὄνομα βόλου κυβευτικοῦ
ἀβράνας· Κελτοὶ τοὺς κερκοπιθήκους
ἀβρανίδας· κροκωτούς Λάκωνες
*α βράχεν· ἤχησεν (φ 48) w
ἀβρεμής· ἀβλεπής Κύπριοι καὶ {Θεττ}αλοί
*ἁβρίζεσθαι· [ἁβράβεσθαι] καλλωπίζεσθαι vgPn
*†ἀβριβέστερον· ἀληθέστερον n
ἄβρικτον· *δύσκοφον gSn, ἄγρυπνον
ἀβρινά· κεκαθαρμένα p
ἀβρίξ· ἐγρηγόρως p
ἀβριστήν· μάστιγα (p)
ἁβριάχεται· [κοσμεῖται, θρύπτεται]
*ἁβροδίαιτος· τρυφερὸς τὸν βίον (vgPn) περὶ τὴν δίαιταν δαψιλής
ἁβρόκαρπον· ἁβρότονον
*ἁβροκόμας· ὁ τὴν κόμην φαιδρὰν ἔχων vgnpw
ἀβρομία· σκοτεία (w)
ἁβρομίτρας· λαμπροζώνους
Ἀβράμ· περάτης ἢ πατὴρ μετέωρος, Ἀβραὰμ δὲ πατὴρ πολλῶν
ἐθνῶν
ἄβρομοι· χωρὶς βρόμου, *ἢ ἄνευ θορύβου (Ν 41) gn
ἄβρομον· ὀρίγανον, καὶ σιγηρόν, ἄψοφον
*ἁβρόν· τρυφερόν (Eur. Bacch. 493 ..) (vgPn)
*ἁβροσύνη· φαιδρότης, τρυφή (Eur. Or. 349) g(P)
*ἀβρόταξις· ἁμαρτία gn
ἀβροτάξωμεν· ἁμάρτωμεν, [ἀμφωδήσωμεν] ὅπερ ἡμεῖς λέγομεν
διαμφοδήσωμεν, ἀπὸ τοῦ ἀποτυχεῖν τὸν βροτὸν τοῦ βροτοῦ
κατὰ τὴν συνάντησιν (Κ 65)
*ἀβροτήμων· ἁμαρτωλός g
ἀβροτῆσαι· νυκτὸς ἀπαντῆσαι
ἀβρότη· ἀμβρότη, θεία (Ξ 78)
*ἁβρότητι· τρυφερότητι vgn ἁπαλότητι vg
ἀβροτίνη· ἁμαρτωλή
ἄβροτον· ἀπάνθρωπον (Aesch. Prom. 2)
ἁβρότονον· πόα τις
ἀβροῦτες· ὀφρῦς p Μακεδόνες
ἄβρυνα· συκάμινα
*ἁβρύνεται· κοσμεῖται n {θρύπτεται} q. vgn
ἁβρυνόμενοι· σεμνυνόμενοι, λαμπρυνόμενοι
ἀβρυτοί· [ἐχίνων θαλασσίων εἶδος]
†ἄβρυστος ἢ ἄβροστος ἢ ὁ βιβρωσκόμενος
ἄβρωμα· στολῆς γυναικείας εἶδος
*ἁβρῶς· ἀνθηρῶς v
ἄβρωτος· ἀζήμιος p
ἄβρομοι ἀυίαχοι· [οἱ] σὺν βρόμῳ πολλῷ, οἷον μετὰ κραυγῆς
μιᾶς, ἵνα ᾖ ἀντὶ τοῦ ὁμόβρομοι, ὅπερ δηλοῖ τοὺς ὁμοφώνως
κεκραγότας, ὡς ἐπὶ τοῦ ἄκοιτις ἡ ὁμόκοιτις. ἢ πολύβρομοι, ὅ
ἐστιν πολυτάραχοι. βρόμος γάρ ἐστιν ποιὰ κραυγὴ κατὰ
μίμησιν. καὶ ἀυίαχοι μετὰ ἰαχῆς μεγάλης, ὡς ἀχανὲς λέγεται τὸ
μεγάλως κεχηνός, τοῦ {υ} πλεονάζοντος (Ν 41)
Ἄβυδος· πόλις Τρωικῶν Ἑλλησπόντου (Β 836)
Ἀβυδόθεν· ἀπὸ Ἀβύδου vn ὄνομα πόλεως † καρίας (Δ 500)
ἀβυδοκόμας· ὁ ἐπὶ τῷ συκοφαντεῖν κομῶν (Ar. fr. 733) q
Ἀβύδεις· [στήλη Ἡρακλέους]
Ἀβυδηνὸν ἐπιφόρημα· ἀπὸ τοῦ ὑπ' αὐτῶν συκοφαντεῖσθαι
τοὺς ξένους
ἀβυδόν· βαθύ
ἀβύρβηλον· πολύ, μάταιον. οἱ δὲ δασὺ καὶ συρφετῶδες, *ἢ
ἀναίσχυντον, ἐπαχθές vgnΣ
ἀβυρτακοποιοῦ· τοῦ τρίμματα καὶ ἐμβάμματα κατασκευάζοντος
ἄβυσσος· πέρας οὐκ ἔχον *[ὕδατα ἄπειρα ἀκατάληπτα (Ps.
35,7) An ἔστι δὲ καὶ ἐν Ἄργει λίμνη οὕτω καλουμένη
Ἀβυσταῖοι· Λιβύων ἔθνος
ἀβώ· πρωί. Λάκωνες
Ἀβώβας· ὁ Ἄδωνις ὑπὸ Περγαίων
ἀβώρ· ἠώς Λάκωνες
ἀβώς· ἄφθογγος
ἄβωτος· ἀηδής
ἀγάγας· ἀντὶ τοῦ ἀγαγών
ἄγαγον· ἀντὶ τοῦ ἄγαγε, {ὁδήγησον, φέρε}
ἀγαγύρτην· ἀγύρτην
ἀγάζει· ἀγανακτεῖ, βαρέως φέρει
ἀγάζεσθαι· βλάπτεσθαι
*ἀγάζεται· σέβεται (npw)
ἀγαζόμεθα· πλεονάζομεν
ἀγαζόμενοι· κάμνοντες, λυπούμενοι, λιπαροῦντες
Ἀγαθὴ Τύχη· ἡ Νέμεσις καὶ ἡ Θέμις q
ἀγαθίδες· σησαμίδες
ἀγαθιζομένη· ἀγαθὰ λέγουσα
ἀγαθίς· δέσμη {καὶ εἶδος} ῥάμματος ἢ στήμονος
Ἀγαθοδαιμονισταί· οἱ ὀλιγοποτοῦντες
ἀγαθοεργοί· οἱ ἐκ τῶν ἱππέων ἐξιόντες πέντε ἑκάστου ἔτους,
ὡς Ἡρόδοτος ἱστορεῖ (1,67,5) q οὕτω παρὰ Σπαρτιάταις {καὶ
οἱ τῶν ἀρχόντων ὑπηρέται. ἢ οἱ ἀγαθόν τι εἰργασμένοι} q
ἄγαλμα Ἑκάτης· τὴν κύνα διὰ τὸ ἐκφέρεσθαι τῇ Ἑκάτῃ κύνας
ἢ διότι καὶ αὐτὴν ἔνιοι κυνοκέφαλον πλάττουσιν (Ar. fr. 594?
Eur. fr. 968)
ἀγάλαλα· περιχειρίδιον
ἀγάλαστος· ἀκόλαστος w
ἁγάλακτος· ἡ ὁμόθηλος
ἁγαλάκτορα· παῖδα [Τυρηνοί]
ἀγαλλητόν· ἐφ' ᾧ ἄν τις ἀγασθείη
ἀγαλλιάζει· λοιδορεῖται {Ταραντῖνοι}
*ἀγαλλίαμα· δόξασμα vgA
ἀγαλλίς· ὑάκινθος ἢ θρυαλλὶς ἢ ἀναγαλλίς
ἄγαλμα· ξόανον, ἀφομοίωμα [εἰδώλων] εἰκόνων ἢ ἀνδριάντων (d)
ἁγάλακτες· σύγγονοι, ἥλικες, ὁμογάλακτοι
*ἄγαλμα· πᾶν ἐφ' ᾧ τις ἀγάλλεται Pn οὐχ ὡς ἡ συνήθεια τὸ
[ξόανον (Δ 144 ..) n
†ἀγαλματικός· ἀκουστής
ἀγαλμαῖος· ......
ἀγάλματα πάτρια· τὰ τῶν Εὐμενίδων
ἀγαλματίτης· λίθου κόλλα
ἀγαλμός· λοιδορία p
ἀγλαότιμος· λαμπρῶς τετιμημένος
ἀγάλλιος· λοίδορος p
*ἀγαλλόμενος· ἀγαλλιῶν, [χαίρων (Μ 114) vgAn
ἁγάλαξ· ὁμότιτθος
ἀγαλλόμεναι· σεμνυνόμεναι (Υ 222 ..)
ἀγαλματοφορεῖσθαι· καλλωπίζεσθαι
*ἀγαλμητόν· ἀσθενές vAn
*ἀγαλματοφόρος· ὡς ἄγαλμα ἐν τῇ ψυχῇ {κεκτημένος} A
*ἀγαθόν· ἀνδρεῖον, γενναῖον (nw)
ἀγάθοσμον· τήλινον
Ἀγαθοῦ Δαίμονος πόμα· τὸ μετὰ τὸ δεῖπνον ἄκρατον πινό-
μενον παρὰ Ἀθηναίοις· καὶ τὴν δευτέραν ἡμέραν οὕτως ἐκά-
λουν q
Ἀγαθοῦσσα· ἡ Τῆλος ἐκαλεῖτο πρότερον (Callim. fr. 581)
Ἀγαθώνειον αὔλησιν· τὴν μαλακὴν {παρ' Ἀριστοφάνει ἐν
Γηρυτάδῃ (fr. 169)} Ἀγάθων γὰρ ὁ τραγικὸς ἐπὶ μαλακίᾳ
διεβάλλετο
*ἀγελαῖος· [ἰδιώτης (vgA), ἀμαθής (g)]
ἀγαί· ᾐόνες (Soph. fr.) {τρώσεις} τραύματα (trag. ad.) d
ἀγαιόμενον· ἐπίφθονον, θαυμάσιον, φθονερόν
ἀγαῖον· ἐπίφθονον (n)
ἀγαῖς· ζηλώσεσιν n Αἰσχύλος Θρῄσσαις (fr. 85)
ἀγάκλειτοι· ἄγαν ἔνδοξοι (γ 59 ..)
*ἀγακλεεῖς· ἄγαν ἔνδοξοι vgA
ἀγάκλυτα· *ἄγαν ἔνδοξα (vgA) ἢ ἄγαν διαβεβοημένα (γ 388)
ἀγακλεῖος· ἄγαν εὐκλεοῦς, ὅ ἐστιν μεγάλως ἐνδόξου (Π 738 ..)
ἁγάλακτας· ὄνομα {συγγενικόν}
*†ἀγαλβάς· ἀκρατής Ap, οἱ δὲ γελᾷς
ἀγάλλεται· τέρπεται, γαυριᾷ q
ἁγαλακτοσύνη· συγγένεια
*ἀγάμενοι· θαυμάσαντες vgAP
ἀγαμένως· θαυμαστῶς (Plat. Phaed. 89a)
†ἀγαμεμνόνη· θιδράξατο [ἢ θίδραξ]
Ἀγαμεμνόνεια φρέατα· ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ
τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι. Κλεί-
δημος δὲ ἐν τῇ δωδεκάτῃ τῆς Ἀτθίδος (fr. 9 M.) ...
ἀγαμέμνονα· τὸν αἰθέρα Μητρόδωρος (fr. 4, II p. 49 Diels)
εἶπεν ἀλληγορικῶς
ἀγάμητος· ἄγαμος ἄζυξ (Soph. fr. 884; Com. ad. 315)
ἀγαμίου ζημία· παρὰ Σπαρτιάταις
Ἀγάμμεια· {τόπος, ὄρος κρημνῶδες} ἔνθα αἱ παρθένοι ἐξετί-
θεντο τῷ κήτει τινές, οἱ δὲ πολίχνην
*ἄγαν· πάνυ [μνώδης], πολύ vgAP, μεγάλως nw, λίαν q. vgAP
ἁγάνα· σαγήνην Κύπριοι
ἀγανακτεῖν· στένειν παρὰ Πλάτωνι (Phaed. 117d)
ἀγάνεται· πραγματεύεται, χρῆται
ἄγαμος· [τόπος ὄρος κρημνῶδες]
ἀγανηδά· ἀτρέμας
ἀγάνημαι· ἀσχάλλω, ἀγανακτῶ
*ἀγάννα· ἅμαξα {ἱερὰ} καὶ ἡ ἐν οὐρανῷ ἄρκτος gAn
*ἀγανοῖς· πραέσιν, προσηνέσιν (Β 164 ..) vAn
*ἀγανοῖσιν· πράοις (o 53 ..) A
*†ἀγανοῖς ἰόντες· τοῖς δόρασι βάλλοντες n
†ἀγανέῃσιν· ἀκοντίοις (Β 774)
*ἀγάννιφον· λίαν χιονιζόμενον (Α 420 ..) npw
*ἀγανοφροσύνη· προσήνεια, πραότης (λ 203) n
ἀγανόφρων· λίαν φρόνιμος (Υ 467)
ἄγανον· τὸ κατεαγὸς ἀπὸ ἄλλου (trag. ad.)
*ἀγανώπιδος· [παρειᾶς] εὐοφθάλμου vg πραείας. καλῶς βλεπού-
σης vgA(n)
*ἀγανοφροσύνη· ἀγαθότης A πραότης, φιλοφροσύνη
ἀγανάκτησις· μανία. θυμός (Thuc. 2,41,3) πόνος. ἄλγος. λύπη
(Pl. Phaedr. 251 c)
ἀγανόφρων· ἀγαθός w, ἀγαθὰ φρονῶν, καὶ προσηνὴς ταῖς
φρεσίν (Υ 467) wn
ἄγαγε· [ὁδήγησον. φέρε]
*a) ἀγάνωρ· ἀγαπητικὸς τὴν ἀνδρείαν An b) {ἀγαπήνωρ·} ...
ἢ ἀπὸ τῆς ἀνδρείας ἀγαπώμενος (η 170) ἔστιν δὲ καὶ ὄνομα
κύριον τοῦ Ἀγκαίου παιδός (Β 609) τινὲς δὲ φιλόξενος
*ἀγαπητόν· μονογενῆ. qΣ κεχαρισμένον (Ζ 401) q
ἀγαπησμός· ἀγάπησις (Men. fr. 453) p
ἀγαπτερέως· ἀσμένως, προθύμως. ταχέως
ἀγαρικόν· βοτάνη τις οὕτω καλουμένη παρὰ τοῖς ἰατροῖς
ἄγαρρις· ἄθροισις. ἢ πλῆθος ἀγορῆς
†ἀγάρρητος· ἀχάριστος
†ἀγαῤῥάπτει τε· ἔφθορεν
*ἀγάῤῥοον· σφοδρὸν ῥεῦμα ἔχοντα An, ἄγαν ῥοώδη (Μ 30)
ἄγαρος· [σκευοφόρος. φορτηγός]
ἀγαῤῥοί· [οἱ ἐκ διαγωγῆς τι πράττοντες]
ἄγασθαι· φθονεῖν
*ἀγασσάμεθα· ἐθαυμάσαμεν, κατεπλάγημεν (κ 249) n
*ἀγασσάμενοι· θαυμάσαντες (Θ 29 ..) vgAn, φθονήσαντες.
(β 67) nw
ἄγαν θές· σιώπα Κύπριοι
ἄγασις· ὁ φθόνος. †σφαιρά
*ἀγάσματα· σεβάσματα (Soph. fr. 885) nΣ
†ἀγάσοις· μεθ' ἡδονῆς
ἀγασοπέρπαι· [οἱ τοὺς τελώνας μηνύοντες τὰ τέλη]
ἀγάς· ἡ πτῶσις τοῦ ἀστραγάλου
ἀγάσσασθαι· θαυμάσαι
ἀγασθείς· θαυμασθείς q
*ἀγάστονος· πολυστένακτος nhwΣ στεναγμοῦ ἄξιος (Greg.
Naz. c. 2,1,1,192)
*ἀγάσατο· ἐφθόνησεν (Ρ 71)n p
*ἀγάσαιτο· θαυμάσαι PnpΣ
*ἀγαστός· θαυμαστός n(P) ἐπαινετός (Eur. Hec. 168)
ἀγάσασθαι· φθονεῖν (θ 565)
ἄγασαι· ἀγάλλου
*ἀγασάμενον· μεμψάμενον n
*ἀγαστόν· ἔνδοξον A
ἀγάσαι· θαυμάζειν. [ἀγάλλου ἱλάσκου]
*ἀγάσησθε· φθονήσητε (Ξ 111) n
ἀγαστής· βάσκανος p
ἁγάστορες· ἀδελφοὶ δίδυμοι
*Ἀγάστροφον οὔτασε δουρί· τὸν Ἀγάστροφον ἔτρωσε τῷ
δόρατι (Λ 338) An
†ἀγάσει· ἄγαν τύπτει
ἀγαστά· ἃ ἄν τις ἀγάσαιτο, οἷον ἀρεστά. Αἰσχύλος Φρυξί
(fr. 268)
ἀγατᾶσθαι· βλάπτεσθαι
ἀγάτημαι· βέβλαμμαι
ἀγαυοί· προσφιλεῖς (Γ 268 ..)
ἀγαυοί· *λαμπροί, φωτεινοί. ἔνδοξοι vgA ἐπιφανεῖς. ἔστι δὲ καὶ
ἔθνος Σκυθικὸν Ἀγαυοὶ οὕτω καλούμενον, ὡς ὅταν λέγῃ ὁ
ποιητής· "{καὶ Ἀγαυῶν ἱππημολγῶν} (N5)"
Ἀγαγύλιος· μήν
*ἀγαυόν· λαμπρόν. θαυμαστόν (Δ 534 ..) n
ἀγαυότατον· μέγιστον (o 229)
*ἀγαυρίαμα· ἔπαρμα vAPn οἴησις (Jerem. 31,2 ..)
ἀγαυριᾶι· ἐπαίρεται μεγάλως
ἀγαυρός· αὐθάδης, κομψός. κακός
ἀγγαῤῥεύει· ὑπομένει
ἀγγαῤῥία· δουλεία q
ἀγγαῤῥεύεται· ἐγγυᾶται, ὑπὸ ἀγγαρευτῶν κατέχεται (Men.
fr. 440)
*a) ἄγγαρος· ἐργάτης, ὑπηρέτης, ἀχθοφόρος vA b) D {ἀγγάρους}· τοὺς πρέσβεις q ἡ λέξις δὲ Περσική. σημαίνει δὲ καὶ
[τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματηφόρους (Hdt. 8,98) q
ἄγγατος· τὸ εἰς ἀναδενδράδα ξύλον
*ἄγγεα· ἀγγεῖα (Β 471 ..) An
ἀγγελίας· ἀπαγγελίας (β 92 ..) σημαίνει δὲ ἀγγελίην αὐτὸν
τὸν ἄγγελον (Δ 384)
*ἀγγελιαφόρος· πρεσβευτής g(A)
ἀγγελίην· ἄγγελον (Δ 384)
*ἀγγελίης· ἄγγελος (Γ 206) vgAn καὶ ἀγγελίας
ἀγγελλόντων· ... καὶ ἀγγελλέτωσαν (Θ 517)
ἀγελείη· {ἡ Ἀθηνᾶ ἀπὸ τοῦ} ἄγειν λείαν. λεία δέ ἐστι κτῆσις
τετραπόδων (Δ 128)
ἄγει· κομίζει
ἄγειν μυστήρια· μυσταγωγεῖν
*ἄγειν· ἀπάγειν n, κομίζειν. τιμᾶν, σέβεσθαι
ἄγειν· τὸ ὑπάγειν, τὸ πίνειν. καὶ τὸ φέρειν. καὶ τὸ ὑφέλκειν.
ἔστι δὲ καὶ τιμᾶν, καὶ σέβεσθαι
*ἀγγελία· ἄγγελμα [ἀκοή vgAn
ἀγγελική· ὄρχησίς τις παροίνιος
Ἀγγελῆς· δῆμος τῆς Ἀττικῆς Πανδιονίδος φυλῆς
Αἰγιαλέων· Ἀργείων
Ἄγγελον· Συρακούσιοι τὴν Ἄρτεμιν λέγουσι
*ἀγγέλλεσκον· ἤγγελλον An
ἀγγέριος· ἄγγελος
ἀγγεράκομον· [σταφυλήν]
Ἀγγίτας· ὄνομα ποταμοῦ, ὅς ἐστι περὶ τὸ Παγγαῖον (Hdt.
7,113). ὁμοίως καὶ ἡ Ἄρτεμις
ἄγλιθες· ἐξ ὧν ἡ κεφαλὴ συνέστηκε τῶν σκορόδων
ἀγγοπήνια· τὰ τῶν μελισσῶν κηρία
*ἄγγορα· ῥᾶξ, σταφυλή
ἀγγόρπης· ᾧ τοὺς ἐλέφαντας τύπτουσι σιδήρῳ
ἄγγος· *ἀγγεῖον pw καὶ ῥίζα βοτάνης
ἄγγουρος· εἶδος πλακοῦντος
*ἀγγρίας· λύπας (vA)
ἀγγρίζειν· ὑφαιρεῖσθαι [(*)ἐρεθίζειν]
Ἄγδιστις· ἡ αὐτὴ τῇ μητρὶ τῶν θεῶν
ἄγδυς· ἄγγος Κρητικόν
ἄγε· ἴθι p, ἐπίῤῥημα κελευστικόν (Γ 192 ..) ἢ ἦγε (Β 580 ..)
ἄγεα· τεμένη
*ἄγε δή· φέρε δή (Α 62 ..) vgA
ἀγέεσσι· p τεμένεσι ([Callim] fr. an. 140)
*ἄγε δῆτα· δεῦτε δῆτα Ad
*ἄγειν καὶ φέρειν· τὸ λῃστεύειν καὶ ἁρπάζειν (Dem. 18,230) q.
vgAn
ἀγεινεῖν· ἄγειν ἐν νηΐ
†ἀγείπτεται· ὁρᾷ
ἀγείνεον· ἦγον. τὸ ἐπὶ νεῶν ἄγειν καὶ ἐν ναυσὶ κυρίως (Ω 784)
*ἀγείρας· ἀθροίσας, συνάξας (Β 664 ..) npw
ἀγείρεσθαι· ἐκπορεύεσθαι. *λοιδορεῖσθαι A συναθροίζεσθαι
*ἀγείρειν· συνάγειν P συναθροίζειν vgA
*ἀγείρομεν· ἀθροίσωμεν (Α 142) (P) n
*ἀγειρόντων· συναθροιζόντων (Β 438) n
ἁγείτης· ὑβριστής
ἀγελαίας· ἀγραύλους (κ 410 ..)
ἀγελαίην· ἄφετον νεμομένην (Λ 729 ..)
ἀγελαῖοι ἰχθύες· πολλοὶ μικροὶ καὶ ὁμοῦ [λίθοι] εὐτελεῖς
(Hdt. 2,93,1)
*ἀγελαῖος· ὀχλώδης vg(A) ἰδιώτης P(vgAn)Σ
ἄγεγκτοι· [ἄβροχοι, σκληροί]
ἀγελάσαι· κομίσαι
*ἀγελάσκον· [ἄτιμον vgAn]
ἀγελαστί· ἄνευ τοῦ γελάσαι (Plat. Euthyd. 278e)
ἀγελαστής· ἔγχελυς
†ἀγελαστοῦ· ἀκακίας
ἀγέλαστος πέτρα· ἐν τῇ Ἀττικῇ, ἐφ' ἧς ἐκαθέσθη ἡ Δημήτηρ,
ὅτε τὴν κόρην ἐζήτει
ἀγελάους· τοὺς ἐφήβους Κρῆτες
*ἀγεληδόν· ἡθροισμένως gAP ἰδίως ἀγέλη (2. Macc. 3,18) gv
*ἀγεληδῶς· κατὰ τὴν ἀγέλην (Π 160) A
ἀγελείης· *λαφυραγωγοῦ A(n) (Hes. Th. 318) ἢ ἡγουμένη τοῦ
πολέμου. Ἀθηνᾶς τὸ ἐπίθετον (Δ 128 ..)
*ἀγέλημα· κατὰ ἀγέλην A
Ἀγέλης· [δῆμος Ἀττικῆς]
*ἀγέλῃφι· ἐν ἀγέλαις (Β 480 ..) An
*ἀγέμεν· ἄγετε (Τ 195) A ἀγαγεῖν (Α 323 ..) Anw
ἄγε μήν· ἄγε δή (Α 302 ..)
ἀγεν κατεαγέν, θραυσθέν ... ὡς τό· Τοῦ δ' ἐξελκομένοιο πάλιν
ἄγεν ὀξέες ὄγκοι (Δ 214) καὶ ἦγεν, {ὡς τό· Αἴας δὲ ἐκ Σαλα-
μῖνος ἄγεν δυοκαίδεκα νῆας (Β 557)}
ἀγέννητα· στοιχεῖα. παρὰ Ἐμπεδοκλεῖ (fr. 7)
ἀγεννήτων· δυσγενῶν (Soph. Trach. 61) w
†ἀγενίους· τὰς μὴ γεγεννηκυίας
ἅγεο· ἡγοῦ. ἄρχου
ἀγεόμενοι· θαυμάζοντες
ἀγέρδα· ἄπιος. ὄγχνη
*ἀγέραστος· ἄτιμος (Pp)Σ ἄμοιρος (Α 119)
*ἀγέρθη· συνηθροίσθη (Χ 475 ..) n
*ἄγερθεν· συνηθροίσθησαν (Ψ 287)
ἀγερθήσεται· συναθροισθήσεται
ἀγερμός· ἄθροισις. συναγωγὴ θυσίας
*ἀγερώψατο· ἠμέλησεν vgAp
*ἀγέροντο· συνηθροίζοντο (Β 94 ..) APn
ἀγέροσπον· [σπάνιον]
ἀγέροπτος· ὁ σπανίως εὐχόμενος [ἢ ὑπερήφανος]
ἀγερωπεῖ· *ἐφορᾷ. gA ἀσπαστὸν ἡγεῖται
ἀγερρακάβος· [σταφυλή]
(*)ἀγερώσατο· ἠθέτησε. διεψεύσατο
*ἀγερώσσει· ἀγρυπνεῖ vgA †ἀθετεῖ A
ἀγερσικύβηλις· Κρατῖνος ἐν Δραπέτισιν (fr. 62) ἐπὶ Λάμπωνος.
τὸν αὐτὸν ἀγύρτην καὶ κυβηλιστὴν εἶπεν, οἱονεὶ θύτην καὶ
μάντιν. Κύβηλιν γὰρ ἔλεγον τὸν πέλεκυν ... ὅθεν καὶ Λύσιππος
ἐν Βάκχαις (fr. 6) τὸν αὐτὸν {ὡς} ἀγύρτην κωμῳδεῖ.
ἀγέρωχοι· *οἱ [ἄγαν n ἔνδοξοι καὶ [ἔντιμοι q. n ἢ ὑπερήφανοι
q. A ἢ ἀπαίδευτοι. τινὲς δέ φασι τοὺς Ῥοδίους εἰρῆσθαι ἀγερώ-
χους, ὅτι νησιῶται ὄντες ἔξωθεν ἐκ τῆς ἠπείρου ἀγείροντες
ὀχὴν διεγίνοντο, τουτέστι τροφὴν ἐπείσακτον (Β 654)
ἀγέρωχος· γαῦρος, πάνυ τετιμημένος. *ἢ ὑπερήφανος vgPn
*ἄγευστοι· ἄπειροι vgAn
ἀγελαίαν· κτηνώδη
ἀγελαίου· δημώδους
*ἀγενεῖ· ἀσθενεῖ (Pn)
*ἀγενῶς· ἀσθενῶς Pn
Ἀγεσίλαος· ὁ Πλούτων (Aesch. fr. 406 Call. h. 5,130)
ἄγες· ἄγε, φέρε
ἄγεσθαι· ἀγαγεῖν
ἀγεσήμων· ὁδὸς λεπτή
ἀγεσόφρυν· τὰς ὀφρῦς ἐπαίροντα
ἄγεστρα· τὸ κάλλυντρον [ἤγουν κοσμητήριον]
ἄγεται· φέρεται
ἀγέτρια· [μαῖα Ταραντηνοί]
*ἀγητοί· θαυμαστοί n, ἔνδοξοι, λαμπροί (Ε 787 ..)
ἁγέων· ἁγνισμάτων. ἱερῶν. μιασμάτων
ἄγη· θάμβος, [ἔκπληξις. b (γ 227) μίασμα. ἔστι δὲ καὶ ἀντὶ τοῦ
[κατεάγη n, ὡς τὸ "Νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος" (Γ 367).
παρὰ δὲ τοῖς τραγικοῖς· τιμή, σεβασμός
ἀγηλάζειν· σώζειν
ἀγῆλαι· *σεμνῦναι gAn ἀναθεῖναι, κοσμῆσαι. καὶ εἰς ἄγασιν
ἀγαγεῖν (Eur. Med. 1027)
ἀγηλατεῖν· *διώκειν n, ὡς ἄγος ἐξελαύνειν Σ, φυγαδεύειν (Hdt.
5,72,1) n τινὲς δὲ ῥαπίζειν
ἀγηλείοιο· λαφυραγωγοῦ.
†ἀγηλόμεναι· χαίρουσαι (Hes. Th. 68?)
ἀγήλω· κοσμήσω (Hermipp. fr. 8)
*ἄγημα· τὸ προϊὸν τοῦ βασιλέως τάγμα ἐλεφάντων καὶ ἱππέων
καὶ πεζῶν, οἱ δὲ τῶν ἀρίστων τῆς Μακεδονικῆς συντάξεως Σ
ἀγηνορία· ἀνδρεία, καὶ ἠνορέα, παρὰ τὸν ἄνδρα (Ι 700).
καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἀλόγων ζώων τάσσεται. ἢ
ἰσχύς, ὡς τό· "ἀγηνορίη δέ μιν ἔκτα" (Μ 46) [ἐν τέγεα]
*ἀγηνορίη· ἀνδρεία (Μ 46) (An)
ἀγηνορίῃσιν· ἀνδρείαις (Ι 700)
Ἀγηνόριος· Πυθαγόρειος
*ἀγήνωρ· ὑπερήφανος vgΣ αὐθάδης (Β 276) vgAb ἀνδρεῖος
(Ι 398 ..) nΣ καὶ ὄνομα κύριον (Δ 467 ..) wΣ
*ἀγήραον· ἀγήρατον A μὴ γηράσκον An ἀδιάφθορον, οἱονεὶ
[ἄφθαρτον An ἀπαλαίωτον (Β 447) n
ἀγήρως· ἀπαλαίωτος
*ἀγήρω· ἀγήρατον, μὴ γηρῶντα (ε 136) Σ
Ἁγήσανδρος· ὁ Ἅιδης
ἁγήτωρ· ἄρχων (Eur. Med. 426)
ἄγηται· ἀπάγῃ, ἕλκῃ (Ζ 455)
ἀγήτης· [ὁ ἱερώμενος]
ἀγητόρειον· [ἑορτή]
ἀγήτης· ὁ ἱερώμενος, ἄτιμος, ἐν δὲ τοῖς Καρνείοις ὁ ἱερώμενος
τῆς θεοῦ. καὶ ἡ ἑορτὴ Ἁγητόρια [ὡς ἀγήμαι ἔχει εἰσορόαντος]
*ἀγητοί· θαυμαστοί (Ε 787) (v) n
Ἁγήτορα· ὄνομα κύριον
ἁγήτωρ· ὁ τῶν Ἀφροδίτης θυηλῶν ἡγούμενος ἱερεὺς ἐν Κύπρῳ
ἅγια· τίμια
Ἁγιάδαι· τόπος ἐν Λακεδαιμονίᾳ, καὶ οἱ βασιλεῖς δὲ οὕτω
καλοῦνται ἀπὸ Ἅγιδος
*ἁγιάζειν· ἅγια ποιεῖν, καὶ καθαίρειν, {ἐναγίζειν} A τοῖς νεκροῖς,
τινὲς δὲ τὸ τὰ ἱερεῖα ἐσθίειν
*ἁγιάσατε· κηρύξατε (Ioe(l 1,14 ..) vgA
ἁγιάζειν· [ἅγια ποιεῖν, καὶ καθαίρειν ἄγρια]
*ἁγιάσει· διαφυλάξει (Num. 6,11) A
*ἁγιασμός· ἁγιστεία. καθάρευσις (1. Cor. 1,30)
ἅγιοι· *οἱ καθαροί n καὶ σεβάσμιοι (Ps. 33,10)
ἅγιον· τῆς ἄγνου τὸ σπέρμα
*ἅγιος· εὐσεβής (Marc. 6,20 ..) n
ἁγίαζε· σέβου
Ἀγιγαῖος· Ἄργαλος καλεῖται παρὰ Λάκωσιν, ὁ Ἀμύκλαντος
υἱός
*ἀγήοχα· ἤνεγκα b (vgAn)
*ἀγηοχότων· κομισάντων, ἐνεγκάντων (nΣ)
ἁγιστεῖν· σέβειν, ἁγνεύειν
ἁγιστεύει· σέβεται (Eur. Bacch. 74)
*ἁγιστέων· εὐσεβῶν vAPn
a) †ἀγιχῶ· ἠχῶ *b) {ἁγίων στῖφος}· [ἢ στύφος ἢ] {ἁγίων}
σύστημα vAn
*ἀγιστής· ὑβριστής n
*ἀγκάς· {εἰς τὰς} ἀγκάλας (Ε 371) vAn ἢ ἀγκάλαις (Ψ 711 ..)
*ἀγκάζοντο· ταῖς ἀγκάλαις περιελάμβανον (Ρ 722) An
*ἄγκεα· κοίλους τόπους καὶ φαραγγώδεις (δ 337 ..) Pn
*ἀγκαλέει· ἀνακαλεῖ vgAPn
ἀγκάζοντο· [ταῖς ἀγκάλαις περιήγοντο]
*ἀγκαλέω· ἀνακαλῶ Pn
ἀγκαλιδαγωγοί· ἀγκαλίδας ἄγοντες
ἀγκαλίδες· αἱ τῶν φρυγάνων δεσμαί, *ἢ μερίδες (vgA)
*ἀγκαλίδεσσιν· ἀγκάλαις, χερσίν (Σ 555 ..) An
ἀγκαλίνας· Ἀργεῖοι τὰς ἀγκάλας
ἀγκαλίς· ἄχθος. καὶ δρέπανον Μακεδόνες
ἀγκαλίδας ἕλκειν· αἴρειν ξύλα εἰς ἕργματα
ἄγκλαον· ἄνοιξον
ἀγκαλέους· ἀγκύλους
ἀγκαπίς· κρημνός. οἱ δὲ [βόθρον vgAn
ἀγκεκυβρικώς· ἀνατετροφώς
ἀγκεντέοντα· ἀνατέλλοντα (p)
ἀγ κεράτεσσιν· ἐπὶ τῆς κεφαλῆς (Callim? frg. an. 141)
*ἀγκηθής· [ἀβλαβής gAp]
ἀγκήεις· ἀντηχής
ἄγκιστρον· θηρατήριον ἐκ σιδήρου καμπτόν, ἀγκύλον, στρεβλόν
ἀγκιστροφάγος· φιλάργυρος
*ἀγκιστρεύειν· θηρεύειν, [δελεάζειν (Σ)
†ἀγκίον· ἀγκιδοθήκη
ἀγκλίνας· ἀνακλίνας, v ἀνοίξας, ὡς τό· ἀγκλίνας, πρόσθεν δὲ | σάκεα σχέθον (Δ 113)
ἀγκλόν· σκολιόν
†ἄγκλειτοι· μεγάλαυχοι
ἀγκοῖναι· ἀγκῶνες *[ἀγκοῖναι ἀγκάλαι (Ξ 213) A(b)] | χεῖρες. καὶ σχοινία ἱστοῦ
*ἀγκῶνος· τῆς καμπῆς τοῦ τείχους (Π 702 ..) b
ἀγκόνους· διακόνους, δούλους
ἀγκοπτήρ· σφῦρα
*ἀγκοίνῃσιν· ἀγκάλαις (Ξ 213 ..) Ab
ἀγκορυφῶσα· ἀνατιθεῖσα· τὸ τῆς κεφαλῆς ἐφαπτόμενον τὴν
ἱέρειαν καθοσιοῦται τῇ θεῷ
ἄγκος· νῆσον πολλὰ ἄγκη ἔχουσαν
†ἀγκορές· ἀκόρεστον
ἀγ κοτύλῃ· παιδιά τις, ἐν ᾗ τὰς χεῖρας ὀπίσω πλέξαντες
δέχονται τὸ γόνυ
ἀγκρινόμεναι· ἀποφηνάμεναι
ἀγκτήρ· δεσμός p
ἀγκτηριάζει· ἄγχει
ἀγκτῆρες· οἱ ἐν τῷ τραχήλῳ τόποι, δι' ὧν ἄγχεσθαι συμβαίνει
*ἀγκύλας· ὀγκίνους, σκεύη (Exod. 26,4). ἢ καμπάς A
ἀγκύλαι· τῷ ἀκοντίῳ
ἀγκύλαι· ἱμάντες ἐν κρηπῖσιν
ἀγκύλη· ἀκόντιον. ἢ ἡ καμπὴ τῆς ἀγκῶνος καὶ ποτηρίου γένος
εἰς κοττάβους. οἱ γὰρ τοὺς κοττάβους προιέμενοι τὴν δεξιὰν
χεῖρα ἠγκύλουν, κυκλοῦντες αὐτὴν ὡς ἐνῆν πρεπωδέστατα,
σεμνυνόμενοι ὡς ἐφ' ἑνὶ τῶν καλῶν. οἱ δὲ καὶ ἀγκυλισταὶ
ἀκοντισταὶ εἴρηνται. Δηλοῖ δὲ καὶ ἀποτομάδα
*ἀγκύλον· ἐπικαμπές vgAb (Z 39) σκολιόν vgA στρεβλόν
ἀγκυλοῦσθαι· κάμπτεσθαι
*ἀγκυλομήτεω· σκολιὰ βουλευομένου (Β 205 ..) Ab (vgn)
ἀγκύλους· τοὺς † ἀκάμπους
ἀγκυλομνόν· νοσερόν (p)
*ἀγκυλότοξοι· ἐπικαμπῆ τὰ τόξα ἔχοντες (Κ 428) (n)
*ἀγκυλοχεῖλαι· ἐπικαμπῆ τὰ ῥάμφη ἔχοντες (Π 428) A [ἤγουν | τὰς τομάς]
ἀγκυλομήτης· ὁ δυνάμενος περὶ τῶν ἀγκύλων καὶ σκολιῶν εὖ | βουλεύσασθαι (Δ 59)
ἀγκύλη· {ἡ δεξιὰ} χεὶρ ἀπηγκυλωμένη καὶ συνεστραμμένη εἰς
ἀποκοτταβισμόν {ποτὲ δὲ ἀγκύλη τὸ ἐντὸς τοῦ ἀγκῶνος}
ἀγκύλως· ἀποτόμως [ποτὲ δὲ ἀγκύλη τὸ ἐντὸς τοῦ ἀγκῶνος]
ἄγκυρα· τὸ αἰδοῖον, παρὰ Ἐπιχάρμῳ (fr. 191). Κύπριοι δὲ τὸ
τριώβολον. καὶ τὸ ναυτικὸν σκεῦος. καὶ τὴν ἀσφάλειαν q
ἄγκυραι· μεταφορικῶς αἱ ἀσφάλειαι. Σοφοκλῆς Φαίδρᾳ (fr. 623)
ἄγκυρα· ἐν ᾗ τὰ σῦκα λαμβάνουσιν
ἀγκυρίς· βοτάνη τις
ἀγκυρίττει· καταμάχεται. Κρῆτες
ἀγκύρισμα· σχῆμα τῶν ἐν πάλῃ
ἀγκυροβόλῳ δείπνῳ· ἀγκυροβόλα Φοίνικες τὰ δεῖπνα, ἃ
παρεσκεύαζον τοῖς τελώναις ἐκ τῶν λιμένων. ἔστι δὲ καὶ μισθός·
ἔπρασσον γὰρ ἐν τοῖς λιμέσιν ἐνόρμιον καὶ ἐνλιμένιον ὡς ἐκλογήν
ἀγκωλιάζων· ἁλλόμενος τῷ ἑτέρῳ ποδί
ἀγκών· τό τε συνήθως λεγόμενον, καὶ ἡ τοῦ τείχους καμπή· "ἐπ'
ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο" (Π 702) καὶ τῆς κιθάρας δὲ τὰ
ἀνέχοντα τοὺς πήχεις ἀγκῶνες λέγονται
ἀγκωβόλος· ἁλιεύς
ἀγλαά· *λαμπρά, καλά (Α 23) (P)n ἀνθηρά
*ἀγλαΐαι· τρυφαί, [καλλοναί (p) κόσμοι (τ 82) (vp)
*ἀγλααῖς· λαμπραῖς An
ἀγλάϊσμα· καλλονή, κόσμος (p)
ἀγλαϊστή· εὐκτή. τιμία
*ἀγλαΐᾳ· τῷ κάλλει A
*ἀγλαϊεῖσθαι· λαμπρύνεσθαι (Pp) καλλωπίζεσθαι b παρὰ τὴν
ἀγλαΐαν (Κ 331)
ἀγλαοθηλές· ἁπαλόν
*ἀγλαΐζει· θάλλει vgA
*ἀγλαΐσας· λαμπρύνας A
*ἀγλαοί· λαμπροί (P)
*ἀγλαομήτεα· λαμπρόβουλον A
*ἀγλαΐηφι· ἀγλαΐᾳ, [κάλλει (Ζ 510 ..)w
ἀγλαόν· γλαφυρόν Κρῆτες καὶ Κύπριοι
*ἀγλαὸν ἕδραν· λαμπρὰν καθέδραν (Eur. Androm. 135) vgAn
ἀγλαὸν ὕδωρ· ἡ ἐν Αὐλίδι πηγή (Β 307)
*ἄγμασι· κλάσμασιν Σ
†Ἀγλαόπης· ὁ Ἀσκληπιός Λάκωνες
*†ἀγλαρόν· μωρόν w
*ἀγλαοπίστου· λαμπροπίστου A
*ἀγλαός· λαμπρός (δ 21 ..) vgAn
*ἀγλαότιμον· λαμπρῶς τετιμημένον vgAn
ἀγλαοφῶτις· βοτάνη
ἀγλαυκόν· ἁλυκόν w
Ἀγλαυρίδες· νύμφαι παρὰ Ἀθηναίοις
Ἄγλαυρος· θυγάτηρ Κέκροπος. παρὰ δὲ Ἀττικοῖς καὶ ὀμνύουσιν
κατ' αὐτῆς. ἦν δὲ ἱέρεια τῆς Ἀθηνᾶς
†ἀγλασινόν· καλόν
ἀγλαφόρε· ἄσιτε Κρῆτες
ἀγλευκέρ· ἁλμυρός Λάκωνες
*ἀγλευκής· ἀηδής Ap
ἀγλεύττας· ἄρτος ἄναλος
ἀγλέφαρον· ἐλάχιστον
ἀγλίδια· σκόροδα
†ἀγλείτις· ὁ ἱκέτης
ἄγλυ· ὁ κύκνος, ὑπὸ Σκυθῶν
ἀγλύεσθαι· βλάπτεσθαι
ἀγλῶν· ἀγλαός
ἀγλώπισμα· ἔντριμμα γυναικεῖον
ἀγλωσσεῖ· δυσφημεῖ
ἄγλωσσοι· βάρβαροι. καὶ σιωπηροί
ἀγλωστῖναι· γογγυλίδες
*ἀγλωττία· σιωπή, ἡσυχία (Antiph. or. fr. 141 Th.) Σ
ἄγμα· σύντριμμα, κάταγμα, κλάσμα
ἀγμή· ἑστία
ἀγμίεις· [παραθραύσεις]
†ἀγμικόν· ἄκρατον
ἀγμείονες· βουβῶνες
†ἀγμηρόν· ἥσυχον
ἀγμοί· ῥαχίαι, περιθραύσεις, ἀποῤῥῶγες
ἁγναῖον· καθαρόν
ἀγναιώτης· ἐπὶ πολὺ κεκαυμένος
ἀγναμπτοπόλεμοι· ἀνίκητοι
*ἄγναπτον ἱμάτιον· οὐκ ἐγναμμένον (n)
ἀγνεῖ· λαμβάνει
ἀγνεῖ· λαμβάνει
ἀγνεῖν· ἄγειν Κρῆτες
ἁγνεῖον· πηγαῖον
†ἀγνείοτε· ναῦς στρογγύλας
*ἁγνεύειν· καθαρεύειν, ἀπό τε ἀφροδισίων q. A (Eur. Hipp. 655)
καὶ ἀπὸ νεκροῦ A
ἁγνή· καθαρὰ καὶ ἀμίαντος. ἡ παρθένος. καὶ νῆσος
ἀγνήκαμες· ἠνέγκαμεν Αἰτωλοί
ἄγνηκε· ἀγήοχε Λάκωνες
ἁγνίσαι· ἀποθῦσαι. Βουσίριδι (Eur. fr. 314) καὶ διαφθεῖραι.
Σοφοκλῆς ἐν Ἀμφιαράῳ (fr. 112)
ἁγνιστήριον· οἱ ἅλες
*ἀγνῦθες· λεῖαι Ap
ἁγνίτης· {ὁ ἱκέτης καὶ ὁ καθάρσιος} ὁ ἁγνισθεὶς μύσους. ἢ ὁ
καθάρας τινά. τοὺς δὲ αὐτοὺς καὶ ἱεριστάς τινες ἔλεγον, καὶ τὸ
καθαίρειν παρ' αὐτὸ ἱερίζειν
ἀγνόδικος· ἀγνοοῦσα δίκην
ἄγνοια· ἀγνωσία. ἀμαθία
*ἁγνείας· καθαρότητος An
*ἀγνοεῖν· τὸ {μὴ} διαγινώσκειν, καὶ τὸ ἐν ἀγνοίᾳ † μὴ τίθους ἰδών
ἀγνοήσας· ἀγνοούμενος (Dem. 23,55)
ἁγνοδοχεῖς· οἱ θεοί
ἁγνοπολεῖσθαι· τὸ ὑπὸ ἥλιον † θέεσθαι
ἄγνος· φυτὸν p οὕτω καλούμενον
ἁγνοτάτης· καθαρᾶς, λαμπρᾶς, ἀμιάντου
ἁγνοτάτω· ἁγνότατοι, ἀμίαντοι. δυϊκῶς
Ἁγνοῦ κέρας· ἡ Κνίδος πρότερον. οἱ δὲ ἀκρωτήριον αὐτῆς,
τινὲς δὲ τῆς Αἰγύπτου
Ἁγνοῦς· τῆς Ἀτταλίδος φυλῆς δῆμος
*ἀγνυμενάων· κλωμένων (Π 769) v, συντριβομένων (κ 123) b
ἀγνύμενον· κλώμενον
ἄγνυσθαι· συντρίβεσθαι
ἀγνῦθας· λείας. οἱ δὲ τὰς ᾤας τῶν ἱστῶν
ἀγνύμενα πηδάλια· ...
*ἄγνυται· κλᾶται gAPn
ἁγνῶ· ἁγνὸς ὦ
*ἄγνυτον· κατάσσουσιν, κλῶσιν (Μ 148) b
ἀγνύμενα· θρυπτόμενα
(*)ἄγνωμον· ἀνόητον, ἀλόγιστον
ἀγνώμονες· ἄβουλοι. ἀσύγγνωστοι. ἐναντιογνώμονες (Soph. O.
C. 86) ἀναίσθητοι. ἀσύμψηφοι (Plat. rep. 5,450 d)
*ἀγνωμόνως· ἀνοήτως (Dem. 2,26) vgA
ἀγνώσσει· δυσχεραίνει
*ἄγνωστος· ὁ μὴ ἐπιγινωσκόμενος (β 175) vg
*ἁγνός· καθαρός vgAn [ἢ ἄγνωστος]
ἄγνωστος· μὴ πειθόμενος
*ἀγνῶτας· [φίλους ἀγνώμονας] ἀνεπιστήμονας (Pp)
†ἄγοβος· [σκευοφόρος, φορτηγός]
Ἀγνῶτες θεοί· οὕτω λέγεσθαί φασι τοὺς μετὰ τὸν τῆς Ἰλίου
πλοῦν Φαληροῖ προσχόντας καὶ ἀναιρεθέντας ὑπὸ Δημοφῶντος,
ταφῆναι ...
*ἀγοί· ἡγεμόνες (Γ 231) Ab
*ἄγξαι· χαλινῶσαι (Ps. 31,9) (vg)
ἀγοίμεθα· ἄγοιμεν (Ρ 163)
ἄγοις· ἀπάγοις
ἀγοίτης· [ὑβριστής]
†ἀγοιτεύσας· ὀχλεύσας
ἀγόμενος· δοῦλος. παρὰ Ἀρχιλόχῳ (fr. 155)
ἀγόμην· ἠγαγόμην (Η 363)
*ἀγόμφωτα· ἀνάρμοστα A
ἀγόν· ἐν Πέργῃ τὴν ἱέρειαν οὕτως καλοῦσιν
ἀγονομόχθος· ἡμίονος
ἄγονον· πήγανον q ἢ {πολύγονον}
*ἄγονος· ἄτεκνος pw, ἄκαρπος, ἄσπορος (Clem. Al. Strom.
3,15,99,4?) A
*ἄγοντα· ἡγούμενον n
ἄγοντας· φέροντας
ἀγόρ· ἀετός Κύπριοι
Ἀγορά· ὄνομα τόπου, ἢ λιμένος· Θετταλοὶ δὲ καὶ τὸν λιμένα
ἀγορὰν καλοῦσιν {Κρῆτες δὲ τὴν ἐκκλησίαν. παρ' Ὁμήρῳ δὲ
καὶ πάντα ἀθροισμόν} q
Ἀγορὰ Ἀργείων· τόπος {ἐν τῇ Τρῳάδι καὶ} Ἀθήνῃσιν q
οὕτω καλούμενος
*ἀγοράασθαι· διαλέγεσθαι Ab
ἀγορὰ θεῶν· καὶ οὗτος τόπος Ἀθήνῃσιν
*ἀγοραίαν {δίκην}· δικαιολογίαν AbΣ
*ἀγοραῖοι· οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι (Act. ap. 17,5) vgAPn
Ἀγορὰ Κερκώπων· τόπος πλησίον Ἡλιαίας
Ἀγορὰ Λύκειος· ἐν Ἄργει
*ἀγοράζειν· ἐν ἀγορᾷ διατρίβεσθαι. ἔστι δὲ καὶ ἐπὶ τοῦ ὠνεῖσθαι
(Σ) καὶ ἐπὶ τοῦ διαβουλεύεσθαι
Ἀγοραία Θέμις· ἡ ἐκκλησιαστική
ἀγοραῖοι τέχναι· αἱ τοῦ πωλεῖν καὶ ἀγοράζειν † ἐν πείρᾳ
εἰδέναι
Ἀγοραῖος Ζεύς· Ἀγοραίου Διὸς βωμὸς Ἀθήνῃσιν
ἀγορανόμος· δικαστὴς ὁ ἐν τῇ ἀγορᾷ νέμων τὸ δίκαιον (Dem.
24,112)
ἀγορεύοντο· ἐκηρύττοντο, ἐλέγοντο. ἐκ τοῦ ἀγορεύειν, ὅ ἐστι
λέγειν
ἀγοράς· ἐκκλησίας, (β 69) (v) ἢ ῥητορείας (Β 788)
ἀγοραῖος Ἑρμῆς οὕτως ἐλέγετο [ὄντος] καὶ ἀφίδρυτο Κέβριδος
ἄρχοντος, ὡς μαρτυρεῖ Φιλόχορος ἐν τρίτῳ (fr. 82 M)
*ἀγοράσματα· ὤνια (Aeschin. 3,223) A
*ἀγορᾶται· λέγει (w)
ἀγορατυπεῖς· ἄγαν θορυβεῖς
*ἀγοράων· δημηγοριῶν (Β 275) An
ἀγορεύειν· λέγειν ἐν ἐκκλησίᾳ. κυρίως μὲν τὸ δημηγορεῖν, ἐν
ἀγορᾷ καὶ ἀθροίσματι λέγειν, καὶ ἐκκλησιάζειν. καταχρηστικῶς
καὶ ἁπλῶς λέγειν
ἀγόρευε· ἐδημηγόρει, ἔλεγεν (Α 385 ..)
*ἀγορευέμεν· λέγειν (Β 10) A
*ἀγορεύων· λέγων (Δ 6 ..) (v) A(P)
ἀγορή· ἐκκλησία. αὐτὸ τὸ ἄθροισμα. καὶ ὁ τόπος. καὶ ὁ λόγος
{ἀγορῇ δέ τ' ἀμείνω} (Δ 400)· ἐν δὲ τῷ ἀγορεύειν μέγαν
δημηγόρον
ἀγορῆθεν· ἀπὸ ἀγορᾶς, ἢ ἐκκλησίας (Β 264)
*ἀγορήνδε· εἰς τὴν ἐκκλησίαν (Α 54) b
*ἀγορήσατο· ἐξεκκλησιάσατο, ἐδημηγόρησεν (Α 73) Ab
ἀγορηταί· ἐκκλησιασταί (Γ 150)
*ἀγορητής· δημηγόρος (Α 248) vg
*ἀγορητότατος· λογιώτατος bp
ἄγοῤῥις· ἀγορά. [ἄθροισις b
ἀγόῤῥιον· ἐκκλησία
ἄγορος· ἅθροισμα. στρατός (Eur. Andr. 1037) ἢ καὶ δημηγόρος
ἄγος· ἅγνισμα, θυσία, Σοφοκλῆς Φαίδρᾳ (fr. 627)
*ἄγος· τιμιώτατον qΣ
ἀγός· *ἡγεμών q. vAPb ἀπὸ τοῦ ἄγειν τὰ πλήθη καὶ ἡγεῖσθαι
αὐτῶν, οἱονεὶ ἀγωγός (Δ 265) [καὶ ἐν Πέργῃ ἱέρεια Ἀρτέμιδος q
ἀγοστόν· ἀγκῶνα. τὸ δὲ † ἀγὲς τὸ ἐντὸς τῶν χειρῶν καὶ
βραχιόνων, ᾧ ἀεὶ ἐφ' ἡμᾶς αὐτοὺς ἐπαγόμεθά τι· Ἀπολλόδωρος
(fr. 244, 231 J) δὲ τὸ ἐντὸς τοῦ βραχίονος μέρος
ἀγος· *κλάσμα. θραῦμα A ἀρχηγός
*ἀγὸς ἀσπιστάων· ἡγεμὼν τῶν ὁπλιτῶν (Π 490) A
ἀγοστός· τὸ ἐντὸς τῶν χειρῶν. ἢ ἀγκών
ἀγοστούς· ὠλέκρανα. [οἱ δὲ ἄκρα χειρῶν. ἢ πήχεις. ἢ ἀγκῶνας q
ἄγουσι· φέρουσιν b ἐπιτελοῦσιν (Α 390) ἢ ἀξιοῦσιν (Plat.
Theaet. 172b) ἢ ἡγοῦνται
†αὐγούστω· μαχαίριον
ἄγουσαν· πορευομένην
*ἄγρα· θήρα (Eur. Bacch 1146) (vgA) p
Ἄγραι· χωρίον Ἀττικὸν ἔξω τῆς πόλεως. ἱερὸν Δημήτρας ...
[καὶ στρατιῶται δέ τινες οὕτως ἐκαλοῦντο]
ἀγρακόμας· ὄρνις τις ὑπὸ Παμφύλων
ἀγράκαβος· σταφυλή p
ἀγραμύξειν· καταξέσειν
Ἀγράνια· ἑορτὴ ἐν Ἄργει ἐπὶ μιᾷ τῶν Προίτου θυγατέρων
*ἄγραυλοι· οἱ ἐν ἀγρῷ {δια}νυκτερεύοντες (Σ 162 ..) q. vgA
*ἀγραύλοιο· ἐν ἀγροῖς αὐλιζομένου (Κ 155) b
ἄγραυλον· ὕπαιθρον, καὶ ἔρημον. *ἢ ἐν ἀγρῷ αὐλιζόμενον P
ἢ καπυρόν
†ἀγραυλῶ· [τὸ ἐνθείρῳ τόπῳ καὶ πλήρη ἀγρευμάτων]
ἄγραμμα ἀφεῖται· ἐν τῇ τῶν βόλων παιδιᾷ οὕτως ἐλέγετο
*ἄγραφα ἀδικήματα· περὶ ὧν νόμος οὐ γέγραπται vgAb
*ἀγραφίου δίκη· ἐπὶ τῶν καταδικασθέντων χρημάτων τῷ
δημοσίῳ καὶ κατὰ χάριν μὴ ἐγγραφέντων ἐλέγετο A
†ἀγράθεν· συνάγειν. συμμίσγειν
ἀγραρεύεις· [περιέρχῃ (p)]
ἄγρει· ἄγε, λάμβανε, φέρε. προστακτικόν
ἄγρει μάν· ἄγε δή (Ε 765 ..) APn ὅπως δή
ἀγρεῖται· λαμβάνεται. ζωγρεῖται.
ἀγρεμόνα· τὸν κάμακα, ἀπὸ τοῦ ἀγρεῖν καὶ λαμβάνειν [ἤγουν
ἀγρεύειν.] ἢ λαμπάδα, ἢ δόρυ. Αἰσχύλος δὲ Μυρμιδόσιν
(fr. 141) ἀγρεμόνα τὸν ἐπιμήνιον
ἀγρεμόνες· θηρευταί, πορθητικοί. Βοιωτοί. ἢ θηρευτικοί. καὶ
τόπος ἐν Αἰτωλίᾳ
*†ἀγρετᾷ· [συναθροισθῆ A]
*ἄγρευμα· εὕρημα vA τὸ εἰλημμένον
(*)ἄγρευσις· εὕρεσις
ἀγρεύματα· {κτήματα (Sol. leg.)} σκῦλα. Εὐριπίδης Ἀνδρο-
μέδᾳ (fr. 155)
ἀγρεταί· παρὰ Κῴοις ἐννέα κόραι κατ' ἐνιαυτὸν αἱρούμεναι πρὸς
θεραπείαν τῆς Ἀθηνᾶς
Ἀγρέταν· ἡγεμόνα θεόν
ἀγρετήματα· τὰ ἀγρευόμενα τῶν παρθένων Λάκωνες
*ἀγρεύουσι· κρατοῦσιν (Prov. 5,22) Apw
Ἀγρεύς· ὁ Πὰν παρὰ Ἀθηναίοις, ὡς Ἀπολλόδωρος (244,137 J.)
*ἀγρευτεῖ· [ὑβρίζει vgA]
ἄγρην θέτο· ἠθέλησεν
ἀγρηνά· δίκτυα. καὶ ἔνδυμα
ἀγρηνόν· {ἔνδυμα} δικτυοειδὲς ὃ περιτίθενται οἱ βακχεύοντες
Διονύσῳ. Ἐρατοσθένης (frg. 33) δὲ αὐτὸ καλεῖ [γρῆνυν, ἢ]
γρῆνον
ἀγρεῖσθαι· συνέπεσθαι. πείθεσθαι
ἀγρησθῶσι· συνειληθῶσιν (Hippocr. mul. aff. 2, 154)
*ἀγρήσκεται· πικραίνεται pw
Ἄγρησσαι· ... εἶπε γένος τι ἐν Ἠλίδι
Ἀγριάδες· νύμφαι
ἀγρίαζε· ἄγριος ἴσθι
ἀγρίανεν· ὠργίσθη
*ἄγριαι {στρουθοί}· αἱ στρουθοκάμηλοι A
†ἀγρίαθεν· ἀνέκαθεν. Αἰσχύλος Ἀγαμέμνονι (3)
ἀγριάμπελος· ἡ βρυωνία βοτάνη
ἀγριάνια· νεκύσια παρὰ Ἀργείοις. καὶ ἀγῶνες ἐν Θήβαις
Ἀγριᾶνες· τέλος τι τῆς κούφης συντάξεως (b) ἐκ τῆς Ἀγριανι-
κῆς χώρας Παιόνων
Ἀγριανέαιον· ἀκόντιον
†Ἀγριαύλη· δῆμος Ἀττικῆς
ἀγριβρόξ· ὀρίγανον
*ἀγρίδιον· κωμάριον, χωρίον vA [παρὰ Αἰτωλοῖς]
*ἀγριέες· λῦπαι A
(*)ἀγριέλαιος· ἄκαρπος (Rom. 11,17)
ἀγριεύς· ἀγροῖκος
Ἀγρίνιον· ὄρος {παρὰ Αἰτωλοῖς}
ἀγρῖνοι· ἀγρονόμοι. ‖ καὶ οἱ παιδερασταὶ οὕτως (Aeschin. 1,52)
Ἀγριομέλισσα· Ἡγησίας οὕτως ἐπεκαλεῖτο
*ἀγριόθυμος· ἀγριόψυχος q. vgAn θηριώδης
*ἄγριον· ἄμικτον. ἀνήμερον (μ 119) Aw
ἄγριοι θεοί· οἱ Τιτᾶνες
Ἄγριοι λιμένες· τόπος ἐν Ἕρμωνι
ἄγριον αἶγα· αἴγαγρον (Γ 24)
ἄγριον· γενικῶς ἐπὶ θηρίου· Σῦν ἄγριον ἀργιόδοντα (Ι 539)
καὶ μεταφορικῶς, ἐπίθετον· Ἄγριον αἰχμητήν (Ζ 97) κατ' ἰδίαν
δὲ ὄνομα κύριον, Οἰνέως μὲν ἀδελφοῦ, πατρὸς δὲ Θερσίτου
(Ξ 117)
ἀγρίου βέβρωκας· οἱονεὶ ζώου ἀγρίου. εἰώθασι δὲ οἱ βεβρω-
κότες χασμᾶσθαι (Com. ad.)
ἀγριοπήγανον· βοτάνη
ἀγριοψωρία· νόσος. καὶ {ἀγριολειχῆναι}
ἀγριοσταφυλίδες· ἀγριοσταφίδες
ἀγριοκάνναβος· βοτάνη
ἀγριοκάρυον· δένδρον
Ἀγρίφα· Ἀθηνᾶ
ἀγρίφη· ὑποδοχή. ἄμη. σκάφη
ἄγριφος· γένος τι ἀγρίας ἐλαίας Ὀλυμπίασιν
ἀγρόθειρα· βοτάνη τις
ἀγροῖκος· *ὁ ἐν ἀγρῷ διάγων, χωρικός A ἢ ἐργάτης καὶ
δραστήριος. ἢ ζευγηλάτης
*ἀγροικότατον· ἀπαιδευτότατον (vg) APb
*ἀγρολέτειρα· τὸν ἀγρὸν ἀπολέσασα (A)
*ἀγρομένους· συνελθόντας, [συναθροισθέντας (Σ)
ἀγροιῶται· *ἄγροικοι (λ 293) pn καὶ γένος Ἀθήνῃσιν, ὃ
ἀντιδιέστελλον πρὸς τοὺς Εὐπατρίδας· ἦν δὲ τὸ τῶν Γεωργῶν·
καὶ τρίτον τὸ τῶν Δημιουργῶν
*†ἀγροιτιᾷ· ἀγροικεύεται. ὑβρίζει Avgp
ἀγρομενής· ὁ ἐν ἀγρῷ διατρίβων καὶ εἰς ἄστυ μὴ κατιών
(Callim. fr. an. 142)
ἀγρομένῃσι· συνεστραμμέναις. συνηθροισμέναις (Β 481)
*ἀγρομένων· ἀθροιζομένων (θ 17) Pb
*ἀγρονόμων· ἐν ἀγροῖς διαγόντων (b Σ)
ἀγροπόλον· ἄπορον
ἀγρός· χωράφιον, χωρίον
ἄγρωστις· βοτάνη. καὶ ἄρτος τις, ὃς πρότερον λοχία ἐκαλεῖτο
*ἀγρότας· ἀγροίκους A
*ἀγροτεράων· ἀγρίων (Β 852) Ab
ἀγρόται· θηρευταί (π 218)
ἀγροτέροισιν· ἀγριωτέροισιν (Μ 146)
ἀγρότις· ἀγροτέρα. κυνηγός
ἀγρόται· ἀγροῖκοι. ἢ θηρευταί
ἀγροτέραν· ὀρείαν. τὴν Ἄρτεμιν
ἀγροῦ πλέως· ἀγροικίας πλήρης (Com. ad. 831)
ἀγροῦ πυγή· παροιμία ἐπὶ τῶν λιπαρῶς προσκειμένων. ὁ δὲ
Σώφρων (fr. 136) τὰ πλεῖστα μέρη λέγει μεταφορικῶς ἀπὸ τῶν
ὀρνέων, καὶ τὰ πιότερα τοῦ ἀγροῦ καὶ {μαλακώτερα} {ζάπλου-
τοι ἀγροῦ πυγαί}
ἀγρυξία· σιωπή (Pind. fr. 229?) p
Ἀγρυλή· δῆμος τῆς Ἐρεχθῆιδος φυλῆς καὶ τῆς Ἀτταλίδος
Ἀγρυπνίς· ἑορτὴ Διονύσου ἐν † Ἀρβήλῃ
*ἀγρωνεύς· ἀγροῖκος (P)
*ἀγρώσσει· θηρεύει vA
ἀγρώσσοντες· ἀγρεύοντες
ἀγρῶσται· ἐργάται. θηρευταί (Eur. Rhes. 287)
*ἀγρώσσατο· [ἠθέτησεν. ἐψεύσατο p]
Ἀγρωστῖναι· Νύμφαι vgA ὄρειοι
ἀγρωστῖνος· ἀγροῖκος (Epicharm. fr. 1 -- 3) *
*ἀγρώσσων· ἀγρεύων (ε 53) (b)
*ἄγρωστις· εἶδος βοτάνης (ζ 90) b
*ἄγρας· θήρας (Eur. Bacch. 1146) vgA
ἀγυιάς· ἄμφοδα, ῥύμας (Ε 642 ..)
*ἀγύρει· ἀθροίσματι (Π 661) Ab
*ἄγυια· ἄμφοδος, ῥύμη, ὁδός (P) b γειτονία (Eur. Or. 761) (P)
ἀγυιαί· *ἄμφοδοι, ῥῦμαι, vgAP ὁδοί (β 388) P ἀπὸ τοῦ δι'
αὐτῶν ἄγειν ἡμᾶς τὰ γυῖα, τουτέστιν πορεύεσθαι. χρῆται γὰρ
καὶ τῷ ἄγειν ἀντὶ τοῦ φοιτᾶν Ὅμηρος [δὲ] καὶ ἔρχεσθαι, ὡς
ὅταν λέγῃ· Λαοδίκην ἐσάγουσα (Ζ 252) οἱ δὲ {Ἀθηναῖοι}
στενωπούς, {Ἀργεῖοι ἀγυιὰς καλοῦσιν}
ἀγυιάτιδες· αἱ πρὸ τῶν θυρῶν θεραπεῖαι (Eur. Ion 186)
ἀγυιεύς· ὁ πρὸ τῶν θυρῶν ἑστὼς βωμὸς ἐν σχήματι κίονος
(Soph. fr. 341?)
*ἀγυιῆται· κωμῆται, {γείτονες} A
ἁγυμνάστοις· πολυγυμνάστοις
ἄγυνος· ἀγύναιος (Ar. fr. 735)
ἄγυιος· †ἀγύοικος. ἄναρθρος (Hippocr. mul. 1,25)
ἄγυρις· σύνοδος, συναγωγή {στρατοῦ}
ἀγύρει· [ἀθροίσματι. ἢ] συγκροτεῖ
ἀγυρίζειν· συνάγειν (p), ἀγυρτάζειν
ἀγυρμός· *ἐκκλησία Ab συγκρότησις. ἔστι δὲ πᾶν τὸ ἀγειρόμε-
νον. καὶ τῶν μυστηρίων ἡμέρα πρώτη
ἀγυρτάζει· συλλέγει. πορίζει. ἀγείρει (τ 284)
ἀγύρτης· *ὀχλαγωγός. προσαίτης vgA ἐπαίτης. συρφετώδης
vg ἰδιώτης (Eur. Rhes. 503 ..) P ἔστι δὲ καὶ ὁ ἀγείρων ὄχλον.
καὶ ὄνομα βόλου κυβευτικοῦ (Eubul. fr. 57,5)
*ἀγυρτικά· χυδαῖα ψεύσματα q. vgAb
ἀγύρτας· συναθροιστάς. μάντεις. ὡς Ἀπίων
Ἀγχαλέη· τόπου ὄνομα παρὰ Ἱππώνακτι (fr. 99)
ἄγχαζε· ἀναχώρει (Soph. fr. 886) καὶ {ἀγχάνδανε}, καὶ {ἄγχα-
σαι} τὸ αὐτό
ἄγχαρμον· ἀνωφερῆ τὴν αἰχμήν {ἔχων} (Ibyc? Stes?)
ἀγχάσασθαι· ἀναχωρῆσαι
ἄγχε· ἦγχε καὶ ἔπνιγεν (Γ 371) ‖ ἢ † πλησιάζετο
ἀγχέμαχα ὅπλα· τὰ μὴ βαλλόμενα
*ἀγχέμαχοι· οἱ ἐγγύθεν μαχόμενοι (Π 272) q. (vgAPb)
ἄγχει· φέρει. πνίγει. πλησιάζει
*ἄγχηται· πνίγηται Ab
ἀγχήρης· ὁ ἐγγύς b Σοφοκλῆς Ἀθάμαντι (fr. 6)
ἀγχίαλος· παραθαλάσσιος (Β 640 ..) (bp)
*ἀγχιβάτης· ὁ πλησίον βαίνων A
(*)ἀγχιβατεῖν· ἐγγὺς βεβηκέναι
†ἀγχίβοιον· μέγα, ἐγγὺς βοῆς. ἢ ἐπὶ τοῦ στενάξαι
ἀγχιβαθής· ἡ ἐγγὺς τῆς γῆς [ἢ] βαθεῖα θάλασσα (ε 413)
ἀγχιβλώς· ἄρτι παρών
ἀγχίδιαι· ἐπιθαλασσίδιαι
Ἀγχιαλίδαι· πατριὰ ἐν Ἀργείᾳ
Ἀγχιαλῄς· ἡ Ἀττική. ἀπὸ Ἀγχιάλου
*ἀγχίαλος· ἐγγὺς θαλάσσης (Β 640) ἔστιν δὲ καὶ κύριον ὄνομα
(θ 112 ..)
ἀγχίθεον· ἰσόθεον, θεῖον
*ἀγχιτέρμων· γείτων (Eur. Rhes. 426) vgA καὶ {ἀγχίθυρον}
{γείτονα} (q) vgA(n)
*ἄγχι· ἐγγύς vgA, πλησίον (Ε 185 ..). †Ἀγχὶ δέ, τὸ διαφέρεσθαι
ἀγχίαλα· ἁλμυρά, θαλάσσια. ἄβρωτα
†ἀγχίμαστρον· ἀμφίεσμα
*ἀγχιμαχηταί· οἱ συστάδην μαχόμενοι (Β 604) bw
*ἀγχίμολον· ἐγγὺς ἐληλυθός q(Ap)
*ἀγχίμολον· σύνεγγυς b (Δ 529) ἢ μετ' ὀλίγον (ξ 410) Nb
ἀγχίνοια· *φρόνησις, σύνεσις Pb ἢ ταχύνοια q ἢ ὀξεῖα γνῶσις
ἀγχίνους· *συνετός (A)P(b)Σ νηφάλιος
ἀγχίνοος· συνετός, ἀγχίνους (ν 332)
ἀγχίξαι· ἐγγίσαι b Κρῆτες
ἀγχίπλους· εὐδιακόμιστος. καὶ ὁ παρεστώς. καὶ σύνεγγυς.
Εὐριπίδης Ἰφιγενείᾳ τῇ ἐν Ταύροις (1325)
ἀγχίπορος· [εὐδιακόμιστος]
ἀγχίσαως· [ἄρτι παρών]
*ἀγχιστεία· συγγένεια (Dem. 20,102?) q. Ab(vg)
*ἀγχιστεύουσα· ἐγγὺς οὖσα πρός τι γένος (Num. 36,8) A
*ἀγχιστεύς· συγγενής (Ruth 3,12 ..) Ab
ἀγχιστάδην ὀμνύων· ἐγγὺς τῶν βωμῶν· παρὰ Σόλωνι
ἄγχιστον· ἔγγιστον γένους (Eur. Tro. 48)
ἀγχίθεοι· οἱ Φαίακες. καθότι τρίτοι εἰσὶν ἀπὸ Ποσειδῶνος οἱ
βασιλεῖς. ἢ ὅτι θεοὶ συνδιέτριβον αὐτοῖς. ἢ ὅτι εὐδαίμονες καὶ
ἰσόθεοι (ε 35)
ἄγχι στῆναι· ἐγγὺς στῆναι
ἀγχιστῖναι· σύνεγγυς ἀλλήλων. ἢ συνεχεῖς, *ὅ ἐστι πυκναί (A)
ἢ ἄλλαι ἐπ' ἄλλαις (Ε 141)
*ἀγχίστροφος· εὐμετάβολος P εὐπερίστροφος gAn
*ἀγχιτέρμονες· οἱ ἐγγὺς τοῦ τέλους AP
†ἀγχοάδην· ἀμβολάδην
Ἀγχοαί· πηγαὶ ἐπὶ Μυσίας. καὶ τόπος ἐν Βοιωτίᾳ
*ἀγχώμαλον· ἐγγὺς ἔχον τὴν ὁμαλότητα vgAb ἰσόπεδον n
*ἀγχόνη· πνιγετός (Eur. Andr. 816) A
ἀγχόνης ἄξια· ... (Eur. Bacch. 246)
†αγχος· [προσφάτως, ἐγγύς, ἢ πνῖγμα. ἢ πλησίον. ἢ δόρυ]
*αγχου· ἐγγύς (δ 25 ..) hgA ἢ πνίγηθι
†ἀγχούρης· πένης
ἀγχοῦρος· [ὀρθος ἢ] ὄρθρος· Κύπριοι. ἢ φωσφόρος καὶ οἱ σὺν
αὐτῷ {αὖραι}
ἀγχούρους· γείτονας
ἄγχουσα· ἡ κάλυξ
ἄγχουσα· ῥίζα, ᾗ φυκοῦνται γύναια
ἀγχοῦ· ἄγχι, ἐγγύς (δ 25)
ἀγχουσίζεται· ἐντρίβεται ταῖς παρειαῖς οἱονεὶ φυκάριον
*ἀγχοῦ δὲ· πλησίον δέ (Β 172) n
ἄγχραν· μύωπα. Λοκροί
ἀγχράνασθαι· περιαλείψασθαι. ἢ λούσασθαι
ἀγχώμαλοι· παρὰ μικρὸν ἴσαι (Thuc. 3,49,1)
*ἄγχων· πνίγων vgn δήμιος
*ἄγω· ἀπάγω bd μέλπω, ἄιδω
ἄγω· κυρίως μὲν ἐπὶ ἐμψύχων τάσσεται· Οἵδ' ἦγον μὲν μῆλα,
φέρον δ' εὐήνορα οἶνον (δ 622). καταχρηστικῶς δὲ καὶ ἐπὶ
ἀψύχων· Ἄγω δ' αἴθωνα σίδηρον (α 184) ἀντὶ τοῦ φέρειν
ἀγωγεύς· ὁ ἱμάς (Soph. fr. 887)
ἀγώγιμον· ὠφέλιμον
ἀγωγή· *τρόπος. ἀναστροφή. vgAPb ἀπαγωγή. ὁδός. πορεία
τῆς νύμφης πρὸς τὸν ἄνδρα, Ῥόδιοι
ἀγωνία· ἀηδία
*ἀγώγιμα· φορτία (Xen. Anab. 5,1,16) Pb
*ἀγωγίμων· ὁτὲ μὲν φορτίων· A(b) ὁτὲ δὲ καταδεδικασμένων b
ἀγωγός· ῥύαξ. ἐπίβουλος
*ἀγωγοῖς· τοῖς ἐπάγουσιν vAb
ἀγωγούς· ὁδηγούς (Hdt. 3,26,1 ..)
ἄγωμες· ἄγωμεν. Ἀργεῖοι
ἄγων· φέρων, ἐπάγων (γ 312 ..)
*ἀγών, ὀξύτονον· στάδιον (Eur. Or. 878) (vgA) ἄθροισμα (Ω ) b
ἀγώνη· ὑοσκύαμος
ἀγωνία· ἀγοραία. καὶ ἄθλησις. καὶ ἡ παλαίστρα. Εὐριπίδης δὲ
Τρωάσι (1003) πόλεμον
ἀγώνιοι θᾶκοι· ...
ἀγωνίης· τῆς ἐν ἀγῶνι ἁμίλλης (Hdt. 2,91,4)
ἀγών· ὁ τόπος, ἔνθα ἀθροίζονται οἱ ἀγωνισταί
ἀγωνίσματα· ἔπαθλα
ἀγὼν ἔρημος· οὐκ ἔχων ἀντίδικον
ἀγωνισμός· ἀντιλογία, {ἀγωνία καὶ ἡ ἄθλησις}
ἀγωνιστήρια· τὰ διδόμενα τοῖς ἀγωνισαμένοις
ἀγωνισταί· οἱ ὑποκριταί (Dem. 18,318)
ἀγώνιοι θεοί· οἱ τῶν ἀγώνων προεστῶτες (Plat. leg. 6,783a ..)
ἀγωνιστήριον· τόπος, ἐν ᾧ ἀγωνίζονται
ἀγωνισμάτων· ὀχλικῶν ἐπιδείξεων
*ἀγωνιῶ· κινδυνεύω gA
ἀγωνοδίκας· βραβευτάς
ἀγωνοθέτης· ἀρχῆς ὄνομα Ἀθήνησιν. ὡς δὲ Νίκανδρος,
ἀθλοθέτης μόνα γυμνικά, ἀγωνοθέτης δὲ ὁ τὰ μουσικὰ ἀκροά-
ματα διατιθέμενος
ἄγωνον· τὸν ἀγῶνα Αἰολεῖς (Alc. fr. 121) καὶ ποταμὸς Ἄγωνος
παρὰ τὴν Αἰθιοπίαν
*ἀγώνυμος· φερώνυμος A
ἀγὼν χάλκειος· τὰ ἐν Ἄργει Ἑκατόμβαια (Pind. N. 10,40)
†ἀγωρέοι· ἠθροισμένοι
†ἀγωρεῖν· συναθροίζειν
(*)Ἀδάμ· ὁ πρῶτος ἄνθρωπος, καὶ ἄνθρωπος ἕτερος κατὰ τὸν ἅγιον
Ἐπιφάνιον (Panar. 1,1,4)
αδα· ἡδονή. †πηγή. c καὶ ὑπὸ Βαβυλωνίων ἡ Ἥρα. παρὰ Τυρίοις
δὲ ἡ ἰτέα
ἀδαγμός· κνησμός (Soph. Tr. 770)
†Ἀδαγυούς· θεός τις παρὰ Φρυξὶν ἑρμαφρόδιτος
Ἀδάρ· μὴν παρὰ Χαλδαίοις
*ἀδαεῖς· ἀσύνετοι APb
*ἀδαῆ· ἄπειρον vgb
*ἀδαήμονας· ἀμαθεῖς, ἀπείρους (Ν 811) vgAb
ἀδαημονίη· ἀπειρία (ω 244)
ἀδαῖα· εἰς κόρον ἄγοντα, παρὰ τὸ ἀδεῖν· ὁ δὲ Σώφρων (fr. 137)
τὸν ἀηδῆ ἀδανὸν ἔφη
*α δ' αἰάζω· ἀναβοῶ, ἀναστένω (Eur. Or. 80) gP
ἀδάικτον· †καθαρόν
ἀδαιόν· [δαψιλές]
a) ἀδάϊον· ἀπόρθητον, ἀπολέμητον. b) ... ἀτερπές. ὀκνηρόν
ἄδαιτον· †ἄδην {καὶ ἀπόρρητον} (Aesch. Ag. 151)
ἄδαιτρον· ἀδιαίρετον p(b) [καὶ ἀπόῤῥητον]
ἀδακτῶ· [κνήθομαι]
ἀδάλαν· πονηρόν
*ἀδαλές· ὑγιές vgAw
ἀδάλαιον· [ξηρόν]
ἀδαλός· ἄσβολος
ἄδαλτα· οὐκ ἄδηλα
ἀδαλτόμον· εἶδος βοτάνης
ἀδάμας· ἀγνώμων. ἀπειθής. ἀθαμβής. ἰσχυρός. καὶ ὁ λίθος
*ἀδάμα· παρθενικὴ γῆ (Esai. 15,9) p
*ἀδαμάντινα· στεῤῥά vgA
*ἀδάμας· γένος σιδήρου (Hes. Th. 161) vA
*ἀδάμαστον· ἀνυπότακτον vgb
ἀδάματος· ἀδάμαστος, ἀνυπότακτος (Eur. Phoen. 640?)
ἀδαμάντινον· ἀτρυπάνευτον
ἀδαμία· τὸ ἀδικάστως φονεύειν. Κρῆτες
ἀδαμνεῖν· τὸ φιλεῖν. καὶ Φρύγες τὸν φίλον Ἀδάμνα λέγουσιν
ἀδαμνᾶις· ἀκολασταίνεις
ἀδάμνης· ἰσχυρός, σκληρός
ἄδαμνον· *ἁγνώμονα b ἢ ἀδάμαστον (Io Chius fr. 9,1) *ἢ
πρωτόδαμνον {ἢ πρωτοτόκον} n
ἀδάρκη· βοτάνη
ἀδανές· ἀπρονόητον
Ἀδανίην· οὕτως τὸ πρότερον ἡ Μολοσσία ἐκαλεῖτο
ἀδαμάντινος· ἀπαθής (Plat. rep. 2,360b)
*ἀδαξῆσαι· κνῆσαι Ab
ἀδαξῶ· κνήθομαι. ἐπιθυμῶ
ἀδάπανον· τὸ ὕδωρ
ἀδαπάνως· λιτῶς (Eur. Or. 1176)
ἄδαρτον· γυμνόν. ἄδερμον
ἀδαριξία· εἰρήνη
ἄδαρτος· ἀμαστίγωτος
ἄδας· πονηρός c
ἄβασαν· ἔβλαψαν n
ἄδασμος· οὐδένα δασμὸν ἐκτελοῦσα [οἷον τελοῦσα ἐνοίκιον]
Αἰσχύλος Ἠδωνοῖς (fr. 63)
ἀδαύως· ἐγρηγορώς w
ἄδαστος· ἀδιαίρετος (Soph. Ai. 54)
*ἅδ' αὔρα· αὕτη ἡ πνοή (Eur. Hipp. 165) APb
ἀδαχᾷ· κνᾷ, κνήθει κεφαλήν. ψηλαφᾷ (Ar. fr. 410)
ἄδδαι· ῥυμοὶ, ὑπὸ Μακεδόνων
ἀδδανόν· ξηρόν. Λάκωνες
[άδδαν· τὴν κιννάβαριν]
ἄδδεε· ἐπείγου
ἄδδην· εἰς κόρον καὶ εἰς πλησμονήν, τοῦ ἑνὸς δ πλεονάζοντος
(Ε 203)
ἄδδηλος· κόλπος
ἄδδιξ· μέτρον b τετραχοίνικον (Ar. fr. 709)
*ἄδε· ἤρεσε n ἅδε δ' Ἕκτορι μῦθος (Μ 80)
*ἀδεάζων· [ἀναβοῶν, ἀναστένων vgA]
ἀδεές· ἄφοβε (Θ 423) b θρασεῖα (Φ 481)
*ἀδέητος· ἀνενδεής (Antiph. Soph. fr. 10 D.) vAb
†ἀδει· *ὑμνεῖ gAb ἢ ἀνιᾶται
ἄδεια· ἀργία. *ἀφοβία vg(A) εὐδία
*ἄδειαν· ἐξουσίαν ἄφοβον (Dem. 18,286) A(P)n
ἀδειδῶ· [ὦ δῆλοι, καὶ κακοδαίμονες]
†ἀδειῆ· λυπεῖ
*ἀδήλητον· ὑγιές b
ἀδειής· *ἄφοβος Ab ἀδεής (Η 117)
*ἆ δειλέ· ἄθλιε, δειλέ (ξ 361 ..) A
ἆ δειλοί· ὦ δειλοί (Λ 816)
ἆ δειλώ· ὦ δειλοί, ὦ δείλαιοι (Ρ 443 ..)
*ἄδειμον· ἄφοβον vAb
ἄδειὁς· ἀκάθαρτος Κύπριοι
ἀδεεῖ· [οὐ δοκεῖ] οὐ φοβεῖται
ἀδεῖν· ἀκολουθεῖν
*ἀδεινάων· [ἀθρόων Ab ἢ ἁπαλῶν A
*ἀδεινόν· λεπτόν, γοερόν Ab, οἰκτρόν A
*ἀδεινὸν κῆρ· πυκνὴν ψυχήν A]
*α δεῖρεν· ἔδειρεν A
†ἄδειτον· ὠμόν. ἀφανές
†ἄδειλον· ἀβέλτερον
ἀδέκαστον· *ἀδωροδόκητον (vPw)b(p) ὁ δεκάδας μὴ λαμβά-
νων
*ἄδεκτον· ἄπιστον (w)
ἀδεκατεύτους· ὧν δεκάτην οὐδεὶς ἔδωκεν (Ar. Eq. 301)
ἀδελεῖ· [ἤρεσεν]
ἀδελιφήρ· ἀδελφός Λάκωνες
ἀδελφιδοῖ· ἀδελφῶν υἱοί
*ἀδελφιδοῦς· ὁ τοῦ ἀδελφοῦ υἱός vgAn
ἀδελφίζει· *ἀδελφὸν καλεῖ (Isocr. 19,30) Ab ἢ τιμᾷ ὡς ἀδελφόν
ἀδελφιξίας· κοινωνίας (Hippocr. artic. 56) (bw)
ἀδελφοί· οἱ ἐκ τῆς αὐτῆς δελφύος γεγονότες. Δελφὺς γὰρ ἡ
μήτρα λέγεται
ἃ δέ κα· ὅταν Κρῆτες
ἄδενδρον· γῆ μὴ ἔχουσα δένδρα. καὶ σίδιον ξηρόν, ἤγουν
ῥοιᾶς κέλυφος
ἀδένες· συστροφαὶ σαρκώδεις b περὶ τὴν ῥάχιν, καὶ [βουβῶνες
(Hippocr. artic. 11 ..) b
ἀδεόν· [ἀπολέμητον] ἢ *{ἀδερκές}· ἀόρατον gA καὶ †{ἀδεός}·
ἀόρατος
*ἀδερκής· οὐ βλέπων w(b) ἢ ἀφανής
αδες· πόδες. ἔνιοι δὲ ἀηδές
ἀδέσμῳ φυλακῇ· τῇ ἄνευ δεσμῶν (Thuc. 3,34,3)
ἄδεται· πίμπλαται. [κοπιᾶται p
*ἀδευκέα· πικρά (ζ 273) vgAb
ἀδευκές· ἄμορφον, ἀηδές
ἀδευκής· †χαμνός. πικρός. ἄγνωστος
*ἀδευκέϊ· ἀπεοικότι. οἱονεὶ ἀδοκεῖ, ἀπροσδοκεῖ. Ἡλιόδωρος δέ
φησιν ἀνεικάστῳ. οἱ δὲ ἀδευκής· αὐτάρκης (δ 489)
ἀδεύμεθα· ἀηδιζόμεθα
ἀδεύητον· χαλεπόν. ἢ {οὗ} οὐκ ἄν τις ἐπιδεηθείη
*ἀδεῶς· ἀφόβως (3. Macc. 2,32) vgAb
ἀδέψητον· ἀμάλακτον. ἀργόν (v 2)
ἀδῆιον· ἀπόρθητον, ἀπολέμητον (Soph. O. C. 1533)
*ἀδηκότες· ἐκλελυμένοι A παρειμένοι (Κ 98 ..)
ἀδῆ· οὐρανός. Μακεδόνες
†ἄδηεν· [διαπορεῖ]
ἀδηκότες· ἄδην ἔχοντες καὶ πεπληρωμένοι· "ὕπνῳ" (Κ 98) *ἢ
ἀδημονήσαντες Aw
*ἀδηλίαν· ἄγνοιαν. ἀφάνειαν A
ἀδήλωτον· *ἀδιάφορον Ap δεξιόν, συνετόν. ἢ πένητα, ἄπορον
ἅδημα, ἅδος· ψήφισμα, δόγμα
ἀδημονεῖν· θαυμάζειν. ἀπορεῖν [{ἀδημονεῖν}]
ἄδημον· οὐκ ἔνδημον ὄντα. Σοφοκλῆς Τυμπανισταῖς (fr. 582)
*ἀδημονεῖ· ἀκηδιᾷ (b) ἀγωνιᾷ (Plat. Phaedr. 25id?) w
ἀδημονίη· θαῦμα
*ἀδημονῶν· ἀγωνιῶν (Philipp. 2,26) A(b)p
*ἄδην· ἀθρόως Ab ἐξαίφνης. [δαψιλῶς (Ε 203) ὅθεν καὶ ἀδδη-
φάγος A
ἀδηνείη· ἀπειρία
αδην· δασυνόμενον μὲν ἡδέως καὶ τὸ εἰς κόρον b, ψιλούμενον δὲ
ἀδεῶς
ἄδην ἔχοντας· πληθύοντας
ἄδην ἔχει· τὸ σφόδρα καὶ ἅλις
ἄδην ἐλόωσιν· εἰς κόρον ἄξουσιν (Ν 315)
ἀδηνέως· ἀδόλως, *[ἁπλῶς. Σ χωρὶς βουλῆς
ἀδημονιῶν· [ἀγωνιῶν, λυπούμενος]
ἀδηνής· ἄκακος
*ἀδηξῆσαι· [κνῆσαι A]
*ἀδήριτον· ἄμαχον vAP, ἀκαταμάχητον p(A)
*ἀδηρίτην· τὴν ἀπόλεμον καὶ ἀπόρθητον A(b)
ἀδής· ἀτερπής
*ἀδήσεις· ἀρέσεις (Hdt. 5,39,2)vAb
ἀδήσειε· ἀδημονήσειε. καὶ ἀηδῶς διατεθείη (α 134)
†Ἀδησίδες· ἱέρειαι τινὲς ἐν Ἄργει †ἀδητῶναῶ
*ἀδηφάγα {ἅρματα}· μεγάλα καὶ τέλεια q. AP
ἀδηφαγία· πολυφαγία. εἰκαιοφαγία
*ἀδηφάγος· γαστρίμαργος vg ἀθρόως ἐσθίων vgAb
ἀδηφάγοι· τοὺς τελείους ἵππους οὕτως ἔλεγον Ἀθηναῖοι καὶ
Βοιωτοὶ πρὸς τὴν τῶν πώλων διάκρισιν. Ἀργεῖοι δὲ ἄνδρας
τοὺς πολλὰ ἐσθίοντας. Λυσίας δὲ κατὰ μεταφορὰν ἐν τῇ ὑπὲρ
Εὐκρίτου διαμαρτυρίᾳ τὴν ἐντελόμισθον ναῦν (fr. 103 S.)
Ἀλκαῖος (com. fr. 21) δὲ καὶ τοὺς πότας λύχνους ἀδηφάγους
ἔφη. καὶ δρομεῖς δέ τινες ἐν Νεμέᾳ ἀδηφάγοι ἐλέγοντο. καὶ οἱ
γυμναστικοὶ παρὰ Ἀργείοις οὕτως ἐλέγοντο
*ἀδιάβλητα· ἀμώμητα, ἀνέγκλητα (v)A
(*)ἀδιάδοχος· ὁ ἔχων τι ἕως τέλους (Greg. Naz. or. 36,609B)
*ἀδιαίρετον· ἀχώριστον, ἄτμητον vg
ἀδιάκριτον· μὴ ἔχοντα διάκρισιν
*ἀδιάκριτος· ἀδιαχώριστος Ab
*ἀδιάλλακτος· ἀφιλίωτος (Dem. 24,8 ..) A
*ἀδιαλώβητον· ἀβλαβές vAP
†ἄδιαν ὁδόν· μακρὰν (β 272) †εὐκαιρίαν
ἀδιακόντιστον· ἀναίσθητον. ἄτρωτον
ἀδίαντον· ξηρόν, ἄβροχον. ἢ φυτὸν καλούμενον πολύτριχον
*ἀδιαπλήτως· ἀπλησιάστως Ab
*ἀδιάρθρωτον· ἄσημον vgb ἀνάρμοστον
ἀδίας· ἐσχάρα, βωμός
*ἀδιασπάστως· ἀχωρίστως (Awhp)
*ἀδιαστάτως· χωρὶς διαστάσεως A(vg)
*ἀδιαφορίας· ἀμελείας (v)A(b)
*ἀδιάφορον· ἀδιάκριτον pw
ἀδιατάκτῳ· ἐν μηδενὶ τεταγμένῳ μέρει
*ἀδιαφόρου· ἀμελοῦς A
ἀδιγόρ· τρωξαλλίς, ὑπὸ Σκυθῶν
†ἀδίακελεύθω· ἀηδείᾳ
ἀδιίκελον· ἐμπρεπές
a) [ἀδίεπον· ἄναρχον] b) {ἀδιερεύνητον πέλαγος}· ...
(Pl. Tim. 25d)
ἀδικίου· εἶδος δίκης Ἀθήνῃσιν
Ἄδικος· Ἀφροδίτης {ὄνομα} ἐν Λιβύῃ
ἀδίκους· τοὺς ἄνευ βλάβης [ἀδίκους]
ἁδινά· τὰ τῷ ὄγκῳ μὴ μεγάλα (Β 87 ..)
*ἁδινάων· ἀθρόων (Β 87 ..) n ἁπαλῶν (ψ 326)
*ἁδινὸν κῆρ· πυκνὴν ψυχήν (Π 481) w ἢ τὴν συνεχῶς λυπου-
μένην
*ἁδινόν· οἰκτρόν. γοερόν (Σ 124) λεπτόν (κ 413) vPn
ἁδινοῖο γόοιο· τοῦ ἀθρόως ἐκχεομένου (Σ 316) [ἤγουν σφατ-
τομένου]
ἅδιξις· ὁμολογία, παρὰ Ταραντίνοις
*αδιον· κάταντες, [πλάγιον, ἀνώμαλον (Vind. 212)
ἀδίοπον· ἄναρχον, καὶ ἀφύλακτον. Αἰσχύλος Φρυξί (fr. 269)
δίοποι γὰρ οἱ τῆς νεὼς φύλακες
*ἀδιόριστον· ἀχώριστον b ἀναμίξ Ah
ἄδισκον· κυκεῶνα. Μακεδόνες
†ἄδις· ὡς Ἀπίων, ἀθρόοι (Β 90 ..) [ἢ ἐσχάρα]
[ἄδισμα καὶ {ἄδμα}· ψήφισμα, καὶ δόγμα]
ἀδίστονον· οἰκτρὸν στένοντα
ἀδμαίνειν· ὑγιαίνειν. ζῆν
†ἀδμηλοῖ· ἀφανίζει
*ἀδμής· ἀδάμαστος Ab, παρθένος (ζ 109)
*ἀδμήτην· ἀδάμαστον (Κ 293) vS
Ἀδμήτου λόγον· σκολιόν (Ar. Vesp. 1238)
Ἀδμήτου κόρη· Ἑκάτη· τινὲς δὲ τὴν Βενδῖν
Ἀδμήτου μέλος· τὸ εἰς Ἄδμητον ἀιδόμενον σκολιόν
ἀδμωλή· ἀπορία. ὀλιγωρία. ἄγνοια. ἡσυχία (Callim. fr. 717)
†ἀδρεῖτο· ἐβαρύνετο
ἁδνόν· ἁγνόν Κρῆτες
ἀδοκεί· ἀδοκήτως διακείμενος
ἀδόκητον· αἰφνίδιον
ἀδοκία· ἀπροσδοκία
*ἀδόκιμον· πονηρόν, ἀπόβλητον, ἄχρηστον (Rom. 1,28 ..)
vgpw
ἀδολεσχεῖ· *φλυαρεῖ vgAb μακρολογεῖ
ἀδολές· [ὑγιές]
*ἁδονάν· ἡδονήν (Eur. Phoen. 314 ..) AP(b)
*ἀδωναῖος· {ὁ} ὑπὸ τὸν ᾅδην gPn
*ἀδόνητος· ἀσάλευτος (vgAP)b
ἄδοξα· παράδοξα, καὶ {ἃ} οὐκ ἄν τις ἐδόξασεν. Σοφοκλῆς
Ἀκρισίῳ (fr. 68)
ἀδόξαστον· ἀνέλπιστον. Σοφοκλῆς Εὐρυσάκει (fr. 204)
*ἄδορον· οὐ δεδαρμένον bΣ
ἄδοροι· ἀσκοί, κώρυκοι (b), θύλακοι (Antim. fr. 109 W)
αδος κόρος r. An πλησμονή (Λ 88)r ‖ παρὰ Δεινολόχῳ ὄξος
(fr. ii) οἱ δὲ κάματον
ἁδόσιον· ἄκαυτον. ἢ ὁμολογούμενον. ἢ †ἀδιαίρετον
ἁδοσύνα· ἡδονή
†ἀδοτοῦσα· ἄκουσα
ἁδουσιασάμενοι· διελόμενοι, ὁμολογησάμενοι
ἀδουσίη· †ἀνελωσίη. ἢ ἀναγκαία ἐπαφῆς ἡμέρα.
ἁδούσιον· ἐραστόν. σύμφωνον
ἀδούλευτος· οἰκέτης ἑνὶ δεδουλευκὼς καὶ μὴ παλίμπρατος
(Hyperid. ap. Ph.)
ἀδούπητοι· ἀπρόσκοποι
ἄδραια· αἰθρία Μακεδόνες
ἄδραια· [ἄπρακτον. οὐκ ἐδίδρασκον]
ἀδρακές· ἀόρατον
ἀδρακής· [ὀλίγον] τυφλή. καὶ ἀδερκής
*†ἀδράκις· ὀλιγάκις A [τυφλή]
*†ἄδρακον· ἴδιον (v)A
Ἀδραμών· ὁ Ἕρμων παρὰ Λυδοῖς. καὶ Ἀδραμύτειον {ἀπὸ}
Ἕρμωνος
ἀδρανέοντος· ἀσθενοῦντος (pw)
*Ἀδράστεια· ἡ Νέμεσις, ἣν οὐκ ἄν τις ἀποδράσειεν (Eur. Rhes.
342) Σ
*ἀδρανές· ἀσθενές vgAPpw
*Ἀδραστεῖον· πρῶτος {Ἄδραστος} ἱερὸν Νεμέσεως ἱδρύσατο Ab
ἄδραστον· ἄπρακτον, ὃ οὐκ ἄν τις πράξειεν (Hermipp. fr. 3 D.)
Ἀδράστου δρῦς· τόπος παρὰ Γρανικόν
ἁδράφαξυς· λάχανον ἄγριον (Pherecr. fr. 75?)
ἁδρεῖν· αὔξεσθαι φυτόν
ἀδρέπανον· ἄδρεπτον. θεοῖς ἀνακείμενον. Σοφοκλῆς (fr. 891)
Ἀδρήστεια· ὄνομα πόλεως παρὰ τὸν Ἑλλήσποντον (Β 828) (v)
*Ἀδρηστίνη· τοῦ Ἀδράστου θυγάτηρ (Ε 412) n
ἀδρί· ἀνδρί. Παμφύλιοι
Ἀδριανοί· Κελτοί, οἱ παρὰ τὴν Ἀδρίαν περίοικοι (Aesch.
fr. 71)
*ἁδροί· πλούσιοι (Iob 29,9) vgA
*ἁδρόν· μέγα. δαψιλές. Σ παχύ
ἁδρός· πολύς. *μέγας (w) πλούσιος p(w) παχύς ( Ierem. 5,5?)
(w)
ἁδρόχωροι· οἱ ἁδρὰς ἔχοντες χώρας
*ἁδρότερον· μεῖζον Ab εὐτραφέστερον
*ἁδρότης· δύναμις. μέγεθος (2. Cor. 8,20) A
*ἁδρυνθέντος· μεγαλυνθέντος (Exod. 2,10) vA
ἄδρυα· οἱ στῦλοι ἀρότρου, δι' ὧν ὁ ἱστοβοεὺς ἁρμόζεται
αδρυα· πλοῖα μονόξυλα. Κύπριοι. λέγονται δὲ καὶ οἱ ἐν τῷ
ἀρότρῳ στῦλοι. Σικελοὶ δὲ ἄδρυα λέγουσι τὰ μῆλα. παρὰ δὲ
Ἀττικοῖς ἀκρόδρυα
ἀδρύμακτον· καθαρόν (Com. ad.)
ἁδρύνεσθαι· αὔξεσθαι τοὺς στάχυας
ἀδρύφακτον· ἄνευ δικαστηρίου. ἢ ἀφύλακτον, ἀτείχιστον
(*)ἁδρῷ· μεγάλῳ
ἁδρωμένον· ηὐξημένον
ἁδύθεμον· ὄξος
ἀδύνατοι· οἱ ἐντὸς κεκτημένοι τριῶν {μνῶν} παρὰ Ἀττικοῖς.
ἐλάμβανον δὲ παρὰ τῆς βουλῆς δύο ὀβολούς (Aeschin. 1,103)
ἀδύνατον· †ἄμωμον. ἄπρακτον (Eur. Or. 665)
ἁδύπνοον· πρόβατον {μήπω} γεγευμένον πόας p
ἄδυτα· ἄβατα, ἀπέραντα
*ἄδυτον· σπήλαιον ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ vgA
*ἀδύτων· ἀσύλων, ἐνδοτάτων {τόπων} (Eur. Andr. 1147) A
ἀδῶ· ἀρέσκω
Ἄδωνα· τὸν Ἄδωνιν
Ἀδωναῖος· Ποσειδῶν. καὶ βόλος. [*ἢ ὑπὸ τὸν ᾅδην]
ἀδωνηίς· ἡ χελιδών. καὶ ἡ θριδακίνη (Callim. fr. 478?)
ἀδωνιασμός· ὁ ἐπὶ τῷ Ἀδώνιδι θρῆνος (Ar. Lys. 389)
ἀδώνιον· τὸ παρὰ τοῖς Λάκωσιν αὐληθὲν ἐμβατήριον, ὅπερ
ὕστερον παρὰ Λεσβίοις ὠνομάσθη ...
ἄδωνις· ἰχθὺς θαλάσσιος p οὗ μνημονεύει Κλέαρχος (fr. 73 M).
ἢ δεσπότας, ὑπὸ Φοινίκων. καὶ βόλου ὄνομα. ἔστι δὲ καὶ κύριον
Ἀδωνίτης· ἔριφος p
Ἀδώνιδος κῆποι· ἐν τοῖς Ἀδωνίοις εἴδωλα ἐξάγουσιν καὶ
κήπους ἐπ' ὀστράκων καὶ παντοδαπὴν ὀπώραν, οἷον ἐκ
μαράθρων καὶ θριδάκων παρασκευάζουσιν αὐτῷ τοὺς κήπους·
καὶ γὰρ ἐν θριδακίναις αὐτὸν κατακλινθῆναι ὑπὸ Ἀφροδίτης
φασίν (Plat. Phaedr. 276 b?)
†ἀδωπῷ· ἱερῷ (p?) (α 443?)
*ἀδωροδόκητος· ἀδωρόληπτος (Dem. 19,27) (Aw)
ἀδωρότατος· ὁ μηδ' ὅλως μεταδιδούς τι. ἢ ἀδωροδόκητος
(Thuc. 2,65,8)
ἁδώσια· ἱερά τινα
ἁδωσίτας· κριτής καὶ ὁ μεσίτης
ἄε· ἐπὶ τοῦ ἀεί, ἕως
ἄει· [ζήτει]
†ἄεδνον· ἄφερνον. ἢ πολύφερνον
ἄεδνος· δεινός
ἀέδοντα· ἀρέσκοντα
*ἄεθλα· ἔπαθλα A ἀγῶνας (Λ 700)
ἀεί· ἀντὶ τοῦ ἕως Φρύνιχος Κόννῳ (fr. 7) καὶ Εὐριπίδης Μηδείᾳ
(670)· ἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίον
ἄεθλον· ἔπαθλον (Χ 161 ..)
*ἀέθλεον· ἐμόχθουν. ἠγωνίζοντο (Hdt. 1,67,1 ..)Σ
*ἀεθλεύων· ἀγωνιζόμενος (Ω 734?) vgA
*ἀεθλοσύνης· ἀγωνίας (g) Ab
*ἀεθλοφόρους· ἀγωνιστάς (Ι 124) vgApw
*ἀέθλῳ· ἐπάθλῳ (λ 548) gAn
*αει· ἀκούει. ἢ A διαπαντός vAb
*ἀεὶ βλύων· ἐπιῤῥέων A
*ἀειγενετάων· διαπαντὸς ὄντων (Β 400) Ab
*ἄειδε· ᾆδε καὶ λέγε (Α 1 ..) vgAb
*ἄειδε δ' ἄρα· ᾖδε δή, ᾠδὴν ἔλεγεν (Ι 189) An
*ἀειδές· ἀφανές (vn.) ἄμορφον (v)n, αἰσχρόν
ἀείδειν· μετ' ᾠδῆς λέγειν (α 155 ..)
*ἀειδινήτοις· ἀεὶ στρεφομένοις An
*ἄειδον· ᾖδον (Α 604) b
*ἀειδίης· ἀεὶ οὔσης Ab
*ἀείδοντες· ᾄδοντες (Α 473? Eur. Hipp. 58?) np
*ἀείδων· ἄιδων (Ι 191 ..)
†ἀειδέμα· λαμπρά
*ἀειδέλιος· κατάρατος A δεινός (ν 402)
*ἀειδής· ὁ †μηδέπω εἰδής (Voss. 63)
ἀείδιον· [ἀένναον, ἀεὶ ὄν]
ἀειεστώ· τὴν αἰώνιον οὐσίαν, ἢ ἀϊδιότητα (Antiph. soph. fr.
22 D.)
ἀείζων· φυτὸν ἀειθαλές (Aesch. fr. 28)
*ἀειθαλής· ἐσαεὶ θάλλων A(b)
*ἀειθαλές· τὸ βραβεῖον τῆς νίκης A ἀεὶ θάλλον vgAP
ἀεικάς· μάχας, ὁρμάς. ἢ βολὰς τόξων (Ο 709)
ἀεικέα· *ἀπρεπῆ n ἀθεράπευτα (δ 533 ..)
ἀεικέλιον· ἀνόμοιον. *σκληρόν v κακόν (ω 228)
ἀεικελίῃσιν· ἀπρεπέσιν. χαλεπαῖς (δ 244)
*ἀεικελίους· ταλαιπώρους. εὐτελεῖς, οὐδενὸς ἀξίους vgA
a) *ἀεικές· ἀπρεπές (Ι 70) Ab b) {ἀίεις}· ἀκούεις p Κύπριοι
ἀεικές· κακόν. σκληρόν. ἀπρεπές. εὐκαταφρόνητον. ἀπεοικός
(Τ 124)
ἀεικία· ἀτυχία. κόλασις. κακία. ὕβρις. αἰκισμός. ἁμαρτία.
κάκωσις. λύμη
ἀεικίζει· ἀπολλύει, φθείρει. αἰκίζεται, [ὑβρίζει (b) κολάζει (Ω 54)
*ἀεικέστερα· ἀπεοικότα Ab
ἀεικίζουσιν· ἐνυβρίζουσιν
*ἀεικίσωσιν· ὑβρίσωσιν ἢ ἀποδύσωσιν (Π 545) A
ἀεικόρσωτοι· ἄκαρτοι
ἀεὶ κορσώσασθαι· κεῖραι κεφαλήν
*ἀεικῶς· ἀπρεπῶς gn χαλεπῶς
ἄειλα πεδία· ἀνήλια. Εἵλη γὰρ τοῦ ἡλίου αὐγή (Aesch. fr. 334)
ἀειλογία· *πολυλογία vAPb τὸ ἑκάστοτε διδόναι λόγον καὶ
ἀπολογίαν (Dem. 19,2 ..)
*ἀειλογεῖς· ἀεὶ λαλεῖς Ab ἀεὶ προφέρεις A
ἀείλη· πνοή
ἀήμεναι· [πνεῦσαι]
ἄειν· πνεῖν
*ἀείνων· ἀένναον PbΣ
ἀειναῦται· ἀρχῆς ὄνομα παρὰ Μιλησίοις
†ἀεινέους· οὐ προσηνεῖς, βλαβερούς
ἀεινεφὴς τύφλωσις· p (trag. ad.?) ...
ἀείνη· [δένδρον μεγαφόρον. τὸ δὲ αὐτὸ καὶ δεῖνες]
ἀείοις· ἀκούοις
†ἀειπῶν· φίλησον, τοῖς βρέφεσι {λέγουσι} Λάκωνες
*ἀεῖραι· βαστάσαι, ἆραι (Θ 424) vgA
*ἀείραιεν· ἐγείραιεν A
*ἀειραμένην· διεγειρομένην A
ἀειράμενον· διεγειρόμενον
*ἀείρας· ἐγείρας. ἄρας. κουφίσας (Η 268 ..) A
*ἄειρε· φέρε, πρόσφερε· APb Μή μοι οἶνον ἄειρε (Ζ 264)
ἀείρειν· προσφέρειν (Eur. Rhes. 25)
*†ἀείροις· ἀπείροις A(b)
*ἀείρυτον· ἀεὶ ῥέον vgA
ἀείρομαι· ἄνω αἴρομαι. Σοφοκλῆς Τραχινίαις (216)
*ἀειρομένας· περιερχομένης (Eur. Alc. 450) Ab
*ἀειρόμενος· ἐπαιρόμενος (Φ 307?) vgAb
†ἀείριδας· κύκλους τοῦ ὅρμου
*ἄειρον· ἄῤῥητον A ἀπαραίτητον. ἐπὶ κακῷ ὠνομασμένον (σ 73)
ἄειρος· δυστυχής
ἀείρων· κουφίζων (λ 423) (phb)
ἀείρω· ἄνω ὠθῶ
*†ἄεις τὴν γνάθον A
*ἄεισεν· ᾖσεν (φ 411) A
ἀεῖσσον· [ἆσσον, ἐγγύς]
ἀείσιτος· ὁ ἐφ' ἑκάστῃ ἡμέρᾳ ἐν τῷ Πρυτανείῳ δειπνῶν
*ἀείστορες· ἄπειροι (Eur. Andr. 682) A
*ἀείσω· ᾄσω P ὑμνήσω
ἀεκαζομέν· μὴ βουλομένη (Ζ 458)
ἀεκαζόμενος· ἄκων καὶ μὴ βουλόμενος. [ἀναγκαζόμενος (n)
ἀνιώμενος (σ 135)
ἀεκήλια· ἀκούσια. χαλεπά, [ἃ οὐκ ἄν τις ἑκὼν πάθοι b βέλτιον
δ' ἄν τις ἀποδοίη τὰ τεταραγμένα καὶ οὐκ εἰρηνικά, κατὰ
στέρησιν τῆς ἡσυχίας καὶ εἰρήνης (Σ 77)
*ἀέκητι· ἀβουλίᾳ w παρὰ γνώμην (α 79 ..) b
*ἀέκοντα νέεσθαι· μὴ θέλοντα ἀναχωρῆσαι (Σ 240) A
*ἀέκοντος· ἄκοντος, μὴ βουλομένου (Α 301) gAPb
*ἀέκων· ἄκων, μὴ θέλων A
ἄειται· ὑμνεῖται
†ἄειτον· ταχύ
ἀειφόρος· ἀειθαλής. Σοφοκλῆς Τηλέφῳ (fr. 522)
ἀείφρουρος· ἀεὶ διαμένων, (Cratin. fr. 98,7?) ἀειθαλής
ἀειφυγία· τὸ εἰς ἀεὶ φυγαδεύεσθαι (Σ)
ἀείχρηστος· οἶνος
a) ἀελλής· ... (Γ 13) b) {ἀέκασσα}· ἄκουσα
ἀεκασσεῖ· στερεῖται
ἀέκητι· ἀκουσιότητι (Μ 8)
*ἄελλαι· ἄνεμοι, πνοαί (Β 293 ..) vgb
*ἀέλλης· συστροφῆς ἀνέμου A(b)
†ἀελλήσας· κακοπαθήσας
ἀελλάων· [ταχέων]
†ἄελον· ἕωλον. Κρῆτες
ἀέλιοι· οἱ ἀδελφὰς γυναῖκας ἐσχηκότες, ἤγουν σύγγαμβροι
ἄελθρος· νοσώδης
ἄελλα· συστροφὴ ἀνέμου, καὶ κονιορτός, ἀπὸ {τοῦ} ἄειν ὅ ἐστι
πνεῖν (Π 374)
*ἀελλόπους· ταχύπους (Θ 409 ..) gwh
ἀελλάδων ἵππων· ταχέων. Σοφοκλῆς Οἰδίποδι Τυράννῳ (466)
ἀελλόπος Ἶρις· ἡ ταχύπους. ἀφ' οὗ καὶ ποδήνεμος (Θ 409)
ἀελλές· ἀθρόον, καὶ ὁμόσε
ἀελλῇσι· πετομέναις
ἀελλῇσι θυμοῖς· ἀνυποστόλοις μετὰ παῤῥησίας
†ἀελίς· τάλαινα [{ἀθλία}]
ἀελίσποντες· [οὐκ ἐλπίζοντες]
ἀελλόθριξ· ποικιλόθριξ. ἢ †πυρεωροὺς καὶ συνεχεῖς ἔχουσα τὰς
τρίχας. παρὰ τὴν ἄελλαν. Σοφοκλῆς Ἰνάχῳ (fr. 270)
ἀελλός· μαινόμενος. καὶ ὄρνεόν τι
*ἀελπτέοντες· μὴ ἐλπίζοντες (Hdt. 7,168,2) An
*ἄελπτον· ἀνέλπιστον, ἀπροσδόκητον vg δεινόν. [αἰφνίδιον
(Eur. Or. 879) Ap
ἄεπτοι· δεινοί. καὶ ἄαπτοι. Αἰσχύλος Πρωτεῖ (fr. 213)
ἀελπέα· ἀνέλπιστον (ε 408)
*ἀελλεῖ· φιλεῖ. κολακεύει A
ἀελλῶν· στρέφων, ὀπτῶν, ποικίλλων
†ἀελπάρεα· δεινά
*ἀελλῶδες· μετὰ ἀνέμου ὀμιχλώδους Ab
ἄεμμα· τόξον (Callim. h. 2,33 ..). ἱμάτιον
*ἄεμπεδον· βέβαιον (Greg. Naz. c. 1,1,5,37)
ἄεν· ἔπνει
ἀεννάασθαι· καταντλεῖσθαι
ἀεννάοντα· ἀεὶ ῥέοντα (ν 109)
*ἀένναος· διαρκὴς ἀεί. ἢ ἀεὶ θάλλων (Eur. Or. 1299? Iob
19,25?) A
ἄεν ἀήτας· ἔπνει
*ἀεννάου· ἀεὶ οὔσης. ἀεὶ ῥεούσης (Hes. op. 595) Ab
*ἀέντες· πνέοντες (Ε 526) n
ἀέντιον· Αἰγύπτιον σμυρνίον
ἀέξειν· αὔξειν (Μ 214)
*ἀέξετο· ηὐξάνετο (κ 93 ..) An
*ἀέξων· αὔξων (Ρ 139) An [ἢ ἔχων n]
†ἀέοισι· κομίταις
ἀεπάσιον· ἀσμένως χαίροντα (ε 397)
*†ἄεπται· ἀκούεται (A)
*ἄεπτον· ἰσχυρόν w ἀοίκητον
ἀεργηκότες· ἀργοί, ἀναπαυόμενοι
ἀεργηλόν· ἀργόν (Lyr. ad. 92?)
†ἀέργυγον· καθέδραν. οἱ δὲ †τάγηνα
ἀέρδην· ἄνω. ἢ φοράδην (Aesch. Ag. 324?)
ἀεργός· *ἀργός (Ι 320) vgn ἢ κακοῦργος (Theocr. 15,50)
ἀερέθονται· αἰωροῦνται, κρέμανται (Γ 108)
ἀερήϊον· ἀμέτρητον. πολύ, ἀερῶδες
†ἀέρῃς· ἄρῃς, βαστάσῃς
*ἀερθείς· μετεωρισθείς (θ 375) vgA
*ἄερθεν· ἤρθησαν Pn ἀνέστησαν, ὥρμησαν (Θ 74) Ap
*ἀέρθη· ἐπήρθη (τ 540) An
ἀερία· ὀμίχλη, παρὰ Αἰτωλοῖς. Θάσον τε τὴν νῆσον, καὶ
Αἴγυπτον, καὶ Λιβύην, καὶ Κρήτην, καὶ Σικελίαν, καὶ Αἰθιοπίαν,
καὶ Κύπρον οὕτως ἐκάλουν
ἀερίδες· μέλισσαι
ἄερκτον· οὐ περιειργόμενον (Lys. 7,28)
*ἀεροβατεῖν· εἰς τὸν ἀέρα περιπατεῖν (Pl. Ap. 19 c) vgA
ἀερόεν· μέλαν. βαθύ. μέγα
ἀέρον· ἀπεδερμάτουν (τ 421)
†ἀέρος εἶδος· ἰός, καὶ ὄροβοι
ἀερωδέστερα· ἀφανέστερα
ἀεροκέλαδοι πιτυοκάμπται· ... (lyr. ad.?)
ἀερολέσχης· ὑψηλὸς ἐν τῷ λέγειν, κομπηγόρος
Ἀέροπες· ἔθνος, Τροιζῆνα κατοικοῦντες. καὶ ἐν Μακεδονίᾳ γένος
τι. καὶ ὄρνεά τινα
†ἀεροπός· κοχλίας
*ἀερός· [ἀναιδής w]
†ἀεροβλεῖ· τείνει
ἀέρσαν· τὴν δρόσον. Κρῆτες
ἀερσίποδες· ταχύποδες, ἐλαφρόποδες (Γ 327 ..)
*ἀερσίπους· ταχύπους p
ἀεστητόν· [αὔριον. Βοιωτοί]
ἀέσαι· [ἀῆσαι] κοιμηθῆναι κατὰ στέρησιν τοῦ ἕσαι, ὅ ἐστιν
ὁρμῆσαι (ο 40) N
ἀέσαμεν· ἐκοιμήθημεν (γ 151)
*ἀεσίφρων· ματαιόφρων An, ὁ κούφας ἔχων τὰς φρένας (Υ 183) AP
ἀεσιφροσύνῃσιν· ἀνοίαις (ο 470)
ἀεσίμαινα· ἡ τοῖς πνεύμασι τῶν ἀνέμων μαινομένη. θαλάσσης
δὲ τὸ ἐπίθετον
*ἄεσις· πόνος Ab βλάβη A
ἀέσκοντο· ἀνεπαύοντο, ἐκοιμῶντο
†ἄεται· πόλις
ἀέτας· πόρπας, περόνας
ἄετε· ἀκούσατε
ἁέτεα· τὰ τῷ αὐτῷ ἔτει γεννώμενα
†ἀετῆσαι· στερῆσαι p
ἄετο· ἐσίετο. διέπνει (Φ 386)
ἄετμα· φλόξ
ἀετμόν· τὸ πνεῦμα
ἀετόνυχες· βοτάνη
ἀετός· τοῦ τροχοῦ τὸ κατὰ τὴν κνήμην ἑκάστην σιδήριον. καὶ
κυμάτιον τὸ ἐν τοῖς γείσοις. καὶ βοτάνη τις ἐν Λιβύῃ φυομένη
ἀετώσιον· λύπῃ μεμιγμένον (Ibyc. fr. 51)
*ἀευγαλέοισι· χαλεποῖς, δεινοῖς (ο 399) A
ἀεφανέων· λαμπρῶν
ἀεχῆνες· πένητες p
†ἀέχοντο· ὥρμων
ἄζα· ἄσβολος. κόνις. παλαιότης. κόπρος ἐν ἀγγείῳ ὑπομείνασα
*ἀζαλαί· νέαι καὶ ἁπαλαί (λ 39) vA
ἀζαλής· νήνεμος, [γαληνός p
ἀζαές· πολύπνουν p καὶ ὀλιγόπνουν
*ἀζαλέας· ξηράς (Λ 494) vAn
*ἀζαλέην· ξηράν (Η 239) P
ἀζαλέον· ἄγαν ζέον, θερμόν, ἢ ξηρόν
ἀζαλέοιο· ξηροῦ (Υ 491)
ἀζάνθη· ἐξηράνθη A
ἀζάπα· [πτησάνη p]
ἀζαραπατεῖς· οἱ εἰσαγγελεῖς παρὰ Πέρσαις
ἀζάτη· ἐλευθερία
ἀζαυτός· [παλαιστής καὶ κόνις]
*ἀζαχῆ· οἱ μὲν σκληρὰ καὶ χαλεπά, παρὰ τὸ ἀζαλέον. οἱ δὲ
ἀδιάλειπτον (A)
ἄζειν· στενάζειν (Soph. fr. 893) ἢ ἐκπνεῖν διὰ στόματος (Nicoch.
com. fr. 18, I 774)
†ἀζηνοί· κύκνοι, ταῖς πτέρυξιν {ἐν}απολαμβάνοντες ἀέρα
ἀζειρεῖ· ξηραίνει, ἀζαίνει
ἄζειρον· ἀποίκιλτον pc
ἄζερος· ἀγαθός p
ἀζείρου· ἀζώστου. ἢ πολυζώστου
ἀζένα· πώγωνα (b) Φρύγες
ἄζενον· γενειῶντα
ἄζετον· πιστόν. Σικελοί
*ἅζεο· ἐντρέπου vgAb σέβου, εὐλαβοῦ
Ἀζειῶται· ἔθνος b τῆς Τρῳάδος. Σοφοκλῆς Συνδείπνοις (fr. 146)
*ἅζεο· [ἀζέω] ἐντρέπου An αἰσχύνου (Ε 830) A
*ἅζεσθαι· σέβεσθαι ( A 21 ..) A
*ἀζέσιμοι· κύκνοι ταῖς πτέρυξιν ἐναπολαμβάνοντες (Hes. scut.
316?) Ap
ἅζετο· *ἐνετρέπετο (Ε 434)n ἐξηραίνετο, ψιλῶς, ὡς· Ἡ μέν τ'
ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας (Δ 487) καὶ· καταζήνασκε
{δὲ} δαίμων (λ 587). δασέως δὲ ἁγιάζεται, καὶ ἅγιον ἡγεῖτο,
καὶ ἐσέβετο· Ἀλλὰ γὰρ οὐ{δὲ} θεὸν μέγαν ἅζετο (Ε 434)
*ἀζεχές· [ἀδιάλειπτον vgAn]
*ἀζεχής· [οἱ μὲν σκληρός, καὶ χαλεπότητος (Ρ 741) An]
Ἀζείδαο· Ἀζέως παιδός (Β 513) n
ἄζη· ξηρασία d κονιορτός. εὐρώς (χ 184)
†ἀζάια· φθονερά
*ἄζηλοι· ἄτιμοι vgA ἀμίμητοι
ἄζιμοι· πνοαί ...
Ἀζηνιά· δῆμος Ἱπποθοωντίδος φυλῆς
a) ἀζηρίς· τοῦ ἁρματίου ξύλον κεκαμμένον b) {Ἀζησία}· ἡ
Δημήτηρ. ἀπὸ τοῦ ἀζαίνειν τοὺς καρπούς (Soph. fr. 894)
ἀζῆται· οἱ ἐγγύτατοι τοῦ βασιλέως
αζήνασκε· ἐξήρανεν (λ 587)
*ἀζηχές· διηνεκές, [ἀδιάλειπτον vgA μεγαλόφωνον. [ἰσχυρόν
(63) A
ἄζημοι· [πνοαί]
†ἀζήωρα· ταχέα. πυκνά
*ἅζομαι· αἰσχύνομαι (Ζ 267? Eur. Alc. 326?) vgA
ἀζοίμην· ἀγανακτοῖμι. Εὐριπίδης Δίκτυϊ (fr. 348)
*ἀζομένη· ξηραινομένη (Δ 487) n [ἐντρεπομένη]
*ἁζόμενοι· σεβόμενοι, {ἐντρεπόμενοι} (Α 21) (n)
†ἄζον· μέλαν ἢ ξηρόν b
ἄζοξ· [ὕλη]
ἀζυγέα· ἄζευκτον. Ἀρχίλοχος (fr. 157)
*ἄζυγες· ἄζευκτοι, μονάζοντες (Eur. Hipp. 1425 ..) vgAn
ἄζυμα· τὰ ἄνευ παλαιᾶς ζύμης, ὃ καλεῖται προζύμιον
ἄζω· ξηραίνω
ἀζωλεῖ· ἀγανακτεῖ pc
ἄζωπες· αἱ ξηραὶ ἐκ τῆς θεωρίας
ἄζωρος· ὁ εὔκρατος οἶνος n καὶ ὁ κυβερνήτης τῆς Ἀργοῦς
ἄζωστος· ἀθώραξ, ἄνοπλος, ἄστολος (Hes. op. 345)
ἀζῶτες· οἱ μὴ εἰς τὰ συνεστῶτα παρόντες
ἄζωτον· ἀβίωτον p
Ἄζωτος· ἔθνος Συρίας καὶ πόλις (Hdt. 2,157)
ἄη· ἔπνει, ἐφύσα (μ 325 ..)
†ἄγκε· ἤγαγεν
ἀήδα· λείαν, λάφυρα
ἀηδέομεν· κοπιῶμεν
*ἀηδές· στυγνόν. λυπηρόν vgAPb
ἀηδής· κοπιώδης. ὀχληρός p
ἀηδῆσαι· κοπιᾶσαι b καμεῖν
*ἀηδόνα· ᾠδὴν {καὶ γλωσσίδα μετ}αφορικῶς, οἱ δὲ ἀηδ{όνα} A
*ἀηδών· εἶδος πετεινοῦ APn
ἀηδόνα· γλωσσίδα μεταφορικῶς. Εὐριπίδης Οἰδίποδι (fr. 556)
καὶ τοὺς αὐλοὺς δὲ {λωτίνας ἀηδόνας} (fr. 931) που ἔφη
†ἀηδονίς· τόπος ἔνθα ᾖδον καὶ ἐργαστήριον
ἀηδόνιος· ἐπὶ μὲν ὕπνου τὸ ἐλάχιστον (Nicoch. com. fr. 16,
I 773)· ἐπὶ δὲ λύπης τὸ σφοδρότατον (Aesch. fr. 291)
{ἀηδονιδεύς·} ἀηδόνος νεοσσός. [καὶ τὸ τῆς γυναικὸς αἰδοῖον,
παρὰ Ἀρχιλόχῳ (fr. 156)]
Ἀηδών· ἡ Ἀθηνᾶ, παρὰ Παμφυλίοις
†ἀημητον· συσπαστὸν ἐγχειρίδιον, παρὰ Ταραντίνοις Ap
ἀηθεῖν· μὴ εἰθίσθαι. μὴ νοεῖν
ἀήθεσσον· ἀσυνήθεις ἦσαν (Κ 493)
*ἀήθης· ἄγριος. ἀτριβής vg
ἄημα· *πνεῦμα vgb φύσημα (Soph. Ai. 674)
*ἀήμεναι· πνεῦσαι n πνεῖν (γ 176)
ἀήμενοι· πνέοντες
ἀηνά· [δένδρα μικρὰ ἄκαρπα]
ἀηνές· ἀΐδιον b λάβρον. ἄθλιον (Archil. fr. 38)
ἀήρ· ὁ μεταξὺ οὐρανοῦ καὶ γῆς τόπος
†ἀήρης· καῦμα. ὀμίχλη
ἀήσυλα· παράνομα, ἁμαρτωλά, οὐ καθήκοντα (Ε 876)
*ἀήσυρον· κοῦφον, ἐλαφρόν (Callim. fr. 311) v
*ἀήτας· πνοάς (Ξ 254) vPn
*ἀήτη· πνοή. θηλυκῶς (Ο 626) An
*ἀήτης· ἄνεμος vgA ἀρσενικῶς (Ο 626) A
*ἄητο· ἐφέρετο. ἔπνει (Φ 386) gAn
ἄητοι· ἀκόρεστοι c, ἄπληστοι παρὰ τὴν τροφήν
ἄητον· πολύ. ἀβλαβές. οἱ δὲ ὁρμήν (Φ 395)
ἀήτους· μεγάλας. Αἰσχύλος Ἀθάμαντι (fr. 3)
*†ἀθάδαον· ἐτύγχανον An [τινὲς δὲ {ἀθάδανον]
†ἀθαιαρεῖς· αὐθάδεις. ὑπερόπται. ἀκριβεῖς
ἀθαλάττωτος· ἄπειρος θαλάττης {καὶ} πλοῦ (Ar. Ran. 204)
Ἀθάμαντα· τὸν θυόμενον νεφέλαις (Ar. Nub. 257)
ἀθαμβές· Φρύνιχος Ἀλκήστιδι· σῶμα δ' ἀθαμβὲς γυιοδόνητον
τείρει (fr. 2)
*ἀθαμβής· ἄθαμβος A(vg)
ἀθάνατοι· τάγμα ἱππέων παρὰ Πέρσαις μυρίων ἀνδρῶν
ἄθαπτος· ἄκαυτος [ἢ ἄκλαυστος]· θάψαι γὰρ τὸ καῦσαι (Eur.
Tro. 1085 ..)
ἀθάρα· ὁλόπυρος πτισάνη πυροῦ, καὶ πολτῶδές τι
*ἀθαρέως· ἀκριβῶς gnp
ἀθάρη· πυρίνη πτισάνη
ἀθαρής· ἄφθορος ἐπὶ γυναικός, ἐπὶ δὲ σιδήρου στερεός
ἀθάρειοι· αἱ μὴ διαπεπαρθενευμέναι. τινὲς δὲ μὴ δεδεμένοι
†ἄρθρῳ
ἀθαρίζει· ἀδικεῖ, προπηλακίζει
ἀθέατος· ἀόρατος
ἀθεεί· χωρὶς θεοῦ b γνώμης (σ 353)
ἀθερής· ἤτοι ἀτειρής. ἢ ὁ ἄγαν θεριστικός. ἢ ὑπέροπτος. ἢ
θαυμαστός
ἀθελβάζειν· διηθεῖν
ἀθέλβειν· ἕλκειν [Νίκανδρος]
*ἀθέλγειν· ἀμέλγειν (Ap)
ἀθέλγηται· θηλάζηται ἢ θλίβηται. {Νίκανδρος (fr. 124)}
(Hippocr.)
*ἀθέλιμνοι· κακοί n
ἀθέλημον ἄκουσμα· κακόν
ἀθέλβεται· διηθεῖται (Diocl. com. fr. 7, I 768 K.)
ἀθεμβοῦσα· ἀκολασταίνουσα
ἀθέμηλον· οὐδὲν ἔχουσα [οὐδὲ] θεμέλιον
ἀθεμείλιος· ἀκροσφαλής. ψεύστης
ἀθεμιστῆσαι· παρανομῆσαι n ἀδικῆσαι
ἀθέμιστοι· ἄνομοι, ἄδικοι (ρ 363)
*ἀθεμίστων· παρανόμων (w) ἀδίκων (ι 106) An
Ἀθήναζε· εἰς Ἀθήνας
ἀθερές· ἀνόητον. ἀνόσιον. ἀκριβές
*ἀθέριξα· ἀπεφαύλισα (A) (Greg. Naz. c. 2,1,19,51 ..)
ἀθερίζειν· *ἀποδοκιμάζειν vg(APn) ἀτιμάζειν (Α 261 ..) σκυ-
βαλίζειν
*ἀθέριξ· τὸ εἰς τὸν στάχυν τοῦ σίτου ἄνω ὡς κέντρον (Υ 227) A
ἀθερίσαι· [καθυπνῶσαι] ἀφροντιστῆσαι
*ἀθέριστος· ἀφρόντιστος n
ἀθερής· ὁ σίδηρος ἀτειρὴς ὅταν θερίζῃ. ἢ θεριστικός. ἢ ὁ διὰ
λαμπρότητα ἀθρούμενος ὀξὺς ἢ ἀσταχύων ... (Aesch. fr. 128?)
ἄθεσμος βλάβη· ἐφ' ἧι νόμος οὐ κεῖται
*ἄθεσμος δίκη· ἄνομος vgA
*ἀθέσμως· παρανόμως (3. Macc. 6,26) A(n)
ἀθέσφατον· πολύν vgAn ἀπαρακολούθητον, καὶ ὅσον οὐδὲ {ἂν}
θεὸς φατίσειεν δι' ὑπερβολὴν πλήθους (Γ 4)
ἀθετεῖ· ἀτιμάζει [ῥιπτάζεται] (Esai. 21,2 ..)
ἀθετεῖται· ὑβρίζεται. καταφρονεῖται. {ῥιπτάζεται} (Mc. 7,9?
Esai. 21,2 Sy.?)
ἀθέτως· ἀθέσμως. ἢ {οὐ} συγκατατεθειμένως. Αἰσχύλος Προμηθεῖ
δεσμώτῃ (151)
ἄθεστος Ἐρινύς· σκληρά, ἣν οὐχ οἷόν τε ἐξιλάσασθαι (Callim.?
cf. ad. fr. 325)
ἄθηλον· μὴ τεθηλακός (Ar. Lys. 881)
ἀθήλως· [ἄπνευστος], ἀγάλακτος, ἄγευστος ...
ἀθημένος· [οὐδὲν ἔχων ἀμείνω]
Ἀθηνᾶ· εἶδος αὐλοῦ [Μεγακλείδι]
Ἀθηναία· ἡ θεός. ἡ δὲ γυνή {Ἀττική· Μεγακλείδης}
Ἀθηναΐς· ἡ ἐλαία [καὶ Ἀθῆναι ἄστυ]
*Ἀθηναῖος· πολίτης τῆς Ἀττικῆς (n)
*Ἀθήνηθεν· ἐξ Ἀθηνῶν np
*Ἀθήνῃσιν· ἐν Ἀθήναις vgAn
ἀθήρ· ἐπιδορατίς, μεταφορικῶς. Αἰσχύλος Νηρεΐσιν (fr. 154)
ἀθήρα· βρῶμα διὰ πυρῶν καὶ γάλακτος ἡψημένον παρ' Αἰγυπ-
τίοις
ἀθηρηλοιγόν· τὸ λεγόμενον [πτύον T, οἷον ἀθερολοιγόν, τὸ
τῶν ἀθέρων ὀλοθρευτικόν. Ἀθέρες δὲ τὰ λεπτότατα τῶν
ἀσταχύων μέρη (λ 127)
ἀθηρόλοον· [τὸ τῶν ἀθέρων ὀλοθρευτικόν]
ἀθηρόβρωτον ὄργανον· τὴν τορύνην, ᾗ τὴν ἀθήραν ἀνακι-
νοῦσι. Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι (fr. 416)
*ἄθηρον· ἀθήρευτον vgn
ἀθήτευτος· ὁ μηδενὶ ἐπὶ μισθῷ δουλεύων
ἀθιγῆ· ἀνέπαφον
ἀθήτευτοι· [οἱ μηδενὶ ἐπὶ μισθῷ δουλεύειν εἴρηνται]
ἄθικτον· *ἀψηλάφητον vgPb μιαρόν, ἀκάθαρτον. καὶ ἡ παρ-
θένος οὕτως λέγεται
†ἀθίκτορας· ἀνεπάφους παρθένους. Ἴων Εὐρυτίδαις (fr. 11)
ἀθίλοι· κόγχου θαλασσίας εἶδος
†ἄθινα· ξύλα κατακαύσιμα
ἆθλα· τὰ ἔπαθλα. ἀγῶνες
ἀθλέβεται· διηθεῖται
ἀθλεῖν· *ἀγωνίζεσθαι vg κακοπαθεῖν
ἀθλεύων· *κοπιῶν vg ἢ τὸν μοχλὸν ἀφαιρούμενος
ἀθλῆσαι· κακοπαθῆσαι, καμεῖν, ἀγωνίσασθαι
*ἄθλιος· ταλαίπωρος v
ἀθλίων· ἀτίμων (p) ἐπιπόνων (Eur. Tro. 489)
*ἀθλοθέτης· ἀγωνοθέτης vgP
*ἆθλον· ἀγώνισμα gPn ἔργον. ἔπαθλον Σ
ἄθλος· [ἄφωνος]
*ἀθροίζει· συνάγει vg
*ἀθλοφόρους· ἀγωνιστάς (Ι 124) vgPn
ἀθμονάζειν· τὸ εἰς δῆμον ἀφικνεῖσθαι τῆς Ἀττικῆς
Ἀθμονεύς· {ἀπὸ δήμου ph} φυλῆς τῆς Ἀτταλίδος Ἀθήνῃσιν
*ἀθόλωτον· καθαρόν Pnp
ἄθραυστα· ἀπρόσκοπα. Εὐριπίδης Ἰφιγενείᾳ τῇ ἐν Αὐλίδι (57?)
*ἄθραυστον· ἰσχυρόν vg ὑγιῆ, [ἀβλαβῆ Pp
†ἄθρας· ἅρμα. Ῥόδιοι
ἄθρακτοι· ἀτάρακτοι (n)
*†ἄθραι· ἀπειλαί καὶ ἀναστάσεις {ὀφείλουσαι} n
ἀθράνευτον· ἄστρωτον. Εὐριπίδης Οἰνεῖ (fr. 569)
ἄθρατοι· ἀνόχευτοι
†ἀθράως· ἁπλῶς
*ἄθρει· βλέπε vg ὅρα P νόει vg ἴδε
*ἄθρει δή· νόει δή vg σκόπει {δή} (Greg. Naz. c. 2,1,32,14.37,
1301) n
*ἀθρεῖ· ὁρᾷ, βλέπει np
*ἀθρήσας· ἰδών (Eur. Bacch. 1326) vgnp
ἄθρεκτοι· [ἀτάρακτοι]
ἀθρήματα· δῶρα πεμπόμενα w παρὰ τῶν συγγενῶν [ταῖς
γαμουμέναις w παρθένοις παρὰ Λεσβίοις (Sapph. fr.)
ἀθρῆσαι· ἀτενίσαι, ἰδεῖν (τ 478)
ἀθρήσειεν· σκοπήσειεν (Κ 11 ..) (n)
*ἄθρησον· θεώρησον (Eur. Hec. 679 ..) vgw
*ἁθρόα· ὁμοῦ πάντα (α 43 ..)w
*ἄθροιζε· συνάγαγε b
ἄθροισμα· πλῆθος (Eur. Or. 874)
ἁθρόοι· ὁμοῦ πάντες (α 27 ..) ἀκέραιοι
ἁθρόον· πολύ w ἀκέραιον. Λάκωνες
*ἄθροος· ἄφωνος w(v) ἄψοφος g
*ἄθρους· ἁθρόους Pn συνηγμένους Σ
*ἁθρόως· αἰφνιδίως, ταχέως, σφοδρῶς P ἀφώνως (g)pw συνηγμέ-
νως, [ὁμοῦ Pp
ἀθυμία· λύπη (Eur. Bacch. 610) p
ἀθυμῶν· λυπούμενος p
*ἀθυμῶσι· λυπῶνται (Col. 3,21) vgb
*ἀθύρματα· παίγνια (Ο 363 ..) vPn
Ἁθύρ· μήν, καὶ βοῦς, παρὰ Αἰγυπτίοις
ἀθύρει· παίζει (b) ῥᾳθυμεῖ
ἀθυρεύεσθαι· παίζειν p μιγνύειν. [σκιρτᾶν p
ἀθύρουσι· παίζουσιν
ἀθυρόγλωσσος· βλάσφημος. φλύαρος. ἀθυρόστομος (Eur. Or.
903)
*ἀθυρονόμος· ὡς ἔτυχε χρώμενος τοῖς νόμοις gwp
*ἀθύροντας· παίζοντας vg
*ἀθύρων· παίζων (Ο 364) nh
†ἀθύσσει· μιγνύει, ῥιπίζει
ἀθώητος· ἀζημίωτος
*ἀθῴως· ἀζημίως Pn
*ἀθῷος· {ἀζήμιος} καὶ ἀναίτιος (Eur. Bacch. 672) ghb
Ἀθῷος· ὁ ἐπὶ τοῦ Ἄθω τοῦ ὄρους ἱδρυμένος ἀνδριάς, ὁ Ζεύς
(Soph. fr. 216)
*Ἄθως· ὄρος b ἐν Μακεδονίᾳ (Ξ 229)
*ἀθώπευτον· ἀκολάκευτον (Eur. Andr. 459) vg
αι· ψιλούμενον μὲν καὶ περισπώμενον, σημαίνει τὸ ὄφελον, ἀντὶ
τοῦ εἴθε. δασυνόμενον δὲ ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν, ᾧ
χρῆται Ὅμηρος, ἀντὶ τοῦ αὗται, *ἢ αἵτινες pb
†αιαιακον· τιον Ἀθήνῃσι ... καὶ τὸ Αἰακοῦ τέμενος
αἶα· γῆ (Γ 243 ..) vgbp γαῖα p κατ' ἀφαίρεσιν τοῦ γ. καί, ὥς
τινες, κρήνη ἐν Παφλαγονίᾳ (Β 850)
αἰάζει· θρηνεῖ (np)
αἰαζομένη· θρηνοῦσα r κωκύουσα
αἰάζω· ἀναβοῶ, στενάζω (Eur. Or. 80) w
Αἰάκειον· οὗ φασιν Αἰακὸν οἰκῆσαι q
†αἰακεία· ὕβριν, οἱονεὶ αἰκία
Αἰακίδαο· τοῦ Αἰακοῦ ἐκγόνου, Ἀχιλλέως (Β 860 ..)
Αἰακίς· κύλιξ p(b) {ποτήριον, κόνδυ} p
Αἰαίη· ἡ νῆσος, ἣν κατῴκει ἡ Κίρκη. καὶ αὐτὴ ἡ Κίρκη ὁμώνυμος·
Αἰαίη δολόεσσα (ι 32) ‖ ἢ ἐθνική, ἀπὸ τῆς νήσου. τὸ ὄνομα δὲ
πεποιημένον παρὰ τὸ αἲ αἲ τοὺς θρηνοῦντας φθέγγεσθαι, ἤτοι
{οὕτως} τοὺς [ὑπὸ τῶν] παρὰ τοῖς Λαιστρυγόσιν ἀναιρεθέντας
θρηνεῖσθαι. ἢ διὰ τὸ ἀξίαν εἶναι θρήνου τὴν τῶν μεταμορφουμέ-
νων ἀποθηρίωσιν
αἶαν· γαῖαν, γῆν (Θ 1 ..)
†*αἰαλέας· οἴμοι οἴμοι gn
αἰανόν· χαλεπόν, δεινόν r. p
αἰὲν ἀλιτρός· ἀεὶ ἁμαρτωλός (Θ 361)
Αἰάντεια· ἑορτὴ ἐν Σαλαμῖνι
Αἰαντίς· φυλὴ Ἀθήνῃσιν
†αἰαντόν· ἁμαρτία (p)
Αἴας· ὁ Τελαμῶνος (Α 145 ..) p
αἰᾶται· [καθῆναι (Γ 134)]
αἱ αὐλαῖαι· τὸ κατακάλυμμα
†αἰαφοί· αὐτοὶ ἀκούοντες
*[αἴαψ· ματαίως rvghb ματαίως]
αἰβάλη· θύρα rbp
αἰβετός· ἀετός. Περγαῖοι
αἰβοῖ· ὡς οἴμοι r τίθεται καὶ ἐπὶ θαυμασμοῦ (Ar. Av. 1342)
αἶβον· [κατάνες, πλάγιον]
αἰγάδας· αἶγας. Δωριεῖς
Αἰγαί· νῆσος πρὸς τῇ Εὐβοίᾳ r. ἱερὸν Ποσειδῶνος (ε 381)
*Αἰγαῖον ἁλμυρόν· πέλαγος vgA {οὕτω καλούμενον} (Eur.
Tro. 1) A
*αἴγαγρον· αἶγα ἄγριον r. A(b)
αἰγανέας· ἀκόντια (b) ἀπὸ τοῦ αἰγείοις ἱμᾶσιν ἠγκυλῶσθαι
*αἰγανέης· τοῦ δόρατος (Π 589) gAn
αἰγανέῃσιν ἱέντες· τοῖς δόρασι βάλλοντες, τοῖς πάνυ ὑψουμέ-
νοις (Β 774)
*αἲ γάρ· εἴθε γάρ (Β 371 ..) n
Αἰγαίοις ...· {ὅτι ὕδατι} θαλασσίωι περιαγνίζουσιν
Αἰγαίων· ἐπιτεταμένως ἐνάλιος θεός καὶ τὸ περὶ τὰς Κυκλάδας
πέλαγος (Eur. Alc. 595?) οἱ δὲ ὁ Βριάρεως, καὶ ὁ Ποσειδῶν
αἰγέαν· ὑποδημάτω{ν} γένος
Αἰγιναῖα· τὰ ῥωπικὰ φορτία· καὶ οἱ πιπράσκοντες αὐτὰ
Αἰγινοπῶλαι ἐλέγοντο
Αἰγιναῖον· νόμισμα ἀργυροῦν, μέγα
Αἰγενέοι] Αἰγιναῖος· [ὁμοίως, ὀβολός (Thuc. 5,47,6)
Αἰγινητικὰ ἔργα· τοὺς συμβεβηκότας ἀνδριάντας
*αἴγειρος· εἶδος δένδρου (Δ 482) r. APb
αἰγείρου θέα· αἴγειρος ἦν Ἀθήνῃσι πλησίον τοῦ ἱεροῦ, ἔνθα
πρὶν γενέσθαι θέατρον τὰ ἴκρια ἐπήγνυον (Cratin. fr. 339)
*αἵγε· αὗται (Δ 21 ..)n
αἰγείην κυνέην· τὴν ἐξ αἰγείου δέρματος γενομένην περικεφα-
λαίαν (ω 231)
Αἴγεον ἀλωτόν· [πέλαγος οὕτω καλούμενον w]
Αἰγειροτόμοι· ἰθαγενεῖς τινες Ἀθήνῃσιν
αἶγες· τὰ κύματα. Δωριεῖς
Αἰγηίς· φυλὴ b Ἀθήνησι
Αἰγιάλεια· ἡ νῦν Ἀχαΐα r
Αἰγιαλεῖς· οἱ μετὰ Ἀγαμέμνονος στρατευσάμενοι πρότερον
Ἴωνες, νῦν δὲ Ἀχαιοὶ ἐν Σικυῶνι
αἰγιαλός· ὁ παραθαλάσσιος r ἐν τόπῳ ψαμμώδει, ἢ ψηφῖδας
ἔχων
αἰγιάδες· ὑμένες. καὶ ἐν τῷ ὀφθαλμῷ τὰς ὑπολεύκους οὐλὰς
αἰγιάδας ἔλεγον
αἰγίβοτος· αἶγας βόσκειν [τρέφειν] δυναμένη, ἐξ οὗ καὶ τὴν
ὀρεινὴν λέγουσιν (ν 246)
*αἰγίδα θυσανόεσσαν· τὸ ὅπλον τοῦ Διὸς τὸ κροσσῶδες
(Ε 738) An
αἰγίζει· καταιγίζει. διασπᾷ
αἰγίζειν· διασπᾶν. ἐκ μεταφορᾶς. παρ' ὃ καὶ τὸ αἰγίζεσθαι, ἀπὸ
τῶν καταιγίδων. Αἰσχύλος (fr. 407) ὁ δ' αὐτὸς ἐν Ἠδωνοῖς καὶ
τὰς νεβρίδας οὕτω λέγει (fr. 64)
αἰγίκερας· τῆλις
αἰγλίδια· δακτυλίδια
*αἰγίλιπος· ὑψηλὸς τόπος A
αἰγίλιψ· *ὑψηλὴ πέτρα (Ι 15) r. Ahw καὶ πόλις (Β 633) n καὶ
ἰτέα ὑπὸ Θουρίων
αἰγίλουρος· κάραβος
Αἰγιλιῶς· ἀντὶ τοῦ Αἰγιλιέως. Ἀττικῶς
Αἰγίλιπα τρηχεῖαν (Β 633)
αἰγίλωψ· πόα τις ἐμφερὴς στάχυϊ. καὶ τὸ περὶ τὸν ὀφθαλμὸν
πάθος
Αἴγινα· νῆσος τῆς Πελοποννήσου (Β 562) r. b
αἰγινόμοι· ζῷα οὕτω καλούμενα
αἰγιόχοιο· αἰγιδούχου (Α 222 ..)
αἰγίοχος· αἰγιδοῦχος, ὁ τὴν αἰγίδα ἔχων. αἰγὶς δὲ ὅπλον
(Α 202 ..) r
αἴγειρος· [εἶδος δένδρου]
αἰγίς· ὀξεῖα πνοή r καὶ ἣν αἱ Λίβυσσαι φοροῦσι δοράν (Hdt.
4,189) καὶ ἡ ἀπόστιλψις τῶν ὀμμάτων
αἰγίπυρος· βοτάνης εἶδος [ἢ κάραβος]
αἰγίς· ὅπλον n ἐξ αἰγείου {δέρματος} Ab καὶ τὸ ἐκ τῶν στεμ-
μάτων διαπεπλεγμένον δίκτυον (Lyc. ap. Harp.) Νυμφόδωρος
(fr. 22 M.) δὲ καὶ τὸν θώρακα αἰγίδα λέγεσθαί φησιν ὑπὸ
Λακώνων
Αἴγιον· πόλις r. w {τῆς Ἀχαΐας} (Β 574)
αἰγίσκον· αἶγα ἐκτομίαν [τῆς Ἀχαίας]
Αἰγλάηρ· ὁ Ἀσκληπιός
αἴγλας· ἀμφιδέας, καὶ ψέλια τὰ περὶ τὴν ὕνιν τοῦ ἀρότρου
αἴγλη· χλιδών, Σοφοκλῆς Τηρεῖ (fr. 537) [χιτών] καὶ πέδη
παρὰ Ἐπιχάρμῳ ἐν Βάκχαις (fr. 20)
αἴγλαις· λαμπηδόσι, λαμπρότησιν
αἴγλη· *λαμπηδών (ζ 45) r. vgPb αὐγή vgPb φῶς, [λαμπρότης
(Β 458 ..) p ἔστι δὲ καὶ βόλος φαῦλος κυβευτικός (Cratin.
fr. 377)
*αἰγλήεσσι· λαμπροῖς (Greg. Naz. c. 2,1,1. 68 p. 975) (n)
*αἰγλήεντος· λαμπροῦ (Α 532) b
Αἴγλης Χάριτες· πιθανῶς ἐγενεαλόγησαν τὰς Χάριτας Αἴγλης
καὶ Ἡλίου, ἐπεὶ τὰς Χάριτας λαμπρὰς εἶναι δεῖ (Antim. fr.
95 W)
Αἰγλήτην· ἐπίθετον Ἀπόλλωνος
Αἰγοφάγος· Ἥρα ἐν Σπάρτῃ
αἰγυλίς· λύγος
†αἰγύλιος· Αἰγύπτιος p [αὐγὴν ἡδύ]
αἰγυπιόν· εἶδος ἀετοῦ rT
*αἰγυπιοῖσιν· ἀετῶν γένος, {οἱ δὲ} γῦπες (Η 59) n
†αἰγύπτης· σύντης. ὁ καλοβότης†
Αἰγυπτία ἐμπολή· ὁ ῥῶπος, καὶ τὰ ἐκεῖθεν φορτία, ὡς Εὐριπί-
δης (fr. 932)
αἰγυπτιάζων· κακοτροπευόμενος (p)
αἰγυπτιασμένος κατὰ στάσεις· οὕτως ἐλέχθη ὑπὲρ Ἰώνων
Αἴγυπτος· ὁ Νεῖλος ὁ ποταμός. ἀφ' οὗ καὶ ἡ χώρα ὑπὸ τῶν
νεωτέρων Αἴγυπτος ἐκλήθη (Ξ 258)
Αἰγύπτιος· ὄνομα ἐθνικόν· ἀθάνατος Πρωτεὺς Αἰγύπτιος (δ 385)
καὶ κύριον τὸ τοῦ Ἰθακησίου γέροντος (β 15)
αἰγυπτιῶσαι· μελᾶναι (trag. ad. 161? com. ad. 9?) (r)
†αἰγωγαίαν· ὀφθαλμός
αἰγώνυχον· πόας εἶδος
αἰγῶν τε· αἰγιδίων [Αἴγυππον ὄμμα] (Ω 34 ..)
αἰγῶν τε τελείων· τῇ ἡλικίᾳ τελείων (Α 66 ..)
*Ἅιδαν· ᾅδην (Eur. Hec. 1032 ..) Ab
*Ἀΐδαο· ᾅδου (Ε 646 ..) b
Ἄϊδι· τῷ ᾅδῃ b ἀπὸ τῆς εὐθείας {τῆς ὁ Ἄϊς} (Α 3)
Ἄϊδος κυνέη· [τῆς ὀάις] ἀθάνατόν τι νέφος, ὃ περιβάλλονται
οἱ θεοί, ὅταν θέλωσιν ἀλλήλοις μὴ γινώσκεσθαι. νεφέλη ἀφανής,
ἣν ὑποδυσάμενοι οἱ {θεοὶ} ἀθεώρητοι γίνονται ἀλλήλοις (Ε 845)
*ἅιδας· τύμβος p τάφος (Eur. Hec. 483 ..) Ab
*Αἰδάδας· δεσπότης Anc
(*)αἱ δέ· αὗται δέ
†αἰδάνης· διατρίβων. Ταραντῖνοι
*[αἰδάσηται· ᾐδέσθη] A
ἄιδειν πρὸς μυῤῥίνην· ἔθος ἐν τοῖς συμποσίοις τὸν μὴ δυνάμε-
νον ᾆσαι δάφνης κλῶνα ἢ μυῤῥίνης λαβόντα πρὸς αὐτὴν ἄιδειν
ἄιδειν· ἐπὶ τῶν ἀλεκτρυόνων λέγουσιν Ἀττικοί· κοκκύζειν δὲ οὔ
φασιν ἐπ' αὐτῶν, πλὴν μωκώμενοί τινα ξένον. Δηλοῖ δὲ καὶ
λέγειν, ὀνομάζειν
*αἰδεῖσθαι· ἐντρέπεσθαι (Α 23) Ab
ἄιδειν {τὰ} {Τελαμῶνος}· ἦν τι σκολιὸν γεγραμμένον εἰς Αἴαντα
(Com. ad.)
ἄιδεις ἔσον· ἴσον τῷ μάτην λέγεις, καὶ ληρεῖς (Com. ad.)
αἰδέσασθαι· τὸ ἔνοχον ὄντα [καὶ] φόνῳ ἀκουσίῳ καὶ πεφυγα-
δευμένον ἐφ' ὡρισμένῳ χρόνῳ .. τοῦ τετελευτηκότος ἐξιλᾶσθαι,
ὡς εἰληφότος ἤδη τιμωρίαν
αἴδεσθεν· ᾐδέσθησαν (Η 93)
*αἰδέσιμον· σεβάσμιον, ἔντιμον (Σ)
*αἰδεσιμώτατος· αἰδοῦς ἄξιος vgAP {τιμιώτατος} r. Pp
*αἴδεσσαι· αἰδέσθητι (Ι 640) b (A)
*αἰδέσσεται· αἰδεσθήσεται (Χ 419) A
*ἀΐδηλον· ἄδηλον, ἀφανές (Β 455) Ab
*ἀϊδήλως· ἀφανιστικῶς (Φ 220) A
*αἰδήμονα· αἰδέσιμον (2. Macc. 15,12) vgAb
*Ἀΐδης· ᾅδης (Ε 395) vgAb
*αἰδήφρων· αἰσχυντηρός (Eur. Alc. 659) Ab
*ἀΐδιον· ἀεὶ ὄν (A) ἀεὶ ὑπάρχον
*ἀϊδίων· αἰωνίων vgAP
ἀϊδνόν· *μέλαν A ἢ ἀφανιστικόν (Aesch. Suppl. 781) (b)
Λέγουσι δὲ καὶ τὸν ὠκεανὸν {πηλὸν ἀϊδνόν} ([Callim.] fr. an.
220)
ἀϊδνή· σκοτεινή (Lyr. ad. 92?)
αἰδοῖον· αἰσχύνη r
*αἰδοῖ· [ει νικώμενος] τῇ αἰσχύνῃ P
*αἰδοῖ εἴκων· νικώμενος τῇ αἰδοῖ An τουτέστιν αἰδούμενος
(Κ 238) Σ
*αἰδοίη· αἰδοῦς ἀξία (Β 514 ..) An
*Ἄϊδος· εἰς ᾅδου (Γ 322 ..) Ab
*αἰδοῖος· δίκαιος, τίμιος A
Ἄϊδος κυνέη· νέφος τι σκότους (Ε 845)
{αἰδοῖος·} αἰδοῦς ἄξιος (Γ 172) r καὶ ἐπὶ τοῦ αἰδουμένου δὲ
χρῆται τῇ λέξει Ὅμηρος καὶ ἐπὶ τοῦ ἱκέτου· κακὸς δ' αἰδοῖος
ἀλήτης (ρ 578)
αἰδοῦμαι· αἰσχύνομαι (Eur. Or. 37 ..) r. b
Αἰδοῦς βωμός· Ἀθήνῃσιν ἐν τῇ ἀκροπόλει Αἰδοῦς καὶ Ἀφελείας
εἰσὶ βωμοὶ πρὸς τῷ ἱερῷ
*ἀΐδρει· ἀπείρῳ, ἀμαθεῖ (Γ 219) (n)
ἁιδοφοῖται· οἱ λεπτοὶ καὶ ἰσχνοί (p) καὶ ἐγγὺς θανάτου ὄντες
(Ar. fr. 149,6)
ἀϊδρείῃ· ἀπειρίᾳ, ἀμαθίᾳ· πολέμοιο (Η 198)
ἄϊδροι· ἀΐδριες. Ἴων Τεύκρῳ (fr. 34)
ἀϊδροφῶντι· ἀνδρῶν ἀναιρετικῶν (Β 651 ..)
*†αἴδυλος· θρασύς Anp
ἀΐδρυτον κακόν· Κρατῖνος Σεριφίοις (fr. 209) {οἰκοῦσιν
φεύγοντες ἀΐδρυτον κακὸν ἄλλοις}· κακοΐδρυτον, ἢ
οἷον ἄλλοι αὑτοῖς οὐκ ἂν ἱδρύσαιντο, τὴν φυγήν, ὡς εἴ τις
ἄγαλμα ἱδρύσαιτο
αἰδώς· *αἰσχύνη vgAb ... τὴν τοῦ σώματος αἰσχρότητα
(Β 262)bp ... τὰ αἰδοῖα καὶ ἡ σελήνη, παρὰ Χαλδαίοις
ἀίδων· [λέγων]
*Ἀϊδωνέος· τοῦ ᾅδου A(b)
Ἀϊδωνεύς· ὁ θεός. καὶ ὁ τόπος (Υ 61)
*Ἀϊδωνῆϊ· τῷ ᾅδῃ (Ε 190) Ab
αἰδὼς Ἀργεῖοι· αἰσχύνῃ ... γεγονότες (Ε 787)
*Ἀϊδώνια· θανάσιμα gA
†αἰδῶσσα· τῆς αὐλῆς τὰ τειχία p
ἀϊδώτατον· [τειχίονα]
*ἄϊε δέ· ἤκουε δέ (Φ 388) Ab
αἰεί· *ἀεί, διαπαντός (Α 107) συνεχῶς A ἔστι δὲ καὶ δι' αἰῶνος·
θεῶν αἰειγενετάων (Β 400) καὶ τὸ μετὰ χρόνον. καὶ τὸ συνεχῶς,
καὶ πυκνῶς. καὶ τὸ δι' ὅλου· αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν
ἐόντα (Α 541), καὶ τὸ καθ' ὥραν τεταγμένην συμβαῖνον· μάλα
κεν βαθὺ λήϊον αἰεί (ι 134), καὶ τὸ ἐν βραχεῖ χρόνῳ συνεχές· αἰεὶ
δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον (Ψ 502)
*ἀΐει· ἀκούει n(Σ) αἰσθάνεται (Σ)
αἰειγενετάων· *διαπαντὸς ὄντων Ab, ἢ διὰ παντὸς ἐνεργούν-
των καὶ γενεσιουργούντων (Β 400)
ἄϊες· ἐπύθου (Eur. Hipp. 362 ..) [ἐκοιμήθη]
αἰεὶ νέον ἐρχομενάων· διαπαντὸς νεωστὶ ἐρχομένων. ἀθρόως
γὰρ εἰσελθοῦσαι ἐπὶ λειμῶνα ἀνθῶν ἢ ἀλλαχοῦ που αἱ μέλισσαι,
μικρόν τι τῆς πτήσεως μετελθοῦσαι διϊστῶσιν, ὡς ὁμοίως καὶ
δεύτεραι πετασθεῖσαι, καὶ αὖ πάλιν τρίται, εἶτα τῇ τάξει
ἀναπέτονται πάλιν, ὡς δοκεῖν αὐτὰς κατ' ὀλίγον ἀναπετομένας,
ἀρχὴν τῆς πτήσεως λαμβάνειν (Β 88)
αἰέσκοντο· [κυλίζοντο]
αἴελχος· [κλάδος δάφνης r. Abp]
ἀίεν· [*διαπαντός vg] ἐπαισθάνεσθαι
ἄιεν δέ· [ἤκουεν δέ]
αἰετὸν κάνθαρος μαιεύσομαι· παροιμία. τὰ γὰρ ὠιὰ τοῦ
ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι κυλίοντες
αἰετὸς αἴθων· ὁ ἔνθερμος, καὶ πυρώδης, καὶ ξανθός (O690) ‖ καὶ
τὸ πτηνόν. καὶ ὄροφος. καὶ τὸ ἐπὶ τῷ γείσῳ κυμάτιον
[αι]ἑωυτῷ· ἑαυτῷ (Hdt. 1,28 ..)
αἱ ἐξαίρετοι· αἱ ἐπίλεκτοι (Β 227)
αἰζᾶεν· εὐτραφὲς βλάστημα
αἰζαόν· τὴν μέσην ὥραν
αἰζασία· ἄμπελος οὕτως λεγομένη
†αἰζέων· ὀρῶν [ὑψηλῶν p
αἰζηοί· νεανίσκοι Ab οἱ τῷ αἵματι ζέοντες. ἢ οἱ ἄγαν θερμοὶ καὶ
θυμώδεις (Γ 26 ..)
*αἰζήϊος· ἀκμάζων (Ρ 520) r. vgAb
*αἰζηιῶν· νεανιῶν (Β 660 ..) A
†ἀΐζηλος· ἄδηλος (p)
†αἰζηνεκές· διηνεκές, αἰώνιον
αἰζητόν· [πνευστικόν. καὶ πυρῶδες]
ἀιζόκροτον· ξηρασίαν (p)
†αἰζυκτή· ἡ γῆ
αἰηνά· [τὰ μικρὰ τῶν δένδρων. ἄλλοι δὲ αἰῆνες]
{αἰηνές·} αἰώνιον, βλαβερόν (Archil. fr. 38)
*αἴης· γῆς g γαίης (Β 162 ..) A
*αἰήσυλον· ἄνομον (A) [οὐ] κακοποιόν (Ε 876)
αἰῆται· ἄνεμοι (Tb)
αἴθ' ὄφελες· εἴθ' ὤφειλες (Α 415)
αἴητον· πνευστικόν, ἢ πυρῶδες. ἐπὶ τοῦ Ἡφαίστου (Σ 410)
αἰθαί· μέλαιναι ‖ *καὶ [πομφόλυγες gnhp
*αἰθάλη· σποδός. τὸ ἐκ καμίνου μέλαν (Exod. 9,8) vgAP
*αἰθάλη· τέφρα w σποδός b
Αἰθαλίδαι· δῆμος τῆς Λεωντίδος φυλῆς
αἰθαλίδες· τὰ ἐν τῷ σίτῳ γινόμενα ἢ τοὺς ἐπὶ τῷ ὕδατι σταλα-
γμοὺς τοῦ ἐλαίου
αἰθαλόεν· *κεκαυμένον r. An λαμπρόν. ἐμπεπρησμένον (Β 415)
αἴθαλος· ἡ τοῦ πυρὸς ἀποφορά. καὶ ἡ ἐν τῷ ὀρόφῳ αἰθάλη
*αἰθαλώδης· καπνώδης r. A σκοτώδης vgA
†αἰθερτητόν· ἐνθυμητόν. Κρῆτες
*αἴθε· εἴθε (Δ 178 ..) vgn [μακάρι]
*αἴθειν· καίειν (Eur. Rhes. 78) vAP
*αἰθέριον· ... καὶ οὐράνιον (Eur. Andr. 831?) Apw
*αἰθέρος· ἀέρος (Β 458) vgA ἢ ὑπὲρ τὸν ἀέρα ὄντος A
αἰθέριος ῥύμβος· οὐρανός (Critias fr. 19 D)
αἰθέρα· ἐμπυρισμόν, ἀπὸ τοῦ αἴθεσθαι. Εὐριπίδης Τρῳάσιν
(1079)
αἴθεσθαι· καίεσθαι (Eur. Bacch. 624)
*αἴθεται· καίεται A λαμπρῶς (Eur. Tro. 298)
*αἰθερονόμων· τῶν ἐν ὕψει τὴν νομὴν ἐχόντων vgn
αἰθόμενοι· καιόμενοι (Λ 775)
αἰθήρ· ὁ ὑπὲρ τὰ νέφη τόπος
αἰθὴς πέπλος· Κρατῖνος Κλεοβουλίναις (fr. 88)· †ἐκβάλλοντες
τοὺς αἰθεῖς πέπλους
Αἴθικες· ἔθνος παρὰ τὴν Θεσσαλίαν, ὅ ἐστιν Δολοπία (Β 744)
αἴθινος καπνός· ὁ δριμύς (Eur. fr. 781,48) p
αἰθίνην· καυσίμην (r)
Αἰθιοπία· ἡ Σαμοθρᾴκη r
Αἰθοπίης παῖδα· τὸν Διόνυσον· Ἀνακρέων (fr. 135), ἄλλοι
τὸν οἶνον, ἄλλοι τὴν Ἄρτεμιν
Αἰθιοπικόν· ἀκακία
αἰθιοπίς· φλομώδης πόα p
αἴθρια· Κρατῖνος Δηλιάσιν (fr. 22). Ὑπερβορέους αἴθρια τιμῶν-
τας στέφη· τὰ γὰρ Ὑπερβορέων ἱερὰ κατά τινα πάτριον
ἁγιστείαν οὐχ ὑπὸ στέγην, ἀλλ' ὑπαίθρια διαφυλάττεται
Αἰθίοψ· ὁ Λέσβιος. [μέλας (pb) ἢ τὸ κεράμιον
αἶθμα· δέλεαρ
αἰθόλικας· φλυκταίνας (Hippocr. us. hum. 6) (rp)
*αἰθόν· λαμπρόν, πυῤῥόν A μέλαν
αἴθωνα· [*μέλανα vgP] πυρώδη (Λ 548) [ἢ *θερμαντικόν
(Α 462) (hp)]
*αἰθομένου· καιομένου (Χ 135) (vgn)
αἴθοπα οἶνον· θερμαντικόν (Α 462 ..) (r)
*αἴθοπος· διαπύρου. μέλανος A
*αἶθος· καῦμα (Eur. Rhes. 990) r. vgAb
*αἰθούσῃ· στοᾷ (Ι 47) A ἢ λαμπρᾷ
*αἴθουσαι· καίουσαι A
αἰθούσης· τῆς πρὸς ἥλιον ἀνίσχοντα τετραμμένης, ἢ τῆς πρὸς
τὴν δύσιν. ἀπὸ τοῦ καταίθεσθαι ὑπὸ ἡλίου (ο 146 ..)
αἰθούσαις· λαμπούσαις
αἰθρεῖ· χειμάζει
*αἰθρία· εὐδία (Xen. Hell. 7,1,30 ..) vgAn
αἴθρη· αἰθρία. αὐγή. εὐδία. ἀὴρ καθαρός (ζ 44 ..) ἔστι δὲ καὶ
[ὄνομα κύριον τῆς Πιτθέως θυγατρός (Γ 144) r
αἰθρηγενέτην· εὐδίαν ποιοῦντα (ε 396)
αἰθρινόν· πρωϊνόν r
*αἴθριος· ὑπὸ τὸν ἀέρα (Iob 2,9) r. vgA
αἶθρος· ψῦχος τὸ ὀρθρινόν (ξ 318) T. n
αἴθυγμα· σκίασμα. κίνημα
αἴθρῳ· τῷ ἐκ τῆς αἰθρίας πνεύματι (ξ 318)
*αἴθυια· εἶδος πετεινοῦ (ε 337) AP
αἴθυιαι· ἐνάλιαι κορῶναι r(n)
αἰθυίας ἄνθος· βοτάνης εἶδος
Αἰθύμαι· †οἰκτρὸν κατοικήσαντες οὕτως ἐκαλοῦντο
(*)†αἰθύνεσθαι· λαμβάνεσθαι. αἱρεῖσθαι. ἀγαγέσθαι. κρατεῖν
*αἰθύσσει· ῥιπίζει Ab
αἰθύσσειν· [ἀνασείειν. Σίνωνι Σοφοκλῆς]
(*)αἰθύσσοντος· ὁρμῶντος (Greg. Naz. c. 1,2,25,18 p. 814)
αἴθων· λάμπων
*αἴθωνας· λαμπρούς (Ι 123 ..) vgA
αἴθων· μέλας (Ο 690) p
αἴθ' ὥς· εἴθ' οὕτως
αἴ κα· ἐάν
αἰκάζει· καλεῖ
αἰκάλλει· σαίνει, [θωπεύει (Ar. Eq. 211) r
ἀϊκάς· τὰς ὁρμάς w καὶ τὰς φοράς (Ο 709)
αἴκαλος· κόλαξ {ἀπατεών} r
*αἴ κε· ἐάν πως (Α 408 ..) Ab
αἴ κε· ἐάν n τὸ δ' αὐτὸ δηλοῖ, κἂν μετὰ τοῦ ν λέγηται. οἷον·
αἴ κεν, [αἴ κέν πως· ἐάν {πως} (Α 66 ..) n
*αἴ κεν ἴδηαι· ἐὰν θεάσῃ (Ρ 652) A
*ἀϊκελίου· εὐτελοῦς, εὐκαταφρονήτου (Ξ 84) A
*αἴ κε πίθηαι· ἐὰν πεισθῇς (Α 207) A
αἴ κε ποθί· ἐάν ποτε (Α 128)
ἄϊκες· ὁρμαί n
ἀϊκή· ῥιπή, κίνησις
*αἰκία· πληγή. ὕβρις vgA βάσανος. μάστιξ A
αἰκίζεται· μαστίζεται p(n) ὑβρίζεται (Soph. Ai. 65)
αἰκίσμασι· πληγαῖς, μάστιξιν
αἰκισμῶν· μαστίγων, πληγῶν
αἰκιῶν· βασάνων, πληγῶν
ἄικικα· ὕβρικα
αἶκλοι· αἱ γωνίαι τοῦ βέλους A
αἶκνον· δεῖπνον r. b
αἶκλος· ὁ ἑσπέριος
αἴκολα· αἰσχρά
ἄϊκτος· ἀπρόσιτος
ἀϊκτή· ἡ κρηπίς. οἱ δὲ ἡ ἀκτή
αἴκουδα· αἰσχύνη. Λάκωνες
ἀικῶς· αἰκιστικῶς, ὑβριστικῶς (Χ 336) χαλεπῶς. ἀπὸ τῆς
αἰκίας (Plat. com. fr. 225)
*αἴλινος· ὕμνος b θρῆνος r (vgAn)
*αἴλιοι· σύγγαμβροι gA
ἀϊλεῖν· [θωπεύειν]
αἰλότροπον· ἀλλοιότροπον
αἰλούριος· ῥίζα τις οὕτω καλουμένη
*αἷμα· γένος, σπέρμα· vgA ταύτης τοι γενεῆς τε καὶ αἵματος
εὔχομαι εἶναι (Ζ 211), κατὰ μὲν τὴν γενεὴν τοῦ πατρὸς θεωρου-
μένου, κατὰ δὲ τὸ αἷμα τῆς μητρός. τὸ γὰρ καταμήνιον αἷμα
τῇ καταβολῇ τῆς γονῆς παγὲν καὶ σὰρξ γενόμενον διαπλάττε-
ται ὑπὸ φύσεως. ὁτὲ δὲ συνήθως αὐτὸ τὸ αἷμα, ὡς τό· ῥέε δ'
αἷμα κατ' οὐταμένης ὠτειλῆς (Ρ 86) ὁ δὲ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ
(394) τὴν μάχαιραν ἔφη Σ
†αἰμαλέον· ἀσθενές
αἱμαλέα· ἀλλάντια
αἱμακουρίαι· τὰ ἐναγίσματα τῶν κατοιχομένων (Pind. O. 1,90)
αἷμα παχὺ πτύοντα· πολύ. τὸ γὰρ ὀλίγον τῷ σιάλῳ λεπτύ-
νεται (Ψ 697)
αἱμασιά· τὸ ἐκ πολλῶν λίθων λογάδων ἄθροισμα
αἱμασιαί· ... *ὡς φραγμοὶ πλατεῖς ἀπὸ πλίνθου {οἰκοδομηθέν-
τες} (Hdt. 1,180,2) A ... {περιτείχισμα} θριγκῶδες. Ἀπίων
ἀβασία, ἐφ' ἣν οὐκ ἔστιν ἐμβῆναι (σ 359)
a) αἵματος ἆσαι Ἄρηα· αἵματος κορέσαι τὸ δόρυ. ἢ αἵματι
μολῦναι καὶ χρῶσαι αὐτό· ἄση γὰρ ἡ ῥυπαρία (Ε 289) ὅθεν
καὶ ἀσάμινθος, ἐν ᾗ τὴν ἄσην μινύθοντε{ς ἐλούοντο} b) †{ἐνεο-
ρεῖ}· ... Σοφοκλῆς Εὐμήλῳ (fr. 202)
αἵματι φοινόν· πυῤῥόν (Π 159)
αἱματίτης· ἡ φλέψ rp ἰδιαίτερον δὲ [αἱμοῤῥοΐς. καὶ ὁ λίθος p
αἱματόεντα· ᾑματωμένα (Ν 617)
*αἱματωπούς· αἷμα βλεπούσας (Eur. Or. 256 ..) A
αἱματῶσαι· φονεῦσαι (Soph. fr. 897) ἢ φοινίξαι
αἱματόεσσα· αἱματώδης (Β 267) r
αἱμαχέναι· αἱμάξαι
αἱμαχθέντες· τῷ αἵματι χρανθέντες
αἱμηραί· αἱματώδεις
αἱμνίον· σφάγιον (γ 444)
*αἱμοβόρου· αἷμα ἐσθίοντος· βορὰ γὰρ ἡ τροφή r. vgA
αἱμοί· δρυμοί. Αἰσχύλος Αἰτναίαις (fr. 9)
αἱμόκερχνα· †ἠχοῦντα (Hippocr. Epid. 4,37)
*αἱμύλος· δόλιος (Eur. Rhes. 709) A
*αἵμονα· ἐπιστήμονα, ἔμπειρον (Ε 49) An
*Αἵμονά τε κρείοντα· τὸν βασιλέα Αἵμονα (Δ 296) A
αἱμωποί· αἱματώδεις (r)
*Αἱμονία· ἡ Θεσσαλία. καὶ ἡ Ἔφεσος n
*†αἱμός· τράχηλος r. n
*αἵμους· ὀβελίσκους (A)
αἱμορυγχιᾶν· καθῃμάχθαι τὸ ῥύγχος (Hermipp. fr. 80)
αἱμοφόρυκτα· αἵματι μεμολυσμένα, καὶ ἀναπεφυρμένα (υ 348)
αἱμυλίοις· κολακευτικοῖς (α 56?) (Greg. Naz.?)
*αἱμύλα· προσηνῆ (Hes. op. 374) n
αἱμυλίοισι· συνετοῖς καὶ προσηνέσιν (α 56)
αἱμύλος· ἀστεῖος P συνετός. [ὀξὺς ἐν τῷ λέγειν r
*αἱμωδιᾶν· τὸ τοὺς ὀδόντας ναρκᾶν r. A ἀπὸ ὁράσεως ἢ ἀκούς-
ματος
αἱμώθη· ᾑματώθη
αἰνά· δεινά, κακά (Χ 431 ..)
αἰναρέτη· ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένε (Π 31) (p)
*αἰνέομεν· αἰνοῦμεν (Δ 29?) T. A
*αἰνεῖτε· συγκατατίθεσθε (Θ 9) w
Αἰνείαο· τοῦ Αἰνείου (Ε 263)
*αἰὲν ἐόντες· διὰ παντὸς ὄντες (Α 290 ..) Ap
αἰνεπίκουρος· ἐπὶ κακῷ βοηθῶν r
*αἰνέσαιμι· ἀναπείσαιμι (vg) A
αἰνέσιμοι· καθήκοντες
αἰνετὰ νεικείοντα· τὰ ἐπαίνου ἄξια ...
αἰνή· δεινή (Ε 379)
*αἰνήν· δεινήν (Δ 65) vgA
*αἰνίγματα· ζητήματα (Eur. Phoen. 1688) Ab ὁμοιώματα h
τεκμήρια (1. Cor. 13,12?)
αἰνήθεστος· οὐκ εὐλιτάνευτος
αἰνήσαιεν· καταδέξαιντο
αἰνήσωσιν· ἐπαινέσωσιν, συγκαταθῶνται (π 403)
*αἴνιγμα· πρόβλημα A ζήτημα (Prov. 1,6?) vgA
*αἰνιγματωδῶς· δυσχερῶς, ἀσυμφώνως vgAn
αἰνίζομαι· θαυμάζω. ἐπαινῶ. ὁ δὲ Κομανός· αἰνίσσομαι, κατα-
πλήσσομαι (Ν 374)
*αἰνίξηται· ὑποφήνῃ A(vg)
*αἰνίττεται· ἀσήμως λέγει vg ἀποτείνεται. ἐπισημαίνει (Plat.
ap. 21 b) A
*αἰνιττόμενος· δι' αἰνιγμάτων ἢ παραβολῶν λαλῶν (Aesch.
2, 108) vgA
*αἰνόθεν αἰνῶς· τῶν δεινῶν δεινότατον (Η 97) A
Αἰνόθεν· ἀπὸ τῆς Αἴνου. Αἶνος δὲ πόλις τῆς Θρᾳκίας (Δ 520) r
αἰνόθεν· ἐκ κακῶν (Η 97)
*αἰνοτόκος· †κακὴ γέννησις (Α 414?) (g)
αἰνον· †σημεῖον. αἰνότατε Κρονίδη (Α 552) καὶ δεινόν· Τρώων
δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή (Ζ 1) ἀλλ' ἐμοὶ οὐκ ἐντεῦθεν
ὀΐομαι αἰνὸν ὄνειρον ἐλθέμεναι (τ 568) ... {τί} με χρὴ μητέρος
αἴνου; (φ 110)
*αἰνόν· ἐναγῆ g δεινόν gA χαλεπόν (τ 568 ..) g
αἵνων· βαρυτόνως ... ἐπαινῶν τι
*αἰνότοκος· ὁ ἐπὶ κακῷ τεχθείς vgn
*αἰνότατον· δεινότατον vgA
*αἰνόμορον· κα{κοθάνατον} (Χ 481) r. vgn
*αἴνους· ἐπαίνους, ὕμνους (Sap. 18,9) vgA
*αἰνύμενος· ἀφαιρούμενος, λαμβάνων (# 232) A
αἴνυται· ἀφαιρεῖται, λαμβάνει (Ξ 144) r
*αἴνυτο· ἀφῃρεῖτο r ἐλάμβανεν (Λ 597) rA
αἰνῶ· παρίημι. παραιτοῦμαι. καὶ ἐπαινῶ. Σοφοκλῆς Ἀλκμέωνι
(fr. 105)
αἵνων· πτίσσων
αἰνῶς· δεινῶς (δ 597) r. n καὶ χαλεπῶς, καὶ λίαν r ἢ μάλιστα
αἲξ οὐρανία· τὰ τοῦ λευκοῦ κυάμου γένη, ᾧ ἐψήφιζον καὶ
ἐχειροτόνουν (Cratin. fr. 244)
αἲξ [{αἶγα ἢ}] {τὴν μάχαιραν}· παροιμία ἐπὶ τῶν †μελῶν τοῖς
ἑαυτοῖς ποιούντων, ἀπὸ ἱστορίας τοιαύτης. Κορίνθιοι θυσίαν
τελοῦντες Ἥρῃ, αἶγα τῇ θεῷ ἔθυον. τῶν δὲ κομισάντων μισθωτῶν
κρυψάντων τὴν μάχαιραν καὶ σκεπτομένων ἔνθα ἀπέθεντο, ἡ
αἲξ τοῖς ποσὶν ἀνασκαλεύσασα ἀνέφηνεν, καὶ τὴν μὲν σκῆψιν
αὐτῶν διήλεγξεν, ἑαυτῇ δὲ τῆς σφαγῆς αἰτία γέγονεν. ὅθεν {ἡ}
παροιμία
*ἀΐξας· ὁρμήσας (Ε 81) vgAS
αἰξωνεύεσθαι· κακηγορεῖν (Men. fr. 256)
Αἰξωνίδα τρίγλην· δοκοῦσι κάλλισται εἶναι αἱ Αἰξωνικαὶ
τρίγλαι (Cratin. fr. 221)
Αἰολάδαι· παρὰ Δελφοῖς γένος τι
*αἰόλοις· τοῖς εὑρετικοῖς καὶ συνετοῖς A [κορέσσαι]
*ἀϊόνες· αἰγιαλοί (vg)
αἵ οἱ· αἵτινες αὐτῷ (Λ 228 ..)
*αἰόλα· ποικίλα Pp ταχέα
Αἰολεύς· ὁ καικίας ἄνεμος, ὁ Καΐκου
Αἰολίδης· ὄνομα (Ζ 154)
*αἰολίσας· ἀθροίσας (Ζ 279) (vg)
αἰόλλει· ποικίλλει. στρέφει. κινεῖ (υ 27)
αἰόλη νύξ· ἤτοι μέλαινα, ἢ ποικίλη διὰ τὰ ἄστρα. Σοφοκλῆς
Τραχινίαις (94)
αἰολίδας· ποικίλους. ταχεῖς
Αἰολίη· ἡ τοῦ Αἰόλου νῆσος (κ 1)r
αἰολίζειν· ποικίλλειν (Soph. fr. 826)
Αἰόλιος· κιθαρῳδικὸς νόμος οὕτω καλούμενος
Αἰολίωνες· Αἰολεῖς, ἀπὸ τοῦ Αἰόλου
Αἰολικὸν θέαμα· ἀντὶ τοῦ Αἰτωλικόν, παρὰ Θεοκρίτῳ (1, 56)
ἡ γὰρ Καλυδὼν Αἰολὶς ἐκαλεῖτο
*αἰολοθώρηξ· ποικίλον θώρακα ἔχων (Δ 489)r
αἰολόδωρον· ποικιλόδωρον (Greg. Naz. c. 1,1,3,5)
αἰόλος· *ποικίλος vgA ἢ εὐκίνητος. ἀπὸ {τοῦ} αἰολεῖν, ὅ ἐστι
κινεῖν (Μ 167)
αἰολοτίας· ποικίλος
αἰολοπώλους· ταχυπώλους r ἢ ποικιλοπώλους. αἰολεῖν γὰρ
τὸ κινεῖν (Γ 185)
ἅλιον· μάταιον (Δ 158) gS
ἄϊον· ἤκουον, καὶ ᾐσθανόμην (Ο 252)
†αιον· [κάταντες, ἢ ἑτεροκλινές, ἢ πλάγιον]
ἀΐοντες· αἰσθανόμενοι (Λ 532) T
*ἄϊον ἦτορ· ἐξέπνεον τὴν ψυχήν (Ο 252) A
αἰονᾶν· καταντλεῖν. σμήχειν. [λούειν r
αἰουλγός· [δεινός. ψευδής p]
*αἰπά· ὑψηλά (Θ 369) A χαλεπά
Αἴπεια· πόλις ἐν Ἄργει (Ι 152) r
*αἰπεινόν· ὑψηλόν (Ο 257)
*αἰπεῖα· ὑψηλή (Β 811) AP
ἇιπερ· ὥσπερ
Αἴπιον· πόλις Πελοποννήσου
*αἰπόλια· αἰγονόμια (Β 474) Σ
*αἰπολίου· αἰγιδίου (Prov. 24,66) A
αἰπόλος· *αἰγονόμος, ποιμὴν vgA τῶν αἰγῶν. Αἰπόλια δὲ αἱ
τῶν αἰγῶν ἀγέλαι (Δ 275) καὶ [{ἀίπολος}·] κάπηλος p παρὰ
Κυπρίοις
*αἱ πορεῖαί σου· αἱ ὁδοί σου (Ps. 67,24) vA
*αἶπος· κάματος (Eur. Alc. 500?) ἢ ὑψηλὸς A τόπος. ἢ ὑλώδης
(Eur. Phoen 581)
αἰπύ· *τὸ ὑψηλόν (Β 603) gAP καὶ χαλεπὸν (Ν 317) καὶ
σκληρόν· ἢ πόλις τῆς Πύλου (Β 592)
*αἰπύν· ὑψηλόν (Ε 366) vn καὶ μέγαν, ὀλέθριον n καὶ χαλεπόν
(Ζ 57)
*αἰπύς· μέγας vg δεινός (Λ 174) g ὑψηλός v μετέωρος
αἰπύτιον· [ὑψηλόν] τὸν τοῦ Αἰπύτου· Αἰπύτιον παρὰ τύμβον
(Β 604) Αἴπυτος δὲ εἷς ἐστι τῶν τοῦ Ἀρκάδος παίδων, ἥρως
{καὶ} βασιλεὺς Ἀρκάδων
αἰπυτάτην· ὑψηλοτάτην
αιρ· [ὀξύβαφον]
αἶρα· σφῦρα. ἀξίνη (Callim. fr. 115,12?) p
a) αἵ ῥα· αἵ τινες δή (Τ 31 ..) b) {αἱρετοί}· ἄρχοντες
αἴρας· ἀγρίας βοτάνας r
αἴρει· ἐγείρει (n) αὔξει. κουφίζει. βαστάζει. *κατὰ κράτος λαμβά-
νει (Γ 446 ..) Σ
αἱρείτω· λαμβανέτω (Β 34)
αἴρειν μασχάλην· οὕτως εἰώθασι λέγειν ἀντὶ τοῦ ὀρχήσασθαι.
οἱ δὲ τὸ ἀγροικικῶς ὀρχεῖσθαι
αἴρειν τραπέζας· παρατιθέναι
αἱρεῖ· δοξάζεις, ἡγῇ. Εὐριπίδης Φιλοκτήτῃ (fr. 802)
*αἵρεσις· βούλησις A
αἱρέσομεν· ἐπιλέξομεν
*αἱρετιεῖ με· προτιμοτέραν ἡγήσεταί με (Gen. 30,20) vgA
αἱρεθέντας· κατὰ κράτος ληφθέντας
αἱρετίζειν· αἱρεῖσθαι. ἀρέσκεσθαι
*αἱρετίς· A ἀγαπῶσα. ἀγαπωμένη (Sap. 8,4)
*αἱρουμένην· ἐπιλεγομένην. ὅθεν καὶ ὁ αἱρετικός, ὁ ἄλλο τι
παρὰ τὴν ἀλήθειαν αἱρούμενος ἔχειν A
*αἱρετιῶ· προσλαμβάνω, αἱρῶ αὐτοὺς πρὸς ἐμαυτόν (Mal.
3,17) A
ἀϊόνες· αἰγιαλοί p
*αἱρετόν· ἐπιθυμητόν vgA ἐκλεκτικόν (Sir. 20,25 ..)
*αἱρετώτεραι· καλλιώτεραι (Prov. 16,16) A
*αἱρησαμένων· βουλευσαμένων gA
*αἱρήσαντας· πορθήσαντας A
*αἱρήσασθαι· λαβεῖν. βουληθῆναι A
αἱρήσεται· ἐκλέξεται (r)
αἱρησάμην· ἐξελεξάμην
*αἱρήσομεν· πορθήσομεν vgA ἐξερημώσομεν (Β 141) vg
*αἱρήσομαι· σκέψομαι, βουλεύσομαι, ἐκλέξομαι (Phil. 1,22? Eur.
Or. 307?) vgA
Ἄϊρος· ἐπὶ κακῷ Ἶρος ὀνομασθείς (σ 72)
αἴροντας· †μισοῦντας
αἰρόπινον· σκοτεινόν. καὶ τὸ [κόσκινον pdb ἐν ᾧ πυροὶ σήθον-
ται (Ar. fr. 480)
*αἱροῦμαι· ἐπιλέγομαι vd ἢ λαμβάνω [ἢ βούλομαι n
*αἰρομένη· ἐπαραμένη vg
*αἱρουμένοις· βουλομένοις A(P)n
*ἄϊρον· ἄῤῥητον. ἀθώπευτον A ἀκολάκευτον
*Ἀτρυτώνη· ἀκαταπόνητε (Β 157) AS
αἶσα· μοῖρα· "λαχόντα τε ληΐδος αἶσα{ν}" (Σ 327) καὶ ἡ πεπρω-
μένη· "αἶσα γὰρ ἦν ἀπολέσθαι" (θ 511) καὶ τὸ καθῆκον "ἐπεί
με κατ' αἶσαν ἐνείκεσας" (Γ 59)
αἴσακος· ὁ τῆς δάφνης κλάδος r T. n ὃν κατέχοντες ὕμνουν
τοὺς θεούς T. n
ἀΐσαντες· αἰσθόμενοι
αἰσάρων· εἶδος ἱέρακος
ἀισείεις· ἀιστικῶς ἔχεις
Αἴσηπος· ποταμός (Β 825 ..) καὶ ὄνομα κύριον (Ζ 21)
αἴσῃ· βουλῇ (Ι 608)
αἰσθάνεσθαι· κατανοεῖν
*αἴσθεσθε· μάθετε A
ἄϊσθε· ἐξέπνει (Υ 403)
*αἴσθησις· νόησις (Prov. 12,1 ..) d
*αἰσθήσεις· παρὰ τὸ αἰσθάνεσθαι A εἰσὶ δὲ τοῦ ἀνθρώπου
σώματος αἰσθήσεις πέντε· ὅρασις, ὄσφρησις, ἀκοή, γεῦσις καὶ
ἁφή vgA ἁφὴ δὲ λέγεται ἡ διὰ τῶν χειρῶν αἴσθησις A
αἰσθητά· [ὁρατά, τὰ τῇ αἰσθήσει ὑποπίπτοντα, [*τὰ ὁρώμενα
vgAn Ἐσθῆτα δὲ ἱμάτιον]
αἰσθήματα· τὰ τῇ ὄψει γινόμενα πάθη
*αἰσθητήρια· τὰ μέλη, δι' ὧν αἰσθανόμεθα (Hebr. 5,14) APn
*αἰσθοίμην· νοήσαιμι A
αἴσθου· σύνες, ἄκουσον, γνῶθι
*αἴσθων· ἐν αἰσθήσει ἔχων An
αἴσια· *γνήσια. δεξιά vgn ἀγαθά
αἴσια· εἱμαρμένα. δίκαια, καθήκοντα (Ζ 62 v. l.)
*αἴσιον· ὁμοίως (Ω 376) (n)
*αἴσιμον· δεξιόν AP μεμοιραμένον A ἀγαθόν (A) συμφέρον p καὶ
τὰ ὅμοια (Ι 245 ..)
*αἴσιμον ἦμαρ· ἡ μεμοιραμένη ἡμέρα (Θ 72) A
*αἴσιος· δεξιός. καλός (A) ἀγαθός pb εὐμενής (A)
αἰσιμία· θυσίας γένος
αἰσίως· καλῶς. δεξιῶς. Εὐριπίδης Τημένῳ (fr. 747)
*αἴσυλα ῥέζεις· ἀπρεπῆ πράττεις (Φ 214) vgA
*ἆισμα· ᾆσμα A
αἰσιμωμάτων· δαπανημάτων
αἰσοί· θεοί, ὑπὸ Τυῤῥηνῶν
ἄϊσον· ἄνισον. [*ἄγνωστον A]
ἀΐσονες· φραγμοί
ἀϊσόμενος· φραξάμενος
ἀΐσσονται· διασείονται A κινοῦνται. κρέμανται (Ζ 510)
αἱστίασις· ἄριστον
*†αἰστήτωρ· χοιροβοσκός g(A)n
ἀΐσσουσιν· ὁρμῶσιν (Λ 553)
ἀΐσσων· ὁρμῶν (Θ 88)
ἄϊστον· ἀφανῆ. ἀνήκοον {ἄγνωστον} (Ξ 258) A
ἄϊστος· ἀφανής b ἀνιστόρητος (α 242)
*ἀϊστωθείς· ἀφανισθείς (Σ)
ἀϊστώσας· διαχέας καὶ τήξας. Σοφοκλῆς Ῥιζοτόμοις (fr. 493).
Κόρον ἀιστώσας πυρί
*ἀΐστορες· ἄπειροι (Eur. Andr. 682) APn
ἀϊστωθέντα· ἀφανισθέντα
αἰσυιητῆρι· τῷ νεανίᾳ. ὁ δὲ Ἀπίων, τῷ βασιλεῖ τῷ τηροῦντι
τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια (Ω 347)
αἴσυλα· κακά, [ἄδικα, ἁμαρτήματα (Ε 403) p
*αἰσυμνᾷ· βασιλεύει A ἄρχει. Εὐριπίδης Μηδείᾳ (19)
Αἰσύμη· πόλις Τρωϊκή (Θ 304) r
αἰσυμνῆται· οἱ τοῦ ἀγῶνος προεστῶτες (n) ἢ ὑπηρέται. ἢ οἱ
νεανίαι (θ 258)
αἰσύφιος· δεινός b(p) ψευδής, ἀπατεών
αἴσχεα· ὀνείδη, [ὕβρεις AP] (Γ 242)
*αἴσχεα· αἰσχύνας {ὕβρεις} (Γ 242) AP
†αἰσχητήρια· τῶν ἱερῶν
αἴσχιστος· *αἰσχρότατος (Β 216) vn κακός, [μυσαρός r
*αἰσχίω· χείρονα vgAn
αἶσχος· αἰσχρότης, κακότης, κακία (Eur. Tro. 1114) [*λοιδορία.
μῦσος vg αἰσχύνη (λ 433) vgn
αἰσχρά· μυσαρά. κακά p Εὐριπίδης Τρῳάσιν (384)
*αἰσχροκερδής· ἐπιθυμητὴς κακῶν (Ep. Tit. 1,7 ..) A
*αἰσχρουργίας· αἰσχρὰς ἐργασίας (Eur. Bacch. 1062?) A
αἰσχροῖς· τοῖς αἰσχύνην ἐνεγκεῖν δυναμένοις (Γ 38 ..)
αἰσχυνετάειν· καταισχύνειν
αἰσχύνη· ἐντροπή r
αἰσχύνει· αἰκίζεται. λυμαίνεται. αἶσχος περιτίθησιν (Ω 418)
*αἰσχυντηλός· αἰσχυντηρός APb
Αἰσώπου γελοῖον· οὕτως ἔλεγον τοὺς Αἰσώπου μύθους. καὶ
ἐν τοῖς δικαστηρίοις κοινοῖς ἔστιν ὅτε τοῖς Αἰσωπείοις ἐχρῶντο
μύθοις (Ar. Vesp. 566)
*[ἀΐτα· πνοήν] n
*ἀΐταν· [ἕτερον P]
*ἀΐτας· ἑταῖρος (Theocr. 12,14) Ab
*αἰτία· πρόφασις rp
*†Αιταί· θυγατέρες Διός, αἱ τοῖς δεομένοις βοηθοῦσαι (Ι 502) A
†αἰτῆ· ἀπλήρωτον
αἰτητά· τὰ κατ' ἔρανον διδόμενα
*αἰτιαμάτων· ἐγκλημάτων vg(n)
αἰτιατά· τὰ ἐκ τοῦ αἰτίου γινόμενα
αἰτίζειν· αἰτεῖν (ρ 222 ..)
αἴτης· πτωχός r
Αἰτίνη· πόλις οὕτω καλουμένη
αἴτιον· κατ' ἀρχὴν πραγματικόν
*αἰτήσας· ἀπολαύσας AP
*{αἰτιόῳτο·} αἰτιᾶται. μέμφεται (Λ 654) n
αἴτιος· ποιητής, κτιστής
Αἴτνη· ὄρος Σικελίας r. n
Αἰτναῖον κάνθαρον· τὸν μέγαν (Ar. Pac. 73)
Αἰτναία πῶλος· ἡ Σικελική, ἢ μεγάλη, ἀπὸ μέρους. Σοφοκλῆς
Οἰδίποδι ἐπὶ Κολωνῷ (312)
αἰτῶ· παρακαλῶ r
†ἄιττεσθαι· [δικάζειν, ἢ] διάζεσθαι
ἄιττων· ὁρμῶν
Αἰτώλιον· τὸν Αἰτωλὸν λέγει τῷ γένει (Δ 399)
†ἀΐτυρον· ὕαλλον (Ex. 28,19?)
αἰτῶμαι· αἰτιῶμαι
αἰτῶν· ζητῶν, παρακαλῶν (Matth. 7,8)
*αἰφνιδίως· ἐξάπινα (Thuc. 2,53,1) An
ἀΐφρουρος· †ἀιθάλη. Σοφοκλῆς (fr. 522?)
*ἀμιχθαλόεσσαν· τὴν ἀπρόσμικτον τῇ θαλάσσῃ, ἢ ὀμιχλώδη
(Ω 753) A
ἀϊχθῆναι· ὁρμηθῆναι (Ε 854)
*ἀϊχθήτην· ὥρμησαν Ab δυϊκῶς (Ω 97)
*αἰχμάζει· πολεμεῖ, μάχεται AP
*αἰχμαί· πόλεμοι (APn)
αἰχμίον· δόρυ r
*αἰχμαλωτίζοντα· εἰς δουλείαν ἄγοντα μετὰ βίας (Rom.
7,23) A
(*)αἰχμάσας· ἀκοντίσας. πολεμήσας (Greg. Naz. c. 2,1,17,83
p. 1268)
αἰχμαλωτεύσας· προνομεύσας (r)
*αἰχμάλωτον· αἰχμῇ ληφθέντα, τὸν ἐκ πολέμου λαμβανόμενον A
*αἰχμάς· τὰς ἐπιδορατίδας, τὸν σίδηρον τῶν δοράτων gA
*αἰχμάσουσι· καταστοχάζουσιν (Δ 324) (g)
αἴχματα· [ἐχέματα. καλύματα]
αἰχμητάων· τῶν πολεμικῶν (Α 152 ..)
*αἰχμή· ἐπιδορατίς. ὁ σίδηρος τῶν δοράτων (Γ 348) n ἢ πόλεμος·
Αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι (Δ 324)
*αἰχμητής· μάχιμος vgAn πολεμιστής (Γ 179 ..) vgA
αἴχμιπποι· πολεμικοὶ ἱππεῖς (p)
*αἰχμή· λόγχη v δόρυ
αἰχμόδετος· αἰχμάλωτος. Σοφοκλῆς Αἰχμαλώτισιν (fr. 44)
*αἶψα· εὐθέως A ὠκέως, ταχέως (Α 303 ..) vn
*αἶψα καὶ ὀτραλέως· ταχέως πάνυ (Τ 317) gAPp
αἶψά κεν· εὐθέως ἄν (Ν 486 ..)
(*)αἶψα λέλοιπεν· εὐθὺς καταλέλοιπεν (Greg. Naz. 1,2,1,587
p. 566)
αἴψεα· [τὰ μέλη r οἱ δὲ {ἅψεα}]
αἱ ψελλίζουσαι· αἱ ἀσήμως λαλοῦσαι (Esai 29,12 ..)
αἰψηρά· ταχέα, κοῦφα r κἂν σὺν τῷ λάβδα λέγηται, {λαιψηρά}.
Ἀρίσταρχος δὲ ἐπὶ τῷ· λῦσεν δ' ἀγορὴν αἰψηρήν (β 257)
ἀντὶ τοῦ αἰψηρῶς, ταχέως, ὡς καὶ τό· βάσκ' ἴθι Ἶρι ταχεῖα
(Θ 399) ἀντὶ τοῦ ταχέως. καί· τότε μοι χάνοι εὐρεῖα χθών
(Δ 182) ἀντὶ τοῦ εὐρέως.
αἰολιγγή· σκιὰ ὀλιγόχρονος p
αἰολικῶς· ποικίλως
αἰών· ὁ βίος τῶν ἀνθρώπων, [ὁ τῆς ζωῆς χρόνος n ἆνερ, ἀπ'
αἰῶνος νέος ὤλεο (Ω 725) Τινὲς δὲ τῶν νεωτέρων [τὸν νωτιαῖον
{μυελὸν} ἀπέδωκαν, ὡς ἱπποκράτης· "{τὸν αἰῶνά τις
νοσήσας ἑβδομαῖος ἀπέθανε}" d. ποτὲ δὲ καὶ ἐπὶ τοῦ
μακροῦ χρόνου νοεῖται. καὶ ὁ ἐν παντὶ τῷ σώματι μυελός.
Εὐριπίδης δὲ Φιλοκτήτῃ (fr. 801) {αἰῶνα} τὴν ψυχὴν λέγει·
ἀπέπνευσεν αἰῶνα.
Αἰώρα· ἑορτὴ Ἀθήνῃσιν, ἣν οἱ μὲν ἐπὶ τῇ Μαλέου Τυῤῥηνοῦ
†θυειν φασι· οἱ δὲ ἐπὶ Κλυταιμνήστρας καὶ Αἰγίσθου· οἱ δὲ ἐπὶ
Ἠριγόνῃ Ἀλήτιδι τῇ Ἰκαρίου
αἰωρούμενοι· μετεωριζόμενοι (r. p)
αἰωρήσας· ἐκκρεμάσας
ἀκά· τὸ ὀξύ. καὶ ἄκρον τῆς φάλαγγος. [ἢ μάχη p
Ἀκαδημία· λουτρόν, ἢ πόλις, λέγεται δὲ γυμνάσιον Ἀθήνῃσιν,
ἀπὸ Ἀκαδήμου ἀναθέντος. καὶ τόπος. καλεῖται γὰρ οὕτως {ὁ}
Κεραμεικός
ἀκαδῆσαι· λυπηθῆναι
ἀκάζεσθαι· ἀνιάζεσθαι
ἀκάθαρτον· μανιῶδες. Ἀχαιὸς Οἰδίποδι (fr. 30)
*ἀκαθαίρετον· τὸ μὴ χειρούμενον, ἢ ἀφανιζόμενον A
*ἀκάθεκτον· ἀκατάσχετον gAPn ἀκράτητον gAP
†ἀκάθεσθαι· ἀνιᾶσθαι. στέρεσθαι. οἱ δὲ {ἀκάζεσθαι
ἀκαθόν· ἀγαθόν
*ἀκαθοσίωτον· ἄκοσμον vgAn
ἀκέσσειν· ἀποθεραπεύσειν
ἄκαινα· μέτρον τί. ἢ κέντρον, ἐν ᾧ ἀροτριῶντες κεντοῦσι (Callim.
fr. 24,6) Σ καὶ ἄκανθα
ἀκέραιος· ἄκακος. ἐλευθέριος. ἢ ἀσφαλής
ἀκακαλλίς· ἄνθος ναρκίσσου. Κρῆτες
*ἀκάκητα· ὁ μηδενὸς κακοῦ ἄξιος A ἀντὶ τοῦ ἀκακήτης (Π 185)
†ἀκάκαστον· ἀκαμπές
ἀκακέμφατος· κακῆς φήμης ἀπηλλαγμένος
ἀκακία· βοτάνη
†ἀκακίαγος· ὁμῶς δυνάμενος ... (Π 185)
ἀκακίεις· συνίεις
ἀκακίει· συνίει
ἀκακοίμεθα· λυποίμεθα (Π 16)
ἀκάκωτος· ἄλυπος
†ἀκαλαυρόπις· καλλίραβδος
ἀκαλά· ἄψοφα, ἥσυχα
Ἀκαλανθίς· ταχεῖα κύων, ὀνοματικῶς. καὶ ὄρνεον μικρόν (Ar.
Av. 872 Pac. 1078)
ἀκαλῆφαι· κνίδαι (Ar. Lys. 549)
*ἀκαλλές· ἄμορφον vgA
ἀκαλαρείταο· ἀκυμάντου, πρᾴως ῥέοντος (Η 422)
ἀκαλόν· ἥσυχον, πρᾷον, μαλακόν
ἀκαλυφῆ καὶ {ἀκάλυφον}· ἄστεγον, ὕπαιθρον (Soph. Phil.
1327)
ἀκάμαλα· τὴν κάμηλον
Ἀκαμαντίς· φυλή, ἀπὸ Ἀκάμαντος
ἀκάμαντα· ἀκοπίαστον (Σ 239) καὶ κύριον ὄνομα ἑνὸς τῶν
Ἀντήνορος υἱῶν ‖ καὶ ὄρος ἐν Κύπρῳ οὕτως καλούμενον.
ὠνομάσθη δὲ ἀπὸ Ἀκάμαντος, τοῦ Δημοφῶντος μὲν ἀδελφοῦ,
υἱοῦ δὲ Θησέως
*ἀκάμας· ἀκοπίατος, ὁ μὴ κάμνων (Σ 239 ..) P
ἀκάματον· πολύ, καὶ ἄφθονον [πολύ] (Ο 598)
ἀκάματον πῦρ· ἄπειρον πῦρ (Ε 4 ..)
*ἀκαμπής· σκληρός gA
ἄκαμπτοι δρόμοι· οἱ εὐθεῖς καὶ ἁπλοῖ. {κάμπειοι} δὲ οἷς
ἀπεδέδεικτο καμπή, ἣν περιέθεον
ἄκαμπτος· ἀκατάκλαστος, ἀκαμπής (Eur. Hipp. 1268)
ἀκαμπίας· ὁ εὐθὺς δρόμος [ἢ δρομεύς]
ἄκανος] ἄκανθα· [{χη}ρὸς εἶδος. ἔστι δὲ καὶ ἡ ῥάχις τῶν
σφονδύλων, Εὐριπίδης Τρῳάσιν (117) καὶ τοῦ ἰχθύος (Aesch.
fr. 275,3)
ἀκάνια· ξυλίνου ...
ἄκανθαι· ἄκανοι, ῥάχεις
ἀκανθές· ἀκανθῶδες
ἀκανθίας· τέττιγος εἶδος
ἀκάνθινον· ῥάμνος. καὶ ἐχῖνος
ἀκάνθιον· ἀκάνιον
ἄκανθα· λεύκη, ἢ μελάμφυλλον r
ἄκανθον· [ἄγναπτον]
ἀκανθόνωτος· ἐχῖνος
ἄκανθος· περίραμμα ὑφασμένον. καὶ ζῷον, φυτόν, καὶ πτηνόν
ἀκανθυλλίς· στρουθοῦ γένος
*ἀκαπήλευτος· ἀνόθευτος (An)
ἄκαρα· τὰ σκέλη. Κρῆτες
ἄκαρ· ἀντὶ τοῦ ἀκαρῆ (Antipho fr. 146 Bl.)
*ἀκαρεῖ· βραχεῖ A ταχέως n
ἀκαρές· τὸ περὶ τῷ μικρῷ δακτυλίδιον
ἀκαρέως· ὁλοσχερῶς
ἀκαρής· ἀντὶ τοῦ ἀκαριαίου. ἐνίοτε δὲ τὸ βραχύ, ὃ οὐδὲ κεῖραι
οἷόν τε
ἀκαριαία ῥοπή· ὀλίγη, μικρά P
ἀκαριαῖον· τὸ πρόσφατον. ἢ ἄναρχον. ἢ ἀκέφαλον. *τὸ βραχύ.
τὸ ὀλίγον vgAn
ἄκαρνα· δάφνη
ἀκάρναξ· λάβραξ
ἄκαρον· τυφλόν
ἄκαρπον· ἄγονον
ἀκαρσύας· ὁ ἀνίκητος
*ἀκαρτέρητος· ἀνυπομόνητος A
ἄκασκα· ἡσύχως, μαλακῶς, βραδέως (Cratin. fr. 126)
ἄκαστος· ἡ σφένδαμνος
ἀκασκαῖα· ἀναπεπαυμένα. ἡρμοσμένα
ἀκαστόφρων· συνετός
ἀκαταγώνιστον· ἀήττητον
ἀκαταγνώστως· ἀνεπιλήπτως (p)
*ἀκαταιτίατον· ἀνέγκλητον vgAn ἀκατηγόρητον vgA
*ἀκατάληκτον· ἄπαυστον. Λήγειν γάρ ἐστι τὸ παύειν vg(A)
*ἀκατάλληλον· ἀνάρμοστον (vgP) ἀκατάστατον (v)n
*ἀκαταμάχητον· ἀνίκητον, ἀήττητον (Sap. 5,20) vgA
*ἀκατάσειστον· βέβαιον, ἑδραῖον, ἀσάλευτον vgA
ἀκατασκεύαστον· ἀφιλοκάλητον p
*ἀκατεύναστον· ἀκοίμητον vgAn
ἀκάτια· ὑποδημάτων εἶδος (Ar. fr. 7396 III 726 K.) ἢ τὰ
μεγάλα ἄρμενα
ἀκάτιον· τὸ ἐν ἀκατίῳ ἱστίον. ἢ ὁ διοπεύων τὴν πόλιν ἄρχων.
ἢ ὁ δικαστής. ἢ ὁ μέγας ἱστός. ἢ ναῦς, ἤγουν πλοῖον. ἔστι δὲ καὶ
φιάλη, ἴσως διὰ τὸ ἐοικέναι στρογγύλῳ πλοίῳ (Theopomp.
com. fr. 3)
ἀκαχήατο· ἐλελύπηντο (Μ 179)
ἀκαχέδαται· λυποῦνται (Ρ 637)
ἀκαχείζεο· ἐν ἄχει γίνου, λυποῦ (Ζ 486)
ἀκαχεῖν· †συσχεῖν. λυπῆσαι
*ἀκαχήμενος· λυπούμενος (Ω 550 ..) T. (Pb)
ἀκαχμένον ἔγχος· ἠκονημένον δόρυ, ἐστομωμένον (Ξ 12 ..)
ἀκαχῦναι· ἀνιᾶσθαι (Antim. fr. 122 W?)
ἀκάχοιτο· λυποῖτο (Θ 207)
ἀκεᾶνες· ἰχθύες, ὑπὸ Ἀμπρακιητῶν
ἀκεανοί· οἱ μὲν τὰ ἐν τοῖς φακοῖς στρογγύλα. οἱ δὲ σπέρμα οὐχ
ἑψόμενον, οὐδὲ διαιρούμενον (Pherecr. fr. 188)
*ἀκέαστος· ἄκλαστος (Greg. Naz. 1,1,3,73 p. 414) T. (vgA)
*ἀκέεσθαι· θεραπεύειν Pp
†ἀκελλεά· ἔκλεψαν. οἱ Ταραντῖνοι
ἀκέλευθα· ἄνοδα. καὶ ἐν θυτικῇ σημεῖον, ὅταν μὴ ᾖ κέλευθος
†ἀκέλευμνον· οὐ βεβηκὸς ἀσφαλῶς. οἱ δὲ τὸν σκληρὸν σίδηρον
*ἅ κεν· ἅτινα (Θ 405 ..) Pn
*ἀκεῖσθαι· ἰᾶσθαι g παραιτεῖσθαι (Eur. Med. 199)
ἀκεινά· [κέντρον βοῶν ἀρότρου]
†ἀκείνης· ἀκοινώνητος
*ἀκεῖον· τὸ φάρμακον, καὶ ἕτοιμον ...
ἀκειόμενον· ῥάπτοντα. καὶ ἰώμενον (ξ 383)
ἀκέοντο· ἐθεραπεύοντο, ἰῶντο (Χ 2)
ἀκέοντες· ἡσυχάζοντες (ξ 195)
ἀκεόντως· ἀψοφητὶ καὶ ἡσύχως [σύνηθες δὲ τῷ ποιητῇ, τοῦ
μέτρου ἕνεκα χρῆσθαι τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν, καὶ τοῖς
μακροῖς ἀντὶ τῶν βραχέων]
*ἀκέουσα· ἡσυχάζουσα (Α 565 ..) (A)
ἀκέουσι· θεραπεύουσι p
ἀκέρα· ἔνδυμά τι πολυτελές
*ἀκέραια· σῶα. [ἀβλαβῆ Pn
*ἀκέραιον, ἀνεπίπληκτον· καθαρόν, ἄκακον (Eur. Tr. 922)
gA (Pn)
ἀκερδής· βλαβερός. ἀνωφελής
†ἀκερχές· ἀπενεχθές
ἀκερσίλα· μυρσίνη. Σικελοί
*ἀκερσεκόμης· τὴν κόμην μὴ κειρόμενος (Υ 39) b
ἀκερσεκόμης· ὁ ἄκαρτος τὰς κόμας, ἐξ οὗ δηλοῦται τὸ ἀπενθές.
διὸ καὶ Φοῖβος λέγεται ὁ Ἀπόλλων, καθαρὸς ὢν παντὸς
πάθους (Υ 39)
*ἀκέσασθαι· ἰάσασθαι g (Pn)
ἀκέσαιο· ἐξιάσαιο (Δ 36)
ἀκέσεων· ἀποθεραπεύσεων
*ἄκεσιν· ἴασιν (Hdt. 4,90,1 ..) A (n)
*ἀκέσματα· ἰάματα (Ο 394) gP
ἀκέσμιον· ἰάσιμον
*ἀκεσμόν· θεραπείαν, ἰατρείαν (A)
*ἀκεσσίπονον· {θεραπευτικόν} Σ
ἀκεσταί· εὐίατοι (Ν 115)
Ἀκεσταῖοι ὄχοι· Σικελικὰ ὀχήματα (Soph. fr. 611)
*ἀκέστρια· ἠπήτρια Σ
ἀκεστήριον· ἠπητήριον
ἄκεστρον· φάρμακον. Σοφοκλῆς Παλαμήδῃ (fr. 439)
ἀκεσταὶ φρένες ἐσθλῶν· μεταφορικῶς, εὐΐατοι καὶ εὐκατάλ-
λακτοι (Ν 115) [λέγεται δὲ καὶ ὀχήματα Σικελικὰ ἀπὸ πόλεως
Σικελίας]
ἀκεστῶν· θεραπευτῶν
ἀκέοντο· [θεραπεύοντο, ἰῶντο]
*ἀκέστωρ· ἰατρός vgAnP θεραπευτής (Eur. Andr. 900) Pp
ἀκεύει· τηρεῖ. Κύπριοι
ἀκεόμενα· θεραπευόμενα
ἀκέων· ἡσυχάζων Pb καὶ ἡσυχάζουσα· ἤτοι Ἀθηναίη ἀκέων
ἦν (Δ 22) ἢ ἐκπλαγεῖσα
ἀκέται· [ἐπίατοι. ἀκατάλλακτοι]
*ἀκή· αἰχμὴ σιδήρου. ἢ ἡσυχία γ ἢ θεραπεία. ἢ ἰάματα n
ἀκηδέα· ἀταλαιπώρητα
ἀκηδέδαται· λύπῃ κατέχονται (Ρ 637)
ἀκηδέες· ἀφρόντιδες (ρ 319). ἄταφοι. ἄλυποι
†ἀκηδής· αἰσχύνη. ὕβρις. ἀμέλεια
ἀκηδεῖς· ἀφροντίστους, *ἀμελεῖς A
ἀκήδεσεν· ἠφροντίστησεν (Ξ 427) b
*ἀκηδέστως· ἀμελῶς. [ἀφροντίστως (Χ 465) vg
ἀκηδής· ἄταφος g ἄλυπος (Ω 554) v
ἀκηδία· †ἀλυποῦσα (b)
†ἀκηκές· μέγα
ἀκήδεστοι· κηδείας μὴ τυχόντες (Ζ 60)
*ἀκήλητον· ἄθελκτον A σκληρόν
ἀκήδωτος· κηδείαν μὴ ἔχων
ἀκήλητος· ἀπαραλόγιστος. ἀκολάκευτος. ἀμετάβολος (κ 329)
*ἀκηλίδωτον· ἄσπιλον gAP καθαρόν (Sap. 7,26) vgAn
*ἀκήματα· ἰάματα (Ο 394) gP
ἀκήμων· ἐκκεχυμένος
*ἀκήν· ἡσυχίαν A(b)
ἀκὴν ἐγένοντο σιωπῇ· ἀντὶ τοῦ [ἥσυχοι A καὶ ἐκπλαγεῖς, ἢ
ἀχανεῖς (Γ 95 ..)
ἀκὴν ἦγες· ἡσυχίαν ἦγες
ἀκήνιον· ἡσύχιον
ἀκηράσιον· ἄφθορον, ἄφθαρτον, [ἀκέραιον gA καθαρόν, θεῖον,
ἁγνόν (ι 205)
†ἀκῆραι· ἀκρόταται
ἀκήρεα· ἀβλαβῆ
*ἀκηρεσία· ἀφθαρσία A
ἀκήρια· ἀκέραια, σῶα
ἀκήριοι· *ἄψυχοι (Η 100) vg(n) ἄφθαρτοι. ἄνοσοι
ἀκήρυκτον· ἄγνωστον. ἀφανὲς δὲ Σοφοκλῆς Θυέστῃ (fr. 240)
ἀκήρυκτος· ἀνεπικηρύκευτος
*ἀκήρυκτος· μέγας τις. ἀδιάλλακτος (Dem. 18,262) (vg) A
†ἀκῆσκος· τάλαρος
*ἀκητόν· κράτιστον A
ἀκηχεδόνες· λύπαι
ἀκήχεται· ἀδημονεῖ
ἀκί· φυτόν τι [καὶ ἀκιδᾶται]
ἀκιανώτερον· [ἀσθενέστερον]
ἀκιβδήλευτος· *ἀκακούργητος AP ἄδολος p
ἀκίβδηλον· *καθαρόν q. vgAn ἁγνόν, σεπτόν. [ἢ δόκιμον, n
ἀπαρεγχείρητον, ἐπὶ νομίσματος
*ἀκίδας· τοῦ βέλους τὰς ὀξύτητας vgA
*ἀκιδνόν· ἀσθενές. εὐτελές A
ἀκιδνότερον· ἀσθενέστερον, ταλαιπωρότερον, ἀθλιώτερον
(σ 130)
ἀκιδωτόν· βέλος χωρὶς σιδήρου. (Prov. 25,18?) ἢ ὅρμον·
ἐπὶ τῆς κατασκευῆς
ἀκιδρωπάζω· ἀμβλυωπῶ
ἄκικυς· ἀσθενής A ἀδύνατος, κατὰ στέρησιν, ἤτοι τοῦ κινεῖν,
ἢ τῆς κίκυος, ἥτις περὶ τὴν κίνησιν λέγεται ἰσχύς (ι 515)
*ἀκίμων· ἑτοίμων (A)
ἀκιναγμός· τιναγμός, κίνησις
ἀκινάκης· *δόρυ Περσικόν. vAn ξίφος
ἄκινος· πόα τις
ἀκίμενοι· ἰώμενοι. μεταφορικῶς ἀπὸ τοῦ θεραπεύειν (Π 29)
ἀκίονες· ἀστήρικτοι
ἀκιρῆ· ἀσθενῆ. οὐκ ἐπιτεταμένα
†ἀκηρί· καλόν
ἀκιρίς· λύχνος
ἀκιρός· †ὁ βοῤῥᾶς
ἀκιρῶς· εὐλαβῶς. ἀτρέμας
Ἄκις· ποταμὸς Ἀσίας, ἢ ἐν Κατάνῃ. ἢ ὅπλον, *ἢ βέλος σιδηροῦν
A ἢ τὸ σιδήριον τοῦ βέλους An
*ἀκίσιν· ὀξύτησιν A
*ἀκίχητα· ἀκατάληπτα (Ρ 75) vgAn
*ἀκίδες· τὰ σιδήρια τοῦ βέλους (A)n
ἀκιώτατοι· ἄσηπτοι. Κὶς γὰρ θηρίου γένος (Hes. op. 435)
†ἄκκαθεν· ἄναλθεν
ἀκκαῖον· εὐκαταφρόνητον
ἀκαλανσίρ· ἀκανθυλλίς, παρὰ Λάκωσιν
*ἀκκίζειν· γυναικίζεσθαι. προσποιεῖσθαι (g) μωραίνειν (gb)
*ἀκκίζεται· θηλύνεται gA
*ἀκκισμός· προσποίησις (T) A(n)
*ἀκλέα· ἄδοξον (δ 728) vgAP
*ἀκλεῶς· ἀδόξως (Eur. Or. 786 ..) gA
ἀκλεεῖς· ἄδοξοι (Μ 318)
ἀκλήρῳ· ἔχοντι μὴ κλῆρον μηδὲ οὐσίαν, ἤτοι πτωχῷ (λ 490)
*ἀκληρεῖ· οὐ μετέχει (2. Macc. 14,8) gA(P)n
*ἄκλητον· ἀνώνυμον A
ἀκλινής· ἀνυπότακτος
ἀκλυδώνιστον· ἀτάραχον
*ἀκλόνητος· {ἀτάραχος}, κλόνος γὰρ ἡ ταραχή (v)gA(P)
ἀκκόρ· ἀσκός. Λάκωνες
ἀκκός· παράμωρος. λέγεται δὲ παιδίοις, ὡς μωροῖς
ἀκλάδας· ἀμπέλους ἀκλαδεύτους. Αἰολεῖς
ἄκλεπτοι· οὐ παραλογιζόμενοι, ἀληθεῖς. Σοφοκλῆς Φαίδρᾳ
(fr. 628)
ἀκληῖδας· ἀζύγους
ἀκλήϊστα· τὰ οὔπω κλεϊζόμενα, τὰ τῶν Βακχίων
*ἄκμα· νηστεία, ἔνδεια (2. Macc. 1,7) ASP
*ἀκμάζει· νεάζει, νεωτερίζει vgAS αὔξει gP
ἀκμαία· ἀκμάζουσα (b) θάλλουσα
*ἀκμαιοτάταις· νεωτάταις (vg)AS
*ἀκμαῖς· ὀξύτησιν (Eur. Bacch. 1207 ..) ASP
ἀκμαίων· ὀξέων
*ἀκμή· νεότης vgn ἡλικία (Eur. Alc. 316) A
*ἀκμὴ καλεῖ· καιρὸς καλεῖ (Eur. Hec. 1042) gAP
*ἄκμηνος· ἄσιτος (AS) νῆστις Sb ἄγευστος ἄρτου (Τ 163) AS
*ἀκμήν· ἔτι (Matth. 15,16?) ASP
*ἀκμῆτες· μὴ κάμνοντες gAS ἀκοπίαστοι (Λ 802) d
*ἀκμητί· ἀκαματεί Sp
ἄκμητοι· ἀκοπίαστοι
*ἀκμοθέτοιο· τοῦ τόπου, ἔνθα κεῖνται οἱ ἄκμονες (Σ 410) AS
ἀκμοθέτῳ· τῷ κοιλώματι, ἐν ᾧ ὁ ἄκμων τίθεται (Σ 476)
ἄκμονα· ἀλετρίβανον. Κύπριοι
Ἀκμονίδης· ὁ Χάρων. καὶ ὁ Οὐρανός. Ἄκμονος γὰρ παῖς
(Callim. fr. 498?)
ἄκμων· ἀπαθής [Κρόνος]. οὐρανός. ἢ σίδηρον, [ἐφ' ᾧ ὁ χαλκεὺς
χαλκεύει S ἔστι δὲ καὶ γένος ἀετοῦ
ἀκάαπτον· [ἀκατάκλαστον]
*{ἄκναπτον·} ἄγναφον Ap ἱμάτιον. καὶ ἀκόλαστον
ἄκνηστις· τὸ μέσον τῆς ῥάχεως, ὅπερ κνήσασθαι ζῷον ἀδυνατεῖ
(κ 161)
ἀκοάζῃ· ἀκούεις
ἀκοαστῆρες· ἀρχή τις παρὰ Μεταποντίοις
ἀκινίησιν· [αἱ ἀγκάλαι]
ἄκοιτις· ἡ ὁμόκοιτις. [γυνὴ σύγκοιτος (Γ 138 ..) (A)
ἀκαλλαρίταο· [πράως ῥέοντος, ἀκμάντ(ου)]
ἀκόλακοι· οἳ οὐκ ἂν κολακευθεῖεν
ἀκολασία· *ἀκρασία AS ἔλλειψις τῆς σωφροσύνης. ἡ εἰς τὰ
ἀφροδίσια καταφέρεια
ἀκόλαστον· *θρασύ. κακόν AS ἀσελγές. ὑβριστικόν.
ἀκόλουθος· ὁ νεώτερος παῖς. θεράπων δὲ ὁ περὶ τὸ σῶμα
ἀκόλους· ψωμούς (n) παρ' ὃ ἡ τροφὴ ἀχόλους ποιεῖ καὶ ἡμέρους
τοὺς φαγόντας (ρ 222)
ἀκόμνιον· σιμόν.
ἀκομιστίη· ἀμέλεια (φ 284)
ἀκόμης· [οὐκ εὐδιάκονος οὐδὲ πανοῦργος.]
ἆκον· ἀκούσιον. Σοφοκλῆς Οἰδίποδι Τυράννῳ (O. Col. 977)
ἄκομψον· *ἀπάνουργον q. (vg)A ἁπλοῦν· Ἀρχιλόχοις. οὐκ εὖ
διακείμενον.
*ἀκονᾷ· θήγει, ὀξύνει AS
ἄκονδος· ἄχαρις. Κονδὰς γὰρ χάρις ἐστίν.
ἀκονιτί· ἀμαχητί. [ἢ χωρὶς κονίσεως (Dem. 18,200 ..) b
*ἀκονήτως· ἀκοπιάστως, ἀπόνως. AS
ἄκοντες· ἀκοντίζοντες. μὴ θέλοντες.
ἀκοντίαι· ὄφεις τινές. λέγουσιν καὶ ἀκοντίλοι.
ἀκοντιάς· βοτάνη τις οὕτω καλουμένη, τοὺς κύνας θεραπευο-
μένη τῶν τῆς †δάκης ὄφεων.
*ἀκοντίζει· {τοξεύει} vgn ἄνω ῥίπτει. vg
ἀκοντικόν· φάρμακον οὕτω καλούμενον.
ἀκόντιον· *δοράτιον vgASn μικρὰ λόγχη AS ῥάχιν δὲ Μακε-
δόνες. καὶ στρατεύματος μέρος Ἀγριανῶν Αἰολεῖς.
†ἄκονοι· ἀτρόμητοι. ἄτρωτοι, ἄπληκτοι.
ἀκοντιστύν· ἀκοντισμόν (Ψ 622) (b)
ἀκόντων· ἀκοντίων, δοράτων (Δ 137 ..)
†ἀκοράζεσθαι· ἀκροᾶσθαι.
†ἀκοραῖος· βλαβερός, ἀνωφελής.
ἀκοῤῥαί· ἄκανθαι.
ἀκόρητος· ἄπληστος, ἀκόρεστος (Η 117) n ἀσάρωτος
ἀκόρητος· ἀπλήρωτος (Η 117) b [ἄσωτος]
ἄκορνα· ἀκανθῶδες φυτόν.
ἀκορνοί· ἀττέλεβοι.
ἄκορον· πόα τις, βοτάνη.
ἀκορύφωτα· ἀναρίθμητα, πολλά.
†ἀκόρωδον· ἀκτένιστον ‖ ἄκαρπον. ἀξύλιστον.
*ἀκόρητος· ἀκόσμητος vgAn Κορεῖν γὰρ τὸ σαίρειν, παρὰ
Ἀττικοῖς. vgn
*ἄκος· ὑγεία, θεραπεία gP φάρμακον (Ι 250 ..) SP καὶ γενεά S
*ἄκοσμα· ἄτακτα vgn (AS) ἀπρεπῆ (Β 213) (AS)
ἀκοστή· κριθή, παρὰ Κυπρίοις. q
ἀκοστήσας· κριθιάσας q ἀδδηφαγήσας (Ζ 506) AS κατὰ τοὺς
γλωσσογράφους, ἀπὸ τοῦ ἄκος λαμβάνειν. τίθησι δὲ τὸ ἄκος
ἐπὶ τῆς ἀποπαύσεως τοῦ τε λιμοῦ καὶ τῆς δίψης· πίον τ' ἀκέοντό
τε δίψαν. (Χ 2) ὁ δὲ Ἀριστόνικος, ἐν ἄχει .... γενόμενος, διὸ
ἐπιφέρει· δεσμὸν ἀποῤῥήξας θείει πεδίοιο κροαίνων (Ζ 507) ὃ
καὶ βέλτιον εἴρηται. τινὲς δὲ ἄδην πληρωθείς.
(*)ἄκοσμον· ἄτροπον, ἄτακτον, ἄμορφον.
ἀκόστιλα· ἐλάχιστα.
ἄκοτον· ἀόργητον (Pind. Pae. 1,3) (Sp)
ἀκουάζεσθον· τιμῆς ἀξιοῦσθε (Δ 343)
ἄκουε· ἤκουε (η 11)
ἀκουέμεν· ἀκούειν. (Α 547)
ἄκουσα· ἤκουσα (Α 396 ..) ἢ μὴ βουλομένη.
ἀκούσαμεν· ἠκούσαμεν (Β 194)
ἄκουσμα· φήμη.
*ἀκουτίσας· διδάξας (g)
*a) ἀκούσιος· ὁ μὴ θέλων vgAS b) {ἀκούσιον}· παρὰ προαίρε-
σιν ASn.
ἀκουσθήσομαι· ἀκούσω.
*ἀκουστόν· μέγα. παρὰ τὸ ἀκούεσθαι AS λαλητόν vgn
ἀκοῦ· θεράπευε. (Soph. Tr. 1036?)
ἀκουάζεσθαι· αἰσθάνεσθαι. ἀκούειν (ν 9 ..)
ἄκουρον· μὴ γεννήσαντα παῖδα ἄῤῥενα "τὸν μὲν ἄκουρον ἐόντα
{βάλ'} ἀγρυρότοξος Ἀπόλλων μίαν οἴην παῖδα λιπόντα" (η 64).
τῶν ἅπαξ ἡ λέξις.
ἀκουσείων· ἀκουστικῶς ἔχων (Soph. fr. 900)
ἀκούσιος· [ὁ μὴ θέλων. ἀπροαιρέτως.]
ἀκόρητον· ἀπλήρωτον. (Υ 2)
ἄκρα· ἀκρόπολις. ἀρχή, ἢ τέλος.
*ἀκράαντον· ἀτελείωτον (Β 138) P
*ἀκραγής· ἀπαχθής. gAS
†ἄκοψον· ἀδρανῆ.
*ἀκράδαντον· ἄσειστον, ἀσάλευτον vgAS(n)
ἀκραῆ· ἄκρως πνέοντα, οὔτε σφοδρῶς, οὔτε ἐλλειπόντως (β 421)
ἀκραγές· δυσχερές. σκληρόν. ὀξύχολον. ἀσθενές.
†ἄκραι· κρόταλα.
*ἀκραίας· ἄκροις {ἱδρυμένης} (Eur. Med. 1379) AS
ἄκραι νῆες· αἱ πρῶται πρὸς θαλάσσης. (Ο 653)
*ἀκραίνει· ἀκρατεῖ AS
*ἀκραιφνές· καθαρόν (Eur. Her. 537) vgASn ἀληθές. n
*ἀκραιφνέστερον· ἀληθέστερον (A)
ἀκραιφνής· καθαρός (g) ἀκριβής. ἀληθής p
[ἀκράκιον] {ἀκέραιον}· πρόσφατον.
ἀκραέα· οὔριον.
ἀκραμύλα· κοχλίας.
ἄκραγον· [ἀδιαῤῥίπιστον, ἀστεργές.]
ἀκρανές· ἀκρατές
ἄκραντον· τὸ μὴ κατὰ νόμους ...
*ἀκρασίας· ἀνωμαλίας. παρὰ τὸ μὴ συγκεκρᾶσθαι vgA
*ἀκράτειαν· ἀκρασίαν A
ἀκρατῆ· ἄπρακτα. ἀκράτητα.
ἀκρατές· ἀσθενές. Εὐριπίδης Αἰόλῳ (fr. 40)
*ἄκρατος· ἀμιγής. ἀσυγκέραστος AS
ἀκρατῶς· ἀνυπομονήτως.
ἀκραχολία· ἡ πρόχειρος ὀργή (Hippocr. Ep. 7,11)
ἀκρέα· παῖς θήλεια. Μακεδόνες.
Ἀκρέα· ἡ Ἀθηνᾶ. καὶ ἡ Ἀφροδίτη.
*ἀκρεμόνες· βλαστοί. κλάδοι. vgASn
ἄκρη λόγχη· κέρκος. ἢ μικρόν ...
ἀκρήμορον· ἀστεργές.
ἀκρήμονες· [κλάδοι, καὶ βλαστοί. ἢ {ἀκρέμονες}]
ἀκρήπεδος· γῆ ἀγαθή
ἀκρής· ὁ διά τινα ἔκπληξιν ἄφωνος γενόμενος.
ἀκρηθής· ἄψεκτος.
ἄκρης πόλιος· διαλελυμένως [ὅ ἐστι διῃρημένως] τῆς ἀκρο-
πόλεως (Ζ 257)
ἀκρηστής· δοῦλος.
ἀκρῆστις· ῥάχις, καὶ ἄκρα.
ἀκρηστολοῦχος· δοῦλος.
ἄκρητοι· [ἀχώριστοι, ἀδιάκριτοι.] αἱ δι' ἀκεράστου οἴνου
γινόμεναι. (Β 341)
ἀκρίζων· ἄκροις ποσὶν ἐπιπορευόμενος. Εὐριπίδης Οἰνεῖ (fr. 570)
Ἀκρία· ἡ Ἀθηνᾶ ἐν Ἄργει, ἐπί τινος ἄκρας ἱδρυμένη, ἀφ' ἧς
καὶ Ἀκρίσιος ὠνομάσθη. ἔστι δὲ καὶ ἡ Ἥρα, καὶ Ἄρτεμις καὶ
Ἀφροδίτη προσαγορευομένη [ἐν Ἄργει] κατὰ τὸ ὅμοιον, ἐπ'
ἄκρῳ ἱδρυμέναι.
*ἄκριες· τὰ ἄκρα τῶν ὀρέων AS
ἄκριας· ἄκρας, ἀκρωρείας (ι 400)
ἀκρίβεια· ἡ ἀκριβὴς κατάληψις
ἀκριβές· ἄκρον. Εὐριπίδης Φιλοκτήτῃ (fr. 803)
ἀκριβῶς· ἄκρως (Eur. Med. 532)
*ἀκριβολογεῖται· ἀκριβῶς ἐξετάζει AS
ἀκρίνας· [γωνίας. καὶ καθαρός, ἁγνός]
ἀκρινόμος· ὕλης ἐπιμελητής, παρὰ Λάκωσιν
†ἄκριον· ποῖον
Ἀκρισίας· Κρόνος, παρὰ Φρυξίν
ἄκριστιν· πέπτριαν. ἀλετρίδα. Φρύγες
ἄκριτα· ἀτέλεστα. ἀκορύφωτα. *πολλά. μὴ ἀριθμούμενα (Γ 412)
Pn
ἀκρίστιος· ἡ ἐπάνω τοῦ ἱστοῦ καθεζομένη. ἔστι δὲ ἡ ἄτιμος
ἄκριστοι· ἄκρα ὀρῶν, λόφοι, γωνίαι
*ἄκριτα νείκεα· ἀδιακρίτους φιλονεικίας (Σ 205) ASP
ἀκριτάγωνον· πολύγωνον
ἀκροβάται· ἀρχή τις παρὰ Ἐφεσίοις τῆς Ἀρτέμιδος θυσιῶν ...
*ἀκριτόμυθος· πολύλογος καὶ λίαν ἀδιακρίτους ἔχων τοὺς
λόγους vgAS
ἄκριτον· πολύ. καὶ ἀδιάστατον *καὶ [ἀδιαχώριστον (Η 337)
bΣ
ἀκριτόμυθε· πολλὰ καὶ ἀδιάστολα καὶ ἀδιαχώριστα λέγων, ὅ
ἐστι συγκεχυμένα καὶ ἀδιάτακτα, ἢ ἀδιανόητα καὶ ἄλογα.
κριτήριον {γὰρ} τῶν φρονίμων ὁ λογισμός, τῶν δὲ ἀφρόνων
τὸ πάθος, ἄλογον καθ' ἑαυτό (Β 240)
*ἀκριτόφυλλον· πολύφυλλον gAS οὗ διακρῖναι τὰ φύλλα οὐκ
ἔστιν (Β 868) (gΣ)
ἀκριτόφωνοι· βαρβαρόφωνοι. συγκέχυται γὰρ ἡ τῶν βαρβά-
ρων φωνή (Β 867?)
ἀκροβάζειν· ἄκροις τοῖς ποσὶν ἐπιβαίνειν
ἀκροβημάτιζε· ἐπ' ἄκροις τοῖς βήμασιν ἵστασο
†ἀκροβᾶσθαι· ὑπακούειν, ὑποτετάχθαι (Antiph. or. fr. 62)
ἀκροβολαί· αἱ τοῦ ἡλίου βολαί
ἀκροβελίδες· ἄκρα τοῦ ὀβελίτου ἄρτου ἢ τῶν ὀβελίσκων
(Archipp. fr. 10)
*ἀκροβολίζει· ἀκοντίζει AS πόῤῥω ἰών
*ἀκροβολίζεσθαι· τὸ ἐν πολέμῳ κατάρχεσθαι συμβολῶν Σ
*ἀκροβολισμός· παρὰ τὸ ἄκρως βαλλόμενον (AS)
*ἀκροβόλοι· ἀκοντισταί, τοξόται vgAS
*ἀκροδίκαιον· τὸ ἔσχατον τῆς δίκης (Clem. Al. strom. 2,123,3)
AS
*ἀκρόδρυα· ἀρχὴ καρπῶν Pn, καρποί (Cant. 7,14)g
*ἀκροδρύων· ἀρχῶν n καρπῶν, δένδρων vg ὡς ἐκ τοῦ δρυός
(Cant. 4,13) gAS
†ἀκρόδρυον· πλῆρες μέτρον, παρὰ Ταραντίνοις
ἀκροζύγια· τοῦ βοεικοῦ ζυγοῦ [ἤγουν] τὰ μέσα [ζεύγλη]
ἀκροθάλυπτα· ἀκρόκαυστα
ἀκροθινιάζειν· ἀκροθιγγάνειν. καὶ ἀπάρχεσθαι
ἀκροθιγῶς· τὸ λαβεῖν τῷ ἄκρῳ τοῦ δακτύλου (p) τι, ἢ βραχύ
ἀκροθιγῶς· λεπτομερῶς
ἀκροθίνιον· ἀπαρχὴ καρπῶν (b) ἢ σκῦλα, λάφυρα, ἀπαρχαί
(Eur. Phoen. 282)
*ἀκροθινίων· ἀπαρχὴ τῶν θινῶν. Θῖνες δέ εἰσιν AS οἱ σωροὶ
τῶν πυρῶν ἢ κριθῶν AS(n) ἢ πᾶσα ἀπαρχή (Hebr. 7,4) q.
ASP
*ἀκροθώρακες· μέθυσοι vgAS
ἀκρόκνεφα· πρὸς ὄρθρον
ἀκρότης· ἀρχή
*ἄκροι· ἄκραι A ἢ †δοῦλοι (A)
ἀκροκελαινιόων· ὁ τὰ ἄκρα μέλανα ἔχων φαινόμενα {διὰ} τὸ
πλῆθος ὑδάτων. ἅπαξ δὲ εἴρηται ἡ λέξις (Φ 429)
*ἀκρόκομοι· τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες (Δ 533) gAS
ἄκρα κόρυμβα· τὰ ἀκροστόλια τῶν νεῶν (Ι 241) gAS
ἀκρομύλη· ἡ ἐπιγουνὶς μύλων, ἢ μύλος αὐτός
*ἄκρον· μετέωρον, AS ὑψηλόν (Eur. Bacch. 1064) (v)
ἀκρόπολις· τὸ ἄκρον τῆς πόλεως
*ἀκρόπολον· ἔρημον. ἔννομον AS
ἀκροπόλοισιν· ἀκρίοις, τοῖς κατὰ τὰς ἄκρας ἀναστρεφομένοις
ἐρήμοις (Ε 523)
ἀκροπόρους· τοὺς ὀβελίσκους, ἐπιθετικῶς {διὰ τὸ περὶ τὸ
ἄκρον αὐτῶν πείρεσθαι τὰ κρέα} (γ 463)
ἀκροπόσθια· τὰ ἄκρα τοῦ αἰδοίου [διὰ τὸ περὶ τὸ ἄκρον αὐτῶν
πείρεσθαι τὰ κρέα]
ἀκρόσφυρα· γένος ὑποδημάτων γυναικείων
ἀκροτάτων· ὑψηλοτάτων, ἀνωτάτων
*ἀκρωτηριάζειν· τὰ ἄκρα τέμνειν (2 Macc. 7,4) vgAS
ἀκρότητα· πολυκρότητα †αὐτοῖς γενόμενα, ὥστε μηδὲ συγκρο-
τεῖσθαι μηδὲ συμπεσεῖν [ἀκρότης] (trag. ad. 93)
ἀκροατήριον· τόπος ἐν ᾧ συνάγονται ἀκροάσασθαι τὰ
μαθήματα
*ἀκροτόμῳ· ὀξυτάτῳ λίθῳ, [ἢ ὑψηλῷ v καὶ σκληρῷ, τέμνοντι
(Iob 28,9)
ἄκροτον· ἀδιαῤῥίπιστον. ἀπαίδευτον
ἀκροῦν· ὄρους κορυφή, ἢ ὄρος
ἀκρουνοί· ὅροι, ὑπὸ Μακεδόνων
†ἄκρουρον· ἄκρατον
ἄκρουρα· οὐραί
*ἀκροφύσια· τὰ ἄκρα τῶν ἀσκῶν, ἐν οἷς οἱ χαλκεῖς τὸ πῦρ
ἐκφυσῶσιν AS
ἀκρουχεῖ· ἄκρον ἔχει. Ἄκρον δὲ ὄρος τῆς Ἀργείας, ἐφ' οὗ
Ἀρτέμιδος ἱερὸν ἱδρύσατο Μελάμπους καθάρας τὰς Προιτίδας,
†ἤγουν ταῖς Χάρισιν. Σοφοκλῆς Ἰφιγενείᾳ (fr. 283)
ἀκροχάλιξ· ἀκροθώραξ, ἡμιμεθής. Χάλις γὰρ ὁ ἄκρατος οἶνος·
χαλᾷ γὰρ τὰς φρένας
*ἀκρόχειρος· ἀνδροφόνος gAS
†[ἄκρου· ἄκραι]
*ἀκροχορδόνας· ὄνομα πάθους AS
ἀκροβέλια· [τὰ ἄκρα τοῦ ὀβελίσκου καὶ τοῦ ὀβελιάρτου]
*ἀκρῷα· σπλάγχνα, ἔντερα [ἀκρῶα] AS
*ἀκρωμῖται· οἱ μείζονες AS
ἀκρώμια· οἱ κατακλεῖδες
ἀκρωνία· ἀθροίσματα. παράστασις, πλῆθος (Aesch. Eum. 188)
*ἀκρωνία· ἀθροισμός gAS
ἀκρωρείαις· ταῖς ἄκραις τῶν ὀρέων, *ἤτοι ἐξοχαί, κορυφαί. εἰς
τρία γὰρ τὸ ὄρος μεμέρισται· εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, καὶ
εἰς τέρμα. καὶ ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ
πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὸ τελευταῖον [τοῦ] vgb
*ἄκρως· μεγάλως (vASn) ὀξέως AS
ἀκρώσσει· ἀκροᾶται. ἑκὼν [οὐχ] ὑπακούει. †προσποιεῖται
*ἀκρωτηριάσαι· κόψαι. ἢ ἀχρειῶσαι AS
*ἀκρωτηρίοις· τὰ ἄκρα τῶν ἐντέρων AS
*ἀκρωτήριον· ὑψηλὸν τόπον AS
ἀκρωτήρια· τὰ ἐπάνω τῶν ναῶν ζῴδια ἀνατιθέμενα. Δωριεῖς
ἀκρωτηριάσας· τὰ ἄκρα ἀποτεμών
*ἀκτάς· αἰγιαλούς, [πετρώδεις τόπους vgAS
Ἀκταία· ἡ Ἀττικὴ πρώτως οὕτως ἐκαλεῖτο. καὶ ἡ ἐκ τοῦ
Ἀκτίτου λίθου κατασκευασθεῖσα, τοῦ Πεντελικοῦ
ἀκταίνειν· μετεωρίζειν (Aesch. Eum. 36)
ἀκταίνουσα· τρέμουσα. ἢ ἀσφαλῶς κρατοῦσα
ἀκταῖοι ἰχθύες· οἱ μὴ πελάγιοι, ἀλλ' αἰγιάλιοι (Hippocr.
morb. 2,74 ..)
ἀκταίου· παραθαλασσίου
ἀκταΐζων· ἀκτᾴζων. προθυμούμενος. ἢ ὁρμῆς πληρῶν. ἢ
μετεωρίζων
ἀκταϊσμένον· προῃρημένον
ἀκταιωρεῖν· ἀκτὰς φυλάττειν
ἀκτέα· δοράτιον. κάμαξ
ἀκτέανοι· ἀκτήμονες (gAS)
ἀκτῖνος· ὁδηγός. Συρακούσιοι
ἀκτέριστον· ἄταφον T
ἄκτενος [*ὀρθός AS (vw)] ἀξίνης κροῦσμα
ἀκτέϊνοι [ἄφατοι.] αἱ κράνιοι ῥάβδοι [ἢ περὶ τῶν Ἀθῶ χώρα]
ἀκτή· τροφή. {ἢ περὶ τὸν Ἄθω χώρα} (Thuc. 4,109,1)
ἀκτή· a) ὁ αἰγιαλὸς καὶ ὁ παραθαλάσσιος τόπος, τῷ προσαράς-
σεσθαι αὐτῷ τὰ κύματα, ὅ ἐστι ῥήγνυσθαι καὶ κατάσσεσθαι.
διὸ καὶ ῥηγμῖνα τὸν αὐτὸν τοῦτον τόπον ἐνίοτέ φησι, διὰ τὴν
γιγνομένην τῶν κυμάτων περὶ αὐτὸν ῥῆξιν καὶ ἄραξιν (Β 395).
{Ἀκτὴν} δὲ καὶ τὸ τελευταῖον τοῦ ἀλφίτου κάταγμα καλεῖν
εἴωθεν Ὅμηρος, διὰ τὴν κάταξιν. ὡς ὅταν λέγῃ· ἀλφίτου
ἀκτήν (Λ 630) ‖ [λέγομεν οὖν καὶ αὐτοί, παρὰ τῶν πλωτήρων
μαθόντες, {ἄκρας} τοὺς τοιούτους τόπους] b) Οἶδε δὲ καὶ ἄλλο
τι ἡ συνήθεια καλούμενον {ἀκτήν}, ἀπὸ τοῦ συμβαίνοντος οἶμαι
τοῖς πλοϊζομένοις λαβοῦσα. {ἐκεῖνοί τε γὰρ εἰς τοὺς τοιούτους
τῶν τόπων ἀποβάντες ἑστιῶνται, αὐτή τε τοὺς ἐπ' εὐωχίαις
ἀφωρισμένους τόπους {ἀκτὰς} καλεῖ, κἂν τύχωσι μὴ παραθαλάς-
σιοι ὄντες. ‖ a) Ἔστι δὲ καὶ πόλις Πελοποννήσου}
ἀκτῇ ἔπι προὐχούσῃ· ἐν τῷ ἐξέχοντι μέρει τοῦ αἰγιαλοῦ
(ω 82)
ἀκτήμων· πένης p ἐνδεής (Ι 126) (n)
ἀκτημοσύνη· ἔνδεια
Ἀκτίς· οἰκέτου ὄνομα. παρὰ δὲ Συρακουσίοις ὁδηγός. ἢ [ναῦς S
Ἀκτίτης λίθος· ἀπὸ τῆς ἐν Πελοποννήσῳ Ἀκτῆς. Σοφοκλῆς
Ἀκρισίῳ (fr. 65)
(*)ἄκτιστον· ἀποίητον (Greg. Naz. c. 1,1,3,42) (p)
Ἀκτορίωνε· Ἄκτορος παῖδες (Β 621 ..)
†ἀκτοσύνη· ἀπρέπεια. ἀσχημοσύνη
*ἀκτῶν· αἰγιαλῶν AS
ἄκτωρ· ὁ ἀγωγεύς, ἱμάς, σχοινίον
ἀκτωρεῖ· τὰ παρὰ θάλασσαν φυλάττει
ἀκτώρια· ἀκτὰς ἢ φυλακάς
ἀκτωρούς· γεωρούς. ἢ φύλακας (p)
ἄκυδον· ἄδοξον S
ἀκυητήριον· φάρμακον πρὸς τὸ μὴ κυεῖν †γυναικεῖον
*ἄκυθον· ἄγρυπνον gAS
*ἀκύκλιος· ἀπαίδευτος (Plat. fr. 227) Σ
ἀκυλέης· ἀετός
ἀκυλλόν· τὸ αἰδοῖον. Λυδοί
ἄκυλος· ὁ τῆς πρίνου καρπός. {βάλανος} ... (κ 241)
ἀκύμων· στεῖρα, ἄτεκνος, ἄτοκος, *μὴ γεννῶσα vgAn μὴ
ἔχουσα κύημα (Eur. Andr. 158) gA
*ἀκύμονα· ἀτάραχον vgn
ἀκύμονος· πολυκυμάτου. ἢ πολυκύμονος
*†ἀκυντόν· ἀπρόσιτον AS
ἀκυρής· ἀτυχής
ἀκύρημα· ἀτύχημα
ἄκυον· ἀτόκιον
ἄκυπριν· ἀμιγῆ, παρθένιον
ἄκυρον· παλαιωθέν
ἄκυροι· ἄπειροι †μακρὰν οὖσαν. {κῦρος} γὰρ τέλος
ἀκυρολογεῖ· ψευδολογεῖ
ἀκυρόεντα· ἀνάρμοστα. ἄκυρα
ἀκυρῶσαι· ψευδοποιῆσαι. καταργῆσαι
ἄκυτος· ἄτοκος, στερίφη
ἀκύρματα· ἀποτεύγματα
ἀκχός· [ὠμός AS]
ἀκχάνθαρ· κράββατος. Λάκωνες
ἀκχημονικά· καὶ κακοπαθήεντα
ἀκωδώνιστον· ἀδοκίμαστον (Ar. Lys. 485) {κωδωνίσαι} γὰρ
τὸ δοκιμάσαι λέγεται.
*ἀκωκάς· ὀξύτητας g(b)
ἀκωκή· ἡ τῆς ἐπιδορατίδος ἀκμή (Ε 16)
ἀκων· *μὴ θέλων (Eur. Phoen. 630 ..) A ἢ τῶν δοράτων
ἀκώπητον· ἀπαρασκεύαστον, ἀπὸ τῶν νεῶν τῶν μὴ ἐχουσῶν
κώπας. ἢ ἄνοπλον. {κώπη} γὰρ ἡ λαβὴ τοῦ ξίφους
ἄκωλος· ἄπους
*ἀκώριαι· ἄκανθαι AS
ἅλα· *θάλασσαν (Α 141) vgAS ἢ οἶνος Κύπριοι
ἀλάβα· μέλαν ᾧ γράφομεν
ἀλάβαστος· λήκυθος
*ἀλάβαστρον· μυροθήκη λίθινος {ἢ} ψήφινος (Matth. 26,7)
vgAS
ἀλάβη· λιγνύς. σποδός. καρκίνος. ὑπὸ δὲ Κυπρίων μαρίλη
ἀλάβη· ἄνθρακες
†ἀλάβητοι· θόρυβοι
†ἀλαβυτῷ· θορύβῳ (Β 149)
*ἀλαβῶδες· ἀνθρακῶδες gAS κεκαπνισμένον pw
ἀλάβαστρον· [φωκάδιον, ἢ καννίον (Matth. 26,7)]
Ἀλαβώς· ποταμός
*ἅλα· εἰς τὴν θάλασσαν (Α 141 ..) n
ἅλαδε μύσται· ἡμέρα τις τῶν Ἀθήνησι μυστηρίων
ἄλα δῖαν· θάλασσαν (Β 152 ..) An
ἄλαζα· αἰσχρά
ἀλαζονεύεσθαι· ψεύδεσθαι. ἢ ἀπαισχύνεσθαι. Ταραντῖνοι
ἀλαζών· *ὑπερήφανος (Hab. 2,5) vgAn. ψεύστης A ἢ ἀπὸ
ἄλης ζῶν [ὅ ἐστιν ἄλας]
*ἀλαζονεύεται· ὑπερηφανεύεται (Sap. 2,16) vg
ἀλαθέας ὥρας· λέγει γάρ, ὅτι κυκλισμῷ πάντα {φανερὰ}
ποιοῦσιν (Pind. fr. 30)
Ἁλαί· δύο δῆμοι τῆς Ἀττικῆς
ἄλεθρα· ἄλευρα
ἀλαιθερές· χλιαρόν. ἡλιοθερές
ἀλεός· ὁ μάταιος. ph ἄφρων. Αἰσχύλος (fr. 410)
ἀλακάται· γῆς ἔντερα. οἱ δὲ σφῆκας
ἀλάκητον· ἀψόφητον
ἀλακῶσαι· ἁθροῖσαι
†ἀλακῶσαι· συνάγεται
*ἀλαλαγμός· ἐπινίκιος ὕμνος vgAS ἢ εὔφημος βοή (Ps. 26,6 ..)
*ἀλαλάζει· ἐπινικίως ἠχεῖ A
ἀλάλαγξ· ἡ πλάνη
*ἀλαλύκτημαι· κατὰ διάνοιαν ταράσσομαι ASP
*ἀλαλάξατε· ἐνυψώσατε τὴν φωνήν (Ps. 80,1) vgAS
ἀλαλήμενος· πλανώμενος (ξ 122) *ἢ ἀνατετραμμένος gA
ἀλάλημαι· πεπλάνημαι (Ψ 74). T. p
ἀλάλητο· ἐπεπλάνητο
ἀλάλητα· ξύλα ποταμόκλυστα, γομφώδη
ἀλαλητά· τεθορυβημένα
ἀλαλίαν· πονηρίαν. ἀταξίαν. Σοφοκλῆς Ἐπιταιναρίοις (fr. 211)
*ἀλαλκεῖν· βοηθεῖν (Τ 30) A
ἀλάλκῃ· ἀπαλεξήσῃ. βοηθήσῃ
ἀλαλκομενηΐς· ἡ ἀλάλκουσα τῷ ἑαυτῆς μένει, ὅ ἐστι βοηθοῦσα
(Ε 908)
ἀλαλύκτημαι· τεθορύβημαι. ἀπὸ τοῦ κατὰ διάνοιαν ἀλᾶσθαι
(Κ 94)
ἀλαλύσθαι· φοβεῖσθαι. ἀλύειν
*ἀλάλκοι· ἀπαλεξήσοι, βοηθήσαι (Φ 138) AS
ἀλαμπές· τὸ μὴ λάμπον
ἀλανές· ἀληθές
ἀλανέως· ὁλοσχερῶς. Ταραντῖνοι
ἀλαμπάν· [τὸν ἥλιον, ὅτι ἀναλάμπειν]
ἀλαός· ὁ τυφλός vgAb [ἢ μάταιος p] παρὰ τὸ ἀλᾶσθαι κατὰ
τὴν πορείαν (θ 195)
ἀλαοσκοπίη· τύφλωσις τῶν ὀφθαλμῶν (Ν 10?)
ἀλαπαδνός· *ἀσθενής vgASn εὐχείρωτος. *ἄνανδρος (Β 675)
ASP
*ἀλαπαδνότερον· ἀσθενέστερον (Δ 305) (A)
*ἀλαπάζοντα· πορθοῦντα (Ε 166) A
*ἀλαπάξαι· πορθῆσαι vgAS ἐκκενῶσαι (Ι 136) P
ἀλαπλός· [ἀσθενής]
ἄλαρα· τὸ τοῦ δόρατος εἰς τὸν αὐλὸν τῆς ἐπιδορατίδος ἐμπῖπ-
τον. ἢ κάρυα Ποντικὰ ... ἀφ' ὧν γίνεται τὰ δόρατα
ἀλαρῦναι· ῥυπᾶναι
Ἁλασάρνη· Κῴων δῆμος
ἀλᾶσθαι· πλανᾶσθαι. Ἄλη γὰρ ἡ πλάνη (Κ 141)
*ἄλαστα· ἄτλητα. ἀνεπίληστα. ἄτιμα. δεινὰ (Eur. Phoen. 343 ..)
ἢ μιαρά AS
*ἀλασταίνει· δυσπαθεῖ AS
ἄλαστε· σχέτλιε. ἁμαρτωλέ (Χ 261)
†ἀλαστεῖν· ἐρευνᾶν
ἀλαστήσας· *δεινοπαθήσας AS σχετλιάσας p χαλεπήνας, [ἀγα-
νακτήσας T *δυσφορήσας (Μ 163) AS
ἀλαστοῖς· ἀνεπιλήστοις. χαλεποῖς, δεινοῖς
*ἄλαστον· δεινόν, κακόν AS [ἢ ἀδιάλειπτον] (Ω 105)
ἀλάστορες· παλαμναῖοι, οἱ μιάσμασιν ἐνεχόμενοι. ἢ οἱ μεγάλα
ἁμαρτάνοντες
ἀλαστόρων· *ἀσεβῶν AS τῶν μιάσμασιν ἐνεχομένων (Eur. Or.
1669)
ἀλάστωρ· *πικρὸς δαίμων ASn Ζεύς
*ἀλᾶται· πλανᾶται vgA [πηδᾶ] ῥέμβεται g
*ἀλᾶτο· ἐπλανᾶτο (Ζ 201) A
ἀλατρίας· [ἁμαρτωλίας]
ἀλαυρίδας· σχίζας
ἀλαῶν· τυφλῶν
ἀλαῶν· τρυφῶν. λακίζων, ἐκτυφλῶν. βροχίζων. στερίσκων
ἀλαῶπιν· σκοτεινήν, οὐ βλέπουσαν
ἀλαωτύν· στέρησιν ὀφθαλμῶν, τύφλωσιν [οὐ βλέπουσαν]
(ι 503)
*ἀλάωσεν· ἐτύφλωσεν (α 69) AS
ἀλλαχόσε· εἰς ἄλλον τόπον
ἄλγας· ἀλγηδόνας
†ἀλγᾷ· κρύπτει
ἄλγεα· *ἀλγεινά, κακά AS ὀδύνας. πήματα (α 4 ..)
ἀλγείη· ἀῤῥωστία. {μα}λακ{ία} Ἴωνες
a) †ἀλγεόθυμος· ἀνώδυνος τῇ ψυχῇ. b) {ἀλεεινός}· θερμός
*ἀλγηδόνα· πόνον AS
*ἀλγηρά· λυπηρά AS ἀλγεινή. χαλεπή (Ierem. 10,19)
ἄλγιον· λυπηρότερον (δ 292)
ἀλγίστη· χαλεπή (ψ 655)
*ἄλγος· πόνος. πένθος (Eur. Hec. 663 ..?) vgAP
*ἀλγύνει· λυπεῖ. βαρεῖ (Eur. Med. 398) An [ἀφανίζει]
*ἀλγύνοιτο· λυποῖτο vgAS
*ἀλγύνονται· καταπονοῦνται AS
ἀλδαίνει· αὔξει. ἀπὸ τῆς ἄλσεως, ὅ ἐστιν τῆς αὐξήσεως (σ 70 ..)
*ἀλδήσκοντος· αὐξανομένου (ψ 599) ASP
ἀλδαίνεται· πίμπλαται, αὔξει, βλαστάνει
†ἄλδετα· ἄτμητα
ἀλέα· *θέρμη vgAS θάλπος
ἀλεάζειν· κρύπτειν. ἢ προβάλλειν. καὶ εἴργειν. θερμαίνειν. ἀφα-
νίζειν
ἁλεάζω· ἀθροίζω
ἁλεάζων· δικαζόμενος (p)
ἀλέασθαι· φυλάξασθαι. [πηδῆσαι.] ἀναχωρῆσαι. *θερμαίνεσθαι
vgS
ἀλεαινοίμην· θερμαινοίμην (Ar. Eccles. 540)
ἄλεαρ· ἀλεωρίαν. ἢ πολυωρίαν
*ἀλεῖ· ἀλήθει b
*ἀλεία· πορεία S ἢ ἄλημα
ἀλέγει· φροντίζει (π 307) S
ἀλέγειν· λόγον μὴ ἔχειν
ἀλεγεινοί· ἀλγεινοί. χαλεποί. δυσχείρωτοι. ἢ μὴ δυνάμενοι
χωρὶς ἀλγηδόνος ὑπὸ θνητοῦ δαμασθῆναι (Κ 402)
ἀλεγύνεται· κακοῦται. ἐλαφροῦται. ἐλαττοῦται. ἢ φροντίζεται
*ἀλεγίζω· ἐπιστρέφομαι S φροντίζω (Α 180) SP
ἄλεε· φύλασσε
ἀλεγεινή· σκληρά. δεινή. χαλεπή (Ε 658)
ἀλεγεινός· δεινός (Ν 569)
*†ἀλεεῖ· ἀδικεῖ S
*ἀλεείνων· ἐκκλίνων (Γ 32) Sb
ἀλέεινεν· ἐξέκλινεν (Ζ 167 ..)
*ἀλεεινός· εὐλαβούμενος S
*ἀλεείνω· διαφύγω A ἐκκλίνω
*ἀλεεινός· καυματινός S(b)
ἁλείαν· θαλαττίαν
*†ἀλεῖν· οἰκεῖν ASn
ἀλέη· ἄλυξις, ὅ ἐστιν ἔκκλισις (Χ 300) ἢ θερμασία (ρ 23)
ἁλεῖον ὕδωρ· ἀθροιστόν, καὶ συλλεκτόν
ἀλεῖναι· τὶ ἐπαλεῖψαι τοίχῳ
ἁλεῖ λόγῳ· σύμπαντι λόγῳ
ἀλεινόν· *ἀσθενές g λεπτόν
ἀλεῖος· πένης
ἀλειπτήριον· γραφεῖον. Κύπριοι
ἀλείς· *πληγείς. κρατηθείς vgS συστραφείς (π 403) AS †ἀρθείς.
φυλαχθείς. πηδήσας
ἄλεισον· ποτήριον b τετορνευμένον (γ 50 ..)
Ἀλείσιον· πόλις Ἤλιδος (Λ 756)
*ἁλεῖται· πηδήσει (Esai. 35,6) APn
*ἀλείτην· ἁμαρτωλόν (Γ 28) P(n)
ἀλείτω· ἀληθέτω
*ἀλείφατι· ἐλαίῳ (ω 45) bΣ
ἀλειφοβίους· πένητας (Ar. fr. 740) S(b)
ἀλεῖψαι· ἐλαίῳ χρίσαι (Ω 582)
ἄλειφα· στέαρ. μύρον. χρῖσμα. [ἔλαιον (Hippocr. nat. mul.
109) S
ἀλείφιον· ᾧ χρῶνται οἱ ἀλεῖπται
*ἄλεκτα· [ἄτμητα S]
†ἀλεκταίνει· ἰσχύει. γαυριᾷ. μετεωρίζει
αλέκτο· ἐκοιμήθη
*ἄλεκτρος· ἀκοίμητος (Eur. Tro. 254?) gSp
ἀλεκτορίς· θρὶξ ἡ ἀπὸ τῆς κεφαλῆς τρεφομένη. καὶ ὄρνις.
ἀλεκτρυόνες· κοινῶς οἱ παλαιοὶ καὶ τὰς θηλείας ὄρνις οὕτως
ἐκάλουν
†ἀλεμός· κόμπος
ἀλέν· συναθροισθέν (ψ 420)
*ἀλέντες· συγκλεισθέντες (Φ 534) S
ἀλέντων· ἢ συγκλεισάντων. *ἢ ἀθροισθέντων S ἢ συστρεψάν-
των (Χ 47)
*ἀλαίνων· πλανώμενος Sp
†ἀλένθη· νύξ p
*ἁλέξαι· ἐπιλέξαι S
ἀλεξαίθριον· θερμὸν σκέπασμα. Σοφοκλῆς Ἀμφιαράῳ (fr. 113)
Ἀλεξάνδρειος· εἶδος βοτάνης
Ἀλέξανδρος· ὄνομα βόλου. καὶ κύριον
ἀλεξάνεμον· ἐσθῆτα παχεῖαν, καὶ εὐπαγῆ (ξ 529)
ἀλέξασθαι· ἀμῦναι, βοηθῆσαι
ἀλεξέμεναι· βοηθεῖν (Α 590)
ἀλέξησις· βοήθεια καὶ ἀντίτισις
ἀλεξιάρης· ἐπίκουρος, ἀλεξίκακος (Hes. op. 464)
*ἀλεξίκακος· βοηθός SPn ἀποτρεπτικὸς κακοῦ ἀπαλέξουσα τὰ
κακά (Κ 20) vnp
*ἀλεξήσουσαν· βοηθοῦσαν (Θ 365) S
*ἀλεξητήριον· ἀποσοβητήριον. Ἀλέξαι γὰρ τὸ βοηθῆσαι vgAS
ἀλεξομένους· βοηθουμένους, ἀμυνομένους (Hdt 1,211,2)
ἀλεξόμεναι· [βοηθεῖν]
ἀλέταν· συστροφή. φυγή
ἀλεόν· θερμόν. ἢ χλιαρόν
ἀλεός· διάπυρος
ἀλεώσσω· ματαιΐζω (b)
ἀλεόφρων· παράφρων b
ἀλέπαδνον· ἄζευκτον
ἀλέπεσσι· στέατι
ἀλέρον· κόπρον
†ἀλεβεβᾶν· ἐρευνᾶν
ἁλέσθαι πρὸς πυγήν· τὸ ἐν τῷ ἅλλεσθαι κρούειν τὰ ἰσχία
(Ar. Lys. 82?)
ἀλεσούριον· θαλάττιον αἰδοῖον· ἔστι δὲ καὶ κογχυλίου γένος
ἅλες ἄφθονοι· ἐπὶ εὐφημισμοῦ ἐλέγετο
ἀλετρίδες· γίγνονταί τινες {τῶν εὖ γεγονυιῶν} παρθένοι,
αἵτινες τὰ εἰς τὰς θυσίας πόπανα ἀλοῦσι, καὶ ἔστι τοῦτο
ἔντιμον (Ar. Lys. 643)
†ἀλετένης· χαλεπῆς
ἀλετρίς· μυλωθρός
ἀλετρεύουσιν· ἀλήθουσιν (η 104)
ἀλέτων· οἱ τοῖς μύλοις ἐπιτιθέμενοι {ὄνοι}
†ἀλετώρια· ἀσεβῆ. πονηρά. ἀθέμιστα. ἁμαρτήματα.
ἀλευάμενος· ἐκκλίνας. φυλαξάμενος (Ε 444)
*ἀλεύατο· ἐξέκλινεν (Γ 360) AS
*ἄλευρα· κυρίως, τὰ τοῦ σίτου· ἄλφιτα δὲ τὰ τῶν κριθῶν S
ἄλευαι· φύλαξαι (Χ 285)
ἄλευρον· †τάφος. Κύπριοι. {Ἀλεύρου καὶ ῥόας}· (Ar. fr. 50)
ἴσως, ὅτι τοῖς νοσοῦσιν οὕτως †διανύττουσιν ἀλευροφαγοῦν-
τες {ἢ} πέμματος γένος, παρὰ Αὐτοκλείδῃ
ἀλευρόμαντις· ὁ Ἀπόλλων διὰ τὸ καὶ ἐν ἀλεύροις μαντεύεσθαι
ἀλευρόττησις· τηλία, εἰς ἣν τὰ ἄλευρα διασήθουσιν
†ἀλεύρειν· ἀφεστάναι
ἀλεῦσαι· †ἀδοξῆσαι
ἀλεύσει· φυλάσσων ἀλύων
(*)ἄλευστα· ἀόρατα, ἀθεώρητα (Greg. Naz. c. 2,2,3,307)
ἀλεσάφθονοι· [ἐπὶ εὐφημισμοῦ ἐλέγετο]
ἀλευόμενοι· ἐκκλίνοντες (μ 157?)
ἀλεφάτισον· ἄλειψον
ἀλεώρα· τὰ αὐτὰ τούτοις
ἀλεωρή· φυλακή. ἀσφάλεια
*ἀλεωρήν· ἀποστροφήν καταφυγήν (Μ 57) S
*ἀλεωρῆς· ἐκφυγῆς (Ω 216) Sn
ἀλεώσσειν· μωραίνειν
ἄλη· *πλάνη (ο 345) gSP ‖ ἄθροισμα
ἀληγορούμενον· [τροπολογούμενον]
ἁληδόν· ἀθρόως. ἐξαίφνης
*†ἁλῆεν· καταγνωσθεῖεν S
ἀληθέα· ἀψευδῆ (Ζ 382 ..) καὶ τὰ {μὴ} ἐπιλανθανόμενα
ἀληθεῖς· οἱ μηδὲν ἐπιλανθανόμενοι ὡς Πίνδαρος
ἀλήθη· ἐπλανήθη
ἀληθής· δικαία (Μ 433) ἢ δίκαιος. ἢ μνήμων, κατὰ στέρησιν
τῆς λήθης
ἀλήθινον· τὸ κοπανιστήριον
ἀληθίζεσθαι· ἀληθεύειν (Hdt. 1,136,2)
*ἀληθοεπῆ· ἀψευδῆ vS
Ἀλήϊον· ὄνομα πεδίου. ἢ οὐκ ἔχων λήϊα, τουτέστιν σιτοφόρα
πεδία. ἢ χωρὶς χώρας· οἱ δὲ ἐν Λυκίᾳ καὶ Κιλικίᾳ πεδίον ὀνο-
μαζόμενον ἀποδεδώκασιν ἀπὸ τῆς Βελλεροφόντου πλάνης
(Ζ 201)
ἀλήϊος· ἐλλιπὴς βοσκημάτων (Ι 125)
*ἄληκτον· ἀκατάπαυστον (Β 452) vSP
ἀληΐς· ἄκλοπος. ἀπόρθητος (Greg. Naz. c. 2,2,4,159)
ἄλημα· ἑφθὸν ἄλευρον
*ἄλημα· ὁδοιπορία S
ἀλήμεναι· συστραφῆναι (Ε 823) πλανηθῆναι
ἀλημεῖαι· [πλανᾶσθαι]
†ἀλημώτων· ἀφυλάκτων
ἀληλεμένη· ...
*ἀληνής· μαινόμενος S
ἁλήπεδα· [τὰ πρὸς τῇ θαλάσσῃ πεδία διὰ τὸ ἅλμυρα εἶναι
φύσει]
ἀλήπορον· λευκόν τι ἄνθος
*ἄληπτον· ἀκατάληπτον SPn
*ἀλήπτως· ἀκαταγνώστως SPn
ἀληπτότερα· δύσληπτα
ἀλήπτωρ· [ἱερεύς]
*ἀλήτορα· ἱερέα Pp
*ἄλης· πλάνης (ο 342) T gp
†ἀλήσθω· γῆ σπορίμη, κτηνοτρόφος
ἀλῃσίας· σπονδάς. ἀνοχάς. ἀπὸ τοῦ μὴ ληΐζεσθαι
ἀλήσιον· πᾶν τὸ ἀληλεσμένον
*ἀλήστων· ἀληθαργήτων vgS
*ἀλητεύω· πλανητεύω (μ 330 ..) vgn
ἀλήτης· πλανήτης, πλανώμενος (p 576 ..)
Ἀλῆτις· ἑορτὴ Ἀθήνησιν, ἡ νῦν Αἰώρα λεγομένη. καὶ ἡμέρας
ὄνομα, ὡς Πλάτων ὁ Κωμικός (fr. 212)
ἀλητεύεσκον· ἐπλανῶντο
ἀλητεύοντες· πλανώμενοι
ἄλητον· ἄλευρον (Hippocr. us. liquid. 5 ..)
ἀλήτωρ· ἱερεύς (Pp)
ἄλθα· θερμασία. ἢ θεραπεία
ἀλθαία· εἶδος βοτάνης {ὡς Ἀπολλόδωρος} T
Ἀλθαία· Οἰνέως γυνή, Μελεάγρου μήτηρ (Ι 555)
†ἀλθεῖναι· χαλεπῆναι
ἄλθετο· ὑγιάζετο. παρὰ τὴν ἀλθαίαν (Ε 417)
ἀλθεύς· ἰατρός
ἀλθαίνει· αὔξει. θεραπεύει, ὑγιαίνει. φάρμακον γὰρ ἄλθος
*ἁλί· ἅλατι vgSb
Ἁλία· ἐν Πελοποννήσῳ τῶν ἁλιέων χώρα
ἁλία· {σκεῦος} ἐν ᾧ τρίβονται οἱ ἅλες, ἢ εἰς ὃ ἀποτίθενται
ἁλιδίᾳ· ἅλις
*ἁλιάδας· μικρὰ σκαφίδια S(b)
ἁλιδίως· ἱκανῶς, μετρίως
ἁλιαέες· ἄνεμοι, οἱ διὰ θαλάσσης πνέοντες (δ 361)
ἁλίαι κορῶναι· αἴθυιαι
Ἁλιακτήρ· τόπος, ἐν ᾧ ἀθροίζονται. [οἱ] Σικελοί
ἁλίαν· ἐκκλησίαν. Ταραντῖνοι
ἁλιάδων· ἐναλίων
*ἁλίαν· θαλαττίαν (Eur. Andr. 537) S(P)
ἁλιάων· τῶν ἐναλίων θεῶν (Σ 432)
†ἀλιάκευτοι· ἄσημοι. ἀδέσποτοι. ἄναρχοι
ἀλιάποδα· τὸν κέπφον, ἢ θαλάττιον ὄρνιν {Ἀχαιὸς (fr. 54)
καὶ Ἀλκμάν (fr. 126)}
*Ἁλίαρτος· πόλις b Βοιωτίας (Β 503)
ἀλίας· πρασιάς. πλινθείας
ἀλίαστος· *ἄτιμος SP ἀνέκκλιτος. ἀμετάτρεπτος. ἀνελλιπής.
*ἀχώριστος (Β 797) SP
α λιάσθη· ἀπῴχετο (δ 838)
ἁλιβάπτοις· πορφυροῖς. [ὄρνιν. Ἀχαιός, καὶ Ἀλκμάς]
*ἀλίβας· νεκρός PS ἢ βροῦχος. S ἢ ποταμός. ἢ ὄξος. Σ
ἀλίβαντες· οἱ νεκροί. διὰ τὸ ξηροὶ εἶναι, καὶ οἷον ὑγρασίαν
τινὰ μὴ ἔχειν
ἀλιβδύει· ἀφανίζει
ἁλιβδῦσαι· ἀφανίσαι
ἁλίβροχον· θαλάσσῃ βρεχόμενον
*ἀλίγκιον· ὅμοιον (Ζ 401) gSP
*ἀλίγκιον· καλόν, ἀγαθόν P
ἁλιδνεφεῖ· ἁλουργεῖ
*ἅλιε· ἥλιε (Eur. Hec. 1068 ..) vgS
ἀλιετρόν· ἁμαρτωλόν
*ἁλιεύς· ὁ ὁρμιευτής S
*ἀλίζειν· ἀλείφεσθαι S
ἄλιζα· ἡ λεύκη τὸ δένδρον. Μακεδόνες
Ἀλιζῶνες· ἔθνος Παφλαγονίας (Β 856)
ἁλίζωνος· ἰσθμός, παρὰ τὸ ἁλὶ διεζῶσθαι. [καὶ ἔθνος βαρ-
βαρικόν]
ἁλίζονται· ἀθροίζονται
*ἁλιεῦσι· θαλαττουργοῖς. ἢ ἰχθυοθηρευταῖς (ω 419)
ἀλίη· κάπρος. Μακεδόνες
ἀληιος· [ἀνελλιπὴς βοσκήματος]
ἁλίῃσι· θαλαττίαις (Σ 86)
ἁλιήμαθον· παρὰ τὸν ἅλα καὶ τὴν ἄμαθον
ἁλικάκκαβα· ὁ τοῦ λωτοῦ καρπός. καὶ πόας εἶδος
Ἁλικαύων· ὁ Ποσειδῶν. Σώφρων (fr. 137)
ἁλίκρατες· θαλασσομιγεῖς
†ἀλικίνος· δυνατός S
Ἁλικός· Ἁλικοὶ καλοῦνται οἱ τὰ πρὸς θάλασσαν οἰκοῦντες
μέρη τῆς Πελοποννήσου
ἀλικύρκης· φύλλα μήκωνος μετὰ ὄξους λειανθέντα. ἢ ὑπότριμμα
ἐκ πλειόνων κρεῶν
*ἅλιμα· θαλάσσια S
*ἀλιμένωτον· λιμένα μὴ ἔχοντα vgSw
*[ἀλισμοῖς καὶ] {ἁλίμοις}· βοτάναις δενδροειδέσι παρὰ θάλας-
σαν gSn ἢ ξηροῖς τόποις (Ierem. 17,6) S
ἅλιμον· πόα πλησίον θαλάσσης γινομένη
ἁλιμυρηέντων· *εἰς θάλασσαν ῥεόντων S(b), ἢ εἰς θάλασσαν
τελευτώντων (Φ 190)
ἄλιν· ἠλίθιον. μάταιον. κενόν. ἐλαφρόν
ἀλῖναι· ἐπαλεῖψαι
ἀλινδήθρας· κυλίστρας (Ar. Ran. 904) λέγουσι δὲ καὶ {ἐξαλῖ-
σαι}, τὸν ἵππον κυλῖσαι (Ar. Nub. 32)
*ἀλίνδεται· κυλίεται SpP
ἄλινδον· δρόμον {ἁρμάτων}
ἀλίνειν· ἀλείφειν
ἀλινοί· ἐπαφρόδιτοι
ἀλινόν· ἀμυδρόν. Κρῆτες
†ἅλιντος· ἅμιλλα
ἁλιοβολή· σύνοδος ἡλίου ἅμα {καὶ σελήνης} Λάκωνες
ἁλίοιο· θαλαττίου (Α 538 ..)
ἅλιον· θαλάσσιον (Σ 141) gSPb ἢ μάταιον (Δ 26 ..) v ἢ ἄκαρ-
πον. συνῃρημένως ἀπὸ τοῦ {ἀλήϊον}, ὅ ἐστι ἄσιτον, ἄσπορον
*ἅλιον βέλος· μάταιον. ἄπρακτον (Ε 18) (g)S
ἀλιπαρῆ· αὐχμηρά (Soph. El. 451)
*ἁλίπεδα· τὰ πρὸς τῇ θαλάσσῃ πεδία S
ἁλίπλοα· τῇ θαλάσσῃ ἐπιπλέοντα, ὡς Ἀπολλόδωρος, Κομανὸς
δὲ τὰ ὑπὸ τοῦ ἁλὸς ἐπιπλεόμενα, τουτέστιν ὑποβρύχια, οἷς
ἐπιπολάζει ἡ θάλασσα (Μ 26)
ἁλίπλοια· τῇ θαλάσσῃ πλευσόμενα
ἁλιπόρφυρα· ἁλουργῆ, τουτέστιν ἐκ θαλασσίας πορφύρας
(ζ 53)
ἄλιρ· ὀξύβαφον
*ἁλιῤῥόθους· κύματα θαλάσσης (Eur. Hipp. 1205 ...) (vg) S
ἅλις· *ἱκανῶς, πληρέστατον vgn, αὔταρκες p, ἔστι καὶ μετρίως,
ὡς Εὐριπίδης Ἀλκήστιδι (907)
†*ἀλισαῖα· ἰσχυρά (Σ)
*αλίσας· κονίσας. κυλίσας. SP καταλαβών S συναθροίσας vgSP
συναγαγών vg
ἀλίσβη· ἀπάτη
*ἀλισγημάτων· τῆς μεταλήψεως τῶν μιαρῶν θυσιῶν (Act. ap.
15,20) S (vgn)
*ἀλισγηθῇ· συνεστιαθῇ (Dan. 1,8) vgSPn
*ἀλισγοῦντες· μολύνοντες, μιαίνοντες S
*ἁλισθείσης· ἀθροισθείσης S
ἅλις δρυός· παροιμία ἐπὶ τῶν πληρωθέντων φαύλου τινός,
καὶ ἐπιποθούντων τῶν ἡμέρων, σίτου καὶ οἴνου
ἀλισθένειν· ἀσθενεῖν
ἁλισθέντες· συναθροισθέντες
ἁλισθείς· συναθροισθείς
Ἀλίσιον· πόλις (Β 617)
*ἁλίσκει· νικᾷ SP
ἁλισκόμεθα· καταλαμβανόμεθα
ἀλληλούϊα· [αἰνεῖτε τὸν ὄντα, ἤγουν τὸν κύριον]
ἁλίσμηκτα· ἡλισμένα
*ἁλισκόμενοι· κρατούμενοι S
*ἁλίσκονται· κρατοῦνται. λαμβάνονται. φονεύονται (Prov.
28,12) S
Ἁλίσκος· ὄνομα παγκρατιαστοῦ
*ἄλισον· χρυσοῦν ποτήριον περιφερές (γ 50) S
ἁλίσπαρτον· τὸ ἁλὶ κατεσπαρμένον χωρίον, καὶ ἄλευρον
*αλίστατος· σοφώτατος S
†ἀλιστία· ἀναπέπλησται
ἀλίστρα· παραποτάμιον ἀμμῶδες χωρίον
ἁλιτενές· παράλιον. ταπεινόν
*ἀλιτήμων· ἁμαρτωλός (Ω 157) vgS
ἀλιτήμενον· †ἡμαρμένον
ἀλιτέσθαι· ἁμαρτάνειν (δ 378)
*ἀλιτήριος· ἁμαρτωλός (g SPn) πλανήτης (P) θανάτου αἴτιος
καὶ ἔνοχος g
ἀλίτης· ἁμαρτωλός. ξένος
(*)ἀλιτοβόρος· ἐκ πλάνης τρεφόμενος (Greg. Naz. c. 1,2,15,94)
*ἀλίτωμαι· ἀτιμῶ (Ω 570) SP
*ἀλιτρόν· ἁμαρτωλόν (g)n ἄδικον
*ἀλιτροῖς· ἁμαρτωλοῖς S κατὰ συναίρεσιν ἀλιτήριος καὶ ἀλιτρός
ἀλιτόκαρπον· ματαιότεκνον
ἀλιτροσύνη· ἁμαρτία. καὶ {ἀλιτρία} Σοφοκλῆς Αἰχμαλώτισιν
(fr. 45) λέγει
*ἀλιτραί· οἱ ἄδικα δικάζοντες S
ἀλιτρίας· ἁμαρτωλίας (Ar. Ach. 907)
ἀλήφατα· ἄλφιτα, ἢ ἄλευρα (υ 108 v. l.)
Ἀλίφηρα· κώμη Θρᾴκης
†ἁλίφαλος· γένος δρυός
†ἀλιφιλεῖς· πτωχοί
ἁλιφθερῶσαι· ἀφανίσαι, ἀπολέσαι (Sophr. fr. 35)
ἁλιφροσύνη· ἱκανὴ φρόνησις
ἄλιψ· πέτρα
ἁλίων· ἁλιφαέων. *ἁλιέων S
ἁλιῶσαι· ματαιῶσαι, μάταιον ἡγήσασθαι (ε 104)
ἄλκα· αὔλακα
ἀλκαία· κέρκος. {ἡ} οὐρά, ἡ τοῦ λέοντος (Callim. fr. 177,23) p
ἀλκαῖον· *ὅπλον P ἢ ἀλεξιφάρμακον φυτόν. Ἐρατοσθένης
(fr. 6 Str.) δὲ ὄνομα εἶναί τινος ἀνθρώπου κωμῳδουμένου
(Eupol. fr. 280)
ἄλκαρ· ἀλέξημα Sb βοήθημα (Ε 644) S
ἀλκή· *δύναμις, ἰσχύς vg (Sir. 29,13 v. 1.?) ἡ ἀλέξησις (Eur.
Phoen. 274) ἢ μάχη. Αἰσχύλος Ἀγαμέμνονι (1103)
ἀλκί· τῇ ἀλκί, ἀπὸ εὐθείας τῆς ἡ ἄλξ, ὡς ἡ σάρξ (Ε 299 ..)
ἄλκιμος· μάχιμος, ἀνδρεῖος, *ἰσχυρός vgSP, θρασύς (Ζ 522 ..) Pp
ἀλκί· δυνάμει (Ε 299)
*ἀλκιμώτατον· γενναῖον vgS ἰσχυρότατον
*ἀλκμαῖος· νεανίσκος Pn
ἀλκμᾶρες· ἄλκιμον
Ἀλκμέωνα· τὸν Ἀλκμᾶνα
Ἀλκίδαι· θεοί τινες παρὰ Λακεδαιμονίοις
{Ἀλκμαιωνίδαι· γένος Ἀ}θήνησιν, ἀπὸ Ἀλκμαίωνος τοῦ κατὰ
Θησέα
*ἀλκτῆρα· βοηθόν Pp ἢ βοηθοῦντα (Ξ 485)
ἀλκτήριον· ἀμυντήριον
ἁλκυονίδες· ἡμέραι τινὲς τὸν ἀριθμὸν ιδ# γαληναί, ἐν αἷς νος-
σεύει ἡ ἁλκυών
ἁλκυών· εἶδος ὀρνέου S(n) καὶ δαίμων τις {παρὰ Λάκωσι}
ἁλκυόνιον· βοτάνη τις
*ἀλλά· κἄν. ἢ ἐπὶ τοῦ δέ Σ
ἀλλὰ καὶ ὥς· ἀλλὰ καὶ ὅμως (Α 116)
ἀλλαγήν· ἀμοιβήν
ἀλλὰ κακῶς· μεθ' ὕβρεως (Α 25)
ἀλλ' ἄνα· ἀλλ' ἀνάστηθι (Ζ 331)
ἄλλαγμα· ὁ βαπτιζόμενος ...
ἀλλὰ δή· ἀλλ' ὅμως. δυσχεραίνοντος δὲ ἡ λέξις. *μὴ ὅτι, οὐχί g
†ἀλλάθαρον· ἁλμυρόν. Κρῆτες
ἀλλάμπταν· τὸν ἥλιον Λάκωνες, οἱ δὲ ἐπιχώριον δαίμονα
ἀλλανής· ἀσφαλής.
ἀλλ' ἄναξ· ἐξόδιον κιθαρῳδῶν τοῦτο, καθάπ{ερ ῥαψ}ῳδῶν καὶ
τὸ "{νῦν} {δὲ θεοί ..}" (Terp fr. 3)
ἀλλάξ· ἐνηλλαγμένως
ἀλᾶται· [πλανᾶται]
ἀλλὰ τὰ μέν· ἀλλ' ὅσα μέν (π 60)
ἀλλά τε· ἀλλὰ δή (Β 754)
*ἀλλὰ χρή· [ἔξεστιν] ἀντὶ τοῦ ἔστω· Μένανδρος (fr. 910) Σ
ἀλλάων· ἄλλων (Σ 432 ..)
*ἄλλεγον· συνέλεγον (ψ 253) S
ἀλλ' ἕνεκα· ἀλλὰ χάριν (Α 94) vgb
ἀλλέξαι· ἀναλέξαι, συλλέξαι (φ 321)
*ἀλλεπάλληλοι· συνεχεῖς vgS
ἀλλ' ἔκ τοι ἐρέω· ἀλλὰ δή σοί τι ἐρῶ (Α 204)
*ἄλλῃ· ἀλλαχοῦ b
*ἀλληγορούμενον· τροπολογούμενον (P) φυσιολογούμενον
(Gal. 4,24) vgSn
*ἀλληγορία· ἄλλο τι παρὰ τὸ ἀκουόμενον ὑποδεικνύουσα (Svg)
ἀλληκτὶ πράσσει τι· ἄνευ κλήρου
*ἄλληκτον· ἀκατάπαυστον (Β 452 ..) n
ἀλλήλῃσι κέχυνται· ἀλλήλαις ἐπιβαίνουσιν (Ε 141)
ἀλληλεδωδόται· ἀλληλοβόροι, ἀλληλοφάγοι
*ἀλληλέγγυον· ἡ ἐξ ἀμφοτέρων πίστις vgSb
ἀλλήλοις, ἀλλήλαις· [...]
*ἀλλήλοισιν· ἀλλήλοις (Γ 9 ..) d
*ἀλληλούια· αἰνεῖτε τὸν ὄντα, ἤγουν τὸν κύριον (Ps. 104,1 ..) vg
*ἀλληλουχία· ἀλλήλους διαδέχεσθαι καὶ συνέχειν καὶ συγκρο-
τεῖν vgS
ἄλλην· λάχανον, Ἰταλοί. καὶ ἐπὶ τοῦ ἀρτυνθέντος περικόμματος,
ἐξ οὗ ἀλλαντοπώλης
*ἀλληλούϊα· αἶνος τῷ ὄντι θεῷ. αἰνεῖτε τὸν κύριον vg
ἄλλικα· χλαμύδα. ἐμπόρπημα. οἱ δὲ πορπίδα χλαμύδος ἀλλη-
λοχείρου (Callim. fr. 253,11)
*ἀλλ' ᾔει· ἀλλὰ πορεύου S
ἄλλιξ· χιτὼν χειριδωτός, παρὰ Εὐφορίωνι (fr. 144 P.)
ἀλλογνώτων· ξείνων (β 366 v. l.)
ἀλλοδαπός· *ξένος SPb ἀπ' ἄλλου τόπου· Δάπεδον γὰρ τὸ
ἔδαφος, ἤγουν ὁ τόπος (Π 550)
*ἀλλοθρόους· ἀλλοφώνους (α 183) g(b)
ἀλλόμος· [τυφλός]
ἀλλοίωσις· ἄλλος ἐξ ἄλλου γενόμενος, μετασυσχηματίζεσθαι
ἄλλοθεν· ἀλλαχόθεν (Β 75)
ἀλλόκοτα· ἀκατάλληλα. ἐναντία. *ἀκατάστατα g SPb ἀλλο-
φυῆ SP ἐξηλλαγμένα. ἰδιόκοτα, *ἔξαλλον SP
ἄλλο· ἀλλοῖον (Ι 313 ..)
ἄλλον μέν κε· ἄλλον δή τινα (Ξ 244)
ἀλλ' ὁ μέν· ὁ μὲν ἄλλος
ἄλλοι μέν· οἱ μὲν ἄλλοι (α 11)
ἄλλοις· τοῖς ἄλλοις (Α 342 ..)
*ἀλλοπρόσαλλος· εὐμετάβλητος (Ε 831) wΣ (b) {ἄλλως ἐπ'
ἄλλῳ μεταστρεφόμενος} Σ
*ἀλλοπροσάλλους· εὐμεταβλήτους (gS)
ἀλλότριος φῶς· πολέμιός τις ἀνήρ (Ε 214)
ἄλλοι μέν ῥα· ἄλλοι μὲν δή (Β 1 ..)
ἀλλοίῳ· [ἐπ' ἄλλῳ]
*ἄλλυδις ἄλλος· ἀλλαχοῦ n ἄλλος (Λ 486)
ἀλλοίους· ἀλλοιοφανεῖς
*ἀλλοφρονέοντα· παραφρονέοντα. ἀλληγοροῦντα b
ἀλλόφυλος· ἐξ ἄλλου γένους, μὴ ἔχων φυλήν
ἀλληλάξαι· ἀλλήλους ἐλάσαι
ἀλληλίζεσθαι· τὸ ἀλλήλους ἐπιχειρίσαι ...
ἀλλήλων ἰθυνομένων· ἐπ' ἀλλήλων εἰς ὀρθὸν ἀκοντιζόντων
(Ζ 3)
ἀλληλοῦχα· τὰ ἀντιπεπλεγμένα
ἀλλῆσαι· ἀναστρέψαι
ἄλλη συνωρίς· ἄλλη κατάστασις
ἀλληλίζειν· ἄλλως καὶ ἄλλως λέγειν
ἄλλικα· χλαμύδα, πορφύραν
ἀλλογνοεῖν· μὴ ἐπιγινώσκειν
ἀλλογνώσας· ἀγνοήσας (Hdt. 1,85,3)
ἀλλόδημα· ἀπόδημα
ἀλλοειδής· ἀλλοφανής (ν 194)
ἄλλον εἰρώτα· ἀνέκρινεν
ἀλλοπειρίους· ἀλλοφύλους
ἀλλοπρόσαλλε· ἄλλοτε ἄλλῳ φίλε (Ε 889)
ἄλλος ὁδίτης· ἀλλόφυλος
*ἀλλότριος· πολέμιος vg(S) ξένος (Hebr. 11,34 ...?)
ἄλλος οὗτος Ἡρακλῆς· παροιμία ἐπὶ τῶν ἰσχυρῶν
ἄλλο τι· ἐν ἐρωτήσει Ἀττικοί
ἀλλοτροπῆσαι· μεταθεῖναι
ἄλλο τόσον· ἀντὶ τοῦ ὅλον σῶμα (Χ 322 ..)
ἀλλόφασις· θόρυβος ταραχώδης
ἀλλοφάσσειν· ἑτεροχροεῖν. ἢ οὐχ ὑποφέρειν βάρος
ἄλλοφον· μὴ ἔχουσαν λόφον S Λόφος εἰς ὕψος τῆς περικεφαλαίας
ἐπανάστημα καλεῖται (Κ 258)
ἀλλοφάτοις· ὑπ' ἄλλων πεφατισμένοις, ἢ ἀνῃρημένοις
ἀλλοφέρμονες· ἀλλαχοῦ τραφέντες
ἄλλυδις ἄλλῃ· μεταλλαγὴ [ἄλλη] ἄλλου ἐπ' ἄλλο, ἀλλαχῇ
(Μ 461 ..)
*ἀλλύει· ἀναλύει S
ἄλλως· ματαίως S ὡς ἔτυχεν. ἢ ἀλλοίως. ἢ μάτην· ἄλλως ἂν
φράζεσθε σαωσέμεν (Τ 401) ἑτέρως δὲ βουλεύσασθε σῶσαι τὸν
ἡνίοχον ἡμῶν
*ἄλλως τε· μάλιστα. καὶ κατ' ἄλλον τρόπον vgSb
ἅλμα· πήδημα Sb καὶ ἡ πρώτη τοῦ ἐμβρύου μεταβατικὴ κίνησις,
παρ' Ἱπποκράτει (alim. 42)
ἁλμάδες· *κολυμβάδες ἐλαῖαι vgb καὶ ἐκ σινάπιος γογγυλίδες
†ἁλματύραι· τὰ παραθαλάσσια χωρία
ἅλμη· ὁ τῶν ἰχθύων ζωμός
ἅλμενος· ἁλλόμενος (Η 15)
*ἀλμήτην· [ἀδάμαστον S]
ἁλμυρὰ δάκρυα· χαλεπά. πικρά
*ἀλμεῖον· [ἀνδρεῖον g]
ἁλμυρίδες· αἰγιαλοί. καὶ τόπος ἐν τῇ Ἀττικῇ παρὰ τὰς ἐσχα-
τιάς, οὗ τοὺς νεκροὺς ἐξέβαλον (Ar. fr. 132)
*ἁλμυρόν· ἁλικόν (δ 511 ..) b
ἄλαξ· πῆχυς, Ἀθαμάνων
†ἀλξίας· πράξεις, καὶ ἐκλήψεις
αλξεων· τειχέων (Eur. Phoen. 1009)
*ἀλογεῖται· μωραίνει S
*ἀλογηθῆναι· μωρανθῆναι S
ἀλογήσας· καταφρονήσας, ὀλιγωρήσας
*ἀλογία· παρακοή vgS
ἀλογήσει· ἀφροντιστήσει. λόγον οὐχ ἕξει (Ο 162)
*ἀλογήσαντες· καταφρονήσαντες vS
(*)ἀλογίσαντες· τὰ τῶν ἀλόγων φρονήσαντες
ἀλόγιστος· παράφρων
*ἄλογος· μωρός vgS
ἀλογίου δίκη· ἣν φεύγουσιν οἱ ἄρχοντες λόγον οὐ δόντες τῶν
τῆς ἀρχῆς διοικημάτων (Eupol. fr. 349?)
†ἀλογχεῖν· Ἀλόγους μιμεῖσθαι, ὅ ἐστιν ἔθνος Θρᾳκῶν
ἄλογχον δόρυ· τὸ ἀσίδηρον
ἄλογα· ἄῤῥητα. Σοφοκλῆς Θυέστῃ (fr. 241)
ἀλόη· πόας εἶδος, καὶ ὁ χυλὸς αὐτῆς
ἀλλοιᾷ· μεταποιεῖ
*ἀλοία· ἔτυπτεν b ἀφ' οὗ καὶ ὁ πατροτύπτης {πατραλοίας}
(Ι 568)
ἀλοία· ἀττικῶς. ἀφ' οὗ καὶ ὁ πατροτύπτης καὶ μητροτύπτης
πατραλοίας καὶ μητραλοίας λέγεται (Ι 568)
*ἁλοῖεν· ληφθεῖεν S
*ἁλοίημεν· ληφθείημεν vg
*ἁλοῖεν ἄν· ληφθεῖεν ἄν Sb
ἀλοιμός· χρῖσμα (b) τοίχων. Σοφοκλῆς Ἀκρισίῳ (fr. 66)
ἀλοῖται· κοιναὶ ἁμαρτωλαί, ποιναί
ἀλοιτήεσσαν· κοινήν. ἄνανδρον. [φονέα] [χρήσις]
ἀλοιφή· πιμελή, ὅ ἐστι λίπος. [ἢ ἁμαρτωλόν]
ἇλοι· ἧλοι
ἁλόθεν· ἐκ τῆς θαλάσσης
ἄλοκας· αὔλακας. διόδους. βοθύνους. ἢ γλυφὰς δέλτου
*ἀλοᾷ· τύπτει (b)
ἀλόκοτα· [ψευδῆ. ἐξηλλαγμένα]
ἁλόντα· κλαπέντα. διαπεσόντα
*ἁλλομένου· ἀεὶ ῥέοντος, ἢ βλύζοντος (En. Io. 4,14)
*ἄλοξ· αὖλαξ gS
ἀλωπεύει· ἀνιχνεύει
Ἀλόπη· πόλις ἐν Ἄργει (Β 682) καὶ κρήνη ἐν Ἐλευσῖνι, ἥτις
Φιλότης ἐκαλεῖτο
ἄλοπον· ἀλέπιστον (Ar. Lys. 737)
ἀλοκίζειν· ἀροτριᾶν
ἁλορόα· ἄρουρα, καὶ γεωργία παρὰ θάλασσαν
Ἄλος· πόλις ἐν Ἄργει τῷ Πελασγικῷ (Β 682)
ἁλός· τῆς θαλάσσης. ὡς τό· καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλός
(Α 359)
*ἁλός· ἅλατος (Ι 214) vS
*ἁλὸς ἄχνη· θαλάσσης ἀφρός (ε 403) S
ἁλὸς θείοιο· ἐντίμου. τῆς θεϊκῶς κινουμένης θαλάσσης
*ἁλοσύδνης· τῆς θαλάσσης gS [ὕδωρ] (δ 404)
ἁλοσύνα· [ἡδονή]
ἁλὸς χνόον· χνοῦν τὸ λεπτότατόν φησι· τοιοῦτος δὲ ὁ ἀφρός,
ἀέρος τὸ πλεῖστον καὶ πνεύματος μᾶλλον ἤπερ ὕδατος ἔχων.
ἢ τὸν ἐπὶ τῆς ἐπιφανείας τῆς θαλάσσης ἀφρόν (ζ 226)
ἄλουα· κῆποι. {Κύπριοι}
ἁλουργά· τὰ ἐκ τῆς θαλάσσης πορφυρᾶ [Κύπριοι]
*ἁλοῦνται· κρατοῦνται. πηδῶσιν (Sap. 5,21) S
*ἁλουργές· πορφυροῦν Pb
*ἁλουργίδες· πορφυρίδες (vgSP)
*ἁλούς· πιασθείς Sb ληφθείς vgb
*ἁλοῦσα· ληφθεῖσα g χειρωθεῖσα (Β 374)
ἀλουσία· τὸ μὴ λούεσθαι. καὶ [{ἀλουτεῖν} ὁμοίως S
ἀλλόφυζον· ἐν ἀμηχανίᾳ ἦσαν
*ἀλόχευτον· ἀγέννητον vgSP
ἄλοχος· εὐνή. γαμετή (γ 403 ..)
ἄλοχος· [δόρυ ἀσίδηρον]
*ἀλόχου· γυναικὸς γαμετῆς (Α 114 ..) b
*ἀλόχῳ· γυναικὶ γαμετῇ (α 432 ..) S
ἀλοῶ· πλανῶ (ε 377)
ἀλοῶν· πλανῶν. καὶ τύπτων
ἀλπαλέον· ἀγαπητόν S(b)
ἄλσεα· τεμένη. οἱ κάθυδροι καὶ σύμφυτοι λιμένες, καὶ τόποι κατά-
δενδροι, πρὸς ἄλσιν καὶ αὔξησιν τῶν φυτῶν ὄντες ἐπιτήδειοι
(κ 509)
*ἄλσος· σύνδενδρος τόπος (ρ 208) vgSb
ἆλσο· ὥρμησας (Π 754)
†ἀλσείαν· πορείαν
ἀλσίνη· βοτάνης εἶδος
ἀλλᾶσιν ὕει· τοῦτο ἐπὶ τῆς ἄγαν εὐθηνίας ἐτίθετο
ἀλτεῖ· [ἀπορεῖ]
ἀλτηρεία· ἁφὴ τῆς χειρός
(*)ἅλς, ἁλός· ἅλατος, θαλάσσης
ἆλτο· ἥλατο, ἐπήδησεν (Α 532 ..) [ἄλτο] | ... · πολύ. ἐλαφρόν
*ἆλτο χαμᾶζε· ἐπήδησε χαμαί (Γ 29 ..) S
[ἀλτὸς καὶ] ἄλτρον· μισθός (P)
Ἀλύβας· ὄρος παρὰ Σοφοκλεῖ (fr. 903), [ἢ πόλις] οἱ δὲ λίμνη
ἢ πόλις ἐν Ἰταλίᾳ καὶ ἐν Τροίᾳ (ω 304)
Ἀλύβη· πόλις Τρωϊκή (Β 857)
ἄλυγος· ἄνευ μάστιγος
ἀλύδοιμον· πικρόν, παρὰ Σώφρονι (fr. 139)
ἀλυδμαίνειν· ...
ἀλύειν· ἀπορεῖν. ἀπὸ {τοῦ} τὴν λύσιν μὴ εὑρίσκειν (Ε 352). ὣς
δὲ καὶ αὐτὸ τὸ ἀπορεῖν ἀπὸ τοῦ πόρον μὴ εὑρίσκειν. δηλοῖ δὲ
καὶ τὸ χαίρειν, καὶ διαχεῖσθαι (σ 333)
ἄλυζα· ἄλυπον
αλύκη· ἐὰν μὲν τὸ {α} δασύνηται, ἡ θάλασσα. ἐὰν δὲ ψιλοῦται,
λύκους μὴ ἔχουσα
ἀλυκτάζει· κρύπτεται. φοβεῖται. ἀπορεῖ. λύσιν μὴ εὑρίσκει
ἁλυκόν· ἁλμυρόν (Ar. fr. 91?)b χλιαρόν. ψυχρόν. οἱ δὲ θερμόν
ἀλυκτεῖν· κλαίειν, λυπεῖσθαι, δυσφορεῖν
ἀλυκτεῖ· ὑλακτεῖ. Κρῆτες
ἀλυκτοσύνη· ἀκοσμία
ἀλυκτήσας· ἀπειλήσας. θορυβήσας
ἀλυκρόν· εὐδινόν
†ἀλύνει· φύει
ἄλυξαν· ἐξέφυγον (ψ 328)
*ἀλύξαι· ἐκκλῖναι, ἐκφυγεῖν (Θ 243) (vgb. S)
*ἀλύουσα· ἀδημονοῦσα (Ε 352) ἢ χαίρουσα. καὶ διαχεομένη
ἀλυκτοπέδη· δεσμοῦ εἶδος ἀνεκφεύκτου
ἄλυς· ἀπορία. πλάνος. βλάβη
ἀλυσθαίνει· ἀσθενεῖ, ἀνιᾶται
ἁλυσιδωτός· ἁλύσει δεδεμένος S
ἁλύσιον· τὸ περὶ τὸν τράχηλον πλόκιον (Men. fr. 258)
ἀλυσιτελές· *ἀσύμφορον vgSb ἀνωφελές p
*ἀλυσκάζω· πλανῶμαι SP ἐκκλίνω P ἐκφεύγω Sb (Z 443)
ἀλυσκάζειν· ἀποδιδράσκειν
ἀλύσσοντες· ἀδημονοῦντες, ἢ δυσφοροῦντες. ἢ ἄγαν λυσσῶν-
τες, καὶ ἐμμανῶς ἔχοντες (Χ 70)
ἀλύσσειν· τρέμειν
†ἄλυστον· τρυβλίον
ἀλυσπαθείῃ· [κακοπαθείᾳ]
ἀλυστάζουσα· ἀλύουσα
ἀλυσταίνειν· ἀσθενεῖν. ἀδυνατεῖν
ἀλυτάρχαι· παρὰ Ἠλείοις ...
ἀλυστινόν· δεινόν
ἄλυτον· [χλιαρόν]
ἄλυτον· ἀκατάλυτον, ἀκατάπαυστον. Σοφοκλῆς Φινεῖ (fr. 665)
ἀλυχά· ἀδημονία, ἀκηδία
ἀλυχήν· ἄσην. χάσμησιν
*ἀλύω· ἀδημονῶ, ἀθυμῶ (Eur. Or. 277) (vg) S [Φοίνικες]
ἄλφα· βοὸς κεφαλή. {Φοίνικες}
ἀλφάδιον· [ἐχθρόν]
*ἀλφάνει· εὑρίσκει. g καὶ ἀλφαίνει
ἀλφαίει· τὸ αὐτὸ δηλοῖ
*ἀλφεσίβοιαι· αἱ πολλὰς βόας εὑρίσκουσαι ἀπὸ ἕδνων (Σ 593) S
ἀλφεσίβοιαι· βόας ἀλφαίνουσαι (Σ 593)
ἀλφή· τιμή, ὠνή, εὕρεσις
ἀλφησταί· ἄνθρωποι. βασιλεῖς, ἔντιμοι
ἀλφηστής· ἰχθύος εἶδος (Sophr. fr. 63?) καὶ ἔντιμος
*ἀλφεῖν· εὑρίσκειν gS διδόναι
*Ἀλφειός· ποταμός Sp καὶ πόλις τῆς Ἤλιδος
ἀλφησταί· ἄμεμπτοι. ἔντιμοι
*ἀλφηστῇσι· τοῖς εὑρετικοῖς, καὶ συνετοῖς (α 449) b
ἀλφιταμοιβοί· ἀλφιτοπῶλαι (Ar. Av. 491)
ἀλφινία· ἡ λεύκη. Πεῤῥαιβοί
*ἄλφιτα· τὰ ἀπὸ νέας κριθῆς [ἢ σίτου] πεφυρμένα ἄλευρα q.
vg(S)
ἀλφιτόμαντις· ἀλφίτοις μαντευομένη
ἀλφίτων στοά· ἐν ᾗ τὰ ἄλφιτα ἐπωλεῖτο
ἀλφιτοσκόποι· ἀλφιτομάντεις
ἀλφιτόχρως· λευκή, πολιά (Ar. fr. 533)
ἄλφι· τοῦτο ἀπότρωκτόν ἐστιν, ὡς ... ἄλφιτα
ἀλφίτου ἀκτή· τὸ βέλτιστον καὶ κράτιστον τοῦ ἀλφίτου
(Λ 630)
ἄλφοι· εὕροι (ο 453)
*ἀλφούς· λευκούς vgb {ἢ λευκάς} vgS
ἀλφός· λευκή τις {παραλλαγὴ} ἐν τῷ σώματι
ἀλοιφή· χρῖσις (ζ 220)
Ἀλφαῖος· μάθησις ζωῆς (Act. ap. 1,13)
†ἀλχηρὴς ὕπνος· ἀηδής, οὐκ ἔχων χαράς
ἀλφή· ἡ τιμή. καὶ ἄλφα τὸ στοιχεῖον
*ἁλῶ· ληφθῶ P πιασθῶ vSn
Ἁλῷα· ἑορτὴ Ἀθήνῃσιν
ἁλωάς· τὰς ἅλως. *ἁλωνίας (Ε 499) S
ἁλωή· ἡ ἅλως. καὶ ἀμπελόφυτος χώρα. καὶ ἡ σιτοφόρος. καὶ ὁ
κῆπος. καὶ τὰ σύμφυτα τῶν χωρίων, ἢ ἄρουρα
ἁλωήν· τὴν ἅλω
*ἀλώβητον· ἀβλαβές vgP
*ἀλωαί· οἱ παράδεισοι Σ (w)
ἁλωῆς· ἁλωνίας. ἀμπελοφύτου (α 193 ..)
*ἀλώμεθα· πλανώμεθα S
*ἀλώμενος· πλανώμενος (β 333 ..) Σ
ἁλῶναι· ἀπολέσθαι, ἀποθανεῖν. *συνδεθῆναι, ληφθῆναι SPb
†ἁλωνάκη· ἀνάλωμα. Χαλκιδεῖς
ἁλώνητος· τοὺς {εὐτελεῖς, ὅτι} ἅλας λαμβάνοντες οἱ Θρᾷκες,
ἀνδράποδα ἐδίδοσαν. οἱ δὲ εὔωνος, ὀλίγου ἄξιος
ἀλωνίζουσα· [ἐν ἄλωσι διάγουσα S]
ἁλῷς· κρατηθῇς (Plat. Ap. 29 c)
ἀλωπέκεως· ἄμπελος οὕτω καλουμένη, καὶ ὁ ἀπ' αὐτῆς οἶνος
Ἀλωπεκῆ· δῆμος Ἀντιοχίδος φυλῆς
ἀλωπεκίαι· αἱ τῶν ἀλωπέκων καταδύσεις
ἀλωπεκίδες· εἶδος κυνῶν (Xen. cyneg. 3,1)
ἀλωπεκίζειν· ἀπατᾶν
ἀλώπηξ· ὄρχησίς τις [καὶ ἀλωπεκίαι] †μώμων, ὡς Σοφοκλῆς
(fr. 386?) {καὶ ἀλωπεκίαι} ὅπερ ἐστὶ ἐν σώματι πάθος γενό-
μενον
ἀλωπός· ἀλωπεκώδης. πανοῦργος. Σοφοκλῆς Θυέστῃ (fr. 242)
{καὶ} Ἰνάχῳ. (fr. 271). οἱ δὲ ἀφελὴς [καὶ] κατὰ τὴν πρόσοψιν ...
ἀλώπα· ἡ ἀλώπηξ (Alcae. fr. 47,6 Lob.)
ἅλως· ἡ τοῦ ἡλίου ἢ σελήνης περιφέρεια. Αἰσχύλος περιφέρεια
τῆς ἀσπίδος, καὶ κύκλος (Sept. 489)
ἁλώσεως· ἀπωλείας, θανάτου
*ἁλώσεται· ληφθήσεται gS πολεμηθήσεται (Esai. 27,3) Sp
*ἁλώσιμα· καταληπτά (g) b
*ἁλώσιμον· ληφθῆναι δυνάμενον gS
*ἅλωσιν· φόνον vgS πόρθησιν (vgP)
ἁλώσω· ἀνταναλώσω
ἄλωστοι· ἄῤῥαφοι
ἁλωτόν· ληπτόν (g)
ἀλωφούς· λευκούς
ἁλώω· ἀποθάνω (σ 265)
ἁλωσομένην· ἀπολουμένην
ἅμ'· ἅμα, ὁμοῦ
ἅμα· ὁμοῦ, ἐν τῷ αὐτῷ χρόνῳ. καὶ ἐκ διαφόρων τόπων καὶ εἰς
ἕνα τόπον. καὶ ὁμόσε
ἁμάδρυα· κοκκύμηλα. Σικυώνιοι
†ἁμάδην· ἁπαλήν (Χ 310)
ἁμαδρυάδες· βάλανοι
†ἁμαζακάραν· πολεμεῖν. Πέρσαι
ἁμαζανίδες· αἱ μηλέαι
*Ἀμαζών· μία τῶν Ἀμαζόνων S
*ἀμαθαίνει· ἀμαθής ἐστι. vgSw
ἀμαθεῖν· θερίζειν
ἀμαθής· σκαιός. βίαιος
ἀμάθοιο· ἡ κατὰ τὸ πεδίον κόνις (Ε 587)
*ἄμαθος· ἡ μεσόγαιος ἄμμος, ἡ δὲ παρὰ θαλάσσῃ ψάμμος λέγεται
vgS καὶ ψάμαθος (Ε 587)
†ἀμαδύνας· ἀφανίσας
ἀμαθύνει· ἄμαθον ποιεῖ. [ἀφανίζει (p) καὶ φθείρει (Ι 593)
*ἀμαιμακέτην· ἀκαταμάχητον SP μεγάλην. χαλεπήν (Ζ 179)
ἁμάκις· ἅπαξ. Κρῆτες
*ἀμάλαι· αἱ δεσμαὶ τῶν δραγμάτων (g)
ἀμάκιον· κάμαξ b Λάκωνες
ἄμαλα· τὴν ναῦν. ἀπὸ τοῦ ἀμᾶν τὴν ἅλα. Αἰσχύλος Πρωτεῖ
Σατυρικῷ (fr. 214)
ἀμαλδῦναι· ἀφανίσαι (Μ 18)
ἀμαλδύνομεν· ἀφανίζομεν, [μαραίνομεν (p)
*ἁμαλεκέλαδος· θόρυβος {ὁμοῦ} (Eur. Hec. 928) Sw
ἀμαλη· ἁπαλή, νέα, εἰ ὀξύνοιτο (Χ 310) ἢ δράγματα, παροξυ-
νόμενον
*ἀμαλθάκτους· σιδηροῦς. σκληρούς. ἀμαλάκτους S
Ἀμαλθείας κέρας· τὸ πάντων ἐπιτυγχάνειν. ἐπειδὴ οἱ εὐχόμε-
νοι τῇ οὐρανίᾳ αἰγὶ ἐπιτυγχάνουσιν· ἢ ὅτι Ἑρμῆς Ἡρακλεῖ
ἔδωκε τὸ κέρας, ὅταν τὰς Γηρυόνου βοῦς ἔμελλεν ἐλαύνειν
ἀμαλθεύει· πληθύνει, πλουτίζει. ἢ τρέφει (Sophocl. fr. 95 P.)
ἀμαλλοῖ· ἀφανίζει, {ἀδηλοῖ}
ἀμαλόν· ἁπαλόν S ἀσθενῆ. Εὐριπίδης Ἡρακλείδαις (75) [δηλοῖ]
*ἀμαλλοδετῆρες· οἱ τὰς ἀμάλλας δεσμεύοντες (Σ 553) S(b)
ἀμαλλόν· ἰσχυρόν
ἀμάλλιον· σχοινίον, ἐν ᾧ τὰς ἀμάλλας δεσμεύουσιν, [ἤτοι
δράγματα]
ἄμαλλαι· δράγματα, δέσμη τῶν ἀσταχύων. Σοφοκλῆς Τρι-
πτολέμῳ (fr. 550) ἀγκάλη, δράγματα ρ#, ὥς φησι Ἴστρος (fr.
54 M.), Φιλίτας δὲ ἱστορεῖ ἐκ σ# (gloss. fr. 46) καὶ Ὅμηρος
χρῆται τῇ λέξει
ἄμαλλος· πέρδιξ. Πολυῤῥήνιοι
ἄμαλλοι· φυτὰ σικύων, ἢ τῶν ὁμοίων
ἀμαλῶς· μετρίως, εὐκόλως. ἀσθενῶς. ἁπαλῶς (Hippocr. aff. int.
30 ..)
ἁμαμηλίς· ἀπίου γένος, ἢ μήλου, ἢ μεσπίλου (Hippocr. mul.
1,44)
ἁμματίξαι· ἀποπνῖξαι
†ἀμαλάττει· ἀπολλύει. πορθεῖ
ἀμαλδύνει· μαραίνει S σήπει, φθείρει
ἀμάμαξυς· ἄμπελος, ἢ γένος σταφυλῆς (Epich. fr. 24?) εἴρηται
δὲ καὶ ἐπὶ χωλοῦ τινός, δύο βακτηρίαις ὑπὸ τὰς μασχάλας
ἐρειδομένου, καὶ ἐκκρεμάμενον ἔχοντος τὸν πόδα ὡς βότρυν
(Com. ad.)
*ἀμᾶν· θερίζειν vgS ἀπὸ τοῦ ἅμα Σ ἀνέχειν
†ἀμανάν· ἅμαξαν
ἀμανδαλοῖ· ἀφανίζει, βλάπτει
ἀμάνορες· δοθιῆνες. Ἠλεῖοι
Ἄμαντοι· ἔθνος Ἠπειρωτικόν
ἁμαξακάρινον· ἅμαξα
Ἁμαξαντειά· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς
ἁμαξάων· ἁμαξῶν (Η 426)
ἁμαξεύς· ζευγηλάτης
ἁμαξήποδες· τῆς ὑπερτερίας τὰ †εἴδη τὰ τοῖς ἄξοσι προστιθέ-
μενα στρεφομένοις περὶ αὐτά
ἀμαξιτόν· *ὁδὸν δημοσίαν vgS ἁμάξαις διαπορευτὴν ὁδόν
(Χ 146)
ἀμαξίς· γένος σταφυλῆς ἀπὸ ἀναδενδράδος. καὶ τὸ μικρὸν
ἁμάξιον Ἀττικοὶ οὕτως καλοῦσιν
ἆμαρ· ἦμαρ, ἡ ἡμέρα
ἀμάρακος· γένος μύρου, ἀπὸ φυτοῦ ἀμάρακος καλουμένου
ἀμάραν· αὔλακα
*ἀμαράντινον· ἄσηπτον (i Petr. 5,4) Sp
ἀμάραντος· εἶδος φυτοῦ, ἀφ' οὗ στέφανοι πλέκονται
†ἀμαρασαι· αἱ σῦς. οἱ δὲ κύνας
ἀμαρεῖν· ἀκολουθεῖν. πείθεσθαι. [ἁμαρτάνειν]
ἀμαρεύματα· ἀθροίσματα βορβόρου (Greg. Naz. c. 2,2,7,111)
*ἀμαρεύων· διοδεύων S
ἀμάρη· ἡ ἐν τοῖς κήποις [ὑδροῤῥόη b παρὰ τὸ ἅμα καὶ ἴσως καὶ
ὁμαλῶς ῥεῖν, ἢ οἷον ἁμαρόη τις οὖσα
ἀμάρης· ὑδρορόης S ὀχετοῦ (Φ 259)
ἀμάρῃσι· πόροις
ἀμάη· Ἑβραϊστί, †βαβαὶ Συριστί, Ἑλληνιστὶ σύγχυσις
†ἀμαρία· ὁμοῦ, παραγώγως
ἁμαρτάδας· ἁμαρτίας (Hdt. 8,140 α1 Aesch. fr.)
*ἅμαρτεν· ἀπέτυχεν Sb ἐψεύσθη (Δ 491 ..)
ἁμαρτῇ· ἅμα, κατ' ἐπακολούθησιν, ὡς Ὅμηρος (Ε 656 ..)
χρῆται
ἁμαρτῆσαι· στερηθῆναι
ἁμαρτῇ· ὁμοῦ b προῆκαν τὰ δόρατα (Ε 656) [Εὐριπίδης
Σκείρωνι]
ἁμαρτεῖν· ἀκολουθεῖν. {Εὐριπίδης Σκείρωνι (fr. 680)} Σοφοκλῆς
δὲ ἐν Φιλοκτήτῃ (231) ἐπὶ τοῦ ἀποτυχεῖν
ἁμαρτήδην· ὁμοῦ
ἁμαρτήσεσθαι· δι' ἁμαρτίαν στερηθῆναι (# 511)
ἁμαρτήσαντες· συντυχόντες, ὁμοῦ γενόμενοι. ἢ ὁμοῦ προέμενοι,
ὅ ἐστι ἐκπέμψαντες (φ 188)
ἁμαρτοεπής· ἁμαρτάνων ἐν τῷ λέγειν (Ν 824)
*ἁμάρτοις· ἀποτύχοις (Eur. Med. 191) S
ἁμαρτωλόν· πανοῦργον, μοχθηρόν, αἱμύλον
ἁμαρτων· ἀκολουθῶν. ἀγνοήσας
ἀμάρυγγες· ἀκτῖνες, λαμπηδόνες. ὄψεις
*Ἀμαρυγκέα· ὄνομα κύριον (Ψ 630) S
*ἀμαρύγματα· λαμπηδόνες T. Sb
†ἀμαρυγκυσία· βοστρύχια
Ἀμαρύσια· ἑορτὴ Ἀθήνῃσι
ἄμαρυς· ἄπλετος, πολύς
ἀμαρύσσει· στίλβει, λάμπει
ἀμαρύσσων· λάμπων b ἀστράπτων
ἀμαρύκαρ· [ἀπ' ἀρχῆς]
ἀμάρυγγας· τοὺς ὀφθαλμούς
ἁμάς· ἡμετέρας. Δωρικῶς (Κ 448)
ἀμᾶσθαι· ἐφέλκεσθαι τὴν γῆν
ἁμασυκάδες· ἅμα τοῖς σύκοις γινόμενοι ἄπιοι
ἀματίζει· ἀναφυρᾷ
ἁμάτις· ἅπαξ. Ταραντῖνοι
*ἀμάτορος· μητέρα μὴ ἐχούσης (Eur. Phoen. 666) S(P)
ἅμα τοῖσι· σὺν τούτοις (Α 348 ..)
ἁματροχιαί· τῶν ἁρμάτων συνάφεσις
ἁματροχιάς· τὰς χαράξεις τῶν τροχῶν. καὶ ὁμοδρομίας (Ψ 422)
ἁματροχόωντα· ἅμα συνεκτρέχοντα (ο 450)
ἀμαυρῇ γλώσσῃ· ἡσύχως
ἀμαυροῖ· ἀναιρεῖ. μαραίνει (Eur. Hipp. 816)
*ἀμαυρούμενοι· σκοτιζόμενοι vgS
ἀμαυρώσας· σκοτώσας
*ἀμαυρόν· σκοτεινόν (Lev. 13,4) (vgSP)b
†ἀμαχητηρία· εἶδος ἀκάνθης
*ἄμαχον· ἀκαταμάχητον, ἀκαταγώνιστον (Eur. Rhes. 456) vg
ἄμβαινα· ἀναδενδράς
†ἀμβαδέως· ἀφροντίστως. ἀπρονοήτως
*ἄμβασιν· ἀνάβασιν (vg)S
ἀμάσεται· ἀπὸ τῆς ἀμήσεως, οἱονεὶ σφάξαι. Σοφοκλῆς Τρωίλῳ
(fr. 568)
ἀμβαίδην· [ἐμβολάδην. μετὰ ὀλολυγμοῦ]
*ἀμβαλλώμεθα· ἀναβαλλώμεθα (Β 436)
ἀμβατός· ἀναβατός. προσβατός (Ζ 434)
†ἀμβές· δύσκολον. ἢ {ἀβλαβές}
ἄμβη· ἡ τῆς ἴτυος ὀφρῦς τῶν κυλλῶν ἀσπίδων
ἄμβικα· χύτραν. κάδον
*ἀμβιτιῶν· ἐπιτηδεύων παρεκβάλλειν τινὰ τῆς αὐτοῦ ἐξουσίας S
ἀμβλακεῖν· ἁμαρτεῖν
*ἀμβλάκημα· ἁμάρτημα (Dan. 6,6 Theod.) S
ἀμβλήδην· ἀναβολάδην, ἀπὸ προοιμίου. ἢ μετὰ ὀλολυγμοῦ
ἀναβάλλων (Χ 476)
*ἀμβλοθρίδιον· [ἄμβλωμα. βρέφος. ἔκτρωμα vb]
*ἀμβλύ· βραδύ vgS
*ἀμβλυωπεῖ· τυφλώττει Pp (b)
*ἀμβλυώττοντες· τυφλώττοντες vgS
ἀμβλύτερον· ὀκνηρότερον
ἀμβλύσκει· ἐξαμβλοῖ. κυρίως δὲ ἐπὶ ἀμπέλου. καὶ ἐκτιτρώσκει.
Σοφοκλῆς Ἀνδρομέδῃ (fr. 128)
ἀμβλῶνες· χαλβάνη. Διονύσιος
*ἀμβλώσκειν· ὠμοτοκεῖν S
*ἀμβλωθρίδια· τὰ ἐξημβλωμένα, ἔμβρυα (Dion. Ar. eccl. hier.
3,3,6) (vgS) Σ
*ἄμβλωμα· ἔκτρωμα (A)
ἀμβλωπή· τυφλή
ἀμβλώσσει· ἀμβλυωπεῖ
ἀμβολάδην· ἀναβολῇ χρώμενος. ἀναζέων. ἀναβάλλων (Φ 364)
ἄμβος· ἡ ἐπίγειος πλάτη
ἀμβρίζειν· θεραπεύειν ἐν τοῖς ἱεροῖς
*ἀμβρόσια· θεῖα θαυμαστά vgS. ll τροφή, ἢ μάννα (Sap. 19,21)
S(b)
*ἀμβρόσιον· εὐῶδες. ἡδύ (Ξ 178)
ἀμβροσίη· θεία, καὶ ἀθάνατος. καὶ ἡ τῶν θεῶν τροφὴ [βαρυτό-
νως γὰρ ὁ βρότος τὸν ἀνθρώπινον φόνον κατὰ στέρησιν
δηλοῖ] ἡ καθαρὰ καὶ ἀθάνατος καὶ ἄφθαρτος σημαίνεται.
Κορίνθιοι δὲ τὸ κρίνον (Nicand. fr. 126)
*ἀμβροσίου· θείου (Ε 338) S
ἀμβροτῖνον· ἄμοιρον
ἄμβροτα· θεῖα, ἀθάνατα (Π 670 ..)
*ἄμβροτα τεύχεα· θεῖα ὅπλα (Ρ 202) Sb
*ἄμβροτος· ἄφθαρτος, θεῖος vgSp ἀθάνατος (γ 358) p
*ἀμβρόσιος· θεῖος P ἀθάνατος (Β 19) (vgb) ἡδύς. καὶ ὄνομα
κύριον
ἀμβροτεῖν· ἁμαρτεῖν. ἀποτυχεῖν βροτοῦ, ὅ ἐστι ἀνθρώπου.
καὶ κρύπτειν
ἀμβροτίξας· ἀπαρξάμενος. Λάκωνες
ἄμβροτες· †καινεῖ ἀποτυγχάνει
ἀμβρυχαί· αἱ τῶν χειρῶν ἐμβολαί
ἄμβρυττοι· εἶδος ἐχίνων θαλασσίων. Ἀριστοτέλης (h. an. 4,530
b 5) δὲ αὐτοὺς βρύττους καλεῖ
Ἀμβώνιον· χωρίον τῆς Ζελείας
ἄμβωνες· αἱ προσαναβάσεις τῶν ὀρῶν. Αἰσχύλος Κερκύωνι
(fr. 103) καὶ Σισύφῳ (fr. 231)
ἀμέγαρτον· ἀφθόνητον S ἀζήλωτον (Β 420) ἢ πολύν, ἢ μέγαν.
ὡς τό· ἀμέγαρτε συβῶτα (ρ 219) ᾧ οὐκ ἄν τις φθονήσειεν.
ἀμέθυσος· βοτάνη. καὶ λίθος
ἀμείβεται· παραιτεῖται. Εὐριπίδης Ἀνδρομέδᾳ (fr. 156)
*ἀμείβοντα· ἀλλάσσοντα vgS
*ἀμείβου· ἀνταποδίδου vgS
*ἀμείβων· ἀλλάσσων (Λ 546) SΣ
*ἀμειδές· στυγνόν vgb ἀγέλαστον
*ἀμειδήτοις· σκυθρωποῖς S Μειδιᾶν γάρ ἐστι τὸ γελᾶν (Sap.
17,4) Svg
*ἀμείδητον· ἀγέλαστον S(g)
ἀμείλικτον· πικράν. οὐ προσηνῆ (Λ 137)
ἀμειλέοις· ἀθλίοις
*ἀμείλικτον· ἄμικτον, ἀπάνθρωπον, σκληρόν vgS [καὶ πικρόν,
οὐ προσηνῆ]
ἀμείλιχος· ἀπροσηνής, ἀπειθής. σκληρός. πικρός (Ι 158)
ἀμεῖναι· [πληρωθῆναι]
ἀμείνασις· ἡδύοσμον {ὑπὸ Περγαίων}
*ἄμεινον· κάλλιον vgSP βέλτιον gS κρεῖσσον (Α 116 ..) gP
*ἀμείνονα· βελτίονα (Β 239) vg
ἁμιλλώμενος· [ὁρίζων. ἢ ἐρίζων]
ἀμεριμνεῖν· ἀμελεῖν
ἀμείρεσθαι· στερεῖσθαι
ἀμείροντες· στερίσκοντες, ἀφαιρούμενοι
ἀμεῖς· [εὑρήσεις]
*ἀμειφθήσεται· ἀλλαγήσεται Sp
ἀμείψασθαι· ἀποκρίνασθαι (β 83)
(*)ἄμειψεν· ἤλλαξεν
ἀμειψικοσμίη· μετακόσμησις (Democr. fr. 138)
ἀμειψιρυσμεῖν· ἀλλάσσειν τὴν σύγκρισιν, ἢ μεταμορφοῦσθαι
(Democr. fr. 139)
ἀμειψίχρον· μεταβάλλοντα {τὴν χρόαν}
*ἀμειψώμεθα· ἀνταποδώσωμεν vgSPb
ἀμεθόδευτος· ἀτέχναστος
*ἀμέλγει· ἐπισπᾶται τὸ γάλα vgS
ἀμέλδειν· τήκειν. στερίσκειν
ἀμελῆσαι· ἀφροντιστῆσαι
ἀμέλει· διό. ἁπλῶς. οὕτως οὖν d *τοιγαροῦν bΣ
*ἀμέλεια· καταφρόνησις S
*†ἀμέλατον· τὸ ἴσον S
ἀμελίου δίκη· ζημία
*ἀμελλητί· ταχέως, μελλήσεως χωρίς (Ios. Ant. 19,301) vgSb
†ἀμελοῦσαν· ἄκουσαν. ἢ {ἀνελοῦσαν}
Ἀμελοῦς γωνία· χωρίον Λιβύης
ἀμεμακέτην· [ἀκαταμάχητον S]
*ἀμέμπτους· ἀκαταγνώστους S
*ἀμεμφῶς· ἀμέμπτως S ἀφειδῶς
*ἄμεναι· πληρωθῆναι (Φ 70) S
ἀμενεῖς· ἀσθενεῖς
ἀμενήνωσεν· ἀσθενῆ ἐποίησεν (Ν 562) b Ἡλιόδωρος δὲ ἐπὶ
τῶν νεκύων "{ἀμενηνὰ κάρηνα}" (κ 521 ..) τὰ ἀδιανόητα
ἀπέδωκεν
ἀμένητα· ὑμένα. Αἰολεῖς
ἀμενηνά· ἀσθενῆ T κατὰ στέρησιν τῆς δυνάμεως. μένος γὰρ ἡ
δύναμις. ἢ ἄψυχα (κ 521 ..)
*ἀμενηνῶν· ἀσθενῶν (τ 562) Sp
*ἀμενηνόν· ἀσθενές (Eur. Tro. 193) (b)
*ἀμενηνός· ἀδύναμος (Ε 887) P
ἁμέρας· ἡμέρας (Eur. Tro. 849)
ἀμεργομένη· δρασσομένη. ὑφαιροῦσα
ἀμερτόν· ἡ εἱμαρμένη. Κρῆτες
*ἄμερδεν· ἠμαύρου b ἔβλαπτεν (Λ 340)
ἀμέρδειν· στερίσκειν (φ 290?)
*ἀμερεῖ· ἀμερίστῳ. ταχυτάτῳ (Macc. 3,6,29) S
*ἀμερσινόου· ἀποτυχόντος τοῦ νοῦ (Greg. Naz. c. 2,1,46,17)
ἀμερεφές· [τὰ ἀμφοτέροθεν]
ἀμέρδει· ἀποστερεῖ T
ἀμερθείς· στερηθείς
*ἀμερθῇ· στερηθῇ (S)
ἁ μερία· τριακάδες δέκα
ἁμέριον ἔργον· τὸ ἡμερήσιον
ἀμέρμερα· πολλά. Λάκωνες
ἀμερνός· [ἄπειρος]
ἁμεροκοίτης· ὁ καλλιώνυμος ἰχθῦς. ἢ μύρον
*†ἀμερής· τυφλός g
*ἀμέρσαι· ἀποστερῆσαι, συλῆσαι (Π 53) S
ἀμερσίφρων· βλαβερά
ἄμερσεν· ἄμοιρον ἐποίησεν. ἐστέρησεν (θ 64)
ἀμέρυτος· ἀναπόσχετος. ἀτελεύτητος
ἀμερφές· αἰσχρόν
ἀμέρσαι· ἀμαυρῶσαι. ἄμοιρον ποιῆσαι
ἀμέσω· ὠμοπλάται
ἀμετάθετος· ἄτρεπτος, ἀκίνητος
*ἀμεταποίητον· ἀμετάθετον SΣw
ἀμεταστρεπτί· δίχα τοῦ μεταστραφῆναι (Plat. rep. 620e ..)
ἀμεταχείριστα· δύσληπτα (Ar. fr. 710)
†ἀμετέναι· ἀποδοῦναι
ἄμετρα· †ἄκερα, ἀκεράμια μαχόεσα
*ἀμετρίαν· ὑπερβολήν vgS(b)
*ἀμετροεπής· φλύαρος b ἄμετρος ἐν τῷ λέγειν (Β 212) Sb
ἀμετουσίαστον· ἀμέτοχον
*ἀμέτοχον· ἀμετάληπτον Sb
*ἄμετρον· ἀμέτρητον, ἄπειρον (S)
ἀμεύσασθαι· ἀμείβεσθαι. διελθεῖν. περαιώσασθαι (Pind. fr. 23?)
ἀμευσιεπής· διαλλάσσουσα καὶ ἀμειβομένη τοῖς λόγοις (Pind.
fr. 24)
ἄμη· σιδηροῦν σκεῦος. καὶ σκάφη, εἰς ἣν ἐβάλλοντο ἐρίφων πόδες
πρὸς τὸ μὴ βαίνειν
ἁμῆγε· ἁμηγέπω
ἄμητος· [ὁ καιρὸς τοῦ θερισμοῦ]
*ἀμητός· [ὁ θερισμός]
*ἁμηγέπη, ἁμηγέποι· ὅποι ποτέ S(g)
*ἃ μὴ θέμις· ἃ μὴ πρέπει (Soph. O. C. 1641) vgSb
†ἀμήκωα· δεινά. Ταραντῖνοι
ἀμήλιον· ἀκολάκευτον. Κρῆτες
†ἀμημένοι· σῖτον συλλέγοντες S
ἀμῆν· πλακοῦντος εἶδος b
ἀμηνίτως· ἀμέμπτως. Ἀχαιὸς {Ἀλκμέωνι} (fr. 15)
ἅμ' ἠοῖ· ἅμα ἡμέραι (δ 407 ..) b [Αλκαιῶνι]
ἅμηροι· ὅμηροι
*ἀμήρυτον· ἄφθαρτον, ἀτελεύτητον vgS πολύ g Σ
ἀμῆσαι· θερίσαι b
ἀμησάμενος· συναγαγών (ι 247) θερίσας
*ἀμήσαντα· θερίσαντα (vgA) ἀποτεμόντα (Σ)
ἀμητορίδας· [καθαριστάς] Κρῆτες [ἢ] κιθαριστάς
ἄμητες· πλακοῦντος εἶδος
*ἀμητῆρες· θερισταί (Λ 67) PbΣ
†ἀμητόν· ἀποίητον
*ἀμήτορες· μὴ ἔχοντες μητέρα S
*ἄμητος· θερισμός (Prov. 6,11a) vgPb
ἀμητός· ὁ καιρὸς {τοῦ θερισμοῦ} (Τ 223) Σ
*ἀμήχανον· ἄπορον vb πρὸς ὃν μηχανὴν οὐκ ἔστιν εὑρεῖν SP
ἢ δυσχερές. ἢ ἐνδεές (Eur. Andr. 770)
ἀμήχανε· ἀπροσμάχητε (Ο 14)
ἀμητος· τῆς μὲν πρώτης ὀξυνομένης, [αὐτὰ τὰ τεθερισμένα b
τῆς δὲ τελευταίας, [ὁ καιρὸς b τῆς συγκομιδῆς τῶν καρπῶν
(Τ 223)
ἀμήτωρ· κακομήτωρ. Σοφοκλῆς Ἠλέκτρᾳ (1154)
†ἀμία· φυλάκια
ἀμίαι· ἰχθύες (Epich. fr. 124,5)
†ἀμιερεῖ· δείξει
ἀμμηρά· ἀμμώδη. ἔρημα
(*)ἀμειδῆ· στυγνά. ἀγέλαστα
ἀμιθρόν· ἀριθμόν (Simon. fr. 228)
ἀμιθάς· ἔδεσμα ποιόν, καὶ ἄρτυμα, ὡς Ἀνακρέων (fr. 138)
ἀμιθρεῖν· ἀριθμεῖν (Nicochar. fr. 5 D.)
†ἀμίθιος· μυλών
ἄμμιξ· συγκομιστὸς ἄρτος. Ταραντῖνοι
ἀμικτίσας· διαστήσας. χωρισάμενος
*ἅμιλλα· φιλονεικία gPb πόλεμος P ἀγών (Eur. Hec. 226 ..)
ἁμιλλᾶν· τὸ ἐρίζειν. καὶ εἰς τάχος γράφειν
*ἁμιλλᾶσθαι· φιλονεικῆσαι vgS ἀγωνίζεσθαι (Eur. Hipp.
426 ..) S
ἀμίλλακαν· οἶνον. Θηβαῖοι
ἁμιλλᾶται· ἐρίζει b
ἁμιλλότεροι· ἐπὶ πλέον ἐρίζοντες
ἀμίλλυκα· δρέπανον. Ἠλεῖοι
*ἁμιλλώμεθα· φιλονικῶμεν S
*ἁμιλλώμενος· ἐρίζων gSPb
ἁμιλλητήριος· ὁ ἐρίζων πολύ
ἀμείλικτον· [σκληρόν v(g)S]
Ἀμιναῖον· δι' ἑνὸς ν τὸν οἶνον λέγει. ἡ γὰρ Πευκετία Ἀμιναία
λέγεται
ἀμῖξαι· οὐρῆσαι. ἢ ἐκχύσαι. ἢ ὀμῖξαι
ἅμιπποι· δύο ἵπποι συνεζευγμένοι
ἁμιλλητηρίους λόγους· τοὺς ἐναγωνίους
ἀμίς· σταμνίον
ἀμίσαλος· δυσάρεστος (Callim?) b
ἄμιτρα· μικρά. Κρῆτες
ἀμιτροχίτωνας· ἀζώστους b ἔχοντας τοὺς χιτῶνας (Π 19)
*ἀμιχθαλόεσσα· ἀπροσόρμιστος ἐκ θαλάσσης (A) καὶ δύσορμος
(Ω 753)
ἄμισθος· χωρὶς μισθοῦ
*ἅμμα· δεσμός (Eur. Hipp. 781) SPb
ἀμμάθω· μεταμέλωμαι
†ἀμμαλλῆς· ἀνοστία S
Ἀμαλῷα· ἑορτὴ {παρὰ Τενεδίοις} ἀγομένη Διί
ἀμ μακρύ· τὸ ἀπ' ἀρχῆς
ἀμαμιθάδες· ἥδυσμά τι σκευαστὸν διὰ κρεῶν εἰς μικρὰ κεκομ-
μένων δι' ἀρτυμάτων
ἀμμάξαι· αἰωρεῖσθαι, καὶ κρέμασθαι. ἢ ἀποπνῖξαι
Ἀμμάς· ἡ τροφὸς Ἀρτέμιδος. καὶ ἡ μήτηρ. καὶ ἡ Ῥέα. καὶ ἡ
Δημήτηρ
ἁμματίζει· περιπλέκει, δεσμεύει S
ἄμμε· ἡμᾶς b [ἢ ἡμεῖς, ἢ ἡμῖν] [ἢ] οἴομαι (A59)
ἀμμεδαπήν· ἐγχώριον
ἄμμες· [ἡμᾶς,] ἡμεῖς d [ἡμῶν] (ι 303)
ἀμμία· μήτηρ. τροφός
*ἄμμι δέ· ἡμῖν δέ (Α 394) Sb
ἀμμία· [καὶ ἀποπνίξαι]
†ἀμμιρός· πεπληρωμένος
ἀμιλλᾶσθαι· [εἴρηται ὡς φιλονεικῆσαι]
ἀμμισκόμιστον· [συγκόμιστον ἄρτον]
*ἀμοιβάς· τιμωρίας. ἐκτίσεις vg
ἀμοιβοί· οἱ διαδεχόμενοι τοὺς προεστρατευκότας (Ν 793)
*a) ἄμμορον· ἀμέτοχον (ε 275) S b) {ἄμοιρον} ἀθάνατον S
ἀμμορίην· τὴν κακὴν μοῖραν, κακομοιρίαν (υ 76)
ἄμμορον· δύσμορον, κακόμορον· καὶ ἔμ' ἄμμορον (Ζ 408), καὶ
ἀμέτοχον, ὡς τό· οἴη δ' ἄμμορός ἐστι λοετρῶν (ε 275)
ἄμμος· ψάμμος
Ἀμμούς· ὁ Ζεύς. Ἀριστοτέλης (fr. 530)
Ἀμμών· ἑορτὴ Ἀθήνηισιν {Ἄμμωνι} ἀγομένη, καὶ ὄφεις Κυρη-
ναῖοι
*[ἄμμωνος· υἱός, ἀπόγονος]
ἀμμωχεῖν· ἀργεῖν
*ἀμνάδας· παρθένους (Clem. Al. protr. 12,119,1) ἢ πρόβατα
(Theocr. 8,35) S
ἀμνάμους· τοὺς ἐγγόνους
*ἄμναμος· υἱοῦ υἱός S
*ἀμνημόνει· ἐπελάθετο S
ἀμνὴν θερίζειν· .............
ἀμνημύοντες· ἀθυμοῦντες
ἀμνήνοσεν· [ἀσθενῆ ἐποίησεν]
ἀμνησικακία· τὸ μὴ μιμνήσκεσθαι κακῶν (3. Macc. 3,21)
*ἀμνηστία· τὸ μὴ μιμνήσκεσθαι vgS
Ἀμνισία· ἡ Εἰλείθυια
ἀμνίον· τὸν ὑμένα τοῦ σώματος
ἀμνήστευτος γυνή· ἡ παλλακή. Εὐριπίδης Φοίνικι (fr. 818)
†ἀμνόα· πρόβατον. οἱ δὲ ἀμνός
ἀμνόν· μαλλόν. *ἢ τὸ ἄρτι τεχθὲν πρόβατον q. Spn
ἀμνοὶ τοὺς τρόπους· πρᾶοι καὶ μαλακοί (Ar. Pac. 935)
ἀμνοκόπος· ποιμήν
ἀμοιβαί· χάριτες (Eur. Or. 841) καὶ τιμωρίαι, [*ἀνταποδόσεις | (v)g καὶ ἐκτίσεις Σg χρέα
*ἀμογητί· ἄνευ κακοπαθείας p χωρὶς μόχθου (Λ 637) vgS
*ἀμόγῳ· ἀκοπιάστῳ S(pP)
ἁμόθεν· ἀπό τινος μέρους, ὁπόθεν θέλεις· τῶν ἁμόθεν γε θεὰ
θύγατερ Διὸς εἰπέ (α 10). δηλοῖ δὲ καὶ τὸ μηδαμῶς, κατὰ μηδένα
τρόπον.
ἀμοιβαδίς· ἐναλλάξ (b) παρὰ μέρος (Σ 506?)
*ἀμοιβαδόν· ἐφεξῆς vgb
ἁμοιγέποι· εἴς τινα τόπον. ἢ καθ' ἕνα τρόπον
ἄμοιος· κακός. Σικελοί
*ἀμοιρεῖ· ἐστέρηται S
ἄμοιροι· ἄχωροι. [ἄκληροι p
*ἀμοιρῆσαι· ἀποτυχεῖν vgSb
(*)ἄμοιρος· ἐκτός, ἄνευ (Sap. 2,9)
*ἀμοιρῶν· ἀστοχῶν Ppb
ἀμολγάζει· μεσημβρίζει
ἀμολγὸν νύκτα· Εὐριπίδης Ἀλκμήνῃ (fr. 104) ζοφερὰν καὶ
σκοτεινήν. οἱ δὲ μέρος τῆς νυκτός, καθ' ὃ ἀμέλγουσιν
ἀμολγοί· οἱ ἀμέλγοντες τὰ δημόσια (Eratosth. fr. 9 Str.)
ἀμολγῷ· τῷ μεσονυκτίῳ, ἤτοι ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἐν ᾗ ἀμέλγουσιν
(Λ 173)
ἀμόργη· τρυγία b ἐλαίου. ἰλύς
ἀμόργινα· λεπτοϋφῆ ἐνδύματα
ἄμορος· ἀμέτοχος (Eur. Med. 1395)
ἀμόμηλις· [ἀπιοσάχρας]
ἀμόρα· σεμίδαλις ἑφθὴ σὺν μέλιτι
ἀμοργίτας· πλακοῦντας
ἀμορβεύσασθαι· ὁδοιπορῆσαι. ὁρμῆσαι
ἀμορβεύων· ἀκολουθῶν. ἀπαλλαττόμενος
ἀμοργίς· καλάμη τις, ἐξ ἧς ἔνδυμα γίνεται. ἢ ὕφασμα. ἢ χιτών
ἄμοργμα· σύλλεγμα. ἄρτυμα
ἀμοργίδα· ἐξεσβηκυῖαν τὸ γάλα
ἀμόρξαι· ἀποψῆσαι. ἢ {ὀμόρξαι}
ἀμόῤῥωτον· ἀθάνατον
ἀμορφύνειν· οὐ δεόντως πράττειν (Antim. fr. 112 W)
ἀμόρφωτον· ἀδιατύπωτον. Σοφοκλῆς Θυέστῃ τῷ ἐν Σικυῶνι
(fr. 228)
*ἄμοτον· ἀπλήρωτον gP πολύ (Δ 440 ..) SPn
*ἀμοῦσι· θερίζουσιν S
*ἄμουσον· ἀπαίδευτον S(Σ)
ἀμουσχρά· καθαρεύουσα. Λάκωνες
*†ἀμόωλον· ἅγιον, εἰλικρινές gSw
*ἄμομφος· ἄπταιστος vgSw
ἀμπαδίην· [φανερῶς]
ἀμπάζονται· ἀναπαύονται
ἄμπαιδες· οἱ τῶν παίδων ἐπιμελούμενοι παρὰ Λάκωσιν
ἀμπαλίνωρον· τὸ ἀνακάμψαι πάλιν τὴν αὐτὴν ὁδόν (Cratin.
fr. 5 D Philet. com. fr. 11)
ἀμπαξαι· παῦσαι. Λάκωνες
ἀμπαυλίς· ἡ τὰ πράγματα διαφέρουσα
*ἂμ πεδίον· κατὰ πεδίον (Ε 87 ..) S
ἀμπαιστόν· ἀναπαιστόν (Epicharm. fr. 88)
*ἀμπείρας· διχάσας (Eur. Rhes. 515) Sp
ἄμπειρος· ἔμπειρος
ἀμπελόπρασον· πόα τις. ἔστι δὲ καὶ βοτάνη
ἄμπελος· ἡ μηχανή. καὶ ἄκρα Μυκάλης [ἤγουν ὄρους]. Κυρη-
ναῖοι δὲ αἰγιαλός. καὶ πόλις Θρᾴκης. καὶ ἡ ἄμπελος
ἀμπέλιοι, ἀμπέλια· φυτόν τι. οὕτω κατὰ στελέχη τῆς ἀμπέλου
*ἀμπελόεσσαν· ἀμπέλους ἔχουσαν (Γ 184 ..) (b)
ἀμπερέως· διαμπάξ
*ἀμπεπαλών· διασείσας, κινήσας (Γ 355) gS
ἀμπέσσαι· ἀμφιέσαι. Λάκωνες
ἀμπαιανίσαι· ἀνιερῶσαι
*ἀμπέτασον· ἀνακάλυψον (Eur. Hipp. 202) S
ἀμπεπαλών· κραδάνας. σείσας (Γ 355)
ἄμπνευσις· ἀνάψυξις
ἀμπέχειν· περιβάλλεσθαι
ἀμπεχές· ἔνδυμα, ἀπὸ τοῦ ἀμπέχειν
ἄμπεχε· περικέχυτο. κατεῖχε (ζ 225)
*ἀμπεχόμενος· περιβαλλόμενος gSP
ἀμπέχονον· σύμμετρον [περίβλημα (Ar. fr. 320,7) S(p)
*ἀμπεχόνην· λεπτὸν ἱμάτιον v
*ἀμπεχόνιον· ὁμοίως SPp b
*ἀμπιλίδιον· πιλίον Sp
ἀμπέμψει· ἀποπέμψει (o 83 v. l.)
ἄμπηρον· πεπηρωμένον
ἀμπίθυρον· πυλῶνα. Ταραντῖνοι
ἀμπιστατήρ· ἐξεταστής
ἀμπίστασθαι· ἐξετάζειν
ἀμπίσχειν· περιβαλεῖν
ἀμπισχόμενον· περιβαλλόμενον
†ἀμπίτιαρ· παραταττομένη
ἀμπλακεῖν· ἁμαρτεῖν
*ἀμπλάκημα· ἁμάρτημα (Eur. Phoen. 23) vgn
*ἀμπλακίῃσιν· ἁμαρτήμασιν (Greg. Naz. c. 1,2,9,47) S
*ἀμπλακήματα· ἁμαρτήματα S(b)
*ἀμπλακών· ἀποτυχών. ἁμαρτάνων Sp
*ἀμπνύνθη· ἀνέπνευσεν (Ε 697) S
ἄμπνυτο· ἀνεσωφρονίσθη (Λ 359)
ἀμπνύνθη· ἀνεπινύσθη. ἀνεσωφρονίσθη (Ε 697)
ἀμπόχοι· τὶς ἐν Συρακούσαις ἀρχή
†ἀμπρακόν· μακρόθεν
ἀμπρεύειν· προτονίζειν. ἕλκειν. ἁμαξηλατεῖν
ἀμπρεύωμεν· ἕλκωμεν
ἄμπρον· τὸ τεταμένον σχονίον, ᾧ ἐχρῶντο ἀντὶ ῥυμοῦ (p)
ἄμπυκα, κεκρύφαλον· κόσμον γυναικῶν (Χ 469) S
*ἄμπυξ· χαλινός. (gΣ) τριχόδεσμος g(Σ)
ἄμπυκες· τὰ διαδήματα (Χ 469) ἢ χαλινοί (Ε 358) ἢ τροχοί·
οὕτως Σοφοκλῆς ἐν Φιλοκτήτῃ (678) διὰ τὸ κυκλοτερές
ἀμπυκτήρια· τὰ φάλαρα. Σοφοκλῆς Οἰδίποδι ἐν Κολωνῷ (1069)
*ἄμπωτις· ἀνάποσις q. vgSP ξηρασία vgSP ὅπου ἀναποδίζει τὸ
ὕδωρ καὶ πάλιν ἔρχεται (Hdt. 2,11,2 ..) vgP
ἀμυτημών· [ἁμαρτωλός]
ἀμυγδαλη· τὸ δένδρον. καὶ τὰ τραγήματα
*ἀμύγμασιν· σχίσμασιν S(p)
ἀμυβαδόν· [ἐφεξῆς]
Ἄμυτρον· πόλις τῆς Θρᾴκης
ἄμυτρον] ἀμυδᾶναι· [κρύψαι
*ἄμυδις· ἅμα, [ὁμοῦ (Ι 6 ..) Sb
*ἀμυδρά· τὰ ἀσθενέστερα SP
*ἀμυδρός· σκοτεινός (v)g (SPb)
ἄμυδροι· [τόποι οἱ κάθυδροι καὶ ἄγαν ἔοντες, παρὰ τὸ μυρεῖν,
ὅ ἐστι ῥεῖν]
ἀμυδρότερα· ἀμαυρότερα. ἀσθενέστερα
ἀμύητος· βέβηλος p
ἀμύθητοι· ἀναρίθμητοι, πολλοί
*ἀμυθήτου· ἀνεκδιηγήτου vgSb
ἀμύκαρις· πλῆθος S ἄθροισμα. ‖ πλούσιον, πολύ
ἀμυκάλαι· αἱ ἀκίδες τῶν βελῶν παρὰ τὸ ἀμύσσειν
ἀμυκλᾶιδες· εἶδος ὑποδήματος πολυτελοῦς Λακωνικοῦ. Καὶ
[πόλις {Ἀμύκλαι} b
ἀμυκλίς· γλυκύς, ἡδύς
*ἄμυκτον· γλυκύ S οἱ δὲ ἄμικτον
ἄμυλα· μήτρα
*ἀμύλους· πλακοῦντας gS
ἄμυλος· βρῶμα τὸ ἐκ πυροῦ
ἀμυλιδωτόν· χιτῶνος εἶδος (Hermipp. fr. 2 D)
*ἄμυμος· ἀγαθός vgSn ἀμώμητος vg ἄμεμπτος gS καὶ {ἀμύμων}
*ἀμυνάθειν· ἀμύνειν, [βοηθεῖν (Eur. Andr. 1079) S
*ἀμῦναι· ἐκδικῆσαι. [βοηθῆσαι (Eur. Or. 556) b
ἀμῦναι· ἀπαλεξῆσαι (Α 67) τιμωρία
Ἀμυνανδρίδαι· γένος, ἐξ οὗ ἱερεῖς Ἀθήνησιν
ἀμύνανδρος· δυνάμενος ἄνδρας ἀμύνεσθαι
ἀμυνίας· ὁ ἀμυντικός, παρὰ τὸ ἀμύνειν (Ar. Eq. 570)
*ἀμύνει· βοηθεῖ (Π 265 ..) Pb
*ἄμυνον· βοήθησον (Α 456 ..) b
ἀμυνίων· ἀμώμητος (Α 92 ..) [ἄμυνον]
*ἀμυνόμενος· τιμωρούμενος (Π 622) S
*ἀμύνου· ἀποδίδου vgb
*ἀμυντήριον· ξίφος δίστομον. ἢ βάκλον. ἢ {ἄλλο} τι τῶν πλητ-
τόντων vgSn
ἀμύντορας· βοηθούς (β 326)
ἀμύντωρ· *βοηθός SPn ἐπίκουρος (Ν 384) SΣp ἐκαλεῖτο δὲ καὶ
ὁ τοῦ Φοίνικος πατὴρ Ἀμύντωρ (Ι 448)
*ἀμυνεῖ· ἀνταποδώσει
ἀμύξ· ἀμυχη{δόν}
ἄμυξα· ἔξυσα. ἐσπάραξα (Greg. Naz. c. 2,1,1,330) T
ἀμύξαι· καταμύξαι, [καταξύσαι n στενάξαι
ἀμύξανος· ἀνόσιος
*ἀμύξεις· καταξέσεις Sg σπαράξεις g τὴν ψυχὴν ἀνιώμενος
(Α 243)
(*)ἀμυρεῖν· μὴ ἔχειν μέρος
*ἀμύρημα· ἀτύχημα S
ἄμυροι τόποι· οἱ κάθυγροι, καὶ ἄγαν ῥέοντες, ἀπὸ τοῦ μυρεῖν
(Sophocl. fr. 512 P.)
ἀμυρόραινος· ὁ μὴ μυσαττόμενος τὸ ῥαίνεσθαι ...
ἀμυρτόν· ἱμάτιον. Κρῆτες
ἅμυς· ὁμοῦ, σὺν αὐτῷ
*ἄμυσσε· ἔξεσεν S ἐσπάραξεν (Τ 284)
ἀμύσσειν· *ξέειν (Hdt. 3,76,2) (vgSb) σπαράττειν (gS)
λυπεῖν
ἄμυσσος· κῆτος. Λάκωνες
*ἄμυστιν· τὴν συνεχῆ πόσιν (Eur. Rhes. 419) S
ἀμυστία· μέτρον τι
ἄμυστις· τὴν ἀπνευστὶ καὶ ἀθρόαν πόσιν Τίμαρχός φησιν οὕτως
λέγεσθαι
ἀμυσχῆναι· καθᾶραι, ἁγνίσαι
ἀμυσχαία· οἰνάνθη. ἢ ἀναδενδράς
†ἀμύσχεσθαι· τὸ ξέειν τὰς σάρκας τοῖς ὄνυξιν
ἀμυσχρόν· καθαρόν S ἁγνόν b ὁλόχροον (Soph. fr. 909?)
ἀμυττέτωσαν· κνιζέτωσαν. σπαραττέτωσαν S
*ἀμυχή· ἐπιπόλαιον ἕλκος vgS
*ἀμυχούσης· στυφούσης ἐπὶ πλέον S
ἀμφαγαπαζόμενος· ὑπερβαλλόντως περιαγαπώμενος καὶ πε-
ριαγαπαζόμενος (Π 192)
ἀμφαγαπῶντες· ἀσπαζόμενοι (Hes. op. 58)
ἀμφαγέροντο· περιηθροίζοντο (Σ 37)
ἀμφαδίην· φανερῶς. ἀναφανδόν (Η 196)
*ἀμφαδόν· φανερῶς (Η 243) Sn
ἀμφάϊκος· κύκλῳ σειομένης
ἀμφαής· πρόσκοπος, †περισκελής, οἶκος περίσκεπτος
ἀμφ' Ἀκίριος ῥοάς· Ἄκιρις ποταμός (Archil. fr. 21)
ἀμφακές· ἀξίνη (Sophro)
*ἀμφ' ἅλα· περὶ τὴν θάλασσαν (Α 409) vg
ἀμφαλλάξαι· διαμφοδῆσαι. οἱ δὲ ὁμοῦ βαδίζοντας ἐφ' ἑτέρας
ὁδοῦ χωρισθῆναι
ἀμφ' ἄλητα· περὶ τὰ ἄλευρα. {ἢ} [ἀμφ]ἀνὰ φάλητα (Sophr.
fr. 39)
ἀμφαξονεῖν· τὰ γόνατα περικλᾶσθαι. καὶ μὴ εὐτονεῖν (com.
ad. fr. 925)
†ἀφαρμένη· δίκελλα. Λάκωνες
†ἀμφαρής· περιορωμένη, κατολιγωρουμένη. καὶ γυμνός, ἐπιφα-
νής
ἀμφαρίστερος· ἀμφοτέρωθεν ἀριστερός. οὐκ αἴσιος. οὐ δεξιός.
ἐναντίος τῷ περιδεξίῳ (Ar. fr. 512)
†ἀμφὰς ἀσπαζόμενος· πάνυ φιλοφρονούμενος (Π 192)
ἀμφασία· *ἀλογία vgn ἀφωνία, ἀγρυξία (Ρ 695)
ἄμφασμα· ψαιστά, οἴνῳ καὶ ἐλαίῳ βεβρεγμένα ἐν θυσίαις. Συρα-
κούσιοι
*ἀμφαυγεῖ· ἀντιλάμπει (Eur. Or. 1529?) S
ἀμφ' αὖον {ἀύτευν}· περιήχουν (Μ 160)
*ἀμφ' αὐτούς· περὶ αὐτούς vg
ἀμφαφάᾳς· ψηλαφᾷς
ἀμφαφόῳεν· ψηλαφήσαιεν
ἀμφαφόωντα· διὰ χειρὸς ἔχοντα καὶ περιψηλαφῶντα (Ζ 322 ..)
ἀμφέθετο· περιέθετο (φ 431)
ἀμφεικάς· ἡ περὶ εἰκάδα
ἀμφεκάλυψεν· περιεσκέπασεν. περιέσχεν (δ 618)
ἀμφεκτέον· περιβλητέον
ἀμφελαΐς· μάζα ἐλαίου πλήρης
ἀμφελάσασα· περιεγείρασα. κινήσασα
ἀμφελάχαινε· περιέσκαπτεν, περιέσκαλλε, περιώρυσσεν (ω 242)
ἀφέμενον· [τὸ ἐν μάχαις [καὶ] λοιδορίας ἀφίστασθαι καὶ μεγαλο-
ψυχεῖν Λακώνων]
*ἀμφενέμοντο· οἰκοῦσαν, [ἐδιοικοῦσαν (Β 521) p
*ἄμφεπεν· ἐνήργει (Π 124) n
ἀμφέπει· *περιέπει (n) θεραπεύει. παρακολουθεῖ (Eur. Phoen.
149)
ἀμφεπένοντο· ἐνήργουν (Δ 226) ἀπέφερον. ἤσθιον (Φ 203) p
ἀμφέπλεον· περιέπλεον
ἀμφεποτᾶτο· περιεπέτατο (Β 315)
ἀμφερέεθρα· περὶ τὰ ῥεῖθρα (Β 461)
ἀμφέρετο· ἀνεφέρετο
ἀμφερκῆ πίθον· τὸν πάντοθεν κύκλῳ περιειργόμενον. Ἀχαιὸς
Πειρίθῳ (fr. 36)
ἀμφεκτήρ· χιτὼν διπλοῦς p
ἀμφερειχθήσεται· περισχισθήσεται
*ἀμφέχυτο· περιεκέχυτο (Β 41) n
ἀμφέχανε· περιεκάλυψε (Ψ 79)
ἀμφεωρία· περισειομένη Sp
ἀμφενώτας· [ὁ Κριτικὸς χιτών]
ἄμφηκες δέ· *ἐξ ἑκατέρου μέρους ἠκονημένον vgSb βέλος (Κ 256)
ἢ κεραυνός *ἢ ξίφος vgSb
ἀμφήλυθεν· περιῆλθεν. περιήχησεν. περιέλαβεν ἀμφοτέρωθεν
(ζ 122) [ὅρμους ἀμφιορέας]
ἀμφήν· [αὐλήν Sp]
ἀμφήρεις· νῆες ἀμφοτέρωθεν ὁρμώμεναι, ἢ ἐρεσσόμεναι
ἀμφηρεφής· ἀμφίστεγος. πλήρης
ἀμφηρεφέα· ἀμφηρεφῆ, ἀμφοτέρωθεν ὠροφωμένην, ὅ ἐστιν ἐσκε-
πασμένην (Α 45)
ἄμφην· αὐχήν, τράχηλος
ἀμφήριστον· ἀμφοτέρωθεν ἐξισούμενον. *ἀμφίλογον, ἀμφιβαλ-
λόμενον. vgS παρὰ τὸ {ἄμφω} καὶ {ἐρῶ} τὸ λέγω, ῥῆμα (Ψ 382) S
ἀμφής· οἴνου ἄνθος. οἱ δὲ μέλανα οἶνον
*ἀμφί· περί vgn [χωρίς. δίχα]
ἀμφιάλῳ· ὑπὸ θαλάσσης περιεχομένῃ πάντοθεν (α 386)
ἀμφὶ ἄνακτα· ἀρχὴ νόμου κιθαρῳδικοῦ (Terp. fr. 2)
ἀμφίας· γένος οἴνου (Nicostr. com. fr. 18)
ἀμφίασιν· σκέπην (Iob 22,6)
ἀμφίασμα· ἔνδυμα
ἀμφιαχυῖα· *περὶ τῶν τέκνων ὀδυρομένη vgS ἢ κραυγάζουσα,
ἢ φωνοῦσα (Β 316)
ἀμφιβαλέσθαι· περιθέσθαι (ζ 178)
ἀμφιβαλεῦμαι· καθοπλισθήσομαι (χ 103)
ἀμφίβασις· κύκλωσις. ὁρμή
ἀμφηρικὸν ἀκάτιον· λῃστρικόν, ἐν ᾧ εἷς ἐλαύνει δύο κώπας
(Thuc. 4,67,3)
ἀμφίβασις· ὑπὲρ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν
ἐμάχοντο περὶ τοῦ σώματος, ἵνα μὴ σκυλευθῇ· ἀπὸ δὲ τῶν
ἀλόγων ζῴων ἡ μεταφορά (Ε 623)
ἀμφιβατεῖν· ἀμφισβητεῖν
ἀμφιβαλών· [μαχόμενος] περιλαβών (Eur. Hipp. 1270)
ἀμφίβια ζῷα· τὰ ἔνυδρα καὶ χερσαῖα
*ἀμφίβιον· ἐν γῇ καὶ ὕδατι ζῆν δυνάμενον (Dion. Ar. div. nom.
4,2) vgPn
ἀμφίβλημα· ἀναβόλαιον (Eur. Phoen. 779)
ἀμφιβέβηκας· ἐπεκδικεῖς. [προΐστασαι. ὑπερμαχεῖς p καὶ
σώζεις (Α 37)
ἀμφιβέλεσι· περὶ τοῖς ὀβελίσκοις (Α 465 ..)
ἀμφὶ βειήν· περὶ τὴν δύναμιν (Ε 781)
(*)ἀμφιβολεῖς· ἁλιεῖς (Esai. 19,8)
ἀμφίβολοι· ἑκατέρωθεν περιβαλλόμενοι ὡς Θουκυδίδης (4,36,3)
*ἀμφίβληστρον· δίκτυον (Matth. 4,18) pd
*ἀμφιβρότης· [περὶ] ὅλον τὸν βροτὸν περιεχούσης (Β 389) (p)
ἀμφιβῶτις· περιβόητος. Ἴων Τεύκρῳ (fr. 35)
ἀμφιγνοεῖς· ἀμφισβητεῖς
*ἀμφιγυιοῖσι· τοῖς ἑκατέρωθεν χωλοῖς vg
*Ἀμφιγυήεις· ἀμφοτέρους τοὺς πόδας χωλοὺς ἔχων (Α 607 ..)
Pn
ἀμφὶ γυναικί· περὶ γυναικός (Γ 157)
Ἀμφιγένεια· πόλις τῆς Πύλου (Β 593)
ἀμφίγενυς· ἀξίνη
ἀμφιγνοεῖν· τὸ μὴ ἀκριβῶς γινώσκειν
ἀμφίγονος· υἱὸς ὁ ἐκ προτέρας γυναικός
ἀμφιγυιῶσαι· ἀκρωτηριάσαι. ἢ ἑκατέρωθεν εἰς γῆν πῆξαι
ἀμφιδασεῖαν· ἐξ ἑκατέρου μέρους κροσσοὺς ἔχουσαν. ἢ κυκλόθεν
δασεῖαν (Ο 309)
ἀμφὶ δὲ νῆες· περὶ τὰ πλοῖα (Β 333)
ἀμφὶ δέ· περὶ δέ (Π 276)
*ἀμφιδεές· περιδεές pΣ
ἀμφιδεδίνηται· κύκλῳ περίκειται (Ψ 562)
ἀμφιδέαι· *ψέλια (Hdt 2,69,2) (vg) κρίκοι. δακτύλιοι (Ar. fr.
320,11?)
ἀμφὶ δὲ ἕ· περὶ αὐτὸν δέ (Η 473?)
ἀμφιδέδηε· κύκλῳ ἀνακέκαυται (Ζ 322)
ἀμφιδεκάτη· ἡ μετὰ εἰκάδα ἡμέρα, παρὰ Ἀρκάσιν
ἀμφιδέξιον· τὴν ἑκατέροις μέρεσι τῆς μήτρας ἄῤῥεν καὶ θῆλυ
γεννᾶν δυναμένην ἵππον
*ἀμφιδέραια· ψέλια Σ
ἀμφιδήριτος· ἀμφισβητήσιμος (Thuc. 4,134,1)
ἀμφιδῆ †τιοιως· κρίκοι διάκενοι, παρὰ Δημοκρίτῳ (fr. 130)
ἀμφιδήσασθαι· ὑποδήσασθαι
ἀμφιδεξίοις χερσί· ταῖς τῶν τοξοτῶν, διὰ τὸ ἑκατέραν χεῖρα
ἐνεργεῖν ἐν τῷ τοξεύειν. Αἰσχύλος Τηλέφῳ (fr. 240)
ἀμφίδοξοι μῦθοι· οἱ διχογνωμονούμενοι
ἀμφίδουλος· ἐξ ἀμφοτέρων τῶν γονέων δοῦλος (Eubul. fr. 2D.)
ἀμφίδοχμοι λίθοι· μέγεθος ἔχοντες (Xen. eq. 4)
ἀμφιδρανές· ἱμάτιον διπρόσωπον, {ὃ} ἐν τῷ πεποικίλθαι τὴν
αὐτὴν ἔχει ἐπιφάνειαν {ἑκατέρωθεν}
ἀμφιδρόμια· ἡμέρα ἀγομένη {ἐπὶ} τοῖς παιδίοις, ἐν ᾗ τὸ βρέφος
περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες κύκλῳ, καὶ ἐπετίθεσαν αὐτῷ
ὄνομα, ὅτε {καὶ} ὑπὸ τῶν οἰκείων καὶ φίλων δῶρα ἐπέμπετο
(Ar. Lys. 757)
Ἀμφίδρομος· Αἰσχύλος Σεμέλῃ (fr. 222) ἔπλασε δαίμονα καὶ
περὶ τὰ ἀμφιδρόμια, ὡσεὶ ἔλεγες τὸν Γενέθλιον. δηλοῖ δὲ καὶ ἐξ
ἑκατέρου μέρους θεόμενον, ἢ προηγούμενον, ἢ ὁρμᾶν δυνάμενον,
ὡς Αἰσχύλος Ἠδωνοῖς (fr. 65)
ἀμφιδρυπίς· δένδρον, βατίς
ἀμφιδρυφής· ἀμφοτέρωθεν κατεξεσμένη καὶ περιεσπαραγμένη
τὸ πρόσωπον διὰ τὸ τοῦ ἀνδρὸς πένθος· δρύψαι γὰρ τὸ ξέσαι
(Β 700)
ἀμφίδρυφοι· πένθος ἔχουσαι (Λ 393)
ἀμφίδυμοι· διπλοῖ ἐξ ἑκατέρου μέρους εἴσπλουν ἔχοντες (δ 847)
ἀμφίδυμος· ἐξ ἑκατέρου μέρους εἴσδυσιν {ἔχων} (δ 847)
ἀμφιδύς· ἐνδυσάμενος
ἀμφίδυσις· ἐπίθετον φιάλης, παρὰ Ἀναξανδρίδῃ (fr. 74)
[ἀμφιδὲσφάγανον·] ... ζῷόν τι πολύπουν, σκολόπενδρα
καλούμενον
ἀμφὶ ἓ γινώσκων ἑτάρους· πειρώμενος (Ο 338)
ἀμφιέλισσος· ἀμφοτέρωθεν ἐλαυνόμενος
ἀμφιελίσσας· οὕτως (Β 165 ..)
ἀμφιεκτίς· χιτὼν διπλοῦς
†ἀμφιελόν· ἄφθονον
*ἀμφιέπουσα· περιέπουσα Sn
*ἀμφίεπον· περιεῖπον (Ω 804) S
ἀμφιέποντες· περὶ ἔργον πονούμενοι, καὶ ἀσχολούμενοι. ἢ
περὶ τὸν αὐτὸν πονούμενοι (γ 118)
ἀμφιέννυμι· ἐνδύομαι
ἀμφιέπων· περιθάλπων
*ἀμφὶ ἓ παπτήνας· περι{βλεψάμενος περὶ} αὑτόν
ἀμφιετιζομένας· τὰς κατ' ἐνιαυτὸν περιερχομένας
*ἀμφίζανε τέφρην· ἐκαθέζετο περὶ τὴν τέφραν (Σ 25) S
*ἀμφίηκες· ἀμφοτέρωθεν ἠκονημένον (Κ 256) Sn
ἀμφιθαλής· *ἐπ' ἀμφοτέροις τοῖς γονεῦσι θάλλων Sn ἢ ἐφ' ᾧ
ἀμφότεροι θάλλουσιν οἱ γονεῖς (Κ 496)
ἀμφιθέντε· περιβάλλοντε, δυϊκῶς
ἀμφίθετος φιάλη· ἑκατέρωθεν τίθεσθαι δυναμένη S ἢ ἀμφο-
τέρωθεν τετορευμένη. ἢ κύκλον ἔχουσα. {ἢ} πυθμένα ἄνευ ὤτων.
ἢ διὰ μέγεθος ἀμφοτέραις ταῖς χερσὶν αἱρουμένη καὶ τιθεμένη
(Ψ 616)
*ἀμφί θ' ἕπον· περιενήργουν (θ 61) (S)
(*)ἀμφιθέτοις· εὐμεταπτώτοις (Greg. Naz. c. 1,1,8,104?)
*ἀμφιθῇ· ἐπιθῇ (Eur. Med. 787) S
*ἀμφίθυρος· οἰκία ἔχουσα ἀμφοτέρωθεν θύρας (Soph. Phil 159) q.
SPp
ἀμφικαλύπτειν· σκέπειν (Β 262 ..)
ἀμφὶ κάρη κεκοπώς· περὶ τὴν κεφαλὴν κόπτων καὶ τύπτων.
ὅπερ ἐστὶ κονδύλους διδούς (σ 335) ἢ ἀμφικέφαλα {ἀμφοτέρω-
θεν τὰς κεφαλὰ}ς ἔχοντα. λέγεται δὲ ὑποπόδιον (ρ 231)
ἀμφικαλύψῃ· ἔσω παραδέξηται (θ 511)
ἀμφικάς· ὑστέρα
ἀμφικὲς ξίφος· [δίστομον καὶ ἑκατέρωθεν ἠκονημένον Sn]
ἀμφικεύθων· περικρύπτων
*ἀμφίκρημνον· ἑκατέρωθεν ἐπικίνδυνον (S)p
ἀμφίκαυστις· ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. λέγεται δὲ καὶ
καῦστις (trag. ad. 586)
ἀμφίκορος· ὁ μέσος τριῶν ἀδελφῶν
ἀμφίκουρον· ἀμφοτέρωθεν κεκαρμένον
ἀμφικελεμνίς· κατ' ὀβελῶν περικρέμασις ἰσοῤῥόπως
ἀμφικέλεμνον· ἀμφιβαρές. οἱ δὲ τὸν βασταζόμενον ὑπὸ δύο
ἀνθρώπων δίφρον, ἄλλοι δὲ ἀμφί{κοιλον} ξύλον
*ἀμφικαλύπτει· περιέχει (Β 262) (S)
ἀμφικεάσσας· περισχίσας. περικόψας (ξ 12)
ἀμφίκεστον· περιτμητόν. ἢ περιγραφόμενον
ἀμφικέφαλος· κλίνη ἑκατέρωθεν ἔχουσα ἀνάκλιντρον (Plat.
fr. 34)
ἀμφικτύονες· περίοικοι Δελφῶν συναγόμενοι ἐπο...λέαν, πυλα-
γόροι καὶ ἱερομνήμονες
ἀμφίκρανον· ἀμφοτέρωθεν ἔχον κεφαλάς (trag. ad. 616)
ἀμφικόμῳ· φυλλώδει (Ρ 677)
*ἀμφικύπελλον· περιφερὲς ποτήριον (Α 584) gS
*ἀμφιλαφές· πολύ, [δαψιλές, καὶ μέγα vgS πανταχόθεν S πλῆρες.
[κατάσκιον (Pl. Phaedr. 230b) vgSn
*ἀμφιλαφῆ· μεγάλα, δαψιλῆ (gS)h
ἀμφιλιασθείς· περιελασθείς
ἀμφιλάφειαν· συγκρότησιν. ὠφέλειαν
*†ἀμφιλάων· περικυκλούντων S
*ἀμφίλεκτος· ἀμφίβολος (Eur. Phoen. 500) S(p)
ἀμφιλέξαντες· ἀμφισβητήσαντες (Xen. Anab. 1,5,11)
ἀμφίλινα κρούπαλα· Σοφοκλῆς Αἰχμαλωτίσι· πατὴρ δὲ
†χρυσυς δὺς ἀμφίλινα κρούπαλα (fr. 41)
ἀμφιλίτην· τὴν λιτανευτήν
†ἀμφιλιχῆ· περιμάχητον
ἀμφιλύκη· ὄρθρος, τὸ λεγόμενον λυκόφως (Η 433)
ἀμφιλύκη νύξ· ὃ ἡμεῖς λυκόφως λέγομεν· λύγη γὰρ ἡ σκοτία
κατ' ἔλλειψιν αὐγῆς λέγεται (Η 433)
ἀμφιμάσασθαι· περιψήσασθαι. περικαθᾶραι. ἀπομάξαι (υ 152)
ἀμφίμαστα· ψαιστά, {ἄλφιτα μέλιτι δεδευμένα· Λάκωνες}
†ἀμφιμάντορα· δύσμορον, κακοθάνατον. [*ἄμφω τοὺς γονεῖς
[ἢ] ἔχων (Σ) [ἀποβαλλόμενος] [ἀμφιμάντορα·] [ἄλφιτα μέλιτι
δεδευμένα. Λάκωνες]
ἀμφίμαλλος· {μαλλὸν} ἔνιοι τὸν ἐν τοῖς ἱστοῖς καῖρον ἀποδι-
δόασιν. καῖρον δὲ τὸν μίτον ἔλεγον (Pherecr. fr. 1D.)
ἀμφιμάσχαλος· χιτὼν χειριδωτὸς S ἐλευθέρων, ὡς Πλάτων
(fr. 229) δύο χειρῖδας ἔχων, ἃς μασχάλας ἔτι καὶ νῦν λέγουσιν
ἀμφιμέμυκε· περιηχεῖ. μυκᾶται (κ 227)
ἀμφιμήτωρ· ὁμοπάτριος, ἀλλ' οὐχ ὁμομήτριος
ἀμφιμήτορες· οἱ ἐκ πολλῶν μητέρων γεγονότες ἀδελφοί.
Αἰσχύλος Ἡρακλείδαις (fr. 76)
ἀμφιμήτρια· τὰ μετὰ τὴν τρόπιν τῆς νεὼς ἐξ ἑκατέρου μέρους
ἐπιτιθέμενα
ἀμφιμήτριον· τὸ σημαντικὸν τῶν περὶ τὴν μήτραν παθῶν.
Ἱπποκράτης (Epid. 6,19?)
ἀμφιμιγές· πολυμιγές· ἢ πολυσύγκρατον. καὶ σπαρτίον, πρὸς
ὃ τὸν μίτον αἱ γυναῖκες προσάγουσιν
ἀμφιμέλαινα· βαθεῖα. συνετή (Α 103 ..)
†Ἀμφιμυσίων· Δημήτρια ζῷα
†Ἀμφιμυσίων· ἡ Δημήτηρ
ἀμφινώτας· χιτῶνας ἢ φαινόλας Κρῆτες [φελώνην λέγουσιν]
ἀμφίνεικες· περιμάχητον ... ἐναντίους ἔχων λόγους. Σοφοκλῆς
Τραχινίαις (527)
ἀμφινωτίζοντα· προσπελάζοντα, προσφερόμενον
ἄμφιον· ἔνδυμα vgS Σοφοκλῆς Μώμῳ (fr. 387)
(*)Ἀμφιονίη· κιθάρα (Greg. Naz. c. 2,2,5,195)
ἀμφιορκία· ὅταν οἱ δικαζόμενοι ἀλλήλοις ὀμνύωσιν
ἀμφίπαστον· †ἀλφίτοις ἀναδεδευμένοις ἐλαίῳ
ἀμφὶ πελέκκῳ· πελέκιον δίστομον, Κυρηναῖοι. ὁ δὲ Ἀρίσταρχος
τὸν τῆς ἀξίνης στελεὸν ἀπέδωκεν (Ν 612)
ἀμφιπέληται· περιγένηται (α 352)
ἀμφιπήρους· τυφλούς. ἢ μηδὲν λέγοντας
ἀμφίπλεκτα· ἐμπλεκόμενα
ἀμφιπλήξ· ἑκατέρωθεν πλήσσουσα. Σοφοκλῆς Οἰδίποδι Τυ-
ράννῳ (417)
ἀμφιπλήκτοις· ἀμφιθαλάσσοις, παρ' ὅσον ἑκατέρωθεν θαλας-
σεύεται· {οἱ ἰσθμοί}
ἀμφίποκοι· [οἱ ἰσθμοὶ] τάπητες ἀμφίμαλλοι S
ἀμφιπεριστρώφα· περιέστρεφε (Θ 348)
ἀμφιπολεύειν· ἐργάζεσθαι
*ἀμφίπολοι· θεράπαιναι (α 331 ..) (vg) S(Σ)
ἀμφιπολεύοι· ὑπηρετοῖ. φροντίζοι. περιέποι (σ 254) ἢ ἀνα-
στρέφοιτο
ἀμφίπρυμνον· πλοῖον ἑκατέρωθεν πρύμνας ἔχον. Σοφοκλῆς
Ἀνδρομέδᾳ (fr. 127) καὶ τὰ ἐπὶ σωτηρίᾳ παρελκόμενα πλοῖα
ἀμφὶ πυρήν· περὶ πυράν (Η 336) S
ἀμφί ῥά ἑ· περὶ δ' αὐτόν
*ἀμφηρεφέα· ἑκατέρωθεν ἐστεγασμένα (Α 45) S(Σ)
*ἀμφιρεφές· ἑκατέρωθεν ῥιπτόμενον S
*†ἀμφιρίοτον· ἀπὸ ἀμφοτέρων ἐρετός S
ἀμφίριστον· ἐπίμαχον
†ἀμφιρόν· ἀμφορέα
*ἀμφιρύτῃ· πανταχόθεν περιρεομένῃ g τῶν ὑδάτων (α 198)
a) [ἀμφιρῶτις· περιβόητος] b) [κεφαλὴν ἔχων ἑκατέρωθεν]
ἀμφὶς ἀρωγοί· κεχωρισμένως βοηθοῦντες, οἱ μὲν τῷδε, οἱ δὲ
τῷδε (Σ 502)
ἀμφὶς ἀριζήλω· ἄγαν περιφανεῖς (Σ 519)
ἀμφίσβαινα· εἶδος ὄφεως μακροκέφαλον, ἰσόπαχυ, τὴν οὐρὰν
κολοβὴν ἔχον, καὶ ταύτῃ πολλάκις τὴν πορείαν ποιούμενον,
ὥστε τινὰς ἀμφισβητεῖν μὴ δύο κεφαλὰς ἔχειν. λέγεται δὲ καὶ
διὰ τοῦ μ {ἀμφίσμαινα}
ἀμφίσβατα· ἀμφισβητήσιμα (Hellanic. 4,193 J)
*ἀμφισβητεῖν· ἀμφιβάλλειν vSn
ἀμφίσγονοι· ἑτερόγονοι
ἀμφὶς ἐέργει· χωρίζει (Ν 706)
ἀμφὶς ἕκαστον· περὶ ἕκαστον (Λ 634)
ἀμφὶς ἐόντες· *χωρὶς ὄντες (Ω 488?) Sn ἀποδημοῦντες
ἀμφὶς ἔχοιεν περιέχοιεν (θ 340)
*ἀμφὶς ἰδών· φανερῶς (Β 384?) S
*ἀμφίσκοντες· ἐνδυόμενοι S (gp)
ἀμφίσκωμοι· οἱ περιοικοῦντες τὰς κώμας
*ἀμφιστεφής· πάντοθεν πλήρης (Λ 40 v. l.) (gΣ)
ἀμφίστασθαι· ἐξετάζειν
ἀμφιστερῆ· καταρχὴ τῶν θυσιῶν. Λάκωνες
ἀμφίστερνον· δεινήν
ἀμφίστομος φάλαγξ· ἡ τοὺς ἡμίσεις ἔχουσα ἀντιτεταγμένους
ἀμφιστροφή· ἐκχώρησις. ὑποστροφή
ἀμφιστρατόωντο· περιεστρατοπεδεύοντο (Α 713)
ἀμφιστρεφέες· ἀλλήλαις περιπεπλεγμέναι. ἢ πάντοθεν πλήρεις
(Λ 40)
ἀμφίσφυρα· εἶδος ὑποδήματος γυναικείου
*ἀμφιτάπης· χιτὼν ἑκατέρωθεν ἔχων μαλλούς Sp
*ἀμφιτάποις· ταπητίοις vgS ἀμφιμάλλοις (Prov. 7,16) S(Σ)
ἀμφὶ τεοῦ· περὶ τοῦ σοῦ
ἀμφιτάλαντον· ἀμφοτέρωθεν ῥέψαι δυνάμενον (Greg. Naz. c.
1,1,8,103?)
ἀμφίτερμον· ἀποτετερματισμένον
ἀμφιτέρμως· ἀποτετερματισμένως. Σοφοκλῆς Ἀμφιτρύωνι (fr.
119)
ἀμφιτρίβας· περιττῶς τετριμμένους (Archil. fr. 134)
ἀμφιτρίτη· θάλασσα. ἀπὸ τοῦ φόβῳ περιβάλλειν τοὺς δια-
πλέοντας αὐτήν (μ 97)
Ἀμφιτροπή· δῆμος τῆς Ἀντιοχίδος φυλῆς
*ἀμφιτρυχῆ· κατεῤῥωγότα (Eur. Phoen. 325) gS
ἀμφὶ τεοῖο· περὶ σοῦ
ἀμφίτοροι· ἄλφιτα ἐλαίῳ δεδευμένα. Λάκωνες
ἀμφισωπόν· περίωπον, πάντοθεν ἀναπεπταμένον. Αἰσχύλος
Γλαύκῳ Ποτνιεῖ (fr. 41)
ἀμφίτυπα· ἐπτισμένα
ἀμφίφαλος· κύκλῳ φάλους ἔχουσα. Φάλοι δὲ οἱ ἧλοι (Ε 743)
ἀμφιφανέα· ἄστρα {δὶς φαινόμενα}
ἀμφιφορεύς· σορός (Ψ 92) ὑδρία. *κέραμος S ἢ μέτρον Σ ἐλαίου
*ἀμφιφορῆας· ἀγγεῖα τὰ ἑκατέρωθεν ὦτα ἔχοντα (Ψ 170) S
ἀμφιφῶν· πλακοῦς ποιὸς Ἀρτέμιδι μετὰ δάιδων προσφερόμενος
(*)ἀμφιχανόντες· καταπιόντες (Greg. Naz. c. 2,1,1,58)
ἀμφιχυθείς· περιπλακείς (Ξ 253) S
ἀμφίχυτον· περικεχωσμένον g ἔξωθεν καὶ ἔσωθεν, ὥστε προ-
βάσεις ἔχειν φανεράς (γ 145)
*ἄμφοδα· αἱ ῥῦμαι SP ἀγυιαί pb δίοδοι (Ierem. 17,27) vg
*ἀμφοῖν· τῶν δύο, καὶ τοῖς δυσίν vgS ἐπ' ἀμφοτέρων gn
ἀμφόνη· ἀκρατής. ἁμαρτωλός. μὴ δυναμένη νηστεῦσαι
ἂμ φόνον· περὶ τὸν φόνον (Κ 298)
*ἀμφορεαφόρους· τοὺς μισθῷ τὰ κεράμια φέροντας (Men. fr.
431) gSΣ
ἀμφορείῳ· φορτίῳ
ἀμφ' ὀστεόφιν· περὶ τοῖς ὀστοῖς (μ 45)
ἀμφοτέρωσε· εἰς ἑκάτερον μέρος (Θ 223 ..)
ἀμφότερα· δύο
ἀμφουδίς· περὶ τὸ ἔδαφος. ὁ δὲ Ἡλιόδωρος ἀμφοτέραις ταῖς
χερσὶν εἰς τὸ οὖδας ῥίπτων (ρ 237)
ἀμφ' οὔροισιν· περὶ ὅρων γῆς (Μ 421)
ἀμφράσσατο· ἐγνώρισεν
†ἀμφιδαρκανές· ὁμαλόν
ἀμφύσκῃ· τῇ χειρὶ κυρτωθείσῃ. ἔνιοι δὲ τὸ λίκνον
*ἄμφω· ἀμφότεροι vgb (PN)
ἀμφώβολα· ἡ διὰ τῶν σπλάγχνων μαντεία (Soph. fr. 910)
*ἄμφω μὲν ἤστην· ἀμφότεροι μὲν ὑπῆρχον vgS
ἄμφω δ' ἱέσθην· ἀμφότεροι ἐπεβάλλοντο, ἢ προεθυμοῦντο
(Σ 501)
ἀμφώδων· ὄνος gp ἐπεὶ καὶ κατὰ τὴν ἄνω καὶ κάτω ὀδόντας
ἔχει, μερικῶς
ἀμφῶμος· [ἐν ταῖς ὀνομασίαις ὁ λιβανωτός]
ἀμφώμοις· ἀναβλήμασιν. ἀναθήμασιν
ἀμφωμοσία· ὅταν τῶν δικαζομένων ὁ μὲν προομόσῃ, ὁ δὲ
ἐπομόσῃ. λέγεται δὲ καὶ ἀμφορκία
ἄμφωξις· ὑδρεῖον ξύλινον ἀγροικικόν, εἰς ὃ καὶ ἀμέλγουσιν
ἄμφωτος· χιτῶνος εἶδος
*ἄμφω χεῖρε· ἄμφω τὰς χεῖρας (Δ 523) Σ
ἄμφωτον· δίωτον. ἑκατέρωθεν ὦτα ἔχον (χ 10)
ἄμφωτις [ἢ ἀμφώνυξ]· γαστρίμαργος, ἀκρατής
ἀμφωτίδες· ἃς ἔχουσιν οἱ παλαισταὶ περὶ τοῖς ὠσίν (Aesch. fr.
102?)
ἀμφωτίς· σκεπαστήριον {ὠτός}
ἀμῷεν· ἀμάοιεν, θερίζοιεν (ι 135)
ἄμωμον· ἐν ταῖς ὀνομασίαις ὁ λιβανωτός
Ἀμώς· προφήτου γένος. Ἀμως ἑρμηνεύεται στερέωσις, ἢ ἰσχύς
ἀμώμητος· ἄμωμος. ἄψογος. ἀγαθὸς ἢ σώματι ἢ ψυχῇ
ἀμώνας· τὰς ἀνεμώνας. Αἰολεῖς
ἄμωρος· πλακοῦντος εἶδος
*ἄμωμος· ἄμεμπτος. καθαρός vgS ἄψεκτος (Ps. 14,2 ..) Sn
*ἀμώντων· θεριζόντων vS
†ἁμώσας· κρεμάσας. Ταραντῖνοι
*ἁμωσγέπως· ὁπωσδήποτε SP καὶ ἐκ παντὸς τρόπου P
ἄν· ἀνά, κατά, περί, hb ἐπί, καὶ ἄνω· πρόθεσις, τὸ δὲ ἂν καὶ
σύνδεσμος
*ἄνα· ἀνάστηθι (Σ 178)ns ἄναξ (Π 233) [βασιλεῦ np
*ἀναβάδην· ἀνάβατα καὶ μετέωρα καὶ σύνποδα καθέζεσθαι A
*ἀναβάλλετο· προοιμιάζετο (α 155) (s)
ἀναβαίνει· κατέχει (ζ 29)
ἀναβαλλίδα· [τὴν ὑάκινθον] ταινία. ἢ σφαῖρα
ἀναβαλλογῆρας· φάρμακόν τι, καὶ λίθος ἐν Σάμῳ
ἀνάβαλλε· ἀναβολὴν δίδου (τ 584) καὶ {ἀναβάλλου}
ἀναβασμοί· ἀναβαθμοί
*ἀναβάτης· ἵππος ὀχευτής Ap
*ἀναβεβρασμένη· ἀνακεκινημένη (Ar. fr. 5 D.) A
ἀναβέβρυχεν· ἀναβάλλει Ab [Ἀμμὼν υἱοί· μεθ' ἡμῶν λαός
(Esai. 11,14)] ἀναπηδᾷ An ἀναβλύζει, ἀναβρύει· {πεποίηται
δέ} (Ρ 54)
ἀναβεβλημένος· ὑπερτεθείς [πεποίηται δὲ]
ἀναβήσομαι· ἐπανελεύσομαι ἐπὶ τὰ ἐξ ἀρχῆς (Democr. fr.
144 a)
ἀναβησάμενοι· ἀναβιβάσαντες ἐπὶ τὴν ναῦν (o 475)
*ἀναβιβάζων· ἀναφέρων vgAn
ἀναβίωσις· ἀνανέωσις ζωῆς
*ἀναβιώσκεσθαι· ἀναζῆν (Plat. Phaed. 71 e ..) vgA
*ἀνάβλησις· ἀναβολή d ὑπέρθεσις (Β 380) pd
ἀνάβλυδες· πηγαί
ἀναβλύει· ἀναζεῖ. ἀναβρύει
*ἀναβλύζουσα· ἀναβρύουσα An
*ἀναβοθρεύουσιν· ἀνασκάπτουσι Ap
ἀναβόλιμοι δίκαι· αἳ διὰ περίστασιν εἰς ὑπέρθεσιν ἐμπίπτουσιν
ἀνὰ βουνόν· ἀνὰ βουνίον, ἀν' ὀρεινήν
ἀνάβραχε· ἤχησε, ποιὸν ἦχον ἀπετέλεσεν (Τ 13)
ἀναβρόξειεν· [ἠχήσειεν] ἀναρροφήσειεν [ἀναβροχθήσειεν ἀνα-
ροφήσειεν] ἀναπίοι. ἔστι δὲ τῶν πεποιημένων (μ 240)
ἀναβρόξειν· [ἀναροφήσειν]
ἀναβρώσκων· κατεσθίων (Greg. Naz. c. 2,2,5,113) n
ἀναβροχέν· ἀναποθέν. ῥοφηθέν (λ 586)
ἀνάβωνες· βαθμοῦ εἶδος
*ἀνάγαιον· ἀνὰ τὴν γῆν, {ὑπερῷον} A
*ἀνὰ Γαργάρῳ ἄκρῳ· Γάργαρον ἀκρωτήριον {Ἴδης} (Ξ 352) A
ἀναγαργαρισμός· διάχυσις
ἀναγαγγανεύουσιν· ἀναβοῶσιν
ἀναβήμεναι· Ὅμηρος τὸν ἐπὶ τὴν Τροίαν πλοῦν ἀνάβασιν
λέγει. δηλοῖ δὲ καὶ τὸ ἀναχωρῆσαι (α 210)
a) ἀναβλυστανεῖται ... b) {ἀναβλυστονῆσαι}· ἀναβλύ-
σαι (Eupol. fr. 105)
ἀναγαλλίς· πόα τις. λέγεται δὲ καὶ ἀῤῥενικῶς
ἀνάγειν· ἄγειν. πείθειν. ἀναγινώσκειν
ἀναγής· ὁ ἐναγής, ἢ βέβηλος
*ἀνάγεσθαι· ἀνέρχεσθαι vgA
ἀναγεστρίς· [μάζας. Ταραντῖνοι]
ἀνάγεται· ὁδηγεῖται
ἀναγγέλλει· κηρύσσει, λέγει
ἀναγής· {μὴ} καθαρός
ἀναγκαίνισμα· [ἀνακίνημα]
ἀναγινώσκειν· ἀναγνωρίζειν (Hdt. 2,91,6)
ἀναγκαίᾳ· ἐξ ἀνάγκης
ἀναγκαίῃ· ἀνάγκῃ (Δ 300 ..)
ἀναγκαῖοι πολεμισταί· κατὰ ἀνάγκην πολεμικοὶ γεγονότες,
γέροντες ὄντες, ὅ τε Λαέρτης καὶ ὁ Δολίος (ω 499)
ἀναγκαῖον· τὸ δεσμωτήριον q
ἀνάγκη· ἡ δικαστικὴ κλεψύδρα (Ar. fr. 584)
ἀναγκομόναρχος· ὁ τύραννος
ἀναγκοφαγεῖν· πρὸς ἀνάγκην ἐσθίειν, ὅπερ ἀθληταὶ πάσχουσιν
ἀναγνούσῃ· ἀναγνωρισάσῃ (τ 250)
*ἀνάγνωσις· ἀναγνωρισμός Σ
ἀναγνῶναι· ἀναπεῖσαι (Hdt. 3,61 ..)
ἀναγνωστήριον· ἀναλογεῖον
*ἀναγωγότερος· ἀτακτότερος (vgA)
ἀνάγοντο· ἀνέπλεον (Α 478)
ἀνάγου· ἀνάπλευσον
ἀνὰ γουνόν· ἀνὰ τὴν γόνιμον γῆν (α 193)
*ἀναγραπτόν· φανερῶς γεγραμμένον vgA
*ἀναγρετόν· ἀνυπόστροφον A
†ἄναγρον ἢ ἄνιγρον· ἐναγές
Ἀναγυράσιος· δῆμος τῆς Ἀττικῆς, ἔνθα καὶ φυτὸν δυσῶδες
φύεται q
ἀνάγυρον κινεῖν· παροιμία· q Κινήσω τὸν ἀνάγυρον. διὰ τὸ
δυσῶδες φυτὸν αὐτόθι φύεσθαι
ἀναγέτρια· ἡ ταῖς τικτούσαις ὑπηρετοῦσα γυνή, παρὰ Ταραν-
τίνοις οὕτως λεγομένη, ἣν Ἀττικοὶ {μαῖαν} καλοῦσιν
ἀνάγχρεμψις· ἀνάβηξις
ἀναγωγή· ἡ τῶν πραθέντων ἀνδραπόδων ἀνάδοσις, ἐχόντων
αἰτίαν τινά q ἢ ὁ ἐκ τῆς Ἑλλάδος εἰς τὴν Τροίαν ἀπόπλους
(Cratin. fr. 11D?) καὶ ὁ {ἐκ} τοῦ ναυστάθμου ἐπὶ τὴν Ἴλιον
πλοῦς
*ἀνάγωγος· ὑβριστής. ὁ τῆς δεούσης ἀγωγῆς {μὴ} τετυχηκώς A
*ἀναγώγους· ἐκλελυμένους (vg)
ἀναδαιμονίζειν· τὸ ἐκ δευτέρου κληροῦσθαι
*ἀναδάσασθαι· ἀναμερίσασθαι (Thuc. 5,4,2) vA
ἀναδάστως· ἀνωμάλως ἔχων τις τοῦ σώματος (Democr.?)
ἀνὰ δέ· ἀνέστη δέ (Β 100)
ἀναδείγματα· ἡνίας περὶ τραχήλοις. καὶ τὰ ἐν ταῖς τραγικαῖς
σκηναῖς εἴδωλα δεικνύμενα
*ἀναδείμασθαι· ἀνοικοδομῆσαι vgAn
ἀναδεῖσθαι· ἀναδήσασθαι
ἀναδέσμη· μίτρα, διάδημα. οἱ δὲ εἶδος κόσμου ἐπὶ κεφαλῆς
(Χ 469)
*ἀναδήσομαι· στεφανώσω (vA)
*ἀνὰ δ' ἐβόασεν λεώς· ἀνεβόησε δὲ ὁ λαός (Eur. Tro. 522) A
ἀναδέδρομεν· ἄνω ἔδραμεν, καὶ εἰς ὕψος ἀνῆλθεν. ἢ ἐχώρησεν
εἰς τοὐπίσω (ε 412)
ἀναδέρω· [*ὑπερτίθημι A ἢ] ἀποδύω
ἀναδέρειν· γυμνοῦν
ἀναδεύειν· φυρᾶν
ἀνὰ δ' ἔφλυε· ἀνέβαλλεν (Φ 361) (A)
ἀνάδημα· στέμμα, ᾧ τοὺς ἱερονίκας ἀναδεσμοῦσιν
ἀναδῆσαι· ταινιῶσαι
ἀνάδικοι· οὕτως ἐλέγοντο δίκαι αἱ εἰς ἀκεραίαν ἐγκαθιστάμεναι
ἤτοι διὰ πολιτικὴν αἰτίαν ἢ τῶν μαρτύρων ἁλόντων ψευδο-
κατηγόρων
ἀναδινίω· περιπατῶ
ἀνὰ δ' ἴσχεο· ἀνάσχου δέ (Η 110)
ἀναδινήσας· ἀνακινήσας
ἀναδούμενος· ἀναδεσμούμενος (Thuc. 2,90,6)
ἀναδοιδυκίζειν· ἀναταράσσειν (Com. ad. 926) p
ἀνάδοχος καὶ ἀναδοχεύς· διχῶς ἐλέγετο
ἀναδραμεῖν· ἀναβῆναι. {ὁ} αὐτός
*ἀναδρᾶσαι· ἀναπρᾶξαι A
ἀναδρομαί· αὐξήσεις. βλαστήσεις. Εὐριπίδης †Ἱκέτισιν. Ὑψι-
πύλῃ (fr. 766)
ἀναδρύψει· ἀναξηρανεῖ
†ἀναδρύγματα· θύματα
*ἀναδύεσθαι· ἀναβάλλεσθαι q. APn ἀπωθεῖσθαι (n) μὴ βού-
λεσθαι
*ἀναδύῃ· μεταβουλεύηται (ι 377) A
ἀναδύμεναι· ἀναβάλλεσθαι
ἀναδῦναι· ἐκκλῖναι. ἀναφυγεῖν. [*ἀναχωρῆσαι (Η 217?)nΣ ἢ
ἀνανήξασθαι, ἢ ἀναπνεῦσαι
*ἀναδύομαι· φεύγω. ἀνανεύω. ὑποχωρῶ A
*ἄνα Δωδωναῖε· βασιλεῦ ἐν Δωδώνῃ τιμώμενε (Π 233) A
ἀνάεδνον· ἄπροικον, *χωρὶς ἕδνων. Ἕδνα δέ ἐστι τὰ An πρὸ
τῶν γάμων ταῖς γαμεῖσθαι μελλούσαις παρὰ τῶν μνηστήρων
[διδόμενα δῶρα (Ι 146) An
*ἀνάειρεν· ἐπῇρεν S ἀνεβάστασεν (Ψ 614)
*ἀναζεύξας· ὑποστρέψας vgA ἐκ μεταφορᾶς ἁρμάτων (1. Macc.
11,22)
*ἀναζυγαί· ἀναλύσεις (A) ἀναστροφαί (Exod. 40,32) (vgA)
ἀναζυγοῦν· τὸ ἀνοίγειν κιβωτὸν p {ἢ} ζύγαστρον· λέγεται δὲ
καὶ ἐπὶ τοῦ ἀναφωνεῖν. {ἀναζυγοῦντες}· ἀνοίγοντες
*ἀναζωπυρεῖν· ἀνεγεῖραι (2. Tim. 1,6?) (s)
*ἀναζωπυρῆσαι· ἀνανεῶσαι. ἀνεγεῖραι. ζωῶσαι (Gen. 45,27 ..)
vgA
*ἀναθέης· βασιλίσσης (Ξ 326) w(p)
*ἀνάθεμα· ἐπάρατος, ἀκοινώνητος (Rom. 9,3)n
*ἀναθεῖναι· ἐπιθεῖναι APn
ἀναθεις· ἀνατρέχεις. ὑποθέμενος
ἀναθέσθαι· ὁμολογῆσαι A ἐπὶ τῶν πεσσῶν ἐλέγετο· οἱ γὰρ
παίζοντες καὶ τὰς ψήφους διώρθουν
ἀναθήκη· ἀνάθεσις
ἀναθηλάσαν· ἀναβλαστῆσαν (Greg. Naz. c. 2,1,1,555?)
*ἀναθηλήσει· ἀναβλαστήσει (Α 236) Σ
*ἀνάθημα· κόσμημα P
ἀναθήματα δαιτός· καὶ κοσμήματα τῆς εὐωχίας (α 152)
*ἀνά θ' ἱστία· ἄρμενα (Α 480 ..) A
ἀναθόλωσις· μολυσμός (Plat. leg. 7,824)
ἀναθορυβεῖ· ἀναταράσσει
*ἀναθορόντες· ἀναπηδῶντες gb
ἀναθρήσας· ἀναβλέψας
ἀναθρώσκων· ἀναπηδῶν (Ν 140) (vgAP)
ἀναθυᾶν· ἀνασκιρτᾶν. καὶ αὖθις ἐξ ἀρχῆς ἀνανεάζειν
ἀναθυήσασα· ἀνασκιρτήσασα
ἀναθυμιάσεις· ἀναδόσεις. ἀτμοί. καπνοί
ἀναθύοντες· ἀνιεροῦντες. παραθέντες
ἀναθῶ· προσφέρω
ἀναθωΰξας· ἀναβοήσας
*ἀναιέστιον· [μηκέτι ἐσθιόμενον S]
ἀναιδέος· ἀναισχύντου (Χ 139)
ἀναιδείας φάρος· †πίων. Σοφοκλῆς Ἰνάχῳ (fr. 269) παρὰ τό·
χλαῖνάν τ' ἠδὲ χιτῶνα τά τ' αἰδῶ ἀμφικαλύπτει (Β 262)
ἀναίδεστον· [ἄμοιρον. ἄτιμον]
ἀναιδής· σκληρός Sn ἀναίσχυντος Pn μεταφορικῶς γὰρ τὸν
λίθον ἀναιδῆ λέγει Ὅμηρος· λᾶας ἀναιδής (λ 598)
ἀναιδείην· ἀναισχυντίαν (Α 149) (p)
ἀναίη· τροφός. τιθήνη
ἀναιθύσσω· ἀνασείω. Σοφοκλῆς Σίνωνι (fr. 499)
*ἀνάλιπος· ἀνυπόδητος (Theocr. 4,56 v. l.) g
ἀναίκλεια· ἄδειπνα
*ἀναιμακτί· ἄνευ αἵματος AP καὶ {ἀναίμονες} pb καὶ {ἀναι-
μωτί} (Ρ 363 ..) gA
ἀναιμώδητον· ἡ ἀνδράχνη
*ἀναίμων· ἀναιμάκτων A
*ἀναίνομαι· ἀρνοῦμαι (Ι 116) (vg) Ab
*a) ἀναΐξας· ἀνορμήσας (Α 584 ..) A b) ......· ἀνῆλθεν.
ἀνήγαγεν
ἄναιρον· ὄνειρον. Κρῆτες
ἀναιρεῖν· κρύπτειν. *τὸ ἐν γαστρὶ συλλαβεῖν (Hdt. 6,69,4) τὸ
τεχθὲν ἀνατρέφειν Σ καὶ κυΐσκειν. καὶ ἀμέλγεσθαι
ἀναίρεσις· ἡ τῆς κάρας ἐκτομή. καὶ ἄλλως θανατῶσαι. καὶ ἥ
τινός τι ἀφαίρεσις. λαμβάνεται δὲ καὶ ἐπὶ ἀνατροπῆς
ἀναιρετής· φονευτής. ἐκτομεύς
ἀναιρῶ· φονεύω
ἀναισιμοῦν· δαπανᾶν, ἀναλίσκειν (Hdt. 1,185,4 ..)
ἀναισιμώματα· ἀναλώματα (Hdt. 5,31,2)
ἀναίτιος· ἀθῷος, ἀνέγκλητος
*ἀνακαίειν· ἀνάπτειν (η 13 ..?) A
ἀνακεκαλυμμένως· ἀκατακαλύπτως, φανερῶς
Ἀνακείοις· Διοσκόρων ἑορτὴ τὰ Ἀνάκεια
*ἀνακαλυπτήριον· ὅτε τὴν νύμφην πρῶτον ἐξάγουσιν {τοῦ
θαλάμου} τῇ τρίτῃ ἡμέρᾳ A
ἀνακαμψέρως· φυτόν τι, ὃ καὶ ἀρθὲν ἀπὸ γῆς ζῇ
ἀνακαμψίπνοος· ὁ καικίας καλούμενος
ἀνάκανδα· ἐν ὑπερῴῳ. Λάκωνες
ἀνακας· τοὺς Διοσκόρους. ἢ ἄνωθεν, ἐν ὕψει, ἄνω
ἀνάκης· ὄρνεόν τι Ἰνδικόν, ὅμοιον ψάρῳ
ἀνακῆσαι· ἡσυχάσαι
ἀνακηκίει· ἀναφέρεται (Ν 705)
ἀνακείρει· ἀποτέμνει
*ἀνακεφαλαιοῦται· συμπληροῦται. ἐπαναλαμβάνει (Rom. 13,9)
A(vg)
ἀνακλάσεις· ἐπιστροφάς
ἀνακλέπτεσθαι· ἀναχωρεῖν
ἀνάκλισιν· ἀνάπαυσιν
†ἀνακνίδεσι· τῇ ὀσφύϊ
*ἀνακλῖναι· ἀνοῖξαι (Ε 751) Σ
ἀνάκλισις· τόπος τις ἐν τῇ νηΐ
Ἀνάκειον· τὸ Διοσκούρειον. καὶ ἑορτὴ Ἀθήνῃσιν
*ἀνάκλιτον· ἀνακεκλιμένον (Cant. 3,10?) A
ἄνικμος· [ἄνυγρος. ξηρά]
Ἀνάκοιν· τοῖν Διοσκόροιν
ἀνακογχυλιάσαι· ἀναγαργαρίσαι (Pl. conv. 185d) p
*ἀνακομιδή· ἀναγωγή vgAPn
ἀνοκομίσαι· θεραπεῦσαι. *ἀνενέγκαι AP
ἀνακραγγάνειν· κράζειν
ἀνακραδάει· σείει T σαλεύει
*ἀνακραθέντες· ἀνακερασθέντες (vg) A
*ἀνὰ κρατος· ἰσχυρῶς. ἐν κεφαλαίῳ, ἢ κατὰ τὴν κεφαλήν. ἢ
παντελῶς gA
*ἀνακρινόμενος· ἐξεταζόμενος A
ἀνακρούεται· ἀναχαιτίζει
ἀνακρουσία· παιδιᾶς εἶδος ἐπὶ σφαίρας
ἀνάκρουσις· ἐν ναυμαχίᾳ ἐλέγετο ἐπὶ τοῦ πρύμναν κρούειν
*ἄνακτα· βασιλέα (γ 163 ..) vgAP
ἀνακτᾶται· ἀπ' ἀρχῆς κτᾶται
a) ἀνακτητικόν· γλήχων b) {ἄνακτος}· βασιλέως (Α 75 ..)
*ἀνακτορία· βασιλεία v δεσποτεία vA
ἀνακτορίῃσι· ταῖς δεσποτικαῖς ἢ βασιλικαῖς ὑπηρεσίαις. ὁ δὲ
Ἡλιόδωρος ταῖς ἀπὸ λείας· δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν
ἑπέσθω (o 397)
*ἀνάκτορον· ἱερόν (Eur. Tro. 330) AS
*ἀνακτόρων· ναῶν (Eur. Andr. 380 ..) ἢ οἴκων βασιλέων vgA
*ἀνακτοτελεσταί· οἱ τὰς τελετὰς ἐπιτελοῦντες τῶν ἱερῶν
(Clem. Al. protr. 2,19,2) AP
*ἀνάκτωρ· θεός. βασιλεύς (Eur. Tro. 1217) vgA
ἀνακτορίη· δεσποσύνη
ἀνακυΐσκειν· †ἀναπηδᾶν
*ἀνακύκλει· ἀνόρθου (Eur. Or. 231) AP(p)
ἀνακυπῶσαι· ἀνατρέψαι (Antim. fr. 115 W)
ἀνακυρτάσαι· ἀνασκιρτῆσαι. ἀναπηδῆσαι
ἀνάκτορον· τὸ τῆς Δήμητρος· ὅ τινες μέγαρον καλοῦσιν. ὅπου
τὰ ἀνάκτορα τίθεται
ἀνακωδώνισον· ἀνάσεισον (Ar. fr. 303)
ἀνακωνᾶν· ἀναστρέφειν
*ἀνακῶς· ἐπιμελῶς, πεφροντισμένως (Thuc. 8,102,2) A
ἀνακυντεῖν· ῥέγχειν
ἀνακωχεῖν· ἀναχωρεῖν
*ἀνακωχεύειν· ὅταν χειμῶνος ὄντος ἐν πελάγει στείλαντες τὰ
ἄρμενα ἑαυτοὺς σαλεύωσιν (Soph. El. 732) (vgA)
ἀνακωχή· ἀναχώρησις διὰ τῶν νεῶν. *ἢ ἀνάπαυσις vgP
*ἀνακωχῆς· τῆς ἀναπαύσεως (Thuc. 1,40,4 ..) vgA
ἀνακωχήσαντες· ἀναχωρήσαντες. ἢ μετεώρως κατέχοντες τὰς
ναῦς (Hdt. 6,116)
ἀναλαβοῦ· στρέφου εἰς τοὐπίσω
ἀναλακάτα· οὐ πρὸς ἠλακάτην ἐργαζομένη
ἀναλαμβάνειν ξένον· δειπνίζειν. φιλοφρονεῖσθαι
ἀνάλγητοι· ἀνηλεεῖς. *ἢ ἀμέριμνοι (A)
ἀναλδές· ἀναυξές, ἄτροφον (Hippocr. aer. aqu. 15) [ἀνυγεία-
στον]
ἀναλεαίνει· σχολάζει. Ταραντῖνοι
ἀναλέγειν· ἀνοικοδομεῖν. ἀναγινώσκειν
ἀναλελάφθαι· ἀνειλῆφθαι (Hippocr. off. med. 11)
ἀνάλημμα· μέρος τι τοῦ ἥπατος. *ἢ ὕψωμα vgA {στήριγμα}
(2. Paral. 32,5)vg
†ἀναλῆσαι· ἀνατρέψαι
ἀναλθές· ἀνίατον. ἀνυγίαστον. ἀναίσθητον
ἀναλίγκιον· ἀνόμοιον
ἄναλλα κάταλλα· ἄνω καὶ κάτω
*ἀναλκές· ἀδύναμον vg ἀσθενές vgAn
*ἀναλκής· ἄνανδρος AP ἀσθενής P
ἀνάλκιδα· ἀσθενῆ (Θ 153 ..)
*ἀναλλοίωτον· ἄτρεπτον, τὸ μὴ ἀλλοιούμενον vgA ὅ ἐστι ἄλλο
ἐξ ἄλλου γινόμενον A
*ἀναλογάδην· κατ' ἀναλογίαν A
*ἀναλογίαν· κατὰ μέτρον ἢ κανόνα (Rom. 12,6) A
*ἀναλόγως· ἴσως vg
ἀνάλογος· [ἰσχυρός]
ἄναλτον· ἀναυξές, τουτέστιν ἱκανόν. ἢ ἀπλήρωτον (ρ 228)
παρὰ τὴν ἄλσιν.
ἀναλύζων· ἀνανύττων
ἀναλῦσαι· τὸ βεβλαμμένον τινὰ δι' ἐπῳδῆς ἀπαλλάξαι (Men.
fr. 213)
ἀναλυσάμενος· ἀνακομίσας
*ἀνάλυσις· ἀνατροπή A
ἀναλφάβητος· ἀπαίδευτος (Nicochar. fr. 2 D.)
ἀνάλωμα· ἔξοδος
ἀναλῶσαι· ἀφανίσαι. Ποιμέσιν (Soph. fr. 473)
*ἀνάλωτος· ἀπόρθητος. ἰσχυρός vgAP
*ἀναμάθω· ἐξ ἀρχῆς μάθω gA
ἀναμαιμάει· ἀναφαίνεται. ἀναφέγγει. ἀναζεῖ (Υ 490)
ἀναμάξεις· ἐναποψήσεις. ἐναποτυπώσεις. ἀναδείξεις (τ 92)
ἀναμασχαλιστήρ· εἶδος γυναικείου κόσμου (Philippid. com.
fr. 1)
*ἀναμασσόμενος· ἀνειληφώς A
*ἀναμαστεύων· ἀναζητῶν A
*ἀναμάττεσθαι· ἀναφυρᾶν A
ἀνάμματοι· ἅμματα μὴ ἔχοντες (Xen. cyn. 2,5)
*ἀναμέλποντες· ἀνυμνοῦντες vgAn
*ἀνὰ μέρος· ἐν μέρει (Eur. Phoen. 486 ..) vgA
ἀνὰ μέσον· ἐν μέσῳ
ἀναμετρήσαιμι· διέλθοιμι, πλεύσαιμι (μ 428)
ἀναμιλῶσαι· [μη] ἀναγλύψαι
*ἀναμίλλητον· ἀφιλονείκητον vAn καὶ ἀναμφίλεκτον
*ἀναμίξ· ἀναμεμιγμένως gAP
ἀνάμνησις· ὑπόμνησις
ἀναμονή· μακροθυμία
ἀναμορμύρεσκεν· ἀνέζει. ἀνετάραττεν (μ 238)
*ἀναμύειν· ἀναβλέπειν vA
*ἀναμυλλᾶναι· ἀνανεῦσαι, ἀρνήσασθαι A
*ἀναμυρησάμενος· χρηματισάμενος Aps
ἀναμφιλέκτως· ἀνενδοιάστως
*ἀναμφήριστον· ἀναμφίβολον vgA
ἄναν· ἄνυσιν
*ἄνανδρος· ἀσθενής (Eur. Or. 786 ..) Pp
†ἀνανδές· οὐκ εὐάρεστον. ἢ ἀληθές
ἀνανεύει· οὐ συντίθεται πρός τι (A)
ἀνάνευσις· ἀναβίωσις. ἀνάπαυσις. ἀνάνηψις
*ἀνανεύων· παραιτούμενος gA
*ἀνανήξασθαι· ἀνακολυμβῆσαι vgA
ἀνανήξας· διαπλεύσας
†ἀνανῆσαι· σφάξαι
†ἀνανέσαι· καταστῆσαι. Κρῆτες
*ἀνάνιος· ἀβλαβής. ἢ ὑπερήφανος. ἢ ἄλυπος s
ἄναντα· *ἀνωφερῆ (Ψ 116) APn [ὑψηλόν]. τινὲς δὲ τὰ μὴ
βεβρεγμένα. Σοφοκλῆς δὲ Ἰνάχῳ (fr. 272) τὰ μὴ κεκομμένα,
παρὰ τὸ {αἵνειν}, ὅ ἐστι κατακόπτοντα πτίσσειν
ἀνανομήν· ἀναδασμόν. Ἀνανέμειν γὰρ τὸ μερίζειν. Εὐριπίδης
Τημένῳ (fr. 748)
*ἀνανταγώνιστος· ἀήττητος (vg)A
*ἄναντες· ἀνωφερές vgS(APn) ὑψηλόν. ἄνισον S
*ἀναξαίνειν· ἀνακινεῖν A
*ἀναντιῤῥήτως· ἀναμφιβόλως A
*ἄναξ· βασιλεύς vg (A 7 ..) ἄρχων, δεσπότης (Eur. Hec. 349 ..)
vgA
ἀναξίαν· βασιλείαν. Αἰσχύλος Αἰτναίαις (fr. 283)
Ἀναξιδώρα· ἡ ἀνάγουσα καὶ ἀνιεῖσα τοὺς καρποὺς ἐκ γῆς
Δημήτηρ (Soph.)
*ἀναξυρίδες· φημινάλια, βρακία vgA βαρβαρικὰ ἐνδύματα
ποδῶν P ὑποδήματα βαθέα Σ ἢ βασιλικά (Hdt. 1,71,2)
*ἀνὰ οὐλαμὸν ἀνδρῶν· κατὰ τὸ ἄθροισμα τῶν ἀνδρῶν
(Δ 251) A
ἀνάπαιστα· κυρίως τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ἄισματα·
καὶ ἰδίως τὰ τῶν ῥυθμῶν
ἀναπαιστρίδες· σφῦραι, παρὰ τοῖς χαλκεῦσιν
*ἀνάπαλιν· ἐκ τοῦ ἐναντίου, πάλιν (Sap. 19,21) vgA
ἀναπάταὁν· ἄνοιξον {τοὺς ὀφθαλμούς}
ἀναπατάξασθαι· ἀνακρούσασθαι ἆισμα
†ἀναπαντοῦσιν· ἀνακύπτουσιν
*ἀνὰ πᾶσαν· κατὰ πᾶσαν vA
*ἀνάπαυλαν· ἀνάπαυσιν vgA
†ἀνάπαυλις· ἀνάπαυσις. κατάπαυσις
ἀνάπαυστον· τὸ μηκώνιον
ἀνάπαυστα· [ἀνεκλάλητα, ἄῤῥητα. ἔκδηλα. ἐξάκουστα]
ἀνάπειρα· ῥυθμὸς αὐλητικός
ἀναπειρᾶσθαι· μελετᾶν
*ἀνάπηρος· πηρός. τυφλός PAps νοσώδης
ἀναπελάσας· ἀναῤῥωσθείς A
ἀναπεμπάζει· *ἀναπέμπει A ἀριθμεῖ
ἀναπεμπάζεσθαι· ἐπαναλαμβάνειν τὰ προειρημένα (Plat. Lys.
222 e)
ἀναπεμπάσαι· ἀνασκέψασθαι. ἀναριθμῆσαι
*ἀναπεποιημένης· ἀναζυμωθείσης, ἀναπεφυραμένης (Num.
15,6) v(g)A
*ἀναπεπταμένον· ἀνεῳγμένον (vP)
ἀναπεπτωκότες· τὰς διανοίας ἀνατετραμμένοι q
*ἀναπεπτωκώς· ἀναπεσών A
*ἀναπετάσωμεν· ἁπλώσωμεν vgA
ἀναπεφλασμένον· ἀνατεταμένον ἔχων τὸ αἰδοῖον. {Ἀναφλᾶν}
γὰρ λέγουσιν Ἀττικοὶ τὸ ἀναμαλάσσειν τὰ αἰδοῖα
*ἀναπεφοίτηκεν· ἀνῆλθεν An
*ἀναπηγάζει· ἀναδίδωσιν vgA
ἀναπῆξαι· ἀνεγεῖραι
*ἀναπήροις· τυφλοῖς (A)
*ἀναπίμπλασθαι· πληροῦσθαι APn
ἀναπίτνασθαι· ἀνοῖξαι [ἢ ἀνοιμῶξαι]
ἀνάπλασμα· ψεῦσμα
*ἀνάπλεως· μεστός vgAP πλήρης (b)
ἀνάπλουν· {κοῦφον} καὶ ἔχον εὐρυχωρίαν (Hippocr.) A
ἀναπνῶ· ἀναπνέω, καὶ ἀναπνεύω
ἀνὰ πόδα· ἔμπαλιν, ὀπίσω
ἀναποδίζειν· τὸ ἀκριβῶς ἐξετάζειν καὶ συγκρούειν (Hdt. 5,92
ζ 2). {Ποδίζειν} γὰρ τὸ μετρεῖν
*ἀναποδισμός· ἐπανάλυσις A
*ἀναπόδραστον· ἄφευκτον (vg)A ἄπρακτον A φεύγειν μὴ
δυνάμενον (vgA)
ἀνάποινος· ἀλύτρωτος. {Κυρηναῖοι δὲ ὁ} μάταιος
ἀναπολεῖ· μνημονεύει. †Λάκωνες
ἀνάπυστα· ἀνεκλάλητα καὶ ἀνεξάκουστα. ὁ δὲ Ἡλιόδωρος
ἀνάγγελτα, ἔκδηλα. καὶ ἐξάκουστα. καὶ ἄῤῥητα. καὶ ἐξάγγελτα
(λ 274)
*ἀναπόλαυστος· ἄγευστος AP
ἀναποδίζουσαν· ἐπαναλύουσαν
*ἀναπολεῖ· ἀναπτύσσει Sw
ἀναπομπαζόμενον· ἐν ἀναπολήσει γινόμενον
*ἀναπότριπτον· ἀνεξάλειπτον gA
ἀναπρῆσαι· *ἀναφυσῆσαι (Ι 433 ..) (n) ἀναφεψαλῶσαι.
ἀνενέγκαι
ἀνὰ πρόθυρον τετραμμένος· εἰς τὸ πρόθυρον βλέπων.
τοιοῦτον γὰρ τὸ σχῆμα τῆς τῶν νεκρῶν προθέσεως (Τ 212)
*ἀνάπτειν· περιθεῖναι (Β 86) vgA
ἀνάπτεται· φλέγεται
ἀναπτερώσω· μετέωρον ποιήσω
ἀναπτησικέρας· ὁ ἰκτῖνος {Ἀττικῶς}
*ἀναπτήτω· ἀναπετασθήτω vAP
ἀναπτομένας· ἀναπετασθείσας
ἄναπτος· ἄληπτος, ἀπίαστος
ἀναπτυχαί· ἀνατολαί (Eur. Hipp. 601)
*ἀναπτύξαντες· ἀνακαλύψαντες An(P)
ἀνάπτω· ἀνεγείρω
ἀνάπυστα· φανερά. *ἀνήκοα AP ἀναφανδά (λ 273)
†ἄναρ· [ὄναρ ἢ] ἤκουσα
ἀνάπυνος· [ἄνευ λύτρων. Κυρηναῖοι δὲ ματαίως]
ἀναράκτος· [δημόσιος]
ἀναραθαγῆσαι· ἀναψοφῆσαι. †ἀναπηδῆσαι
*ἀναραΐσαι· παύσασθαι {τοῦ} ὀδυνᾶσθαι A
ἀνάρβηλα· τὰ μὴ ἐξεσμένα. {Ἀρβήλοις} γὰρ τὰ δέρματα
{ξέουσι}
†ἀναρῆ· κύουσα
*ἀνάρημα· κήρυγμα Σ
ἀναρεῖν· [ἀμέλγεσθαι. κυΐσκεσθαι]
*ἄναρθρα· ἀτύπωτα vgA ἀμέριστα. κάταρθρα A
ἄναρθρος· ἄτονος. ἀσθενής. Εὐριπίδης Οἰδίποδι (fr. 557)
ἀναροιζοῖ· [φονεύει]
ἀναρίθμιον· ἐχθρόν
*ἀναριπίζειν· ταράσσειν vgA ἐκσείειν A
ἀναρίτης· ζῶον κοχλιῶδες {ἐν πέτραις} (Ibyc. fr. 22. Herod.
fr. 13 Kn.)
*ἀναρριχᾶσθαι· ἀναβαίνειν A [ἐν πέτραις]
ἄναρκτον· ἀνυπότακτον, {οὗ} οὐδεὶς ἦρξε. Σοφοκλῆς Αἰθίοψι
(fr. 27)
†ἀναρκτῆ· ἀνυπότροπον
ἀναροδανισθῆναι· ἀναβληθῆναι
ἀναροιβδεῖ· ἀναῤῥοφεῖ A Αἰσχύλος Σαλαμινίαις (fr. 217) ἀντὶ
τοῦ διαπνεῖν. Ὅμηρος (μ 105) δὲ ἀναπίνει καὶ ἀναροφεῖ μετὰ
ποιοῦ ἤχου. καὶ Σοφοκλῆς ἐν Ναυσικάᾳ (fr. 407) ἀντὶ τοῦ
ἀναρρίπτει
ἀναρός· ἄγγελος. Ταραντῖνοι
*ἀνάῤῥησις· προανακήρυξις gSPn πρόῤῥησις SPn προαγόρευσις
Sn
*ἀναῤῥηθῆναι· ἀνακηρυχθῆναι q. vgAPn
*ἀναῤῥήσεως· ἀνακηρύξεως S(gA)
*ἀναῤῥύει· σφάζει. [θύει (A)
ἀνάῤῥυσιν· τὴν τελετήν
ἀναῤῥίπτειν· [διδάσκειν]
ἀναῤῥυσμεῖν· διδάσκειν. ἀναδιδάσκειν
ἀνάρσιοι· *ἀνάρμοστοι vAP πολέμιοι. ἀπὸ τοῦ μὴ συνηρμόσθαι
τοῖς ἤθεσιν (κ 459 ..)
ἀνάρσιον· ἀβάστακτον. ἀκαταφόρητον. [ἄδικον. ἀνάρμοστον T
ἀναρτῆσαι· ἀνακρεμάσαι s
*ἀναρυστῆρα· ἐν ᾧ ὁ οἶνος ἀνιμᾶται AP
*ἄναρχον· τὸ μὴ ἔχον ἀρχήν (Greg. Naz. c. 1,1,1,25 p. 400 M) A
ἀνὰ ῥῶγας μεγάροιο· τὰς τῆς οἰκίας διόδους ἐν τοῖς ὑπερῴοις
οἴκοις. Ῥῶγας δὲ οἷον ῥήγματα καὶ ἀνοίγματα (χ 143)
ἀνασαρῶσαι· εἰς ὀροφὴν ἐμπῆξαι
*ἀνασείεις· ἀναπείθεις A
ἀνασειράζει· ἀνορούειν ποιεῖ, ἀνερεθίζει. Εὐριπίδης Ἱππολύτῳ
στεφανηφόρῳ (237)
*ἀνασειράζουσιν· ἀνθέλκουσιν, ἀνακόπτουσιν A
*ἀνασειράζων· ἄγχων, ὡς ἀπὸ τῆς σειρᾶς. εἰς τὰ ὀπίσω
ἕλκων A
ἀνασεσιλλῶσθαι· ἐστραμμένας ἔχειν τὰς τρίχας. {Ἀνάσιλλος}
†στέφανος
ἀνασεσυρμένη· ἡ συρόμενον ἱμάτιον ἐπαίρουσα, καὶ μέρος
γυμνοῦσα q
†ἀνασίνδης· ἀναπήδησις
ἀνάσιλλον· τρίχωμα τὸ ἀπὸ τοῦ μετώπου ἐπὶ κορυφὴν ἐστραμ-
μένον
ἀνασιμοῦν· τὸ τὰ ζῶα πρὸς ὀχείαν ὁρμῶντα ὀσφραίνεσθαι.
[δηλοῖ δὲ καὶ ἀναλίσκειν]
*ἀνασκαλεύοντες· ἀνακινοῦντες (vg)A ἢ ἐρευνῶντες A
ἀνασκέλισμα· ἀνακίνημα
ἀνασκευάζειν· μετατιθέναι
ἀνασκευαζόμενοι· μετοικιζόμενοι
ἀνὰ σκήπτρῳ· ἅμα τῇ βασιλικῇ ῥάβδῳ (Α 15)
*ἀνασκινδυλεύεσθαι· ἀνασκολοπισθῆναι (Plat. rep. 2,362 a)A
*ἀνασκιρτῆσαι· ἀναπηδῆσαι Aps
ἀνασκολοπίσει· ἀνασταυρώσει (A?)
ἀνασκολύψας· γυμνώσας
ἀνασοβεῖ· ἀνακινεῖ. [Ταραντῖνοι]
ἀνᾴσσειν· ἀναφέρεσθαι
*ἀνασπᾷ· ἐπαίρει n ἐκριζοῖ
ἀνασπάζουσιν· ἀναταράσσουσιν
ἀνασπαστόν· ἀνεσπασμένον
*ἀνασπάσω· ἐκβαλῶ A
ἀνᾷξαι· πηγάσαι. ἀναδοθῆναι
*ἄνασσα· δέσποινα (ζ 149) vgA
†ἀνάσσεσθαι· παρῶσαι. γηρᾶσαι. αὐλῶσαι†
*ἄνασσεν· ἐβασίλευσεν (Α 252 ..) (S)
*ἀνάσσεις· βασιλεύεις (Α 38) vgAn
*ἀνασσέμεν· κελεύειν (Ξ 85)
*ἀνάσσων· βασιλεύων (Ζ 397 ..)
*ἀνασταδόν· ἀνιστάμενοι (Ι 671) g
*ἀναστατοῦντας· ἀνατρέποντας (A)
*ἀναστάτους· κατεστραμμένους (g)AP
ἀνασσύτῳ· τῷ ἀνασεσεισμένῳ
ἀνάστατα ἐποίει· [ἐθαυμάζετο]
ἀνάστατοι· πλακοῦντος γένος
ἀναστατήριαι· θυσίαι ἐπὶ ἀναῤῥώσει {ἐκ} νόσου
ἀναστέλλω· κωλύω, ἀναφράσσω
ἀναστήσειεν· ἀναστάτους ποιήσειεν (Α 191)
*ἀνάστημα· ὕψωμα (Zach. 9,8) s
ἀναστήσειν· ἀνάστατα ποιήσειν, ἀναστατώσειν
†ἀναστίδωνος· ἀνατεταμένος
*ἀναστοιχειουμένης· ἀναπλαττομένης A(P)n
*ἀνὰ στόμα· διὰ στόματος (Β 250) A
*ἀνὰ στρατόν· κατὰ στράτευμα (Α 10) s
*ἀναστρέφειν· ἀνατρέπειν (Eur. Hipp. 1228) (P)
*ἀναστρεφόμενος· περιερχόμενος (Matth. 17,22 v. l.)(A)
ἀναστρέφων· ἀρνούμενος. Σοφοκλῆς (fr. 912)
ἀναστροφάδην· ἀνεστραμμένως
ἀναστροφῆς· ζωῆς (Hebr. 13,7) (vg)A
ἀναστῦψαι· ἐπᾶραι τὸ αἰδοῖον, ἢ στυγνάσαι. Σοφοκλῆς Μώμῳ
(fr. 388)
ἀναστυφελιζομένη· ἀνερειδομένη
ἀναστρωφῶν· ἀναστρέφων (φ 394)
ἀνασῦραι· ἀποκαλύψαι, ἢ περιποιῆσαι
ἀνασυροίμεθα· τὸ πολὺ ἀργύριον ἤ τι ἄλλο λαμβάνειν {σῦραι}
ἔλεγον Ἀττικοὶ μεταφορικῶς, ἀπὸ τῶν τὰς †σωτῆνας ἀρόντων
ἀνασφαδάζειν· ἀναπηδᾶν, ἀνάλλεσθαι, λακτίζειν
*ἀνασφήλας· ὑγιάνας SPn ἀνανήψας. ἀναστάς (A) ἀνελθών
vgP(A)
†ἀνασφοδῆξαι· ἀναπηδῆσαι. ἐξελάσαι
ἀνασχέμεναι· ἀνασχεῖν (Ω 301)
*ἀνασχών· ἀνατείνας (Α 450 ..) gAPn αὐξήσας. ἀναφήνας P
*ἀνατάξασθαι· εὐτρεπίσασθαι (Luc. 1,1) APn
ἀνατεθυμιαμένος· ἀνακεκαπνισμένος. ἀνακεκαυμένος
*ἀνατεῖλαι· ἀνθῆσαι vA
*ἀνατείνασθαι· ἀπειλῆσαι As
ἀνατέξεται· ἀναγεννήσει
*ἀνατέταλκεν· ἀνέτειλεν (Hebr. 7,14) vgA
*ἀνατί· ἄνευ ἄτης καὶ βλάβης (Eur. Med. 1357) A
ἀνατιμήσας· ὑπερβαλλόμενος τῇ τιμῇ
ἀνατοιχάσαι· περὶ τοῖχον περιπατῆσαι
ἄνατος· ἀβλαβής (Soph. O. C. 786)
*ἀνατιναγμός· μετάστασις, μετακίνησις (Nah. 2,11) vgA
ἀνατιτήσαντες· πληρώσαντες
*ἀνατλῆναι· ὑπομεῖναι vgAP
*ἀνατλάς· ὑπομείνας (Eur. Phoen. 60) An ὅθεν {τλήμων} ὁ
πολλὰ παθὼν ἢ πάσχων A
†ἄνατλος· ἀκρατής (Greg. Naz. c. 1,2,10,593) A
*ἀνατολίην· ἀνατολήν vgA
ἀνατρέπειν· ἀναστρέφειν
*ἀνατρέχειν· μεταπλάσσειν A
ἀνατροπῆς· ἀντὶ τοῦ ἤχου. Ὅμηρος (Π 379)
ἀνατύπωσις· τύπωσις
ἀναύδατον· ἀνεξήγητον, ἄλεκτον (Soph. Ai. 715)
ἀναυδέα· ἄῤῥητα, ἄφωνα
*ἄναυδος· ἄφωνος (ε 456) vAPn
Ἄναυρον· ὄνομα ποταμοῦ
*ἀναύροις· δίχα ἀνέμου (Greg. Naz. c. 1,2,9,5)n
ἀν' α{ὐτὰ τὰ τυχόντα}· κατὰ τὰ γινόμενα
ἄναυτα ἢ πάραυτα· Ταραντῖνοι παραχρῆμα λέγουσιν
*ἀναφαιρέτων· ἀμετακλήτων, μηκέτι ἀφαιρουμένων (vg) A
ἀναφαίνειν· λέγειν (δ 159)
*ἀναφαλαντώματι· φαλακρώματι (Lev. 13,42)A
*ἀναφανδόν· φανερῶς (Π 178) A [ἀναφωτά.] ἀναφανδά (γ
221 ..)
*ἀναφευγέτω· πάλιν φευγέτω A
ἀναφής· ἄψαυστος, *ὁ μὴ ψηλαφώμενος A
ἀναφῆναι· φανερῶσαι (ps)
ἀναμφήριτον· [ἄμαχον]
ἀναφλύει· ἀναζεῖ (Φ 361)
†ἀναφλᾶ· λάχανον φέρει ἄνθος, ὡς ἡ μαλάχη καὶ τὸ ἄνηθον
ἀναφλᾶν· χειροτριβεῖν αἰδοῖον. οἱ δὲ στύειν, ἢ μαλάττειν (Ar.
fr. 36)
ἀναφοιβάσας· ἀνακαθάρας
*ἀναφορά· δέησις, παράκλησις (Ps. 50,21?) A
ἀναφορεῖς· οἱ ἀνέχοντες, οἱ ἀναβαστάζοντες (Ex. 25,13) vA
ἀνάφορον· τὸ τῶν ἐργατῶν ξύλον (Ar. Eccles. 833)
ἀναφράξαντες· ἀναπτύξαντες, ἀναπετάσαντες
ἀναφρονέων· ἀναλογιζόμενος
*ἀναφῦναι· ἀναφανῆναι APn
ἀναφυομένων· ἀναφαινομένων
*ἀναφώνημα· ἀνειμένη βοή A
ἀναχαιτίζει· ἀπειθεῖ, ἀναχαλινοῖ, ἀνακρούεται. *ἀναποδίζει
vg(A) κυρίως δὲ ἐπὶ τῶν ἵππων. Σοφοκλῆς Ἑλένης ἀπαιτήσει
(fr. 180)
Ἀνάχαρσις· ἰχθῦς ποιός. καὶ ὄνομα κύριον
ἀναχασσάμενος· ἀναποδίσας (Η 264)
*ἀναχασσαμένη· ἀναχωρήσασα, κωλύσασα (Φ 403) A
*ἀναχειροῖ· οἰκειοῦται A
*ἀνὰ χεῖρα· ἐγγὺς τῆς χειρός (2. Sam. 15,2) APn
ἀναχαιτίσαντι· *ἀνορμήσαντι. ἀποστρέψαντι A ἀνακρού-
σαντι. {ἀνα}χαλινώσαντι. ἀναποδίσαντι. ἀπειθήσαντι
ἀναχοαί· πόροι
ἀναχρήση· ἀνατεμῇ
ἀνάχυσιν· φυρμόν vgA βλακείαν (1. Petr. 4,4) vg
ἀναψαθάλλων· ψηλαφῶν. βλιμάζων
*ἀνάψαι· ἀναθεῖναι A κοσμῆσαι (γ 274)
*ἀναψῦξαι· ἀνεμίσαι A
ἀνάψυξις· ἀνάπαυσις (Exod. 8,11)
ἀναψύχειν· ῥιπίζειν
*ἀναψυχήν· παραμυθίαν (Os. 12,8) vgA
ἀναψύχουσα· ξηραίνουσα, ῥιπίζουσα. Σοφοκλῆς (fr. 913)
ἀναψύχοντα· ἀναπνέοντα
ἀνάψω· ἀναθήσω πρὸς τὴν τοῦ ἀνέμου πνοήν
ἀναψυχῆναι· ἀναπαύσασθαι (Amips. fr. 13)
†ἄνδα· αὕτη. Κύπριοι
*ἁνδάνει· ἀρέσκει (β 114) g
*ἁνδάνον· ἀρέσκον vgAn εὐάρεστον S
*ἁνδάνοντα· ἀρέσκοντα (Eur. Alc. 1108) SPn
ἂν δ' ἄρ' ἔβαινεν· ἀνέβη δέ (Γ 311)
ἄνδας· βορέας, ὑπὸ Τυῤῥηνῶν
ἂν δ' αὐτήν· καὶ αὐτήν (Α 143) n
ἀνδειράδες· πρασιαί. ὀχετοὶ ταφρώδεις
ἄνδειγμα· ὁ ἐπὶ τῆς τραγικῆς σκηνῆς παραγόμενος †παράκοτος
ἄνδειρον· ἄκρον, *ἢ τὰ χείλη τῶν ποταμῶν vb
ἄνδικε· ἀνάρριψον. {Δικεῖν} γὰρ τὸ ῥίπτειν· ὅθεν καὶ ὁ {δίσκος}
ἀπὸ τοῦ ῥίπτεσθαι. {τὸ δίκτυον} τὸ δικούμενον εἰς τὴν
θάλασσαν
ἀνδίκτης· τὸ ἀναριπτόμενον τῆς μυάγρας ξύλον (Callim. fr.
177,33)
ἄνδινος· περίπατος
ἀνδικα· ὁ βόλος. δίκη ἡ ἐξ ὑπαρχῆς δικαζομένη, παρὰ Ταραντί-
νοις
*ἄνδιχα· διχῶς vgAn εἰς δύο μέρη (Π 412 ..) S
*ἂν δ' ἴσχων· ἀνατείνων {δέ} (Ε 798) (n)
ἀνδοκάνας· δοκούς [δέ]
ἀνδοκάδην· ἐκ διαδοχῆς
ἀνδοκεύς· ἀνάδοχος
Ἀνδοκίδου Ἑρμῆς· ἐπειδὴ πρὸ τῆς οἰκίας τῆς Ἀνδοκίδου
εἱστήκει ὁ Ἑρμῆς, ἀνάθημα φυλῆς
ἄνδρα· τὸν ἀνδρεῖον (Δ 498 ..) καὶ τὸν κατὰ κοινωνίαν τῆς
γυναικὸς ὑπολαμβάνει (Τ 291)
*ἀνδραγαθία· καλοκαγαθία ἔπαινος vgS
*ἀνδραγαθίζεται· συνήδεται τῷ ἀγαθῷ AS
*ἀνδράγρια· σκῦλα, τὰ τῶν πιπτόντων ASP ἐν τῷ πολέμῳ
ἀνδρῶν ὅπλα, [ἀγρεύματα ASP ὄντα (Ξ 509)
ἀνδρακάς· κατ' ἄνδρα ἕνα ἕκαστον. ἐπιῤῥηματικῶς S ὡς εἰπεῖν
καθ' ἕνα, ἢ κατ' ἄνδρα (ν 14) οἱ δὲ μερίδες, μοῖραι
ἀνδραπόδητοι· οἱ σὺν ἀνδραπόδοις ἀποδημοῦντες
ἀνδραπόδεσσι· τοῖς αἰχμαλώτοις, τοῖς δούλοις (Η 475)
ἀνδραποδίζεσθαι· τὸ βιάζεσθαι. καὶ τὸ σύνηθες
*ἄνδραγχος· δήμιος vgAS
ἀνδραποδίζει· αἰχμαλωτίζει. βιάζει. καὶ ὑπεραίρει
*ἀνδραποδισμός· αἰχμαλωσία SPn
*ἀνδραποδώδεις· ἀνάστατοι n δουλοπρεπεῖς vgA
ἄνδρας γράφειν· τὸ ἐν διδασκάλου τὰ παιδία ὀνόματα γράφειν
ἀνδραποδοκάπηλον· ἀνδραπόδων μετάβολον
ἀνδραφάσσειν· κατ' ἄνδρα ἐφάπτεσθαι
ἀνδραφυκτεῖν· φεύγειν, ἢ ἐπὶ φόνῳ διώκειν
ἀνδραχθέσι· τοῖς δυναμένοις καὶ ἀνδράσιν ἄχθος ποιῆσαι
(κ 121)
ἀνδρεια· ἰσχύς. καὶ τὰ συσσίτια Κρῆτες
*ἄνδρε δύω· ἄνδρες δύο (κ 102) A
*ἀνδρείων· γενναίων (Prov. 10,4) (vg) A
ἀνδρεών· ὁ μέγας οἶκος (Hdt 1,34,3 ..)
ἀνδρηλάται· κατήγοροι. καὶ ἐπὶ φόνῳ διώκοντες
*ἀνδρείκελον· ἀνδρὶ ὅμοιον vgA ἀνθρώπῳ ὅμοιον (g)
Ἀνδρέας· δύναμις εὐπρεπής, ἢ ἀποκρινόμενος
ἀνδρείκελον· χρώματος εἶδος. καὶ τὸ ὅμοιον {ἀνδρί}
*ἀνδρειφόντης· ἀνδροφόνος (Β 651 ..) vgA
ἀνδρὶ χέρηϊ· ἀνδρὶ ἐλάττονι καὶ ἰδιώτῃ (Α 80)
ἀνδρόβασμος· στενὴ ὁδός
ἀνδρόγυνος· ὁ ἑρμαφρόδιτος (Hdt 4,67,2) (*) καὶ ὁ ἀσθενής,
ἤγουν ὁ ἀνίσχυρος (Prov. 18,8)
ἀνδροδμής· ὕπανδρος γυνή
ἀνδροδόμων· τρικλίνων
ἀνδροκάδες· πόα τις
ἀνδροκάς· μερίς
Ἀνδροκλεῖδαι· γένος Ἀθήνῃσιν
*ἀνδροκμήτῳ· ἐν ᾧ ἀνὴρ ἀποθανὼν κεῖται. ἢ ὑπὸ ἀνδρὸς
οἰκοδομηθέντι (Λ 371) A
ἀνδροκόβαλος· κακοῦργος. πανοῦργος
ἀνδροκόνοι· ἀνδροφόνοι
*ἀνδροκτασίαι· ἀνδροφονίαι (Ω 548 ..) (v)
*ἀνδροκτασιάων· ἀνδροφονιῶν (Ε 909) AP
ἀνδροκτόνοιο· ἀνδροκτόνου
*ἀνδρολημψία· ... ἐνεχύραζον γὰρ τοὺς ἔχοντας ἀνδροφόνους Σ
*ἀνδρολογεῖ· στρατολογεῖ A
ἀνδρομανής· ἐπιμεμηνυῖα τοῖς ἀνδράσιν
*ἀνδρομέης· ἀνθρωπίνης (Greg. Naz. c. 1,2,1,124) (T. n)
ἀνδρομέοιο· ἀνθρωπίνου (Ρ 571)
*ἀνδρομέου· ἀνθρωπίνου vA (gP)
ἀνδρόμεον· ἱμάτιον. Κρῆτες
ἀνδρομητόν· συσπαστὸν ἐγχειρίδιον τραγικόν [καὶ {ἀνδρό-
μηρον}]
ἀνδρολήμην· ἀνδρὸς ἔχουσαν λῆμα
*ἀνδρόμεον· τὸν τῶν ἀνδρῶν (Λ 538)
ἀνδρόπαις· ἀνδρούμενος ἤδη παῖς ἢ ἀνδρὸς φρόνησιν ἔχοντα.
Σοφοκλῆς Τρωΐλῳ (fr. 562)
ἀνδροσάθης· ἀνδρὸς αἰδοῖον ἢ μεγάλα αἰδοῖα ἔχων (Com. ad.
fr. 932)
ἀνδρόπρωρον· ἀνδροπρόσωπον (Soph. Trach. 223)
ἀνδροπορφυρεύς· ἀνδροκογχυλευτής, ἀναλέγων τὰς κόγχους
ἀνδρότητα· ἀνδρείαν (Π 857) p
ἀνδρόφικες· σύνθετον σῶμα ἐξ ἀνδρὸς καὶ γυναικός, ὑπὸ δη-
μιουργοῦ γεγονός (Hdt. 2,175,1)
ἀνδροφόνοιο· ἀνδροφόνου (Α 242)
ἀνδροχμήτωρ· [... ἀνὴρ ἀποθανών]
*ἀνδρώδους· ἀνδρὸς ἐπαινετοῦ A
*ἀνδρωθεῖσα· ἀνδρὶ συνοικήσασα A διακορηθεῖσα
ἀνδρώσασθαι· συγγενέσθαι
[ἀνδρώσασθαι] ...· ὠμότερον
ἀνδύεται· ἀναβαίνει, {ἀνα}δύεται n ὑπεκκλίνει. μεταφορικῶς
ἀπὸ τῶν ἀφηνιαζόντων ὑποζυγίων καὶ οὐ θελόντων ... (Π 225)
*ἀνεβάλλετο· ἀνεκρούετο g ἀνήρχετο (α 155) Σ
*ἀνέβαλλεν· ἀναβολὴν ἐδίδου Σ
*ἀνεβίω· ἀνέζησεν, ἀνέστη vgA
*ἀνεβλύζετο· ἀνεδίδοτο A
ἄνεβοι· [ὥσπερ δώδεκα ἐτῶν ὄντες A]
*ἀνέβραχεν· ἤχησεν (Τ 13) A
ἀνεγκαλύπτοις· μὴ κεκαλυμμένοις
ἀνέγγυος· ἄπιστος
*ἀνεγκλήτους· ἀνευθύνους (1 Cor. 1,8) vgA
ἀνεγχώρητον· ἀμήχανον
ἄνεγμα· αἴνιγμα. Ταραντῖνοι. καὶ ἐκβολῇ τοῦ ἑνὸς {ι}, καὶ τροπῇ
τοῦ δευτέρου εἰς ε ψιλόν
ἀνέγναμψαν· ἀνέλυσαν (ξ 348) ἀνέκαμψαν. ἀνετράπησαν
*ἀνεγνάμφθη· ἀνεκάμφθη (Η 259) gA
ἀνέγνω· ἐπέγνω (α 219)
ἀνεδάρδανε· ἀνεμόλυνε. {Δαρδαίνει} γὰρ μολύνει
ἀνεδέγμεθα· ὑπεμείναμεν (ρ 563)
*ἀνεδείματο· ἀνῳκοδόμησεν gAPn
*ἀνεδέξατο· ὑπέσχετο. ὡμολόγησεν A
*a) ἀνεδείματο· {ἀνῆλθεν} Σ b) {ἀνεβίωσεν}· {ἀνέζη}
ἀνέδην· Αἰσχύλος· Φεύγειν ἀνέδην διὰ κῦμ' ἅλιον (Suppl. 15)
[*ἢ ἐκκεχυμένως P] κατὰ στέρησιν τοῦ ἕσαι, ὅ ἐστι ἱδρῦσαι,
ἀναστάτους γενομένας, ἐκ τοῦ ἐδάφους ἀνεστηκυίας. ἄλλοι δὲ
ἐκκεχυμένως
ἀνεθολοῦτο· ἀνεταράσσετο (Pherecr. fr. 116)
†ἀνεθύραξεν· ἀνεθυμώθη †
*ἀνέεργεν· ἐκώλυεν. ἀνέκοπτεν (Γ 77) A
*ἀνεζεύγνυσαν· ὥδευον gA
*ἀνέηκεν· ἀνέπεισεν (Ε 882) b
*ἀνεθέμην· ὡμολόγησα (Gal. 2,2) A
ἀνεθήσεται· λυθήσεται
*ἀνέθορεν· ἀνεπήδησεν gA
ἀνείῃ· ἀφῇ. ἀνῇ (Β 34 ..)
*ἀνείλατο· ἀνέλαβεν n ἐπανεκαλέσατο (Act. 7,21)
*ἀνεῖλεν· ἐφόνευσεν vgAP
ἀνεῖλεν· ἐχθρῶς ἔχρησεν
ἀνειληθέντες· ἄνω εἰληθέντες
ἀνειληφότων· λαβόντων
*ἀνειμένον· ἀπολελυμένον vg ἐκλελυμένον (Esai. 27,10) (n)
*ἀνειμώμενος· ἀντλῶν, ἀναφέρων (g)P
*ἀνείμονες· μὴ ἔχοντες ἱμάτια (Greg. Naz. c. 2,2,3,144) (gn)
ἀνείμονος· γυμνοῦ (γ 348)
†ἀνεῖν· ἀνακαθαίρειν. ἀναπλύνειν. οἱ δὲ ἀνακινεῖν κριθὰς βεβρεγ-
μένας
ἀνεῖναι· *ἀφιέναι Pn ἀνιέναι. στρέφειν. ἀνασείειν
ἀνεικάσασθαι· ἀποσκῶψαι (Cratin. fr. 63)
*ἀνεῖργεν· ἀπεκώλυεν vgAn
†ἀνοίγειν· ἀνέστελλεν, [ἀπεκώλυεν]
*ἀνιεμένη· ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν πέπλον, καὶ τὸν
μασθὸν δεικνύουσα, καὶ ἐκ τοῦ αὐχένος προβάλλουσα· κόλπον
ἀνιεμένη (Χ 80)
ἀνειλείθυιαν· ἄτοκον. Εὐριπίδης Ἴωνι (453)
*ἀνειλυσπῶ· ἀνέβαινες Σ
*ἀνείλεσθαι· συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν Σ
†ἀνεῖσαι· ἐρευνῆσαι, ζητῆσαι
ἀνειλυσπᾶσθαι· ἀναρριχᾶσθαι
†ἀνείμασθος· ἄφθορος. ἄπληστος
*ἀνειαρῶς· οἰκτρῶς s
*ἀνεῖπεν· ἐκήρυξεν g διὰ κήρυκος εἶπεν
ἄνειρε· ἐρώτησον, πύθου
†ἀνειρεσίαν· οὐσίαν πολλήν
ἀνείρετον· [ἀπαραίτητον]
ἀνειρήκασιν· κεχρηστηριάκασιν
*ἀνεῖρπεν· ἐβάδιζεν P
*ἀνεῖρφ' ὑ.....· ἐβάδιζεν (Eur. Phoen. 1178) A
ἀνείρων· [ἁμαρτωλῶν] ἀναπείρων
*ἀνείς· ἀφείς vgA ἐάσας A
ἀνεῖσθαι· ἀφεῖσθαι
*ἄνεισιν· ἀνέρχεται vgPn
*ἀνεῖται· ἀπολέλυται (Esai. 3,8) gAPn
*ἀνέκαθεν· μακρόθεν n ἤτοι ἐκ πολλοῦ. ἢ ἀπ' ἀρχῆς. {Ἑκὰς} δέ
ἐστι μακρόν vgA
ἀνέκαιρεν· [ἀνεβάλλετο, ἀνήρχετο, ἀνεφέρετο]
*ἀνεκαλαμήσατο· ἀνεθέρισεν vgA
ἀνεκαλέσατο· ἀπέστρεψεν
ἀνεκδιήγητον· ἀνεκλάλητον, ἄῤῥητον
*ἀνεκήκιεν· ἀνεπήδα p ἀνεβάλλετο, [ἀνεφέρετο (Η 262) p
ἀνεκολυμβήθη· ἐκ βυθοῦ ἀνηνέχθη
ἀνέκναψαν· [ἀνέλυσαν, ἀνέκαμψαν]
ἀνεκάμφθη· [ἀνεκλάσθη]
ἀνεκόρει· ἔσαιρεν, ἐσάρου
ἀνεκνάδαλλον· ἀνέκνων, ἔκνιζον, ὡς οἱ ὀρτυγοπῶλαι
ἀνεκκλήτως· ... ἐξαίρεσιν ποιεῖσθαι, παρὰ Ῥοδίοις
*ἀνεκρούσατο· ἐκιθάρισεν vg(A)
ἀνέκτημαι· ἀνείληφα. Σοφοκλῆς Κρεούσῃ (fr. 331)
*ἀνεκτόν· φορητόν, ὑπομονητικόν (v 83) A
*ἀνεκτοτέρων· ἐλαφροτέρων, ἡμερωτέρων vgAS
*ἀνεκτῶς· πρᾴως, ἐπιεικῶς ASP
ἀνεκυμβαλίαζον· ἀνετρέποντο ἐπὶ κεφαλήν, παρὰ τὸ κύμβαχος.
ἢ ἦχον ἀποτελεῖσθαι, ἀπὸ τῶν κυμβάλων (Π 379)
ἀνέκφραστον· ἀνερμήνευτον
ἀνεκώκυσεν· ἀνεστέναξεν
ἀνελέσθαι· ἐξελέσθαι
*ἀνελευθέρως· {τὸ} ἐκτὸς τῆς ἀληθείας ποιεῖν τι vgAPn
ἀνελίξεις· ἀνοίξεις
ἀνειλίπους· ὁ τοῖς ποσὶ μὴ ἁλλόμενος, ἤτοι χωλός
*ἀνεπίληπτον καὶ ἀνέγκλητον· τὸ ὑγιῶς καὶ ὀρθῶς ἔχον S
ἀνελίττεται· ἀποτυλίττεται
ἀνελοίμην· ἀναλάβοιμι, ἐκθρέψαιμι (σ 356)
ἀνέλοιο· λάβοις
*ἀνέλω· φονεύσω vgA
ἀνελών· ἀναλαβών (Α 301)
ἀνεμέσητον· ἄμεμπτον (Aeschin. 3,66)
ἀνέμητα· ἀμέριστα
ἀνεμιαίων· ἐκ τῶν ἀνέμων
ἀνέμιμνον· ἀνέμενον (Λ 171)
ἀνέμιον· ὑπηνέμιον ὃ καλοῦσιν ᾠόν
Ἀνεμοκοῖται· οἱ ἀνέμους κοιμίζοντες. γένος δὲ τοιοῦτόν φασιν
ὑπάρχειν ἐν Κορίνθῳ
ἀνεμυμάχθη· ὑπείδετο
ἀνεμώλια· *μάταια Pn ἄκαιρα. ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων μολί-
σκειν καὶ φέρεσθαι τὰ τοιαῦτα (δ 837 ..)
ἀνεμώνη· μάζης εἶδος. καὶ φίλημα. καὶ ἡ μήκων. καὶ τὸ ἄνθος.
καὶ πᾶν φυτὸν ταχέως ὑπὸ ἀνέμων φθειρόμενον καὶ μάταιον
καὶ ἀνεμῶδες
Ἀνεμώρεια· πόλις τῆς Φωκίδος (Β 521)
ἀνεμοσκεπέων· τῶν πρὸς ἀνέμου σκέπην ἐπιτηδείων χλαμύ-
δων (Π 224) (S)
ἀνεμοτρεφές· τὸ ὑπὸ τοῦ ἀνέμου τρεφόμενον, τυπτόμενον καὶ
κινούμενον, οἱονεὶ στερεὸν καὶ εὔτονον. ἔστι δὲ πάλιν {ἀνεμο-
τρεφὲς ἔγχος} στεῤῥὸν δόρυ (Λ 256)
ἀνεμώτας· ὄνος ἄφετος, ἱερός, τοῖς ἀνέμοις θυόμενος ἐν Ταραν-
τίνοις
ἀνένδοτον· ἄκλιτον, ἀκατάστρεπτον
(*)ἀνένδεκτον· ἀπαράδεκτον (Luc. 17,1)
*ἀνενδοιάστως· ἀναμφιβόλως vgA ἀδιστάκτως Pn
*ἀνενέγκατο· ἐστέναξεν S ἐκ βάθους (Τ 314 v. 1.)
*ἀνενέργητος· μὴ ἐργασθείς, ἤγουν ἐλθὼν εἰς ἐνέργειαν vgA
ἀνενεχθείς· ἀναβιώσας (Hdt. 1,116,2?)
ἀνενήνοθεν· ἀνῆγεν. ἢ ἀνέβη (ρ 270)
ἀνέντονον· ἱμάτιον. Λάκωνες
ἀναίνεται· ἀρνεῖται, ἀπὸ τοῦ ἄνω νεύειν. ἢ ἀπαρνεῖται (Ι 679)
ἀνεμοτραφές· εὔτονον. ὑπὸ ἀνέμου γεγυμνασμένον (Λ 256)
a) ἀνένευεν· ἀνένευσεν (φ 129 ..) b) {Ἀνέντες} δὲ ἀπήμονα
ἀφέντες (Ε 761) n
*ἀνεξαπάτητος· μὴ ἀπατώμενος, ἢ χλευαζόμενος A
*ἀνεξέλεγκτος· ἀβασάνιστος (Prov. 25,3) AS
ἀνέξεται· ὑπομενεῖ (Eur. Med. 38) ἐνδέχεται, μακροθυμεῖ
*ἀνεξίκακος· ὑποφέρων κακά (2. Tim. 2,24) A
ἀνεξικώμη· ἧς οὐκ ἀνάσχοιτο ὅλη κώμη. παρὰ Κρατίνῳ (fr. 383)
ἀνεξινάσκετο· ἐξινάσκετο, ἀνεξηραίνετο
*ἀνεξίτητον· ἀνεξέλευστον vgS ἀσάλευτον ASn ἀδιάβατον SP
μὴ ἔξοδον S
*ἀνεξιχνίαστος· ἀκατάληπτος (Eph. 3,8) (vgA)
ἀνέξομαι· ὑπομενῶ (τ 27)
ἀνεοί· [ἥσυχοι, ἄφωνοι]
ἀνεοστασίη· θάμβος
ἀνεπάγγελτοι· οἷς οὐ παρηγγέλη ἐπὶ δεῖπνον ἐλθεῖν. ἄκλητοι
(Cratin. fr. 44)
*ἀνεπάλλετο· ἀνεκινεῖτο S
ἀνεπάτασεν· ἐξ ὕπνου ἀνέβλεψεν
ἀνεπάφλαζον· ἀνεκάχλαζον
*ἀνέπαφος· ἀψηλάφητος (Pn)
*ἀνέπαλτο· ἀνήλατο (Θ 85) (gS)
ἀνεπής· ἄφωνος
*ἀνεπίδεκτον· ὅλως μὴ ἐπιδεχόμενον vgA
ἀνεπινόητα· ἀσύνετα
ἀνεπικόῤῥιστος· ἀράπιστος. ἀνύβριστος
*ἀνεπίληπτον· ἄμεμπτον g ἀκατάγνωστον (1. Tim. 3,2?) (AP)
*ἀνεπιλόγιστον· τὸ μὴ διὰ λογισμοῦ συνιστώμενον A
ἀνεπίπλη· ἀνεπλήρου
*ἀνεπιπλήκτοις· ἀμέμπτοις (v)
*ἀνεπιπλήκτως· ἀμέμπτως. [εὐσεβῶς. ὑγιῶς ἔχον. A
*ἀνεπιστάτητον· ἀφύλακτον gA ἀνεπίσκοπον (A)
*ἀνεπιστρέπτως· μὴ ὑποστρέφων (A)
*ἀνεπιτήδευτον· ἀμελέτητον, μὴ σπουδαζόμενον εἰς τέχνην ἢ
μάθησιν A
ἀνεπιβούλευτον· ἀσύλητον
ἀνεπίτμητοι μισθώσεις· αἷς ὑποτιμήσεις οὐ δίδονται ἐπὶ
βλάβῃ καὶ ἀφορίᾳ
ἀνεπίτμητος ἀπολογία· ἡ μὴ ἔχουσά τι ἀπότομον
*ἀνεπίφατον· ἀπροσδόκητον καὶ ἀμιγές A
ἀνεπιχάδην· οὐκέτι χωροῦν
ἀνεπιχείρητοι· ἀνεπιβούλευτοι
*ἀνεπόδισεν· ἀνέκαμψεν, ἀνέλυσεν (Sir. 48,23) vgA
ἀνέπνεον· ἀνεκτῶντο (Λ 327)
*ἀνεπόλησα· ἀνεμνήσθην vg
ἀνεπταμένας· ἀναπεπετασμένας. ἀνεῳγμένας
*ἀνεπταμένη· ἀνεῳγμένη Pn
*ἀνεπτερωμένος· μετεωρισμένος, καὶ κεκουφισμένος (Prov.
7,11) A
ἀνεπτυξάτην· ἀνέπτυξαν, δυϊκῶς
ἆνερ· ἀνήρ, κλητικῶς (Ω 725)
ἀνέρας· ἄνδρας (Α 262)
*ἀνέρες· ἄνδρες (Β 1) vgA
*†ἀνέρεξα· ἔπραξα A
*ἀνερεψάμενοι· ἀναρπάσαντες Σ
*†ἀνερεπτομένη· χωριζομένη. ἀναλίσκουσα Σ
*ἀνεριπίσθη· ἀνεκινήθη gA
ἀνερίψαντο· [ἀφήρπασαν]
*ἀνερμάτιστα· ἀστήρικτα (A) ἀπόφρακτα (Plat. Theaet. 144a)
*ἀνερμάτιστος ναῦς· κούφη σαβούρας Σ
*ἀνέρπει· ἀνέρχεται APn
ἀνερπύσαι· ἀναχωρῆσαι
*ἀνεῤῥίπιζον· ἀνήγειρον. ἀνεκίνουν A
ἀνέῤῥιψαν· *ἀνεβάλοντο Σ ἀνελαύνοντες εὐτόνως ἤλασαν
(κ 130)
ἀνεῤῥοίβδησεν· ἀνέπιεν, ἀνερρόφησεν (μ 236)
*ἀνεῤῥώθημεν· ἀνελάβομεν, ὑγιεῖς γεγόναμεν vgA
ἀνέρυσαν· εἰς τοὐπίσω ἔκλασαν (Α 459)
ἀνθρύσκος· ἄνθους εἶδος (Sapph. fr. 5,5,14L?)
*ἀνερχομένῳ· ὑποστρέφοντι (Δ 392) (p)
*ἀνέρσει· ἀναρτήσει, κρεμάσει (Thuc. 1,6,3) Σ
*ἄνες· ἄφες, ἀπόλυσον A παῦσον (Sir. 33,26)
*ἀνέσαιμι· ἀναπείσαιμι AΣb καὶ παρορμήσαιμι (Ξ 209)
*ἀνέσαντες· *ἀνακαθίσαντες (Ν 657) gΣ †ἀνοίξαντες [ἀναλαβόν-
τες Σ
(*)ἄνεσις· ἀνάπαυσις (2. Cor. 2,13)
ἀνέσει· σώσει. ἀναπέμψει. καὶ ἐπανάληψιν ποιήσει εἰς τὴν
οἰκίαν (σ 264)
ἄνεσθαι· αὐξάνεσθαι. οἱ δὲ φθίνειν
ἀνεσίτων· [ἀμέμπτων]
*†ἀνεσθίων· μηκέτι ἐσθιομένων An
*ἀνεσκολόπισαν· ἀνεσταύρωσαν n
*ἀνεσκολοπίσθη· ἀνεσταυρώθη P
ἀνεσπάκασιν· εὑρήκασιν, εἰλήφασιν (Men. fr. 429)
*ἀνέσπερον· ἀσκότεινον vg
ἀνέσσυτο· *ἀνήρχετο A ἀνεπήδησεν (Λ 458)
*ἀνεστάλη· ἐσείσθη, μετεκινήθη (Nah. 1,5) vgA
*ἀνεστάλησαν· ἐκρύβησαν A
*ἀνέσταν· ἀνέστησαν (Α 533 ..) A
ἀνεστέλλοντο· ὑπεχώρουν
ἀνεστενάχιζεν· ἀνέστενεν (Κ 9)
*ἀνέστιοι· ἄοικοι, ἑστία γὰρ ἡ οἰκία (Ι 63?) vgA
*ἀνεσύρατο· ἄνω τὰ ἱμάτια ἔσυρεν (Greg. Naz. or. 4 p. 141 c) (g)
*ἀνέσφηλεν· ἀνέζησεν Σ [ἄνω ἔσχεν]
ἀνέσχεν· *ἐκράτησεν A ἄνω ἔσχεν (Sir. 48,3) ἐπῆρεν, ὕψωσεν Σ
ἀνέσχεθεν· ἀνέσχεν. ἀνέτεινεν (Η 412)
*ἀνέσχον· ἀνάστασιν ἐποίουν (Am. 4,7 ..) An
ἄνεται· ἀνύεται A καταναλοῦται (Κ 251)
ἀνέτειλεν· ἀνεβλάστησεν (Ε 777)
†ἀνειέτῃσι· πόρπαις ἢ φίβλαις (Ξ 180)
ἀνέτρεχον· ἐν συνθήκῃ οὐκέτι ἔμενον
ἀνετράπετο· ἀνετράπη, ἔπεσεν ὕπτιος (Ζ 64)
ἀνετῶς· ἀνατεταμένως. Σοφοκλῆς Τυμπανισταῖς (fr. 583)
ἄνευ· ἄνευθεν (Ν 556)
*ἄνευθε· χωρίς (Β 27) nps
ἄνευ· δίχα (Ν 556)
*ἀνευθέτου· ἀχρήστου (Act. Ap. 27,12) vgA
ἀνεύθυνον· ἀζήμιον. ἀνέγκλητον
ἄνευ πρυτανείων· δίκαι τινές, αἲ δίχα τοῦ τεθῆναι πρυτανεῖα
ἐκρίνοντο
ἀνευρόντες· εὑρόντες (Act. Ap. 21,4) A
ἀνεύροι· ἐξερευνήσαι
ἀνευρύνει· ἐξαπλοῖ
ἀνευφημήσει· ἀνοιμώξει, κατὰ ἀντίφρασιν. Σοφοκλῆς Τραχι-
νίαις (783)
ἀνέφαινον· ἀνέκαιον (σ 310)
*ἀνέφικτον· ἀκατάληπτον gAP ἀδύνατον An
*ἀνεφίκτου· ἀσυγχωρήτου A(P)
ἀνέφλυεν· ἀνέβλυζεν, ἀνέζει, ἀνέβαλλεν (Φ 361)
*ἀνέφυ· ἀνῆλθεν vgP
ἀνεχέγγυος· ἄπιστος
ἀνέχαζεν· *ἀνεπόδιζεν A ἀνεχώρει
ἀνεφυσίαζεν· ἀπέθανεν
*ἀνεχαίτισεν· ἠπείθησεν, ἀνεκρούετο A ἀνέτρεψεν (Dem. 2,9) Σ
*ἀνέχει· ἀνατέταται A
*ἀνέχειν· ἄνεσιν ἔχειν A
ἀνέχεσθαι· ἀναδέχεσθαι καὶ τρέφειν (ρ 13)
ἀνέχῃσι· αὔξει καὶ ἄνω ἔχει καὶ μὴ καταβάλλει (τ 111)
ἀνέχομαι· καταδέχομαι
*[ἀνεχομένων· ὑποστρεφόντων] A
ἀνεχόμην· ἄνω εἰχόμην σεμνυνόμενος
*ἀνέχουσιν· ἀκρατοῦσιν A
ἀνέχραυεν· ἀνέχριμπτεν, ἀνήρειδεν, ἐκούφιζεν
*ἀνεχρήσαντο· διέφθειραν (Thuc. 1,126,11 v. l.) Σ
ἀνέχω· κωλύω
*ἀνεψιοί· ἀδελφῶν υἱοί (Ι 460) As(p)
ἀνεψαινυγμένως· ἐσπουδασμένως
ἀνεψιαδοῦς· ἐκ τοῦ ἀνεψιοῦ γεγονώς, ἢ τῆς ἀνεψιᾶς
ἀνεψιότης· ἡ μέχρι ἀνεψιαδῶν συγγένεια (Lex Sol. ap. Dem.
43,57)
ἀνέψυχθεν· ἀνεκτήσαντο (Κ 575)
ἀνέψυξα· ἀνεπαυσάμην (Diphil. fr. 81)
(*)ἀνέψυξεν· ἀνέπαυσεν (2. Tim. 1,16)
*ἀνέψυχον· ἀνέπνεον (Ν 84) n
ἄνεῳ· *ἄφωνοι A ἐνεοί, καὶ ἐκπλήξει ἥσυχοι (Γ 84)
*ἀνέῳγον· ἄνωιγον A
ἄνη· ἄνυσις, καὶ πρᾶξις (Aesch. Sept. 713)
ἀνηβᾷ· ἐκ δευτέρου ἀνθεῖ. νεάζει (Eur. Ion 1465)
*ἀνηβητηρίαν· πᾶν ἀνανεάζον νεότητος (Eur. Andr. 552) A
ἄνηβος· *ὁ μήπω {ἐπι}φθάσας τὴν ὀφειλομένην ἡλικίαν vgA
τουτέστιν δωδεκαέτης AP ἢ βόλου ὄνομα
ἀνήβραχεν· [ἤχησεν]
*ἀνήγγειλεν· εἶπεν A ἀπήγγειλεν (d)
ἀνῆγες· ἄνω ᾖξας. ἀνῇξας
ἀνηγμένον· *ηὐξημένον (Σ) ἐξειργασμένον
*ἀνήϊξαν· ἀνώρμησαν (Ο 86) n
ἀνήῃ· ἀναπείσῃ (Χ 346) *ἀφῇ (Β 34) n
ἀνηθείη· ὁμιλία
ἀνῆκα· *ἀφῆκα An ἀνέπεισα
ἀνῆκεν· *εἴασεν n ἀπέλυσεν (Β 71) vgAn ἐῤῥύσατο. ἐξήγαγεν.
παρώρμησεν (θ 73)
ἀνηκές· ἀνήκεστον Σοφοκλῆς Αἰχμαλωτίσιν (fr. 46)
ἀνήκεστον· ἀνίατον (Ε 394)
ἀνηκέσαι· ἀναπαῦσαι
*ἀνηκέστου· ἀθεραπεύτου (A)
*ἀνηκέστων· ἀνιάτων A(n) ἀνυπομονήτων (Greg. Naz. or.
21,20)
ἀνηκίδωτοι· ἄνευ ἀκίδος. Αἰσχύλος Ψυχοστασίαι (fr. 279)
ἀνηκούστησε· *παρήκουσεν, ἀνήκοος ἐγένετο A ταχέως ἤκου-
σεν (Ο 236)
ἀνηλεγές· ἀφρόντιστον
ἀνηλεές· οἴκτιστον. [ὠμόν (b)
*ἀνηλεῶς· ἀνοίκτως A ἀσπλάγχνως vA
a) ἀνήνιον· ἀδούλευτον b) *{ἀνήλιον} [καὶ τὸ μὴ ἔχον ἥλιον
(Eur. Andr. 534) w
ἀνηλόκισμαι· ἀνέσχισμαι (Soph. fr. 376 P)
†ἀνήμισεν· χωρῶ
ἀνήλυσιν· ἄνοδον
*ἀνημμένος· ἐξηρτισμένος gAPn ἡτοιμασμένος An
*ἀνημέρων· ἀγρίων (2 Timoth. 3,3?) (b)
ἀνήμυκτος· ἀχάρακτος
ἄνην· ἄνυσιν (Call. h. 1,90) [ἢ δεινήν]
*ἀνήνασθαι· παραιτεῖσθαι. ἀρνεῖσθαι (Η 93) vgA
*ἀνήνατο· παρῃτήσατο (Ψ 204) g
ἀνηνέχθη· ἀνήνεγκεν. ἐξ ἀφωνίας καὶ λειποψυχίας ἐφθέγξατο
(Men. fr. 435)
*ἀνηνεχυῖαν· ἀναφέρουσαν (A)
ἀνήνηται· ἀποτρέψηται. ἀπαρνήσηται (Ι 510)
ἀνήνοθεν· ἀνεφέρετο. ἀνεπήδα ἐξ ἀρχῆς (Λ 266)
ἀνήνορα· ἀδύνατον. *ἄνανδρον (κ 301) vgA
†ἀνήνυεν· ἐτέλει, ἐξεπόνει
ἀνηνύστῳ· ἀπράκτῳ, ἀτελειώτῳ (π 111)
*ἀνήνυτα· ἄπρακτα (vg) δύσκολα n ἀκατόρθωτα A μὴ ἀνυόμενα
(vgA)
ἀνήνωρ· ᾧ τέκνα οὐ γίνεται. ἄτεκνος
*α νήξεις· κολυμβήσεις (A)
ἀνηπελίη· ἀσθένεια
†ἀνήπλυσσον· ἀνήγαγον
†ἀνῆπται· ἀνάκειται. ἀνιεροῦται A
ἀνῃρέθη· ἐξηλείφθη
ἀνηρεοί· κρίκοι, δι' ὧν οἱ κάλοι διαδέχονται
*ἀνήρεστον· {οὐκ} ἀρεστόν A
ἀνῄρει· κουφίζει
ἀνήρης· †ἀνδρώδης, {οἱ δὲ ἀνάρμοστος}· Αἰσχύλος Σαλαμινίαις
(fr. 218)
*ἀνήρετο· ἠρώτησεν (Φ 508) A
†ἀνηρήμεθα· ἠρωτήθημεν
*ἀνηρείψαντο· ἀνήρπασαν (α 241) An
ἀνήριστα· ἀνέριστα. ἄπαστα
†ἀνηρίπτεσθαι· χωρίζεσθαι
ἀνηρίναστος· ἐρινεοῦ τῆς συκῆς περιάπτονται ὄλυνθοι, ἀγρίας
οὔσης, ὑπὲρ τοῦ τελεσφορῆσαι καὶ τὴν ἡμέραν (Hermipp. fr. 59)
καὶ τὸ μὲν {ἐρινάζειν} λέγεται, ... οἱ δὲ μαλακὸς καὶ ἄγονος
ἀνήρτισαν· ἀνεκαίνισαν
*ἀνήροτα· οὐκ ἀροτριώμενα (vgP) ἀγεώργητα (ι 109) (gn)
ἀνήῤῥησα· ἀνελεξάμην ἐμαυτὸν ἐκ πόνου (Eupol. fr. 221)
ἀνήρυσαν· ἀνήντλησαν
*ἀνήροτον· μὴ ἀροτριώμενον vgA
*ἀνήσει· ἀναπείσει (Β 276) An ἀφήσει A
*ἀνήσειν· ἀφήσειν An
*ἀνήσω· ἀφήσω (Esai. 2,9) vgAn
ἄνησιν· [ἀνέρχεται]
Ἀνησιδώρα· ἡ γῆ b διὰ τὸ τοὺς καρποὺς ἀνιέναι (Soph. fr.
826 P.)
†ἀναχαίας· χάσμη
ἄνηστις· ἀντὶ τοῦ νῆστις, προσκειμένου τοῦ {α}, ὡς ἀσταφίς
(Cratin. fr. 45)
ἀνήφθω· ἐξήφθω, δεδέσθω (μ 51)
ἀνῆψαν· ἔδησαν (μ 179) *ἀνέθηκαν (γ 274) (g)
ἀνήψατο· προσέθηκεν. ἀνέθηκεν. *προσήνεγκεν APn
ἀνήωχμον· [κατὰ τὴν ταραχήν]
ἄνθεα· φάρμακα ποικίλα
Ἄνθειαι· Ὧραι
Ἄνθεια· πόλις τῆς Πελοποννήσου (Ι 151) καὶ Ἀφροδίτη, παρὰ
Κνωσίοις
*ἀνθείλαντο· προέκριναν. ἐπελάβοντο vgA
ἀνθ' ἑκατόν· ἐξεναντίας {τῶν} ἑκατόν (Θ 233)
ἀνθελέσθαι· χειροτονῆσαι
*ἀνθέλκει· ἀντεπισπᾷ vgA
*ἀνθελομένην· προκρίνασαν A
ἄνθεμα· ἀνάθεμα. καὶ μᾶζα τις
ἀνθήμασιν· ἐξανθήμασιν
ἀνθέμιον· *τὸ ἐκλεκτὸν χρυσίον vgAn ἢ γραμμή τις ἑλικοειδὴς
ἐν τοῖς κίοσι. καὶ τόπος Ἀθήνησιν ἐν τῇ ἀκροπόλει
ἀνθεμίς· ἡ ὑπ' ἐνίων ἀμάρακος πόα A
*ἀνθεμόεντα· εὖ πεποικιλμένον (ω 275) {ἀναθηματικόν} g
{ἀνθεμόεντι·} ἀνθοφόρῳ. ἀνθηρῷ, ἢ εὐώδει (γ 440 ..) [ἀνθη-
ματικόν]
*ἀνθεμόεσσα· ὑψηλὰ ἄνθη ἔχουσα AP
Ἀνθεμοῦς· πόλις. χώρα. ποταμός
Ἀνθεμουσία· τάγμα τι παρὰ Μακεδόσιν ἐξ Ἀνθεμοῦντος,
πόλεως Μακεδονίας
*ἀνθεμώδη· ἄνθος ἔχοντα (Eur. Bacch. 462) An
*ἀνθέξεται· ἀντιλήψεται (Prov. 4,6) vgAPn [ἢ λίει ἀνθερεῶν]
ἀνθέξομαι· κρατῶ
*ἀνθερεών· ὁ ὑπὸ τὸ γένειον τόπος q An ἀφ' οὗ μέρους ὁ πώγων
ἄρχεται (Α 501 ..)
ἀνθέρικες· *τὰ τῶν σταχύων ἄκρα (Υ 227) καὶ αἱ προβολαί
vgAP καὶ {ὁ} ἀσφοδελοῦ καυλός (Hdt. 4,190) καὶ βοτάνης
εἶδος. καὶ τὰ ἐν τοῖς στάχυσι κέντρα
ἄνθεσι μήλων· τοῖς ἀκροδρύοις. ἀπὸ μεταφορᾶς τῶν μήλων
[τοῖς ἀκροδρίοις]. πᾶς καρπὸς δένδρου {μῆλον} λέγεται (Ι 538)
Ἀνθεστήρια· τὰ Διονύσια
ἀνθεστρίδας· τὰς ἐχούσας ὥραν γάμου. Ῥόδιοι q
ἄνθετοι· ἀπελεύθεροι, παρὰ Ταραντίνοις
ἄνθη· τὰ χρώματα
ἀνθηδών· ἡ μέλισσα (iamb. ad. 24) καὶ πόλις Βοιωτίας (B
508)b καὶ Παλαιστίνης
ἀνθήλια· περίδερμα
ἀνθήλη· πώγων [ἢ περιδέρμα]
†ἀνθηλήπυρος· ἀνθεῖ. ἀνθήσει
ἀνθήλιον· τῆς σελήνης {ἀποσκίασμα}
ἀνθ' ἡμέρας· δι' ὅλης τῆς ἡμέρας
ἀνθήμερον· {τῇ} σήμερον ἡμέρᾳ. Σοφοκλῆς Δανάῃ (fr. 171)
*ἀνθῃρημένος· ἀντιλαμβανόμενος An
ἀνθηρόν· τὴν σανδαράκην
ἀνθίνας· ὁ προσφάτως συντεθειμένος τυρός
ἀνθίνης οἶνος· ἡδυσμένος ἀπὸ βοτανῶν
*ἀνθινόν· ἀνθηρόν A βαπτόν gA
ἀνθιππασιῶν· τῶν ἱππέων ἄσκησις, καὶ ἀγῶνες αὐτῶν
ἀνθοβοσκόν· ἀνθοτρόφον. Σοφοκλῆς Αἰθίοψι (fr. 28)
ἀνθολεῖν· [ἀνθολογεῖν]
*ἀνθολκόν· ἀντίῤῥοπον A ἑτεροκλινές
ἀνθοπωλεῖν· οἰνοπωλεῖν. φαρμακοπωλεῖν
ἀνθορισθήσεται· ἀντιτεθήσεται
ἄνθος· βλάστησις
*ἀνθοσμίας· οἶνος vn εὔπνους n ἢ ἄνθος ἔχων
*ἀνθοῦσα· βλαστήσασα A
ἄνθος ἀφιεῖσα· ἐκ τοῦ ἄνθους εἰς ὄμφακα μεταβάλλουσα (η 126)
*ἀνθ' ὅτου δέ [δή]· ἀνθ' οὗτινος δή (Eur. Hec. 1136?) vgΣ(A)
ἀνθράκιον· τὸ μικρὸν τριπόδιον. καὶ λίθος τίμιος ὁ ἐν δακτυλίῳ.
καὶ χυτροπόδιον. καὶ πᾶσα μικρὰ κάμινος
ἀνθρεῖ· κρύπτει
ἀνθρηδών· ἡ τενθρηδών
ἀνθρήνη· εἶδος μελίσσης b Ἀριστοφάνης (Nub. 947) παρ' ᾧ
καὶ {ἀνθρήνια} τὰ μελισσεῖα (Vesp. 1080)
*ἀνθρήνιον· τὸ τῶν μελισσῶν b πλάσμα Σ
ἀνθρίσκιον· λάχανον ἔχον ἄνθος, ὡς ἄνηθον. ἢ τὸ ἄννησον
ἀνθρωπώ· ἡ γυνή, παρὰ Λάκωσιν
ἀνθρωπείους ἡμέρας· τὰς ἀποφράδας. Ῥόδιοι
ἄνθρωσκε· ἄνω θρῶσκε, ὀρχοῦ. Σοφοκλῆς Μώμῳ (fr. 389)
ἀνθυπόμνυσθαι· τὸ ἀναβάλλεσθαι δίκην, ἢ χειροτονίαν μεθ'
ὅρκου
ἀνθυπούργησιν· ἀντευεργέτημα
*ἀνθυποφορά· ἀνταπόκρισις vgA ἀνθυφαίρεσις
ἀνθυφεστῶτα· ἀντικαθεστῶτα
†ἀνθοπολιός· λαμπόμενος
ἀνθώπλισαν· ὥπλισαν
ἀνθωπλισμένοι· ἀντιτεταγμένοι
ἀνίαζεν· ἠνιᾶτο (δ 460)
ἀνιαρόν· *λυπηρόν vgnAP μοχθηρόν (Eur. Or. 230)
*ἀνιᾶσιν· ἀναδιδόασιν n
*ἀνιᾶται· ὀδυνᾶται, λυπεῖται (o 335)Pn
*ἀνίατον· ἀθεράπευτον AP
*ἀνίαχεν· ἀνεβόησεν An
*ἀνιγρόν· ἀκάθαρτον. φαῦλον vgA κακόν gA δυσῶδες vg ἀσεβές
ἀνιδρωτί· ἄνευ ἱδρῶτος (Ο 228)
ἀνίει· ἐλύπει, ἔλυεν
ἀνίεις· *ἀφίεις (Ε 80)vgAn ἐρεθίζεις
*ἀνιεῖσα· ἀναπείθουσα (Ε 422)n
†ἀνιάκειν· ὄζειν
†ἀνιγροδέτης· βυρσοδέψης
ἀνιδιτί· ἀνιδρωτί (Plat. leg. 4,718d)
ἀνιεμένη· ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν πέπλον, καὶ τὸν
μασθὸν δεικνύουσα. καὶ ἐκ τοῦ αὐχένος προβάλλουσα (Χ 80)
ἀνιεμένους· ἐκ τῶν κάτω μερῶν ἐπὶ τὰ ἄνω ἕλκοντας, καὶ
ἐκδέροντας κάτωθεν ἀρξαμένους ἢ διὰ πυρὸς ... ἢ δερομένους
(β 300)
ἀνιέναι· δέρειν
*ἀνιέντα· ἐνδόντα gAn
*ἀνίερα· κακά, βέβηλα (vgAP)
*ἀνιεροῦσθαι· εἰς θυσίαν κρίνεσθαι A
ἀνιερῶσαι· ἀναπαιωνίσαι
ἀν ἰθύν· ἀνὰ τὸ ὀρθόν (Φ 303)
*ἀνίεσθαι· τὸ ἀπολύεσθαι. συγχωρεῖσθαι A κουφίζεσθαι
*ἀνιερώσαντες· ἀναθέντες vgAn
*ἀνιηθέντα· λυπηθέντα (Β 291)n
†ἀνίηρ· βοτάνη τις
*ἀνίησιν· ἐᾷ. ἀπολύει, ἀναπαύει vgA ἐνδίδει (g)
*ἀνίησιν· ἐνδίδωσιν (δ 568)A ἀναβάλλει (μ 105)
*ἄνιθι· ἄνελθε vgA
ἀνήκεστον· [ἀνίαστον]
ἀνικμώμενον· ἀνακαθαιρόμενον
*ἄνικμος· ξηρά. ἰκμάδα ὅ ἐστιν ὑγρασίαν μὴ ἔχουσα A
ἀνίλλεσθαι· συστρέφεσθαι
*ἀνιμᾶται· πιπίζει (Aw)
ἄνιος· [ἀνατεπείς]
*ἀνιμᾶσθαι· ἀντλεῖν vAn
ἀνιμέναι· ἐκλελυμέναι
ἀνίξειαν· ὁρμήσειαν (Δ 114)
ἀνιόντα· ὑποστρέφοντα (Ζ 480)
*ἀνιόντος· ἀνερχομένου (n) ἀνατέλλοντος (α 24)
*ἀνιπταμένη· ἠνεῳγμένη A
*ἀνιπτάμενος· ἀναπετασθείς (Eur. Hec. 1100)A
ἀνίπτοισιν· ἀνίπτοις (Ζ 266)
ἀνιπτόποδες· δι' ἁγνείαν χρείαν μὴ ἔχοντες νίπτεσθαι (Π 235)
†ἀνίργου· χαλεποῦ. λυπηροῦ
†ἀνίσει· ἀναφέρει
*ἀνισοφυές· ἀνόμοιον vgAP
ἀνιστάμενος· ἀναστάς (Α 58)
*ἀνίστη· ἤγειρεν gAn οἱονεὶ ἀναστάς (Ω 515)
*ἀνίσχει· ἀνατέλλει vgAn
*ἀνίσχουσαν· ἀναδύουσαν A ἀνατέλλουσαν (s)
ἀνίσχων· ἀνατέλλων (Eur. fr. 711,3)
ἀνισῶσαι· τὸ ἴσον ποιεῖν {πιεῖν} τοὺς ὕστερον ἐλθόντας (Com.
ad. fr. 937)
*ἀνιχνεύων· ἀναζητῶν τὰ ἴχνη (Χ 192) vgAn
ἀνίψαλον· οὐ βεβλαμμένον p οἱ δὲ ἡλικίας τάξιν (Stesich. fr. 76)
*ἀνιωμένους· λυπουμένους, δακνομένους (Xen. Mem. 3,9,8)
(vg)A
ἀν' ἰωχμόν· κατὰ τὴν δίωξιν, *ἢ τὴν ταραχήν (Θ 89)A
ἀννέμειν· ἀναγινώσκειν (Epich. fr. 224)
ἀννεῖται· ἀνατέλλει. ἀναφέρεται (κ 192)
ἀννησοειδές· κώνειον
ἀννίς· μητρὸς ἢ πατρὸς μήτηρ
ἀννωδεῶς· τρυφερῶς. ἁβρῶς
ἄννωμα· θρυπτόμενα. Ταραντῖνοι
ἀννέφελος· "{πέπταται} ἀννέφελος." τουτέστιν αἰθρία (ζ 45)
*ἀν' ὄγμους· κατὰ τὰς ἐπὶ στίχον φυτείας. τὴν σχιζομένην
αὔλακα (Σ 546) A
ἄνοδος· ἀνάβασις. ἡ ἑνδεκάτη τοῦ Πυανεψιῶνος, ὅτε αἱ γυναῖκες
ἀνέρχονται εἰς Θεσμοφόριον, οὕτω καλεῖται
ἀνόδοντος· ὀδόντας οὐκ ἔχων (Pherecr. fr. 74)
ἀνόζωτα· τὰ μὴ ἐξεσμένα
ἀνοήμων· ἄνους, ἄφρων (β 270)
ἀνοηταίνει· μωραίνει
ἀνόητος· μωρός, ἠλίθιος, ἀσύνετος, ἄφρων
*ἀνόθευτος· γνήσιος (vgAP)
ἀνοθηρόν· νωθρόν
*ἀνοίας· μωρίας (Eur. Hec. 641)A
ἀνοικτές· [ἀταλαιπώρητον]
*ἀνοίκτως· ἀνηλεῶς A ἀταλαιπωρήτως
*ἀνοιμώζοντα· ἀναστενάζοντα (vg)
ἀνοιμῶξαι· *στενάξαι (A) ὀλολύξαι
*ἀνοίσω· ἀναφέρω. ἀναβιβάσω (Iob 7,13)vgA
ἄνοιτο· ἀνύοιτο. τελειοῖτο (Σ 473)
ἀνόκαιον· ὑπερῷον. γράφεται καὶ {ἀνώγεων} (Xen. Anab.
5,4,29)
ἀνοικῆ διάλεκτον· τὸν παρὰ τὸ εἰκὸς εἰρημένον ...
ἀνοκωχή· ἀναχώρησις, ἀνοχή
*ἀνόλεθρον· ἀθάνατον vg ἀκίνδυνον. [{Ὄλεθρος} γὰρ ὁ θάνατος
vg καὶ ὁ κίνδυνος (Ν 761)
†ἀνάλκητον· ὑφ' οὗ τι ἀνέλκεται
ἀνόλβους· ἀπόρους. ἀνοήτους. κακοδαίμονας
ἀνομβρεῖ· ἀναβλύει
ἄνομεν· πορευθῶμεν
ἀνώμαλον· τραχεῖαν
ἀνομιλον· *κατὰ τὸ πλῆθος (Γ 449)n ἢ ἔκφυλον
ἀνομένῳ· ἀνυομένῳ
ἀνομολογίαι· αἱ διὰ λόγων συγκαταθέσεις
ἀνόθως· γνησίως
ἄνομον· τὸ μὴ ὑποκείμενον νόμῳ. [παράνομον (b) πρὸ τοῦ
νόμου
ἄνομος γνώμη· ἡ ἔξω †μᾶλλον νόμου
†ἀνονδόκως· ἄνωθεν
*ἀνόνητον· ἀνωφελῆ vgn ἄκερδον (Eur. Or. 1501)
{ἄνοντος·} [ἢ] ἀνύοντος. ἢ δρῶντος
ἀνοπαῖα· ὀρνέου ὄνομα καὶ εἶδος. ἢ ἀνὰ τὴν ὀπὴν τῆς θύρας, ἢ
ἀνὰ τὴν θυρίδα. ἢ ἄφωνος (α 320)
*ἀνόπιν· εἰς τοὐπίσω vgAn
ἄνορ· νοῦς, ὑπὸ Σκυθῶν
ἀνοργάζειν· ἀνακινεῖν. [ἀνάλλεσθαι. καὶ τὸ τὰ παιδία ταῖς
χερσὶν ἀναβάλλειν]
*ἀνοργίας· ἀμυησίας vgA
ἀνοροῦσαι· ὁρμῆσαι. κατάγουσαι
*ἀνόρουσεν· ἀνώρμησεν (Α 248)np
ἀνόρεος πόλεμος· ἀνδρεῖος. ὁ πρὸς τοὺς ἄνδρας. Σοφοκλῆς
Ναυπλίῳ (fr. 403)
ἀνορταλίζειν· ἅλλεσθαι {καὶ τὸ τὰ παιδία ταῖς χερσὶν ἀνα-
βάλλειν}. ἐντεῦθεν καὶ οἱ νεοττοὶ {ὀρτάλιχοι} (Ar. Eq. 1344)
†ἀνοσάμικτον· ὀλιγόρρυτον ὕδωρ
ἀνόσια· βέβηλα (Ezech. 22,9) ἄδικα, ἄνομα (Eur. Or. 563 ..)
ἀνόστιμος· {ᾧ} νοστῆσαι οὐκ ἦν (δ 182)
*ἀνοσιουργηθέντων· ἀνοσίως ἐργασθέντων vgA
*ἀνόστεος· ὁ θαλάσσιος [πολύπους. σκώληξ (Hes. op. 524)A
ἄνοστοι· μὴ ἐπιστρέφοντες, ὅθεν ἦλθον (ω 528?)
†ἄνου· ἄνω. Ἴωνες
*ἄνους· ἀσύνετος An
ἀνούτατος· ἄτρωτος ἐκ χειρός (Δ 540)A
{ἀν' οὖς ἔχων· ἄνω τὸ οὖς ἔχων.} Αἰσχύλος Λυκούργῳ (fr. 126)
ἀνοσχήν· ἄνανδρος
ἀνότιστον· ἀθρήνητον
ἀνούλιοι· ἀνώλεθροι
ἄνουροι· ἄβρεκτοι. ὑψηλοί
*ἀνοχῇ· μακροθυμία vg παρὰ τὸ ἀνέχειν d καὶ ἀνέχεσθαι. ‖ ἢ
ἀνατολή ‖ ἢ χάριτι (Rom. 3,26)
ἀνοχαίου· ἀνατολικοῦ
ἀνοχλίζων· ἀναμοχλεύων
ἀνοψίην· τὸ μὴ βλέπειν
*ἀνστάντες δέ· ἀναστάντες δέ (Β 398)
ἀνσάττεν· ἅψασθαι. συνάψαι. Κρῆτες
ἀνσατήρ· βουβών. Λάκωνες
ἀνσερίσασθαι· τὸ μόνον πρὸς τὸ πῦρ στῆναι. Λάκωνες
ἀνστήτην· ἀνέστησαν, δυϊκῶς (Α 305)
*ἄνστησον· ἀνάστησον (Κ 176)AP
*ἄντα· ἐξεναντίας, κατὰ πρόσωπον (Π 184)AP
*ἀνταγωνιστής· ἀντίπαλος (Eur. Tro. 1006)AP
Ἀνταγορίδας· γένος Ἀθήνησιν
*ἀντᾴδεται· ἐναντιοῦται (AP)
*ἄνται· ἄνεμοι A
ἀνταίας· πολεμίας. ἐχθρᾶς. Σοφοκλῆς Πολυΐδῳ (fr. 368)
ἀνταίαν· ἔκτοπον, χαλεπήν. Σοφοκλῆς Ἀκρισίῳ (fr. 69)
ἀνταια· ἐναντία. ἱκέσιος. Αἰσχύλος Σεμέλῃ (fr. 223) σημαίνει δὲ
καὶ δαίμονα (Soph. fr. 311) καὶ τὴν Ἑκάτην δὲ Ἀνταίαν λέγου-
σιν, ἀπὸ τοῦ ἐπιπέμπειν αὐτά
ἀνταίρουσιν· ἀντιλέγουσι A Σοφοκλῆς Θυέστῃ (fr. 243)
ἀντακάς· [σήμερον]
ἀντακαῖοι· ἰχθῦς κητώδεις (Hdt. 4,53,3)
ἀντακές· σημεῖον ...
ἀντάλλαγμα· ἀνθόμοιον (Eur. Or. 1157)
ἀνταλλαγῆναι· ἀναπαύσασθαι. Κρῆτες
†ἀνταλλές· ταύτης τῆς ἡμέρας
*ἀντάμειψιν· ἀνταπόδοσιν (Ps. 118,112)vgA
ἀνταμιλλᾶσθαι· ἀντερίζειν
ἀντᾶν· ἀντιάζειν, ἱκετεύειν
ἀνταναγνῶναι· ἀντιβάλλειν An βιβλίον (Cratin. fr. 386)
*ἀνταναιρεθῇ· ἀφανισθῇ (Ps. 72,7)vgAP
*ἀνταναιρεῖται· ἀφαιρεῖται (Ps. 10,5) A
*ἀντανακλωμένη· κατ' ἀνάκλασιν διά τινος μεταγομένη. γίνεται
δὲ τοῦτο ἐπὶ φωνῆς vgA ἣν καλοῦσιν ἠχώ A καὶ ἐπὶ φωτός vgA
ἢ ἀντιπίπτουσα (Sap. 17,18) An
*ἀντανελέσθαι· ἀντιλαβεῖν An χείρονα
ἀντανελών· †ἐκ κόπων ἀφελών
ἀντάταν· ἐπίβουλον. ἀντίδικον
ἀνταλλάξ· ἐν μέρει
*ἀντάξιον· ἴσον A κατὰ τὴν ἀξίαν (Α 136) s
†ἀντάποτος· συνδεδεμένος
ἄνταρ· ἀετός, ὑπὸ Τυῤῥηνῶν. Εὐφορίων δὲ δίασμα (fr. 156 Sch.)
*ἀντάρτης· τύραννος, ἀντιβαίνων βασιλεῖ A
*ἀντάς· πνοάς (Ξ 254) A
*ἀντᾶσθαι· συναντᾶν A
*ἀντεγράψατο· ἀντεδικάσατο A
ἄντα τιτυσκόμενος· ἐξεναντίας τιτρώσκων (ω 180)
ἀντεβόλησα· ἀπήντησα (ω 87)
ἀντ' ἔτους· τοῦ αὐτοῦ ἔτους. Λάκωνες
†ἀντεῖν· ὁ ἐναντίος τῇ ἀγωγῇ
*ἀντείχοντο· κατέσχον A
ἀντεδύσατο· ἀνέδυ. ἀνέβη
ἀντεκκομιεῖ· ἀντεξοίσει
*ἀντεκκομίσει· ἀντεκφέρει A
*†ἀντέκτασις· ἀνταπόδοσις vgA (n) καὶ {ἀντέκτισις}
*ἀντεμβιάζειν· ἀντεξετάζειν A
ἀντεμμάξασθαι· ἀνταποδοῦναι. ἐπιπλῆξαι. †Εὐριπίδης πολία-
σιν (fr. 611?)
ἀντεμφανίζων· ἀντιδεικνύς
*ἀντεξάγοντες· ἀντεπιφέροντες A
ἀντεξάγω· ἀντεκφέρω. *ἀντιστήκω (n)
ἀντεξετάζω· ἀντερωτῶ
*ἀντεπήει· ἀντεπήρχετο vgA
*ἀντέπιπτεν· ἐναντιοῦτο n
ἀντεποισόμεθα· ἀντεπενέγκω{μεν}
ἀντεραστής· ὁ ἀντερῶν
ἀντερίσεις· [ἀντείπεις]. ἀντιζηλώσεις
ἀντέσχεν· ὑπέμεινεν
ἄντεσθαι· ποτὲ μὲν λιτανεύειν· ποτὲ δὲ ἐξεναντίας παραγίνεσθαι
(Β 595) [ἢ παραγίνεσθαι πρὸς λιτανείαν]
ἄντεσο· ἄντησον, ἄντικρυς ἐλθέ
†ἀντεταιῶς· ἀναγεγραμμένως
*ἀντεφέροντο· ἐναντιοῦντο An ἀντέπραττον (Ε 701) A
*ἀντέχεται· ἀντιλαμβάνεται vgAn φροντίζει. περιποιεῖται A
*ἀντετόρησε· διεπερόνησε, [διέτρησε A [διέπρησεν] (Ε 337)
ἀντήλιοι θεοί· οἱ πρὸ τῶν πυλῶν ἱδρυμένοι. Εὐριπίδης
Μελεάγρῳ (fr. 538)
ἀντήλιος· ὁ ἴσος καὶ ὅμοιος ἡλίῳ φαινόμενος (Eur. Io 1550?)
καταχρηστικῶς δὲ ὁ ἀντικρὺ ἡλίου ἱδρυμένος βωμὸς ἢ θεός
ἄντην· ἐξεναντίας, *ἐναντίον An φανερῶς (Α 187)
ἀντήρεις· ἀντιθέτους Σοφοκλῆς Ἠλέκτρᾳ (89) ἀπὸ τῶν ἐρες-
σόντων, ὅταν κατ' ἴσον ἐλαύνωσι, καὶ μὴ ἐπὶ θάτερα περιωθῆται
ἡ ναῦς
ἀντηρέται· ἴσοι, ἀπὸ τῶν ἐξ ἴσου ἐρεσσόντων, ἤγουν κωπη-
λατούντων
ἀντήρη· ἀντωπίαν (Eur. Tro. 221)
*ἀντίον· τὸ ἐξεναντίας ἀντιπαραταττόμενον A
ἀντηρίδες· τὰ ἀντερείδοντα ξύλα, ἢ λίθινα κατασκευάσματα
(Thuc. 7,36,2)
ἀντήριος· στήμων. καὶ ὁ κανὼν {ὁ} προσκείμενος τῇ θύρᾳ, ὃν
ἔνιοι καλυπτῆρά φασι
ἀντηδίς· ἱκετευτικῶς
†ἀντῆ· δῶρον ἱκέσιον
*ἀντῆσαι· τυχεῖν A ἀντιάσαι
ἀντήσει· λιτανείαις. ἀντήσεσιν
ἀντήσεις· ἱκεσίαι, λιτανεῖαι, ἱκετεῖαι
ἀντι· πρόθεσις. ἢ ἀντίον γυναικείου ἱστοῦ (Γ 425?)
ἀντιάαν· μεταλαβεῖν (Ν 215)
*ἀντιάζει· ἀπαντᾷ, συναπαντᾷ A
ἀντιάζων· ἀπαντῶν
ἀντιάσας· *μεταλαβών A ἢ συντυχήσας (Α 67) ἢ ἵλεως γενό-
μενος
ἀντιάσειεν· [ἐπιτύχοιεν ἢ] ἐπιτύχοι (Ν 290)
ἀντιάσητον· μεταλάβητον (Μ 356)
ἀντιάουσαν· ὑποστρωννύουσαν (Α 31)
ἀντιάνειραι· Ἀρίσταρχος ἴσανδροι· τὸ δὲ ἐπίθετον τῶν Ἀμαζό-
νων. ἤτοι διότι ἀνδράσιν ἠναντιοῦντο, οὐ θέλουσαι αὐτοῖς
συνευνασθῆναι (Γ 189)
*ἀντιβαίνων· ἀνθιστάμενος A
ἀντιβάλανος· ἡ †κικκίς
ἀντιβάλλει· ἀντιστρέφει. ἢ διαβάλλει. ἢ διορθοῖ. ἢ ἐπιστρέφει
ἀντιβάλμους· [ἀντιστρόφους]
†ἀντιβαρνικί· ἡ κασσία
ἀντίβιον· ἐναντίον ἀλλήλων (Γ 20)
*ἀντίβιος· ἐξ ἐναντίας (Α 304) gA
ἀντίβοιον· ἰσόβοιον. ἀντὶ βοὸς καθαγιαζόμενον. Σοφοκλῆς
Μελεάγρῳ (fr. 372)
ἀντίβιον· ἐξ ἐναντίας πολεμοῦντες (Η 40)
ἀντιβολεῖν· συναντᾶν. καὶ [ἱκετεύειν (n)
ἀντιβολήρ· στρωτὴρ μικρός. Λάκωνες
*ἀντιβολῆσαι· μεταλαβεῖν AP συναντῆσαι (Δ 342) APn
*ἀντιβολῶ· παρακαλῶ vg
ἀντιγόνιον· βοτάνη, καὶ ἄνθος
Ἀντιγόνειος· βόλος τις οὕτως ἐκαλεῖτο
*ἀντίγονον· ἀκακία gA
ἀντιγράφεσθαι· [ἀντιποιεῖσθαι κλήρου. ἢ ἀντικατηγορεῖν.]
Ἀττικοὶ τὸ ἀντιποιεῖσθαι κλήρου, ἢ ἀντικατηγορεῖν
ἀντιγραφή· [τῷ] ἐν ἴσῳ τῇ ἀντωμοσίᾳ. σημαίνει δὲ καὶ τὸ [ἐν
ἴσῳ τὸ] ἀντιποιεῖσθαι
ἀντιδιαπλέκειν· ἀντιμηχανᾶσθαι (Aeschin. 3,28)
*ἀντιδιαιρεῖται· ἀντιμερίζεται ps
*ἀντιδιαστέλλεται· ἀντιβάλλει, [ἀντιδιίστησιν vgAn
ἀντιδικεῖν· ἐν δίκῃ ἀντιβαίνειν
ἀντίδικος· *ἀντίπαλος A ἐχθρός. ἐναντίος
ἀντίδοξος· ἐναντίος κατὰ τὴν δόξαν
ἀντίδοσις· ἡ μετάληψις
*ἀντιζήλου· ... | *...· στρογγύλον, στραγγαλιώδη ἐν κύκλῳ {πείσματα, λέγεται δὲ καὶ ἐπὶ γυναικός} A
ἀντίζυγα· ἰσόζυγα
*ἀντίθεον· ἰσόθεον (Α 264) vgAP
*ἀντίθεσις· ἀντιλογία. ἐρώτησις (1. Tim. 6,20) A
*ἀντίθετα· ἐναντία vgA
ἀντιθόντων· [ὑπαντώντων]
ἀντικαθεστώσας· ἀντικειμένας
ἀντίκαινον· ἰσόκαινον
ἀντικάρδιον· τόπος ὁ μετὰ τὴν κλεῖδα
ἀντὶ κασιγνήτου· ἴσος τῷ ἀδελφῷ (θ 546)
†ἀντικαταλαβεῖν· τὸ ἀντιλαχεῖν δίκην
ἀντίκειται· ἐναντίος κεῖται
(*)ἀντικένσωρ· ὁ τοὺς νόμους μεμαθηκώς
*ἀντικρύ· κατέναντι, ἐξ ἐναντίας (Γ 359) vgAS
*ἄντικρυς· φανερῶς An ἀπέναντι. ἀντικρύς Pb
Ἀντικυρικόν· ὁ ἐλλέβορος
ἀντικύων· ἀλώπηξ
ἀντιλαχεῖν· τὸ δίκην ἐπὶ διαιτητοῦ λαχόντα ἐρήμην ὀφλεῖν, καὶ
πάλιν περὶ τὰ αὐτὰ δικάζεσθαι q
ἀντιλαβεύς· ὁ πόρπαξ τῆς τοῦ ὁπλίτου ἀσπίδος
*ἀντιλάζυσθαι· ἀντιλαβέσθαι A
ἀντιλαμβάνεται· βοηθεῖ. ἢ κωλύει.
ἀντιλαοί· τῶν ἄρτων κλάσματα
ἀντικρὺ δ' ἀπόφημι· φανερῶς λέξω (Η 362)
ἀντιλαβαί· λογικαὶ ῥήσεις ἐξ ἡμιστίχων λεγόμεναι κατ' ἀμοι-
βὴν παρὰ {τοῖς} τραγικοῖς. †Ἱπποκράτης
†ἀντιλήπτωρ· *ἀντιλαμβανόμενος (Ps. 3,4) A ὑπερασπιστής.
βοηθός
ἀντιλογικός· ἀντιλογητικός (Ar. Nub. 1173)
*ἀντίλυτρον· ἀντίδοτον (1. Tim. 2,6) vgAn
ἀντίμηνα· κατὰ μῆνα
ἀντιμισθωτός· ὁ ἀντ' αὐτοῦ ὑπηρετῶν
†ἀντίνη· ἄντινι ἐνέγμεθα. ἐναντιώμεθα
ἀντί νυ πολλῶν· ἴσος πολλοῖς (Ι 116)
ἀντίζωοι· [ἀντίπαλοι]
ἀντίξοοι· *ἐναντίοι (bs) ἀντίπαλοι (Hdt. 6,50,2)
ἀντίον· ἐξ ἐναντίας (Α 230)
*ἀντιόφρων· ἐναντίον φρονῶν A
ἀντιόων· ὑπαντῶν. ἢ μεταλαμβάνων (a 25)
*ἀντιοώντων· ὑπαντώντων. ἢ μεταλαμβανόντων (Ψ 643) A
ἀντιόωσα· ἀπαντῶσα, παραγινομένη. εὐτρεπίζουσα (Α 31)
ἀντιξοεῖ· ἐναντιοῦται
ἀντίπαις· νέος παῖς
*ἀντίπαλον· ἐναντίον n ἐχθρόν P Θουκυδίδης (2,45,1)
ἀντιπαράθεσις· ....
*ἀντιπαρεξάγει· ἀντιτάσσει (vgA)
ἀντίπερα· τὸ ἐν τῷ πέρα, *ἢ ἀντικρύ n πέρα τῆς θαλάσσης, ἢ
ἐναντίον
ἀντιπελαργεῖν· ἀντιτρέφειν
ἀντιπεφάσθαι· {ἀντι}τεθνάναι. *{ἀντ}αναιρεῖσθαι (Ν 447) n
ἀντιπεφυκότων· ἐναντίως πεφυκότων
*ἀντίπηξ· κιβωτός Ab
ἀντίπηγα· κίστην. Εὐριπίδης Ἴωνι (1338) ἤγουν ἀγγεῖον
*ἀντιπέραια· τὰ ἐν τῇ πέρᾳ, καὶ τῷ πέραν (Β 635)
ἀντιπιφάσκει· ἀνταποδίδωσιν
ἀντίπλαστον· Σοφοκλῆς Ἰνάχῳ· πατὴρ δὲ ποταμὸς Ἴναχος
τὸν ἀντίπλαστον ἔχει νόμον κεκμηκότων (fr. 262) ἀντὶ τοῦ
ἰσόπλαστον, ὅμοιον
ἀντιπολέμους· πολεμίους (Hdt. 4,140,3)
*ἀντιπράττεται· ἀντιμάχεται A ἐναντιοῦται vgn
ἀντίπροικα· τὰ ἐπευωνισμένα καὶ ἰσόπροικα
*ἀντιπροΐσχειν· ἀντιδοῦναι A
*ἀντιπροκλήσεις· ἀντιλογίαι. ἀντεγκλήματα g
ἀντίπρωρα· ἀντιπρόσωπα. Πρώρα γὰρ τὸ πρόσωπον, καὶ
{ἀνδρόπρωρον}· ἀνδροπρόσωπον. Σοφοκλῆς Τραχινίαις (223)
ἀντίπυργος· ἰσόπυργος. ἴσον κατὰ τὸ ὕψος τοῦ μήκους τὸ
ἀνάστημα ἔχων
ἀντίῤῥησις· ἔστι λόγος τὸ πιθανὸν ἑτέρου λόγου διαβάλλων
ἀντίῤῥινον· ἀντίῤῥιζον. οἱ δὲ βοτάνης εἶδος
*ἀντίῤῥοπον· ἴσον gn ἰσόσταθμον (vg) ἰσόζυγον
ἀντίῤῥωται· ἀντὶ τοῦ ἀποπέμπεται
ἀντίσπαστον· φιλήματος ὄνομα
*ἀντήσειεν· ἀπαντήσειεν (Η 158)
ἀντίσεις· [λιτανείαις]
†ἀντισκνεῖται· ἀναβάλλεται
ἀντιστάτης· ὁ ἀνθεστὼς {ἐν} τῇ μάχῃ· καὶ σημεῖον ἐν θυτικῇ
*ἀντιστρατευόμενον· ἀνθιστάμενον (Rom. 7,23) A
ἀντιστρέφω· ἀνταξιῶ. Σοφοκλῆς Τυμπανισταῖς (fr. 584)
ἀντιστήσεται· ἀνταλλάξεται
ἀντιστοιχεῖν· κατὰ στοῖχον ἑστάναι
ἀντίστομος· ἡ ἐξ ἑκατέρου μέρους τάξις {παρὰ τοῖς τακτικοῖς}
ἀντίστροφος· ἴση, ὁμοία
ἀντ' ἰσχάδος· τὸ μηδενὸς ἄξιον (Ar. Pac. 1223?)
ἄντιτα· ἀντέκτιτα. [ἀντιτιμώρητα (Ω 213) T
ἀντιτάλαντον· ἀντίσταθμον. ἴσον
*ἀντιτάσσεται· ἀντίκειται (Ep. Iac. 4,6) A
ἀντιτεχνήσει· ἀντικατασκευάσει
ἀντιτείνει· ἐρίζει
ἀντίτιμα· τὰ ἄποινα. τὰ ἀντέκτιτα
ἀντιτιμᾶσθαι· ἐν τοῖς δικαστηρίοις ὃ χρὴ παθεῖν ἢ ἀποτῖσαι
τὸν ἁλόντα
ἀντιτίμημα· ἡ ἀντιτίμησις
ἀντιτίσασθαι· ἀνταποδοῦναι (Eur. Med. 261) An
ἀντί τοί εἰμ' ἱκέταο· ἴσος ἱκέτῃ σοί εἰμι (Φ 75)
ἀντιτορήσας· διορύξας, κατακόψας. [ἀντιτορήσας] (Κ 267)
ἀντίτομον· φάρμακον ἀντιπαθές, ὅπερ ὁ πιὼν οὐ βλάπτεται
ὑπό τινος. ἀλεξιφάρμακον
ἀντίτυπα· {ἀντιπίπτοντα}
ἀντιτυπῆσαι· ἐναντιωθῆναι. ἀντειπεῖν
*ἀντιτυπίαι· ἀντιλογίαι. ἐναντιώσεις (vg) A (b)
*ἀντιτύποις· σκληροῖς (s)
ἀντιφάρα· ἀντιλογία. μάχη. ζάλη. οἱ δὲ μητρυιά
ἀντίφασις· ἀπόκρισις
ἀντιφαρές· ἐναντίον
Ἀντιφάτης· ὁ τῶν Λαιστρυγόνων βασιλεὺς οὕτως ἐκαλεῖτο
(κ 106)
*ἀντιφέρεται· ἐναντιοῦται vg(A)
*ἀντιφέρεσθαι· ἐριστικῶς ἢ ἀντιλέγειν n ἢ ἀντιτάσσεσθαι ἢ
[ἐναντιοῦσθαι (Α 589) A
†ἀντέκτιστα· οἷα εἰργάσαντο εἰς ἡμᾶς ...
*ἀντιφερίζειν· ἐξισοῦσθαι g ἀντιστῆναι (Φ 357) A
*ἀντιφέροιντο· ἐξισοῖντο A
*ἀντιφιλοτιμούμενοι· πρὸς τὴν οἰκείαν ἕκαστος ὁρῶντες φιλοτι-
μίαν καὶ δόξαν A
ἀντέφολκος· μέρος τῆς πολεμικῆς νεώς
ἀντίφρουροι· τὴν ἴσην ἔχοντες φρουράν
ἀντίφωνα· ἐναντιόφωνα
ἀντίχειρε· ἔνια τῶν βαρβάρων ἐθνῶν τοὺς ἀντίχειρας ὑποτι-
θέντα τοῖς γενείοις καὶ τοὺς δακτύλους ἐκτείνοντα προσκυνεῖ
τοὺς ἡγουμένους αὐτῶν
ἀντιχέλυσμα· μέρος τι τῆς μακρᾶς νεώς
ἀντίχορδα· σύγχορδα. ἰσόχορδα
ἀντιχόρτοις· συνόροις
ἀντίψυχοι· οὕτως καλοῦνται οἱ Μέμνονες ὄρνιθες
ἀντιψάλμους· ἀντιστρόφους. Εὐριπίδης Ἰφιγενείᾳ τῇ ἐν Ταύ-
ροις (179)
*ἀντλεῖται· γεμίζεται ps
ἀντλητήρ· κάδος ναυτικός
ἀντλία· σκάφη, ἐν ᾗ μάσσουσι. καὶ τοῦ πλοίου τὸ σκαφίδιον
[καὶ ἡ ἀντλία]
*ἀντλίαν· τὸν καδίσκον A
ἄντλον· κάδον ἀντλητήριον. τινὲς δὲ καὶ τὴν θάλασσαν (o 479)
καὶ τὸν σωρὸν τῶν δραγμάτων {καὶ ἡ ἀντλία}
*ἀντοίσομεν· ἀντιδώσομεν A
*ἀντολίη· ἀνατολή vgA
ἀντολαί· γενέσεις
ἀντομαι· {διὰ} παντὸς ἱκετεύω. ἢ αἱ καλάμαι {ὑπὸ Ταραντίνων}
*ἀντόμεναι· ὑπαντῶσαι (Β 595) A [ὑπὸ Ταραντίνων]
ἀντομένη· ὑπαντήσασα T ἐντυχοῦσα (Θ 412) ἱκετεύουσα
ἀντόμους· σκόλοπας. Σικελοί
*ἄντομαί σε· παρακαλῶ σε (Eur. Med. 709) An
ἀντοναί· αἱ τῶν χειρῶν φοραί
†ἄντος· εὖρος. οἱ δὲ Εὐριπίδης
ἀντοχεύς· πόρπαξ ἀσπίδος
ἀντόφρυς· βοτάνης εἶδος
*ἀντρέσας· ἀναφοβηθείς A
*ἄντρον· σπήλαιον gAPn ἢ ὑπόγαιος τόπος A ἢ βαθύς n [ἢ]
*{ἄντρα νύχια}· σκοτεινὰ σπήλαια gA
*ἀντρώδη· σπηλαιώδη (2. Macc. 2,5) (v)gAPn
†ἀντρώδων· ἀνανεάζων. ἢ σπηλαίων v
Ἀντρών· πόλις Θεσσαλίας (Β 697)
Ἀντρώνιος ὄνος· {ἐπὶ τῶν μεγάλων} (Pherecr. fr. 15)
†ἄν τυ· ἄν τινα. [Ῥόδιοι]
ἀντύα· τὸ ὑποπόδιον. {Ῥόδιοι}
*ἄντυγος· περιφερείας τοῦ ἅρματος (Ε 262) A
ἀντύγων χνόαι· αἱ περιφέρειαι τοῦ ἅρματος, οἱ τροχοί (Eur.
Rhes. 118)
ἀντυγωτός· ἀναδεδεμένος, ὅτι αἱ ἄντυγες καταδέονται
ἀντυκάρτερα· ἀντίσχυρα. Λάκωνες
*ἄντυξ· ἅρματος περιφέρεια vgAn
ἄντυπος· *ἴσος, ὅμοιος (A) ἢ ἐναντίος
ἀντωμοσία· ἑκατέρου μέρους ὅρκος, τοῦ μὲν †διαφεύγοντος,
ὅτι μὴ ἠδίκησεν, τοῦ δὲ ἐγκαλοῦντος, ὅτι ἠδίκηται
*ἀντωπεῖ· ἀντοφθαλμεῖ A (vgn)
ἀντωπόν· ἀντόφθαλμον
ἀντωπός· λαμπρός. ἀντίος τοῖς ὄμμασιν
ἀνυδρευόμενος· ἐκ φρέατος ἀντλῶν
ἄνυδρος· ἄταφος. οὐ λελουμένος, οὐδὲ τῶν νομιζομένων τυχών
(Eur. Tro. 1085)
ἄνυμφον· κακόνυμφον. ἢ τὴν μὴ δυναμένην νυμφευθῆναι (Soph.
El. 1183?)
ἀνῦξαν· ἀνώρμησαν (Ο 86)
†ἀνύξιον· ἄβρωτον. †Εὐκλείδης
ἀν' ὑλήεντα· κατὰ τὸν ὑλώδη (ξ 2)
ἀνύοντα· ἀναπληροῦντα
*ἀνυπαίτιος· ἀναίτιος ASn
ἀνυπείκαστον· ...
ἀνυπέρβλητον· ἀνυπομόνητον. *προῦχον AS ἢ βόλος τις
*ἀνύπηνον· ἀγένειον ASPb
*ἀνύπεικτον· ἀνυποχώρητον AS
ἀνύποδας· ταχύποδας. ἀπὸ τοῦ τοῖς ποσὶν ἀνύειν
*ἀνύποιστον· ἀφόρητον vgP ἀνυπομόνητον vgASPn
*ἀνυπόκριτος· ἄδολος vgAn ἀπροσωπόληπτος (Rom. 12,9)
*ἀνυποστόλως· ἀνυπόπτως vgAS
*ἀνύπουλος· ἀνύποπτος ASP(n)
ἄνυρις· [ἄδικος, ἀσεβής]
*†ἄνυρος· ἄδικος AS
*ἀνύσας· συνελών ASn
ἀνύει· πληροῖ. ἀπαιτεῖ
*ἀνύσεις· τελειώσεις Sb κατορθώσεις S [δύναμις πράξεων ἀπο-
τελεστική]
*ἄνυσις· σπεῦσις. πρᾶξις (Β 347) AS αὔξησις. ἐπίδοσις (AS)
*ἄνυσις· περαίωσις. κατόρθωμα AS δύναμις πράξεων ἀποτελε-
στική
ἄνυται· τελειοῦται (Κ 251)
*ἀνύω· τελειῶ, ἐκτελῶ S ὠφελῶ ASn ἀπαιτῶ AS
ἄνω· ἐπὶ τοῦ ἀνωτέρου τόπου καὶ χρόνου τὸ ἐπίῤῥημα τάσσεται
†*ἀνφιθῇ· ἀπειθῇ A
*ἀνώγει· παρακελεύεται (Ζ 439 ..) AS
*ἄνωγεν· ἐκέλευσεν (ε 276) vgA
*ἀνώγῃ· προστάξει (α 316) S
ἀνωϊστί· ἀνυπονοήτως. ἀπροσδοκήτως (δ 92)
*ἀνώϊστον· ἀνυπονόητον, ἀπροσδόκητον (Ρ 39) (S)
*ἀνῳκισμένος· ἐν τοῖς ἀνωτάτοις γενηθείς AS ἄνω οἰκῶν vgSp
ἄνω κοιλία· παρὰ τοῖς ἰατροῖς λέγεται ἡ τὰ ποτὰ καὶ τὰ σιτία
δεχομένη (Plat. Tim. 85e)
ἄνωκται· κελεύεται
ἀνωδόρκας· βρίγκος ὁ ἰχθῦς, ὑπὸ Θηβαίων
ἀνώλεως· [ἰσχυρός]
ἀνωλόφυκτον· ἀδάκρυτον
ἀνώμαλα δάσσειν· ἀνωμάλως μερίζειν
ἀνωμαλία· {ἀρρωστία, ἀσθένεια} S
ἀνωμαλόκουρος· ἀνωμάλως κεκαρμένη, οἱ δὲ λελυμένως
ἄνων· ἀνύων
*ἀνώνυμος· ἄδοξος (Eur. Hipp. 1 ..) ps
ἀνωνύμους· ἀδόξους
ἄνωξις· βούλευσις
ἀνώπιστον· ἄφραστον. ἀπαράδεκτον. ἀνεπίστροφον
ἄνω ποταμῶν· παροιμία ἐπὶ τῶν ἐπ' ἐναντία γινομένων.
κέχρηνται καὶ Αἰσχύλος (fr. 335) καὶ Εὐριπίδης (Med. 410)
ἀνωρέας· οὐκ ἀπολλυμένους
*ἄνωρον· ὀξύν AS
ἀνωστόν· ἐγβλητόν
ἀνώσαντες· ἀναστρέψαντες (ο 553)
*ἄνω φύουσα· ἀναβλαστάνουσα (Hebr. 12,15) AS
*ἄνωχθι· παρακελεύου (Eur. Alc. 1044) AS
ἀνώχθω· κελευέτω (Λ 189)
ἄνωχμον· κελευστικόν
*ἄξαι· κλάσαι S προστακτικόν
ἄξαντες· κατεάξαντες (Ζ 40) vgASn
ἀξέμεναι· ἐνεγκεῖν (ψ 221)
ἄξενοι· οἱ μὴ ἔχοντες τὸν ξενιοῦντα
ἄξενος· ἀνεπίμικτος
ἄξεσθαι· ἀγαγέσθαι. *ἀφίξεσθαι. παραγενέσθαι AS
ἀξέστους· τραχείας. Σοφοκλῆς Σίνωνι (fr. 298)
ἀξία· τιμή. καθῆκον. ἀξίωμα
ἀξιαπηγητότατον· ἀξιολογώτατον, ἄξιον ἀφηγήσεως (Hdt.
2,99,4)
ἀξιέπαινος· ἐπαινετός
*ἀξιεπαινότατος· ἄξιος ἐπαίνου (Xen. Hell. 4,4,6) gA
*ἀξιέραστον· ἀγαπᾶσθαι ἄξιον n ἀξιεπιθύμητον vAS, ἐπέραστον
(Xen. Cyr. 5,2,9) AS
*ἀξίνη· δίστομος πέλεκυς A (S)
ἀξιοῖς· βούλει, προαιρεῖ
*ἀξιόληπτον· ἐπαινετόν vgn
ἀξιομανεῖς· δυνατώτεροι
ἀξιόμαχοι· ἱκανοὶ μάχεσθαι (Hdt. 3,19,2?)
*ἀξιομνημόνευτος· ἄξιος μνημονεύεσθαι vA
ἄξιον· εὔωνον p
ἀξιόπιστος· ἀξιόχρεως
*ἀξιόχρεως· ἀξιόπιστος (Eur. Or. 596?) q. vgASP
*ἀξιοχρέως· ἱκανῶς q. AS
*Ἀξιός· ποταμὸς Παιονίας (Β 849) S
ἀξιούμενος· παρακαλούμενος
ἀξιῶ· *παρακαλῶ nh ἢ ἄξιον ἡγοῦμαι
Ἀξιῶται· [ἔθνος Τρωάδος]
ἄξονα· ξύλον τὸ τοὺς τροχοὺς φέρον
*ἄξοον· ἄτμητον AS
ἄξος· ὕλη, παρὰ Μακεδόσιν
ἀξύλιστον· ἄκοπον
ἄξυλον· πολύν, ὅθεν οὐδεὶς ξυλοφορεῖ. ἢ ἱερὸν τόπον
ἀξύλῳ ὕλῃ· πολυξύλῳ vgAS ἢ ἐξ ἧς οὐδείς πω ἐξυλεύσατο
(Λ 155)
ἀξύμβλητον· ὃ μηδενὶ ἀπαντᾶν δυνατόν, ἢ ἀσυνάντητον.
Σοφοκλῆς Λημνίαις (fr. 355)
*ἄξυνος· ἀκοινώνητος AS πολύξενος
ἀξυγγενές· ἀλλότριον κατὰ γένος
ἀξυνέτου· ἀσυνέτου, ἀνοήτου, ἄφρονος
ἀξυρές [*{ἄξυρον}· ἄστομον AS] ἄτομον. ἀμβλύ
*ἄξω· ἀγάγω, φέρω vgA
ἄξων· τὸ διὰ τῶν τροχῶν διῆκον ξύλον, περὶ ὃ στρέφονται.
ἄοζοι· μάγειροι. ὑπηρέται (p) θεράποντες. ἀκόλουθοι. Καλλί-
μαχος (fr. 563)
ἀόζεον· ἐθεράπευον
ἀοζήσω· διακονήσω, ὑπουργήσω p Αἰσχύλος Ἐλευσινίοις (fr. 54)
*[ἀοί· νέοι. ἀείμνητοι AS]
Ἀοῖα· δένδρα κοπτόμενα καὶ ἀνατιθέμενα τῇ Ἀφροδίτῃ, ὡς
ἱστορεῖ Ἡγήσανδρος, πρὸς ταῖς εἰσόδοις
*ἄοιγον· τὸν ὄλεθρον A
*ἀοιδάων· ᾠδῶν AS φωνῶν
*ἀοιδή· ᾠδή (α 159) (vgA)S φωνή
*ἀοίδιμος· ἀείμνηστος vA διαβόητος q. Sn ἀεὶ ᾀδόμενος. εὐκλεής S
ὀνομαστός q. n
ἀοιδιάει· ἄιδει, ὑμνεῖ (κ 227)
ἀοιδοί· [περιβόητοι. ὀνομαστοί. ἢ εὐνοῦχοι]
(*)ἀοιδοπόλος· περὶ τὰς ᾠδὰς ἀναστρεφόμενος (Greg. Naz. ep.
122,1?)
*ἀοιδός· ᾠδός. [κιθαρῳδός. καὶ ὁ ποιητής vgn καὶ ὁ θρηνῳδός AS
ὁ εὐνοῦχος (vg) A σπάδων
*ἀοιδούς· ὁμοίως (Ω 720) P
†ἄοιμα· ἱερά, τὰ καὶ {νηφάλια}
*ἄοιμος· ἄπορος AS ἢ ἀληθὴς ἢ ἀπρόστυχος S
ἄοιμον· ἄῤῥητον
*ἀσκηθής· ὑγιής AS
*ἀολλέες· ἀθρόως S ὁμοῦ πάντες (γ 412) vgAS
*ἀολλεῖ· συνάγει (Dion. Areop. div. nom. 4,4) gAS
*ἀολλίσασα· ἀθροίσασα (Ζ 270) vg(n)
*ἀολλισθῆναι· συναθροισθῆναι (Ο 588) AS
ἀολλόπους· [ταχεῖς πόδας ἔχων]
ἀόξοος· ἀδιάγλυφος
ἄοπος· ἄφωνος. ἀόρατος p
*ἄορ· ξίφος, μάχαιρα (Ξ 385?) Sps
*ἄορας· ξίφη P ἀρσενικῶς
*ἄορι· τῷ ξίφει (Κ 484) vgASPn
ἄορες· γυναῖκες vgAS λέγονται καὶ τρίποδες (ρ 222)
ἀόρατον· μὴ θεωρούμενον
*ἀορίστως· ἀπολύτως (vg) AS(n)
*ἀόρκτους· ὁμιλίας AS
ἄορον· μοχλόν. πυλῶνα. θυρωρόν. Κύπριοι
ἄορος· ἄϋπνος. Μηθυμναῖοι
Ἄορνος· [λιμὴν ἢ] λίμνη
*ἄορ τανυηκές· ξίφος ἐκτεταμένον (Ξ 385) A
ἀορτεύς· φορεὺς τοῦ ξίφους
ἀορτής· [ξιφιστής S,] ὑπὸ Μακεδόνων [ἄγγος] [ἄγγος δερ-
μάτειον ἱματίων S
ἀορτήρεσιν· *οἱ ἀναφορεῖς τοῦ ξίφους (Λ 31) AS ἢ οἱ κρίκοι
τῆς θήκης
ἀόρων· γυναικῶν
ἄος· [πνεῦμα. ἢ ἴαμα]
*ἀοσσητήρ· βοηθός (Χ 333) (A)S
ἄοστον· [ἄριστον]
†ἀούματα· τὰ τῶν πτισσομένων κριθῶν ἄχυρα. Κύπριοι
*ἄουτον· ἀνήκοον. ἄτρωτον (Σ 536) AS
ἀούρους· τὰς μακροτάτας πέτρας, οἱ δὲ μεγίστας. ἄλλοι ἀφυ-
λάκτους
ἄοψ· ἀνόφθαλμος.
ἀπαβοίδωρ· ἐκμελῶς. Λάκωνες
ἀπαγαγών· ἀφελών
*ἄπαγε· παῦσαι (Eur. Phoen. 1733) vgASn ἀναχώρει vgSn
πέπαυσο S
ἀπάγει· ἀναχωρεῖ
ἀπάγεσθαι· εἰς θάνατον [ἕλκεσθαι n
ἀπάγελος· ὁ μηδέπω συναγελαζόμενος παῖς, ὁ μέχρι ἐτῶν
ἑπτακαίδεκα. Κρῆτες
ἀπαγκωνισάμενοι· ἐντείναντες τοὺς ἀγκῶνας (Archipp. com.
fr. 1 D)
ἀπάγνυται· διόλου κατάγνυται
†ἀπαγγῆ· φανερὸν ποιῶ
ἀπαγορεύει· κάμνει. διαλέγεται. *[κωλύει g ἀποφαίνεται
ἀπαγόρευσις· ἀπόφασις
ἀπαγρευθείς· ἀφαιρεθείς
ἄπαγρος· ἀτυχὴς περὶ τὰς ἄγρας
ἀπαγωγή· ἡ τῶν κακούργων πρὸς τοὺς ἕνδεκα παράδοσις. ἢ
ἀπαίτησις, ἀποκομιδή
*ἀπᾷδον· ἀπρεπές vgASn οὐχ ἁρμόζον
*ἀπᾴδοντα· ἀλλότρια AS
*ἀπαειρόμενον· ἀπαίροντα (Φ 563) S
ἀπαθής· ἀνάλγητος. ἀβλαβής g ἄτρωτος. [σκληρός g
†ἀπαιάζει· παρεῖσθαι. παραλελύσθαι
ἀπ' αἰγείρων· "Ἀνδροκλέα τὸν ἀπ' αἰγείρων" (com. ad. 48)
ἀντὶ τοῦ συκοφάντην, ἐπειδὴ [δὲ] ἐκ τῆς ἐν τῇ ἀγορᾷ αἰγείρου
τὰ πινάκια ἐξῆπτον, τουτέστιν ἐξήρτων, οἱ ἔσχατοι
ἀπάιδειν· τὸ μὴ λέγειν προσόμοια
ἀπαιδευσία· ἀγυμνασία
ἀπαίδευτον· ἀμαθῆ
*ἀπαιδοτρίβητος· ἀγύμναστος (vgAS)
*ἀπαινύμενον· ἀφαιρούμενον (Λ 582) ASp
ἀπαιδοίωται· ἀπηναισχύντηκε, {ἐκ}τέτμηται
ἀπαΐξαι· ἀπελθεῖν, ἀποχωρῆσαι
ἀπαΐξας· ἀποχωρήσας (Φ 234)
ἀπαιόλη· ἀπάτη p ἀποστέρησις. Αἰσχύλος Πεῤῥαιβίσιν (fr. 186)
ἀπαιολᾶν· παραλογίζεσθαι
ἀπαιόλημα· ἀποκάθαρμα. *ἢ ἀπάτημα g ἢ ἀποπλάνημα.
Σοφοκλῆς (fr. 915)
ἀπαιόλησις μισθοῦ· ἀποστέρησις μισθοῦ, ὡς ὑστεροῦντας
τῶν μισθῶν τοὺς ὑπουργοῦντας
ἀπαίρει· ὁδεύει, *ἀποδημεῖ, ἀναχωρεῖ vgAS
*ἀπαίρονται· ἀποδημοῦνται (n)
ἄπαις· μὴ ἔχων τέκνον
*Ἀπαισός· ὄνομα πόλεως (Β 828) (S)
ἀπαιτίζοντα· ἀπαιτοῦντα (β 78)
ἀπαιώνιστον· δύσφημον. Εὐριπίδης Ἀλκμέωνι διὰ Κορίνθου
(fr. 77)
*ἀπαίσιον· δύσφημον vgAS
ἀπ' ἄκρας μάχη· ἡ ἑνὸς πρὸς ἕνα μάχη. Λάκωνες
ἀπακταίνων· ὁ κινεῖσθαι μὴ δυνάμενος
*ἀπάλαμνος· ἀσθενής Sn ἀμήχανος (Ε 597) S
†ἀπαλαύξινα· εἰς αὐτὸν καταστρέφοντα
ἀπαλαστήσασα· σχετλιάσασα
ἀπαλέξασθαι· ἀποφυλάξασθαι. Σοφοκλῆς Ἱππόνῳ (fr. 282)
ἀπαλεξήσειν· βοηθήσειν (ρ 364)
a) ἀπαλεξίκακον· ἀθεράπευτον b) *{ἀπαλθήσεσθαι}· {θερα-
πευθήσεσθαι} AS
ἀπαλθήσεσθον· δυϊκῶς. ἀποθεραπεύονται, ἢ θεραπεύουσιν
(Θ 405)
ἀπαλεῖν· ἀμελεῖν
ἀπαλέντες· ἀμελοῦντες
ἄλλακες· [ἱερῶν κοινωνοί]
ἀπάλλαξις· ἀπαλλαγή (Hdt. 9,13,3)
ἀπαλλαξείοντες· ἀπαλλακτικῶς ἔχοντες (Thuc. 1,95,7)
ἀπαλλαξήσαιμι· ἀποστήσαιμι
†ἀπαλλητόν· θαυμαστόν, ἔξαλλον, πολὺ παρηλλαγμένον
*ἀπ' ἄλλων· μόνον (ψ 110 ..) (S)
†ἀπαλλᾶσθαι· ἀπαντλεῖν
ἀπαλασίξαι· ὀμόσαι. Λάκωνες
ἁπαλοβραχέα· ἁπαλοανθῆ. ἁπαλῶς θάλλοντα
†ἀπάλιον· θῦμα, δελφάκιον
ἄπαλον· ἀνοχὴ ἀπὸ τοῦ παλαίειν
*ἁπαλοῖς· μικροῖς S
*ἁπαλός· μικρός. [τρυφερός ps
*ἀπαμείβομαι· ἀνταποκρίνομαι S
*ἀπαμειβόμενος· ἀνταποκρινόμενος (Α 84) gASn
ἀπαμβρακοῦ· ἀνδρίζου. καρτέρει (Plat. fr. 5 D.)
ἀπαμείρεται· ἀφαιρεῖται
ἀπαμήσεται· ἀποθερίσει
*ἀπαμῦναι· ἀποστρέψαι AS
ἀπαμυνταί· βοηθοί
*ἀπαμφιάσαντες· ἀποδύσαντες vgASn
ἀπαμφιεῖ· ἀπογυμνώσει (Men. fr. 339)
*a) ἅπαν· ὅλον AS b) {ἅπαντα}· {ὅλον} S
*ἀπαναίνου· ἀποστρέφου (Iob 5,17 ..) vgAS
*ἀπανᾶν· καλεῖν AS
ἀπανεῖ· καλεῖ (S)
*ἀπανάστασις· ἀποικία (Greg. Naz. or. 10,175 c) vgASn
ἀπάνεσον· κάλεσον. Λάκωνες
*ἀπάνευθεν· μακρόθεν, ἄποθεν AS προσωτέρω (Α 35) S
†ἀπανιζόμενοι· ξηραινόμενοι
*ἀπανηνάμενοι· ἀπαρνησάμενοι (vg) AS
ἀπανθρακίδες· οἱ πρὸς ὄπτησιν ἐπιτήδειοι ἰχθύες. καὶ πέμ-
ματος εἶδος {ἀπανθρακίς}
ἀπάνθρωπος· *σκληρός P ἀνόητος, ἄφρων. ἀνελεήμων p
Σοφοκλῆς †ἀπανίν ..(fr. 916)
ἀπαντίξοα· ἐναντία
†ἀπαντινά· ἀνέντροπα. ἐκτετημένα
*ἀπαντλοίην ἄν· ἐπικουφίσαιμι ἄν (Eur. Alc. 354) AS
*ἀπαξιοῖ· οὐκ ἀξιοῖ. ὑπερηφανεύεται AS
ἁπαξοί· μοναχοί
*ἅπαξ· ἐπίῤῥημα ἀριθμητικόν d
ἀπᾷξον· ἀποῤῥίπισον
ἀπατάλη· [ἀπαντήτρια ἤγουν] {ἀπατηλή}· ἀπατήτρια, ἀλα-
ζών, ἢ μαντευομένη
*ἀπαράβλητος· ἀσύγκριτος. ἀνόμοιος (Cyrill in Esai. 55,8)
vgAS
*ἀπαραίτητον· ἄφευκτον, ὃ οὐ δύναταί τις παραιτήσασθαι
(Sap. 16,4) S
ἀπαράλλακτον· ἀναλλοίωτον
*ἀπαραλλάκτῳ· ὁμοίῳ, κατὰ μηδὲν παραλλάσσοντι AS
*ἀπάραξεν· ἀπέτεμεν (Π 116) (S)
*ἀπαραποδίστως· ἀνεμποδίστως AS
*ἀπαραποιήτως· ἀπλάστως gAS
ἀπάρας· σκεψάμενος. *ὁρμήσας (Sir. 33,33)
ἀπαράσσεται· ἀποκατάγνυται
ἀπαράσημον· *ἀσινές gASn τὸ μὴ παραχάρακτον. ἀπαραλό-
γιστον, ἀψευδές, ἀληθές
†ἀπαράντινα· ἀπαράλλακτα
ἀπάρατον· ἀπευκτόν. [ἀπέραντον]
ἀπαράχυτος οἶνος· ᾧ οὐ προστέθειται θάλασσα
(*)ἀπαράβατον· πιστόν (Hebr. 7,24)
ἀπάργματα· ἀπαρχαί
*ἀπαρεμφάτως· ἄνευ δηλώσεως [ἢ] προσώπου vgASn
ἀπαρές· ὑγιές. ἀπήρωτον
*ἀπαρέσασθαι· εἰς ἀρέσκειαν ἀγαγεῖν (Τ 183) S
ἀπαρθένευτος· ἀκέραιος, καθαρά. Σοφοκλῆς Ἱππόνῳ (fr. 283)
ἀπαρθένευτα· οὐ πρέποντα παρθένοις. [Σοφοκλῆς] Ἰφιγενείᾳ
τῇ ἐν Αὐλίδι (Eur. I. A. 993)
ἀπαρίνη· φυτάριόν τι. ἔνιοι δὲ ὀροβάκχην
ἀπαρκῆ· ἁρμόζοντα. αὐτάρκη
ἀπαρκίας· οὕτως ἄνεμος ...
†ἀπαρκτεῖν· ἀποτυχεῖν
ἀπαρτῆσαι· {ἀπ}αρθῆναι (Thuc. 6,21,2)
*ἀπαρτῆσαι· χωρίσαι, διαστῆσαι w πληρῶσαι
ἀπαρτί· ἀπηρτισμένως g ἀκριβῶς. Αἰσχύλος Ἀθάμαντι (fr. 4)
ἀπαρτία· τὰ ἔπιπλα (Hippon. fr. 15 Kn.)
*ἀπαρτίαν· μετάβασιν. ἀποσκευήν. τέλος. ἀπαρτισμόν (Num.
31,8) vgAS
*ἀπαρτίζει· τελειοῖ vgAS
ἀπαρτικός· πρὸς ἄπαρσιν καὶ ἀποδημίαν ἕτοιμος
ἀπαρτιλογία· ἀπηρτισμένη ψῆφος
ἀπαρτύειν· ἀποκηρύσσειν. Ταραντῖνοι
ἀπαρτῦναι· {δια}τάξαι
ἀπαρυόμενον· ἀφαιρούμενον
ἀπάρχεσθαι· μεταδιδόναι
*ἀπαρχή· προσφορά AS ἀφαίρεμα (Ez. 20,46) (n)
*ἀπαρχὴ Χριστός· πρῶτος Χριστός (1. Cor. 15,23) AS
ἀπάρχου· τὰς ἀπαρχὰς πρόσφερε (Prov. 3,9) vgAS
ἅπασα χαλκῆ· λαμπρὰ ὅλη [Κρῆτες]
ἀπαστίας· διαγωγῆς ...
*ἄπαστος· ἄγευστος (ζ 250 ..) g
ἄπαστον· τὸ δεσμωτήριον. {Κρῆτες}
ἀπασκαρίζειν· σπαίρειν (Ar. fr. 495)
†ἀπασσείονται· παμποίκιλον. οἱ δὲ λινοῦν χιτῶνα· οἱ δὲ μαλ-
λωτόν
ἀπαστί· ἀγευστί
ἀπατεύων· ψευδόμενος
†ἀπαστακώς· ἁμαρτών
*ἀπατᾷ· πλανᾷ. φενακίζει vgASn
*ἀπάτη· πλάνη ASPn ψεῦδος
*ἀπατηλόν· ψευδές n ἀπατητικόν (g) παραλογιστικόν (Α 526)
ἀπάτητον· τὸ ἀνωμάλως συγκείμενον. παρὰ Δημοκρίτῳ (fr.
131)
ἀπάτερθεν· ἄποθεν, [ἢ χωρίς (Β 587) S
Ἀπατούρια· ἑορτὴ Ἀθήνησιν ἐπὶ ἡμέρας τέσσαρας, ὧν ἡ
πρώτη {δορπία} καλεῖται, ἡ δευτέρα {ἀνάῤῥυσις}, ἡ τρίτη
{κουρεῶτις}, ἡ τετάρτη {ἐπίβδα}
ἀπατουργός· λωποδύτης
*ἀπαύγασμα· ἡλίου φέγγος (Hebr. 1,3) vgAS
ἀπαυγέος· λαμπροῦ, φωτεινοῦ
*ἀπαυδῶ· ἀπαγορεύω (Eur. Andr. 579) vgAS
*ἀπαυθαδιάζοντας· μεγαλοφρονοῦντας vgAS
ἀπ' αὐτόφιν· ἀπ' αὐτῶν, ἢ ἀπ' αὐτοῦ (Λ 44)
ἀπαυλεῖσθαι· τὸ μὴ προαυλεῖν κατὰ τρόπον
ἀπαύλια καὶ ἐπαύλια· διχῶς λέγεται ἡμέρα, ἐν ᾗ {πρῶτον}
ἐπαυλίζεται τῷ ἀνδρὶ ἡ νύμφη
ἄπαυλον· ἀπόκοιτον
ἀπαυστρίδας· ἀπαρυστίδας
*ἀπαυτομολήσει· {φεύξεται· αὐτομολῆσαι γάρ ἐστι τὸ} ἀφ'
ἑαυτοῦ ἐλθεῖν vgASn παρὰ τὸ {μολεῖν}, ὅ ἐστιν ἐλθεῖν (Prov.
6,11 a) AS
ἀπ' αὐτομάτου· ἐξαίφνης
ἀπαφίνιον· Λάκωνες κάρδοπον λιθίνην, ἐν ᾗ †μένουσιν, ἣν
†{κτητί} καλοῦμεν
ἀπαφίσκειν· ἀπατᾶν (p) ἀφαιρεῖσθαι (λ 217)
ἄπαφος· ἔποψ, τὸ ὄρνεον
ἀπαφουλίστωρ· σταφυλῖνος. Λάκωνες
ἀπάφω· ἀπατήσω (ψ 79)
*ἀπέβη· συνέβη. ἐγένετο (Eur. Andr. 1288 ..) vgAS
ἀπέβλισεν· ἀπεπίασεν (Ar. Av. 498) S
*ἀπεβήσατο· ἐπορεύθη (Α 428)
ἀπέβαισεν· [ἀπέασεν]
*ἀπεβίω· ἀπέθανεν vgASPn
ἀπεγγυαλίζειν· ἀποκαθιστᾶν
*ἀπεγένετο· ἀπέθανεν (Thuc. 2,98,3) Σ
*ἀπεγνωσμένος· ἀνέλπιστος (P)
ἀπεδέξατο· ἀπέλαβεν (Α 95)
*[ἀπέδετο· ἐκδέδωκεν n]
ἁπεδίζειν· ὁμαλίζειν
ἀπεδικάσθη· κατεδικάσθη
ἅπεδον· ὁμαλόν *ἰσόπεδον, ἐπίπεδον (Thuc. 7,78,4) AS
ἄπεδος· [ἀνάπαλιν]
*ἀπέδοσθε· ἀπημπολήσατε (Act. ap. 5,8) vgAS
*ἀπέδοτο· ἐκδέδωκεν (Eur. Or. 652) vgAS
ἀπέδου· παρέδου
*ἀπέδρα· ἀπέφυγεν (Esai. 35,10?) vgASn
ἀπέεργεν· ἀπεκώλυσεν (Ω 238)
ἀπέῃσιν· ἄπεστιν (τ 169)
ἀπέειπεν· ἀπηρνήσατο. ἀπεῖπεν (Ι 431)
*ἀπέθρισεν· ἀπέκειρεν vgAS ἀπέκοψεν (Eur. Or. 128) AS
ἀπεέργει· ἀπείργει, κωλύει
*ἄπει· [ἄπιθι· ἄπελθε S] βάδιζε (Soph. O. R. 431) AS
ἀπίης γῆς· τῆς πολὺ ἀφεστώσης γῆς (Α 270)
*ἀπειθεῖ· ἀντιλέγει AS
ἀπειθής· ἀνυπότακτος. ἄπιστος. Σοφοκλῆς Αἰχμαλωτίσιν (fr. 47)
*ἀπίθησεν· {οὐκ} ἐπείσθη (Α 220 ..) AS
*ἀπεικάσματα· ὁμοιώματα (Sap. 13,10) vgAS
*ἀπεικός· ἄτοπον, οὐ πρέπον vgASn
*ἀπειλή· ὀργή (Prov. 19,12 ..) ps
ἀπειλεῖται· ...
*ἀπείπατο· ἠρνήσατο (Iob 6,14) AS
*ἀπεῖπεν· ἡρνήσατο n
*ἀπειπάμεθα· ἀπεῤῥιψάμεθα (2. Cor. 4,2) vgAS
*ἀπείπαντο· παρῃτήσαντο ἀπετάξαντο AS
ἀπείπετε· ἀποτάσσετε. ἀπαρνεῖσθε
ἀπειραίη· ἠπειρωτική (η 8)
ἀπειράκις· πολλάκις. πλειστάκις
*ἀπεῖργον· ἐκώλυον v(g) AS
ἀπειρηκότων· ἀπειπαμένων
*ἀπειρημένοι· ἀπεγνωκότες ASPn
ἀπεγνωκότες· [ἀπηγορευμένοι]
ἀπειρήδιον· [πολύ, ἄπειρον πλῆθος]
*ἀπειρέσια· ἄπειρα τῷ πλήθει, πολλά n ἐν δ' αἶγες ἀπειρέσιαι
(ι 118)
ἀπείρρητον· [ἄῤῥητον, ἀνεκλάλητον]
*ἀπείρητος· ἄπειρος (β 170) (S)
*ἀπείρηται· ἀπηγόρευται vgAS
*ἀπεῖρξεν· ἐκώλυσεν vgAS
ἄπειρον· πολύ. ἄγευστον. περιφερές, στρογγύλον, διὰ τὸ μήτε
ἀρχὴν μήτε πέρας ἔχειν
*ἀπείρονα· πέρας μὴ ἔχοντα (δ 510) AS
ἀπείρονας· ἀπειράτους. Σοφοκλῆς Θυέστῃ (fr. 244)
*ἀπείρου· ἀγνώστου vgAS μεγάλου S
*ἀπείρῳ· πολλῇ AS
*ἀπειρομένων· ἀποφευγόντων (AS)
ἀπείρων· μεγάλων, ἀναριθμήτων, πέρας μὴ ἐχόντων
ἀπειροπλάσιον· πολυπλάσιον
ἄπεισιν· *ἀπέρχεται v(g) ASn ἀπέθανεν
†ἀπεισουτῆρες· σκόλοπες
ἀπεῖτε· ἀπέλθατε
*ἀπεκάκησεν· ἐσιάνθη (Ierem. 15,9) AS
ἀπεκαίνυτο· ἐνίκα p διαφέρεται (θ 127)
*ἀπέκαμον· ἠτόνησαν AS
†ἀπεκέλλερεν· ἀπέκλεψεν
ἀπεκέντησαν τὴν ἀλήθειαν· οἷον ἐδείχθη ὁποῖον ἦν τῷ
πράγματι
ἀπέκιξαν· ἀποπεσεῖν φυσῶντες ἐποίησαν (Ar. Ach. 869)
*ἀπεκομίσθη· ἀπηνέχθη vgASn
†ἄπεκτον· τοῦ τέκοντος ἐγένετο
ἀπεκορύφου· εἰς κορυφὴν ἢ τέλος ἦγεν (Hdt. 5,73,2?)
ἀπεκόσμεον· ἀπετίθουν, ἀπετίθεντο (η 232)
ἀπέκτητον· ἄκαρτον, ἀπόκαρτον (p)
ἀπεκυπάρωσεν· ἀπέκτεινεν
ἀπεκωλύθη· ἀπεχωρίσθη
ἀπελλάζειν· ἐκκλησιάζειν. Λάκωνες
ἀπελασία· διωγμός
ἀπελαιθρόνην· [τὴν δύναμιν τὴν ἀμέτρητον]
ἀπέλεθρον· ἀμέτρητον {Πλέθρον} γὰρ εἶδος μέτρου (ι 538 ..)
*ἀπέλεθρον ἶνα· τὴν δύναμιν τὴν ἄμετρον (Ε 245) AS(n)
*ἀπεληλαμένοι· διωχθέντες gASn
*ἀπέλεξα· ἀπεῖπον. ἀπηγόρευσα AS
ἀπελάπη· ἀπελεπίσθη
†ἀπέλυκα· ἀπέῤῥωγα. Κύπριοι
ἀπέλαστον· ἀπρόσιτον
ἀπελήκησεν· ἀπεδήμησεν. καὶ τοῖς δακτύλοις ἐψόφησεν
ἀπέλλαι· σηκοί. ἐκκλησίαι. ἀρχαιρεσίαι
ἀπελλεῖν· ἀποκλείειν
*ἀπελεύθερος· ἐκ δούλου ἐλεύθερος d
*ἀπελεύσῃ· ἀπέρχῃ AS
†ἀπελιγκόμην· ἀπεῤῥιπτούμην
ἀπελλόν· αἴγειρος, ὅ ἐστι εἶδος δένδρου
ἀπελλακάς· ἱερῶν κοινωνούς
ἀπελύκησεν· ἀπέτεμεν (ε 244)
ἀπελυμαίνοντο· ἀπεκαθαίροντο gn ἀφηγνίζοντο (Α 314)
*ἀπέλυσεν· ἀπελύτρωσεν (Α 95) S
†ἀπελύωσεν· ἀπέτεμεν, ἀπέκοψεν
*ἀπεμάσσετο· καθήψατο AS ἀπῴκησεν ASn
*†ἀπεμέω· ματαίω AS
*ἀπεμορξάμην· ἐδάκρυσα vgAS
*ἀπεμόρξατο· ἀπεψήσατο (Β 269) AS
*ἀπεμόργνυ· ἀπέμασσεν S ἐξέρασεν (Ε 798)
ἀπεμπολᾶι· πιπράσκει S
*ἀπεμπολήν· ἀπαλλαγήν. πρᾶσιν. ἐμπορίαν AS
*ἀπεμπολήσας· πωλήσας. πεπρακώς vgASn πραγματευσάμε-
νος AS
ἀπεμπολῆσαι· τὸ ἐπὶ κέρδος ἀποδόσθαι τι
ἀπεμυθεόμην· ἀπηγόρευον· πόλλ' ἀπεμυθεόμην (Ι 109). γρά-
φεται δὲ καὶ {ἐπεμυθεόμην}, ὅ ἐστι ἐπέλεγον, καὶ συνεβούλευον
*ἀπεμφαίνοντα· ἀπεοικότα. ἐκ τοῦ μὴ ἐμφαίνειν τὸ ὅμοιον vg
*ἀπέναντι· κατὰ ἀνατολὰς {ἢ ἀπὸ} νότου AS
ἀπενάσθη· ἀπῳκίσθη (Eur. Med. 166?)
ἀπενάσσατο· ἀπῴκησεν (Β 629)
*ἀπενεγκάμενος· κτησάμενος vgAS
*†ἀπενδονικώς· φυγών AS
*ἀπενέγκασθαι· λαβεῖν AS
ἀπένεικας· ἀπήνεγκας (Ξ 255)
ἀπενεγκεῖν γραφήν· τὸ γράψασθαι δίκην
*ἀπένειμεν· ἀπεκλήρωσεν (Deut. 4,19) vgASn
ἀπενήσω· ἀπέβαλες. Εὐριπίδης Αὔγῃ (fr. 279)
*ἀπενήνατο· ἀπεῖπεν, ἀπηρνήσατο (Ps. 76,3) n(S)
ἀπενιαυτισμός· ἡ εἰς ἐνιαυτὸν φυγὴ τοῖς φόνον δράσασιν
*ἀπενθέα· ἀπενθῆ AS
*ἀπεννέπῃ· ἀπαγορεύσῃ (Eur. Phoen. 1657) AS
ἀπενώτισαν· ἀπέστρεψαν τὰ νῶτα. Σοφοκλῆς Φινεῖ (fr. 647)
ἀπεξέβδει· τὸ ἀποπατεῖν Κρῆτες
ἀπεξεβίω· ἀπέθανεν
*ἀπεξενωμένη· ἀλλοτρία vg(AS)
*ἀπεξεσμένον· ἐκτετορνευμένον. ἠκριβωμένον vgAS
ἀπεξινησάμην· ἀπεξεφόρησα. ἢ ἐξεκένωσα. ἢ ἀπεθέμην
*ἀπεοίκασιν· ἀνομοιοῦσιν vgAS
*ἀπεοικός· ἀνόμοιον vgAS
*ἀπεόντος· ἀπόντος (Ζ 362) n
†ἀπεπάνωτος· ὁ μὴ παλαιούμενος S
†ἀπεπορίανεν· ἀπεχλωρίασεν
ἀπεπετόμην· ἀπεχώρησα. ἀπεπήδησα
ἀπέπρησεν· ἀπεδάκρυσεν. ἀπεφύσησεν. ἀπέπαρδεν
ἀπέπτυσε λόγους· ἀπεμύξατο τοὺς λόγους, ἀντὶ τοῦ ἀπε-
στράφη. Σοφοκλῆς Φαίδρᾳ (fr. 617)
*ἅπερ· καθάπερ (β 156) n
*ἀπεράντοις· ἀπείροις (1. Tim. 1,4) n
ἀπειπέμεν· ἀπειπεῖν. ἀπαγορεῦσαι (α 91)
*ἀπέραντον· μέγαν. ἀτελείωτον. ἐκ τοῦ πέρας μὴ ἔχειν (Eur.
Med. 213) vgAS
ἀπέργαθεν· ἀπεκώλυσεν (Φ 599)
*ἀπέρατοι· ἀόριστοι, τέλος μὴ ἔχοντες AS
ἅπερ ἐστίν· ἅ τινά ἐστιν
ἀπεργός· ἀργός
ἀπερημάσαι· ἀποικῆσαι
ἀπεριάγιστος· ὁ μὴ καθαρὸς ἀπὸ φόνων, {περιαγίζειν} γὰρ
τὸ περικαθαίρειν ἔλεγον
ἀπεριλάλητον· ἀνεξαπάτητον. ἀφελῆ (Ar. Ran. 839)
*ἀπερίβλεπτον· ἀπερινόητον gPn
ἀπερίγασεν· [ἀπεφθάρη]
*ἀπερίγραπτον· ἀπεριόριστον vgASn
*ἀπερίγραφος· ἀπερινόητος A ἀνίκητος AS
ἀπεριέργως· ἀπερισκέπτως. ἀπολυπραγμονήτως
*ἀπερινόητον· ἀπερίβλεπτον (vgA)
*ἀπερεισαμένοις· στηριχθεῖσιν ASn
ἀπερίληπτος· ἀκατάσχετος
*ἀπερισκέπτως· ἀβουλήτως A ἀπρονοήτως AS
*ἀπερισπάστως· ἀμερίμνως, ἀφροντίστως AS ἡσύχως (1. Cor.
7,35) S(A)
ἀπερίστατον· [*μωρόν AS] ἀφορμὰς μὴ ἔχον
*ἀπεριμερίμνως· ἀμερίμνως AS
*ἀπηρείσατο· ἀπετινάξατο vA
ἀπερεισαμένοις· [στηριχθεῖσιν]
ἀπερείσεται· στηρίξεται
*ἀπερείσια· πολλά. ἄπειρα (Α 13) n
*ἀπερισκέπτως· ἀπερινοήτως A
*ἀπερίτρεπτον· τὸ μὴ περιτρεπόμενον AS ἤγουν τὸ μὴ κατα-
στρεφόμενον
ἀπέρονα· [πέρας μὴ ἔχοντα]
ἄπεῤῥε· ἀποφθείρου. πορεύου μετὰ φθορᾶς
ἀπέῤῥηκται· τέτμηται
ἀπεῤῥήσεις· ἀπελεύσῃ, ἀποφθαρήσῃ (Cratin. fr. 123)
ἀπεῤῥίγασι· πεφρίκασιν (β 52)
ἀπεῤῥώοντο· ἐῤῥωμένως ἤλουν (υ 107)
ἀπερύκειν· κατέχειν. κωλύειν. *ἀποδιώκειν (Greg. Naz. c.
2,1,1,193) A
*ἀπερύκοι· κωλύοι (Δ 542) S
ἀπερωεύς· κωλυτής (Θ 361) {Ἐρωεῖν} γάρ ἐστι τὸ ὁρμᾶν
ἀπέρωπος· ἀπάνθρωπος (Aesch. Choe. 600)
ἀπερώπως· θαυμαστῶς. ἀδοκήτως
*ἀπερωήσειας· ἀποχωρήσειας (Π 723) S
*ἀπέσαξεν· [ἔτρωσεν.] ἀπέστρωσεν (Gen. 24,32) AS
*ἀπέσβη· ἐσβέσθη (Eur. Med. 1218) vgASn
*ἀπεσείσατο· ἀπεβάλεν (Greg. Naz. c. 1,1,10,3) n
ἄπεσθαι· [ἀκολουθῆσαι]
ἀπεσίμωσεν· ὕψωσεν, πρὸς μετέωρον ἀνήγαγεν. Σῖμαι γὰρ
αἱ μετέωροι προσαναβάσεις
ἀπέσεισεν· ἀπεώσατο. ἀπέῤῥιψεν
*ἀπεσκευάζετο· ἀκύρους ἐποίει AS
ἀπεσκευασάμην· ἀπέῤῥιψα, ἀπεδοκίμασα
ἀπεσκῆ· "τόξον ἀπεσκῆ" ... ἔνιοι δὲ γυμνὰ θήκης τόξα. Σοφοκλῆς
Τρωΐλῳ (fr. 569)
ἀπέσκλη· ἀπέθανεν
*ἀπεσκληκώς· ἀναισθήτως ἔχων vgAS
ἀπεσκόλυπτεν· ἀπεσκέπαζε τὸ δέρμα. ὅθεν καὶ σκυλοδέψης
ἀπεσκοράκιστο· καταπεφρόνητο
ἀπεσκόρδαζεν· ἀπεσύρατο
ἀπεσκοτωμένα· ἐσκιαγραφημένα. τὰς γὰρ χρίσεις {σκότους}
καλοῦσιν οἱ ζωγράφοι (Ar. fr. 712)
ἀπεσκύθισται· κέκαρται
ἀπεσόϊξεν· ἀπέσωσεν. Λάκωνες
†ἀπεσουτήρ· ἀπεσώθη. Λάκωνες
ἀπεστύπαζον· ξύλοις ἀπεδίωκον (Archil. fr. 127)
ἀπεσποδικότων· φλεγομένων ἐν τῇ τέφρᾳ
†ἀπεσπάδαντο· ἀπέστησαν
ἀπεσποδῆσθαι· ἀπεῤῥῖφθαι. ἀποθανεῖν
ἀπεσσύα· ἀπέσσυται, ἀπέδρα, ἀπηλλάγη. ἠφανίσθη
ἀπεσταύρωσαν· ἀπέφραξαν ξύλοις
ἀπέστη· ἐχωρίσθη
ἀπέστιχεν· ἀπῆλθεν (μ 143)
ἀπεστλεγγισμένον· ἀπεξυσμένον. {Στλεγγὶς} γὰρ ἡ ξύστρα
(Ar. Eq. 580)
ἀπετύλουν· ἀπέσυρον. ἀπεγύμνουν τὸ αἰδοῖον (Pherecr. fr.
204)
*ἄπεστιν· ἀπέχει (Iob 6,13) AS
ἀπεστύς· ἀποχώρησις
ἀπεστυφέλιξεν· ἀπέῤῥιψεν. [ἀπέσφηλεν]. ἀπέκρουσεν. *ἀπο-
διέσεισεν. (Π 703) ἐδίωξεν A
ἀπεστω· †ἀγνοία, ἢ ἀπείη. ἢ μὴ γένοιτο
ἀπεσφακέλισεν· ἐσάπη. Ἀριστοφάνης Ὁλκάσιν (fr. 424) οἱ δὲ
ἰατροὶ τὴν ἐκ τῆς σήψεως μελανίαν vgAS ἢ ἀντὶ τοῦ προς-
εσπάσθη. ἢ αἰφνιδίως ἀπέθανεν Σ
*ἀπέσφηλεν· ἀποτυχεῖν ἐποίησεν (n)
ἀπεσφραγίσθαι· ἀποκεκλεῖσθαι
ἀπέσχας· ἀπέσχασας
ἀπ' ἐσχαρόφιν· ἀπὸ τῆς ἐσχάρας (η 169)
*ἀπεσχεδιάζετο· ἀσκέπτως ἐγένετο n
*ἀπεσχεδιάζετο· ἡτοιμάζετο vgA
ἀπεσχοινισμένος· [ὡς] διεστηκώς, διεζευγμένος, *ἀποκεκλει-
σμένος (Dem. 25,28) An
*ἀπετείχιζον· ἀπεχώριζον (Thuc. 6,103,1 ..) (vg)An
*ἀπετέλεσεν· ἀπήρτισεν (Hdt. 5,92 η 1) An
ἀπετέλουν· ἀπεπλήρουν
*ἀπετίννυον· ἀπεδίδουν (Ps. 68,5) vgAPn
*ἀπετίννυτο· ἀπελάμβανεν (Π 398) An
*ἀπέτισεν· ἀπέδωκεν (g) A
*ἀποτμήγουσι χαράδραι· ἀποτέμνουσιν αἱ ὑδροῤῥόαι (Π
390) A
*ἀπετράπημεν· ἀπεφύγομεν A
ἀπετυμπάνισαν· ξύλῳ ἀνῃρήκασιν
*ἀπευθανατίζειν· ἀποθνήσκειν (2. Macc. 6,28) A
ἀπευήκασιν· ἐξηραμμέναι εἰσίν
ἀπευθής· οὐδὲν ἀκούσας (γ 184)
ἄπευτος· [ἀνήκοος. ἢ ἀπαθὴς ὢν παντὸς κακοῦ]
*ἀπευθῦναι· κολάσαι An
*ἀπευθύνει· κολάζει (Eur. Bacch. 884) (vg)Pp
ἀπευκταίοις· ἀχρησίμοις
*ἀπευκτόν· μισητόν vgAn τὸ μὴ εὐχῆς ἄξιον gA
(*)ἀπεύδα· ἀπηγόρευσεν
*ἄπευστος· ἀνήκοος A
†ἀπευτελεῖσθαι· ἀπάρξασθαι
ἀπεύχεται· ἀρᾶται
ἀπέφατο· ἀπέθανεν
ἀπέφατο· ἀπείπατο. ἀπεφήνατο
ἀπέφησεν· ἠρνήσατο (Men. fr. 995)
*ἀπεφθαρμένον· ἀποθνήσκοντα A
ἀπέφθιθεν· ἀπεφθάρησαν (γ 110)
ἀπέφρησαν· ἀφῆκαν. Κρατῖνος Θρᾴσσαις (fr. 78)
ἀπέφρυσεν· [ἀπέξεσεν. ἀπέβαλεν]
ἀπέχεσθαι· φεύγειν
ἄπεχε χροΐ· ἀπέχεσθαι ἐποίει τοῦ χρωτός (Ω 19)
*ἀπέχῃ· λάβῃς A
ἄπεχε· ἐκώλυε (Ω 19)
*ἀπέχθεια· ἔχθρα. μῖσος vgA
*ἀπεχθάνοντο· [ἐμισεῖτο] ἐμισοῦντο b
ἀπεχθέος· ἐχθροποιοῦ
(*)ἀπεχθαίρων· μισῶν (Greg. Naz. c. 2,1,34,152)
*ἀπεχθής· ἐχθρός gAn
*ἀπέχθετο· ἐμισεῖτο (Ζ 140) An
*ἀπεχθήρω· μισήσω (Γ 415) As
*ἀπέχθομαι· μισοῦμαι (Eur. Hipp. 1260 v. l.?) As
*ἀπεχθῶς· ἐχθρωδῶς vgA
ἀπέχω· πόῤῥω εἰμί
ἀπεχοιρίασεν· ἀπεσκίρτησεν. οἱ δὲ ἀπὸ τῶν χοίρων, ἀπέ-
πληξεν
*ἀπέχρα· ἤρκει (Hdt. 1,66,1) vn
*ἀπέχρησεν· ἤρκεσεν s
ἀπεχρήσαντο· ἀπέκτειναν (Ar. fr. 358)
ἀπέψα· ἀπέμασσεν (Eur. I. T. 311) A
ἀπεψύχη· ἀπεπνευματίσθη. Αἰσχύλος Κερκυόνι Σατυρικῷ (fr.
104)
*ἀπεψύχοντο· ἐξηραίνοντο ἀνέμῳ (Λ 621) (n)
*ἀπεώρητον· ἀμετεώριστον An
*ἀπεωρούμενον· κρεμάμενον vgA
*ἀπεώσατο· ἀπεσείσατο vgA κατεβάλετο
*ἀπέωστο· ἀπώθητο A (b)
*ἀπηνήνατο· παρῃτήσατο d
ἀπέωστον· [ἀπόθητον]
*ἀπηβηκώς· τὴν ἀκμὴν παρελθών A
ἀπῆγε, ἐλεῶς· [σκληρός]
ἀπηνής· [ἀπήρητος]
*ἀπηγμένων· κρατηθέντων. [ἀποφερομένων (A)
*ἀπηγορευμένα· ἄνομα (A)
ἀπηγόρευται· κεκώλυται
ἀπηγορευμένος· ἀποβεβλημένος
ἀπηγόρευμα· ἀπολόγημα
ἀπηγορήσομαι· ἀπολογήσομαι
ἀπηγενέες· ἀποτεταγμένοι
ἀπηγκωνισμένος· ἐν σχήματι τὸν ἀγκῶνα ἀποτετακώς
ἀπηδέσθη· †ἄμορφος ἐγένετο
ἀπῃθάλωσεν· ἐξεπύρωσεν. ἢ ἀπέσβεσεν
ἀπήκει· ἀπέχει. ἢ εἰς ὀξὺ συνάγει
†ἀπηκολλύρισεν· ἐν τῷ παραβεβλῆσθαι ἀπέστροφε. Λάκωνες
ἀπήκοοι· οἱ μὴ ὑπήκοοι
*ἀπῆκτο· ἀπηνέχθη (Gen. 40,3) vgA
ἀπηλλάξῃ· ἀπηλλαγμένος ἔσῃ
*ἀπηλγηκότες· μηκέτι θέλοντες πονεῖν (n) ἀναίσθητοι γενόμε-
νοι (vgAb) ἀποκαμόντες (Eph. 4,19) gPn
*ἀπηλγηκώς· ἀναίσθητος, παρὰ τὸ {ἄλγος} A
ἀπηλεγέως· ἀπολελεγμένως. [ἀποτόμως T. AN2 κεκριμένως
(Ι 309) b
*ἀπηλοίησεν· ἀπηλόησεν. [ἀπέκοψεν (Δ 522) AS
*ἀπημάλδυνεν· ἤμβλυνεν. [ἠφάνισεν (Greg. Naz. c. 1,2,14,
115?) T
*ἀπήμαντος· ἀβλαβής. Πῆμα γὰρ ἡ βλάβη (τ 282) vg(A)
*ἀπήμβροτε· ἀπέτυχεν (Ο 521) A
ἀπήμησαν· ἀπεθέρισαν
*ἀπήμονα· ἀβλαβῆ gA ἀπήμαντον (ε 268 ..)
ἀπήμπλακον· ἀπέτυχον
ἀπημύλλαινεν· ἐξηυτέλιζεν
ἀπήμων· *ἀβλαβής (δ 519) Ab
ἀπήμαντος· ἀναμάρτητος (Aesch. Suppl. 575?)
*ἀπηναῖος· ἀπάνθρωπος. ὠμός A
*ἀπηνές· σκληρόν Pp ὠμόν (Sap. 17,19) s
ἀπηνέος· σκληροῦ d ὠμοῦ (Α 340)
ἀπηνεμήθη· ὑπ' ἀνέμου ἔπεσεν
*ἀπηνέστερον· ἀποτομώτερον vgAn
*ἀπηνέμοις· μὴ ἔχουσιν ἀνέμους vgA [ἢ ξηρασία.] ἢ ἄποθεν
ἀνέμων gA
ἀπήνη· ἅμαξα. οἱ δὲ ζεῦγος ἡμιόνων
*ἀπηνής· σκληρός. ὠμός (Sap. 17,17) vgAn χαλεπός (n) κακός
ἀπηξίωσεν· ἀπέβαλεν
ἀπήοροι· ἀποκρεμεῖς. ἀπαρτιζόμενοι
ἀπήορα· μετέωρα, ὑψηλά
ἀπήορον· ἀπέχον
*ἀπῆραν· ὥδευσαν (Num. 20,20) vgA
ἀπηρεῖς· ἀπήρωτοι, οὐ πεπηρωμένοι
*ἀπηρείσατο· ἔπηξεν gA
*ἀπῆρεν· μετέστησεν (Ps. 77,26) (n)
*ἀπῆρκεν· ἀπεδήμησεν A
ἀπήρξατο· ἀπαρχὰς ἔδωκεν (2. Paral. 30,24) (vg) A
ἀπηρτημένη· κρεμαμένη
*ἀπηρτημένοι· μακρὰν ὄντες A
ἀπηρτισμένον· τέλειον
ἀπήτρια· ἀκέστρια
ἀπηύδησαν· ἀπέγνωσαν, [ἀπηγόρευσαν (gA)
*ἀπηύρα· ἀφῆκεν. ἀφεῖλεν (γ 192 ..) A
ἀπηύρων· ἀφείλαντο N Εὐριπίδης †Ἀνδρομάχῃ (Eur. fr.)
*ἀπηχές· ψευδές. ἀηδές An
*ἀπηχεστάτων· ἀηδεστάτων A
ἀπήχεια· δυσοιωνισμός. ἀπέχθεια. μῖσος
ἀπηχής· ἀπεχθής
*ἀπήχθετο· ἐμισεῖτο (Ζ 140) g
*ἀπηχθημένον· ἀπόβλητον (n) psΣ
*ἀπηχθημένος· μεμισημένος A
ἀπηχῶς· σκληρῶς. ἀπεχθῶς
ἀπήωροι· μακροί, καὶ ἐκτεταμένοι (μ 435)
Ἀπιακὸς ἄρτος· ὁ Μεμφιτικός
ἀπιαλεῖς· ἀποπέμψεις
*ἀπίαλος· ῥῖγος ps
*ἀπίδω· ἴδω (Phil. 2,23) A (vgP)
(*)ἄπιτε· ἔλθετε
ἀπίει· ἀπέρχεται
ἀπίη· ἀλλοδαπή, ἀλλοτρία (Α 270)
*ἀπίης· πολὺ ἀπεχούσης (Γ 49) A
ἀπίης γαίης· τῆς μακρὰν ἀπεχούσης γῆς (η 25)
†ἀπίθετο· ἀπεζημιοῦτο
ἀπιθοῦντι· ἀνυποτάκτῳ
ἀπ' ἰκριόφιν· ἀπὸ τοῦ ἰκρίου. λέγεται γὰρ καὶ ἡ τοῦ κυβερνή-
του καθέδρα ἰκρίον (μ 414)
ἀπικρόχολον· τὸ οὐκ ἔχον ξανθὴν χολήν
ἀπικμῶντο· ἀπεψῶντο
ἀπιλημμένη· κρατηθεῖσα
ἀπινεῖται· ἀπορυποῦται. Πίνος γὰρ ὁ ῥύπος
ἀπινύσσων· ἀπινύτως ἔχων, οὐ σωφρονῶν. Πινὺς γὰρ ἡ
σωφροσύνη (Ο 10)
ἄπιος· ἡ ὄγχνη καλουμένη. βοτάνη
*ἀπιόντος· πορευομένου A
Ἆπις· βασιλεύς, ὡς Αἰγύπτιοι. καὶ ὁ παρ' αὐτοῖς ἆπις
ἀπιστεῖ· ἀπειθεῖ. Σοφοκλῆς Αἰθίοψιν (fr. 29)
ἄπιστος· ἀπαράπειστος. ἀπειθής. Σοφοκλῆς Τρωΐλῳ (fr. 570)
ἄπιχθυς· ὁ μὴ ἐσθίων ἰχθύν (Ar. fr. 565)
*ἀπιών· πορευόμενος, [ἀπερχόμενος A
*ἁπλᾶ· εὐθέα (s)
*ἄπλαστος· ἀληθινός (Gen. 25,27?) vg
ἁπλαῖ· ὑποδήματος εἶδος {Λακωνικοῦ} q
ἀπλάκητον· ἀναμάρτητον. Σοφοκλῆς Τραχινίαις (120)
*ἄπλετον· πολύ (n) μέγα vA ἀμέτρητον (n) οἷον ἄπλεθρον. ἢ
τὸ μὴ πλεόμενον
*ἄπλετος· ἀπροσπέλαστος (Pn)
*ἁπλῆν· ἀκακούργητον vg
*ἀπλήξ· ὁ μὴ πεπληγμένος (Greg. Naz. c. 2,1,11,732) A
ἄπλητον· ἀπρόσιτον. *[ἀχώρητον A μέγα
†ἄπλαντα· ῥυπαρά
ἀπλανῆ· πολλά. Κύπριοι
ἀπλήμων· ἄπληστος
ἁπληγίς· σύμμετρος χλαῖνα (n) οὐ δυναμένη διπλωθῆναι (Ar.
fr. 54)
ἁπλήγιος· ἁπλοῦς (Eupol. fr. 222)
ἄπλευρος· ἡ μὴ ἔχουσα βοηθόν, ἢ πλευράν
*ἄπληστος· ἀχόρταστος (Prov. 28,25) P
ἁπλοΐδες· ἱμάτιον μικρόν (Ω 230?)
ἁπλοϊκός· ἁπλοῦς
ἁπλοϊκώτερος· ἁπλούστερος
*ἄπλοοι· οἱ μὴ δυνάμενοι πλέειν gA
ἁπλοΐς· ἱμάτιον μικρόν
ἁπλοῦν· ἀσύνθετον. ἢ τὸ μὴ πλάγιον
ἄπλυτοι ῥαφανίδες· οὕτως ἔνιοι ὡς Εὔπολις (fr. 312), ἃς
καὶ Θασίας τινὲς ἔλεγον
ἁπλῶς· συντόμως, καθάπαξ
ἄπνευστος· οὐκ ἀναπνέων κατὰ φύσιν (ε 456)
†ἀπνίγμου· οὐ πεπνιγμένου· "ἀπνίγμον κνώδοντος"
*ἄπνους· ἄψυχος A νεκρός P ἄφωνος
*{ἄπο·} ἄποθεν An μακρόθεν (ζ 40) g
ἀπόαιμαι· [ἀποδιώξω]
ἀποάγνυς· [ἀπο]καθαιρεῖς
ἀποαἵρει· ἀποκαθαίρει. Κύπριοι
*ἀποαίνυμαι· ἀφαιροῦμαι (Α 262) n
ἀποαίνυτο· ἀφῃρεῖτο (μ 419)
ἀποβάθρα· ἀποβατήρια, ἢ κλῖμαξ νεώς. Σοφοκλῆς Μυσοῖς
(fr. 382)
ἀποβαίνει· ἐξέρχεται
ἀποβαίνοντες· ἀναβαίνοντες
*ἀπὸ βαλβῖδος· ἀπὸ τῆς ἀφετηρίας A
ἀποβάλλειν· ἀπολέσθαι τὰς τρίχας, τίλλειν
ἀπ' ὀβελίσκου ἰχθῦς· οἱ ἀναπεπαρμένοι (Com. ad.?)
ἀποβήσεται· γίνεται (Luc. 21,13)
ἀπὸ βηλοῦ· ἀπὸ τοῦ οὐδοῦ (Α 591)
*ἀπόβλεπτον· ἔνδοξον (Cyr. in Esai p. 388a Aub.) gAPn
*ἀπόβλητον· {ἀποβολῆς ἄξιον} (Β 361) n
*ἀποβλίσαι· ἀποθλῖψαι Σ
ἀποβλύζων· ἀναβάλλων p τὸ αὐτὸ καὶ τὸ {ἀναφλύων}. ἔστι
δὲ ἡ λέξις τῶν πεποιημένων (Ι 487)
*ἀπόβολον· ἀποβεβλημένον A
*ἀποβουκολήσας· ἀπατήσας (vg) Σ [ἀποστήσας A]
ἀποβράσαι· τὸ διαττῆσαι πυροὺς ἢ ἄλευρα ὀθόνῃ (Callim.
Hec. fr. 334)
ἀπόβρασμα· κάχλασμα
ἀποβράσματα· τὰ σκύβαλα τῶν πυρῶν
ἀποβρίξαι· ... μετὰ βορὰν ἀπονυστάξαντας (μ 7)
ἀποβρόχθι{σον}· κατάπιε (Ar. fr. 236?)
ἀποβώμιος· ἄθεος. (Eur. Cycl. 365?) καὶ {θυσίαι ἀποβώ-
μιοι}· αἱ μὴ ἐν τοῖς βωμοῖς ...
ἀπόγεμε· ἄφελκε. Κύπριοι
*ἀπογενόμενοι· ἀποθανόντες (1. Petr. 2,24 ..) A
ἀπόγνοια· ἀπόγνωσις (Thuc. 3,85,4)
ἀπογνώμων· ἀποβεβληκὼς πάντας τοὺς ὀδόντας, καὶ μὴ ἔχων
δι' οὗ γνωσθῇ
ἀπόγνωσις· ἀνελπιστία
ἀπογνώστης· ἀνέλπιστος
ἀπόγονος· υἱός, ἢ ἔκγονος, ἢ συγγενής
ἀπογραφή· *ἀρίθμησις (Luc. 2,2) vgAn ἢ ἡ γινομένη μήνυ-
σις
ἀπόγυιοι εὐχαί· σιωπώμεναι
*ἀπογυιώσης· ἀσθενῆ ἢ χωλὸν ποιήσῃς (Ζ 265) A
ἀπογυμνῶ· φανερὸν ποιῶ
ἀποδαιμονίζει· ἀποκαρτερεῖ ἐν τῷ ἐνθουσιᾶν
*ἀποδαρθάνει· ἀποκοιμᾶται A
*ἀποδάσεται· ἀπομερίζει (Greg. Naz. c. 2,2,5,35) (g)
ἀποδάσμιοι· ἀποδεδασμένοι (Hdt. 1,146,1)
ἀποδαστύς· ἀπομερισμός
ἀπόδαστοι· μετοικισθέντες
ἀποδάψαι· ἀποκόψαι
*ἀποδεῖν· ἀποδεσμεῖν gAS
ἀπόδειπνος· ἄδειπνος
*ἀποδειροτομήσω· ἀποτεμῶ τοὺς τραχήλους (Σ 336) vgASn
ἀποδεχθέντα· ἀποδοχῆς ἀξιωθέντα
ἀποδέκται· ἀρχὴ Ἀθήνησι τῶν ἀποδεχομένων τὰ χρήματα ...
*ἀπόδεκτον· ἐπαινετόν (1. Tim. 2,3) vgAS
ἀποδέοντες· ἐλλείποντες
*ἀποδέουσα· λείπουσα. ὑστεροῦσα gA Δεῖ γὰρ τὸ ὑστερεῖ
σημαίνει, ὅτε ῥῆμά ἐστι. τὸ ἐπίῤῥημα δὲ τὸ χρὴ σημαίνει A
*ἀποδέει· λείπει
*ἀποδέων· λείπων (A) n
ἀπόδεσμος· κόσμιόν τι γυναικεῖον. περικεφάλαιον (Ar. fr.
320,13?)
ἀπὸ δὲ χλαῖναν βάλε· ἀπέβαλε δὲ τὸ ἱμάτιον (Β 183)
ἀποδημεῖ· ἀναχωρεῖ
*ἀποδιδράσκων· ἀποφεύγων P δραπετεύων
*ἀποδιΐστανται· χωρίζονται A
ἀποδικεῖν· ἀπολογεῖσθαι δίκην (Antiphan. fr. 313)
*ἀποδιοπομπεῖσθαι· ἀποστρέφεσθαι p, τὸν ἀποτρόπαιον
[ἐκπέμπεσθαι μακράν, ἀποκαθαίρεσθαι AS
ἀποδίωμαι· ἀποδιώξω (Ε 763)
ἀποδοθῇ· πραθῇ
*ἀποδοκιμάζει· ἀποβάλλει vgAS
ἀποδομένου· πωλήσαντος
ἄποδον· [βραδύ. ἢ ἀπαγόρευσις]
ἀπόδοντο· ἀπώλοντο (Β 162)
*ἀποδόσθαι· πιπρᾶσαι (psΣ)
ἀπὸ δόξης· ἀπὸ δοξασμοῦ g ἀπὸ ὑπονοίας (Κ 324)
ἀπὸ δορός· ἀπὸ δόρατος βολῆς, ἢ μέγεθος βολῆς διαστήσας
*ἀποδοῦ· ἀπόλυσον A
ἀποδοῦν· ἀποδοῦναι
ἀποδοχμώσας· πλαγιάσας, ἢ πλατὺς ἀνακλιθείς (ι 372)
ἀπόδραγμα· ἀπομερισμός
ἀποδρέπειν· ἀφαιρεῖν
ἀπόδρομον· ἐλαττούμενον τοῖς δρόμοις. ἢ παλίνδρομον. ἢ μετ'
ἐπάνοδον. Ἀκρισίῳ (Soph. fr. 70)
ἀποδρύφοι· ξαίνοι, ἢ ἀποξέσει (Ψ 187 ..) AS
ἀποδρύψωσι· καταξέσωσι (ρ 480)
ἀπόδυθι· ἀπόδυσαι AS [ἀποδυθῇ]
ἀποδύοι· ἀποδύσοι
*ἀποδυσπετεῖ· ἀποδύρεται vgASn
ἀποδυρόμενος· θρηνῶν. πενθῶν
*ἀποδώσεται· πωλεῖ (Prov. 28,21) AS
ἀπὸ δ' ὀστέον ἄχρις ἄραξεν· ἄχρι τοῦ ὀστοῦ τὴν σάρκα
διέκοψεν (Π 324)
*ἀπὸ ἕθεν· ἀπὸ ἄνωθεν. ἀπὸ ἑαυτοῦ (Ζ 62) AS
ἀποεῖπεν· [ἀπαρνῆσαι]
ἀπόειπε· ἀπόφησον, [ἀπάρνησαι (Α 515) AS
*ἀπὸ ἕο· ἀφ' ἑαυτῆς (Ε 343) n
ἀπόερσε· ἀπέπνιξε, τουτέστι ποταμοφόρητον ἐποίησεν (Ζ 348)
ἀποέρσει· ἀποστεφήσῃ. [ἀποπνίξει (Φ 283) S
ἀποέργαθεν· ἐχώριζεν, ἠφόριζεν (φ 599)
ἀποέργει· χωρίζει (γ 296)
ἀποένυται· ἀφαιρεῖται (ρ 322)
†ἀποέσαν· ἀπῆσαν
ἀπόθεα· ἄθεα, ἐκτὸς θεῶν. Σοφοκλῆς Θυέστῃ (fr. 245)
ἄποθεν· ἐκτός. [ἔξωθεν g
ἀπόθεσις· ἀπόδοσις
ἀπόθεστος· {οὐκ} ἐπιζήτητος (ρ 296)
ἀπόθετος· κείμενος
ἀποθήσεσθαι· κεκτήσεσθαι
ἀποθησαμένη· ἀποσωρεύσασα
ἀπόθητος· μὴ φιλούμενος
ἀποθλίψαντες· *ἐκπιάσαντες (g) A ἀποστάξαντες
ἀπόθου· θές
ἀπόθρεκτα· φευκτά
ἀποθριάζειν· τὸ ἀφαιρεῖν φύλλα συκῆς. καταχρηστικῶς δὲ καὶ
τὸ ὁτιοῦν ἀφαιρεῖν
ἀπόθριξ· ἄνηβος. ἄθριξ (Callim. fr. 543)
ἀποθρώσκοντα· ἀποπηδῶντα (Β 702)
ἀποθύμια· *ἀπαρέσκοντα τῇ ψυχῇ n(AS) ἢ ἐχθρά. [ἀπὸ
ψυχῆς, ἀπὸ θυμοῦ. ἢ] (Ξ 261)
ἀπὸ θυμοῦ· ἀπὸ ψυχῆς. ἢ ἄποθεν τῆς ψυχῆς (Α 562)
ἀποθυρούμενος· ἀποκεκλεισμένος
ἀποθύσκειν· ἀποτυγχάνειν
ἀποθύσσῃ· ἀποπνεύσῃ. ἀποζεύξῃ. ἀποσείσῃ
ἀπὸ Ἰδαίων ὀρέων· ἀπὸ τῶν τῆς Ἴδης ὀρέων (Θ 170) AS
ἀποίζειν· †ἀπομωκᾶσθαι
*{ἀποικίαν·} ἀποίκησιν μετανάστασιν (Sap. 12,7?) AS
ἀποικιστής· κατοικιστής
ἄποινα· *λύτρα vgASn καὶ δῶρα n ἔστι δὲ καὶ ἀντί τινος
ἐκτίσματα (Α 13)
*ἀποινᾶν· ἀπολυτροῦν AS
ἄποινον· ἀτιμώρητον. ἢ λύτρον
*ἄποιον· ἀνήδονον. ἄνοστον vgASn
*ἀποίσει· ἀπενέγκῃ ASP
*ἀποίσω· ἀποφέρω (A)
*ἀποίχεται· ἀφίσταται (n)
ἄποκα· ἀπόκιστα. οὐ κεκαρμένα
ἀποκαθημένη· αἱμοῤῥοοῦσα (Lev. 20,15 ..)
*ἄπο καὶ κλισιάων· ἀπὸ τῶν σκηνῶν (Β 91) AS
ἀπὸ καιροῦ· ἀκαίρως
†ἀποκαραδοκία· προσδοκία (Rom. 8,19) vgAPn ἀπεκδοχή vg
(1)ἀποκάλυψις· πρόγνωσις, προθεωρία (Rom. 16,25 ..)
*ἀποκαταλλάξαι· φίλον ποιῆσαι (Col. 1,20 ..) vgAn
(a)ἀποκατάστασις· τελείωσις (Act. 3,21 ..)
ἀποκαταρτῦσαι· τελειῶσαι
ἀπό κ' ἐστίλαι· ἐκδείραι {ἄν}
*ἀπόκειται· ἡτοίμασται (2. Tim. 4,8) gAS
ἀποκεκλεῖσθαι σιτίων· ἀνορέκτως ἔχειν τροφῆς (Dem. 54,11)
†ἀπόκετον· ἀποκομίζων
*ἀποκηδήσαντε· ἀφροντιστήσαντες (Ψ 413) ASn
ἀποκέλλειν· ἀποδιώκειν
ἀποκήρυκτος· ὁ ἐπὶ ἁμαρτήμασιν ἐκπεσὼν τῆς πατρῴας
οἰκίας q {ἐκποίητος δὲ ὁ ἑτέρῳ δοθεὶς εἰσποιήσασθαι· οὕτως
Ἐρατοσθένης} q
*ἀποκηρυχθέντα· ἀποβληθέντα vgA
ἀποκλαίω· κλαίω
*ἀποκλήρωσιν· τὸ μέρος (vg) An
*ἀπόκλεισμα· φυλακή (Ierem. 36,26) AS
ἀποκλείσαντες· φυλακίσαντες
ἀπόκλωμα· ἀπολογία ἐπὶ τὸ χεῖρον
ἀποκλωνεῖ· ἀποστροφεῖ. Ταραντῖνοι
*ἀποκναίει· λυπεῖ. φονεύει vgAn [{ἀποκλάνει}· ἀποκάμνει AS]
ἀπολλύει. ἀποτρίβει (n) ἀποκόπτει (Dem. 21,153) ASn
*ἀποκναίεις· ἀναιρεῖς (Men. fr. 341) AS
*ἀποκνεῖ· ἀποκάμνει. [βέβαιος, ἀσφαλής] ἢ ἀποσπᾷ. ἀφέλκει
†τὸν πατέρα (Levit. 1,15 ..) AS
ἀπόκναισις· ἡ κατὰ βραχὺ ἀναιροῦσα λύπη
ἀποκναισθέντες· λυπηθέντες
ἀποκναισάμενοι· ἀποξύσαντες
ἀπόκνησιν· ὄκνον. ἀποκάκησιν (Thuc. 1,99,3)
*ἀπόκνιζε· ἀπότιλλε (1. Regn. 9,24) ASn
†ἀποκολοκαύτωσις· παρ' †Ἰνδοῖς ἡ συνουσία. οἱ δὲ παρὰ
Παφλαγόσι †τινῶν χριομένων τὰ αἰδοῖα δονεῖν †παρέχει
*ἀποκομίζεσθαι· ἀποφέρεσθαι AS(n)
ἀποκοπῆναι· ἐπὶ τῶν ἰχνευόντων λέγεται, ὅταν μὴ εὕρωσιν
ἀποκοπησαμένη· στερνοκοπησαμένη. ἀποκοψαμένη
ἀποκορεῖν· ἀποψᾶν ἀπὸ τραπέζης
ἀποκορσωσαμέναις· ἀποκειραμέναις· {κόρσας} γὰρ τρίχας.
Αἰσχύλος Ὑψιπύλῃ (fr. 248)
ἀποκοτταβίζειν· τὸ λειπόμενον πόμα τοῦ ποτηρίου ἐκχέειν
οὕτως, ὥστε ψόφον ποιεῖν
ἀποκραιπαλισμός· †ἀπανθρακισμός
†ἀποκρισάμενοι· ἀπολουσάμενοι, ἐπιπλυνάμενοι
ἀποκλύσασθαι· ἀποκαθαίρεσθαι (Plat. Phaedr. 243?)
*ἀποκριθῆναι· χωρισθῆναι p(n) Σ
*ἀπόκριμα· κατάκριμα vgA ψῆφον (2. Cor. 1,9)
*ἀποκρίνου· ἀποφαίνου ASn
ἀπόκρισις· ἀπολογία. ἢ εἶδος ὀρχήσεως
ἀπόκροτον· σκληρόν
*ἀποκρούεσθαι· ἀποβάλλεσθαι gAn
ἀποκτᾶσθαι· τὸ ἀποβάλλεσθαι
ἀπόκυνον· μάζα μεμαγμένη φαρμάκῳ, πρὸς ἀναίρεσιν κυνῶν.
ἢ εἶδος βοτάνης
ἀποκυπαρῶσαι· ἀποκτεῖναι
ἀποκυριάζειν· ἀποκακεῖν. ἀποφεύγειν. ἀποσκιρτᾶν
ἀπολάκημα· ῥάπισμα. ἀπὸ τοῦ ψοφεῖν
ἀπολαχόντες· ἀποκληρώσαντες (Hdt. 4,115,1 ..)
ἀπόλυμα· †δαίμων ἢ θυσία, ζῶντες ἄνθρακες
ἀπολαύει· τρυφᾷ
ἀπολελασμένον· ἀπολαθόμενον
*ἀπολέγει· παραγγέλλει AS(n)
ἀπολέγειν· ἀπολέγεσθαι. ἀπαυδᾶν
ἀπολέγομαι· ἀπαγορεύω
*ἀπολέγοντες· ἀπαγορεύοντες ASn
(a) ἀπολείπεται· ἀπομένει (Hebr. 4,9)
*ἀπολείψεται· ἐάσεται AS
*ἀπολεκτῶν· ἐκλεκτῶν (vg) A
ἀπολελάγνευται· εἰς λαγνείαν ἀνάλωται (Com. ad.?)
ἀπολελαμμέναι κοιλίαι· παρὰ Ἱπποκράτει (Prorrhet. 1,41)
*ἀπολέξας· ἐκλεξάμενος (Thuc. 4,70,2)
ἀπολέξω· ἐρῶ. δηλώσω
ἀπολέλασται· ἀπολέλησται
†ἀπολελεψειμέναι· ἀποκειραμένου· "ἀπολελεψειμένου τὰ καλά."
ἀπόλειψις· ἡ ἀπὸ γυναικῶν ἐγκατάλειψις
ἀπολέψομεν· ἀποδέρομεν. {Λέψαι} γὰρ τὸ ἀποδεῖραι
ἀπόλεμον· ἀπειροπόλεμον (Eur. Hec. 1034)
*ἀπολέσθαι· ἀποθανεῖν (γ 234 ..) AS
ἀπολιβάξαι· ἀπολεῖψαι. ἐκνοτίσαι. ἄλλοι ποῤῥωτέρω ἀπελ-
θεῖν (Eupol. fr. 206)
*ἀπόληγε· παύου (Α 230) ASn
ἀπολείβοντες· ἀποστάζοντες. ἀποσπένδοντες
ἀποληρός· ἡ τοῦ θανάτου γραφή. Ταραντῖνοι
ἀπολιβάσαι· ἀποπεσεῖν
ἀπολισθῆναι· ἀποστραφῆναι
ἀπολιγαίνειν· ἀφηδύνειν. ἀποφθέγγεσθαι. ἢ βάζεται [ἀπο-
τρέχειν]
†ἀπολεῖνα· ἀποστρέφειν. Λάκωνες
*†ἀπόλιον· θαῦμα ASp (Theocr. 1,56)
ἀπολιταργίσαι· ταχέως ἀποδραμεῖν (Ar. Nub. 1253)
(*)ἃ πολλά· ἅτινα πολλά
(*)ἀπολλύει· λυπεῖ, φονεύει
*ἀπόλλυε· φόνευε εἰς ἀπώλειαν (Rom. 14,15) AS
*ἀπολιχμήσονται· ἀπολείξουσιν (Φ 123) ASn
Ἀπολλωνιάς· ἡ δάφνη
Ἀπολλωνιεῖς· δῆμος τῆς Ἀτταλίδος φυλῆς
ἀπολογία· πληροφορία
a) ἀπολογίζεσθαι· ... b) {ἀπολυμαίνεσθαι}· ...
*ἀπολογισμός· ἀπολογία ASn
ἀπόλογος· ἀπολογισμός Mosq.
ἀπὸ λοιγὸν ἀμῦναι· ἀποσοβῆσαι τὸν θάνατον (Α 67)
ἀπολοίμιον φανόν· τὸν ἐπὶ δόλῳ
ἀπολοισθεῖν· ἀποτελεῖν. Κύπριοι
ἄπολον· ἀστρεφές. βαρύ. ἀκίνητον
ἀπόλοιτο· ἀπώλετο (Ε 311)
ἀπολουσέμεν· κολοβώσειν (Φ 455 v. l.)
ἀπολοφύρεσθαι· ἀποδύρεσθαι
ἀπολύγματος· ἀπογύμνωσις. Κύπριοι
*ἀπολυμαίνεσθαι· ἀποκαθαίρεσθαι (Α 313) gn
ἀπολυμαντῆρα δαιτῶν· τὸν τὰ δεῖπνα λυμαινόμενον (ρ 220)
*ἀπολυσάμενος· ἀπολυτρωσάμενος vgAS
*ἀπολύτρωσιν· ἀποφυγήν (Rom. 8,23) vgAn [ἀπολύφειν]
*ἀπολῶ· ἀπολέσω. ἀφανίσω (1. Cor. 1,19) vgAS
ἀπόλωλεν· ἀπώλετο (Eur. Hipp. 1140)
ἀπομαγδαλία· στέαρ, ἐν ᾧ τὰς χεῖρας ἀπεμάττοντο ἐν τοῖς
δείπνοις. βαλόντες δὲ αὐτὸ τοῖς κυσίν, ἀναλύοντες ἀπὸ τῶν
δείπνων (Ar. Eq. 414?) ...
ἀπομάγματα· περιθειώματα (Soph. fr. 31)
ἀπομάκτης· περικαθαρτής (Com. ad. 589)
ἀπόμακτρα· ξύλα. τὰς σκυτάλας, ἐν αἷς ἀποψῶσι τὰ μέτρα
(Ar. fr. 712)
*ἀπομαρξάμενοι· ἀπομαξάμενοι (Ψ 739 v. l.) AS
ἀποματαιάσαι· ἐξευτελίσαι
*ἀπομάττεσθαι· ἀναλαβεῖν. μιμήσασθαι vgA
ἀπομερμηρίσαι· ἀπονυστάξαι, ἀποκοιμηθῆναι. {Μέρμηρα}
γὰρ {ἡ εἰς} ὕπνον καταφορά (Ar. Vesp. 5)
ἀπομηνίειν· τὴν μῆνιν ἀπαγγέλλειν (π 378)
*ἀπομηνίσας· χολωθείς (Β 772 ..) ASn
ἀπὸ μισθωμάτων· θυσίας δημοσίας οἱ Ἀττικοὶ ἔλεγον {ἃς}
ἐργολαβοῦντες {ἐτέλουν}
*ἀπόμοιρα· μερίς (Ezech. 45,20) vgASn
*ἀπομνύμενοι· ἀποβάλλοντες δι' ὅρκων ASn
*ἀπομόρξατο· ἀπεψήσατο (ρ 304) n
ἀπομυξίαι· ἀκαθαρσίαι
ἀπομύττειν· ἐξαπατᾶν. γοητεύειν (Men. fr. 493)
*ἀπώμοτον· [φευκτέον [ἀπὸ ὠμότητος b]
ἀπόναιο· ἐπαύραιο. ὄνοιο (Ω 556)
ἀποναρκήσαντες· ὀκνήσαντες
*ἀπόνασθαι· ἀπολαῦσαι vgAn κατατρυφᾶν vgA
*ἀπονέμει· παρέχει ASn δίδωσιν
*ἀπονέεσθαι· ἀποκομίζεσθαι AS ἐπανελθεῖν (Β 113 ..)
*ἀπαναίνεται· ἀποστρέφεται AS
ἀπονέοντο· ἀπήρχοντο (Γ 313)
*ἀπονευρούμενος· τὰ νεῦρα κοπτόμενος A
ἀπονησαμένη· ἀποσωρεύσασα (Eur. Io 875)
†ἀπονήσασθαι· ἀφίξεσθαι. ἀνελεῖν
ἀπονήσεται· ὄνησιν λήψεται (Λ 763)
ἀπονημένος· ὄνησιν εἰληφώς (ω 30)
ἀπονηστίσασθαι· τὸ ἀπὸ νηστείας ἐπὶ πρώτην ἐλθεῖν
*ἀπονίζεσθαι· ἀπονίπτεσθαι vgA
†ἀπονιζόμεναι· πλυνοῦμαι
ἀπόνιπτρον· ἀπόνιμμα (Ar. Ach. 616)
ἀπόνοιμον· ἀπογύμνωσιν
ἀπόνοια· [ἀπολογισμός]
ἀπονομή· ἀπομερισμός
(*)Ἀπόλλων· ὁ τῶν Ἑλλήνων θεός. ἐτυμολογεῖται δὲ ὁ μὴ μετὰ
πολλῶν συναριθμούμενος
†ἀπονήνισι· τὴν τιμὴν ἀποδοῦναι
ἀπονοστήσειν· ἀποκομίσειν. ἐπανελθεῖν, ὑποστρέψειν (Α 60)
*ἀπονοστήσω· ἀπονοσφίσωμαι ASn
*ἀπονοσφίζεσθαι· χωρίζεσθαι gA
*ἀπονοσφισθείς· χωρισθείς (vgAS) στερηθείς ASPn
ἀπονοούμενοι· οὐ μνημονεύοντες
ἀπ' ὄνου καταπεσών· {παροιμία, ὡς Ἀριστοφάνης·} "ἀπὸ
τύμβου πεσών" (Vesp. 1370) καὶ Εὔπολις· "ὥσπερ †ἀπόχθου
πεσών" (fr. 371) οἷον ἀπὸ νοῦ
ἀποξανᾶν· κακοπαθεῖν
*†ἀποξίννυται· ἀποσβέννυται AS
ἀποξιφίζειν· ὀρχεῖσθαι ποιὰν ὄρχησιν. ὁ γὰρ {ξιφισμὸς} σχῆμα
τῆς ἐμμελείας τραγικῆς ὀρχήσεως
ἀποξίφισται· ἀποδεδοκίμασται
*ἀποξύσας· ἀφελών (Ι 446) n
ἀποπαλώσει· [ἀποπαλαιώσει] .. καὶ ἀποκρούσεται (Hippocr.
nat. hom. 10 v. l.)
ἀπόπαξ· ξύμπαν, *[ἢ σύμπαν A
ἀποπαπτανέουσι· περιβλέπουσιν, ὅπως φύγωσιν (Ξ 101 v. l.)
ἀποπαρδακᾷ· τοῦτο εἴρηται παρὰ τὸ {ἀποπαρδεῖν} (Com.
ad. 82)
ἀπὸ πατρὶ φίλῳ δόμεναι· ἀποδοῦναι τῷ προσφιλεστάτῳ
πατρί (Α 98)
ἀπὸ πατρὸς ἁμαρτών· ἀμοιρήσας, ἢ ἀποτυχὼν τοῦ πατρός
(Χ 505)
ἀποπεθασμένον· [ἀπειρημένον]
*ἀποπέμποντες· παραιτοῦντες n
ἀποπέπεκται· ἀποκέκαρται
*ἀποπερανῶ· ἀποπληρώσω, ἀποτελέσω vgAn
ἀποπεφάνθαι· ἀποδειχθῆναι
*ἀποπεφασμένον· ἀπειρημένον gA
ἀποπεφασμένως· φανερῶς (Dem. 59,67)
*ἀποπεφοίτηκεν· ἀπῆλθεν vgA ἀπεδήμει S
ἀποπεφυκέναι· ἀλλοτρίας φύσεως εἶναι
ἀποπηλώσειν· [ἀποπηδώσειν]
*ἀποπλαγχθεῖσα· ἀποκρουσθεῖσα (Ν 578) AS
ἀποπλάγξαντες· ἀποπλανήσαντες
*ἀποπλαγχθείς· ἀποπληγείς (Ν 592?), ἀποτμηθείς AS
ἀπόπλανοι· κακοί. γόητες
ἀπόπληκτον· θαυμαστόν. ἀναίσθητον
ἀποπλήκτῳ· ᾧ οὐκ ἄν τις ἑκὼν προσπελάσειεν, οἷον μοχθηρῷ
ἀποπλήκτῳ ποδί· μανιώδει. Σοφοκλῆς Θυέστῃ Σικυωνίῳ (fr.
227)
ἀποπνείων· ἀποπνέων (Δ 524)
(*)ἀποπλεῖν· πλέειν (Act. ap. 27,1)
*ἀποπληξία· μανία vgA (n) ἢ ἄνοια vg (n)
ἀποπλοκίαι· ἐμπλοκαί. Λάκωνες
ἀπόπλουν· τὸ μηκέτι πρὸς πλοῦν ἐπιτήδειον ὂν πλοῖον
*ἀποπομπαί· ἡμέραι τινές, ἐν αἷς θυσίαι ἐτελοῦντο τοῖς ἀπο-
πομπαίοις θεοῖς A
ἀποπομπαῖος· ὁ ἀποστραφείς. ἄπρακτος. καὶ ὁ κεκαθαρμένος
ἀποπομπεῖν· τὸ ἀποπέμψασθαι. καὶ ἀποκαθήρασθαι
ἀπόπεμπτοι· οἱ ἄξιοι ἀποπεμφθῆναι διὰ μοχθηρίαν ἤθους
ἀποπόμπιμοι· αἱ ἀποφράδες ἡμέραι
(*)ἄποθεν· χωρίς
*ἀπόπροθεν· πόῤῥωθεν (Κ 209) S
*ἀποπτεῖν· ἀπελθεῖν AS
ἀποπρὸ νηῶν· ἄποθεν τῶν πλοίων (Η 334)
ἀποπροσωπίζεσθαι· ἐκμάσσεσθαι τὸ πρόσωπον (Pherecr.
fr. 9), ἢ ἐσοπτρίζεσθαι
*ἀποπταίη· πετασθῇ. ἀπέλθῃ vgA
ἀποπτάμενος· ἀποπτάς (Β 71)
ἀποπτερύσσεται· ἀποτινάσσεται τὰ πτερά [ἢ πτάρνυται]
*ἀπὸ πτόλιος· ἀπὸ τῆς πόλεως (Δ 514) AS
*ἄποπτον· πόῤῥωθεν ὁρώμενον An ἢ ἀθεώρητον (Soph. Ai. 15)
vgA ἢ πολύοπτον A
ἄποπτος· ὁ ἄνωθεν καὶ ἔξω τῆς ὄψεως
ἀποπτύσαι· ἀπομύξασθαι
ἀπόπτυσον· ἀπόῤῥιψον
*ἀπόπτυστον· ἀπόβλητον (n) κατάπτυστον vgAS ἔκβλητον
(Eur. Med. 1373) S
ἄποπτος· [ἀσφαλής, βέβαιος. καὶ ὁ ἄνωθεν τῆς ὄψεως]
ἀποπυρίας· ἄρτος ἐπ' ἀνθράκων ὀπτώμενος (Cratin. fr. 99?)
ἀποπυρίζων· ἀπὸ πυρὸς ἐσθίων
ἀποράξ· [ἀπόῤῥογα. ἀπόσπασμα. ἀπότμημα]
*ἀπορεῖ· ἀδημονεῖ. ἀγωνιᾷ AS
ἀπόρθητοι· ἀδιαμέριστοι. ἀναιχμάλωτοι
*ἀπ' ὀρθίου· ἐπὶ ὑψηλοῦ (Eur. Phoen. 1223) ASn
ἀπορία· ἀγνωσία
ἀπορνύμενοι· ὁρμῶντες (Hes. theog. 9?) T
ἀπόροις· ἀμηχάνοις
ἄπορος· ἐνδεής
*ἀπορούμενοι· πενόμενοι (2. Cor. 4,8?) AS
*ἀποροῦντες· ἀμηχανοῦντες AS
ἀπόρουσεν· ἀφήλατο (Ε 20)
ἀποροῦσαι· ἀφορμῆσαι
ἀποῤῥαῖσαι· ἀφελέσθαι. †κύειν
ἀποῤῥαίσει· ἀπολεῖ. διαφθερεῖ (α 404) [ἀποφθαρήσεται]
ἀποῤῥαίνειν· τὸ ἐκ πολλῶν ὀλίγα διδόναι
ἀποῤῥαντίσεις· οἱ καθαρμοί
ἀπόῤῥαξιν· παιδιὰν διὰ σφαίρας
ἀπόῤῥησις· ἀπορία. προσαγόρευσις
ἀπόῤῥημα· ἀπαγόρευσις
*ἀποῤῥήξας· ἀποκόψας (ι 481 ..) n
(*)ἀποῤῥίψας· ἀτιμάσας
*ἀπόῤῥητοι· ἄφραστοι. ῥηθῆναι μὴ δυνάμενοι (vg) A
ἀποῤῥήτους· ἀπηγορευμένους
*ἀποῤῥήτως· ἀφράστως AS(n)
*ἀπόῤῥητα· ἀνεκλάλητα (Sirac. 13,22) gAPn
ἀποῤῥοάς· εἴδωλα, καὶ σκιαί
*ἀποῤῥοή· ἡ ἀπό τινος ῥέουσα {σταγών} vg(A)
ἄποῤῥον· [πάλιν]
*ἀπόῤῥοια· σταλαγμός (Sap. 7,25) AS
ἀποῤῥυταλίξαι· ἀποσπάσαι
*ἀποῤῥῶγας· ἀπεσχισμένας vgAn
*ἀποῤῥῶγες· αἱ ἀνέχουσαι πέτραι (ν 98) AS
*ἀποῤῥώξ· ἀπόσταγμα AS ἀπόῤῥηγμα. ἀπόσπασμα gS ἀπόῤ-
ῥοια (ι 359) AS
*ἀπόρυξ· σχίσμα {γῆς} s
ἀπορυπτόμενος· ἀπονιπτόμενος
ἀποσαλεύσας· ἐπιτηρήσας
ἀποσβέστῳ· νεκρῷ
ἀποσεσύκασται· τὰ σῦκα ἀποβέβληκε βρωθέντα (Amips.
fr. 33)
*ἀποσεμνύνει· μεγαλύνει vgAn
ἀποσηκώσας· ὡς ἐν σηκῷ κατακλείσας
ἀποσημανῶ· ἀποδιώξω
*ἀποσημήνασθαι· σημειώσασθαι vgA
ἀποσχεῖν· ἀποδιώκειν (Ζ 96)
*[ἀπόσεται] ἀπόσιτος καὶ {ἄσιτος}· {ἄτροφος} (A) n
ἀποσιμοῦν· ἀποστρέφειν {τὴν ἀκήν, ἢ} πρὸς τὸ σιμὸν φέρεσθαι
ἀποσισάμενοι· ἀποῤῥίψαντες
ἀποσκαμυνθίζειν· ἀπομυκτηρίζειν
ἀποσκελίσαι· παιδικὴν ὄρχησιν ὀρχήσασθαι
*ἀποσκευαζόμενος· ἀποχωριζόμενος AS ἀποβαλλόμενος, ἀποῤ-
ῥιπτόμενος (vgAS)
*ἀποσκευάζονται· ἀποφέρονται (ASn)
*ἀποσκευάζετο· ἀκύρους ἐποίει (AS)
ἀποσκευάζων· ἀποφέρων. ἀφανίζων
*ἀποσκευάσαι· ζημιῶσαι AS
ἀπόσκημμα· ἀπέρεισμα, Αἰσχύλος Ἀργείοις (fr. 18)
*ἀποσκιρωθέν· ἀποσκληρανθέν vgAS
ἀποσκλαίη· ἀποξηραίνοιτο, *[ἀποθάνοι Σ
ἀποσκνίψῃς· σκεδάσῃς. κρούσῃς
μὴ ἀποσκορακίσῃς με· μὴ ἀποδοκιμάσῃς με, μὴ ἀποῤῥίψῃς
με (Ps. 26,9)
ἀποσκόλυπτε· ἀπολέπισον καὶ ἀποκόλουε. φασὶ καὶ τὸν περι-
τετμημένον τὸ αἰδοῖον ἀπεσκολυμμένον. Σοφοκλῆς Μώμῳ (fr.
390)
*ἀπὸ σκοποῦ· οὐκ ἐκτὸς σκοποῦ AS ἢ ἀπροσκέπτως (λ 343) S
ἀπόσκοπος· ἄποθεν σκοπῶν
ἀποσκορακίζειν· ἀποδοκιμάζειν
*ἀποσκορακισμός· ἐξουδένωσις (Esai. 56,15) ASPn
ἀποσκαλιδώματα· τῶν σκαλίκων τὰ †ἀνοειδῆ ἄκρα. Ξενοφῶν
(Cyneg. 10,7)
ἀποσκυθίσαι· περιτεμεῖν vgA
*ἀποσκύδμαινε· ὀργίζου. χολοῦ. μέμφου (Ω 65) AS
ἀποσκύζει· ἀπομέμφεται. ἀπαξιοῖ. τελευτᾷ εἰς τὸ διχοστατεῖ
ἀποσκώμματα· μυκτηρίσματα
*ἀποσοβεῖ· ἀπελαύνει, ἀποδιώκει (Sirac. 22,20) vgAS
*ἄποσον· τὸ ποσότητι ἢ μέτρῳ οὐχ ὑποπῖπτον vgAn
ἀποσπαρθάζουσι· σπαίρουσι. σφύζουσιν (Hippocr. morb.
2,10)
*ἀπόσπασμα· μέρος vgAS ἀπότμημα (Ierem. 46,20)
ἀποσπεύδει· {ἀποπηδᾷ}
ἀποσποδήσας· ἀποκόψας καὶ θραύσας
ἀπὸ σπυρίδος δειπνεῖν, ἢ δειπνίζειν· τὸ ἀντὶ δείπνου
ἀργύριον καὶ μερίδα ἐν σπυρίδι λαβεῖν, ἢ δοῦναι
ἀποσπῶμαι· μερίζομαι
*ἀποσταδόν· ἀφεστηκότες, [πόῤῥωθεν ρ ἐξ ἀποστήματος (Ο 556)
ASp
ἀποστασίου δίκη· ἡ κατὰ τῶν ἀπελευθέρων, ὅτε ἀποστῶσιν
τῶν ἐλευθερωσάντων
*ἀπὸ σταθμοῖο· ἀπὸ τῆς ἐπαύλεως (Ρ 110) AS
ἀποσταλέντων· ἀποσπασθέντων
ἀποστάς· φυγών. Αἰσχύλος Ἰσθμιασταῖς (fr. 80) καὶ ... Ἀλκ-
μήνῃ (Eur. fr.)
(*)ἀποστάσιον· τὸ ἀπολῦσαι τὴν γυναῖκα, καὶ γράψαι ἀπο-
στάσιον (Matth. 5,31 ..)
†ἀπόσταδον· δίκτυον μεμολυβδωμένον καὶ καλάμου †περιεννη-
μένον
ἀποστερεῖται· στερεῖται
ἀποστέλλεις· ἀπείργεις. κωλύεις. Εὐριπίδης Μηδείᾳ (281)
ἀπόστιχε· ἄπιθι. [ἀναχώρει p ἄπελθε (Α 522)
ἀπόστημα· ...
ἀποστήσας· πωλήσας σταθμῷ
ἀποστήσασθαι· ἀποδοῦναι χρέος
ἀποστήσωνται· ἀποκομίσωνται. σταθμῷ γὰρ ἀπεδίδοσαν
(Ν 745)
ἀποστιβής· ἀποπεφοιτηκώς. οὐ τὴν αὐτὴν τρίβον στείβων,
τουτέστι φοιτῶν. Σοφοκλῆς Σκυρίαις (fr. 514)
*ἀποστολαί· ἀποπέμψεις (3. Reg. 9,14?) vgAn
ἀποστολεύς· τὰ πρὸς πλοῦν παρασκευάζων τοῖς πλέουσιν
ἀποστελλομένοις ἀπὸ στόλων τὴν διὰ θαλάσσης (Dem.
18,107 ..)
ἀπόστολος· στρατηγὸς κατὰ πλοῦν πεμπόμενος (Dem. 18,107)
*ἀποστοματίζειν· ἀπὸ μνήμης ἀξιοῦν λέγειν (Luc. 11,53) Σ
ἀποστομίζων· φιμῶν
*ἀποστρακισθῆναι· ἐξορισθῆναι. τὸ παλαιὸν γὰρ ἐν ὀστράκῳ
αἱ ἐξορίαι γραφόμεναι τοῖς ὑπεροριζομένοις ἐδίδοντο vgA
ἀπὸ στρατόφιν· ἀπὸ στρατοῦ (Κ 347)
ἀποστρέφεται· ἀποτρέπει τὸ πρόσωπον
*ἀποστροφή· προδοσία AS
†ἀποτρωμάξαι· ἀποφράξαι
ἀπόστοργον· ἀπεχθές, καὶ μὴ στεργόμενον
ἀποστύφων· τῇ φωνῇ σκληρός
*ἀποστυγοῦντες· μισοῦντες (Rom. 12,9) vgA
{ἀποδρύφει·} ἀποσύρει. ἀποσπᾷ. Σοφοκλῆς Μυσοῖς (fr. 383)
†ἀποσσοῦν· ἀπορᾶν
ἀποσυκάζειν· σῦκα ἐσθίειν
†ἀποσυμβολήν· συναντᾶν
ἀπὸ συμβόλων δικάζειν· ἐδίκαζον Ἀθηναῖοι ἀπὸ συμβόλων
τοῖς ὑπηκόοις. καὶ τοῦτο ἦν χαλεπόν
ἀπόστησον· ἀντὶ τοῦ παράδος
ἀπόσφαγμα· παρήθημα τρυγῶδες
*ἀποσφαλείς· ἀποτυχών AS
ἀποσφάξ· τὸ ὑψηλόν
*ἀπὸ σφείων· ἀφ' ἑαυτῶν (Δ 535) AS
*ἀπόσφηλεν· ἀποτυχεῖν ἐποίησεν (Ε 567) AS
ἀποσφήλωσι· ἀπενέγκωσι (γ 320)
ἀποσχᾶν· διαιρεῖν
ἀποσχάσαι· διαῤῥῆξαι. διαλῦσαι. φλεβοτομῆσαι (Cratet. fr. 41.
Plat. fr. 127)
*ἀποσχεδιάσας· συντομίσας AS ψευσάμενος gASn
*ἀπόσχῃ· παύσῃ (Ζ 96) AS
ἀποσχήσει· ἀποχωρίσει (τ 572)
*ἀποσχοινίσαντες· ἀποστερήσαντες gAn
ἀποσχολάζειν· κατασχολάζειν
ἀποτάδην· ἐκτεταμένως
*ἀποταμιεύεται· ἀποκλείει gAn ἀποφυλάττει A
ἀποτάξιον· ἀπόπομπον
*ἀποταυρούμενος· θρασυνόμενος (Cyr. in Gen. 1 p. 16b) vgAS
*ἀπὸ ταὐτομάτου· ἐξαίφνης vgASn
ἀπόταφοι· οἱ συνηριστευκότες {μετὰ} τῶν ἐλευθέρων δοῦλοι,
καὶ μὴ συνταφέντες αὐτοῖς
*ἀποτείνεται· ἐκτείνει. φιλονικεῖ vgAn
(*)ἀποτεμεῖ· ἀποκόψει
(*)ἀποτεμεῖν· ἁγνίσαι
*ἀποτεθρίακεν· ἀποπεφύλλικεν. ἀποκεκάθαρκεν Σ ἡ δὲ μεταφορὰ
ἀπὸ τῶν συκοφύλλων (Ar. Ach. 158)
ἀποτεθημμένοι· κεκαυμένοι
*ἀποτενεῖτε· ἀποδώσετε An
*ἀποτετίνακται· ἀπέῤῥιψεν (1 Reg. 10,2) vgAS
*ἀπότευγμα· ἀποτυχία n
*ἀποτεύξασθαι· ἀποτυχεῖν vgAn
ἀποτίθεται· συνάγει εἰς τὰς ἀποθήκας
ἀποτηλόθεν· μακρόθεν
ἀποτίθησιν· ἀποθνήσκει
ἀποτίμαστος· ἀνύβριστος (Τ 263)
ἀποτιμήματα· {αἱ} πρὸς τὰς φερνὰς ὑποθῆκαι
ἀποτιμήσασθαι· τὸ λαβεῖν εἰς ὑποθήκην
ἀποτιμᾷ· ὑποτίθησιν
ἀπότιμος· ἄτιμος
*ἀποτίνῃ· τιμωρίαν παρασχῇ An
ἀποτίπλατον· ἀπροσπέλαστον
*ἀποτείσει· ἀποδώσει (Exod. 21,36 ..) AS
ἀποτῖσαι· ἀποδοῦναι (ν 193)
ἀποτίσεται· τιμωρήσεται (α 268)
*ἀποτειχίζων· περιφράττων vgAS
ἀπότμημα· ἐκκεκομμένον
*ἀποτμήξαντες· ἀποτεμόντες ASn ἀποχωρίσαντες (Λ 468) S
ἀπότμηται· ἀποκέκοπται
*ἀπότμου· δυστυχεστάτου (Ω 388) ASn
ἀπὸ τοῖϊν· ἀπὸ τούτων (Λ 110)
†ἀπὸ τόκου· τὰς ἀπογεννήσεις τῶν γεννημάτων (Hippocr.
art. 49)
ἀποτομάδα· σχίζαν. καὶ ἀκόντιον πεντάθλου
ἀπότομοι· οὐκ ἐνεργοί
ἀπότομον· τὸν μὴ ἄξιον προσόψεως
*ἀποτόμως· σκληρῶς AS ἀπαραιτήτως (Tit. 1,13)
ἀποτράγημα· λείψανον βρώματος (Eupol. fr. 284 v. l.)
*ἀποτραχύνεται· θρασύνεται g
*ἀποτραχύνοιτο· θρασύνοιτο AS
*ἀποτρέξοντες· ἀναχωροῦντες AS
ἀποτρέψαι· διαλῦσαι φιλονείκως
*ἀποτριψάμενοι· ἀποῤῥιψάμενοι AS
ἀποτριάξαι· τρεῖς πληγὰς δοῦναι
*ἀποτρόπαιος· φευκταῖος vgASP φοβερὸς τὴν ὄψιν. κακὸς
ASPn [ἀποτροπήν]
*ἀποτροπιάσματα· ἐξιλεώματα ἀποτρέποντα τὸ φαῦλον An
ἀπότροπον· ὅ τις ἂν ἀποτράποιτο. Σοφοκλῆς Οἰδίποδι (O. R.
1313)
ἀπότροπος· οὐκ ἐπιστρέφων εἰς τὴν πόλιν. ἀποτετραμμένος
τῆς τοῦ ἄστεως ἐπιστροφῆς (ξ 372)
*ἀπὸ τρόπου· ἔξω τοῦ τρόπου (n)
ἀπότροφος· μακρὰν τεθραμμένος (Hdt. 2,63,4)
ἀποτρόχου· ἐξ ἅρματος δρόμου (Ar. fr. 637?)
ἀποτρυπῶν· λάθρα ἐξιών
ἀποτρωπᾶσθαι· ἀποτρέπεσθαι
ἀποτυλῶσαι· ἐπᾶραι αἰδοῖον (Pherecr. fr. 204?)
ἀποτυχισθείς· ἀντὶ τοῦ ἀποτιλθείς. καὶ τὸ {ἀποτυχίσαι} ἐπὶ
τοῦ ἀποπελεκῆσαι τὸν λίθον, ἀπὸ τῶν {τύχων}. ἔστι δὲ
λιθοξοϊκὸν σιδήριον
ἀποτύψωνται· παύσωνται τοῦ τύψασθαι
*ἀπ' οὔατος· μακρὰν τῆς ἀκοῆς (Σ 272) AS
*ἀπ' οὔδεος· ἀπὸ τοῦ ἐδάφους (Μ 448) AS
ἀπὸ κρατός· ἀπὸ τῆς {περι}κεφαλαίας (Ε 7 ..)
ἀπούρας· [ἀφελόμενος. ἢ] ἀφορίσας, {καταχρηστικῶς δὲ ἀφελό-
μενος} (Α 356 ..)
ἀπούργους γωνίας· εὐτελεῖς, καὶ ὅπου τὰ σαρώματα συνά-
γεται
*ἀπουρίσσουσιν· ἀφαιρήσονται (Χ 489) AS
ἄπους· μὴ ἔχων πόδας
*ἀπουσία· ὅταν τις ἀπῇ gA ἤ τις ἀπέχῃ. καὶ ἡ [ἀπόλειψις gA
*ἀποφαίνει· φανεροποιεῖ gAn
*ἀποφαίνουσι· ἀποδεικνύουσιν (vg) A
ἀποφανθείς· ἐν τῷ φανερῷ καταστάς. Σοφοκλῆς Ἀκρισίῳ
(fr. 71)
ἀπόφαρσις· ἡ ἑταίρα, ὡς Ἡγήσανδρος
ἀπόφασθε· ἀπαγγείλατε (Ι 422)
*ἀποφάσκει· ἀπαγορεύει Σ vgAPn
ἀπόφασις· κρίσις. ψῆφος. δίκη
*ἀποφεῖν· ἀπατῆσαι AS
ἀποφῆσαι· ἀρνήσασθαι
ἀπόφημι· ἀπολέγω. *ἀποφαίνομαι ASn ἀπαρνοῦμαι (Η 362)
AS
*ἀποφῆναι· ἀποδεῖξαι gASPn
*ἀποφήνας· εἰπών APn
ἀποφθαναῖνον· [ἀποθνήσκοντα]
*ἀποφθάρηθί μου· ἀπαλλάγηθί μου AS [μάντευμα]
ἀπόφθεγμα· σύντομος λόγος, {μάντευμα}
ἀποφθείσθω· ἀποθανέτω (Ζ 429)
ἀποφθίμην· ἀπολοίμην. ἀποθάνοιμι (κ 51)
*ἀποφθίμενον· ἀποθανόντα (Γ 322) n(AS)
†ἀποφθαράξασθαι· τὸ τοῖς μυκτῆρσιν εἰς τὸ ἔξω ἦχον προέσθαι
ἀποφλάσαι· ῥογχάσαι A Κρῆτες, καὶ Σάμιοι
ἀποφλαυρίζεσθαι· ἐξευτελίζεσθαι
ἀποφλύειν· ἀπερεύγεσθαι
*ἀποφοιτᾶν· ἀποπηδᾶν gAS
*ἀποφοίτησις· χωρισμός. ἀναχώρησις (vgA)
ἀποφορα· *ὀσμή Pp ἢ δένδρα μὴ φέροντα καρπόν
ἀποφόρος· ἀσθενέστερος
*ἀποφορτίσασθαι· τὸ βάρος ῥῖψαι vgA
ἀποφράδας· κακάς. παρατηρησίμους
ἀποφράδες· ἡμέραι ἑπτὰ οὕτως ὀνομαζόμεναι, ἐν αἷς ἐναγίζουσι
τοῖς νεκροῖς. Μεταφέρουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τοὺς πονηρούς
(Eupol. fr. 309) *Ἢ ἀπαγορευόμεναι vgAS πρὸς τὰς πράξεις A
ἀποφύλιοι· ξένοι, οἱ μὴ ἔχοντες φυλήν. Αἰσχύλος ... σατυρικῷ
(fr. 287)
ἀποφῦναι· διαστῆναι
ἀποφυσήσασα· ἐκρύψασα
ἀποφύσιας· ἐκφυσήσεις. ἐξοχάς
ἀποφώλια· †ἀποφίλια (ε 182)
†ἀποφώλιος· μάταιος. [ἀδόκιμος s εὐτελής. ἢ [ἀπαίδευτος (θ 177) p
(*)ἀπὸ φῶρας· κλέπτας (Greg. Naz. c. 2,1,1,390)
*ἀποχασθῇ· ἀποθάνῃ AS [ἀποχή]
*ἀπόχασον· ἀποχώρησον AS
ἀποχή· {πλήρωσις} ps
ἀπόχρη· [ἐξαρκεῖ]
ἀποχειρόβιοι· οἱ ἁλιεῖς. καὶ χειρώνακτες, καὶ ἐγχειρογάστορες,
οἱ τεχνῖται
†ἄποχον· ἀπότεχνον. οἱ δὲ ἄγροικον. οἱ δὲ μάταιον
ἀποχλωρίας· οὗ ἀπὸ αἰσχύνης ἢ μανίας ἡ χρόα τῆς ὄψεως
ἀλλάσσεται
ἀποχραίνειν· τὸ ἀπολειφθὲν τῶν χρωμάτων παρὰ τοῖς ζωγρά-
φοις ... (Plat. leg. 6,769 a)
ἀποχρέμματος· ἀποπτύσματος
*ἀπόχρη· ἐξαρκεῖ gAPn
ἀποχρησαμένοις· ἀποσεισαμένοις
ἀποχριμφθέντα· ἀποχωρισθέντα
*ἀποχρῶν· πεπληρωμένος ASn πρὸς τὰς πράξεις
ἀπόχρωμος· ἀκάλυπτος. ἀπροφάσιστος
*ἀποχρώντως· ἀρκούντως, αὐτάρκως, ἱκανῶς vgA
ἀποχρῶσιν· ἐξαρκοῦσιν
ἀποχοιριάζειν· ἀποσοβεῖν, ὡς χοῖρον ἐξελαύνειν
ἀποψάλλειν τὰς τρίχας· τίλλειν. ἀπὸ μεταφορᾶς τῶν
χορδῶν
ἀπόψηστρον· τὸ ἀπόμακτρον τοῦ μετρουμένου σίτου
ἀπόψυγμα· ἀφόδευμα, κόπρος
*ἀποψύχειν· ἀποπατεῖν ASn ἀποπνευματίζεσθαι (AS) ἀφο-
δεύειν
ἄππας· ὁ τροφεύς
†ἄππιλος· ἀσπάργαντος
ἀππαλλάζειν· [ἐκκλησιάζειν. Ἴωνες]
†ἄππιρ· ὕσπληξ. Λάκωνες
ἀπραγμοσύνη· ἀργία. ἢ φυτὸν ἐν Ἀκαδημίᾳ (Ar. Nub. 1007)
ἄπρηκτα· ἀνωφέλητα
ἄπρατα· μὴ πιπρασκόμενα
*ἄπρηκτον· ἄπρακτον (Β 121) AS(n)
ἀπρήκτως· ἀπράκτως
ἄπρητον· ἀφλόγιστον
*ἀπριάτην· ἄνευ πράσεως (Α 99) gASn
ἀπρίξ· προσπεφυκότως. *ἰσχυρῶς. σφοδρῶς A ὃ οὐχ οἷόν τε
πρῖσαι, διὰ τὴν σύμφυσιν
*ἀπροϊδῆ· ἀφανῆ (Greg. Naz. 2,1,1,58)
*ἀπρόϊτος· ἀνέξοδος (Ioh. Chrys. sac. 6,12) AS
ἀπρονόμευτος· οὐ προνομευθείς. {προνομὴ} ἡ ἐπὶ τῆς χώρας
ἁρπαγή
ἀπρόοπτος· ἀπροόρατος
*ἀπροόπτως· ἀπροοράτως q. vgn λαθραίως vgn
ἄπροπον· [ἄτροπον]. ἀπρεπές {εἰδεχθές, μοχθηρὸν ἰδεῖν}
*ἀπρόσβλητον· γενναῖον (Cyr. hom. Pasch. 25 p. 301) vgAS
*ἀπροσδεής· ὁ μηδενὸς χρείαν ἔχων (2. Macc. 14,35) vgAS
*ἀπροσδιορίστως· ἀορίστως. μὴ πρός τι διωρισμένον gAS
ἀπρόσειλος· ᾧ οὐδεὶς προσειλεῖται, ἀλλ' εὐθέως πίπτει. ἢ
ἀκαυμάτιστος, ἀπὸ τῆς {εἴλης}. Εὐριπίδης Ἀλόπῃ (fr. 845)
*ἀπροσεξία· ῥᾳθυμία παρὰ τὸ μὴ προσέχειν τινὰ ἑαυτῷ ἢ τοῖς
πρακτέοις vgAS
*ἃ προσήκει· ἃ δεῖ vgAS
*ἀπρόσιτος· ἀπροσπέλαστος. ἀπάνθρωπος. ἀχώρητος AS
ἀπροσέγγιστος (1 Tim. 6,16)S(n) [εἰδεχθές, μοχθηρὸν ἰδεῖν]
ἀπρόσκλητος δίκη· ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλητόρων
κατὰ τὸν νόμον. καὶ διὰ τοῦτο οὐκ ἦν εἰσαγώγιμος
*ἀπροσκοπεῖν· μὴ προορᾶν AS
*ἀπρόσκοπον· ἀσκανδάλιστον (Act. ap. 24,16) vgASn
ἀπρόσοιστος· ἀνυπομόνητος (Aesch. Pers. 91)
*ἀπροσπέλαστος· ἀπροσέγγιστος vgA (P)
ἀπροσπλήστῳ· ᾧ οὐκ ἄν τις προσπελάσειεν
*ἀπροσπταίστῳ· ἀσκανδαλίστῳ AS
ἀπροστασίου δίκη· κατὰ τῶν προστάτην μὴ ἐπιγραψαμένων
μετοίκων
*ἀπροστάτευτος· μὴ ἔχων προστασίαν τινός vgAS
ἀπροτίμαστος· ἀπρόσθικτος, ἄψαυστος. {Μάσασθαι} γὰρ τὸ
ἅψασθαι (Τ 263) [ἀπρόσβατον]
*ἀπροτίμαστον· ἀπροσδόκητον AS
*ἀπρόσφορον· ἀνάρμοστον n
ἀπρόσωπος· οὐκ εὐπρόσωπος. καὶ ὁ προσωπείῳ μὴ χρώμενος,
ἢ λανθάνων
ἀπροτιόπιστος· ἀπρονόητος
ἀπροτίοπτοι· ἀόρατοι
ἁπτά· φάρμακα
†ἀπταυτίτας· τοῦτο ἐν συνηθείᾳ λέγεται. σημαίνει δὲ {ἀπτὰν}
πένητα, {τιτὰν} δὲ παιδεράστην
†ἀπτάν· ἀναχωρήσιον
ἀπταρύσσεται· πέτεται
Ἀπταρεύς· ὁ ἀπὸ Κρήτης· {Ἄπταρα} γὰρ πόλις Κρήτης
ἄπτερα· ἰσόπτερα. ταχέα. ἡδέα
ἄπτερος· αἰφνίδιος· παρὰ Ὁμήρῳ ὁ προσηνὴς ἢ ταχύς (ρ 57)
Αἰσχύλος Ἀγαμέμνονι (276) [αἰφνίδιον]
ἀπτέρωτα· ταχέα. αἰφνίδια
ἀπτίλους· λείας
ἅπτεσθαι· ψαύεσθαι
ἀπταίστως· ἀκαταγνώστως
ἅπτει· συνάπτει
ἀπτῆσι· μηδέπω πετομένοις (Ι 323) AS
*ἀπτίστων· ἀκόπων AS
*ἁπτόν· ψηλαφητόν vgAS
ἀπτοεπές· ἀπτόητον τοῖς ἔπεσιν. οὐ σκάζων. ἢ κακολόγε, ἢ
ἀνόητε (Θ 209)
*ἀπτόλεμος· πολέμου ἄπειρος (Β 201) AS
ἅπτομαι· ψαύω, ψηλαφῶ
†ἄπτορος· ἰσόπτερος (Aesch. Ag. 276)
*ἁπτῷ· ψηλαφητῷ Sn
*ἄπτωτον· τὸ μὴ πῖπτον, ἀλλ' ἑστός AS
ἄπυγοι· οἱ λεῖοι τὰς πυγάς. ἐσκώπτοντο δὲ ἐπιεικῶς Ἀθηναῖοι
εἰς αἰσχρότητα
ἀπυθύσσομεν· ἐξιλασκόμεθα. ἢ ἀποπνεύσομεν
ἄπυθεν· ἄποθεν
†ἀπυθυμίω· ἀποφαίνω. Κρῆτες
ἀπυνδάκωτος· ἀπύθμενος. Σοφοκλῆς Τριπτολέμῳ (fr. 554). ἐν
δὲ Ἰφιγενείᾳ (fr. 290) {πύνδακα} τοῦ ξίφους τὴν λαβὴν ἔφη
†ἀπυξῖνος· ἀπὸ νευρᾶς. Τιμοκλῆς (fr. 39)
†ἀπυλλέτω· αἰνείσθω
ἄπυρα σκεύη· τὰ {μὴ} παρέχοντα χρῆσιν ἐν πυρί
ἀπύρου· ἀθύτου. Σοφοκλῆς Μυσοῖς (fr. 384)
*ἀπύρους {νέκυας}· καινοὺς νεκρούς A
ἀπύρους τρίποδας· τοὺς ἀναθηματικούς, καινούς, καὶ οὐδέ-
ποτε πεπυρωμένους, ἀλλ' ἕνεκα κόσμου ἀνακειμένους. ἐξ ἐναν-
τίου δὲ {ἐμπυριβήτας}, ἐν οἷς θερμαίνουσιν ὕδωρ (Ι 122)
ἄπυργος· ἀτείχιστος. Εὐριπίδης Τημένῳ (fr. 749)
ἄπυρος· ἄκαυστος νεκρός. καινός
ἀπύρωτον· καινήν S ἢ ἀναθηματικήν (Ψ 270)
†ἀπύτησιν· ἀπότησιν
†ἄπυστος· ἀνήκουστος (T. g) περὶ οὗ μηδεὶς πέπυσται (α 242)
†ἀπυστρόπεον· ἀπέστρεφον
ἀπφία· ἀδελφῆς ἢ ἀδελφοῦ {ὑποκόρισμα}
†ἀποδέον· δυσῶδες
ἀπφῶ· πατρός. ἢ διπλασία χάρις (4. Regn. 2,14)
ἀπφύς· ὁ πατήρ. [ἢ πνεύματος ἁγίου διττὴ ἐνέργεια (4. Regn.
2,9)]
*ἄποθεν· μακρόθεν gSn
*ἀπῴκισεν· ἠχμαλώτευσεν (Eur. Hipp. 629?) AS
*ἀπῴκισται· ἐμακρύνθη (1. Regn. 4,22) A
ἀπώλλυον· ἀνῄρουν
ἀπωμοσία· ὅταν τις κρινόμενος σκήπτηται μὴ εὐσχολεῖν πρὸς
τοὺς δικαστάς, ἀνθυπομνύῃ δὲ ὁ ἀντίδικος. καὶ περὶ αὐτοῦ τού-
του προδικάζονται
ἀπώμοτον· *φευκτέον gSn ἢ ὅπερ ἄν τις ἀπομόσειεν
*ἀπών· μακρὰν ὤν AS
*ἀπόνασθαι· κατατρυφᾶν. ἀπολαῦσαι vgAS
*ἀπονηθήσεται· πεπράσεται (g)
*ἀπώρυγας· ὑδρηγούς (Ezech. 17,6) AS
ἀπώσατο· μακρὰν ἔῤῥιψεν (ν 276? Ps. 77,60?)
*ἀπώσθησαν· ἀπεῤῥίφησαν (Ps. 87,6) AS
*ἀπῶσμαι· ὤθησα (Am. 5,21) AS
*ἀπωστός· φυγάς S
*ἀπῶσμαι· ἀπεῤῥίφην (Ion. 2,5 ..) vgASn
*ἀπωτάτω· μακράν A
*ἀπωτέρω· πόῤῥω gASn
ἄρ [μεγάλως· ὅθεν καὶ ὁ {ἀρίζηλος} ὁ μεγάλως ζηλωτός. καὶ]
σύνδεσμος ἰσοδύναμος τῷ δή
*ἀρά· κατάρα (Prov. 12,23 ..) An(sΣ)
ἀρά· εὐχή. *κατάρα A βλάβη. καὶ σύνδεσμος *[{ἄρα}· λοιπόν s
τάχα. δῆτα. δή
Ἀραβία· τόπος Συρίας. καὶ [κόσμος γυναικεῖος P
ἀράβησεν· ἐψόφησεν, *ἤχησεν (Δ 504 ..) AS
Ἀραβίδες· αἱ μετὰ κονιορτοῦ πνοαί
Ἀραβικὴ πνοή· ἡ τυφωνική
Ἀράβιος ἄγγελος· (Men. fr. 32) παροιμία, παρὰ τὸ [{Ἀρά-
βιος αὐλητὴς} q παραλαμβανομένη, [ἐπὶ τῶν ἀπαύστως
διαλεγομένων q μετῆκται δὲ ἀπὸ τοῦ Ἀραβίου αὐλητοῦ, ὃς
"ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων" (com. ad. fr. 268)
*ἄραβος· ψόφος, θόρυβος (Κ 375) ASPp
ἀραβύλας· ὑποδήματος εἴδη φορτικὰ καὶ βαρβαρικά
ἀράβῳ· ψόφῳ [†ἐγχύρω μνήστρα]
†ἀράγειν· σπαράσσειν
ἀραγμός· ψόφος (Eur. fr. 631?)
ἀραδῇ· θορυβήσῃ, ταράξῃ S
ἀραδῆται· κεκόνιται. συγκέχυται
ἄραδος· ἡ ἀπὸ τῶν γυμνασίων τῆς καρδίας κίνησις. καὶ πόλις
ἀράδους· [βλαβεράς. λεπτάς]
*ἀράζουσιν· ἐρεθίζουσιν AS(p)
†ἀραιή· ἁρμοστὸν ποιήσῃ (Π 212)
ἀραιήν· ἀσθενῆ (Ε 425)
ἀραιῇσι· λεπταῖς Sn καὶ μακραῖς (Π 161)
*ἀράμενοι· ἐπάραντες vgAS
ἄραντες· ἀπενεγκάμενοι
ἀραιὴ γαστήρ· τὰ λεπτὰ ἔντερα
†ἀραιητόν· στρεπτόν
*ἀράξαι· συντρῖψαι (S) n
ἀραίας· βλαβεράς. Σοφοκλῆς Ἀλκμέωνι (fr. 106)
ἀραῖον· κατάρατον. ἢ Ὁ πρόσθεν ἐλθὼν ἦν ἀραῖός μοι νέκυς.
οἷον ἀρὰν προσετρίβετο καὶ κατευχήν. Σοφοκλῆς Πολυΐδῳ
(fr. 367)
Ἀραιθυρέη· ὄνομα πόλεως (Β 571)
ἀραιαί· ἐπὶ μὲν τοῦ ἀσθενοῦς· "ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί"
(Σ 411), ἐπὶ δὲ τοῦ λεπτοῦ καὶ στενοῦ· "ἀραιὴ δ' εἴσοδός [δέ]
ἐστιν" (κ 90)
ἀραιότερος· βραδύτερος
ἄραιτο· ἀπενέγκαιτο. λάβοι (Eur. Or. 3)
ἄρακιν· φιάλην, καὶ {ἀράκτην}
ἄρακοι· ὄσπριόν τι. τὸ δὲ αὐτὸ καὶ {λάθυρον
ἄρακος· ἱέραξ. Τυῤῥηνοί
ἀρακτῆρα· ἀμελκτῆρα
ἄραμα· βόρβορος
ἀράμεν· μένειν
ἀράμεναι· ἡσυχάζειν
ἀράμενοι· τὰ ἀπόχυτα ὕδατα
ἀράντισιν· ἐρινύσι. Μακεδόνες
ἀρανίς· ἔλαφος
ἀρᾶραι· ἁρμόσαι. πλέξαι
ἄρασιν· ἀράχνην
[ἄραρισεεν ορκος]
ἄραρεν· ἡρμόσθησαν (Eur. Or. 1571) *ἢ παγίως δέδοκται gASn
ἢ κέκριται (Eur. Or. 1330 ..) vgASn
ἀράραχνος· τὸ αὐτό
ἀραρινοί· ὅσα παρασφηνοῦται λιθάρια εἰς τὰς ῥαγάδας
ἀράρισκε· περιάρμοζεν (ξ 23)
ἄραμος· ἐρωδιός
ἀράμ· μετέωρος
*ἀραρός· πάγιον. βέβαιον ASn [κατάρατον]
*ἀραρότως· ἁρμοδίως προσηρμοσμένως n ἁρμοζόντως vgASn
ἀσφαλῶς gASb ὅθεν καὶ τὸ {ἄραρεν} παγίως δέδοκται AS
*ἀραρυῖαν· ἡρμοσμένην (ζ 70 ..) gAS
*ἀραρυίας· ἡρμοσμένας (Γ 331) Sn
ἀρασάμεναι· [ἀλειψάμεναι, ποιοῦσαι]
ἀρὰς ἐπισπεῖραι· ἔθος Κυπρίων σπειρόντων κριθὰς μεθ' ἁλὸς
καταρᾶσθαί τισιν
ἀρασύνη· πύελος
Ἀρᾶς ἱερόν· ἱερὸν Ἀρᾶς Ἀθήνησιν. Ἀριστοφάνης Ὥραις (fr.
575), ἔνιοι δὲ τὴν βλάβην λέγειν αὐτὸν ἐνόμισαν
†ἄρας μῶσαι· δῆσαι
ἀράσσει· συντρίβει. τύπτει. †ἀμέλγει
*ἀρᾶται· [{καταρᾶται AS]
*ἄρασθαι· ἀπενέγκασθαι,} ἑλεῖν, λαβεῖν A
*ἀρασσόμενα· προσρηγνύμενα vgAS πλησσόμενα. θορυβού-
μενα S(A)
ἀρασχάδες· τὰ περυσινὰ κλήματα S
*ἀρᾶται· καταρᾶται (1 Regn. 14,24) ASP εὔχεται (Ι 240) nS
*ἀράττων· κρούων ASPn
†ἀράνη· μεσάγκυλον
†ἀρατειχεύειν· καταρᾶσθαι. οἱ δὲ στρατεύεσθαι
Ἀραύκηλις· ἡ νῦν Αἴγυπτος
ἀραχθείς· διωχθείς S
ἀραχνία· ἀράχνη. Ἀττικοί
ἀράχνηκες· ἀράχναι
ἀράχνου· ἀπ' εὐθείας ὁ ἀράχνης. Αἰσχύλος Λαΐῳ (fr. 121)
*ἀραχνοϋφεῖς· ὡς ὑπὸ ἀράχνης ὑφασμένας AS
ἀράχνους· εἶδος ὀσπρίου
*ἀράων· τῶν εὐχῶν (Ο 378) ASn [ἢ ἱερέων]
†ἀρβάκις· ὀλιγάκις
ἀρβάλη· τήγανον ὀστράκινον. Ταραντῖνοι
ἀρβίννη· κρέας. Σικελοί
†ἀρβόν· διεστός. ἀραιόν. ἐλαφρόν
ἀρβύλης· τοῦ ὑποδήματος (Eur. Or. 140)
ἀρβύλαι· εἶδος ὑποδημάτων S
ἀρβυλίδα· λήκυθον. Λάκωνες
ἀργάδες· εἶδος φυτοῦ ἢ ἀργαὶ γυναῖκες S
ἀργαίνειν· λευκαίνειν. Εὐριπίδης Ἀλκμέωνι διὰ Ψωφῖδος (fr. 73)
ἀργαίνουσα· λευκαίνουσα [φοιτῶσα]
ἀργαλαίῳ· [ἀργῷ]
*ἀργαλεώτατοι· δεινότατοι ASn
*ἀργαλέους· χαλεπούς, δεινούς (Ξ 87) (SP)
*ἀργαλέη· χαλεπή, δεινή (Μ 63) A
*ἀργαλεωτέροις· δεινοτέροις vg χαλεπωτέροις (vgA) S
Ἄργεϊ παντί· [διόλου λευκή]
ἀργᾶς· ὄφις (Achae. fr. 1) καὶ ποιητὴς μοχθηρὸς ... {ἀργᾶν}
ἐκάλουν. καὶ Δημοσθένης ὑπὸ Αἰσχίνου (2,99) {Ἀργᾶς} ὀνο-
μάζεται. οἱ δὲ ὄνομα τυράννου
ἀργεῖαι· ὑποδήματα πολυτελῆ γυναικεῖα (Eupol. fr. 266)
Ἀργεία φορά· ὡς φιλοδίκους καὶ συκοφάντας Ἀργείους κωμῳ-
δοῦσιν
Ἀργεῖος· κυβευτικοῦ βόλου ὄνομα (Eubul. fr. 57,3)
Ἀργείη· Πελοποννησία (δ 184 ..) λευκὴν δὲ †Ἡσίοδος
ἀργινόεντα· λευκόν. λευκόγειον. ἀργιλλώδη (Β 647)
Ἀργεῖοι· οἱ Ἕλληνες. καὶ ἐκ τῶν εἱλώτων οἱ πιστευόμενοι
οὕτως ἐλέγοντο. ἢ λαμπροί
Ἀργείους ὁρῶ· παροιμιῶδες (Alex. fr. 153)
Ἄργεισα· πόλις Θεσσαλίας (Β 738 v. l.?)
*Ἀργειφόντης· ὁ Ἑρμῆς {ὁ} ἀργὸς φόνου (ε 43 ..) A
Ἀργείων· Ἑλλήνων (Α 79 ..)
Ἀργείωνας· τοὺς Ἀργείους
ἀργέμων· τῶν ἐν τοῖς ὀφθαλμοῖς λευκωμάτων. οἱ δὲ ὀφθαλμῶν.
Σοφοκλῆς ἐπὶ Ταινάρῳ σατυρικῷ (fr. 212)
ἄργεμα· τὰ ἐπὶ τῶν ὀφθαλμῶν λευκώματα (p)
ἀργεμώνη· εἶδος βοτάνης
ἀργεννάων· λευκῶν AS ἢ λαμπρῶν (Γ 198)
ἀργεννῆισι· [λαμπραῖς, λευκαῖς]
*ἀργεννῇσι· λευκαῖς AS λαμπραῖς (Γ 141) S
*ἀργῆτι· λαμπρῷ (Γ 419) AS
ἀργεννῶν· λευκῶν. λαμπρῶν (Σ 529)
ἀργεσταί· οἱ ἐτησίαι
ἀργεστᾶο νότοιο· τοῦ λεγομένου λευκονότου τινές, [δὲ] οὐ
καλῶς· Ὅμηρος γὰρ τέσσαρας οἶδεν ἀνέμους, ἔστιν οὖν ταχέος
(Λ 306)
ἄργετος· ἡ ἄρκευθος. Κρῆτες
ἀργέτι δημῷ· λευκῇ πιμελῇ (Λ 818)
Ἀργειφόντης· καθαροφόντης, λευκοφόντης. ἢ ἐν Ἄργει πρῶτον
πεφηνώς. ἢ καταργῶν τοὺς φόνους. ἢ ταχέως καὶ τρανῶς ἀπο-
φαινόμενος. ἀμφότερα δ' ἂν εἴη περὶ τὸν θεὸν ταῦτα· διὰ τὴν
εὐπορίαν τῶν ὀνομάτων τὸ ταχέως, διὰ δὲ τὴν θειότητα τὸ
σαφῶς ἑρμηνεύειν. Ἑρμῆς γοῦν ὠνομάσθη διὰ τὸ εἴρεμός τις
εἶναι, ὅτι εἴρειν ἐμήσατο (Plat. Crat. 408b) ὅπερ ἐστὶν λέγειν.
ὁ γὰρ Ἑρμῆς λόγος ἐστί
*ἀργή· στεῖρα AS
ἀργῆτα· λευκόν λαμπρόν "ἀργῆτα κεραυνόν" (Θ 133) *τὸν
λαμπρὸν AP ἢ ταχὺν S
Ἀργῆν ἔπεφνε· ὄφιν. ἔστι δὲ ἐπίθετον δράκοντος (trag. ad.
fr. 199)
ἀργίλλη ψιλή· γῆ βλαστάνουσά τι
†ἀργοιβίαντον· Βοιωτίας
Ἀργίλια· δῆμος τῆς Ἀττικῆς
ἄργιλος· ἡ σμηκτρὶς γῆ, ἢ λευκόγειος
ἀργίλοφοι· λαπάραι κωδίων. οἱ δὲ πρωκτόν. καὶ μηλωταί
ἀργιμήτας ταῦρος· ταχύμητις. ἢ λευκὸς παραγώγως. λέγεται
δὲ ἐπὶ τοῦ διακομίσαντος τὴν Εὐρώπην (Phryn. trag. fr. 16)
*ἀργιόδοντος· λευκοὺς ὀδόντας ἔχοντος (Κ 264) (A) S
ἀργός· λευκός. ταχύς (β 11 ..)
ἀργιόπους· ἀετός. Μακεδόνες
ἄργιστα· [ἐκ τῶν στεμμάτων [μέρη ὡς] διαπεπλεγμένον δίκτυον]
ἀργιάφης· [ὁ ἀπηρτισμένος τῷ λόγῳ]
ἀργιφόντῃ· καθαροφόνῳ (Β 103 v. l.)
ἄργματα· ἀπαρχάς (ξ 446)
*ἀργόν· ἀργύρεον AS ταχύ s λευκόν
ἀργός· μιλός. βραδύς
*Ἄργος· Πελοπόννησος (Β 108 ..) AS
*ἀργούς· ταχεῖς (S) λευκούς (Α 50) (AS)
*ἀργυραμοιβοί· κολλυβισταί. τραπεζῖται ASP
ἀργυράσπιδες· τάγμα τι στρατιωτικὸν ὑπὸ Ἀλεξάνδρου
ἀργύρεαι λόγχαι· οἱ μισθοφόροι
ἀργυρέα λιμός· ἀργυρίου σπάνις
ἀργυρέα ὕνις ἢ ἀργυρέα αὖλαξ· παρὰ Θουκυδίδῃ (2,16,2)
ἀργυρέοιο· τοῦ λαμπροῦ. καὶ καλλίστου (Α 49 ..)
ἀργύρεον· λαμπρὸν καὶ καθαρόν. ἀργῶς καὶ καθαρῶς ὑφασμένον
ἀργυρηλάτης· ἀργυροκόπος
ἀργύριος· εἶδος βοτάνης
ἀργυρίτης· ὁ ἐν ἀργυρίῳ τὴν οὐσίαν ἔχων καὶ ἡ ἐκ τῶν ἐναργύ-
ρων μετάλλων γῆ | [ἀγύρινον γραμματεῖον, ὃ καὶ Βοιωτικὸν καὶ κοῖλον λέγεται]
ἀργυρῖτις· λιθάργυρος
*ἀργυρογνώμονες· τραπεζῖται, δοκιμασταί (g) AS
*ἀργυρόηλον· τὸ ἀργυροῦς ἥλους ἔχον (Β 45 ..) S
ἀργυροθήκη· τὸ ἀργυρικὸν γραμματεῖον (Antiph. fr. 157) {ὃ
καὶ Βοιωτικὸν καὶ †κοιλον λέγεται}
ἀργυροκοπιστήρ· τραπεζίτης. ἢ ὁ τὰ ἀργυρεῖα ἐργαζόμενος
(Cratin. fr. 226)
*ἀργυροδίνην· λευκὰ ῥεύματα ἔχουσαν (Φ 8?) κρήνην AS
*ἀργυρολόγος· τελώνης AS
ἀργυρόπεζα· λευκόπους. g {Πέζα} γὰρ ὁ πούς. καὶ καλλίπους
(Α 538 ..)
ἄργυρος· ὁ στατήρ. ἦσαν δὲ ὀβολοὶ .. ἀσημίου
*ἀργυρότοξος· καλλίτοξος (η 64 ..) AS
ἀργύρου κόπις· ἀργυρολόγος. ἐκ τοῦ παρεπομένου
*ἀργυρώνητος· οἰκέτης AS ἀργυρίου ἀγορασθείς (Eur. Alc.
676) vgAS
*ἀργυφέη· λαμπρά S λευκή AS
*ἀργύφεον· λαμπρόν. λευκόν (Σ 50) (vg)AS
ἀργυφέοισι· λαμπροῖς. καθαροῖς
ἀργώ· εἶδος φυτοῦ, ἀφ' οὗ ἡ Ἀργὼ ναῦς
ἄρδα· μολυσμός (Pherecrat. fr. 53) (S)
ἀρδάλια· τοὺς πυθμένας τῶν κεραμίδων, οὓς ἔνιοι {γοργύρας}
καλοῦσιν
Ἀρδαλίδες· αἱ Μοῦσαι
ἄρδαλος· μόλυσμα
ἀρδάλους· εἰκαίους
ἀρδαλωμένους· ταρασσομένους
ἀρδάνια· αἱ τῶν κεραμίων γάστραι, ἐν αἷς τὰ βοσκήματα
ἐπότιζον, ἃ Δωριεῖς κύμβαλα καλοῦσι. ταῦτα δὲ πρὸ τῆς
αὐλείου θύρας ἐτίθεσαν ὕδατος πλήρη [ἵνα] ὁπότε τις τελευτή-
σειεν, [οἱ] πρὸς ἀφαγνισμὸν {ἵνα οἱ} ἐξιόντες περιῤῥαίνωνται
*ἀρδεία· ποτισμός vg
*ἀρδείας· ποτισμούς ASn
ἄρδεται· [πίμπλαται]
*ἀρδεύει· ποτίζει SPn
*ἀρδεύσαντες· ποτίσαντες vgASn
ἄρδην· φοράδην. *ἢ σφόδρα g ἢ παντελῶς n ἢ ἀθρόως vgASP
ἢ ἐξ ὁλοκλήρου (Eur. Hec. 887 ..) SP
Ἀρδήττους· τοὺς ῥᾳδίως ἐπὶ τοὺς ὅρκους ἰόντας {Ἀρδήττους}
ἐκάλουν. τόπος περὶ τὸν Ἰλισσόν, ἐγγὺς τοῦ Παναθηναϊκοῦ
σταδίου, ἐν ᾧ τοὺς ὅρκους ἐποιοῦντο
ἄρδιας· τὰ ἐκ χειρὸς ὅπλα (Hdt. 4,81,4) S
ἀρδικός· φαρέτρα (Hdt. 1,215,1) S
ἄρδις· ἀκίς. Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (879)
*ἀρδμός· ποτισμός vgAS ἐν ποταμῷ (Σ 521)
ἄρδοι· ἀρδεύοι. ποτίζοι (Eur. Suppl. 207)
*ἄρδων· ποτίζων gn
(*)ἀρειάς· ἀπειλάς
Ἀρείας· [πώλους Περσικάς. {Ἄρειοι} γὰρ ἔθνος Περσικόν]
Ἀρέθουσα· κρήνη ἐν Ἰθάκῃ, καὶ ἐν Σικελίᾳ, T. n ἐν ᾗ ὁ ἐν τῇ
Ἤλιδι ῥέων ποταμὸς Ἀλφειὸς ἀργύριον κο{μίζειν} νενόμισται
*ἀρειή· ἀπειλή (Ρ 431) ASPn βλάβη S
ἀρειθύσανοι· Ἡνίοχοι (Aesch. fr. 203)
*ἄρειον· βέλτιον (vg) AS κάλλιον. [κρεῖσσον (Τ 56) S
*ἀρείονα· βελτίονα (υ 133) g
*ἀρείοσι· βελτίοσιν (Α 260) n
Ἄρειος πάγος· ἐν Ἀθήναις δικαστήριον ἐν τῇ ἀκροπόλει
†ἀρειούζει· αὐξήσει
†ἀργυῖτας· τὴν λαμίαν. Φρύγες
Ἀρειμάνης· ὁ Ἅιδης, παρὰ Πέρσαις
ἀρείφατον λῆμα· ἰσχυρόν, ἀντὶ {τοῦ} Ἄρει ἐοικός. Αἰσχύλος
Νεανίσκοις (fr. 147)
*ἀρείων· βελτίων (Β 707) vgAS
ἀρενοβοσκός· [προβατοβοσκός]
*ἄρεκτον· ἄπρακτον, ἀτελείωτον (Τ 150) AS
*Ἀρεοπαγίτης· ὁ δικάζων. καὶ σιωπῶν δι' ὅλου κατὰ ἀνάγκην
gASPn
*ἆρ' οὖν· ἆρα οὖν Sw
*ἀῤῥενωπός· φοβερός vgAS
ἀρεσάμεναι· φιλοφρονήσασαι, ἀρεστὸν ποιήσασαι
*ἀρέσασθαι· ἱλάσασθαι. ἀρεστὸν ποιῆσαι AS
ἀρέσσατο· ηὔφρανεν
ἀρεσάσθω· εὐάρεστον καταστησάτω (Τ 179)
ἀρέσθαι· λαβεῖν. ἆραι (Η 203)
*ἄρ' ἔσθορεν· ἐπήδησεν (Μ 462) AS
ἄρεσκος· ὁ προσηνής. καὶ ἡ διδομένη ῥάβδος {τοῖς πορνο-
βοσκοῖς παρὰ} τοῖς κωμικοῖς
ἀρεσκεύεσθαι· φιλοφρονεῖσθαι
*ἀρεσσόμεθα· ἐξιλασόμεθα (Δ 362) AS
ἀρεστήριον· ἱερεῖον, καὶ θῦμα
ἀρεστήρ· πέμμα πρὸς θυσίαν
ἀρεσίπονον· σύμμετρον. ἀρέσκον
*ἀρετῶσα· ἡ ὑπερέχουσα τὰς ἄλλας, καὶ βελτίων τῶν ἄλλων P
ἄρεσχαι· κλήματα. βότρυες
ἀρετᾷ· ἐν ἀρετῇ ἐστιν "οὐκ ἀρετᾷ κακὰ ἔργα" (θ329) τουτέστιν
οὐκ ἀπολήγει εἰς ἀρετήν. ἀνεγνώσθη δὲ περισπωμένως
ἀρετή· ἡ τῶν καλῶν νομιζομένων ἐμπειρία
ἀρετή· θεία δύναμις (2. Petr. 1,3 ..) vgASPn διάθεσις ἀγαθή.
ἢ τὸν ἐνάρετον βίον
†ἀρέτησαν· ἥρμοσαν
ἀρετῶσιν· ἀρεταίνωσιν, εὐδαιμονῶσιν, ἐν ἀρετῇ ὦσιν (τ114)
Ἄρῃ· [λήψῃ] πολέμῳ (Β 385)
ἄρῃ· λήμψῃ. οἴσῃ. Σοφοκλῆς Αἴαντι μαστιγοφόρῳ (129)
ἀρή· εὐχή "ἀράων ἀΐων" (Ο 378) καὶ βλάβη ἡ ἐν τῷ Ἄρει,
τουτέστιν ἐν πολέμῳ (Σ 100) ἀπειλή. εὐχή. κατάρα
*ἀρήγει· βοηθεῖ (Ο 42) vgASn
ἀρήγων· βοηθῶν (Ε 507) (PS)
ἀρηγομέναις· βοηθουμέναις
*ἀρηγόνες· βοηθοῦντες (Δ 7) gASn
ἀρηϊθόων· πολεμιστῶν, ἐν τῷ Ἄρει θεόντων (Θ 298)
*ἀρηϊθόων· τῶν ἐν τῷ πολέμῳ εὐκινήτων S
*ἀρήϊα· πολεμιστήρια (Ζ 340) S
*ἀρήϊος· ἀλλαχοῦ θρασύς, ἀγαθός AS πολεμικός ASP
*ἀρηΐφατοι· ἐν πολέμῳ πεφονευμένοι (λ 41) (A)
ἀρηΐφιλος· ὑπὸ τοῦ Ἄρεος φιλούμενος, ἢ ὁ φιλῶν τὸν Ἄρεα.
δι' ἀμφοτέρων δὲ ὁ πολεμικὸς δηλοῦται (Γ 21 ..)
ἀρημένος· βεβλαμμένος (Σ 435) S εὐχόμενος (τ 367) ASPb
Ἀρήνη· ὄνομα πόλεως (Β 591)
*ἀρήξειν· βοηθήσειν (Α 77)
*ἀρῆξαι· βοηθῆσαι ἐν πολέμῳ. ἀπὸ τοῦ Ἄρεος (Α 408)
*α ῥηξήνορα· τὸν τὴν ἀνδρείαν {διαφθείραντα} (Η 228) A
ἀρηνοβοσκός· προβατοβοσκός. Σοφοκλῆς Τυροῖ β# (fr. 594)
γράφεται δὲ {ἐῤῥηνοβοσκός}, διά τε τοῦ ε καὶ τῶν δύο ῥῶ
ἀρήρει· ἥρμοζεν (Γ 338)
*[ἄρῃος· θρασύς. ἀγαθός. πολεμικός S]
ἀρήρασθαι· [εὔξασθαι]
ἀρηρομένη· [ἀρουριομένη] ἀροτριωμένη (Σ 548) ASn
*ἄρηρεν· ἰσχυρῶς ἥρμοσται (γ 248)
*ἀρηρός· ἰσχυρῶς ASP ἡρμοσμένον (Λ 31) S
*ἀρηρότα· ἡρμοσμένα (η 45) P(n) (AS)
ἀρηρυμένου· ἀπηντλημένου
*ἀρήσασθαι· εὔξασθαι (Ζ 115) vgA
(*)ἀρήσαιο· εὔξῃ (Greg. Naz. c. 2,2,3,295)
*ἀρήσῃ· εὔξῃ (Ν 818) AS
ἀρήσθορεν· [ἐπήδησεν]
Ἄρης Τύραννος· παροιμία
*ἄρηται· ἀπενέγκηται (Μ 435) Sn
*ἀρητῆρα· ἱερέα (Α 11) gASn
Ἀρητήριον· τόπος ἐν τῇ Ἀττικῇ ἔξω τοῦ ἄστεως n
ἀρητόν· βλαβερόν n πολυχρόνιον (Ρ 37 ..) [Σοφοκλῆς συνώ-
νυμον ὕστερος]
Ἄρητος· Ἡρακλῆς, παρὰ Μακεδόσιν
†ἄρθεος· τράγος
*ἀρθείς· μετεωρισθείς (Ν 63) n
ἄρθεν· συνηρμόσθησαν (Π 211)
ἀρθῆναι· [ἀπολέσαι, ἢ] ἀπολέσθαι
*ἀρθμήσαντε· φιλιωθέντες, δυϊκῶς (Η 302) AS [ὁμοίως καὶ
ἀριθμήσαντες]
ἄρθμιοι· φίλοι. παρὰ τὸ ἡρμόσθαι καὶ συμφωνεῖν ἡμῖν (π 427)
ἀρθμός· εἰρήνη, συνθήκη. φιλία (Aesch. Prom. 191?)
ἀρθμόν· πρότμησις, ἢ μετάφρενον. ἢ αἰδοῖον ἀνδρὸς καὶ γυναι-
κός
*ἄρθρα· μέλη ἄκρα (Eur. Andr. 1078) ASPn
*ἀρθρέμβολα· δαμαστήρια. ὄργανα βαλλόμενα εἰς τὰ ἄρθρα.
καὶ βασανιστήρια SP καὶ ὄνομα στρεβλωτικῶν P ὀργάνων εἰς
ἃ [ἐξαρθροῦσιν οἱ δήμιοι τὰ τῶν καταδίκων μέλη (Greg. Naz.
or. 4,165) vg
*ἀρθρούμενον· τρανούμενον AS
ἀρθύσανοι· ἀποσχίσματα. καὶ ἀποβλαστήματα (Aesch. fr.
203?)
ἄρι· μεγάλως. ὅθεν καὶ {ἀρίζηλος} ὁ μεγάλως ζηλωτός
*ἄρθρον· μέρος λόγου vgAS δι' οὗ τρανωτέρα ἡ λέξις πέφυκε
γίνεσθαι vgn
ἀριβάσκανος· πεποίηται ὡς {ἀριπρεπής}
*ἀρίγνωτοι· εὔγνωστοι (Ν 72) n τὸ γὰρ {ἄρι} μέγα δηλοῖ.
[πάνυ ἐγνωσμένοι (AS)
*ἀρίδακρυς· ταχέως Α ...
*ἀριδάκρυσι· πολυδάκρυσιν S
ἀριδάκρυτον· πολυδάκρυτον
*ἀριδείκετον· ἄγαν ἔνδοξον (Ξ 320) AS ἢ μεγάλως (S) ἀσπα-
στόν, φανερόν (S)
ἀρίδες· [αἱ μετὰ κονιορτοῦ πνοαί]
Ἀριήδαν· τὴν Ἀριάδνην. Κρῆτες.
ἀρίδηλον· ἔκδηλον. [φανεροῦν] [φανερόν (Β 318 v. l.) n
*ἀριδήλους· φανερούς AS
*ἀριδήλως· φανερῶς vAS
*ἀριδηλότατα· φανερώτατα (A) S
Ἀρισβῆθεν· [ἀπὸ Ἀρίσβης πόλεως]
*ἀριζήλη· θαυμαστὴ AS ἄγαν. ἐκδηλοτάτη (Σ 219) S
ἀρίζηλον· μέγα. φανερόν
ἄριζος· τάφος. Κύπριοι S
ἀρία· φυτὸν ἡ ἀρία
*ἀριζήλως· μεγάλως ἐκδήλως (μ 453) (S)
*ἀριή· [ἀπειλή S]
ἀριήλ· λέων
Ἀρίας πώλους· {ἐξ} Ἀριανῆς {Περσικάς. Ἄριοι γὰρ ἔθνος
Περσικόν}
†ἀριηρέστερον· χαλεπώτερον (β 190)
ἀριήκοος· πολυήκοος (Call. h. 4,308?)
ἀριθάτων· [τῶν πολέμων]
ἀριθμεῖν· τοῦτο τίθεται καὶ ἐπὶ τοῦ κλήρου
ἀριθμεῖται· ἐξετάζεται
ἀριθμηθήμεναι· εἰς φιλίαν ἐλθεῖν (Β 124) np
ἀριθμητά· τὰ ὀλίγα
*ἀριθμόν· ὁμοῦ εἰσιν ἔτη διακόσια AS(n)
a) ἀριθμός· μέτρον b) *{ἐν} {ἀριθμῷ ὀλίγους}· ... (Ezech.
5,3) AS
ἀρίκεσσι· χαλεπαῖς S
ἀρικύμων· εὐσύλληπτος (Hippocr. steril. 219)
†ἀριμάζει· ἁρμόζει
†ἀριμάπου· γαστὴρ σὺν κόπρῳ
ἄριμος· πίθηκος
Ἄριμα· πόλις Κιλικίας, οἱ δὲ ὄρος (Β 783)
ἀρίξαι· ὑποστηρίξαι
*ἀριπρεπέα· ἄγαν {ἐκπρεπῆ} S μεγάλως ἔκδηλα (Θ 556) AS
ἀριπρεπές· μεγαλοπρεπές (θ 176)
ἀρίπικρον· μεγάλως πικρόν
ἀρίς· εἶδος βοτάνης
Ἀρίσβη· πόλις †τοῦ δήμνου. οἱ δὲ [Τροίας (Β 836) S
*Ἀρίσβηθεν· ἀπὸ Ἀρίσβης πόλεως (Β 836) AS
*ἀρίσκος· κόφινος AS
ἀριστεία· ἀνδραγαθία
†ἀρισταρχαμία· ἀριστία
ἀριστέα· τὸν ἐν τῷ πολέμῳ ἀνδραγαθήσαντα
ἀριστεροστάτης· ὁ πρωτοστάτης τοῦ χοροῦ (Cratin. fr. 215)
ἀριστεύει· ἀνδραγαθίζεται
*ἀριστεύς· ἀνδρεῖος vg ASn
ἀρισπής· εὔλαλος, ἄρτιος τοῖς ἔπεσιν (Χ 281)
*ἀρίστη· βελτίστη (Β 5) ASn
*ἀριστίνδην· ὁ ἐκ τῶν ἀρίστων ἐκλελεγμένος gAS
*ἀριστῆραι· δοῦλαι (κ 349) S
Ἀριστόδημος· Ἀριστόδημον οἱ κωμικοὶ τὸν πρωκτόν (Cra-
tin. fr. 151. Ar. fr. 231) καὶ Θεόδωρον καὶ Τιμησιάνακτα ἔλε-
γον, ἀπὸ τῶν ἡταιρηκότων. Φορμισίους δὲ τὰ γυναικεῖα αἰδοῖα
(Ar. Eccles. 97) καὶ Βασιλείδας, καὶ Λαχάρας
*ἀριστοκρατούμενοι· ὑπὸ ἀρίστων κρατούμενοι, ἢ δήμου, ἢ
ἑτέρων τινῶν καλλίστων AS
ἀριστολοχεία· βοτάνη τις
ἀριστομένειον· βοτάνη
ἄριστον· τὸν πρωϊνὸν ἀκρατισμόν (Ω 124. π 2) ὃν ἡμεῖς
λέγομεν {ἄριστον}, τοῦτο ὁ ποιητὴς καλεῖ δεῖπνον (Σ 560)
τὸ δὲ δεῖπνον {δόρπον} (β 20 ..)
*ἀριστονομία· εὐνομία. {Ἄριστον} γὰρ τὸ καλόν gASn
*ἄριστος· μέγιστος AS ἔξαρχος SP ἐξοχώτατος SPn
ἀριστοτέχνης· ἐν τῇ τέχνῃ χρήσιμος (Pind. fr. 57?)
Ἀρίστυλλος· Ἀριστοκλῆ (Ar. fr. 538). ἀρίστου ὥρα
ἀρισφαλές· μεγάλως σφαλλόμενον
ἀριστοκράτεια· ὑπὸ ἀρίστων διοικουμένη, γενναίων, ἢ ἄλλως
πως ἀγαθῶν
*ἀριφραδέα· δῆλα (Ψ 240) ASn
*ἀριφραδές· ἄγαν φανερόν (λ 126) T. S(n)
ἀριστερεών· φυτὸν τῶν εἰς τοὺς καθαρμοὺς παραλαμβανομέ-
νων
ἀριστόδειπνον· ὅταν τὸ ἄριστον τῷ δείπνῳ συνάψωσιν (Alex.
fr. 294. Men. fr. 998)
ἄριχα· ἄῤῥεν πρόβατον
ἀρίχεται· γλίχεται, ἐπιθυμεῖ
†ἀρίχωταν· ἐκδύειν ζητῶν
ἀριώθ· ἡ λέαινα, ὑπὸ Σύρων
*Ἀρίων· ὁ ἵππος, Ποσειδῶνος υἱὸς καὶ μιᾶς τῶν Ἐρινύων AS
Ἀρκάδας μιμούμενος· παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων
καὶ μοχθούντων. οἱ γὰρ Ἀρκάδες πολλὰ πολεμήσαντες οὐδε-
μίαν νίκην ἰδίαν ἔσχον g
†ἄρκαλλα· †λευκὰ καὶ ἐνώτια ἐξ ὑάλου περίχρυσα. οἱ δὲ *ξύλα
ξηρά S
ἀρκαλᾶν· παραχαλᾶν, ῥυτίζειν
ἀρκάνη· τὸ ῥάμμα, ᾧ τὸν στήμονα ἐγκαταπλέκουσι διαζόμεναι
ἀρκαλέον· ξηρόν. ῥυσόν
Ἀρκὰς κυνῆ· Ἀρκαδικὸς πῖλος. Σοφοκλῆς Ἰνάχῳ (fr. 25o)
ἀρκεῖ· προσαρκεῖ. βοηθεῖ. Εὐριπίδης Πηλεῖ (fr. 624)
ἀρκήλα· {τὸ} ζῷον. Κρῆτες τὴν ὕστριχα
ἀρκής· ταχύς
*ἄρκιον· ἀρκετόν ASn αἱρετώτερον S ἱκανόν Sn ἕτοιμον (Β 393) S
ἀρκίως· ἀρκετῶς, ἱκανῶς
ἀρκόν· σχολήν. Μακεδόνες
ἄρκος· ἄρκεσμα. βοήθεια. ἢ τὸ παιόνιον. καὶ τὸ ζῷον. καὶ ἱέρεια
τῆς Ἀρτέμιδος
ἀρκτεία· ἡ τῶν ἀρκτευομένων παρθένων τελετή. {Ἀρκτεύειν}
δὲ τὸ καθιεροῦν
ἀρκτῆ· ἡ τῆς ἄρκτου δορά (Anaxandr. fr. 65)
ἄρκτος· *ζῴδιον ἐν οὐρανῷ vgAS μεσημβρία
ἀρκτοῦρος· βοτάνης εἶδος. καὶ ἄστρον
*ἀρκτοῦρον· ἀρκτῷος τόπος· διὰ τοῦτο καὶ οἱ ἑπτὰ ἀστέρες
ὁμοῦ καλεῖται ἀρκτοῦρος, ἐπειδὴ ἐπὶ τὸ ἀρκτῷον †κατανοεῖ-
ται. λέγεται καὶ ἅμαξα (Iob 9,9) vgAS
*ἀρκτῴων· βορείων τόπων vgASn
*ἄρκυα· δίκτυα n λίνα nP
ἄρκυες· δίκτυα τὰ πρὸς θήραν [θηρείαν] ...
ἀρκύλον· δίκτυον
ἄρκυμα· ἀκρίς, ὑπὸ Περγαίων
ἄρκυν· μεσάγκυλον. καὶ γυναικεῖον κεκρύφαλον
*ἄρκυς· δίκτυον vgASn
*ἄρκυσι· δικτύοις An
ἀρκύστατα· οἱ τόποι, ἔνθα αἱ ἄρκυες πήγνυνται
*ἀρκύων· δικτύων gAS βρόχων
ἀρκυωρεῖσθαι· φυλάσσειν τὰς ἄρκυς (Eupol. fr. 313?)
ἅρμα· *ὄχημα, καροῦχα (Act. ap. 8,38) n δίφρος (K438 ..)
πόλις Βοιωτίας (Β 499)
ἀρμακίας· στοάς
ἁρμαλιά· ἡ τροφή
ἁρμαλιᾶς ὄχος· ὁ τὴν τροφὴν τῇ στρατείᾳ ἐμπεριφερόμενος. ἢ
τροφή τις, καὶ θρεπτικός
*ἁρμαλιήν· τὴν τροφήν. παρὰ {τὸ} ἁρμόζειν καὶ ἰσχυροποιεῖν
τὰ μέλη (Hes. op. 767) AS
ἁρμάτειον μέλος· ... ἔνιοι δὲ τὸν τῆς Ἀθηνᾶς νόμον. ἄλλοι τὸ
ταχὺ ἀπὸ τοῦ ἅρματος (Eur. Or. 1384)
*ἁρματηλάτης· ἡνίοχος vg(AP) n
ἁρματροχιαί· αἱ τῶν τροχῶν ἐν τῇ γῇ ἀποχαράξεις
ἁρματροχιή· ἡ τῶν τροχῶν ἀποχάραξις (y 505)
{ἁρματοπηγός·} ἁρματοποιός, τέκτων. [ἢ ἁρματοπηγός]
(Δ 485)
Ἀρμεθεῖς· οἱ εὐπατρίδαι ἐν Κύπρῳ
ἄρμενα· τὰ πρὸς τὸ ὑποκείμενον πρᾶγμα ἐπιτήδεια καὶ ἁρμόδια.
τὰ ὑγιῆ καὶ ἡρμοσμένα S
*ἄρμενον· φίλον S
ἄρμη· οὐλή. καὶ σύνοδος τραύματος (Hippocr.)
ἁρμογή· ἦχος τόνου καὶ φωνῆς (Eupol. fr. 11)
†ἁρμογλώσσας· ἄνθη πάντα
ἁρμόδιοι· οἰκεῖοι. συγγενεῖς. φίλοι
ἀρμόγαλα· [τὰ ἀρτύματα. Ταραντῖνοι]
ἁρμόδιον μέλος· μέτρον. καὶ {τόπος ἁρμόδιος}, καὶ προσφιλής
ἁρμοδιοτυπές· ὁμοίως ἢ ἴσως διακείμενον
Ἁρμοδίου μέλος· τὸ ἐπὶ Ἁρμοδίῳ ποιηθὲν σκόλιον ὑπὸ Καλλι-
στράτου οὕτως ἔλεγον
*ἁρμόζεται· συζεύγνυται (Prov. 19,14) vgASn
*ἁρμόζουσα· συμφωνοῦσα. συνοικειουμένη. ἢ κοσμοῦσα (Prov.
8,30) AS
ἁρμοῖ· ἀρτίως. ἡσυχῇ. ἐξαίφνης. προσφάτως (Callim. fr. 274)
ἀρμώματα· ἀρτύματα. {Ταραντῖνοι}
ἁρμονίας· *συμφωνίας vgASn συνθήκας. σπονδάς
*ἁρμονιάων· ἁρμονιῶν {συνθηκῶν} (Χ 255) S
*ἁρμονίης· συζεύξεως n
ἁρμοστής· ὁ πεμπόμενος ἐπιμελητὴς εἰς ὑπήκοον πόλιν q καὶ
λίθοι δύο πρὸς τῷ †αὐτῷ τῆς φλιᾶς τιθέμενοι {ἁρμοστῆρες}
λέγονται
ἁρμόσυνοι· ἀρχή τις ἐν Λακεδαίμονι, ἐπὶ τῆς εὐκοσμίας τῶν
γυναικῶν
ἄρμυλα· ὑποδήματα. Κύπριοι
†ἀρμώατος· σπασμός. Κύπριοι
ἁρμῷ· ἀρτίως (Pherecr. fr. 111)
ἄρμωλα· ἀρτύματα. Ἀρκάδες. καὶ {ἀρμώμαλα}
*ἁρμῶν· ἁρμονιῶν (Hebr. 4,12) vgAS
ἄρναν· τὸν ὅρκον Κλαζομένιοι. ὅθεν καὶ τὸ {ἔξαρνος}
ἄρνα προβάλλειν· νόμος ἦν Ἀθήνησι, μὴ πρότερον συμβάλ-
λειν, πρὶν ἢ τὸν ἄρνα προειμένον τις λάβῃ τῶν πολεμίων
ἀρνακίδες· ἀρνῶν κῴδια
ἀρνάριον· τὸν ἄρνα
*ἄρνας· πρόβατα (Γ 117) vgAS
ἄρνες· μικρὰ πρόβατα (Θ 131 ..)
ἄρνε· πρόβατον (Γ 246)
ἀρνεῖα· τὰ κρεοπωλεῖα τῶν προβάτων
ἀρνειός· ὁ τριετὴς κριός (ι 432) n
ἄρνες· {καὶ} οἱ [καὶ] τέλειοι καὶ τὰ νεογνά (Δ 102 ..)
ἀρνευτῆρες· δύται. οἱ δύνοντες
ἀρνευτῆρι· κυβιστῆρι (Π 742) (T). S(n)
ἀρνεώνιον· ὅρκον βασίλειον S
Ἄρνη· πόλις ASP Βοιωτίας (Β 507) S. ἔστι δὲ καὶ Θεσσαλίας
*ἀρνίον· πρόβατον. ἀμνός AS
ἀρνόγλωσσον· βοτάνη τις
ἀρνορκίη· ὁ μετὰ τοῦ ἀρνὸς †αἰρομένου γινόμενος ὅρκος
ἀρνόφιλον· κύτισον. ἔστι δὲ πόα θαμνώδης
†ἄρνυθεν· ἠγωνίζοντο. ἐνήργουν
ἀρνύμενοι· ἀντικαταλλασσόμενοι. ἀντιπρασσόμενοι (Α 159)
ἀρνύμενος· *φυλάσσων. σώζων AS ἀντιπεριποιούμενος (α 5 ..)
*ἀρνύσθην· ἀντήλλαττον AS ἢ ἐλάμβανον (Χ 160) S
*ἄρνυται· λαμβάνει AS ἀντικαταλλάσσεται (Eur. Andr. 696)
ἀρνῳδοί· οἱ ῥαψῳδοί· [Ἀρνῶν· φωτισμός] ἄρνα γὰρ ἔπαθλον
εἶχον
*†ἀρνυτός· [εὔπνους] εὔνους S
ἄρξαι· ἄρχειν, κατακρατεῖν
ἄρξιφος· ἀετός, παρὰ Πέρσαις
Ἀροανδικόν· νόμισμα, ᾧ χρῶνται Αἰγύπτιοι, ἀπὸ Ἀροάνδου
(Hdt. 4,166,2)
†ἀροάτους· ἀβάτους. καὶ ἀνιαρούς
*ἀροίμεθα· ἀπενεγκοίμεθα (Ε 273) n
*ἄροιο· λάβοις n, ἀπενέγκοιο (Δ 95) Sn
ἀροῖσιν· [ἀροτριᾶν]
*ἄροιτο· λάβοι, ἀπενέγκοιτο (Ε 3) gAS
[αριστεύς· ὁμιλητής]
ἀρόμενος· ἀντιλαβών
ἄρον· τρυβλίον μέγα. καὶ βοτάνης ῥίζα
ἀροπῆσαι· πατῆσαι. Κρῆτες
Ἀροπάνοι· οἱ ἐν Ἀλεξάνδρου ἐπιστολαῖς
ἄρος· ὄφελος (Aesch. Suppl. 883?) S καὶ {πέτρας} κοιλάς, ἐν αἷς
ὕδωρ ἀθροίζεται ὄμβριον. καὶ [βλάβος S ἀκούσιον
ἀρόσπακες· δρύες ἐπικεκομμέναι
*ἀροτήρ· ἀρότης (ψ 835) S(n)
ἀροτῆρες· *οἱ ἀροτριῶντες vgAS γεηπόνοι (s) γεωργοί (Σ 542)
ἅροπον· τὸν ὁλκὸν τοῦ Ἕκτορος. ἢ τὸ ἀντίσταθμον. Αἰσχύλος
Φρυξί (fr. 270)
ἀροτούς· ἐνιαυτούς. Σοφοκλῆς Τραχινίαις (69)
*ἄρουρα· γῆ, χώρα vgAS πλέθρα
*ἀροῦν· ἀροτριᾶν vgASn
ἄρουρα· ἡ γῆ. ἀπὸ τοῦ ἀροῦσθαι. *ὡς ἐπὶ τὸ πολὺ δὲ ἡ σπόρι-
μος vgAS
ἀρουραία θεός· ἡ Εὐριπίδου μήτηρ, διὰ τὸ λαχανόπωλις εἶναι
(Ar. Ran. 840)
ἀρουραῖοι· οἱ κατ' ἀγροικίαν {μύες}. καὶ ἐργάται. ἤδη δὲ καὶ
βίος ἀρουραῖος, ὁ ὀρυσσόμενος χρυσός
ἀρουραῖος Οἰνόμαος· Δημοσθένης (18,242) Αἰσχίνην οὕτως
ἔφη, ἐπεὶ κατὰ τὴν χώραν περινοστῶν ὑπεκρίνετο Σοφοκλέους
τὸν Οἰνόμαον
(*)ἀρούς· τὰ λιβάδια
ἄρουρα· σωρὸς σίτου σὺν ἀχύροις. Κύπριοι
ἆρ' οἴσει τρία· ἐπὶ οἴνου ἐλέγετο, ἐπεὶ τὸ πάλαι ἐκιρνᾶτο τρία
ὕδατος λαμβάνων, τὸ δὲ τέταρτον οἴνου (Cratin. fr. 183,3)
*ἀρούρης· γῆς ἀροσίμης (Ζ 195) Pn
{ἀρούριον·} χωρίον, ἢ κῆπος
ἀρόχεται· [γλίχεται, ἐπιθυμεῖ]
ἀρόωσιν· ἀροτριῶσιν (ι 108) gS
ἁρπάγη· ἐξαυστήρ. ἔστι τὸ σκεῦος ἔχον ὀγκίνους, ᾧ τοὺς
κάδους ἀνασπῶσιν ἀπὸ τῶν φρεάτων, ὁ καὶ λύκος. Εὐριπίδης
(Cycl. 33)
ἁρπαγὴ τὰ Κοννίδα· παροιμία. ὅτι οὗτος πορνοβοσκὸς ὢν
καὶ μετοικήσας εἰς Σελινοῦντα εὔπορος ἐτελεύτα καὶ τὰ ὄντα
προὔθηκεν εἰς ἁρπαγήν (Callim. fr. 201)
*ἁρπαλέα· ἁρπακτικά S
ἁρπαλέως· ἁρπακτικῶς gS προθύμως g προσηνῶς (ζ 250) καὶ
"κερδέων ἁρπαλέων" (θ 164) τῶν ἁρπακτικῶν
ἁρπάλιμα· ἁρπακτά. προσφιλῆ
ἁρπάναι· μάνδραι βοσκημάτων
ἅρπη· [ἄνεμον. δρέπανον. ἢ ὀρνέου γένος, κατὰ Λατίνους]
ἁρπεδόεν· ὁμαλόν S
ἁρπεδόεσσα· ἰσόπεδος, ὁμαλή (p)
ἁρπεδόναι· τῶν ἀμαυρῶν ἀστέρων σύγχυσις
ἁρπαλίζομαι· ἀσμένως δέχομαι
ἁρπεδονίζειν· λωποδυτεῖν. καὶ διὰ σπάρτου θηρᾶν
ἁρπεδίσαι· ὁμαλίσαι, ἐδαφίσαι
ἀρπέζας· τοὺς αἱμασιώδεις τόπους. οἱ δὲ τείχη καὶ περιβόλους.
οἱ δὲ τὰ κλιμακώδη χωρία
†ἁρπετόν· ἀκόμιστον. ἢ ἰκτῖνον. Κρῆτες
*ἅρπη· εἶδος ὀρνέου (Τ 350) gS καὶ δρέπανον vgASn ἢ ἄνεμον AS
ἀρπίσθος· φοίνιξ, καὶ {ἀρπίαλος}
ἀρπίδες· μαλακαὶ κρηπῖδες ἢ ὑποδήματα. Λάκωνες
ἄρπισαι· αἱμασιαί. ἢ τάφρους
ἄρπιξ· εἶδος ἀκάνθης. Κύπριοι
ἅρπυιαι· αἱ τῶν ἀνέμων συστροφαί, θύελλαι (α 241 ..)
ἅρπυια· ἁρπακτικὴ διὰ τάχους
Ἁρπυίας· ἁρπακτικοὺς δαίμονας (p)
ἄρπυν· ἔρωτα. Αἰολεῖς
*ἁρπῶμαι· ἁρπάζω. δρεπάνῳ κέχρημαι (Ose. 5,14) vgAS
ἀῤῥάβακα· ὀρχηστήν. ἀπὸ τοῦ {ἀραβάσσειν}, ὅ ἐστι ὀρχεῖ-
σθαι. οἱ δὲ τὸν βλάσφημον
ἀῤῥαβών· πρόδομα. καὶ ἄγκιστρον
ἀῤῥαβῶνα Σίφνιον· διαβεβλημένον, ὡς τῶν Σιφνίων ἀσελγῶν
ὄντων (com. ad. 712)
*ἀῤῥαβωνίζεται· ἀῤῥαβῶνι δίδοται {ἀργυρίζεται} AS
ἀῤῥάβη· θύρα, οἷον γέρρον
ἀῤῥαγὲς ὄμμα· οὐ δακρύον· ᾧ τρόπῳ φαμὲν "{κατεῤῥάγη
μου δάκρυον}." Σοφοκλῆς ... σατυρικῷ (fr. 670)
ἀῤῥαγέσι· στερεοῖς. ἀκαταπονήτοις
ἀῤῥαγίδες· στήμονες. κρόκαι
†ἀῤῥάξει· κρατεῖ. ἀράσσεται
ἀῤῥαθάγησεν· ἐψόφησεν
ἀῤῥαχθές· ἀσύνετον S
ἀῤῥάχνιον· τὸ λεπτὸν ὕφος
ἄῤῥεκτον· ἀποίητον. ἄθετον (Τ 150)
ἄῤῥενα· *ἄρσενα AS ἢ τῶν κονδύλων τὰ ἐξέχοντα, καὶ τὰ εἰς
κοιλότητα ἐμπίπτοντα
*ἀῤῥεπῶς· ἀκλινῶς gPn
ἀῤῥενωπάδες· ἀνδρόγυνοι (Cratin. fr. 389?)
ἀῤῥήδην· οὐ κατατιθέμενος τῇ ῥήσει
ἀῤῥενικόν· χρώματος εἶδος χλωρόν, ὅπερ ἡμεῖς ἀρσενικόν λέγο-
μεν
*ἀῤῥήκτοις· ἀσχίστοις AS
ἄῤῥηκτον· *στερεόν n ἰσχυρόν ASn ἀρραγές (Hdt. 2,68,4 ..) n
ἄπτωτον. μὴ ῥηγνύμενον
ἀῤῥηνεῖν· λοιδορεῖν S καὶ {ἐπὶ} γυναικί· πρὸς ἄνδρα διαφέρεσθαι
ἀῤῥηνές· ἄγριον. δυσχερές
†ἀῤῥῆσαι· ἀβουλῆσαι. ἀπαγορεῦσαι
ἄῤῥητον· ἄφραστον, ἀνιστόρητον, ἀπόῤῥητον. ἄφωνον. αἰ-
σχρόν. Σοφοκλῆς Σίνωνι (fr. 500)
*ἀῤῥητοποιός· αἰσχροποιός SP(n)
ἄῤῥητος κόρη· ἡ Περσεφόνη. Εὐριπίδης Ἀλεξάνδρῳ (fr. 63)
*ἀῤῥητουργία· αἰσχρουργία gAS κακουργία. τὸ ἄῤῥητα ἐξερ-
γάζεσθαι AS
*ἀῤῥήτως· ἀλέκτως vgSn
ἀῤῥηφορία· ἑκατέρως λέγουσιν οἱ συγγραφεῖς, κἂν μὲν διὰ τοῦ
{ε} {ἐρρηφορία}, διὰ τὸ τῇ Ἕρσῃ ἐπιτελεῖσθαι τὴν πομπήν· ἐὰν
δὲ διὰ τοῦ {α}, ἐπεὶ ἐπ' ἀῤῥήτοις συνέστη
ἀῤῥηφόρος· μυσταγωγός
ἀῤῥιχᾶσθαι· εἰς ὕψος ἀναβαίνειν χερσὶ καὶ ποσίν
ἄῤῥιχος· *κόφινος q(v) g(AS) n ἢ ἀγγεῖον λύγινον
ἀῤῥωγεῖ· [βοηθεῖ
ἀῤῥωγή· βοήθεια]
αῤῥοθος· ἀρωγός. βοηθός (Ε 808 ..)
ἄῤῥυ· ἐπίφθεγμα κωπηλατικόν. ὡς τὸ {σίζε} ἐπὶ κυνηγούντων,
καὶ τὸ {σίττα} ποιμένων
ἀῤῥυθμεῖ· ἀκοσμεῖ, ἀσχημονεῖ
ἀῤῥυσίαστον· ἄσυλον. ἀνενεχυρίαστον
ἀῤῥωστία· νόσος, ἀσθένεια
ἀῤῥώξ· οὐκ ἐῤῥωγός
ἄρσαι· ἁρμόσαι. ποτίσαι. [πληρῶσαι] σκευάσαι
ἄρσακες· οἱ βασιλεῖς Περσῶν
ἀρσάμεναι· ἀλειψάμεναι, ἀπολούσασαι
ἄρσαντες· *ἁρμόσαντες ASn εὐαρεστήσαντες (Α 136)
ἄρσεα· λειμῶνες
ἄρσει· μέμφεται
*ἄρσεις· ἀποτριάσεις S βαστάγματα AS
†ἄρσει· τὸν πύελον. Ἀργεῖοι
*ἄρσεων· βασταγμάτων (Ps. 80,7) vgASn
*ἄρσιν· ἀφανισμόν AS
*ἄρσιον· δίκαιον S
ἄρσις· ζύμη
Ἀρσίππη· ἡ Ἄλκηστις
*ἄρσω· ἁρμόσω ASn
†ἄρανον· τὴν οὐσίαν. καὶ τὸ λευκόν
ἀρσωμίδες· ὑπόδημα γυναικεῖον
*ἀρτᾷ· ἀναρτᾷ AS κρεμνᾷ gASn
ἀρτάβη· μέτρον Μηδικὸν σίτου ps Ἀττικὸς μέδιμνος
ἀρτάδες· οἱ δίκαιοι, ὑπὸ Μάγων
ἀρταῖοι· οἱ ἥρωες, παρὰ Πέρσαις
Ἀρτάκη· πολίχνιον Ἑλλησπόντου. καὶ ὑπὸ Ἀρμενίων κρήνη
ἀρτάκης· [αὐτάρκης]
Ἀρτακία· κρήνη (κ 108)
ἂρ τμάγεν· ἐχωρίσθησαν (Π 374)
*ἀρταμοῦσιν· ἐσθίουσιν (Eur. Alc. 494) AS
ἀρταμεῖν· κατακόπτειν. Εὐριπίδης Πελιάσι (fr. 612)
ἀρταμῆσαι· κρεανομῆσαι
ἄρταμος· μάγειρος p
ἀρτάνας· βαθμίδας καὶ στάσεις
ἀρτάνη· ἡ διὰ καλῳδίων ἀγχόνη, {Σοφοκλῆς δὲ} ἐν Αἰχμαλω-
τίσιν ἐπὶ τοῦ δεσμοῦ
Ἄρτας ... μέγας καὶ λαμπρός (Demetr. com. fr. 1, I 795 K.)
Θουκυδίδης (7,33,4)
ἀρταχήλας· τὰ χελύνια. τὰ χείλη
*ἀρτεμές· ὑγιές S
*ἀρτεμέα· ὑγιᾶ S ὑγιῆ (Ε 515) AS
ἀρτεμέοντα· ὑγιαίνοντα. ἰσχύοντα
ἀρταλέονται· ὁπλίζονται
Ἄρτεμι Σαμορνίη· ἡ Ἔφεσος {Σάμορνα} καλεῖται. οἷον οὖν
Ἐφεσία
Ἀρτεμισία· βοτάνη
ἀρτεμῆ· σῶον. ὑγιᾶ. σώφρονα
ἀρτήματα· ὁρμιὰ τοῖς ἀγκίστροις προσαρτωμένη. καὶ κοσμία
τινά
ἀρτηρίαι· τὰ ἀγγεῖα
*ἀρτήρ· ὑπόδημα (Pherecr. fr. 38), οἱ δὲ ζῶστρα (2. Esdr. 14,
11) S
ἀρτῆσαι· *δῆσαι (AS) n ἀναρτῆσαι (Eur. Andr. 811)
ἀρτηρά· [θαυμαστά] κρεμαστά
ἄρτι· πρὸ μικροῦ n ἢ τότε. ἢ εὐθύς. ἢ νῦν
*ἄρτια· ἀπηρτισμένα, τέλεια ASn προσηρμοσμένα (Ε 362 ..)
AS
ἀρτιάζειν· [σκευάζειν.] παίζειν (Plat. Lys. 206 e) (s)
ἀρτίγαμοι· νεόγαμοι
ἀρτίγονος· [εὔτονος. εὐάρμοστος]
ἀρτίδακρυς· εὐχερὴς πρὸς δάκρυον (Eur. Med. 903)
ἀρτιεπής· *ἀπηρτισμένος ἐν τῷ λέγειν gASn Λέγεται δὲ οὕτως
καὶ ὁ ἐπιτροχάδην φράζων· ὅθεν καὶ ἐπὶ ψόγου τάσσεται
(Χ 281)
ἀρτίζωα· ὀλιγοχρόνια (Hippocr. superfet. 15)
ἀρτίη· ἀγαθή
ἀρτίκολλα· ἡρμοσμένα
ἀρτικροτεῖν· συμφωνεῖν. ἀπὸ τῶν ἐρεσσόντων (Men. fr. 904)
ἀρτιμαζές· νέον
ἄρτημα· [διαθήκη. δίκη ἀρτήματος]
Ἀρτίμπασαν· Οὐρανίαν Ἀφροδίτην ὑπὸ Σκυθῶν (Hdt. 4,59,2)
†ἀρτιμήτας· νέους
ἀρτιμελεστέραν· ὑγιεστέραν. ἐντιμοτέραν
*ἄρτιον· ὑγιές ASPn(g) ὁλόκληρον (g)P (1. Tim. 3,17)
†ἀρτιπλακέες· πεινῶντες
ἀρτίπνουν· ὀρθόπνουν
ἀρτίπους· ἄρτιος τοῖς ποσίν, ὑγιόπους (Ι 501)
*ἀρτίπουν· ὑγιῆ τοὺς πόδας S ἔχοντα
ἀρτίσαι· ἁρμόσαι. συναγαγεῖν. πλέξαι
ἀρτίσασθαι· παρασκευάσασθαι
ἀρτίτονον· εὔτονον. εὐάρμοστον
ἀρτίφατος· νεωστὶ πεφονευμένος
ἄρτιφος· ὀρίγανον
*ἀρτίφροσιν· ὑγιεῖς ἔχουσι τὰς φρένας. {Ἄρτιον} γὰρ τὸ ἀνελ-
λιπές· διὸ καὶ ὑγιές AS
*ἀρτίφρων· ὑγιὴς τὴν φρένα (ω 261) vgASn σώφρων, συνετός
(Eur. Med. 294)
ἀρτιχείλης· ὑπερέχων τοῖς χείλεσιν, †ὑπόμακρος
*ἀρτίως· πρὸ μικροῦ (Eur. Hec. 955 ..) Sb ἢ ὑγιῶς, ὁλοκλήρως.
τελείως AS
ἀρτιωργά· βραχυτάτῳ χρόνῳ συντετελεσμένα
ἄρτοι πίονες· οὕτως πλακοῦντες
ἀρτοπόπος· ὁ πέσσων ἐν ἐργαστηρίῳ
ἄρτος· βόλος τις. καὶ ὁ Ἀθηναίων ξένος (Thuc. 7,33,4)
*ἀρτοῦ· ἀρτίζου. [ἑτοιμάζου S
ἀρτύνει· ἡδύνει
ἄρτυες] ἄρτυεν· ["ὁ Τιτὰν ἄρτυεν" (Epich. fr. 192?) ἀντὶ τοῦ
διέτασσεν, ἐβασίλευεν
ἀρτύλλεν· λόγχην. ἀγκύλην
*ἀρτυλία· [διαθήκη gAS]
ἄρτυμα· διαθήκη. δίκη
ἀρτύμασι· τοῖς πρὸς τὴν θυσίαν εὐτρεπιζομένοις. Σοφοκλῆς
Φινεῖ β#ῳ (fr. 643)
ἀρτύν· φιλίαν. καὶ σύμβασιν. ἢ κρίσιν
*ἀρτῦναι· διαθεῖναι AS
ἀρτυνθῆναι· παρασκευασθῆναι (Λ 216)
*ἀρτύναντες· κατασκευάσαντες ASn συντάξαντες (Μ 43) AS
ἄρτυνος· ἄρχων
ἀρτύς· σύνταξις
*ἀρτωμένη· βρόχῳ ἀπαγχομένη (Eur. Tro. 1012) AS
ἄρυα· τὰ Ἡρακλεωτικὰ κάρυα
ἀρυβαλίδα· λήκυθον. Δωριεῖς. οἱ δὲ μάρσυππον
ἀρύβαλλοι· τὰ μαρσύππια. ἀπὸ τοῦ ἀρύειν καὶ βάλλειν εἰς
αὐτούς
ἀρυβάσσαλον· κοτύλη ἢ φλάσκων. {Φλάσκων} δέ ἐστι εἶδος
ποτηρίου
ἀρύεται· ἀντλεῖ
*ἀρυέτωσαν· ἀντλείτωσαν n
ἀρύει· ἀντιλέγει. βοᾷ
*ἄρυθμος· ἄμετρος (Eur. Hipp. 529) n
ἀρύθμων· ἀσυμφώνων. Σοφοκλῆς Αἰγίσθῳ (fr. 24)
*ἀρύομαι· ἀντλῶ vgASn
†ἄρυον· εἷλκον
ἀρύουσαι· λέγουσαι. κελεύουσαι
ἀρύσασθαι· ἐπικαλέσασθαι
*ἀρύσαι· ἀντλῆσαι SPn
*ἀρυσάμενος· ἀντλήσας Σ
ἀρυστήρ· οἴνου ἀρυστήρ. κοτύλη (Alcae. fr. 36,9 L. Callim.
fr. 178,17)
ἀρύστεις· τὰς ἀπνευστὶ πόσεις ... τὰ δὲ αὐτὰ καὶ {ἀρυστῆρας}
καὶ {ἀρυστίχους} ἐκάλουν
ἀρυσμεῖ· ἀσχημονεῖ. ἀκοσμεῖ S
ἀρυσμίη· ἀκοσμία. ἀρυθμία
ἀρυστίχους· τὰς οἰνοχόας, οἷον κοτύλας, ἀπὸ τοῦ {ἀρύειν},
ἔνθεν καὶ ἡ {ἀρύταινα}. ἔλεγον δὲ καὶ {ἔφηβον} τὸ τοιοῦτον
σκεῦος
ἀρυφῆνα· ῥυτίδα. ἀρυφή· ...
ἄρφα· ἀῤῥαβών
ἀρφύς· ἱμάς. Μακεδόνες
ἀρφύτνον· ὁ δίσκος, ὑπὸ Λυδῶν
ἀρχά· ἀῤῥαβών
ἀρχαῖα· τῶν δανείων τὰ κεφάλαια (Ar. Nub. 1156)
ἀρχαία φύσις· ἡ πρὸ τοῦ νοσεῖν κατάστασις. παρὰ Ἱππο-
κράτει (Epid. 2,1,6)
ἀρχαίοις· τοῖς ἐξ ἀρχῆς παραδεδομένοις
ἀρχαῖον· παλαιόν, πρῶτον. *ἁπλοῦν. ἄκακον. εὔηθες AS
ἀρχαιρεσιάζειν· τὸ πρὸς χάριν τοῖς πολλοῖς ζῆν
ἀρχάς· ὑποθέσεις. βαθμίδας
*ἄρχειν· λάμπειν AS
*ἀρχέκακος· ἀρχὴ τῶν κακῶν (pn)
ἀρχέλας· τὸν ἐπιστάτην τοῦ Λυκείου παρὰ τὴν ἀρχὴν οὕτως
ὠνόμασεν. ἔνιοι δὲ τὸν ἄρχοντα τοῦ λαοῦ θέλουσιν ἀκούειν
ἀρχένομα· ξύλα ASP
*ἀρχέτυπον· πρωτότυπον, ἀφ' οὗ πᾶσιν ὁ τύπος (Dion. Areop.
eccl. hier. 3,3) vgAS
ἀρχή· εἶδος μελίσσης ἀκέντρου
ἀρχηγέται· ἥρωες ἐπώνυμοι τῶν φυλῶν, ἢ θεοὶ ἐν Ἀθήναις
(Ar. fr. 126?)
*ἀρχηγέτας· ἄρχοντας vgAS
*ἀρχηγέτης· ἄρχων (2. Macc. 2,30) S
*ἀρχέκακοι· τῶν κακῶν ἀρχὴ {γενόμενοι} AS(n)
ἄρχευε· ἡγοῦ. ἄρχου (Β 345)
ἀρχεύειν Τρώεσσιν· ἡγεῖσθαι Τρώων (Ε 200)
ἄρχει· κατάρχει, κρατεῖ (Β 805)
ἀρχὴ Σκυρία· παροιμία ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς
ἐχόντων. ἔστι γὰρ καὶ λυπρὰ καὶ πετρώδης ἡ Σκῦρος
*ἀρχῖα· ἔνθα οἱ δημόσιοι χάρται {ἀποκέκλεινται} ἢ χαρτοφυ-
λάκια n
ἀρχιλᾴαν· ἀρχιποίμενα. Κρῆτες
ἄρχματα· ἀπάρχματα θεοῖς
ἀρχολίπαροι· οἱ λιπαροῦντες ἵνα ἄρξωσιν, ἢ ἐκ τοῦ ἄρχειν
λιπαινόμενοι
*ἀρχός· ἡγεμών (Α 311) AS
ἀρχούς· ἡγεμόνας (Β 493)
*αρχύσωσι· θάψωσιν (Η 85) g
ἄρχων· *ἡγεμών ASn πρύτανις, Ἀθήνῃσιν ἐπώνυμος τῶν ἀρχόν-
των
ἀρχώνης· ὁ προηγούμενος {ὠνῆς}, [ἀρχολαβών ἢ] ἐργολαβῶν·
ἀρχωνίδας· δρυὸς ... Πλάτων (fr. 233)
*ἀρῶ· ἐκτενῶ (Deuteron. 32,40) vgAS
*ἀρωγή· βοήθεια ASPn
*ἀρωγός· βοηθός (Δ 235) vgASPn
ἀρώματα· ἀροτριάματα. καὶ ἀπὸ τοῦ ἀροῦν τὰ ἄλφιτα οὕτω
λέγεται. Σοφοκλῆς Ἀκρισίῳ (fr. 72)
ἀροτριαμάτων· γεννημάτων
*ἀρώμενος· καταρώμενος (τ 367) vgAS(n)
ἀρῶς· ἀριθμοῦ ὄνομα, παρὰ Πέρσαις
ἀρόσει· ἀροτριάσει. [ποτίσει]
ἀρωστορυσμῶν· ἀσθενῶς ἕλκων
ἇς· ἕως, ὅπως, μέχρι οὗ
*ἆσαι· κορέσαι vgASn χορτάσαι S θρέψαι. vgAS πληρῶσαι
(Ε 289) gASn ψάλαι, ὑμνῆσαι AS
ἀσάζειν· λυπεῖσθαι
ἀσαίνειν· λυπεῖν
*ἄσαιμι· πληρώσαιμι. κορέσαιμι (Ι 485) n
ἀσαίνων· ὑβρίζων. λυπῶν
ἀσαλεῖν· ἀφροντιστῆσαι. [{Σάλα} γὰρ ἡ φροντίς p
ἀσαλαμίνιος· ἄπειρος θαλάσσης. οἱ δὲ οὐ κεκοινωνηκὼς ὑπὲρ
Σαλαμινίων (Ar. Ran. 204)
†ἀσάλγαν· ὕβριν. ἀμέλειαν. τὴν †πενίαν
ἀσαλγάνας· φοβερός. εἴρηκε δὲ οὕτως παραβαρβαρίζων
ἀσάλπικτον ὥραν· τὸ μεσονύκτιον. ἑσπέρας γὰρ καὶ ὄρθρου
ἐσάλπιζον. Σοφοκλῆς Λημνίαις (fr. 357)
ἀσάμινθος· *πύελος vg ἢ λίθος εἰς βάθος κεκολαμμένος, *ἔμβα-
σιν (AS) ἢ λέβης μέγας (γ 468 ..) καὶ πᾶν τὸ κοῖλον *ἢ
κιβωτός (AS)
Ἀσαναίων πόλιν· τὰς Ἀφίδνας
ἄσαντος· οὐ σαίνων (Aesch. Choe. 422)
ἄσαρον· ἀσάρωτον
ἀσαρόν· λυπηρόν, ἀηδές
ἄσας· βλάψας n [ἔβλαψας] Σοφοκλῆς Τρωΐλῳ (fr. 571)
†ασατον· θόρυβον, ταραχήν
ἀσᾶται· λωβήσεται. ἀνιᾶται
*ᾄσατε· ψάλατε (Ps. 97,1 ..) (ps)
ἄσβεσε· διέφθειρε. Κρῆτες
ἀσβηνοί· ὄρνιθες
*ἄσβεστος· ἀκατάπαυστος gASn δυσκατάπαυστος (Α 599)
ἀσβολόεν· μέγα ὑψηλόν. μέλαν
*ἄσβολος· ἀσβόλη ASn
*ἅ σε· ἅτινά σε AS ..
ἀσεβής· ἄθεος. ἁμαρτωλός (Eur. Bacch. 502)
*ἄσειν· πληρώσειν (Λ 817) (S)
*ἀσέλγεια· πορνεία (Sap. 14,26) gASn
ἀσελγής· ἀκόλαστος. ἀκάθαρτος. Ἔστι δὲ {ἀσελγὴς} ὁ μέγας ἢ
σφοδρός, ὡς Πλάτων (fr. 210) {ἀσελγόκερων} τὸν μεγαλόκε-
ρων
ἄσειρος ἵππος· ὁ μὴ ἔχων σειράν, μηδὲ δέσιν, ἀλλ' ἄφετος καὶ
ἄνετος (trag. ad. 200?)
ἄσεκτος· ἀγαθός. παρὰ Ῥίνθωνι Ταραντίνῳ †φιλοσόφῳ (fr. 15)
ᾄσει· ὑμνήσει
ἆσεν· ἐνέδησεν (λ 61)
ἄσεπτον· ἀσεβές. Σοφοκλῆς Αἰχμαλωτίσιν (fr. 49)
ἀσαρθά· πεντηκοστὴ παρὰ Ἰουδαίοις
ἀσάριον καὶ {λεπτὸν} ἕν εἰσιν, ἤγουν ἑξακισχιλιοστὸν ταλάντου,
ὅ ἐστι ἓν ἥμισυ νουμμίου. τὰ δὲ δύο λεπτὰ κοδράντης εἷς, ἤγουν
νουμμία γ# (Marc. 12,43)
ἀσηθείς· λυπηθείς
(*)ἀσηκορίς· ἀκηδία
*ἀσήκορος· ἀκηδιαστής AS
*ἄσημα· ἄφθογγα. ἄμορφα AS
ἀσήμαντα· ἀφύλακτα
ἀσημάντοις· *ἀφυλάκτοις (Κ 485) gn ἀδιδάκτοις
ἀσήμων· ἀφανῶν. ἀγνώστων (Anacr. fr. 38)
*ἀσήμως· ἀτρανῶς vgAS
*ἄσιν· ἀκαθαρσίαν ASn
*ἄσης· λύπης ASn
ἀσήσῃ· λυπηθήσῃ. βλαβήσῃ
*ἄσθματος· συνεχομένης ἀναπνοῆς vgAS πνεύματος AS
ἀσθενής· ἄῤῥωστος (Eur. Phoen. 837)
*ἄσθμα· ἀναπνοὴ vg βιαία. σύρισμα (Sap. 11,18)
*ἀσθμαίνει· πνευστιᾷ (Sir. 31,19) vgAS
ἀσθμαίνων· πνευστιῶν (Ε 585)
ἄσθματι· φυσήματι. *τῷ συνέχοντι πνεύματι (Ο 10) gASn
†ἀσιάσκει· σκευάζει
Ἀσιάς· ἡ {τρίχορδος} κιθάρα p διὰ τὸ ἐν Ἀσίᾳ εὑρῆσθαι
ἀσίαρος· ἐπισκάζων. ἢ {ἀσίδαρος}
*ἀσίδα· ἐρῳδιόν {καὶ ἡ καλουμένη ἅμαξα} (Iob 39,13 ..) AS
(np)
(*)ἄσημος· ἄργυρος
Ἀσίνη· *ἀβλαβῆ (3 Macc. 6,7) vgAS ἢ πόλις (Β 560)
ἄσιν· τὴν μετ' ὀστράκων {καὶ} λίθων ἰλύν (Φ 321)
ἄσιον· λειμῶνα (Β 461) [ἐροδιόνα καὶ ἡ καλουμένη ἅμαξα]
*ἄσις· κόνις A [ἢ {ἀσίδα}· εἶδος ὀρνέου (Iob 39,13 ..) ASPn]
ἀσιτία· ἡ ἀνορεξία
ἀσίχηρ· δοτικός
ἀσίῳ· ἄσιν ἔχοντι καὶ ἰλύν (Β 461)
Ἀσιώτας· Ἀσέα ἐστὶ κώμη Ἀρκαδίας, ὅθεν Ἀλφειὸς δοκεῖ τὰς
πηγὰς ἔχειν
*ἄσκαλα· ἀκάθαρτα (Theocr. 10,14) AS
*ἀσκάλαβος· γαλεός AS {καὶ} {Ἀσκαλαβώτης} [καὶ] {ὁ}
αὐτός
*ἀσκελέως· ἄγαν S σκληρῶς AS ἐπιμόνως (Τ 68 v. l.) S
ἀσχαλιάζοντες· [χωλεύοντες, ἐφ' ἑνὸς κώλου βαδίζοντες]
ἄσκαλτοι· κακῶς εἰργασμένοι. ἀτύπωτοι
*ἀσκάνη· ἀγανάκτησις AS
ἀσκανδής· [ἄγγελος]
Ἀσκανίη· πόλις Φρυγίας (Β 863)
ἀσκάντης· *κράβατος gASn κλινίδιον εὐτελές (Ar. Nub. 633)
ἀσκαρδαμύκτοις· ἀκαμμύστοις
*ἀσκαρές· ἀκίνητον (ASP) καὶ {ἄσκαρθμος} (n)
ἀσκαρίδες· εἶδος σκωλήκων (Hippocr. Prorrh. 1,138)
ἄσκαροι· γένος ὑποδημάτων ἢ σανδαλίων. οἱ δὲ κρόταλα
ἀσκαροφόρον· φορτηγόν
ἀσκαληνές· ἰσόπλευρον, παρὰ Δημοκρίτῳ (fr. 132)
ἀσκεία· θρησκεία, εὐσέβεια. κόσμησις
*ἀσκεῖ· μελετᾷ ASP γυμνάζεται SP φιλοπονεῖ SPn
ἀσκελές· σκληρόν p χαλεπόν. ἀδιάλειπτον. πικρόν. ἢ σεμνόν
(α 68)
ἀσκελόν· ἄγαν - τὰ αὐτά
ἀσκελέες· κατεσκελετωμένοι. ἄσαρκοι. ξηροί (κ 463)
ἀσκέρα· εἶδος ὑποδήματος (p)
ἀσκεύοις· ψιλοῖς. ἀπαρασκεύοις. Αἰσχύλος Μέμνονι (fr. 127)
*ἀσκηθῆ· ἀβλαβῆ T. n
*ἀσκηθής· ἀβλαβής gS ὑγιής, gAS ἐξ ἐπιμελείας (Κ 212)
*ἀσκήσας· κοσμήσας ASn κατασκευάσας (Δ 110) S
*ἀσκήσασα· μετ' ἐπιμελείας ὑφάνασα (Ξ 179) gASn
*ἀσκητής· ἀθλητής
*ἄσκησις· ἐπιμέλεια (g)
ἄσκιον· μὴ ἔχον σκιάν
*ἄσκιος ὕλη· ἡ δασεῖα ὕλη gAS
ἀσκηρά· εἶδός τι τῶν καστανίων
ἀσκότονοι· κυνοῤῥαῖσται, κρότωνες
ἄσκη· ἄσκησις (Plat. fr. 234)
Ἀσκληπιάς· ἡ δάφνη
ἀσκόλαχα· ἀσκαλαβώτης
ἄσκοπον· ἄθετον. Σοφοκλῆς Αἴαντι μαστιγοφόρῳ (21)
ἄσκοπος· ἀνόητος S ἀπροόρατος (Ω 157)
ἀσκὸν λήψεται· ἀσκὸς νικητήριον ἐτίθετο, καὶ μετὰ σάλπιγγος
ἔπινον. νικητήριον στέφανον (Ar. Ach. 1002)
ἀσκορδίνητος· ἀσάλευτος. μὴ κινῶν τὰ μέλη. {Σκορδινᾶσθαι}
γὰρ λέγουσιν τὸ παρὰ φύσιν ἐκτείνειν, ὅπερ γίνεται παρὰ τοῖς
ἐγειρομένοις ἐξ ὕπνου
ἀσκός· ὑδρία
*ἀσκούμενοι· γυμναζόμενοι, παιδευόμενοι vgASn
†ἀσκουρῶτις· ἄρκτος ἡ μικρά
ἄσκρα· δρῦς ἄκαρπος
ἄσκυροι· βοτάναι τινές
†ἀσκώσατο· ἠχθέσθη
ἀσκωλιάζοντες· ἐφ' ἑνὸς ποδὸς ἁλλόμενοι (Plat. conv. 190 d
v. l.) (p) (AS)
ἀσκωλιάζειν· κυρίως μὲν τὸ ἐπὶ τοὺς ἀσκοὺς ἅλλεσθαι, ἐφ' οὓς
ἀληλιμμένους ἐπήδων γελοίου ἕνεκεν
ἄσκωμα· δερμάτιον, ὃ ἐν ταῖς τριήρεσιν ἔχουσιν
ἀσκῷ φλαυρίζεις· οὐδενὶ ἐπιπλήττῃ, τῇ σκιᾷ μορμύσσῃ, του-
τέστιν †κενὸς δὲ νοῦς κενώματι †ἢ φλυαρεῖς
*ᾆσμα· ᾠδή, [ὕμνος vgA δίασμα. καὶ μέλος ᾠδῆς vgSn
*ἀσμενέστατα· χαίρων (Plat. rep. 10,616a) ASn
*ἀσμενίζει· χαίρει ns ἀγάλλεται
ἄσμενοι· χαίροντες (ι 63 ..)
*ἀσμένῳ· χαίροντι (Ξ 108) Sb
*ἀσμένως· μετὰ χαρᾶς. ἡδέως vgAS εὐκταίως S προθύμως (Act.
ap. 21,17) n ἑκουσίως
ἄσμηκτον· τὸ ἀπόλουτρον (Pherecr. fr. 195)
ἀσμωλεῖ· ἀγνοεῖ. ἀναπνεῖ
ἀσόλοικον· ἥμερον, προσηνές. οὐ βάρβαρον. Σοφοκλῆς Τρωΐλῳ
(fr. 572)
ἅ σου· ἅτινά σου
ἀσοῦρ· κρατήρ, ὑπὸ Φοινίκων
ἀσπασμός· ἡ ἐγγύα
ἀσπάζει· [συμπεριπατεῖ]
ἀσπάζομαι· ἀσπάζω (Eur. Hipp. 102)
ἀσπάθητα· τὰ μὴ κεκρουσμένα τῇ σπάθῃ ἱμάτια
ἀσπάθητον χλαῖναν· τὴν δοράν, παρόσον οὐχ ὕφανται
(Soph. fr. 793)
*ἀσπαίροντας· σκαρίζοντας (Γ 293) (g)AS
ἀσπακάζομαι· τὸ ἀσπάζομαι. πέπαικται (com. ad. 953?)
*ἀσπακῶς· φιλοφρόνως AS
*ἀσπάλαθοι· ἄκανθαι AS
ἀσπάλαξ· ζῷον ἐστερημένον ὄψεως
*ἀσπάλαθος· φυτὸν ἀκανθῶδες (Sir. 24,15) (AS)
ἀσπαλία· τοῦ ἁλιέως ἐργασία. *ὁρμιά. ἁλεία vgAS
ἀσπαλιεύς· ἁλιεύς. {Ἄσπαλος} γὰρ ὁ ἰχθύς. Ἔνιοι δὲ ἀπὸ τοῦ
σπᾶν τῷ λίνῳ. {Λίνον} δὲ ἡ ὁρμιά, ὡς Πλάτων ἐν Ταῖς ἀφ'
ἱερῶν (fr. 11) "πόθεν ὁρμιὰ καὶ κάλαμος"
*ἀσπαλιευτής· τῇ ὁρμιᾷ χρώμενος vgAS
ἄσπαλος· ἰχθύς
ἄσπαλον· σκύτος
ἀσπάλους· τοὺς ἰχθύας. Ἀθαμᾶνες
ἀσπανίον· πάσσαλον
ἀσπάραγος· τὸ ἐκ τῶν ἀκανθῶν φυόμενον τραχύ
*ἄσπαρτον· μὴ σπειρόμενον vgAS
ἀσπαρίζειν· σκαρίζειν, ἐπὶ ἰχθύων, καὶ {ἀσπαίρειν} τὸ αὐτό
*ἀσπάσιος· ἀσπαστός. χαρτός (Κ 35) AS
ἀσπαστήν· θαυμαστήν. Ἐπίχαρμος
ἀσπασίως· ἀσμένως. ἡδέως. περιχαρῶς vg ἀγαπητῶς (Η 118 ..)
ἀσπαστοί· *ἥδιστοι AS χαρτοί
*ἀσπαστόν· ἐπιθυμητόν (ε 398) gAS
ἄσπερμος· ἄγονος n ἀφανής (U 303)
ἀσπερχές· συνεχές S δαψιλές. ‖ σχολαῖον. *καὶ ἀδιαλείπτως
(Δ 32 ..) ASn
*ἄσπετος· λίαν S πολύς Sn μέγας (Θ 558) S(n)
ἄσπετα· ἀπαρακολούθητα. πολλά (Λ 245)
*ἄσπετον· καὶ πολύ (Γ 373) T. n
ἄσπετον κῦδος· δόξαν μεγάλην (Σ 165)
Ἄσπετος· ὁ Ἀχιλλεὺς ἐν Ἠπείρῳ, ὥς φησιν ὁ Ἀριστοτέλης ἐν
Ὀπουντίων Πολιτείᾳ (fr. 563)
†ἀπεκτόνια· ὠφελήματα
*ἀσπίδα· σκουτάριν· ἢ [ὅπλον (Sap. 5,19) (n)
*ἀσπιδὲς πεδίον· περιφερές· ἢ ἀσπίδας ἔχον (Λ 573)
ἀσπιδεῖα· τὰς πτυχὰς τῶν ἀσπίδων. καὶ μέρος τῆς νεὼς πρὸς
τῇ πρύμνᾳ
ἀσπιδήϊα· ἀσπίδας
*[ἀσπιδιότης· πολεμιστής] Pn
ἀσπίδι γινώσκων· ἐκ τῆς ἀσπίδος γινώσκων (Ε 182)
*ἀσπιδίσκας· πελτάρια. σκουτάρια vgAS ἢ περιφερὴς κόσμος
ὅπλοις ἐοικώς (Exod. 28,13) AS
ἀσπιδίσκοι· τῆς κιθάρας τὰ ἐπ' ἄκροις πήχεσιν
*ἀσπιδιώτας· ὁπλίτας, πολεμιστάς (Β 554) AS
*ἀσπίς· ὅπλον ASn πολεμικόν. [τὸ σκουτάριον vg
ἀσπίνθιον· ἀψίνθιον
*ἄσπιλος· ἄμωμος. [καθαρός (P)
*ἀσπιστάων· ὁπλιτῶν vgASn μαχητῶν (Δ 90 ..) S
ἄσπιλος· χείμαῤῥος, ὑπὸ Μακεδόνων
ἄσπλαγχνος· δειλός (Soph. Ai. 472)
Ἀσπληδών· πόλις τῆς Βοιωτίας (Β 511)
ἀσπληνίς· βοτάνης εἶδος
*ἀσπονδεῖ· οὐκ εἰρηνεύει. ἀδιαλλακτεῖ AS
*ἄσπονδοι· ἄγριοι. ἐχθροί vgAn καὶ μὴ μνημονεύοντες φιλίας ἢ
διαθέσεως (2. Tim. 3,2) S
ἄσπορον· ἄγονον, χωρὶς σπέρματος
*ἀσπουδεί· χωρὶς σπουδῆς Sn ἢ κακοπαθείας. καὶ ἄνευ πόνου S
καὶ μόχθου (Θ 512)
†ἀσπόλην· ἀρίστην
ἄσσα· ἅτινα. λεγέσθω δὲ ψιλῶς (τ 218) S Ἀττικοὶ δὲ ἄττα
λέγουσιν. ἢ ὅσα
ἅσσα] [ἀσυμφανές· [ἄδηλον]
*ἅσσα· ἅτινα n ἄττα· τινά, ψιλῶς AS
*ἄσσει· κατάσσει AS
*ας σεο· ἀπὸ σοῦ AS
ἄσσιος· προκόλπιος
ἄσσιστα· ἔγγιστα. Αἰσχύλος Ἠδωνοῖς (fr. 66)
*ἆσσον· πλησίον n ἐγγύς (Act. 27,13?) vgAS
ἆσσον ἴτ'· ἐγγὺς ἔρχεσθε (Α 335)
Ἀσσυρία· ἡ Χαλδαϊκή
Ἀσσυρίῃ· τῇ Χαλδαϊκῇ
ἀσσύτερα· ἄλλα ἐπ' ἄλλοις
ἀσταγάνα· ἱμάς
ἀσταγές· πολὺ καὶ λάβρον (Callim. fr. 317)
*ἀσταθῆ· ἀβέβαιον AS
*ἀστάθμητος· ἄνισος (Eur. Or. 981) gASPn
†ἀσταινεῖ· [δυσπαθεῖ. ἁμαρτάνει. μοχθεῖ]
ἀστάλακτον· [ἀσθενές ἢ] νοτερόν
ἀσταλής· μὴ περιβεβλημένος (Callim. fr. 673?)
ἀστάλη· πολύπους ὁ ἐν μυκτῆρι. ἔνιοι σκώληκα οὐρὰν ἔχοντα
ἀσταλύζειν· ἀναβλύζειν. κλαίειν
ἀστάνδης· ἡμεροδρόμος. [ἢ κράββαττον.] ἢ ἄγγελον. Ταραν-
τῖνοι
ἄστακτον· οὐ καταστάζον, ἀλλὰ ῥύδην
*ἀστασίαστον· ἀθόρυβον (Thuc. 1,2,5?) AS
*ἀσταφίς· σταφίς AS
*ἀσταχύεσσι· τοῖς στάχυσιν (Β 148) AS
*ἄστεγον· τὸ μὴ ἔχον στέγην vgASn ἢ ἀκαρτέρητον AS καὶ
ἀνυπομόνητον (Prov. 26,28) (vg) AS
(*)ἀστέγους· οἱ μὴ ἔχοντες οἴκους (Esai. 58,7)
*ἀστεΐζεσθαι· πολιτεύεσθαι AS
*ἀστεϊζόμενος· ὡραϊζόμενος Σw
*ἀστεῖος· ὁ χαρίεις vg ὁ ἐπίχαρις (Act. ap. 7,20) ASP
*ἄστεκτος· ἀφόρητος, ἀβάστακτος vgASn
ἀστέκτως· ἀνυπομονήτως (p) ἀνυποστάτως
ἀστέλεχος· ὁ δακτύλιος. ἕδρα
ἀστέλεφος· τὸ περὶ τὴν κιθάραν δέρμα
ἀστελοφοῦν· [δέρμα τὸ εἰς τὰ ἄκρα]
†ἀστηταί· οι..δεῖοι †καὶ Ἀττικοί
ἀστείων· τῶν ἐν ἄστει διατριβόντων. καὶ γελωτοποιῶν
ἀστεΐζεται· ἀγλαΐζεται, ὡραΐζεται, κομψεύεται
ἀστεμβής· ἀθαμβής, ἀτάραχος
*ἀστεμφέα· ἀμετακίνητα (Β 344) AS
*ἀστεμφέας· ἀμετακινήτους n βεβαίους p
*ἀστεμφῆ· τραχύν, χαλεπόν. ἀκίνητον AS
ἀστέρι ὀπωρινῷ· τῷ κυνί, τῷ κατὰ τὴν ὀπώραν ἀνατέλλοντι
(Ε 5)
Ἀστερίη· ἡ Κρήτη καὶ ἡ Δῆλος οὕτως ἐκαλοῦντο
Ἀστέριοι· οἱ πρῶτοι τὴν Τένεδον κατοικήσαντες
Ἀστερίς· ὄνομα νήσου (δ 846)
Ἀστέριον· πόλις ἐν Θεσσαλίᾳ (Β 735)
ἄστεκτα· τὰ οὐ δυνάμενα κατασχεθῆναι. Αἰσχύλος Σεμέλῃ (fr.
224)
*ἀστερόεν· λαμπρόν S ποικίλον AS
*ἀστερόεντι· ἀστέρας ἔχοντι (Δ 44) (g) ASn
*ἀστεροπάς· ἀστραπάς vgASn
ἀστεροπητής· ἀστράπτων AS ἢ ὁ Ζεύς, ἀπὸ τῆς ἀστραπῆς.
αὕτη γὰρ ἀναστρέφειν ποιεῖ τοὺς ὦπας
*ἀστερωπός· κατάστικτος (Eur. Phoen. 129) ASn
*ἀστέρων τέθριππος· τὸ ἅρμα ἡλίου (Eur. Tro. 855) gASPn
*ἄστεος· πόλεως (Γ 140) vgASn
*ἄστεσι· πόλεσιν vgASn
ἄστυ· ἡ πόλις, [οὐκ Ἀθῆναι] ἀλλὰ καὶ ὁ περίβολος [καὶ πολί-
της]
ἀστὴ ἐλαία· ἡ ἐν ἀκροπόλει (com. ad. 745) ἡ καλουμένη
{πάγκυφος} (Ar. fr. 727) διὰ χθαμαλότητα
ἀστηνεῖ· ἀδυνατεῖ
ἀστηνόν· δύστηνον (p) χαλεπόν (Callim. fr. 275)
ἀστῆνες· ταλαίπωροι, δυστυχεῖς
ἄστηρ· ἡ φαρέτρα S ἤγουν βελοθήκη
ἀστήρει· [σῖτος]
ἀστήρικτον· ἄπιστον
*ἀστηρίκτους· ἀσθενεῖς (2. Petr. 2,14) vgAS
*ἀστιβῆ· ἄβατον (Soph. Ai. 657) vgASn
ἀστίβους· ἀπατήτους
ἀστίβητοι οἶκοι· τὰ ἄδυτα
ἄστλιγγας· αὐγάς. ἢ {ἄστριγγας} (Philit. fr. 24 Kuch.)
ἀστικοὶ νόμοι· οἱ κατὰ τὴν Ἀθηναίων πόλιν. ἦσαν γὰρ καὶ
ἐμπορικοί
*ἀστικῶν· πολιτικῶν vgASn
ἄστικτον· τὸ ἀνέπαφον {χωρίον} (Men. fr. 1 D.) τὸ γὰρ ὑπο-
κείμενον ἐστίχθαι ἐλέγετο
ἁστιχάζει· συμπεριπατεῖ
*ἀστεῖον· καλόν AS ἢ πολιτικόν (n) ἢ ἐπίχαριν AS ἢ [κεχαρι-
τωμένον (Exod. 2,2) (n)
ἀστίοχος· ἄγγος περιφερές, εἰς ὃ ἐγχέοντες πίσσαν καὶ θεῖον
καὶ στυππεῖον ἠφίεσαν καὶ ἔνθα ἐφέρετο, ἔκαιε τὰ προστυγχά-
νοντα. ἔστι δὲ καὶ γένος λίθου καὶ ξηροῦ ξύλου καὶ πεπισσω-
μένου
*ἀστείως· γελοιωδῶς, χαριέντως AS
ἄστιππος· ἱππέων ἑβδομήκοντα {τάγμα}
ἄστοβον· ἀλοιδόρητον
*ἀστοῖσι· πολίταις (Λ 242) vgAS
*ἀστοιχείωτα· μὴ ἔχοντα ἀρχάς ASn
ἄστομος· ὁ μὴ δυνάμενος λέγειν. Σοφοκλῆς Ἀκρισίῳ (fr. 73)
*ἀστόν· πολίτην AS [ἢ πυκνόν] (Eur. Med. 223)
ἄστονον· ἄλυπον. μεγαλόστονον (Aesch. Sept. 857 v. l.?)
ἀστόξενοι· οἱ γένει μὲν προσήκοντες, ἐπὶ δὲ τῆς ἀλλοδαπῆς γεγο-
νότες. οἱ δὲ τοὺς ξένους μὲν ὄντας, ἐπὶ τιμῇ δὲ ἀστοὺς γενομένους
*ἀστόργους· μὴ ἀγαπῶντάς τινας (Rom. 1,31) AS
ἀστόριον· μέγα, καὶ διακεχυμένον
*ἀστός· πολίτης, πολιτικός S
*ἀστοχεῖ· ἀποτυγχάνει AS ἁμαρτάνει
ἀστράβη· τὸ ἐπὶ τῶν ἵππων ξύλον, ὃ κρατοῦσιν οἱ καθεζόμενοι.
τίθεται δὲ καὶ ἐπὶ τῶν ἀναβατικῶν ὄνων. οἱ δὲ κατὰ τὸ πλεῖστον
μὲν τὴν σωματηγὸν ἡμίονον οὕτως ἔλεγον· ἐνίοτε δὲ πάντα
ἁπλῶς τὰ σωματηγοῦντα ὑποζύγια
ἄστρα· Ἀττικοὶ τοὺς ἀστέρας
ἀστραβαλίζειν· ὁμαλίζειν, εὐθύνειν
ἀστραβές· ἄστρεπτον. ἀσφαλές
ἀστραβιστήρ· ὄργανόν τι, ὡς δίοπτρον
ἀστραγάλας· τὰς πονηρὰς κύνας. κακοήθεις κύνες
ἀστραγάλη· ἡ τῆς ἴρεως ῥίζα. ἢ κακοήθης κύων
ἀστράγαλον· *τὸν σπόνδυλον (Ξ 466?) ASn καὶ τὸ ὑποκάτω
τοῦ σκέλους
ἄστρα δὲ δὴ προβέβηκε· παρῴχηκεν δὲ πλέω νύξ
τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται
(Κ 252 sq). ἤτοι εἰς τρεῖς μοίρας διαιρετέον, καὶ τὸ {πλέω}
ἀντὶ τοῦ πλήρης ἀκουστέον, ἵνα ᾖ, ὅτι πλήρης τῶν δύω
μοιρῶν ἡ νὺξ παρελήλυθεν
ἀστραπὴ δι' ἅρματος· [Ἀθηναῖοι]
ἀστράπτων· ὑπερλάμπων
ἀστρακλεῖν· ἀδυνατεῖν
Ἀστραλίαν· τὸν Θρᾷκα. Λυδοί
ἀστραλός· ὁ ψάρος, ὑπὸ Θετταλῶν
ἀστραπαῖοι· ἄνεμοι ... πνέοντες, ἀφ' ὧν ἀστραπαὶ γίνονται
ἀστραπὴ δι' Ἅρματος· Ἀθηναῖοι, ὁπότε δι' Ἅρματος αὐτοῖς
ἀστράψειεν, ἔπεμπον εἰς Δελφοὺς τοὺς λεγομένους Πυθαϊστάς
ἀστραφής· σκληρός. Σοφοκλῆς Μυσοῖς (fr. 385)
ἀστραφές· ἄστρεπτον. ἀσφαλές
ἀστράψῃ διὰ πυκνός· ἀντὶ τοῦ δι' Ἅρματος (com. ad. fr. 49)
†ἀστρεκίας· ἀστροφανείας
ἄστρεπτον· ἄπειστον. ὀρθόν
ἀστρηνές· δύσθετον. σκαιόν. ὀξύ
ἄστριες· ἀστράγαλοι (Callim. fr. 276) {ἄστριχοι}· τὸ αὐτό
(Antiphan. fr. 92)
ἀστρόβιλον· τὸν ταχυλόγον. ἔνιοι τὸν συνεστραμμένον, ἢ
δεδονημένον
ἀστροβολήτους· τοὺς ὑπὸ τοῦ Κυνὸς βαλλομένους
ἀστροβοληθῆναι· νόσῳ τινὶ κατασχεθῆναι. ἐπὶ τῶν παιδίων
ἀστροβόλως· ἐντρεχῶς (Plat. com.)
Ἀστροβόλιον· ἐν Ἰταλίᾳ. [ἔνιοι δὲ τὸ δεδονημένον. ἢ {ἀστρό-
βιλον}]
ἀστρόβολον· ταχύ. συνεστραμμένον. ἐντρεχῆ
ἄστροις σημειοῦσθαι· μακρὰν ὁδὸν καὶ ἐρήμην βαδίζειν. ἡ δὲ
μεταφορὰ ἀπὸ τῶν πλεόντων
ἀστρολόγος· γενεθλιολόγος
ἀστροφαές· λαμπρόν, λευκόν
ἄστυ· πόλις ἀπὸ τοῦ εἰς ὕψος ἀνίστασθαι
Ἀστυάναξ· ἰχθύς τις οὕτως καλεῖται. καὶ ὁ τοῦ Ἕκτορος παῖς
Ἀστυάνασσα· Ἑλένης θεράπαινα ἥτις πρώτη ἐξεῦρεν Ἀφρο-
δίτην καὶ ἀκόλαστα σχήματα
*ἄστυ, ἀστός· [πόλις vgASPn πολίτης
*ἀστύγειτον· πλησιόχωρον (vg) AS
*ἀστυγείτων· τῇ πόλει γειτνιῶν ASn
Ἀστυδάμεια· Ἀκάστου γυνή
†ἀστυλάζει· [λυπεῖ μετὰ κλαυθμοῦ]
ἀστυλίς· φυτόν, ὅθεν ὁ ἰξός
ἀστυλόν· τὸ τραχὺ ἱμάτιον, καὶ φαῦλον μηλώτιον, καὶ †ἀναιδές
ἀστυνόμος· ὁ διοικῶν κατὰ τὸ ἄστυ
Ἀστυνόμη· ἡ Χρυσηΐς, ὑπὸ τῶν νεωτέρων
ἄστυ νυμφέων· τὴν Σάμον Ἀνακρέων, ἐπεὶ ὕστερον εὔϋδρος
ἐγένετο
ἀστύξενοι· οἱ μὴ ἔχοντες ἐν τῇ πόλει τὴν [οἰκείαν] ἰδίαν.
Ταραντῖνοι
ἀστυπολεῖ· ἀγγελοφορεῖ. ἀχθοφορεῖ
ἄστυρον· πόλισμα (Callim. fr. 75,74)
ἄστυ· πόλις ἢ ἀκρόπολις [ὁ ἐν πόλει ἀναστρέφων]
ἀστύτριψ· ἐν ἄστει διατρίβων (Critias fr. 72)
ἀστυφίη· ἀστυσία
ἀστυφέλικτον· ἄσειστον. [ἄκακον (n) ἀδιάφορον
*ἀσύγγνωστος· οὐκ ἔχων συγγνώμην AS
*ἀσύγκριτον· ἀνόμοιον n ὑπερέχον (g) AS
ἀσύγχυτον· ἄμικτον, ἤγουν μὴ συγκιρνώμενον
ἀσυλλόγιστον· μὴ καλῶς γεγονός
*ἄσυλον· ἀβλαβές AS
*ἀσύμβατον· ἀφιλίωτον vgASn πολέμιον vgAS ἀνειρήνευτον
(Thuc. 3,46,3?) (S)
ἀσύμβλητον· ἀσύγκριτον
*ἀσυμφανές· περικεκαλυμμένον AS
*ἀσυμφανῶς· ἀδήλως, αἰνιγματωδῶς vgAS ἐπικεκαλυμμένως
(Cyr in Ose. 2 C) vgS(A)
†ἀσύμφιλος· ἀνόητος. ἄτιμος
*ἀσύμφορον· τὸ μὴ συμφέρον, ἢ πρέπον. καὶ ἀπρόσφορον vgAS
*ἀσυμφυὲς τῇ κτίσει· ἐκτὸς κτίσεως ASn
(*)ἀσύνακτος· ὁ μὴ συναγόμενος. ἐξώβλητος (Greg. Naz. c.
2,1,43,24)
ἀσυνδέτους· μὴ συνδεσμουμένους
ἀσύνετος· ἄφρων (Eur. Phoen. 1602)
*ἀσυνδύαστος· ἀσύμπλοκος vgAS παρὰ τὸ μὴ συνδυάζειν, ὅ
ἐστι ἐκ {δυάδος} καὶ τῆς {σὺν} προθέσεως AS
*ἀσυνθέτους· μὴ ἐμμένοντας ταῖς συνθήκαις vgASn (Rom. 1,31)
μὴ συντεθειμένους
*ἀσυνθεσία· παραβασία (Ierem. 3,7 ..) vgAS
ἀσύνθροον· ἀσύμφωνον
*ἀσύντακτον· μὴ τεταγμένον vgAS
*ἀσυντελές· ἐκτὸς τοῦ τεταγμένου ASn
*ἀσυντελής· ἀσύμφορος (v) gAS(n)
ἀσυρές· (*) βδελυρόν. προπετές. βλοσυρόν. θρασύ
*ἀσυρῆ· ἀκάθαρτα (Sir. 23,13) gAS
Ἀσυρίων· [Χαλδαίων]
ἀσύφηλον· *ἀπαίδευτον (vg) AS κακόν, ἁμαρτωλόν. *[ἀδόκι-
μον (n) μηδενὸς ἄξιον (Ι 643)
*ἀσφάλειαν· σωτηρίαν vgAS
ἀσφάζει· ἀντέχεται
ἀσφακέλιστον· ἀπερίστατον. οὐ μελανθέν
ἀσφάλισαι· {φύλαξαι}
*ἀσφαλτῖτις· Ἐρυθρὰ θάλασσα {μᾶλλον δὲ Νεκρά} AS
*ἀσφαλτώσεις· χρίσεις. πισσώσεις (Gen. 6,14) AS
ἀσφάραγος· *φάρυγξ S ἢ βρόγχος (Χ 328) d ἢ λάχανον
εὐτελές, *ἀσπάραγος AS
ἄσφηλοι· ἀσθενεῖς. {Σφηλὸν} γὰρ τὸ ἰσχυρόν
ἀσφόδελος· εἶδος φυτοῦ, οὗ τὴν ῥίζαν ἐδώδιμόν φησι Ἀρί-
σταρχος, καὶ ἅπαν εὔοσμον· {ἀσφοδελὸς} δὲ ὀξυτόνως λειμών,
παράδεισος (λ 539)
ἀσχαδές· †ἀμετάσχετον (Aesch. fr. 418)
ἀσχαλάᾳ· δυσανασχετεῖ (Β 293)
ἀσχάλλει· ὀχλοῦται, *λυπεῖται, ἀθυμεῖ, vg (AS) ἀδημονεῖ gn
ἀγανακτεῖ
*ἀσχαλόωντα· ἀδημονοῦντα ASn λυπούμενον An ἀγανακ-
τοῦντα (Χ 412) (g)
ἀσχέδωρος· ὁ σύαγρος, παρὰ Ἰταλοῖς (Aesch. fr. 261)
ἀσχέδιον· τραχύ. Κρῆτες
ἄσχεο· ἀνάσχου (Ψ 587 v. l.)
*ἄσχετος· ἄμετρος (gASPn)
ἄσχετον· *ἀκατάσχετον vgAS οὐκ ἀνασχετόν. ἄφιλον. οἱ δὲ
ἰσχυρόν (Π 549)
ἀσχημονεῖ· ἀκοσμεῖ
ἀσχήμονα· ἄμορφον, ἀνείδεον
*ἀσχήμονι· ἐπονειδίστῳ {θανάτῳ} (Sap. 2,20) AS
ἀσχολία· ἐνδελεχισμός
ἄσχολος· σχολὴν μὴ ἄγων, ἀσχολούμενος
*ᾄσω· ψαλῶ, αἰνέσω, [ὑμνήσω vgAS
ἀσώδης· ἀμμώδης
ἀσωμένη· λυπουμένη
Ἀσώπιον· τόπος Ἀθήνησι
Ἀσωπός· ποταμὸς ἐν Θήβαις (n) τῆς Βοιωτίας (Δ 383)
*ἀσώτως· αἰσχρῶς vgAS ἀπλήστως (Luc. 15,13)
ἆτα· ὦτα A Ταραντῖνοι
(*)ἀταβέες· ἄφοβοι (Greg. Naz. c. 1,2,15,39)
Ἀταβυρία· ἡ Ῥόδος πάλαι
(*)Ἀταβύριον· ἔνθα [ὄρος] θηρία συνάγονται (Ose. 5,1 v. l.?)
ἆται· πληροῦται
†ἄταιθα· λαμυρά
ἀταισόν· ἀναδενδράς. Τυῤῥηνοί
†ἀταής· ἀγύμναστος
†ἀταθήνιον· χαλκός. ἔλυτρον
*ἀταλά· νήπια. ἁπαλά (Σ 567) ASPn
*ἀταλαιπώρως· ἄνευ κόπου n ἀκοπιάστως (Ar. fr. 254) vgAS
*ἀτάλαντον· ἰσόζυγον (S) ἴσον gn ὅμοιον (Β 169) (AS)n
*ἀταλοῖς· νηπίοις n ἁπαλοῖς vg [ἁπλοῖς]
ἀτάλλει· τρέφει. τιθηνεῖ (Soph. Ai. 559) σκιρτᾷ. χαίρει (Ν 27)
φιλεῖ, ἀγαπᾷ
ἀτάλματα· ἀντὶ τοῦ ἅλματα. παίγνια
*ἀταλόφρονα· νήπια gAS ἁπαλόφρονα (Ζ 400) S
*ἀταμίευτα· ἀδιοίκητα gS ἀναπόθετα. ἀφύλακτα vgAS
†ἀταποῦ· χαλεπῆς
*ἀτὰρ δή· [ἢ ἢν ποτέ, ἐὰν δήποτε S] τὶ οὖν καὶ δή, [δή] ἤδη
(Iob 6,21 v. l.)
ἀτάρ ἄν ποτε· [ἐὰν δήποτε]
*ἀτάρβητος· ἄφοβος (Γ 63) vgAS
ἀταρβίζεται· †ἄτηρος φαίνεται
*ἀτὰρ δέ· πλήν, ὅμως δέ (Iob 6,21) vgASn
*ἀτὰρ δή· ἀλλὰ δή. διὰ τοῦτο vgAS ἤν ποτε. ἐὰν δήποτε AS
*ἀτὰρ ἤν ποτε· ἐὰν δήποτε (Α 166) AS
ἀτὰρ μὲν νῦν {γε}· καὶ δή, καὶ ἄρτι (σ 123)
*ἀτάρ μιν νῦν γε· νῦν δὲ αὐτόν (Α 506) n
ἀτάρμυκτον· ἄφοβον, θρασύν. ἄθικτον, ἄψεκτον
ἀτάρνη· βρόχος
*ἀτὰρ οὐ· διὰ τοῦτο οὐ n "ἀτὰρ οὐ τέλος ἵκεο μύθων" (Ι 56)
*ἀταρπιτός· ἡ ὁδός (Σ 565) ASn
*ἀταρπιτός {ἢ} {ἀταρπός}· ὁδός, ἀτραπός S
ἀταρτᾶται· βλάπτει. πονεῖ. λυπεῖ
ἀταρτηροῖς· βλαβεροῖς ASn ἀτηροῖς (Α 223) AS
ἀτάραχον· ἀχείμαστον
*ἄτας· εἰκαιολογίας. ἀπάτας (Ι 115) AS
*ἀτάσθαλα· ἁμαρτωλά, ἄδικα (γ 207) b
ἀτασθαλίαι· ἁμαρτίαι· ἀπὸ τοῦ ταῖς ἄταις θάλλειν (φ 146)
*ἀτάσθαλος· ἁμαρτωλός vgASn πονηρός, [φρενοβλαβής Sn
ἀτάρχυτος· ἄταφος
*ἄτας κελαδεῖν· μάταια εἰπεῖν, ἢ ἠχεῖν (Eur. Tro. 121) AS
*ἅτε· καθάπερ (Λ 779) vgSn
ἀταύρωτος· ἄζυγος. καὶ παρθένος, παρ' ὅσον ἐζεῦχθαι γάμοις
αἱ γημάμεναι λέγονται (Aesch. Ag. 244)
*ἄτεγκτοι· ἄβροχοι. vgAS σκληροί gAS ἀσυμπαθεῖς. ἄβρεκτοι Sn
ἀτέγκτοις· ξηροῖς, [ἀβρόχοις n
ἄτεγκτος· ὁ μήτε δακρύων, μήτε ἱδρῶν q ἀνένδοτος. καὶ γὰρ ὁ
ἐλεῶν δακρύει
*ἁτεδή· ἐπειδή S ὡς δηλαδή Svg
ἀτειρής· ὁ στερεός S καὶ ἄτρωτος, οὐ τειρόμενος ὑπὸ Ἄρεως.
*ἀκαταπόνητος (Ε 292 ..) ASn
ἀτέκμαρτον· *ἀτελείωτον (Greg. Naz. or. 4,47) vgAS ἄγνω-
στον. [ἄσημον (n)
ἄτεκνος· ἄγονος
ἀτεκνία· ...
*ἀτέλεια· ἀλειτουργησία gASn
ἀτελεῖς· ἐλλιπεῖς
ἀτελεύτητον· τὸ μὴ ἔχον τέλος (Α 527)
ἀτελῆ· ἀδάπανα. οὐκ ἔχοντα τελέσματα. Σοφοκλῆς Θυέστῃ
(fr. 246)
ἀτέμβεσθαι· στέρεσθαι. ὀδυνᾶσθαι
*ἀτεμβόμενος· στερισκόμενος (Ψ 834) AS
ἀτέμβονται· στερίσκονται (Ψ 445) (g)
ἀτενές· ἰθύ. ἀναλγές. συνεχές
ἀτενής· "ἥκω δ' ἀτενὴς ἀπ' οἴκων" Εὐριπίδης Ἀλκμαίωνι τῷ διὰ
Ψωφῖδος (fr. 65), συντείνασα. καὶ {ἀτενίζειν} λέγουσι τοὺς
συντείνοντας καὶ ἐπερείδοντας τὴν ὄψιν
*ἀτενίζει· *{ἄκρως} προσέχει vgAn βλέπει
*ἀτέοντα· [ἀτιμάζοντα S] ἀτώμενον. [βλαπτόμενον, παρὰ τὴν
{ἄτην} (Υ 332) AS
*ἀττέλαβος· εἶδος κνωδάλου AS
*ἄτερ· χωρίς vgSPn ἄνευ g ἐκτός vgASn
ἀτέραμνον· τὸ μὴ ἐνδιδοῦν. σκληρόν. {Τέρεν} γὰρ τὸ ἁπαλόν
(ψ 167)
*ἀτεράμων· σκληρός gASn ἀκαμπής. [ἀκαταπόνητος vgAS
ἀνελεήμων S
*ἀτεράμοσι· σκληροῖς n
†ἀτερέα· ὄρος γοργόν. Κρῆτες
ἀτέρεμνα· τὰ μὴ ἑψόμενα ὄσπρια p
ἀτέρεμνον· σκληρόν
*ἄτερ ἥμενον· χωρὶς καθήμενον (Α 498) ASn
*ἀτέρ γε· χωρίς (Ο 292) AS
*ἀτερμάτιστος· ἀβέβαιος, ἀθεμελίωτος g(ASn)
*ἀτέρμονες· ἀόριστοι (Eur. Hec. 926) AS
ἅτεροι· ἕτεροι. ἑτέρωθεν
ἁτεροῖον· τὸ ἕτερον καὶ χωρισθέν
*ἅτερος· ὁ ἕτερος, ὁ εἷς τῶν δύο (Eur. Phoen. 1384) gASn
*ἀτευχῆ· ἄνοπλον (Eur. Andr. 1119) gAS
ἀτεύκτου· ἀνεπάφου. [ἀτερπές]
ἄτακτον· ἀσκεύαστον, ἀσύνθετον, {ἀπρεπές}
ἀτερέψατο· [ἠθέτησεν]
ἀρετήσιον· ἀπρομηθές
†ἀτετόν· λευκόν
ἀτετῶς· ἀφροντίστως
ἀτεχνῶς· τὸ παράπαν, καὶ τῷ ὄντι, καὶ καθόλου. οἱ δὲ ἁπλῶς,
ἢ καθάπαξ
*ἄτη· βλάβη (Β 111) SPn
ἀτημέλητος· ἠμελημένος
*ἀτημελῶς· ἀνεπιστημόνως. ἀμελῶς (Cyr. in Zach. 14) vgAn
ἀτήνειν· μοχθεῖν
*ἀτηρόν· βλαβερόν (Eur. Hipp. 630) gASn
ἀτεωρόχοι· [ἄγαν αὐθάδεις]
ἀτηρής· [ἀκαταπόνητος]
*Ἀτθίδων· Ἀθηναίων vgn
ἀτιαλλεῖ· ἀγαπᾷ
ἀτίζει· *ἀτιμάζει vgn ἢ ἀφροντιστεῖ (Eur. Rhes. 253)
*ἀτίζεις· ὑπονοεῖς (Eur. Rhes. 327) gAS [πένεις]
ἀτίζεται· [πένεται] ἀτιμάζεται
ἀτίζων· ἤτοι *ἀφροντιστῶν AS ἢ ἄταις περιβάλλων, ἤγουν
βλάβαις (Eur. Alc. 1037)
*ἀτίθασον· ἀνήμερον. {Τιθασεύειν} γὰρ λέγεται τὰ ἄγρια θηρία
ἡμεροῦν καὶ χειροήθη ποιεῖν vgAS
*ἀτιμαγέλας· ὁ ἀτιμάζων. καὶ τῇ ἀγέλῃ μὴ συνυποταττόμενος
AS
*ἄτιμος· ὁ μὴ ἔχων τιμήν (Α 171) P
ἀτιμαλφοῦσι· τιμὴν οὐχ εὑρίσκουσιν
ἀτιμοτάτη· ἄτιμος (Α 516)
ἀτίνακτα· ἄσειστα
ἅτιν' οὖν· ἅ τινα οὖν
ἀτηρὴς χαλκός· ἀκαταπόνητος σίδηρος (Ε 292 ..)
ἀτισανδρεῖν· ἀτιμάζειν ἄνδρα, καὶ ὑπερηφανεῖν
ἄτισεν· ἠτίμησεν. ἔβλαψεν. ἄτιμον ἐποίησεν
ἀτίσεις· ἀτιμάσεις. Αἰσχύλος Κερκύωνι (fr. 105)
ἀτισιλινοῖς· [περὶ τὰ λινὰ ἐξαμάτων δέσιν]
*ἀτίταλλον· ἔτρεφον (Ξ 203) AS
*ἀτίταλλε· ἀγάπα. μετὰ ἐπιμελείας τρέφε (S)
ἀτίται· ἄδικοι
*ἀτίτηλα· ἀνέθρεψα (Ω 60) gASn
ἀτίτην· ἀτιμώρητον. ἄπορον. ἄτιμον. τὸν μὴ ἔχοντα ἀποτῖσαι
Ἄτης λόφος· οὕτως τὸ Ἴλιον ἐκαλεῖτο πρῶτον
ἀτιτεῖν· ἀδικεῖν
ἀτίτηστον· [ἀπρομηθεύς]
*ἄτιτος· ἀτιμώρητος (T). ASn κατὰ στέρησιν τῆς ἄτης (Ν 414)
ἄτλαντα· ὠμοφόρον
ἄτλας· ἄτολμος. ἀπαθής S καὶ ἡ διϊοῦσα εὐθεῖα ἕως τῶν πόλων
ἀτλατεῖ· ἀγωνιᾷ. ἀθυμεῖ. φοβεῖται
ἀτλατέω· ἀγωνιῶ
ἀτλησία· ἀμηχανία. ἀνυποστασία
*ἄτλητον· ἀνυπομόνητον (Τ 367) v(g) AS
ἄτματα· [καθάρματα]
ἀτμενία· δουλεία. δυστυχία
ἄτμενον οἶτον· δουλικὸν μόρον
ἄτμενον· †ἄπαυστον οἰκέτην
ἀτλησίφρων· ... οὐδὲ τόλμης ἔννοιαν ἔχων
ἄτμητον· ἀμέριστον, ἀτραυμάτιστον· Σοφοκλῆς Ἀμφιτρύωνι
(fr. 120)
ἀτμιδοῦχον· ἀτμίδα ἔχον
*ἀτμίς· ἀπαύγασμα. πνοή (Sap. 7,25) w
*ἀτμίς· ἀναθυμίασις vgASP σπινθήρ SP ἀνάδοσις vgSPn
*ἀτμοῖς· ἀναδόσεσιν vgASn
*ἀτμός· ἡ ἐκ τοῦ ὑγροῦ ἀνάδοσις S ἢ καπνός. ἢ ἀτμίς. [ἢ πνοή n
ἀτμοῦσαν· ἀναθυμιάζουσαν
ἀτόκιον· βοτάνη
*ἄτομα· λεπτά vgn τομὴν μὴ δυνάμενα λαβεῖν vg
ἀτονία· ἀδυναμία
*ἄτοπα· πονηρά vgASn αἰσχρά (Iob 4,8)
*ἀτοπία· αἰσχρότης. [πονηρία AS
ἀτόπαστον· ἀνείκαστον. {Τοπάζειν} γὰρ τὸ εἰκάζειν· καὶ τὸ
{ὑποτοπάσαι} δὲ ἐνθένδε λέγεται. Αἰσχύλος Κρήσσαις (fr. 119)
ἄτοπα· ξένα. ἐνίοτε δὲ {ἄτοπον} τὸν δεινὸν καὶ ἔκθεσμον καὶ
παρηλλαγμένον, ἢ καὶ πονηρὸν καὶ αἰσχρὸν λέγει καὶ χαλεπόν
ἄτοπος· παράδοξος {λόγος}, ἢ θαυμαστός
*ἄτρακτος· βέλος [βέλος] μεταφορικῶς (Eur. Rhes. 312) g ὁ καὶ
ἄδρακτος
ἀτρακτυλλίς· φυτὸν ἀκανθῶδες. οἱ δὲ τὴν ἀγρίαν κνῆκον
ἀτραπίζειν· βαδίζειν. ὁδοιπορεῖν (Pherecr. fr. 26)
ἀτραπιτοῖς· ὁδοῖς (ps)
ἀτραπός· ὁδὸς τετριμμένη, μὴ ἔχουσα ἐκτροπάς, ἀλλ' εὐθεῖα S
ἀτρέχως· [ἀτρίβως]
*ἀτρεκές· ἀληθές (Ε 208) vgASn
*ἀτρεκέως· ἀληθῶς vgASn ἀκριβῶς (Β 10 ..) n
*ἀτρεκῆ· ἀληθῆ gAS ἀκριβῆ
ἀτρεκήσασα· ἀκριβωσαμένη. Εὐριπίδης Βουσίριδι (fr. 315)
ἀτρέμας· ἡσύχως, ἡσυχῇ (Eur. Or. 149 ..)
ἀτρέμη· [ὑγεία]
ἀτρεμῆσαι· ἡσυχάσαι
ἀτρέμητον· ἀσάλευτον
*ἀτρεμία· ἡσυχία vgASn
(*)ἀτρεμέων· ἡσυχάζων (Greg. Naz. c. 1,1,36,26)
*ἄτρεπτον· ἀκίνητον AS
*ἀτρέστοις· ὀξυβλέπτοις AS
*ἄτρεστον· ἀφόβητον ASn
Ἀτρείδα δέ· τοὺς Ἀτρέως παῖδας (Α 16)
Ἀτρείδαο· τοῦ Ἀτρέως παιδός (α 35 ..)
Ἀτρείδης· ὁ τοῦ Ἀτρέως παῖς Ἀγαμέμνων (Α 7)
ἀτριάκαστοι· οἱ μὴ μετέχοντες τριακάδος Ἀθηναῖοι
*ἀτρίζεται· πηνίζεται AS
ἄτριον· ὕφος λεπτόν. καὶ {εὐάτριοι}· εὐυφεῖς
*ἄτρομον· ἄφοβον (Ε 126) AS
(*)ἄτροπον· ἄτρεπτον
ἀτροπίη· ἀωρία. μεσονύκτιον
ἄτροπος· ἀμετάτρεπτος
ἄτρυφος· τυρὸς ὁ πησσόμενος ὑπὸ Λακώνων (Alcm. fr. 34)
*ἀτρύτοις· ἀκαταπονήτοις vgAS
*ἀτρυγέτοιο· ἀκάρπου ἀβύσσου καὶ ἀπείρου (α 72 ..)
ἀτρύνων· ἐγείρων (Ι 709)
*ἀτρύγετος· ἄκαρπος. ἀκαταπόνητος (Λ 316 ..) (A) S(n)
*ἄτρυγον· καθαρόν. μὴ ἔχον τρύγα (Exod. 27,20) vgAS
ἀτρυγηφάγου· πολυφάγου. {Τρύγη} γὰρ ὁ Δημητριακὸς καρ-
πός (Archil. fr. 97)
ἄτρυτον· ἄπονον. ἄκοπον. ἄπληστον
ἄτρυτος· πολύπονος
ἀτρυτώνη· *ἀκαταπόνητος AS ἀκοπίαστος S ἄτρωτος ἐν μάχῃ·
ἡ Ἀθηνᾶ (Β 157)
*ἀτρώτως· ἀνικήτως (vgAS)
αττα· *τινά. ἅτινα vg ὁμοίως καὶ ὁ Δημοσθένης (19,304) ‖ καὶ
προσφώνησις φιλοφρονητικὴ νέου πρὸς πρεσβύτερον καὶ τρο-
φέα, ὡς ἡ {πάππα} πρὸς τὸν πατέρα. σημαίνει δὲ καὶ ἅτινα καὶ
ὁπόσα. καὶ ψιλῶς, ταχέως
*ἄττα· τινά. ὀλίγα τινά gASn
*ᾄττει· πηδᾷ, ἅλλεται (d)
ἀτταβυγάς· εἶδος ὀρνέου, καὶ τὸ ἀτταγᾶς
ἀτταγάθη· ἀθάρη, παρὰ τῷ Ξάνθῳ
ἀτταλαγώσεται· μολυνθήσεται
ἀτταλασίξαι· [ὀμόσαι]
*ἀττελάβους· ἀκρίδας AS
*ἀττέλαβος· ἀκρὶς μικρά Pn καὶ εἶδος κνωδάλου, ζώου μικροῦ
καὶ λεπτοῦ (Nah. 3,17) AS [γρ. καὶ ἀκρίδος]
ἄττεσθαι· διάζεσθαι στήμονα (Sophr. fr. 79? Hermipp. fr. 2?)
ἀττάλη· φόρυξις, ὑπὸ Φρυγῶν
ἀτταλίζομαι· πλανῶναι. Σικελοί
ἄττανα· τήγανα. καὶ πλακοῦς ὁ ἐπ' αὐτῶν σκευαζόμενος ...
ἀτταλίδες· πλακοῦντες, ἔνθρυπτοι
ἀττανίτας· τηγανίτας (Hippon. fr. 17 Kn.)
ἀττάραγος· τὸ ἐλάχιστον (Callim. ep. 46,9) οἱ δὲ τὰς ἐπὶ τῶν
ἄρτων φλυκταίνας. οἱ δὲ τὰς καλουμένας ψίχας
ἀττάρυμα· πόμα, σόφισμα Κρητικόν
ἄττασι· ἀνάστηθι {Λάκωνες}
Ἄττης· τὸν Ἄττιν φασί (Dem. 18,260) [Λάκωνες]
Ἀττικὰ γράμματα· τὰ ἀρχαῖα, ἐπιχώρια (Dem. 59,76)
Ἀττικουργῆ· τὰ ἐπὶ τῆς Ἀττικῆς εἰργασμένα (p)
*Ἀττικῶς· Ἀθηναίως (vgASPn)
*Ἀτθίς· Ἀθῆναι AS
*ᾄττοντες· ὁρμῶντες. πηδῶντες. Λέγεται δὲ ὡς ἀπὸ τῶν σκορ-
πίων AS
*ᾄττουσα· ὁρμῶσα. πηδῶσα (n)
ἀτύζει· ἐπιτιμᾷ, ταράσσει, ἀπολύει, φοβεῖ
ἀτυζηλόν· φοβερόν, ἀφανές, ἄσημον
ἀτύζεσθαι· φοβεῖσθαι, ταράσσεσθαι, ἀπὸ τῆς ἄτης
*ἀτυζομένη· φοβουμένη. θορυβουμένη. ταραττομένη (Ο 90) AS
*ἀτυζόμενος· λυπούμενος vgASn ἐκπλησσόμενος S
ἄτυκτον· ἄκοσμον. σκληρόν. ἀκατασκεύαστον
†ἀττύλλα· ἀγκύλη
ἀτυλόν· μικρόν. ἀγεννές
ἀτυπίδες· κριθαὶ ἀπίτυροι, λεγόμεναι {ἀλέπυροι}
ἀτυχής· [καταπλαγής]
ἀτυχήσεις· ἀποτεύξεις (Eupol. fr. 114)
*ἀτυχθείς· ἀποστραφείς. ἐκπλαγείς (Ζ 468) AS
ἀτύχημα· ταλαιπωρία
*ἀτυχῶν· μέτριος (g) A
ἄτωρ· ἡ μελία, ὑπὸ Αἰγυπτίων
ἀτωμένη· βλαπτομένη. στερισκομένη (Soph. Ant. 17)
*αὖα· ξηρά (ε 240)
αὖ· πάλιν. ἢ ἐπὶ τοῦ δὴ vgSPn συνδέσμου. ἢ ἐπὶ τοῦ παρόντος
αὖαι· ξηραί (S) φθαρταί
*αὐαίνεται· ξηραίνεται vg φθείρεται
*αὐαινομένοις· ξηραινομένοις AS(n) φθειρομένοις
*αὖον· ξηρόν vgAS
αὐαλέον· λίαν [ξηρόν S
Αὐαλός· [ὁ Διόνυσος]
*αὐανθείς· ξηρανθείς (ι 321) gAS
αὐαρά· τὰ Ποντικὰ κάρυα
αὔας· ξηράς (Μ 137) n
*αὐγάζομαι· βλέπω (Ψ 458) Sn
αὔγαρος· ἄσωτος, ὑπὸ Κυπρίων
αὐγάζουσα· ὁρῶσα
αὐγάσασθαι· ἰδεῖν
Αὐγειαί· πόλεως ὄνομα (Β 532)
αὐγεῖν· ἀλγεῖν
*αὐγή· χροιά gAS λαμπρότης. καὶ φῶς vgAS
αὐγῶ· αὐγάζομαι
*αὔδα· λέγε SPn φώνει (Ξ 195) s
αὐδάς· φωνάς
*αὐδᾶται· λέγεται (Eur. Phoen. 125) gAS
*αὐδή· φωνή (Α 249) vgSPn
αὐδηέντων· τῶν λόγον καὶ φωνὴν ἐχόντων (ζ 125)
*αὐδήεσσα· ὀνομαστή g ἔνδοξος (ε 334) (n)
*αὐδή· φωνή vgAS καὶ φθόγγος
*αὐδήσας· φωνήσας ASn λέξας
*αὐδῶ· φωνῶ, λέγω vgASn
αῦε· ψιλῶς μὲν [ἐφώνει Sn ἐβόα AS δασέως δὲ καὶ [ἐξέκαιεν,
ἀνῆπτε πῦρ (Υ 51) S
ἄυελλαι· ἄελλαι. παρὰ Ἀλκαίῳ (fr. 125)
†αὐεκίζει· σφακελίζει. Κύπριοι
†αὐερός· σκιά
αὐερύοντα· εἰς τοὐπίσω ἕλκοντα (Θ 325)
†αὐῆλαι· ἆισαι
ἀυετῆ· τὸν αὐτοετῆ
ἄυητο· ἔπνεεν AS
*αὐθάδες· ἐξουσιαστικόν AS
*αὐθάδης· ὑπερήφανος vSPb θυμώδης vgSn παράνομος AS αὐτά-
ρεσκος vgASPb
*αὐθαδία· προπετία (Esai. 24,8) n
αὐθαδιάζεται· ὑπερηφανεύεται
*αὐθαίρετοι· αὐτεπάγγελτοι AS αὐτοπροαίρετοι S αὐτάρεσκοι P
ἑκούσιοι b αὐτόκλητοι (2. Cor. 8,3 ..) P
αὐθέκαστα· ἁπλᾶ. αὐστηρά
*αὐθέκαστος· ἀκριβής. αὐστηρὸς τῷ λόγῳ. ἀπαρακάλυπτος, ἢ
τῷ τρόπῳ ἁπλοῦς vgASn ἐλευθέριος gAS ἀξιόπιστος AS αὐτά-
ρεσκος S
αὔθαιμοι· ἀδελφοί (Soph. O. C. 1078) p
*αὐθεντεῖν· ἐξουσιάζειν (1. Tim. 2,12) AS
αὐθέντης· ἐξουσιαστής. *αὐτόχειρ, φονεύς (Sap. 12,6) vg
*αὐτεπισπάστῳ· αὐθαιρέτῳ AS
*αὐθαιρέτως· ἑκουσίως (2. Macc. 6,19 ..)
*αὐθημερόν· σήμερον, αὐτῇ τῇ ἡμέρᾳ (Prov. 12,16) gAS
*αὖθι· ἐπὶ τόπου vgASn αὐτόθι (Α 492) vgASn
*αὐθιγενής· αὐτόχθων γνήσιος vgAS ἰθαγενής AS
αὐθιγενές· ἐγγενές, ἐπίγονον
αὖθι μένων· ἐπὶ τόπῳ μένων (Α 492)
*αὐθίξας· κινήσας AS
αὖθις· πάλιν, ἐξ ἀρχῆς, εὐθύς. [ἐπὶ τόπου] ἢ μετὰ ταῦτα· τὸ δὲ
{αὖτις}· ἐκ δευτέρου· τὸ δὲ {αὖθι} τοπικῶς διχῇ, ὡς ἐπὶ τοῦ
παρόντος· "εἰ μέν κ' αὖθι μένων" (Ι 412) ἀντὶ τοῦ ἐν τούτῳ
{τῷ} τόπῳ, ποτὲ δὲ ἀναφορικῶς· "αὖθι λιπεῖν ἵππους τε καὶ
ἀνέρας" (Μ 111) [ἤγουν ἄνδρας]
†αὐθόρης· αὐτὸν βλέπων
αὐθωρόν· σύντομον
ἀθρίζειν· [ῥιγοῦν. Κύπριοι]
αὐθύπαρκτον· αὐτοΰπαρκτον
*†αὐθορίτους· συντόμους gAn
αὐΐαχοι· *ἄνευ βοῆς gA μετὰ {πολλῆς} ἰαχῆς S ἢ ἀΐαχοι S
σιωπῇ. ἄφοβοι. καὶ αὖοι ἠχοῦντες (Α 41)
ἀυϊδέτου· ἀφανοῦς, ἀοράτου
αὐκάν· ἀλκήν. Κρῆτες
†αὐκήλως· ἕως, ὑπὸ Τυῤῥηνῶν
*αὐκηρεσίη· [ἀφθαρτή S]
αὐκυόνα· ἀλκυόνα. Κρῆτες
αὐλὰ πανδέκτης· ...
*αὐλαία· ἐν αὐλῇ διατρίβουσα AS ἢ τὸ τῆς σκηνῆς παραπέ-
τασμα (Hyperid. fr. 165) vgA
*αὔλακας· κοίλους τόπους (Ps. 64,11?) A (S)
αὖλαξ· τὸ σχίσμα gAS τοῦ ἀρότρου. διόρυξ. σπήλαιον
αὐλαρός· αὐλωρός, οἰκοφύλαξ p
αὐλάχα· ἡ ὕννις
αὐλεία· ἡ τῆς αὐλῆς θύρα n
αὐληταί· ἀκροάματα, αὐλοῦντες
αὔληρα· ἡνίας (Epich. fr. 178) μανδάκας
*αὔληρον· χαλινόν. σχοινίον· οἱ δὲ σειράν P
αὐλῆς· ἐπαύλεως· n "αὐλῆς ἐν χόρτῳ" (Λ 774) ἐν τῷ περιφράγ-
ματι τῆς αὐλῆς S περιωρισμένῳ. καὶ γὰρ τὰ ὅμορα {σύγχορτα}
λέγουσιν
*αὐλῆς· τῆς κατ' ἀγροὺς ἐπαύλεως λέγει (Ε 138 ..) (S
αὐλητηρία· αὐλῶν θήκη
αὐλητήριον· τόπος παρὰ Ταραντίνοις
αὐλητής· εἶδος σφηκός
αὐλήτην· τὸν τοῦ κόπρου ἐπιμελούμενον τῶν προβάτων
(Soph. fr. 461)
*αὐλία θύρα· πυλών vgASn
Αὐλίδα· λιμένα (Β 303)
*αὐλίζεται· κοιμᾶται. φυλάττεται vgASn κοιτάζεται (Iob 38,19)
*αὐλίζομαι· μένω AS ἐνδιατρίβω (Prov. 19,23) ASn
*αὐλιζομενάων· εἰς κοίτην ἐλαυνομένων (μ 265) S
*αὐλίκουροι· φύλακες vgAS
*αὖλιν· κοίτην (χ 470) n ἐπαυλισμόν (Ι 232) ASn
αὐλίξαι· στασιάσαι. δραμεῖν
Αὐλίς· πόλεως ὄνομα †ἢ κίλλα τις δίδυμος †ἐπίθετον Ἀπόλλωνος,
ὁμοίως καὶ Διός
*αὐλίξ· φλέψ vgAS
αὐλίσκοι· ἐνώτια. †Πέρσαι
*αὐλισμός· διανυκτέρευσις gASn
αὐλός· κιθάρα. ἢ σῦριγξ
αὐλόν· τὴν ῥύσιν τοῦ αἵματος (Ρ 297)
ἀΰλους· ἀσωμάτους
αὐλουρός· οἰκοφύλαξ
αὐλωλάζειν· τὸ σύρειν διὰ τῶν δακτύλων
αὐλών· στενὴ ἀναφορὰ τοῦ ὕδατος. καὶ λειμών, ἢ ἔφυδρος τόπος
αὐλῶνες· οἱ ἐπ' εὐθείας τόποι. Αἰσχύλος καὶ τὴν τάφρον καὶ
τὴν πυράν (fr. 419)
αὐλωνίζουσα· ἐν αὐλῶσι διάγουσα S
a) αὐλώνων· (Eur. Rhes. 112) ... b) *{αὐλῶνες} φάραγγες
{ἢ} τόποι πλατεῖς περὶ τὰ ὄρη (Paralip. 1,12,16) vgAS
αὐλωπίαι· αὐλοὺς ἔχουσαι
αὐλωπίας· κοιλόφθαλμος
αὐλώπιδι· στενῇ περὶ τοὺς ὀφθαλμούς (Ε 182)
αὐλῶπιν· αὐλοὺς ἔχουσαν. {Σοφοκλῆς δὲ τὴν λόγχην τὴν
μακρὰν {αὐλῶπιν} εἶπεν} (fr. 923)
αὐλῶπις· εἶδος περικεφαλαίας, παραμήκεις ἐχούσης τὰς τῶν
ὀφθαλμῶν {ὀπὰς} καὶ εἰς ὀξὺ ληγούσης. οἱ δὲ ἐκτεταμένον
ἔχουσα τὸν λόφον
αὐλωτοὶ φιμοί· οἱ κημοί. διὰ τὸ τοῖς κημοῖς κώδωνας προσῆ-
φθαι, εἰς οὓς ἐμφυσῶντες οἱ ἵπποι φωνὴν σάλπιγγος προΐεντο
(Aesch. fr. 326)
αὕμα· ἅλμη, ὑπὸ Κρητῶν
αὔξας· [ὁρμήσας]
*αὔξην· αὔξησιν (v) gAS {καὶ} αὖξιν S
*αὔξησις· βλάστησις AS
Αὐξίδημος· Ἑρμῆς, ἀπὸ τῆς ἱδρύσεως ...
*αὖοι· ξηροί gAS
*αὖον· ξηρόν (Μ 160) vgASn
αὐονάν· αὐχμόν. [ξηρόν. νεκρόν]
*αὖον ὡς {ξύλον}· ξύλον ξηρόν AS
*αὖ πάλιν· πάλιν αὖθις (Greg. Naz. c. 1,1,5,18) S
ἀΰπνους· κακοΰπνους (ι 404)
*αὔραν· πνοὴν λεπτήν (Eur. Or. 1427) gAS
*αὖραι· πνοαί (gn)
†αὔη· πνοή (ε 469) ἢ ἅψηται (ε 490 v. l.?)
αὐριβάτας· Αἰσχύλος τὸ αὐρί ἐπὶ τοῦ ταχέως τίθησι (fr. 420) καὶ
ὁ αὐτὸς Ψυχοστασίᾳ οὕτως φησὶ τὸ ὄνομα (fr. 280) ταχυβήμων
αὐρίζειν· ῥιγοῦν. καὶ τὸ εἰς αὔριον ὑπερτίθεσθαι
†αὐροί· λαγοί [ἴσαυροι] vgASn
αὐς - · αὐτός. Κρῆτες καὶ Λάκωνες
αυσαι· βοῆσαι (ι 65) κλαῦσαι n φλέξαι
αυρότερον· ἀσθενέστερον (Μ 458)
*ἀϋσάντων· κραυγασάντων (Β 334) gS
ἀΰσας· φωνήσας vgASn κράξας (Δ 508) vgAS
†αὐσαῖς· πνοαῖς. κραυγαῖς
†αὐσόν· ξηρόν
αὖσος· ἄλσος. Κρῆτες
ἀυσταλέος· *κατάξηρος AS αὐστηρός S αὐχμηρός. ἀστόλιστος
(τ 327)
αὐστηρός· σκυθρωπός. ξηρός
αὐστήρ· μέτρου ὄνομα
*Αὐσωνίοις· {τοῖς} ὑπὸ τὴν Ἰταλίαν {νόμοις} S
(*)Αὐσωνίοισι· Ῥωμαϊκοῖς
*Αὐσωνίων {γλωττῶν}· Ἰταλικῶν vgAS
αὐτάγγελοι· ἑαυτοῖς χρώμενοι ἀγγέλοις
αὐτὰ κέλευθα· *τὰς αὐτὰς ὁδούς n τὴν αὐτὴν ὁδόν (Μ 225)
†αὐτάλεν· ἐσκίρτα (Ν 27)
αὐτάγρετα· αὐθαίρετα. αὐτόλημπτα, ἑτοίμως λαμβανόμενα
(π 148)
*αὐτάδης· αὐτὸς ἐφ' ἑαυτοῦ ...
αὐτάγητοι· ἀγάμεναι ἑαυτὰς καὶ θαυμαστικῶς ἔχουσαι ἑαυτῶν,
Ἴων Ἀλκμήνῃ (fr. 8). ἔνιοι δὲ αὐθάδεις. καὶ Ἀνακρέων οὕτω
κέχρηται (fr. 142)
αὐτάλκης· ζωμός. καὶ ὁ αὐτάρκης
αὐταν· αὐτῶν, ἢ αὐτήν
*αὔτανδρον· σὺν αὐτοῖς τοῖς ἀνδράσιν vgAS
αὐταιώρητος· ὑφ' ἑαυτοῦ μετεωριζόμενος
αὐτανίδας· [αὖθις πάλιν]
*αὐτὰρ δή· ἢ εὐθέως ASP ἢ ἐπειδή P
αὐτάντας· ὁ προεστώς τινος πράγματος, καὶ αὐθεντῶν
αὐτάρ· δέ (Α 118 ..) [ἐγὼ δέ]
*αὐτὰρ ἔπειτα· μετὰ δὲ ταῦτα (Α 51 ..) Sp
αὐτάρεστος· ὁ ἐφ' ἑαυτῷ ἀγαλλόμενος
αὐτόγυον· [μονόβολον]
†αὐτάρ· αὐτομάτη, ἑκουσία
*αὐτάρκης· ἱκανός vgASn {ἀρκετός} AS
*αὐτὰρ ὁ· ὁ δέ AS ἢ ὁ δή (Α 333 ..)
*αὐτὰρ ἐγώ γε· ἐγὼ δέ (Α 282 ..) gAS
*αὖτε· πάλιν (Α 206) ASn
αὐτὰρ ὑπὸ χθών· ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν ἡ γῆ (Β 465)
αὐτεξούσιος· ὁ ἀφ' ἑαυτοῦ ἐξουσιάζων
αὐτεπίβουλος· αὐτοφονεύς
αὐτερέται· αὐτοὶ ἐρέσσοντες (Thuc. 1,10,4)
*ἀύτευν· ἐφώνουν, ἐβόων (Eur. Hipp. 168) AS
ἀυτή· ἐπὶ μὲν τῆς φωνῆς· "ἀυτὴ δ' οὐρανὸν ἷκεν" (Β 153) ἐπὶ δὲ
τῆς μάχης· "ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀυτῇ" (Π 44)
ἀυτῇ· βίᾳ, τῇ δυνάμει (Λ 802)
αὐτὴ κάμινος· παροιμία, ἐπὶ τῶν τὰ παραπλήσια πρασσόντων
εἰρημένη. ἀπὸ γὰρ τοῦ κεραμεικοῦ τροχοῦ ἡ μεταφορά
*αὐτῆμαρ· ἐν αὐτῇ ἡμέρᾳ (Α 81) gSn
*ἀυτήν· κραυγήν ASn φωνήν, βοήν (Α 492 ..) gn
ἀυτῆς· κραυγῆς, [βοῆς (Β 97) S
αὐτῇ κεν γαίῃ· σὺν αὐτῇ τῇ γῇ (Θ 24)
αὐτῇσι ῥίζῃσι· σὺν αὐτῇ τῇ ῥίζῃ (Ι 542)
*ἀύτει· ἐβόα (Λ 258) S
*αὐτίκα μάλα· εὐθὺς λίαν S πάνυ Sn πάλιν S παραχρῆμα vgAS
σήμερον Sn
αὐτίκα Ἀριστοφάνης μὲν ἐπὶ τοῦ ἐνεστῶτος· Ὅμηρος δὲ ἐπὶ
μόνου τοῦ νῦν. διὸ καὶ παραλλήλως λέγει {αὐτίκα νῦν} (υ 63)
*αὐτίκα δὴ μάλα· πάραυτα Sn ταχέως δὴ καὶ καλῶς AS
*αὖτις· πάλιν ἐκ δευτέρου (Α 27) n
ἀυτμή· *πνοή (Ι 609) ASn φλόξ (π 290)
ἀυτμένα· τὴν ἀναπνοὴν ASn πνευμάτων (Ψ 765) ἢ καὶ πεφυ-
σημένα
ἀυτμενώπης· πεφυσημένος, πεπνευσμένος
αὐτοβοεί· τὸ παραχρῆμά τι συντελεσθῆναι ἐν πολεμικοῖς ἔργοις q
ἅμα βοῇ. [Θουκυδίδης (2,81,4 ..) q
*αὐτοβοεί· αὐθημερόν gAS πάραυτα. ἔτι τῶν βοῶν ἐν τοῖς
ζυγοῖς ὄντων AS ἢ αὐτοὶ βοῶντες, κράζοντες ἀπέκτειναν αὐτούς
AS
αὐτόγε· [ἐπ' ἐκεῖνον τὸν τόπον]
*αὐτογένεθλον· αὐτογέννητον vgASn
*αὐτογενής· αὐτογένεθλος, οὐκ ἔκ τινος γεννώμενος AS
*αὐτόγυον· μονόβολον (Hes. op. 433) vgASn
αὐτοδάϊκτος· ὁ ἑαυτὸν φονεύσας, ἢ καὶ κακοποιήσας
αὐτοδακὴς μῆνις· πικρά
αὐτοδάξ· παραχρῆμα ἢ τὸ ἐκ [τῶν] χειρῶν ἀποδεδώκασιν
αὐτὸ δείξει· παροιμία ἔξω τοῦ ἐπιλόγου λεγομένη, ἧς μνη-
μονεύει καὶ Πλάτων (Theaet. 200 e. Hipp. mai. 288 b)
αὐτόδειπνος· ὅταν τις κεκλημένος ἑαυτῷ φέρῃ τὰ ἐπὶ τὸ
δεῖπνον
*αὐτοδικεῖ· αὐθεντεῖ. ὅταν αὐτὸς λέγῃ AS
αὐτόδικοι· οἱ ἑαυτοῖς δικασταῖς χρώμενοι, καὶ οὐκ ἀλλαχόθεν
παραγινομένοις
αὐτόδιον· ἐξ αὐτῆς τῆς ὁδοῦ ἐληλυθότα (θ 449)
αὐτοεθείρας· κόμας, ἢ καὶ κόσμους
*αὐτοέντης· αὐτόχειρ S
*αὐτοετές· ἐν αὐτῷ τῷ ἔτει (γ 322) S
*αὐτόθεν· ἐκεῖθεν (ν 56 ..) vgAS
*αὐτόθι· ἐκεῖσε. ἐν αὐτῷ τῷ τόπῳ vgASn ἐπὶ τόπου (Ι 617 ..)
αὐτοὶ θύομεν· ἀντὶ τοῦ {αὐτοὶ πίνομεν} ἐνηλλαγμένως, παρό-
σον οἱ καλούμενοι εἰς ἑστίασιν λέγουσι· {καὶ αὐτοὶ θύομεν}·
ἐπὶ γὰρ τῶν καλουμένων ὑπό τινων λέγεται. Ἀριστοφάνης
Γηρυτάδῃ (fr. 171)
*αὐτοῖο· αὐτοῦ (Α 360) vgn
*αὐτοῖσιν· αὐτοῖς (Α 51) vgAS
αὐτοὶ χελώνας ἔσθετε· παροιμία. ἁλιεῖς γὰρ ἑλκύσαντες
χελώνην μεγάλην καὶ ἀνασπάσαντες αὐτὴν διαμερίζονται τοῖς
παριοῦσιν ...
αὐτοκάβδαλα· αὐτοσχέδια ποιήματα. εὐτελῆ (Eup. fr. 200)
†αὐτοκαλές· τὸ ἐπιτυχόν, συμβεβηκός
αὐτόκαρνος· αὐτοζήμιος. {Κάρνη} γὰρ ἡ ζημία
αὐτοκασίγνητος· γνήσιος ἀδελφὸς Sn ἐξ ἀμφοτέρων τῶν
γονέων (Β 706)
αὐτοκέρας· ὥρας μέτρον οὐκ ἐπιδεόμενον ἢ θερμοῦ {ἢ ψυχροῦ},
τουτέστιν τὸ τοῦ ἀέρος αὐτόκρατον, εὐκραές
αὐτοκτίστους δόμους· οὐ κατεσκευασμένους, ἀλλ' ἐκ ταὐτο-
μάτου γεγενημένους, ἢ τοὺς οἰκουμένους. Σοφοκλῆς Κηδαλίωνι
(fr. 309)
αὐτόκλητοι· αὐτεπάγγελτοι (n)
αὐτόκλητον· †ὅταν ἐπὶ δοχὴν μὴ κληθέντα ὑπό τινος, {ἀφ'}
ἑαυτοῦ δὲ ἀπαντῆσαι
αὐτόκρανα· αὐτόδηλα, ἑαυτὰ δηλοῦντα. ἢ κίονα μονόλιθον
*αὐτοκράτωρ· αὐτεξούσιος n ἢ κοσμοκράτωρ vgASn
αὐτόλειον· †λειτόν
αὐτόλαβον· ἑαυτοῦ λαβὴν ἔχον
αὐτολήκυθοι· οἱ πένητες, οἱ μόνην λήκυθον ἔχοντες· ἢ δι'
ἑαυτῶν βαστάζοντες τὴν λήκυθον, οὐ δι' οἰκετῶν (Dem. 54,14)
*αὐτολόχευτος· {ὁ} θεὸς {ὁ} ἀγέννητος, αὐτογέννητος (Cyr.
in Esai. 44 p. 589 C) vgAS
*αὐτόμαρτυς· ὁ ἑαυτῷ μαρτυρῶν AS
αὐτόλυσις· δέμα, ἐφ' ᾧ ἀγκύλη ἐφῆπται, καὶ οὐχ ἅμμα γέγονεν
†αὐτομάττιτα· σπέρμα ἀνδρός
*αὐτοματίσαντες· ἀφ' ἑαυτῶν πράξαντες (Xen. Cyr. 4,5,21)
ASn
αὐτόματοι δ' ἀγαθοί· παροιμία
*αὐτόματον· αὐτοφυές vgASPn
αὐτομαχεῖν· αὐτοδικεῖν (p)
αὐτόμοιρος· μονόμοιρος. Σοφοκλῆς Θυέστῃ Σικυωνίῳ (fr. 229)
αὐτόμολος· ὁ πρὸς τοὺς πολεμίους ἀπελθών, προδότης
αὐτομόλπως, αὐτόμολπα ὁμοίως ἐκείνοις
*αὐτομόλως· προδοτικῶς vgASn [Σοφοκλῆς Φαίδρᾳ (fr. 629)]
*αὐτονυχί· αὐτῇ τῇ νυκτί (Θ 197) vgASn
αὐτόξυλον· αὐτοδημιούργητον ξύλον. ἢ ξύλινα (Soph. Phil. 35)
αὐτοξενεῖν· ἐν ἴσῳ τῷ προξενεῖν
αὐτόπαιδα· αὐτὸν τρόπῳ τινὶ παῖδ' ὄντα. {Σοφοκλῆς Φαίδρᾳ}
(fr. 925)
†αὐτοπέλις· κλῖμαξ
αὐτόπαστοι πύλαι· παστάδας ἔχουσαι, ποικίλαι
αὐτόποδον καὶ {αὐτοποδητί}· τὸ ἐκ ποδὸς βαδίζειν
αὐτοποίητον· εὐτελές
αὐτοπάμονα· ἐπίκληρον
αὐτοπόκιστον· μὴ κεκαρμένον. οἱ δὲ εὐτελὲς ἱμάτιον
*αὐτόπρεμνος· αὐτόῤῥιζος (vgASn)
*αὐτόπτης· θεατής vgAS
αὐτορέγμων· ἑαυτῷ ἐργαζόμενος
αὐτορέγμονος πότμου· ὅσον ἑαυτὸν ἔρεζε καὶ κατέθυσε. {ἢ}
αὐτορέγμονος, παρὰ τὸ ὀρέγειν τὴν χεῖρα. Αἰσχύλος Κρήσσαις
(fr. 117)
αὐτός· ἢ ἐγώ. ἢ σύ. ἢ ἐκεῖνος
*αὐτόσε· ἐκεῖσε vgASn
αὐτόσιτον· τὸν ἑαυτὸν τρέφοντα. ἢ τὸν σὺν ἑτέρῳ δειπνοῦντα,
καὶ ἑαυτῷ φέροντα τὰ ἐπιτήδεια πρὸς τὸ δεῖπνον (Crobyl.
com. fr. 1,3,379 K)
αὐτόσσυτον· αὐτοκέλευστον. Σοφοκλῆς Σκυρίοις (fr. 515)
αὐτοστέριφον· ἰσχυρόν. αὐτοφυές
αὐτόστολον· αὐτοσκεύαστον
αὐτοσχεδές· ὑποδήματος εἶδος γυναικείου (Hermipp. fr. 18)
*αὐτοσχεδιάζει· πάραυτα λέγει AS
αὐτοσχεδίῃ· ἀπὸ χειρός. [ἀπὸ τοῦ σύνεγγυς (Ο 510) S
*αὐτοσχέδιον· τὸ εὐθὺς ῥηθὲν vgAS ἢ ὑπαγορευθέν g ἢ γενό-
μενον vgAS
*αὐτοσχεδίως· αὐτομάτως vg ταχινῇ δυνάμει (Sap. 2,2) n
αὐτοσχεδόν· ἐγγύς, *ἐκ τοῦ σύνεγγυς (Η 273) An παρ' ἄλληλα
(Ο 386?)
αὐτότεγον· ἀπηρτισμένον, πλῆρες ὅσον δεῖ
αὐτόταγος μύλη· ἀδέσποτος, παρόσον οὐδεὶς ἔλαυνεν αὐτήν·
ταγοὺς γὰρ τοὺς ἡγουμένους ἔλεγον. ἔνιοι δὲ αὐτάγγελον
αὐτοτελὲς ψήφισμα· τὸ μὴ προβεβουλευμένον
*αὐτοτελής· τέλειος vgAS(n)
αὐτοτελὴς δίκη· ἀφ' ἧς μὴ ἔστι ἐφιέναι
αὐτοῦ· *ἐκεῖ vgAS αὐτόθι. ἐπὶ τόπου (Α 428) εὐθύς
αὐτοῦ ἐνεύναιον· τὸ ἴδιον ἐγκοίτιον (ξ 51)
*αὐτουργός· ὁ δι' ἑαυτοῦ ἐργαζόμενος (Eur. Or. 920) vgASn
αὐτοφαρίζειν· αὐτοματεῖν
αὐτόφλοιον· αὐτόδερμον
αὐτόφορβος· αὐτοφάγος p Αἰσχύλος Κίρκῃ (fr. 114)
αὐτόφορτοι· αὐτοδιάκονοι. κυρίως δὲ οἱ ἐν τοῖς ἰδίοις πλοίοις.
Σοφοκλῆς Θυέστῃ Σικυωνίῳ (fr. 230). ὁ δὲ Κρατῖνος ἐν Χείρωσι
(fr. 248) τοὺς τὰ κοινὰ φορτιζομένους ἔφη
αὐτοφωρία· τὸ ἐπὶ αὐτῇ φωρᾷ
αὐτόχειρ· φονεύς.
*αὐτόχειρες· οἱ ταῖς ἰδίαις χερσὶ φονεύοντες (Act. ap. 27,19)
AS(vg)
αὐτοχειρί· ὁ ἑαυτὸν φονεύων (Eur. Or. 1040)
αὐτοχειρία· τὸ τῇ ἑαυτοῦ χειρὶ ποιῆσαί τι
αὐτόχειρος· ὁ ἑαυτὸν ἐγχειρίσας
*αὐτόχθοσι· τοῖς ἐν ἰδίᾳ γῇ ἢ τόπῳ οἰκοῦσιν (Levit. 17,15) AS
*αὐτόχθων· ἐντόπιος n ἐγχώριος, [πολίτης, γνήσιος vg
αὐτόχθων ἑστία· ἡ τοῦ Χείρωνος παρόσον ἐν τοῖς ὄρεσι
διῆγεν (trag. ad. fr. 201)
†αὐτοχθηδόν· αὐτοποίητον
*αὐτόχρημα· αὐτὸ τὸ πρᾶγμα vgAS
*αὐτοχόωνον· αὐτοχώνευτον (Ψ 826) S
αὐτοχόωνον· αὐτοχώνευτον. ἀπ' αὐτῆς τῆς χωνείας τὸ τέλειον
ἔχοντα, καὶ μὴ προσδεόμενον ἄλλου τινὸς εἰς συμπλήρωσιν. ἢ
αὐτόχυτον. ὅλον στερέμνιον, οὐ κοῖλον (Ψ 826)
αὐτοχροιηδόν· πρὸς τὸν χρῶτα
αὐτόχρυσα· τὰ τίμια
αὐτώδης· ὑπέρφρων. ἰδιογνώμων
αὐτώλης· ὑβριστής. αὐτόχειρ
*αὔτως· μάτην Sb ἁπλῶς n ὡς ἔτυχεν (Α 133 ..) g
αὔτως· ἐπὶ μὲν τοῦ ματαίου καὶ κατακένου· "αὔτως γὰρ ἐπέεσ'
ἐριδαίνομεν" (Β 342). ἐπὶ δὲ τοῦ ὁμοίως· "ὣς δ' αὔτως ...",
(Γ 339 ..), {ἐπὶ δὲ τοῦ αὔτως}· "φαγέμεν καὶ πιέμεν αὔτως"
(π 143)
αὐχάν· καύχησιν
αὐχαλέοι· σεμνοί (Xenophan. fr. 3,5 D.)
αὐχάττειν· ἀναχωρεῖν. καὶ τὸ ἐμμένειν ἐγχάττειν
αυχέες· καυχώμενοι (Θ 230)
αὐχένιοι· χιτῶνος εἶδος, ὑπὸ Ἀντιφάνους (fr. 315)
*αὐχεῖν· καυχᾶσθαι AS
*αὐχέω· εὔχομαι AS
αὐχήεις· σεμνός
*αὔχημα· καύχημα, ἔπαρσις P ὑπερηφάνεια (Eur. Phoen. 1137)
*αὐχήμασιν· ὑπερηφανείαις ASn
*αὐχήματα· καυχήματα. σεμνολογήματα vgASn
*αὐχήν· τράχηλος (κ 559) vgAS
*αὐχήσασθαι· καυχήσασθαι (P)
*αὔχησις· σεμνότης AS
*†αὐχθῇ· αὐξηθῇ S
*αὐχμεῖν· ξηραίνειν S
†αὐχμεῖς· ἀστεῖος
αὐχμηρόν· ξηρόν. *σκοτῶδες (Eur. Alc. 947) v
*αὐχμηρῷ· ξηρῷ. σκοτώδει (2. Petr. 1,19) gAS
*αὐχμοί· ἀνομβρίαι AS
*αὐχμός· ξηρασία, AS ἀνομβρία. ἔνδεια. AS καυματινὸς ἀήρ. g Sn
ἢ λιμὸς ἀπὸ ἀβροχίας γενόμενος S
*αὐχμώδης· ξηρός. ῥυπώδης (Eur. Or. 223 ..) AS(vg)
*αὐχμῶντα· ῥυπῶντα vgASn
αὔω· διαχέω. θερμαίνω· τὰ γὰρ προσηνῆ τοῖς θερμοῖς παρέ-
βαλλον
αὔως· ἡμέρα (Sapph. fr. 18 ..)
ἀφαγνίσας· ἀποδύσας, ἢ συλήσας
*{ἀφαγνίσασθαι·} καθιερώσασθαι, ἀφοσιώσασθαι (Num. 6,2)
(AS)
ἀφάδιος· ἐχθρός, ἀπὸ τοῦ ἀφανδάνειν. λέγεται δὲ καὶ {ἀνφά-
διος}
ἀφαδίαν· τὴν πολεμικὴν ναῦν, διὰ τὸ ἀφανδάνειν (Eupol. fr. 34)
ἁφάζει· ἀναδέχεται, ἀπὸ τῆς ἁφῆς
Ἀφαία· ἡ Δίκτυννα, καὶ Ἄρτεμις
ἀφαιμάσαι· δαπανῆσαι, ἀπολειτουργῆσαι καὶ ἀπολέσαι. ὁ
αὐτὸς Δελφοῖς (com. ad. 1128)
ἄφαιμοι· ἀπόγονοι. εὐγενεῖς
ἄφακες· [εὐηθές]
*ἀφαιρεῖται· ἀποσπᾷ (Α 182) vgAS
*ἀφαίρεμα· ἀνάθημα. δῶρον (Exod. 29,28 ..) vgASn
ἀφαιρήσασθαι· λαβεῖν. στερήσασθαι (Α 160?)
*ἀφελοῦνται· ἀποστεροῦνται AS
*ἁφαῖς· πληγαῖς (2. Reg. 7,14) vgAS
ἀφάκη· ὄσπριον
ἀφαλέον· συνηγμένον, κοινόν
ἄφαλον· φάλον μὴ ἔχον (Κ 258)
*ἄφαλόν τε· μήτε προμετωπίδα (Κ 258) ASn
ἄφαλος· περικεφαλαία S μὴ ἔχουσα φάλους. Φάλοι δέ εἰσιν οἱ
λαμπροὶ ἧλοι, ἢ τὰ ποικίλματα (Κ 258)
ἄφαλτοι· οἱ ἀναπηδῶντες
ἀφαμιῶται· οἰκέται ἀγροῖκοι, περίοικοι
ἀφανδάνει· ἀπαρέσκει (π 387)
a) ἄφαντος· ἀθεώρητος b) *{ἀφανές}· μὴ φαινόμενον (Pp)
*ἀφανῆ· μὴ ὁρώμενον (AS)
†ἀφανίαν· συναγωγὴν ἑστιάσεως
ἀφανίζειν· σήπειν. ἀπολλύειν
*ἀφανίσαι· σκεπάσαι (Matth. 6,16?) [προνομεῦσαι (Ezech.
30,9 ..) n
†Ἀφάνναι· χωρίον τῆς †Δαμαρτίδος φυλῆς, πόῤῥωθεν ...
*ἀφάμαρτεν· ἀπέτυχεν (Θ 119) Sn
*ἀφαμαρτοεπής· ἁμαρτάνων ἐν τῷ λέγειν (Γ 215) n
*ἄφαρ· ταχέως ἢ εὐθέως (Α 349) vgASn {ῥᾳδίως} (θ 270) S
ἄσπετος· [πολύς.] ἄριστος. βοηθός [ῥᾳδίως]
ἄφαρβαν· ἐλεύθερον
†ἀφαρεῖ· ἱδροῖ †ἀνιμᾶται
ἀφαρεύς· τοῦ θήλεος θύννου τὸ ὑπὸ τῇ γαστρὶ πτερύγιον
ἀφαρκίδευτον· ἄγρυπτον. ἀρυτίδωτον
ἄφαρκτος· ἀφύλακτος
ἀφάρμακον χρῶμα Οἰδίποδος· ἄνευ ἄνθους. {Ἄνθη} γὰρ τὰ
φάρμακα. καὶ τὰ βαφεῖα {φαρμακῶνας} Σοφοκλῆς (fr. 1004)
ἔφη
ἄφαρον· ἀνήροτον (Callim. fr. 287)
ἄφαροι· ἀνείματοι, ἀνένδυτοι
ἄφαρ· [εὐθέως]
*ἀφάρτερος· ταχύτερος (Ψ 311) (AS)
ἀφάρυμος· ἄτολμος
ἀφάρωτος· ἀναροτρίαστος pd
ἀφασία· *ἀφωνία vgP ἔασις. στέρησις. *σιωπή A ἀναυδία
*ἁφάσσειν· ψηλαφᾶν g(P) παρὰ τὴν ἁφήν (Hdt. 3,69,3 ..)
ἀφατῆλες· [μαστοί, θῆλες]
ἄφατον· ἀμήχανον. *πολύ. ἄῤῥητον. ἀμέτρητον vgAS δεινόν
ἀφαυροῖσιν· ἀσθενέσι AS ταπεινοῖς
ἀφαυρότατος· ἀσθενέστατος S ταπεινότατος (Ο 11)
*ἀφαυροῦ· ἀσθενοῦς (Η 235) (vg)AS
*ἀφαυρότερος· ἀσθενέστερος (Η 457) (vg)ASP
ἀφάψαι· συνδῆσαι. σμῦξαι
ἀφείδιτος· ἡμέρα παρὰ Λάκωσιν, ἐν ᾗ θύουσιν
†ἀφεδρῆ· ἀποπνίγη
†ἀφεδνήν· ἀναιδῆ
ἀφεδρεῦσαι· ἐπὶ δίφρῳ καθίσαι
*ἀφέδρῳ· ἀκαθαρσίᾳ (Levit. 15,19 ..) vgAS
*ἀφεδρῶνες· σέλλαι vgn σελλάρια gn σωτήρια vg ἀναγκαῖα
*ἀφεθῆναι· ἀπολυθῆναι AS
*ἀφειδήσας· μὴ φεισάμενος. καταφρονήσας, ἢ περιϊδών vgASn
*ἀφειδία· καρτερία (Coloss. 2,23) vgASn
ἀφεικνούμενος· παραγενόμενος
*ἀφείλαντο· ἀπεστέρησαν (Iob 24,10 ..) vgAS
ἀφεῖλεν· ἦρεν. ἔκοψεν (Matth. 26,51)
ἀφελής· ἀσινής. καθαρός. ὁλόκληρος, ὁ μήτε πλεονάζων μήτε
δέων τι τοῦ σώματος. καὶ {πεδία ἀφελῆ}· τὰ σύνδενδρα (Ar.
Eq. 524)
ἀφελγύνουσα· κακοῦσα
ἀφελλίαι· μέλανες ἀλφοί
ἄφελμα· τὸ κάλλυντρον (Hippon. 51,4)
*ἀφελομένη· ἐπάρασα AS
*ἀφέμενον· ἀποστάντα, ἀντιλέγοντα gASn
ἄφενος· ὁ ἐξ ἑκάστου ἐνιαυτοῦ πλοῦτος. ἢ ἄπενος, ὁ κεχωρισμένος
πενίας
*ἄφενος· ὁ ἐνιαυσιαῖος καρπός· ἔνος γὰρ {ὁ} ἐνιαυτός vgASn [καὶ
ἔνος ὁ ἐνιαυτός (Α 171 ..) S]
*ἀφέξει· ἀποστήσει ἢ ἀποκωλύσει vgAS ἢ ἀποσχήσει AS
ἀφέξομαι· ἀποστήσομαι (τ 489)
ἄφεος· [ἄφωνος]
ἀφέρεμα· [ἀνάθημα. δῶρον. ξένιον]
ἀφέριστα· ἄχρηστα
*ἀφέρτεροι· ἥσσονες An
ἀφερτέρους· πολὺ φερτέρους. ταχυτέρους (Ψ 311 v. l.)
ἀφέρτερος· ταχύτερος
ἄφερτος· ἀφόρητος
*ἀφέσθαι· ἀποσχέσθαι g
*ἄφεσιν· ὕσπληγα AS
*ἄφεσις· ἀπόλυσις (Act. ap. 13,38 ..) vgASn συγχώρησις n
†ἀφεστακέναι· ἀπεσταλκέναι
*ἀφέστατε· ἀφεστήκατε (Δ 340) (S)
*ἀφέστηκας· ἐμακρύνθης (Ps. 9,22) S
*ἀφεστηκώς· μακρυνθείς S
ἀφεστής· †ἀγαθός
ἄφετος· ἀφειμένος
ἀφ' Ἑστίας ἀρχόμενος· παροιμία. μετενήνεκται δὲ ἀπὸ τῶν
περὶ τὰ ἱερὰ δρωμένων. ἔθος γὰρ ἦν τῇ Ἑστίᾳ τὰς ἀπαρχὰς
ποιεῖσθαι
ἀφέτην· ἀφήκασιν (Λ 642)
*ἀφετηρία· ἀρχή g(ASn) [ἡγεμονία]
ἄφετοι· οἱ ἱεροὶ βόες. *καὶ [ἀπολελυμένοι (vgASn)
*ἀφέξομαι· παύσομαι n
ἀφεύς· ἀδύνατος
ἀφεψάλου· ἄνευ σπινθῆρος λαμπροῦ
ἀφέψειν· βάπτειν τρίχα
ἀφεψιασάμην· ἀφωμίλησα. Σοφοκλῆς Ἀντηνορίδαις (fr. 134)
*ἁφή· αἴσθησις SΣ χειρῶν, ἤγουν ψηλάφησις. ἢ χροιὰ λέπρας
(Levit. 14,3 ..) vgAS
*ἀφηγεῖσθαι· διηγεῖσθαι vgASn
ἀφηγήμων· ὁ ἀφηγούμενος ὁδοῦ, ὁδηγός
ἀφηγητής· ὁμοίως
†ἀφήγουσα· μεταστρέφουσα
*ἀφῆκεν· ἐξέπεμψεν (Gen. 45,2 ..) S
†ἀφηκές· εὐηθές
*ἀφηλικεστέραν· νεωτέραν ASn
*ἀφῆλιξ· καταδεής AS, ἀτελὴς S τὴν ἡλικίαν ASn
*ἀφήμαρτεν· ἀπέτυχεν (Θ 319) ASn
ἀφ' ἡμείων· ἀφ' ἡμῶν (Ε 258)
ἀφήμενος· ἄποθεν καθήμενος (Ο 106)
ἀφημιάστους· ἀγροικίας
ἀφημίζεσθαι· ἀθερίζεσθαι
ἄφημοι· ἀνώνυμοι, ἀκλεεῖς
ἀφήμονες· ἄῤῥητοι. οὐκ ὀνομαζόμενοι
ἀφημοῦντας· ἀγροίκους
(*)ἀφ' ἡμῶν· ἄποθεν (Greg. Naz. c. 1,2,10,583)
ἀφήμως· ἐν κόσμῳ, ἡσυχῇ (Thuc. 3,104,5)
ἄφηνα· ἔκοψα
ἀφῆναι· τὸ τὰς ἐπτισμένας κριθὰς ταῖς χερσὶ τρῖψαι
*ἀφηνιάζετο· ἐχωρίζετο Sn
*ἀφηνιάσαντες· ἀποχωρισθέντες vgAS ἐκ μεταφορᾶς ἵππων
ἁρμάτων AS
*ἀφηνιαστήν· ὑπερήφανον, ἀνυπότακτον AS
†ἀφηράαν· μακράν
ἀφῄρημαι· ἐστέρημαι
ἀφης· ἀδύνατος, †ἄλλος. ἢ ἐξ ἧς
ἁφήσασθαι· ἅψασθαι
ἀφητορεία· μαντεία
ἀφήτορος· προφητεύοντος. ἢ τοῦ τοξότου (Ι 404)
ἀφθίβορον· ὁ βορῶς ἐσθίων
ἄφθα· ἡ ἐν στόματι ἕλκωσις. καὶ {φθόη} δὲ τὸ αὐτό
*ἄφθιτον· ἄφθαρτον ASP θεῖον (Β 46)
ἀφθίτους γνώμας· ἀμετατρέπτους. Σοφοκλῆς Μυσοῖς (fr. 381)
ἀφθονία· *πλῆθος n καὶ ἀκακία
ἄφθονον· πολύ. καὶ πλούσιον
ἀφθόνους· τοὺς ἅλας
ἀφίας· βωμός
*ἀφῖγμαι· παραγέγονα (Eur. Tro. 58) vgASn
ἀφιγμένος· παραγεγονώς, *[παραγενόμενος (Eur. Alc. 772 ..)
vgASn
*ἀμφιγύοισιν ἔγχεσι· δόρασι ἑκατέρωθεν ἐστομωμένοις (N
147 ..) AS
*ἀφιδήσας· ἀφροντιστήσας S
Ἄφιδνα· δῆμος τῆς Πτολεμαΐδος φυλῆς
†ἀφνιδρόν· ἀκοίμητον
*ἀφίδρυμα· ἱερόν vgS
*ἀφίει· ἀπέπεμπεν (Α 25) S
ἀφ' ἱερᾶς· οὕτως ἐλέγετο γραμμὴ [ἱερὰ] παρὰ τοῖς πεττεύουσιν
ἀφιερισμένα· περικεκαθαρμένα
*ἀφιερωμέναι· αἱ τῷ θεῷ ἀνακείμεναι S
*ἀφιέρωσε· τῷ θεῷ ἀνέθηκεν vgS
ἀφίζειν· ἀποκαθίζειν
*ἀφικάνει· παραγέγονεν (Ζ 388) S
ἀφ' ἱκετηρίας· ἐπὶ τῶν κατασπουδαζομένων καὶ λόγου τυγχα-
νόντων οὕτως ἔλεγον
*ἀφίκετο· παρεγένετο (α 332) vgAS
*ἀφικνεῖται· παραγίνεται Sn
ἀφικμῶντο· ἀπεσείοντο. ἢ ἀπηλοῶντο
*ἀφικομένῳ· παραγινομένῳ v(g) AS
ἀφικόμην· ἀφῖγμαι (Eur. Or. 215)
*ἀφίκου· παραγενοῦ (Iob 11,7) vgSn
*ἀφῖκται· παραγέγονεν vgASn
ἀφικτόν· ἀκάθαρτον. μισητόν
Ἀφίκτορα· τὸν ἱκέσιον Δία (Aesch. Suppl. 1)
ἀφικτρός· ἀκάθαρτος. μιαρός
ἀφίλης· [καθαρός. ὑγίης. ὁλόκληρος]
ἀφιλία· [καρτερία]
*ἀφιλοικτίρμονες· ἀνελεήμονες v(g)
*ἀφιλότιμος· ταπεινός. παρὰ τὸ μὴ φιλεῖν τιμὴν {ἢ} ἡττᾶσθαι
{δόξης} vgAS
ἀφινιάζει· ...
*ἀφίξεται· παραγενήσεται (Σ 270) vgASn
*ἄφιξις· ἔφοδος vg(n) παρουσία gP
ἄφιπποι· οἱ ἀπείρως ἔχοντες ἱππικῆς (Plat. rep. 1,335 c)
ἀφίστησιν· σταθμῷ παραδίδωσιν
ἀφλάσαι· [ἀπολέσαι]
ἄφλαστον· τὸ ἀκροστόλιον p τὸ ἄκρον τῆς πρύμνης, ἀποτετα-
μένον εἰς ὕψος (Ο 717)
ἀφλετῆρες· μαστοί, θηλαί
ἀφλοισβός· [ἀφρὸς ὁ ἐκ ταραχῆς]
*ἀφλοισμός· ἀφρός (Ο 607) Sn
ἄφλους· ἄφλοιος
ἀφνίδια· ἀφνίδαν, ἄφνω
*ἀφνειός· πλούσιος (Ε 9) vgSn
ἀφνός· ἐξαίφνης
ἀφνύει, ἀφνύνει· ὀλβίζει
*ἄφνω· ἐξαίφνης S αἰφνιδίως (Prov. 1,27) Sn
*ἄφοδος· ἀποχώρησις n ἐπὶ τὸ ἀφοδεῦσαι
ἀφόδιοι· ἐχθροί
ἀφοίβατον· ἀκάθαρτον. Αἰσχύλος Νεανίσκοις (fr. 148)
ἀφοιδεῖν· μὴ φροντίζειν
ἀφοίνους· {ἀ}φόνους. ὑγιεῖς
ἀφοισμός· [ἀφρός]
ἀφόπλισον· ἀπόδυσον
ἀφοπλίζειν· ἀφαιρεῖσθαι ...
ἀφοπλίττονται· ἀπολύονται στρατείας
*ἀφόρητον· ἀβάστακτον vgSn ἀνυπομόνητον (2. Macc. 9,10?)
*ἀφορήτως· δεινῶς, ἀβαστάκτως (g) S
ἀφορίαν· ἀκαρπίαν
ἀφόριος· [θρασύς. ἄπιστος]
*ἀφωρισμένος· ἐκλελεγμένος, διακεκριμένος (Rom. 1,1) n
ἄφορκος· θρασύς. ἄπιστος
ἀφορμή· ἡ νῦν {ἐνθήκη} λεγομένη. Ἀριστοφάνης· μέλλει δὲ
πέμπειν [τοὺς] εἰς ἀφορμήν {τοὺς - } (fr. 724) *ἢ πρόφασις. ἢ
αἰτία. vgSn
ἄφοροι· ἀσύλητοι
ἀφόρτιον· ἄχρηστον. ἀκάθαρτον
*ἀφορολόγητον· φόρον μὴ τελοῦν (3. Esdr. 4,50) vgS
ἄφορτος· οὐκ ἠγμένος τὴν Λυκουργείαν ἀγωγήν
*ἀφορῶντες· ἀποβλέποντες (Hebr. 12,2) (vg) S
ἄφος· ἡ τραγάκανθα
*ἀφοσιούμεθα· τὸ ὅσιον ποιούμεθα gSn
*ἀφοσιούμενοι· ἐν ὑποκρίσει gSn θωπεύοντες S τιμῶντες Sn
*ἀφοσιούμενος· πληροφορῶν gS ποιήσας τὴν ὁσίαν (Hdt. 4,
154,4) gSn
*ἀφοσιοῦν· καθαίρειν S
ἀφοσιοῦσθαι· ἀποκαθαίρεσθαι
ἀφοσιώματα· καθάρματα, καθάρσια.
*ἀφοσίωσις· {θυσία, καθιέρωσις} p
ἀφοσιωμέναι· ἀνόσιαι. ἄποθεν τοῦ ὁσίου γεγενημέναι. Σοφο-
κλῆς Θυέστῃ β# (fr. 232)
*ἀφοσιούμενοι· τιμῶντες wΣ
ἀφοσιώσεται· ἀπάρξεται ὁσίας χάριν
ἀφ' οὗ γοῦν μνῆστις· ἀφ' οὗ μέμνημαι
*ἁφόωντα· ψηλαφῶντα (Ζ 322) S
*ἀφραίνεις· μωραίνεις. παραφρονεῖς (Η 109) S
*ἀφραίνοντι· παρανοοῦντι. ἀσυνετοῦντι S
ἀφραδέα· [ἐχθρά, πολέμια] †ἀδιαμέλητα. μωρά
ἀφραδέες· ἀδιανόητοι (λ 476)
*ἀφραδέοντι· παρανοοῦντι (Ι 32) S(s)
ἀφραδέουσιν· ἀφρονεύονται (η 294)
ἀφραδέως· ἀνεπιστημόνως. *ἀπείρως gS ἀδιανοήτως (Γ 436)
vgSP
ἀφραδίῃ· ἀπειρίᾳ. ἀμηχανίᾳ (Β 368)
ἀφραδίῃσι· μωρίαις, ἀνοίαις, ἐξηχίαις (Κ 122 ..)
ἄφρακτος· ἀφύλακτος. Σοφοκλῆς Αἴαντι μαστιγοφόρῳ (910)
ἀφράκτους οἰκήσεις· τὰς μὴ ἐχούσας περιβολάς (Thuc. 1,6,1)
ἀφράδμων· ἀσύνετος. ἀμαθής. Σοφοκλῆς Τριπτολέμῳ (fr. 556)
ἀφράσμων· [ἀσύνετος]
ἀφράσσει· ἀσυνετεῖ
ἄφραστον· ἀπρονόητον, ὥστε μηδένα νοῆσαι. *ἀνεκλάλητον
SP ἀνεκδιήγητον, ὃ μὴ φράζεται. ἄλεκτον (Eur. Hipp. 820)
vgSn
ἀφραττίας· ἰσχυρός. Κρῆτες
†Ἄφραττος· ἡ Ἑκάτη, παρὰ Ταραντίνοις
*ἄφρεον· ἤφριζον n ἵδρουν (Λ 282)
*ἀφρήτωρ· φρατρίαν οὐκ ἔχων S οἷον συγγένειαν (Ι 63)
ἀφρίους· ἀθέρας
ἀφρῖνον· τάλαρον. †τῶν ἐκ τῶν ἑλκυσμάτων τῶν ἐρίων
ἄφρις· μύρτον
ἀφροδισία ἄγρα· Σοφοκλῆς Δανάῃ (fr. 169). "†γόνοιον μήλων
καὶ ἀφροδισίαν ἄγραν" οἱ μὲν τοὺς πέρδικας, οἳ δὴ πρὸς τὸν
καθαρμὸν ἁρμόζουσιν (τῇ δὲ θηλείᾳ παλεύοντες αἱροῦσιν
αὐτούς), κακῶς δέ· χοίρῳ γὰρ καθαίρουσι καὶ ἀρνίῳ, ἀλλ' οὐ
πέρδικι. λέγει οὖν τὴν τῶν συῶν διὰ τὸ καταφερὲς εἶναι τὸ
ζῷον πρὸς συνουσίαν. {Καπρᾶν} γέ τοι καὶ {κάπραιναν} ἀπὸ
τούτου. Δύναται δὲ καὶ τὴν τῶν αἰγῶν γονὴν δηλοῦν. καὶ
γὰρ καὶ τοῦτο τὸ ζῷον λίαν ἐπτόηται πρὸς τὰ ἀφροδίσια·
ὥστε καὶ εἰς ἑαυτὸ ὑβρίζειν
ἀφροδισιάζεσθαι· γυναικίζεσθαι
Ἀφροδίτη ψίθυρος· ...
Ἀφροδίσιον· Ἀφροδίτης ἄγαλμα, *ἢ Ἀφροδίτης ἔργον vgS
ἀφροδίσιος ὅρκος· παροιμία, ἣν καὶ ἀναγράφουσιν· {Ἀφρο-
δίσιος ὅρκος οὐ δάκνει}· πρῶτος δὲ Ἡσίοδος (fr. 187 Rz.)
ἔπλασε τὰ περὶ τὸν Δία καὶ τὴν Ἰώ. Ὤμοσεν, ἀλλὰ {λέγουσιν}
... (Callim. ep. 25,3)
{Ἀφροδίτης·} περὶ μὲν τῆς θεοῦ Ἀφροδίτης· "ἐϋστεφάνου τ'
Ἀφροδίτης" (θ 267), ἐπὶ {δὲ} τῆς συνουσίας· "καὶ ἐκλελάθοιντ'
Ἀφροδίτης" (χ 444)
Ἀφρόδιτος· Θεόφραστος μὲν τὸν Ἑρμαφρόδιτόν φησιν, ὁ δὲ
τὰ περὶ Ἀμαθοῦντα γεγραφὼς Παίων εἰς ἄνδρα τὴν θεὸν
ἐσχηματίσθαι ἐν Κύπρῳ λέγει
ἀφρονῆσαι· ἄφρονα γενέσθαι
ἀφρόν· κυρίως θαλάσσιον. καὶ ἀφρῶδες δὲ διαχώρημα, ὡς
Ἀριστοφάνης (Lys. 1258)· πολὺς †δέμας κατὰ τὴν ...
*ἀφροντιστεῖν· ἀμελεῖν S
ἀφροντιστίας· ἀμελείας
[ἀφρός] *ἄφρων· μωρός n ἄνους (Eur. Med. 885) S
ἀφύα· μεμβράς
ἀφυδραίνεσθαι· περιῤῥαίνεσθαι. ἀπολούεσθαι (Eur. Ion 97)
ἀφύει· ἀπολευκαίνεται, καὶ ὥσπερ ἀφύης χρῶμα ἴσχει (Hippocr.
aff. int. 40)
ἄφυζε· ἀπόλαβε
ἀφύη· τὰ μικρὰ ἰχθύδια
*ἀφυής· δυσχερής vgS
*ἄφυκα· ἀκαλλώπιστα· παρὰ τὸ μὴ ἔχειν φυκάριον vgSPn ὃ
βάλλουσιν αἱ γυναῖκες Sn πρὸς φιλοκαλίαν. ῥοιδάριον S
*ἀφύκτοις· οἷς οὐκ ἔστιν ἐκφυγεῖν (Eur. Hipp. 1422) vgSPn
ἄφυκτον· *ἄφευκτον S ἀνεξάλειπτον (Eur. Med. 634)
ἀφύκτως· ἀνεξαλείπτως
ἀφύλλοις· ξηροῖς (Β 425) (p)
ἀφύλλου στόματος· ἄνευ ἱκετηρίας. Εὐριπίδης Ὀρέστῃ (383)
ἀφύλλωτον πέτραν· ἄπορον. ἄδενδρον. οἷον λεωπετρίαν.
Σοφοκλῆς Ἰοβάτῃ (fr. 276)
ἄφυλλον· λεῖον. ξηρόν. ἄνοζον. ψιλόν
ἄφυλλος αὐχήν· οἱ δὲ ἄτρακτον
*ἀφύξειν· ἀπαντλήσειν (Α 171) Sn
ἀφυπνίσας· ἀφύπνισεν· ...
ἅφυρσιν· ἀκαθαρσία{ν}
*ἀφυσγετόν· συρφετόν (T)S(n) ἀκαθαρσίαν S(n) κόπριον
[συρφετόν] (Λ 495)
*ἀφυσσάμενοι· ἀντλήσαντες (Γ 295) S
ἄφυσσαν· τὴν κοτύλην {παρὰ} Ταραντίνοις
ἀφύσσειν· [ψηλαφᾶν]. ἀπαρύεσθαι, ἀπαντλεῖν
ἀφύσσων· *ἀπαντλῶν gn ἐκχέων (Α 598)
ἀφύστα· κοτύλη. στάμνος
ἀφυτρίς· ἀρύταινα
ἀφύων τιμή· τὸ ἔλαιον, ἐπεὶ ἐν τούτῳ ἕψονται (Ar. Ach. 640).
λέγουσι δὲ Ἀττικοὶ πληθυντικῶς {τὰς ἀφύας}, ἑνικῶς δὲ
οὐδέποτε· λέγουσι δὲ καὶ αὐτὰς {ἀφρὸν} διὰ τὴν λευκότητα
ἀφωσιωμένε· ἄποθεν τοῦ ὁσίου ἀφωρισμένε ...
Ἀχαία· ἐπίθετον Δήμητρος. ἀπὸ τοῦ περὶ τὴν Κόρην ἄχους,
ὅπερ ἐποιεῖτο ἀναζητοῦσα αὐτήν. Λάκωνες δὲ ἀγαθά. οἱ δὲ
[ἔρια p μαλακά
ἀχαίας· [λύπας]
Ἀχαΐδα γαῖα{ν}· ἡ τῶν Ἑλλήνων γῆ (Η 124)
ἀχαΐζειν· ἑλληνίζειν
Ἀχαιμένης· Πέρσης, ἀπὸ Ἀχαιμένους βασιλέως· καὶ {Ἀχαι-
μενίδαι} αἱ Περσεῖδαι
ἀχαιῖναι {καὶ σπαθίναι}· ἐλάφων ἡλικίαι
ἀχαίνει· σαίνει. [παίζει (S) κολακεύει
Ἀχαιοί· οἱ Ἕλληνες S κυρίως δὲ {Ἀχαιοὶ} οἱ κατοικοῦντες μέρος
τι τῆς Πελοποννήσου, τὴν καλουμένην Ἀχαΐαν (Α 22 ..)
ἀχαιομάντεις· οἱ τὴν τῶν ... θεῶν ἔχοντες ἱερωσύνην ἐν
Κύπρῳ
*Ἀχαιοῖς· τοῖς Ἕλλησιν (Α 2) n
Ἀχάζ· κατάσχεσις
ἀχανά· κλήματα s
ἀχάνας· τινὲς μὲν Περσικὰ μέτρα. Φανόδημος (fr. 19 J.) δὲ κίστας,
εἰς ἃς κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίας [ἰόντες
οἱ εἰς θεοὺς] στελλόμενοι (Ar. Ach. 108)
ἀχάλκευτα τρύπανα· τὰ φρύγια πυρεῖα. Σοφοκλῆς Φινεῖ β#ῳ
(fr. 642)
*ἀχανεῖ· ἀνανοίκτῳ (Sap. 19,17) gS
*ἀχανές· ἡπλωμένον gSPn
ἀχάνη· μέτρον σίτου ἐν Βοιωτίᾳ, χωροῦν μεδίμνους με#
ἀχανής· ἄφθογγος. *ἄφωνος vg μὴ ἀνοίγων στόμα
ἀχανόωσαν· [ἐπιθυμοῦσαν]
*ἀχαρές· λυπηρόν vgS
ἀχάριστα· ἀγνώμονα
ἀχάριστα· ἀχαρίστως, ἢ ἄνευ χάριτος (θ 236)
ἀχαριστεῖν· μὴ χαρίζεσθαι
ἀχαρίστερον· ἀχαριστότερον "δόρπου δ' οὐκ ἄν πως ἀχαρί-
στερον" (υ 392) οἱ δὲ λυπηρότερον
ἀχάρνα· εἶδος ἰχθύος
Ἀχάρνη· δῆμος τῆς Ἀττικῆς. {Ἀχαρνικαὶ πύλαι} Ἀθήνησιν
Ἀχαρνικοὶ ὄνοι· ἐπὶ τῶν μεγάλων οὕτως ἔλεγον
*ἄχεα· λύπη (Γ 412 ..) Sn
*Ἀχαιΐς· γυνή (Β 235) vgSn
ἄχεϊ προτραπέσθαι· τῇ λύπῃ ὑπεῖξαι, καὶ οἷον ὑποχωρῆσαι
(Ζ 336)
ἄχειλον· ἄτροφον. πολύχορτον
ἀχείμαστον· ἀτάραχον (Aesch. Suppl. 136)
*ἀχείρωτος· ἀπόρθητος SPn ἀήττητος, ἀνίκητος vgS. {Χειροῦ-
σθαι} γὰρ λέγεται νικᾶσθαι S
ἀχέλιον· τὸ λεπτομερές {τῶν ἀχύρων}
ἀχέλουρις· [τῶν ἀχύρων] ποίμην τις, παρὰ Ταραντίνοις
*Ἀχελῷος· ποταμὸς Ἀκαρνανίας vgS καὶ πᾶν ὕδωρ οὕτως
λέγεται (Φ 194) Sn
ἄχεος νεφέλη· περιφραστικῶς λύπη (Ρ 591)
*ἄχερδος· ἄκανθα ποιά S "καὶ ἐθρίγκωσεν ἀχέρδῳ, (ξ 10)
†ἄχερλα· ἰχθὺς ποιός
*ἀχερούσια· ὕδατα S ἑλώδη
ἀχερωΐς· δένδρου γένος ἀκάρπου. λεύκη (Ν 389) (S)
*Ἀχέρων· ποταμὸς ἐν ᾅδου (κ 513) g
†ἄχεται· στυγεῖ. μέμφεται
ἀχέτας· ὁ τέλειος, καὶ φωνήεις
*ἀχέτης· ὁ ἄῤῥην τέττιξ, ὁ λαλίστερος S
*ἀχεύων· λυπούμενος (Ε 869) Sn
ἀχήν· ἄπορος
*ἀχηνεῖς· κενοί S
ἀχῆνες· πένητες
ἀχηνία· ἀπορία (Ar. fr. 20) gS ἀπὸ τοῦ μὴ ἔχειν. καὶ οἱ πένητες
{ἀχῆνες}· τινὲς δὲ ὅτι τὰ κενὰ ἠχεῖ
ἀχείμονα· ἁγνήν
ἀχειρές· ἀχρεῖον
ἄχηρον· ἀχράδα. Κρῆτες
Ἀχηρώ· ἡ Ἀχηρὼ καὶ Ὠπὶς καὶ Ἐλλήγηρις καὶ Γῆ καὶ Δημήτηρ
ἡ αὐτή
ἀχητεῖς· ἀζήτητοι. ἀσύνετοι. ἄποροι
ἄχθεος· βάρους
†ἄχητι· λυπήθητι
Ἀχθεία· ἡ Δημήτηρ, μυστικῶς
*ἄχθεσθαι· βαρεῖσθαι n
*ἄχθεται· λυπεῖται gSn
ἄχθη· [ἀκαθαρσία. ἀφρὸς θαλάσσης]
ἀχθηδόνα· λύπην. ὀδύνην. βάρος (Thuc. 4,40)
ἀχθηρές· λυπηρόν
*ἀχθίσας· γομώσας AS ἤγουν πληρώσας
ἀχθηφόρος· νωτοφόρος. βάρη φέρων
ἀχθεινόν· ἐπίπονον. ὀδυνηρόν (Eur. Hec. 1240)
*ἀχθομένη· βαρυνομένη (Ε 354) S
*ἀχθόμενος· βαρούμενος. λυπούμενος ASn
*ἄχθος· λύπη. βάρος (Μ 452 ..) gSPn
ἀχθών· κορμὸς ἐκ †λιπαροῦ †δαδίου. Λάκωνες
ἇχι· ὅπου. *ἢ χόρτῳ χλωρῷ (Sirac. 40,16) AS
ἀχιά· [ἔρια μαλακά]
ἀχίκητα· [ἀκατάληπτα S]
Ἀχίλλειον πλάκα· τὴν Ἀχιλλέως νῆσον, τὴν Λεύκην λεγο-
μένην (trag. ad. 202) {εἰσὶ δὲ καὶ {Ἀχιλλέως δρόμοι} περὶ
ταύτην τὴν νῆσον}
Ἀχιλλείων· Ἱππεῦσιν Ἀριστοφάνης (819) καὶ Σοφοκλῆς
Σκύθαις (fr. 507) Ἀχιλλείων, ἔνιοι δὲ τῶν λευκῶν. τινὲς δὲ
σπόγγον φασί, οἷς τοὺς ὀφθαλμοὺς ἀποψῶνται
†Ἀχινάων· τῶν Ἐχινάδων (Β 625)
†ἀχληρόν· ἀπεχθές
ἀχλιδιᾶν· θρύπτεσθαι
ἀχλύμενος· [λυπούμενος]
*ἀχλύν· σκοτίαν AS καὶ ἀορασίαν (Ε 127) S
*ἀχλυοέσσης· σκοτεινῆς (Greg. Naz. c. 2,1,1,206) S
ἀχλύς· ἡ ἐν τοῖς ὀφθαλμοῖς λεπτὴ ὕλη. *ὀμίχλη. σκοτία. ἀμ-
βλυωπία (Act. Ap. 13,11) vgAS
*ἄχνα· ἄχυρα gAS λεπτά (Ε 499) g, ἀποβράσματα (Ο 626) AS
ἀχνάζει· ἄχθεται, μισεῖ, ψέγει
ἄχναν· τὴν †οἴκησιν. καὶ τὴν ἐπὶ τοῦ σίτου λεπτὴν καλάμην
ἄχνη· τὸ ἄχυρον "ὡς δ' ἄνεμος ἄχνας φορέῃ" (Ε 499) ἄχνη δὲ
καὶ *[ὁ ἐπιπολάζων S ἀφρὸς vgn τῷ κύματι S τῆς θαλάσσης g
ἄχνημος· [νῆστις]
ἄχνην Λυδῆς κερκίδος· Σοφοκλῆς Αἰχμαλώτοις (fr. 42)
{Ἄχνην} τὸ ἄκρον, κατὰ τὴν ἐργασίαν ἄκρως ἔχον, ἢ ἀπὸ τῆς
θαλασσίας ἄχνης· [ἔστι γὰρ λαμπρὰ καὶ διαφανής. γράφεται
δὲ καὶ ἴχνη]
ἄχνη πυρός· ὁ καπνός (Aesch. fr. 336) καὶ Ἀριστοφάνης
(Vesp. 92) οὕτως {ἄχνην ὕπνου}. ὁ δὲ Ἱπποκράτης (Vect. 2?)
{τοῦ λίνου ἄχνη}· δηλοῖ δὲ καὶ τὸ λεπτὸν ξύσμα.
†ἀχνητόν· δαψιλές. ἄφατον. πολύ. ἄφθονον
ἄχνυλα· κάρυα. Κρῆτες
*ἀχνύμενος· λυπούμενος (Α 102 ..) AS
ἀχνῶδες· ἄχνῃ ὅμοιον
ἄχολον· ἀποσκευαζόμενον τὴν ὀργήν. κωλυτικὴν ὀργῆς δύναμιν
ἔχον "νηπενθές, ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων" (δ 221)
ἄχορα· τὰ πίτυρα. ἔνιοι δὲ κρανίον
ἀχώρητος· ὁ μὴ χωρούμενος
ἀχώριστος· ὁ μὴ χωριζόμενος
*ἀχόρους· κακοχόρους (Eur. Andr. 1037 v. l.) vgASn
ἀχόρταστος· ἄπληστος
*ἄχος· λύπη vgAS
ἄχουσα· κραυγάζουσα (Ι 567)
ἀχράδα· ἄπιον (p) καὶ βοτάνη
ἀχραδαμύλα· ὁ κοχλίας. Ταραντίνοις
ἀχράδας· τοὺς ἀπίους
ἀχράδα· ἄπιον Λάκωνες
ἀχραδῖναι· ζῶά τινα [καὶ] ξυλοφάγα
ἀχρανές·] *ἄχραντον· [ἀμόλυντον n καθαρόν, Pn ἀμίαντον.
ASPn {Χραίνειν} γάρ ἐστι τὸ μιαίνειν AS
ἄχρατοι· οἱ πολέμιοι
ἀχρέα· βλάσφημον. ἄμορφον. ἀχρεῖον. λυπηρόν
ἀχρεῖον ἰδών· εἰς οὐδεμίαν χρείαν ἐμβλέψας. σκυθρωπάσας, καὶ
διαστρέψας τὴν ὄψιν B 269 καὶ ἐπὶ τῆς Πηνελόπης· "ἀχρεῖον δ'
ἐγέλασε" (σ 162) τὴν μὴ ἀπὸ γνώμης γελῶσαν δηλοῖ
ἀχρήματον· ἀδάπανον. Σοφοκλῆς Σκυρίοις (fr. 516)
ἀχρημοσύνη· πενία. ἔνδεια. ἀπορία (ρ 102)
ἀχρήεις· μάταιος. ἐλαφρός. ἄχρηστος
ἀχρήϊστον ὄλεθρον· μέχρι τοῦ ἐσχάτου καὶ ἀπεράντου
ἄχρηστος· ὁ μὴ χρηστηριασάμενος
ἀχρήμων· πένης s καὶ αὐτάρκης
ἄχρις ἀπηλοίησεν· παντελῶς ἀπέκοψεν (Δ 522)
*ἄχρι, ἄχρις· μέχρι. ἕως. vgASn
*ἄχριον· ἄχριστον n
†ἀχρισατέες· ἀληθές
ἀχροΐην· ὁμόχροιαν, καὶ συγχρωματισμόν
ἄχρονον· τὸ μὴ ἀρξάμενον ἀπὸ χρόνου S
*ἀχρονοτριβές· σύντομον. ταχύ. παρὰ τὸ μὴ τετρῖφθαι ἐν
χρόνῳ, ἢ χρόνον πολὺν διατρῖψαι AS
ἄχροοι· πυῤῥαὶ ἡμίονοι
ἄχροον· [πονηρόν. Λακωνόθον]
ἀχύνετον· πολύν S
*ἀχυρμιαί· τόποι, εἰς οὓς τὰ ἄχυρα ἐκπίπτει gS λικμώμενα
(Ε 502) g
ἄχυρος· ὁ ἀχυρών. ἀχυροδόκη. ἀποθήκη τῶν ἀχύρων
ἀχώνευτον· ἄκαυστον
ἀχῶρα· "τὸν ἀχῶρα." εἴρηται δὲ τὸ πιτυρῶδες {τῆς} κεφαλῆς p
ἄχωρος· ἐν κατάρᾳ λέγεται ὁ μήτε τάξιν βίου μήτε κατάστασιν
οἰκίας ἔχων
*ἄψ· πάλιν. vgASn εἰς τὰ ὀπίσω. ἐκ δευτέρου A6o gSn
†ἀψάκειν· ἀποτυχεῖν S
†ἄψαλα· ἀψοφητὶ πορεύεται
ἀψάλακτος· ἀκίνητος. ἀψηλάφητος. ἀκράτητος. Σκύθαις Σοφο-
κλῆς (fr. 89)
ἀψάμαθον· ἄψ{αμμ}ον
ἅψασθαι· ἀναφθήσεσθαι· "ἅψασθαι, χλωρός περ ἐών" (ι 379)
ἁψάσθην· ἐπελάβοντο· "χειρῶν ἁψάσθην" (Κ 377)
*ἄψαυστον· ἀπροσπέλαστον vgAS ἀνέπαφον (n) ἀψηλάφητον
*ἄψ ἀπιών· πάλιν ὑποστρέφων (Κ 289) s(p)
ἂψ αὖθις· πάλιν ἐκ δευτέρου (Θ 335)
ἂψ δέ· πάλιν δέ (Μ 390)
ἅψεα· αἱ συναφαὶ τῶν μελῶν. οὐχὶ τὰ μέλη (δ 794) Sh
ἄψεκτον· ἄμωμον, ἄμεμπτον [ἀψευδές]
†ἀψελές· ὑγιές S
ἄψερον· ὕστερον S πάλιν
ἀψεφές· ἀφρόντιστον. Σοφοκλῆς Φαίδρᾳ (fr. 630)
ἀψεφέων· ἀμελῶν (S)
ἀψηλάφητον· ἀνέπαφον
ἄψητος· ἀνυπότακτος p
ἄψηφον· πολύ. μέγα. ἰσχυρόν
ἀψίαι· ἑορταί. S Λάκωνες
ἁψῖδες· τὰ κύκλα τῶν τροχῶν. αἱ περιφέρειαι. *ἢ καμάραι vgAS
ἁψίκορον· ἄπλησμον. ἢ ἅμα τῷ ἅψασθαι κορεννύμενον καὶ
ταχέως {πληρούμενον}
*ἁψίκορος· καματηρός. S ταχέως ὀλιγωρῶν, καὶ κόρον λαμβά-
νων AS
*ἁψικόρως· εὐμεταβλήτως (vg) AS
ἄψιλον· ἄπτερον S ἢ πολύπτερον
*ἁψιμαχία· συναφὴ μάχης vgASn
ἁψίμαχος· ἐπίμαχος. ἐπίφορος μάχης
*ἁψιμεσία· πρὸς ὀλίγον διαφορά gAS
ἀψίον· τὸ πρόσωπον
ἀψίορ· [μέγα. πλατύ. πολύ. ἰσχυρόν S]
ἁψῖσι· συναφαῖς (Ε 487)
*ἁψῖσι λίνου· ἅμμασιν gSn ἀπὸ τῆς συναφῆς (Ε 487)
ἂψ ἴτω· ἐπανίτω
ἁψός· θηρίον τι κατεσθίον ἀμπέλους S
ἄψοῤῥον· ὀπισθόρμητον (Δ 152) (vgAn)
ἄψοῤῥον· παλινόρμητον, *ἐξ ὑποστροφῆς AS
ἀψοῤῥόου· ἀνάπαλιν [ῥέοντος gS ταχυρρόον (Σ 399) A
ἀψοφητί· ἠρέμα. ἡσύχως vgA Κόλακι (Men. fr. 298) vg
ἀψόφητος· ἄνευ κραυγῆς
ἀψυθές· ἀληθές, S οὐ ψευδές
ἀψυχίη· λειποθυμία
ἄψυχον· εἴδωλον μὴ ἔχον ψυχήν
ἄψυχος· δειλός. καὶ ὁ τῶν Πυθαγορικῶν {βίος}
ἅψω· προσεγγίσω. δήσω. Κρατῖνος (fr. 390)
a) ἀῶ· ὑγεία. b) *{ἀῶ}· ἡμέραν Sn
ἀωδυνεῖν· ἀπονεῖν. ὑγιαίνειν
ἀώϊος· πρωϊνός, [ὀρθρινός n
ἀώλυπον· τὸ οὐκ ἀπολλύμενον
ἀών· ἰχθὺς ποιός
Ἄωοι· θεοὶ οἱ ἐκ Δρόμου μετακομισθέντες εἰς Σαμοθράκην νῆσον.
καὶ Κίλικες ἀπὸ Ἀώου τοῦ Κεφάλου {ἢ} τοῦ παραρέοντος
ποταμοῦ
*ἀωρεῖν· ὀλιγωρεῖν. ἀπειθεῖν n ... φυλάσσειν
ἀώρησις· κρέμασις Sp
*ἀωρία· σκοτία. μεσονύκτιον. ἄπρακτος ὥρα (Ps. 118,147) vgAS
ἄωροι· εἰ μὲν δασέως γράφεται τὸ ω ὠμοί, {ὥριμοι} γὰρ οἱ
πέπειροι· εἰ δὲ ψιλῶς [ἀφύλακτοι S βέλτιον δὲ μὴ δυνάμενοι
ὀρούειν· ἐνεῤῥίζωται γὰρ ταῖς πέτραις ἡ Σκύλλα S καθάπερ οἱ
κοχλίαι (μ 89)
ἀώριοι· [ὠμοί. ἄγριοι. σκληροί]
*ἄωρον· ἀπρεπές. vgASn ἄχαρι. ἄκαιρον. AS ἄμορφον n
*ἄωρτο· ἐκρέματο (Γ 272) vgAS
*ἀωτεῖτε· ἀπανθίζετε S τὸν ὕπνον (Κ 548) p
*ἀωτεύειν· [ἀπανθίζεσθαι] {ὑφαίνειν} vgAn
ἄωτοι· ὦτα μὴ ἔχοντες
*ἄωτον· ἐρίου S ἄνθος vgAS "ἀώτου θεσπεσίοιο" (Ι 657) ἐρίου
θείου. {Ἄωτον} γὰρ τὸ ἄνθος
†ἀωτόρ· παρήρτητο (Γ 272) n
ἄωτος· τὸ ἄνθος, n ἀρσενικῶς. ἢ [μὴ ἔχων ὦτα p
ἀωτοῦσιν· ἀνθοῦσιν p
*ἀωτεῖς· ἀπανθίζεις. κοιμᾷ. (Κ 159) gp
Βαβάζειν· τὸ {μὴ} διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν
Βαβάζειν· τὸ {μὴ} διηρθρωμένα λέγειν. ἔνιοι δὲ βοᾶν
*βαβαί· θαυμαστικὴ φωνή ASPnΣ
βάβακα· τὸν γάλλον (ps)
βαβάκινον {καὶ} {βάκινον} χύτρας εἶδος pl
βάβακοι· ὑπὸ Ἠλείων τέττιγες· ὑπὸ Ποντικῶν δὲ βάτραχοι
βαβάκτης· ὀρχηστής, ὑμνῳδός, μανιώδης (Cratin. fr. 321) p
κραύγασος q ὅθεν καὶ Βάκχος
βάβαλον· κραύγασον. Λάκωνες
βάβαλον· [αἰδοῖον]
βάβαξ· μάταιος, bh λάλος, φλύαρος. bhp (Archil. fr. 33) ἐνθου-
σιῶν. ἀναιδής pq
βαβάξαι· ὀρχήσασθαι bhf. {Λυδοί} h
†βαβήρ· ὁ ἄρης
βαλβῖδες· [αἱ θύραι τοῦ ἱππικοῦ. καὶ βαλβίδες]
βαβράζων· κεκραγὼς συντόνως
βάβρηκες· τὰ οὖλα τῶν ὀδόντων. οἱ δὲ σιαγόνας. οἱ δὲ τὰ ἐν
τοῖς ὀδοῦσιν ἀπὸ τῆς τροφῆς κατεχόμενα q
βαβρήν· ὑπόστασις ἐλαίου, κατὰ Μακεδόνας
βαβύας· βόρβορος, S πηλός vgAS
βαβύη· χείμαῤῥος. οἱ δὲ πόλις
Βαβύκα· γέφυρα ps
Βαβυλώνιοι· οἱ βάρβαροι, παρὰ τοῖς Ἀττικοῖς
βαβύρτας· ὁ παράμωρος
βαγαία· ματαία. Λυσικράτης· βαγαία γὰρ ὥς τις ἐπικουρεῖ
βαγαῖος· ὁ μάταιος. ἢ Ζεὺς Φρύγιος. [μέγας. πολύς, ταχύς]
βάγαρον· χλιαρόν. Λάκωνες
*βᾶσαι· εἰσελθοῦσαι An
*βάγιον· μέγα gASn
βάγος· κλάσμα AS ἄρτου {ἢ} μάζης S καὶ βασιλεὺς καὶ [στρατηγός. Λάκωνες AS
βάδος· [ὁ καὶ βάτος, λξ# εσται. ἤγουν δ# μη]
βαδάς· κίναιδος. ὡς Ἀμερίας
*†βαδελεγεῖ· ἀμέλγει gASn
*βάδην· ἠρέμα vSn σχολῇ. κατὰ βῆμα. Sn (Ν 516)
*βάδην, περιπάτῳ ἐρχόμενον gAS
*βαδδίν· βύσσινον g(n) ἔνδυμα ἐξαίρετον (Dan. 10,5)
βάδος· ὃ καὶ βάτος. ν# ξέσται, ἤγουν λίτραι μη#
βαδίζει· περιπατεῖ (Eur. Phoen. 544)
*†βάδιος· ... υἱός vgASn
*[βαδιστοι· βαδύτατοι gAn]
βάδομαι· ἀγαπῶ p
βάδηδοι· [ἠχεῖοι]
βαδακίζων· κακῶς ἕρπων
*βάζει· λέγει (ξ 127) vgA (Sn)
*βάζομεν· λέγομεν (γ 127?) AS
*βαθεῖαν· κεκρυμμένην (Aesch. Sept. 533 Pl. rep. 362 a) AS
βαθείης· *ὑψηλῆς. g μελαίνης. δαψιλοῦς. ἢ {βαθέης} "ἐξάλλεται"
(Ε 142). κεκρυμμένης
βάθιστον· βαθύτατον (Θ 14)
*βάθρων· θεμελίων, ἢ ἀγαλμάτων AS
βαθάκων· [β κακῶς]
Βαθάλη· κρήνη. Ἀμερίας
βαθμίδες· ἀρχαὶ λόγων
βαθμοί· ἴχνη. πόδες. καὶ δίφροι, παρὰ στρατηγικοῖς {ἡ ἐφ' ἕνα
τῆς φάλαγγος στάσις} q
*βάθρα· ἀγάλματα. gAn βάσεις
βάθος· στίχος. ἐπιστάσις καὶ τὸ {βαθύ} [καὶ μέγα.] καὶ ὑψη-
λόν. καὶ μέλαν q
βάθρον· *βῆμα, gASn βάσις. ὑποπόδιον q {καὶ ἀνδριάς}
*βαθύγλωσσοι· ἐλλόγιμοι gAS [καὶ ἀνδριάς]
*βαθυδίνης· ἐν βάθει ἔχων τὰ ῥεύματα, vgAS ἢ βαθείας δίνας
ἔχων, ἢ μεγάλα ῥεύματα (γ 73 etc.)
βαθύζωνοι· εἰς βάθος ζωννύμεναι τοὺς [χιτοὺς] χιτῶνας
βαθυζώνους· ἐν βάθει ζωννυμένας (Ι 594 γ 154)
*βαθὺ κομῶσαν ληΐοις· ἐν βάθει ἔχουσαν στάχυας ASn
βαθύκολπος· ἀρχαία παλαιά. κοίλη
βαθυκόλπων Τρωιάδων· ἀπὸ τοῦ μεγέθους. καὶ βαθυζώνων
(Σ 122)
*βαθὺ λήϊον· πολύκαρπον πεδίον (Β 147) gA (vS)
*βαθύλειμον· βαθὺν λειμῶνα ἔχουσαν (Ι 151) A
βαθύμαλλον· κνεωροῦ τοῦ μέλανος τάπης. ἀπὸ ἱστορίας, ἀπὸ
κνεωροῦ φυτοῦ, ᾧ ἐχρῶντο πρὸς κάθαρσιν. ἀπὸ δὲ τοῦ αὐτοῦ αὐχμηροῦ
Βαθυμῆδαι· γένος παρὰ Λυδοῖς
βαθυπέπλων· καλὰ ἱμάτια ἐχουσῶν
βαθυρρηγάλη· ἰκτῖνος, ὑπὸ Λυδῶν
βαθύῤῥιζοι· βαθεῖαι
*βαθυῤῥόου· βαθέως καὶ ταχέως ῥέοντος (Η 422) (gS)
βαθυῤῥίζου πέτρας· τῆς ὑψηλῆς (trag. ad. fr. 203)
βαθυσπόρος· βαθεῖαν σπείρων γῆν
Βαιάγις· ἑορτὴ παρὰ Ἀσσυρίοις, ὡς Λέων ὁ Ἀλαβανδεὺς ἐν
τρίτῳ
βαίβυκος· πελεκᾶνος Φιλίτας (fr. 47 K.), Ἀμερίας δὲ βαυβυκᾶ-
νας
βαίδειον· ἕτοιμον. Ἠλεῖοι
†βαιδύμην· ἀροτριᾶν. Βοιωτοί
*βλίσσα· βότρυς AS
βαιῇσι· μικραῖς
*βαιήν· ὀλίγην, μικράν gn [ἢ ἔβησαν, ἢ ἐπορεύθησαν (Α 327)]
βαῖκαν· ...... Κρῆτες
βαίκυλος· προβατώδης
†βαιμάζειν· †βασιλεύειν. ἢ †βαστάζειν
†βαίμεναι· βαίνειν (θ 518 etc.)
βαίνη· [ὕβρις]
*βαίνειν· [φιλεῖν. [κολακεύειν. AS] βιβάζειν. πορεύεσθαι. περιπα-
τεῖν vgA
βαίνετον· βαδίσατε. δυϊκῶς
βαῖνον· ἐξέβαινον (Α 437)
βαίνοντα· ἐπιβαίνοντα (δ 653)
†βαίομαι· βιώσομαι (Χ 431)
βαιόν· ὀλίγον. μικρόν vgAS Σοφοκλῆς δὲ Οἰδίποδι Τυράννῳ (750)
ἀντὶ τοῦ †ἄφθονος καὶ πολλός γράμμα. [*{Βαιθήλ}· οἶκος θεοῦ p] [{βαιών}· ἐκβαλών.] καὶ ἐν Αἰχμαλωτίσι (fr. 39) βαιόν [ἐν]
Βαρκάθοις ὄχλος· [Λιβυκός] (Soph. El. 727)]
βαΐς· ῥάβδος φοίνικος. καὶ {βαΐων}
βαΐς· ῥάβδος φοίνικος. καὶ {βαΐων}
βαισήνης· παρ' Ἰνδοῖς στρατόπεδον
βαίσηνος· ὁ στρατός
†βαισσόν· βάθος
βαίταν· Ἕλληνες
βαιτάς· εὐτελὴς γυνή. ἀρχαία δὲ ἡ λέξις
βαιτάδα· εὐτελὴς γυνή
βαιτρεύειν· ἀροτριᾶν
βαίτιον· βοτάνη ἐμφερὴς δικτάμνῳ, ἤγουν γλήχωνι
βαίτη· δερμάτινον ἔνδυμα, ὅπερ ἔνιοι σισύραν· ἔνιοι δὲ σκηνὴν
δερματίνην (Soph. fr. 928)· οἱ δὲ διφθέραν (Sophr. fr. 38)
Βαίτυλος· οὕτως ἐκαλεῖτο ὁ δοθεὶς λίθος τῷ Κρόνῳ ἀντὶ Διός q
βλίτυξ· βδέλλα
βαιτῶνα· [τὸν εὐτελῆ ἄνδρα]
βαιῶμφαι· αἱ αἶγες, ἐν ἱερατικῆι
βαιών· ἰχθύς p (Epich. fr. 64), {ὁ καὶ βλέννος, παραπλήσιος
κωβίῳ} p. οὕτως καὶ μέτρον παρὰ Ἀλεξανδρεῦσι
Βαιῶτις· Ἀφροδίτη, παρὰ Συρακουσίοις
βακάϊον· μέτρον τι
βάκηλος· *ὁ μέγας. ἢ ἀνόητος. vgA ἢ ὁ ἀπόκοπος, ὁ ὑπ' ἐνίων
γάλλος. οἱ δὲ ἀνδρόγυνος. ἄλλοι παρειμένος, *γυναικώδης vgA. παρὰ Μενάνδρῳ Ὑμνίδι (fr. 477). καὶ τὸ σύνηθες ἡμῖν
βάκκαρις· μύρον ποιὸν ἀπὸ βοτάνης ὁμωνύμως· ἔνιοι δὲ ἀπὸ
μυρσίνης· ἄλλοι δὲ μύρον Λυδόν. ἔστι δὲ καὶ ξηρὸν διάπασμα τὸ ἀπὸ τῆς ῥίζης
βακνίδες· [εἶδος ὑποδημάτων]
βάκοα· [βάθρον]
βακόν· πεσόν. Κρῆτες
βάκται· ἰσχυροί
βακτηρία· ῥάβδος ASn
*βακοίας· [πηλός ASvg]
†βάκτρον· κάμηλος
*βακτρεύμασιν· τοῖς ἐρείσμασιν στηριζόμενος gA (Eur. Phoen.
1539)
βακχᾶν· ἐστεφανῶσθαι κισσῷ
Βακχέβακχος· ὁ Διόνυσος οὕτως ἐκαλεῖτο ἐν ταῖς θυσίαις (Ar.
Eq. 408)
Βακχεία· ἑορτὴ Διονύσου [βακχεύτρια]
*βακχεύει· μαίνεται P τραγῳδεῖ
*βακχευθεῖσα· ἐξηχευομένη, ἐξεστηκυῖα vgAS
*βακχεύοντες· μαινόμενοι, vgAS σειόμενοι
βακχεῖον· τελεστήριον. νάρθηξ
Βάκχη· γένος ἀπίου. ἢ μία τῶν Βακχῶν, ἢ τοῦ Διονύσου
<βακχεύτρια}
Βακχιάδαι· οὐ μόνον οἱ Μιλήσιοι, ἀλλὰ καὶ Κορίνθιοι, ἀπὸ
Βάκχιδος
βακχία· μανία (S)
βακχόαν· βόθρον. Αἰολεῖς
βάκχος· ὁ ἱερεὺς τοῦ Διονύσου. καὶ κλάδος ὁ ἐν ταῖς τελεταῖς,
οἱ δὲ φανὸν λέγουσιν· οἱ δὲ ἰχθύν q
Βάκχου Διώνης· οἱ μὲν βακχευτρίας Σεμέλης· οἱ δὲ Βάκχου τοῦ
Διονύσου καὶ Ἀφροδίτης q τῆς Διώνης. παρόσον διωνυμία περὶ τὴν θεάν (trag. ad. fr. 204). Πράξιλλα δὲ ἡ Σικυωνία (fr. 8) Ἀφροδίτης παῖδα τὸν θεὸν ἱστορεῖ
βάκχυλον· σποδίτην ἄρτον. Ἠλεῖοι
βάκχον· κλαυθμόν. Φοίνικες
βάλαικες· [δεσμωτήριον καὶ {βαλαικάκες}]
βαλαιόν· μέγα, πολύ. οἱ δὲ ταχύ
*a) βάλανοι· δρύες. ASb) *{βάξιν}· φήμην (Eur. Or. 1458)
gASn
*βαλάντιον· μαρσίππιον (Prov. 1,14. Luc. 10,4) ASP
*βαλβῖδες· ὕσπληγες AS
βαλβίς· *ἀφετηρία. καὶ ἡ ἀρχὴ τῆς εἰσόδου καὶ ἐξόδου. καὶ ἡ
ἄφεσις τῶν ἵππων. καὶ ἡ θύρα τοῦ ἱππικοῦ. AS ἔνιοι δὲ καμπ- τῆρα. καὶ παρὰ Ἱπποκράτει (Mochl. 1) {βαλβιδῶδες} τὸ ἔχον ἑκατέρωθεν ἐπαναστάσεις. ἔστιν δὲ καὶ βαθμός, καὶ ἔρεισμα
βάλε· ἔρριψε. (Α 245) ἢ ὄφελον (Call. fr. 254?)
*βαλεῖν· τρῶσαι, S πλῆξαι (Ν 387)
*βάλεκες· δεσμωτήριον ASn (vg)
*βάλλε· ἐτίτρωσκεν (Α 52) n
*βάλλετο· περιεβάλλετο (Β 43) g
βάλλετον· βάλλουσιν. δυϊκῶς
βαλίαν· κατάστικτον gAS ποικίλον (Eur. Hec. 90). [Κρῆτες.]
ταχύ. ἐλαφρόν [πηρόν, βάλιον]
*βαλανάγρα· κλείς (Hdt. 3,155,6) Σp
βαλανεύειν· λαμπροφωνεύεσθαι. παρόσον οἱ βαλανεῖς, ὅταν
παραχέωσιν τὸ ὕδωρ, κραυγάζουσιν
βαλανεύς· πολυπράγμων, περίεργος. p καὶ παραχύτης
βαλανομφάλους· οὕτω Κρατῖνος (fr. 50) ὠνόμασε {τὰς φιάλας}
τὰς ἐχούσας ὀμφαλοὺς ἄνευ προσώπων, ὁποῖοι οἱ θόλοι {ἐν τοῖς βαλανείοις q οἱ δὲ} ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς πυέλοις [ἐν τοῖς βαλανείοις]
βάλανοι· τὰ ἐξηρτημένα τῶν ὅρμων περὶ τὸν τράχηλον. καὶ
τῶν δρυῶν {ὁ} καρπός, καὶ ὁ τῶν φοινίκων (Xen. An. 1,5,10). καὶ κλεῖδες, καὶ ἰατροὶ τὰ ἐντιθέμενα τῇ ἕδρᾳ βαλάνους λέγουσιν q
βάλαρες· οἱ μαλακοί, {βανά} γὰρ γυνὴ παρὰ Βοιωτοῖς
βαλάσαι· ἀγοράσαι
βαλαύστιον· εἶδος ῥοιᾶς, φέρον ἄνθος ἁρμόζον πρὸς θεραπείαν
βαλβιδοῦχον· τερματοῦχον
†βαλῆρα· ἀχρεῖα
βαλήν· βασιλεύς. Φρυγιστί (Soph. fr. 472)
βάλλεκα· ψῆφον
βαλία· ὀφθαλμία. καὶ {τὸν βάλιον} πηρόν· Κρῆτες
βακχιάδος· [μαινομένης]
Βαλιαρίδες· νῆσοι αἱ περὶ Κύρνον. αἱ δὲ αὐταὶ καὶ Γυμνησίαι
βαλικιώτης· συνέφηβος. Κρῆτες
βαλιῶται· πρόγονοι
*βαλλαντιοτόμος· κλέπτης (Pl. rep. 552d) vgAS
βάλλαρις· βοτάνη τρίφυλλος
βᾶλλαι· βαθμοί, ὑπὸ Κυπρίων
βάλλ' ἐς Ἄκραν· οἱ μὲν ἄκρα πλησίον Λέσβου· οἱ δὲ Ἀκτήν
βάλλ' ἐς Μακαρίαν· Ἡρακλέους θυγάτηρ Μακαρία, ἣν λόγος
κατὰ τὴν Εὐρυσθέως {ἐπὶ τὰς Ἀθήνας στρατείαν αὐτοκέλευστον ἑαυτὴν ὑπὲρ τῆς πόλεως εἰς. σφαγὴν ἐπιδοῦναι}
βαλλήσομεν· βαλοῦμεν (Ar. Vesp. 222)
Βαλλητύς· ἑορτὴ Ἀθήνησιν, ἐπὶ Δημοφῶντι τῷ Κελεοῦ ἀγο-
μένη
†βαλλήιαι· οἱ ἀκροβολισμοί
†βαλμός· στῆθος vgAS
βαλλομένων· καταστρεφομένων (i 574)
βαλοιτήσειρον· παρὰ τὸ διεστραμμένον {εἶναι} τοὺς πόδας
*βαλόν· οὐδόν. καὶ οὐρανόν. (gAS) καὶ {βαλός}
βάλσαμον· ἀρωματικὸν ἄνθος
βᾶμα· βάσις, [βῆμα ps
βάμβαλα· χειμερινὰ [ἱμάτια ps
βάμβαλον· ἱμάτιον. καὶ τὸ αἰδοῖον. Φρύγες
βαμβαλεῖν· τρέμειν. ψοφεῖν τοῖς χείλεσι
*βαμβαίνων· τρέμων τοῖς ποσίν, SPn (vgA) ἢ τοὺς ὀδόντας
<συγκρούων} (Κ 375)
βαμβακεύτριαι· μαγγανεύτριαι. οἱ δὲ φαρμάκισσαι. οἱ δὲ λα-
λοῦσαι· τὸ δὲ {βαμβακείας χάριν}· φαρμακείας χάριν hf.
βαμβαλύζει· τρέμει. τοὺς ὀδόντας S συγκρούει. *ῥιγοῖ σφόδρα
(Hippon. fr. 56 Kn.) (A) S
βάμμα· τὸ χρῶμα. καὶ μύρου τι γένος. καὶ τὸ ἔμβαμμα. Συρακού-
σιοι h
βάμμα Κυζικηνόν· Κυζικηνοὶ διὰ τὸ Ἴωνες εἶναι ἐκωμῳδοῦντο
ἐπὶ μαλακίᾳ (Ar. Pac. 1176) [καὶ τὸ ἔμβαμμα. Συρακούσιοι. καὶ μύρου τι [μέρος, ἢ] γένος]
βάμμα Σαρδανιακόν· τὸ φοινικοῦν. διάφορα γὰρ ἦν τὰ ἐν
Σάρδεσι βάμματα (Ar. Ach. 112. Pac. 1174).
βανά· γυνή, ὑπὸ Βοιωτῶν
*βαναυσίας· ἰδιωτείας. ἢ ἀλογίας AS
*βαναυσία· πᾶσα τέχνη διὰ πυρός. κυρίως δὲ ἡ περὶ τὰς καμίνους.
καὶ πᾶς τεχνίτης χαλκεὺς ἢ χρυσοχόος {βάναυσος}
βανῆκας· γυναῖκας. Βοιωτοί
*βάναυσοι τέχναι· v {....}
βανόν· λεπτόν
βάνισος· εἶδος θυμιάματος
*βαυκόν· μωρόν AS
†βαθίοι· τόποι
βάννας· βασιλεὺς παρὰ Ἰταλιώταις. οἱ δὲ μέγιστος ἄρχων
βαννάται· αἱ λοξοὶ καὶ μὴ ἰθυτενεῖς ὁδοὶ παρὰ Ταραντίνοις. τὸ
δὲ αὐτὸ καὶ {βάννατροι}
βάννεια· τὰ ἄρνεια. καὶ {βάννιμα} τὸ αὐτό
βάνος· [κλάσμα. μωρός, καὶ τυφλός]
βανθῶσαι· σκοτοδινιᾶσαι
βανούς· ὄρη στρογγύλα
βανύσει· μωραίνει, ἐπιμαίνεται
βάξις· *λόγος, φωνή (Sg) κληδών
βάξον· κάταξον. Λάκωνες
βαπαίνει· παρακαλεῖ
*βάρ· μικρόν (i. Reg. 2,18)
*βαπτάν· ἀντλουμένην, βαπτομένην (Eur. Hipp. 123) AS
βάρα· νόσημά τι καρηβαρικόν. ἢ θρέμματα. Λάκωνες
*βάραθρον· ὄρυγμα, vgASn βάθος γῆς, ASn βόθρος
*βαρακινῇσιν· ἀκάνθαις. σκόλοψι (Iud. 8,7. 16) vgAS
βαράχνια· τὰ βραγχία τῶν ἰχθύων
βάρβαροι· οἱ ἀπαίδευτοι
*βαρβαρισμός· παράτονος διάλεκτος vgASn
βάρβιτος· εἶδος κιθάρας, ἢ ὀργάνου μουσικοῦ. ἢ λύρα. *οὕτως
καὶ {βαρβίτῳ}· {τῇ λύρᾳ, τῇ κιθάρᾳ} AS
βαρβός· μύστρον ἐν Θεσμοφοριαζούσαις (Ar. fr. 341)
βάρακες· τὰ προφυράματα τῆς μάζης. Ἀττικοὶ δὲ βήρηκας.
δηλοῖ δὲ καὶ τὴν τολύπην (Epilyc. fr. 3)
βάρακος· ἰχθὺς ποιός
βάρακον· τὸν ἄνουν, καὶ βάρβαρον (s)
βάρβαξ· ἱέραξ, παρὰ Λίβυσι. [καὶ φύραμα στρογγύλον, ἀφ'
οὗ αἱ μάζαι γίνονται. καὶ ἐρίων τολύπαι]
βάρβαρα· ἀσύνετα. ἄτακτα
βαρβαρόφωνοι· οἱ Ἠλεῖοι καὶ οἱ Κᾶρες, ὡς τραχύφωνοι καὶ
ἀσαφῆ τὴν φωνὴν ἔχοντες (Β 867)
βαρυόπην· βαρύφωνον (Pind. Pyth. 6,24)
βάρακος· βάτραχος
βαρακίς· γλαύκινον ἱμάτιον
†βαρακάκαι· †ἅγιοι διαφέραι†, παρὰ Κελτοῖς
*βάρδιστοι· βραδύτατοι gAn κατὰ ἀντίθεσιν τοῦ ρ, ὡς {κραδία}
ἡ καρδία (Ψ 310. 530)
βαρδῆν· τὸ βιάζεσθαι γυναῖκας. Ἀμπρακιῶται
βαρδοί· ἀοιδοὶ παρὰ Γαλάταις
βαρεῖα χείρ· ἡ μιαιφόνος
βαρπύργος· [πορμεῖο περὶ ἀμφωδῶν]
*βαρείης· ἰσχυρᾶς. S βλαβερᾶς
βᾶριν ἀπέλαγον· τὸν δούριον ἵππον
†Βαρθει ...· γένος ἰθαγενῶν
*βάριον· πρόβατον. gAnp [καὶ τὸ βαρύ. καὶ τὸ βράδιον]
*βᾶρις· πλοῖον. ἢ τεῖχος. ἢ στοά. ἢ πύργος S (AvgΣ)
†βαρισίκται· οἱ μὴ γεννῶντες
βάριχοι· ἄρνες
Βάρκη· πόλις Λιβύης (s)
βαρκίων· βοτάνη τις ἐν Αἰγύπτῳ
Βαρκαίοις ὄχοις· Λιβυκοῖς (Soph. El. 729). οὗτοι γὰρ ἐσπού-
δαζον περὶ ἱπποτροφίαν. φασὶν αὐτοὺς καὶ πρώτους ἅρμα ζεῦξαι διδαχθέντας ὑπὸ Ποσειδῶνος, τὸ δὲ ἡνιοχεῖν ὑπὸ Ἀθη- νᾶς, ὡς Μνασέας ἐν τοῖς περὶ Λιβύης (frg. 40 M)
†βαρμίγκαλλος· ὑπέρκαλλος
*Βᾶρος· ὄνομα κύριον AS
βάρρει· ἀπόλωλε
βαρραχεῖν· [ἠχεῖν] σκιρτᾶν
†βαρύαρον· ἰσχυρόν. στερέμνιον
βαρύ· τινὲς μέν φασι θυμίαμα εὐῶδες [τὴν βαρεῖαν]. δηλοῖ δὲ καὶ
μέγα, καὶ χαλεπόν, καὶ ἰσχυρόν, καὶ ἀναιδές q
Βαρυγέτας· βάρος μὲν ἔχοντας, Γέτας δὲ ὄντας [ομα]
*βαρυβρόμου· μεγαλοφώνου ASg
βαρύες· δένδρα [βαρυκάνσου]
*βαρυθυμήσαντος· ὀλιγωρήσαντος AS
βαρύθων· βεβαρημένος
*Βαρούχ· εὐλογημένος
*Βαρθολομαῖος· υἱὸς κρεμάσας ὕδατα (Matth. 10,3)
βαρύκαν· σφῦραν
βάρκα· αἰδοῖον, παρὰ Ταραντίνοις. καὶ περόνη
*βαρυκάρδιοι· ἀσύνετοι, μωροί (Ps. 4,3) AS
βαρὺν ἀστράγαλον· δυσκίνητον
βαρύνει· ὀδυνᾷ. b) {...}ων· κωλύων
βάρυνθεν· ἐβαρύνθη{σαν} Αἰολικῶς
βαρύκτυπος· μεγαλόηχος, μεγαλόψοφος (Hes. Theog. 818)
βαρύς· κακός. ἀηδής. σκληρός (Eur. Hipp. 980?)
βαρύστονος· κακοδαίμων
βαρυσυμφορώτατος· βαρέως φέρων τὰς συμφοράς (Hdt
1,45,3) q
βαρὺ τὸ σκάφιον· τοῦτο λέγεται ἐπὶ τῶν δυσαρεστουμένων
βαρυδάνειν,] βαρίβαν· [τὸν ναυσιβάτην, ἐν ναυσὶν ἐλθόντα
(Soph. fr. 474)
βάς· ἐπιβάς (Σ 65)
βασά· [αἰσχύνη. ὅ ἐστι δρῦς]
βασαγεῖ· †ἀλεσχοῖ
*βασάν· αἰσχύνη (Ps. 67,23) np
βασαγικόρος· ὁ θᾶσσον συνουσιάζων, παρὰ Ἱππώνακτι (fr.
107 Bgk.)
βασανεύεται· διελέγχεται. ἢ διακρίνεται. βασανίζεται
βασανιστής· ὁ δημόκοινος [τί πολλὰ δὲ ὁ διαιτητής] καὶ παρὰ
τῶν ἀνδραπόδων τὴν ἀλήθειαν πυνθανόμενος
βασανίτης λίθος· οὕτω λέγεται Λυδικοῦ λίθου γένος. καὶ λίθος
βάσανος, ᾧ παρατρίβοντες τὸ χρυσίον ἐδοκίμαζον q
*βάσανος· δοκιμασία P
†βαθανίαν· νεοσσείαν. Κρῆτες
*βασιλεύει· κρατεῖ, ἄρχει (Matth. 2,22) AS
βασίλειοι δικασταί· παρὰ Ἡροδότῳ (3,31,3) οἱ βασιλεῖ
παράνομον ἐργαζομένῳ ἐναντιούμενοι
βασίλεια· γένος ἰσχάδων
βασίλειον· εἶδος [τυροῦ καὶ] μύρου (Cratet. fr. 2)
βασίλειος στοά· δύο εἰσὶν Ἀθήνησιν βασίλειοι στοαί, ἥ τε τοῦ
λεγομένου Βασιλέως [Διός], καὶ ἡ {Διὸς} τοῦ Ἐλευθερίου q
βασιλειῶντα· βασιλείᾳ ἐπιβαλλόμενον
βασιλεύς· ἄρχων τις Ἀθήνησιν, μυστηρίων προνοῶν
βασίλη· βασίλεια. Σοφοκλῆς Ἰφιγενείᾳ (fr. 289)
βασιλέως ὀφθαλμός· ἐπέμπετό τις ὑπὸ βασιλέως ἐπίσκοπος, q
ὃς ἐφεώρα τὰ πράγματα, {ὃν} τοῦ {βασιλέως ὀφθαλμὸν} ἐκάλουν (Ar. Ach. 192)
βασιλίδες· ὑπόδημα γυναικεῖον, καὶ αὐλητικόν, ὡς Ἐρατοσθέ-
νης (frg. 28 Str.) ἀπὸ τοῦ βασιλέως κληθέν
*βασιλῆα· βασιλέα vASn {Ἀττικῶς} vn
βασιλίνδα· παιδιᾶς εἶδος, ᾗ βασιλέας καὶ στρατιώτας ἀπομι-
μούμενοι ἐχρῶντο ... παρὰ Ταραντίνοις δὲ καὶ ἡ Ἀφροδίτη {Βασιλίς}
*βάσιμα· ἐπίβατα vgASn
βάσιμον· ἑδραῖον, βέβαιον, στάσιμον. *ἢ πορευτικόν (vgASP)
βάσις· ὁ ῥυθμός. δηλοῖ καὶ τὴν πορείαν. καὶ βῆμα. καὶ ὁδόν
*βάσις· στήριγμα. vgAS ἕδρα. *στάσις. Σ ῥυθμός. πορεία. βῆμα.
ὁδός
βάσκα· μακέλη [βασκανία]
βασκαίνει· λυπεῖ. φθονεῖ. μέμφεται (Dem. 18,189) q vgAS
βάσκανος· *φθονερός (Dem. 18,119) AS [ἀχάριστος. συκοφάν-
της]. Σοφοκλῆς (fr. 931) δὲ ἰδίως τὸ {βάσκανον} ἐπὶ τοῦ ἀχάριστος. καὶ ὁ συκοφάντης παρὰ τοῖς ῥήτορσιν
βασκαρίζειν· σκαρίζειν. Κρῆτες
βασκάς· ὄρνεόν τι (Ar. Av. 883?)
βασκεπικρολεα· πλησίον †ἐξεθόαζε. Λυδιστί (Hippon. fr.
14 A1 D.)
βάσκε· πορεύου S [λέγε] ἀνάστηθι
βάσκειν· [λέγειν] κακολογεῖν h καὶ ἀναστῆναι
βασκευταί· φασκίδες. ἀγκάλαι
*βάσκ' ἴθι· ἐκ παραλλήλου· πορεύου (Β 8) g
βάσκιοι· δεσμαὶ φρυγάνων
βάσκιλλος· κίσσα
βάσκον· ἐχώρουν
βάσκου· [πορεύου]
*βασμός· βαθμός ASP (g)
βασσαίας· τὰς ἐν βήσσῃ γεγονυίας. ἔλεγον δὲ {βήσσας} τοὺς
κοίλους καὶ δενδρώδεις τόπους. ἔνιοι τοὺς βασίμους τῶν ὀρῶν
βασσάραι· χιτῶνες, οὓς ἐφόρουν αἱ Θρᾴκιαι Βάκχαι q
*βάσσαρος· ἀλώπηξ vgAS [καὶ βασσάτη] παρὰ Κυρηναίοις
(Hdt. 4,192,2)
βασσάρια· τὰ ἀλωπέκια οἱ Λίβυες λέγουσιν (Hdt. 4,192,2)
βᾶσσος· οὐδετέρως· ἡ βῆσσα
βασταγή· βάρος
βαστά· ὑποδήματα. Ἰταλιῶται
Βάστας ὁ Χῖος· Δημοκρίτου ἐπώνυμον, καθὰ καὶ Εὔπολις
(fr. 81) ἐν Βάπταις. ἔστι δὲ ἱστοριογράφος
Βάτα Κάρας· δύο ταῦτα ὀνόματα. ἐπιγέγραπται δὲ ἐπὶ ἀναθή-
ματος ἐν Σάμῳ ἐν τῷ τῆς Ἥρας ἱερῷ οὕτω· {Βάτα Κάρας Σάμιος Ἥρῃ τήνδε θήρην ἀνέθηκε}
βάστακας· τοὺς πλουσίους καὶ εὐγενεῖς
βαστιζα κρόλεα· θᾶσσον ἔρχου. Λυδιστί
βαστραχηλίζει· τραχηλίζει
βάστραχας· τοὺς τραχήλους. Βοιωτοί
*Βάταλος· καταπύγων καὶ ἀνδρόγυνος S κίναιδος. ἔκλυτος (Dem.
18,180) AS
βατάνια· τὰ λοπάδια. ἡ δὲ λέξις Σικελική
βαταίνει· καλεῖ
†βαθάρα· πυκλιή, Μακεδόνες. πυρλός, Ἀθαμᾶνες
βατᾶς· ὁ καταφερής. Ταραντῖνοι
βατήν· †αἰχμήν. [ἐπορεύετο, ἐβάδιζεν]
βατήρ· βαίνων. βαδιστικός
βατῆρα· τὸ ἄκρον τοῦ σκάμματος τῶν πεντάθλων, ἀφ' οὗ
ἅλλονται τὸ πρῶτον q
βατηρίαν· ῥάβδον. *καὶ {βακτηρίαν} (ASn)
βάτης· πίθηκος. ἀναβάτης
βάτια· ὁ τῆς συκαμίνου καρπὸς {ὑπὸ Σαλαμινίων}, καλεῖται δὲ
καὶ {ἅβρυνα ἢ μόρα} q
βατίδες· εἶδος ἰχθύος πλατύ, [ἢ βατία]· διαφέρει δὲ τοῦ βάτου
ἰχθύος, ὡς Ἀριστοτέλης ποιεῖ φανερόν q
Βατίεια· πόλις Τρωϊκή (Β 813)
βατιάκη· φιάλη. οἱ δὲ εἶδος ποτηρίου
Βατιῆθεν· ἐκ δήμου Βατῆς, τῆς Αἰγηΐδος φυλῆς
†βάτηρος· ἐξ ἐχίνου σφάκελος
*βατόν· βάσιμον, ἐν ᾧ δύναταί τις ἐπιβαίνειν AS
βάτινος· δαυλός. Μεσήνιοι
βάτος καὶ {βατίς}· ἰχθύες διαφέρουσιν ἀλλήλων. καὶ ἀκάνθης
εἶδος
*βατός· διαπεράσιμος AS τόπος Σ ἡ δὲ ἄκανθα {βάτος}
*βαπταῖς· πορφυρίσιν n [ἢ ὁδοί]
βατταρισταῖς· τοῖς βατταρίζουσιν
βατεῖν· πορεύειν. πορεῖν
*βαττολογία· ἀργολογία. ἀκαιρολογία (vg)
*a) βάτρα AS {καὶ} b) {βάττος}· S βάσις {καὶ} βασιλεύς (Hdt.
4,155,2) ASn
βάτραχος· ἐσχάρας εἶδος
βατραχίς· ἱματίου εἶδος (Ar. Eq. 1406)
βατραχίς· ἱματίου χρῶμα, ὃ βάπτεται ὑπὸ {βατραχίου}
πόας q
βατραχίσκοι· μέρος τι τῆς κιθάρας
βατταρίζειν· ἐμοὶ μὲν δοκεῖ κατὰ μίμησιν τῆς φωνῆς πεποιῆ-
σθαι, ὡς τὸ {ποππύζειν}. λέγουσι δέ τινες ἀπὸ Βάττου τοῦ ἰσχνοφώνου πεποιῆσθαι, ᾧ καὶ ἡ Πυθία εἶπεν· "Βάττ' ἐπὶ φωνὴν ἦλθες" ἔστι δὲ {ἀσήμως} φθέγγεσθαι, ποππύζειν, τραυ- λίζειν. q
*βατταρισμοῖς· φλυαρίαις (vg) AS
βάττικες· [γυναῖκες. Βοιωτοί]
Βάττος· βασιλεύς, τύραννος· Λίβυες. - τραυλόφωνος, ἰσχνό-
φωνος (Hdt 4, 155)
Βάττου σίλφιον· παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς
εὑρισκομένων. Μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον σίλφιον, ὃ ἐκτετίμηται παρ' αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα, ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι
Βάττου σκοπιά· χωρίον Λιβύης, ἀπὸ Βάττου
βᾶϋ· εἶδος ἄνθους
βαυβᾷ· κοιμίζει
βαυβᾶν· καθεύδειν (Eur. fr. 694? trag. ad. 165?)
βαυβυκᾶνες· πελεκᾶνες
Βαυβώ· τιθήνη Δήμητρος. ps σημαίνει δὲ καὶ κοιλίαν, ὡς παρ'
Ἐμπεδοκλεῖ (fr. 153)
βαΰζειν· *ὑλακτεῖν (ps) ἀσαφῶς λέγειν (Aesch. Ag. 449?)
*[βρύκει· μασᾶται] gA
βαυκά· ἡδέα (Arar. fr. 9)
βαυκαλᾶν· κατακοιμίζειν. [τιθηνεῖν {τὰ} παιδία μετ' ᾠδῆς p
κοιμίζειν
βαυκανήσεται· [[βοήσεται.] βοήσει]
βαυκαλιζόντων· τιθηνούντων
βαυκίδες· εἶδος ὑποδήματος γυναικείου q
βαυκίζεσθαι· θρύπτεσθαι gp
βαυκιζόμενον· τρυφερὸν καὶ ὡραϊστήν (Alex. 222,9) g
βαυκίσματα· τρυφερώματα g
βαυκισμός· Ἰωνικὴ ὄρχησις. καὶ εἶδος ᾠδῆς πρὸς ὄρχησιν
πεποιημένον
βαύνη· κάμινος ἢ χωνευτήριον
βαῦνοι· χυτρόποδες καὶ κάμινοι. ἔνιοι δὲ καὶ ἐφ' ὧν ἐπικαθίζουσι
*βαῦνος· χυτρόπους A
βαφά· ζωμός. Λάκωνες
βάφιον· ὀξύβαφον. Ταραντῖνοι
*βακχεία· τελετὴ ἐν ὀρχήσει gn χορεία
†βάχθει· τέλμα ὕδατος. ἢ βάθος
βάψας· δεύσας. πλεύσας, ἢ τὴν κώπην βάψας (Ar. fr. 225?)
*βδάλλει· ἀμέλγει
βδαλοί· ῥαφίδες θαλάσσιαι. καὶ φλέβες κρισσώδεις
βδάλληται· θηλάζηται, ἢ ἀμέλγηται (Hippocr.)
βδαροί· δρύες, δένδρα
*βδέλλα· εἶδος σκώληκος (Prov. 30,15) ἢ {βδέλλιον} AS
βδέλεσθαι· [κοιλιολυτεῖν]
*βδελυγμίαις· δυσωδίαις (vgAS)
βδελυγμίαι· ναυσίαι S
βδελυκτός· μισητός P ἐξουδενημένος (Prov. 17,15. 2. Macc.
1,27) καὶ {βδελυρός}
βδελύξεται· {μισήσει} (Hippocr. aff. mul. 1,39) S
*βδελυρά· μίσους ἀξία vgAS
*βδελυροί· μισητοί, (vgAS) κακοί, ἐξουδενημένοι (Dem. 21,123)
βδελυρῶν· ὑφορωμένων, μισητῶν
βδελύσσεσθαι· [κενοῦσθαι τὴν κοιλίαν]
*βδελυσσόμενοι· μισοῦντες AS
*βδελύττεται· μισεῖ gn ὑφορᾶται (Ps. 5,7?)
βδύλλων· τρέμων. ἢ βδέων
*βδύλλειν· δεδιέναι, τρέμειν AS ἢ βδεῖν S
*βδέννυσθαι· κενοῦσθαι κοιλίαν gASph
*βεβάασι· βεβήκασιν. AS ἐνεστήκασι. παρεληλύθασι (Β 134)
βεβαδικώς· παρών
*βεβαίαν· ἀσάλευτον, μένουσαν (Hebr. 6,19; 2. Petr. 1,19) vgAS
*βέβαιον· ἀσάλευτον, ἀσφαλές, ἀμετάβλητον (vg)
βεβαιῶ· κυρῶ
βεβαιώσεως δίκην· τὸ ἐπὶ τῶν ὠνησαμένων τὸ μετὰ ταῦτα
ἀμφισβητούμενον q
*βέβακεν· οἴχεται. [ἀπέθανεν (Eur. Or. 971) AS
βέβακται· εἴρηται (θ 408) S
βεβάμεν· βεβηκέναι (Ρ 359)
†βέβασις· τὸ εὐζόμενον
*βεβαώς· βεβηκώς vgAS ἱστάμενος (Ξ 477)
βεβῶσα· βεβηκυῖα. ἢ περιβεβηκυῖα (υ 17)
βέβηκεν· οἴχεται. τέθνηκε, πεπόρευται (Eur. Alc. 393. Or.
971 ..)
βέβηκα· ἵσταμαι
*βεβήκει· ἐπορεύετο (Α 221) AS ἥδραστο, πεπαγίωτο (Ρ 137)
vgAS
*βεβηκός· ἀσφαλές gAS
βεβηκότας· βεβαίως ἐνεστηκότας
βέβηλον· τὸ μὴ ἱερὸν καὶ ἄθεον. καὶ ἀβέβηλον· {τὸ θεῖον} q
*βέβηλος· ἀνίερος. g ἀμύητος (hebr. 12,16?) g Pp
*βεβηλοῦνται· μιαίνονται. ASn ἁμαρτάνουσιν (Ps. 9,26) AS
βεβίηκε· βεβίασται (Κ 145) S
*βεβίωκα· ἔζησα (Dem. 18,10) vgAS
βεβιωμένα· ἃ ἐπράξαμεν (Dem. 18,265) (p)
βεβλημένος· τετρωμένος (Λ 591 etc.)
*βεβλήκει· ἔβαλε (Δ 108) n
βέβλεσθαι· μέλειν. φροντίζειν
βέβλην· μέλειν
βεβλιχασμένον· μεμολυσμένον
Βεθηλ· οἶκος θεοῦ p
βέβλωκεν· ἠρεμεῖ. φύεται, {φαίνεται} q
βεβολημένος· βεβλημένος. ASn [βεβουλευμένος.] ἠπορημένος.
τεταραγμένος (Ι 9) ἢ [τετρωμένος (κ 247) S
βεβολήατο· τέτρωντο (Ι 3)
βεβοημένα· διαβόητα (Hdt. 3,39?)
*βεβουκόλημαι· πέπαιγμαι πεπλάνημαι vgAS
βεβράδα· ἀθερίνην
βεβράξαντα· συντόνως κεκραγότα. Λέγουσι γὰρ τὸ ἔνδον τῶν
σιαγόνων μέρος {βέβρηκας}
βεβρασμένων· [εἱμαρμένων.] τετιναγμένων
βέβρηκες· τὸ ἔνδον τῶν σιαγόνων μέρος
βεβρενθυμένον· παρὰ Ἱππώνακτι (fr. 109 B.) ὀργιζόμενον
βεβρίθασι· βεβαρημέναι εἰσίν, οἱ δὲ πεπληρωμέναι. {Βρῖθος}
γὰρ τὸ βάρος καὶ ἡ ἰσχύς (o 334)
*βέβριθε· βεβάρηται (Π 384) gSn
*βεβριθυῖαι· βαρεῖαι, ἰσχυραί (v. l. Δ 282) (g)AS
*βεβριθώς· βαρούμενος (vg) ASn
βεβρεγμένος· ὑπομεθύων (Eubul. fr. 126)
βέβροξ· ἀγαθός, χρηστός, καλός
βεβρός· ψυχρός, τετυφωμένος (Hippon. fr. 71 Kn.)
βεβροτωμένα· ᾑματωμένα, μεμολυσμένα (λ 41)
*βέβρυχεν· ἤχησε (ε 412) gASn
βεβρυχότες· †θυμοφονοῦντες
βεβρώθοις· καταφάγοις (Δ 35) ASn
βεβυκῶσθαι· πεπρῆσθαι, {παρὰ} Θετταλοῖς
βεβυλλῶσθαι· βεβύσθαι
*βεβυσμένη· πεπληρωμένη AS πεφραγμένη (vg)
βεβυσμένον· πλῆρες (δ 134)
*βεβῶτα· βεβηκότα gAS
†Βεβέηκος· ὁ Ἠριδανὸς ὑπὸ τῶν Ἐνετῶν
βειέλοπες· ἱμάντες, p οἷς ἀναδοῦσι Λακεδαιμόνιοι τοὺς νικη-
φόρους
βυίκας· [μακράν]
βεικάδες· δέρματα θρεμμάτων νόσῳ θανόντων. Λάκωνες
βείκατι· εἴκοσι. Λάκωνες
*Βεζέκ· ἀστραπή (g) τις. Ἰεζεκιήλ (Ezech. 1,14)
βιβάσθων· κατ' ὀλίγον προβάς (Π 534)
βειλαρμοστάς· ἰλάρχας. Ταραντῖνοι
βείῃ· ζήσεις S, βιώσεις, [βιώσῃ S, πορεύσῃ (Π 852 Ω 131)
βείομαι· πορεύσομαι. ζήσομαι (Ο 194 Χ 431)
βείομεν· πορευθῶμεν. ζήσωμεν
βείρακες· ἱέρακες
βειρακή· ἡ ἁρπακτική
βείριξ· ἔλαφος
βειρόν· δασύ
βεικηλᾶ· νωχελῆ. ἀχρεῖα. Λάκωνες
βινεῖν· παρὰ Σόλωνι τὸ βίᾳ μίγνυσθαι. τὸ δὲ κατὰ νόμον
ὀπύειν
βινητιᾶν· τὸ πασχητιᾶν. καὶ τὸ ὄρεξιν ἐπὶ συνουσίαν ἔχειν
βείω· πορευθῶ (Ζ 113)
βείωνται· [καταπονῶνται]
βεικούς· τοὺς πίθους (Hdt. 1,194,2)
βεκάς· μακράν
βεκός· ἄρτος. [ἢ ἄβητος]. Φρύγες (Hdt. 2,2,3)
†βεκῶς· μακρόθεν
βεκκεσέληνος· σεληνόπληκτος (Ar. Nu b. 398)
βεκός· ἀνόητος
βέλα· ἥλιος, gASn καὶ αὐγή, S ὑπὸ Λακώνων
βελάς· εἴρων, καὶ καταγελαστής
*Βελβίνα· κώμη Λακωνική (Hdt. 8,125) np
Βελέβατος· ὁ τοῦ πυρὸς ἀστήρ. Βαβυλώνιοι
βελεβέκη· βελόνη.
Βελγαῖος· [ἀπὸ πόλεως Βέλγης]
*βέλεμνα· βέλη, vgAS τόξα (Ο 484)
βελέων· βελῶν (Δ 465)
βέλεα· βέλη (Θ 67)
βέλεκκος· ὄσπριόν τι ἐμφερὲς λαθύρῳ μέγεθος ἐρεβίνθου ἔχον
(Ar. fr. 755)
βελάσεται· ἡλιωθήσεται
βέλλαι· [ῥαφίδες θαλάσσιαι]
βέλλειν· μέλλειν
Βέλλερος· ὑπὸ Βελλεροφόντου κτανθείς. ἢ ὁ Βελλεροφόντης
βέλλιον· ἀτυχές. Κρῆτες
*βέλιαι· {διάβολοι} S εὐκίνητοι AS
Βελίαρ· δράκων (2 Cor. 6,15)
βέλλιρ· τρυφαλίς. Λάκωνες
*βεελφεγώρ· εἴδωλον {τοῦ Βήλ} (Ps. 105,28) n
βελλούνης· τριόρχης. Λάκωνες
βελονοποικίλτης· ὁ τῇ ῥαφίδι ὕφη ποιῶν καὶ ζωγραφῶν
βέλος· μάχαιρα. [τραῦμα. (Θ 513) gn ἀκίς. καὶ πᾶν τὸ βαλλόμενον.
(Μ 458) καὶ τὴν ἀλγηδόνα (n) {βέλος} λέγει (Λ 269 Ξ 439)
Βέλτη· χωρίον Φρυγιακόν
*βέλτερον, βέλτιον, κρεῖσσον, AS ἄμεινον, κάλλιον
βελτιωτέρας· τὰς βελτίους. Τελέσιλλα (fr. 6)
†βελτός· ὁ βλητός
βέμβιξ· ῥόμβος. στρέβλα. δίνη. ἢ συστροφὴ ἀνέμου
βέμβικος δίκην· ῥόμβου τρόπον. ἐπὶ τοῦ φεύγοντα μὴ {ἐπ'}
εὐθείας τὴν φυγὴν ποιεῖσθαι, ἀλλ' εἱλεῖσθαι
βεμεῖ· [δονεῖ]
βεμβικίζει· ῥομβεῖ. στρέφει. διώκει
βεμβεύει· [δινεύει]
βεμβίδιον· ἰχθύδιον λεπτόν
βέμβλωκεν· ἐντυγχάνει. ἕστηκε. πάρεστι
βεμόλετο· [ἐφρόντισε]
βεβροντῆσθαι· παραπεφρονηκέναι
βεμβρός· [τετυφωμένος. πάρετος]
βέμβιξ· κῶνος. [συστροφὴ ἀνέμου. ῥόμβος. στρέβλα] *τροχός
vgAS
βεμβρεῖ, βεμβρεύει· δινεύει
Βενδῖς· ἡ Ἄρτεμις, Θρᾳκιστί· παρὰ δὲ Ἀθηναίοις ἑορτὴ Βεν-
δίδεια
*βένθεσι· βάθεσι (Α 358) vgAS
βένθος· βάθος. πυθμήν
βερβίνια· ξύλα καθηλωμένα, ἐξ ὧν τὰς ληκύθους ἐκρέμων
(Hermipp.). οἱ δὲ γένος τι Ἀρκαδικὸν τοὺς Βερβενίους
Βεργαῖος· ὁ ἀπὸ πόλεως βέργης (Alex.)
Βέργιος· ποταμὸς ἐν Λιβύῃ
*βέρεθρον· βάθος. (Θ 14) ASP βάραθρον. κατώτατον. ἔσχατον
(Greg. Naz. c. 1,2,9,9. 2,1,1,502 ..) ἢ πηλώδης τόπος. [ἢ κοίλωμα καταχθόνιον (gn)
Βερεκύνδαι· δαίμονές τινες [καὶ ῥόμβοι]
Βερεκύνται· Φρυγῶν τι γένος. καὶ πρότερον {Βερεκυντία} ἡ
Φρυγία. καὶ {αὐλὸς Βερεκύντιος}
Βερέκυντα βρόμον· Φρύγιον αὐλόν. Σοφοκλῆς Ποιμέσιν (fr.
470)
Βερεκυντίας· ἄνεμος οὕτως καλούμενος
Βερενίκης [*Βερονίκη· πόλις ASn] {πλόκαμος}· τοῦτον κατη-
στερίσθαι φησὶ Κόνων. καὶ βόλος δέ τις ἀστραγάλων οὕτω καλεῖται
Βερενικίδαι· δῆμος Πτολεμαΐδος φυλῆς
Βερενικίδες· {εἶδος} ὑποδήματος γυναικείου
Βερενίκιον· εἶδος βοτάνης
βέρκιος· ἔλαφος, ὑπὸ Λακώνων
βρέκται· [φυσσῆται]
βερκνίς· ἀκρίς
βερνώμεθα· κληρωσώμεθα. Λάκωνες
βέῤῥης· δραπέτης
βεῤῥόν· δασύ
βεῤῥεύει· δραπετεύει
†βερρέαι· κληρῶσαι
†βερωνετῶν· ἀλλὰ ἀνετῶν
βέσκεροι· ἄρτοι, ὑπὸ Λακώνων
βεστόν· ἔσθος καὶ .. ὁ τῶν †ἐθῶν ἔμπειρος. Λάκωνες δὲ βεστη-
κότα ἕσσαντα
βέτεθρον· [βάθος]
βέτης· τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ
βεῦδος· στέμμα τι, καὶ ἱμάτιον γυναικεῖον (Sapph. fr. 155) καὶ
πόλις. καὶ ἄγαλμα
βῆ· ἔβη, ἐπορεύθη (Β 665?)
βεβῆσαι· [τὸ βιῶσαι, βιῶναι]
βηβήν· πρόβατον
βήζει· φωνεῖ
βῆ δ' ἄρ'· ἐπορεύθη (Β 16)
*βῆ δέ· ἐπορεύθη δέ (Α 34) ASg
βῆκα· ἀναδενδράς
βῆθι· βάδιζε. μέτρει
βῆμα· πρόβατα (Ε 140)
βήκη· χίμαιρα
βηκώνιον· εἶδος βοτάνης
βὴ λέγει· βληχᾶται. ἢ θύει (Aristoph. fr. 642)
βήλημα· κώλυμα. φράγμα ἐν ποταμῷ. Λάκωνες
Βῆλθις· ἡ Ἥρα. ἢ Ἀφροδίτη
βηλήσσει· βληχᾶται
βῆλος· οὐρανός Sn {βαρυτόνως} καὶ Ζεὺς An {καὶ} Ποσειδῶνος
υἱός nq
βηλός· οὐδὸς οἴκου. ἀπὸ τοῦ βαίνεσθαι. *ὁδός v σταθμός q
*βηλοῦ· σταθμοῦ (Α 591) vgAS
†βλοσέμεν· σκοτωθῆναι
*βηλῷ· βαθμῷ. [βατῆρι. οὐδῷ (Ψ 202) AS
βῆμα· πλείονα μὲν σημαίνει κοινότερον· {ἐστὶ} δὲ οὕτως καὶ τὸ
λογεῖον, ὥσπερ {καὶ τὸ} ἐν ἐκκλησίᾳ καὶ δικαστηρίῳ. σημαίνει δὲ καὶ τὸ [κύκλημα γράφεται δὲ καὶ] ἐκκύκλημα. ἦν δὲ καὶ ἐν Ἀρείῳ πάγῳ {βῆμα} q
βῆνος· [κιβωτός]
βηματίζει· τὸ τοῖς ποσὶ μετρεῖν. ἔστι δέ πως ἡ λέξις Μακεδονική
†βηνῶσα· ἡ φωνὴ τῶν προβάτων
βήξ· βηχίον
βήρ· τὸ φρέαρ. Σύροι
βήρβη· κωδία μήκωνος
βήραξ· μάζα μεγάλη
βηράνθεμον· νάρκισσος. οἱ δὲ τηράνθεμον λέγουσι
βήρηκες· μάζαι ὀρθαί. οἱ δὲ ἁπλῶς μάζας. ἄλλοι μάζας ἄνωθεν
κέρατα ἐχούσας q ........
βηρίδες· ὑποδήματα, ἃ ἡμεῖς {ἐμβάδας} λέγομεν
βῆ ῥ' ἴμεναι· ὥρμησεν ἰέναι (π 341. ρ 604)
βηρίχαλκον· τὸ μάρανθον. Λάκωνες
βηρυσσεύειν· σπείρειν
βηρύς· ἰχθύς
βήρυλλος· *λίθος (Tob. 13,17) AS ἢ βοτάνης εἶδος
βῆσσαι· κλίμακες, κοιλίαι. καὶ ὑδρηλοὶ τόποι. κρημνοί. καὶ τὰ
βάσιμα ὄρη. καὶ πόλις (Β 532) καὶ βάσιμοι τόποι τῶν ὀρέων
βήσσας· ὁμοίως
βήσατο· ἐπέβη (Γ 262)
*βήσσῃς· τόποις βασίμοις τῶν ὀρέων (Γ 34) AS
*βήσεται· ἀποβήσεται (Β 339) vAS
*βησίον· ποτήριον AS
βήχιον· βοτάνης εἶδος (Hippocr. art. 63)
*βήσομεν· ἐπιβιβάσομεν, ἐμβιβάσομεν (Α 144) AS
βητάρμονες· ὀρχησταί, [οἱ διὰ τῶν ποδῶν ὀρχούμενοι.] ἀπὸ
τοῦ ἡρμοσμένως βαίνειν (θ 250) q(n)
βηχίον· νόσος ἐν λάρυγγι
*βία· δύναμις AS ἰσχύς. [ἀνάγκη P
βιάζεται· βιαίως κρατεῖται (Λ 588)
*βίαιος· παράνομος AS
βία πυρός· δύναμις n πυρός, ἢ ἀνάγκη
βιάτωρ· κυάθιον μικρόν, ἤγουν κοχλιάριον
βιᾶται· γυναῖκας βιάζεται
*βιβάζει· ὀχεύει. gAS ἐπὶ τῶν θρεμμάτων. ὑβρίζει
βιβάς· βαίνων. ἕρπων. *διαβαίνων (Η 213) AS
*βίβασις· κοίτη. στιβάς AS
*βιβάσθων· διαβαίνων (Ν 809) S
*βιβλία· βυβλία. AS ἐπιστολαί
*βιβῶντα· διαβαίνοντα (Γ 22) AS
βίδην· εἶδος. κροῦμα. Σοφοκλῆς Ἀκρισίῳ (fr. 57) [{Βηρσαβεέ}·
μήτηρ Σολομῶντος. καὶ τόπος περὶ τὴν ὀρεινὴν τῆς Παλαι- στίνης]· "{ὡς ἐπιψάλλειν βίδην τε καὶ ξυναυλίαν} ..." ἄλλοι {βίθυν}
βιζῆαι· [κοῖται. στιβάδες S]
βίην Ἡρακληείην· περιφραστικῶς τὸν Ἡρακλέα (Ε 638 etc.) S
*βίῃ· δυνάμει. AS [ἢ δύναμις] (Α 430)
*βίηφι· δυνάμει. βίᾳ (α 403) AS. [ὡς Πολέμων (p. 94 P.) ἐν
Ἐρατοσθένους Ἐπιδημίᾳ]
Βῖκας· σφίγγας
*βῖκος· στάμνος ὦτα ἔχων (Ier. 19,1) vgAS
*βιμβικίζεται· περικρούεται vgAS
Βίβλινος· εἶδος οἴνου (Hes. op. 589) καὶ γένος ἀμπέλου ἐν Θρᾴκῃ.
καὶ ὁ παλαιὸς οἶνος. Ἐπίχαρμος (fr. 174) δὲ ἀπ' ὀρῶν Βιβλί- νων. ἔστι δὲ Θρᾴκης q
βιοῖο· τοῦ τόξου (Α 49)
*βιόν· τόξον (Κ 260) n
βιός· τόξον ἀπὸ τῆς κατὰ τὴν ἔντασιν βίας (Δ 125)
*βίος· ζωή P, περιουσία
*βιότοιο· τῆς ζωῆς (Δ 170) S
βιοτεύειν· τὸ ζῆν. Θουκυδίδης (1,130,1)
*βιοτῆς· ζωῆς vg
βιοτεύων· συνζῶν. συναναστρέφων
βιοῦν καὶ {βιοτεύειν· βιοῦν} μὲν τὸ διάγειν, τὸ ζῆν, {βιο-
τεύειν} δὲ τὸ πορίζειν τὰ πρὸς τὸν βίον
*βίοτος· τὸ ζῆν, ἢ [ζωή. S καὶ τὰ πρὸς τὸ ζῆν· Σ βίοτον κατα-
κείρειν (Δ 686)
βιοῤῥός· [δουλεία]
βίον μεμαγμένον· ἐπὶ τοῦ εὐδαίμονος βίου
βιότου· βίου (ξ 527)
βιόσσαο· τὸ ζῆν ἔδωκας, βιῶσαι ἐποίησας (θ 468)
βιόωνται· καταπονοῦσι. βιάζονται (λ 503)
βιπτάζειν· ἐπιβάπτειν (Epich. fr. 175)
βίῤῥη· πυράγρα. οἱ δὲ δρέπανον
βίῤῥοξ· δασύ. Μακεδόνες
βιῤῥωθῆναι· ταπεινωθῆναι
βίσβης· δρέπανον ἀμπελοτόμον λέγουσι Μεσάπιοι. καὶ ἑορτὴν
<Βισβαῖα}, ἣν ἡμεῖς {κλαδευτήρια} λέγομεν
Βίσσαιον· {τόπου} ὄνομα ἐν Ἰλίῳ· Πολέμων
βίσκαρις· εἶδος βοτάνης
βίσταξ· ὁ β# {μετὰ} βασιλέα παρὰ Πέρσαις
βιστήνη· ἡ καρδία
Βιστονίς· Θρᾳκίς
Βίστρας· [Θρᾴκιον ὄνομα]
βιστιάριον· τόπος, ἐν ᾧ τὰ χρήματα τίθενται καὶ τὰ ἱμάτια
†τοῦ κοινοῦ
Βισύρας· ἥρως Θρᾷξ. Θεόπομπος (115, 302 J.) δὲ Χερσοννη-
σίτην λέγει [Βισσύρας]
βίσχυν· ἰσχύν. σφόδρα †ὀλίγον. Λάκωνες
βιωμένων· βιαζομένων
βείω· βῶ, πορευθῶ (Ζ 113)
*βιώνης· ὁ τὰ δημόσια ἀγοράζων gAS
βιῳ· τῷ τόξῳ. ἢ τῇ ζωῇ
*βιῶναι· ζῆσαι (Κ 174) gSn
*βιώτω· ζήτω (Θ 429) gAn
βίὡρ· ἴσως. σχεδόν. Λάκωνες
βλαί· βληχή. Λάκωνες
βλάβεν· ἐσφάλησαν. ἐστέροντο. ἐβλάβησαν (Ψ 545)
βλάβεται· βλάπτεται (Τ 82) S
*βλάβη· λύμη. φθορά (Eur. Hipp. 511) ASn
βλάβος· βλάβη (Dem. 20,9? Hdt. 1,9,13)
βλαβυρίαν· εἰκαιολογίαν
βλαβύσσειν· βλάπτεσθαι
βλαγίς· κηλίς. Λάκωνες
*[βλαδά· ἄωρα. μωρά. AS ὠμά]
βλάδαν· νωθρῶς
*βλαδαρά· ἄωρα. μωρά. ὠμά AS
βλαδαρόν· ἐκλελυμένον. χαῦνον
βλαδόν· ἀδύνατον
βλαδεῖς· ἀδύνατοι, ἐξ ἀδυνάτων
βλάζειν· μωραίνειν
βλαβύρει· πτερύσσεται
βλάθρον· φυτὸν πτέρει ὂν ὅμοιον, ὅπερ ἔνιοι {βλάχνον}
*[βλαιμάζειν· ψηλαφᾶν. δοκιμάζειν, πειράζειν] AS
βλᾶκα καὶ {βλακεύειν}· τὸν ἀργὸν καὶ ἀργεῖν Ἀθηναῖοι. ἔνιοι
προβατώδη
*βλᾶκα· μωρόν A
βλακείας· ἰχθὺς ποιός
βλακεύει· διατρίβει. ληρεῖ, μωραίνει. νωθρῶς τι ποιεῖ. *ῥᾳθυ-
μεῖ. μαλακίζεται AS
*βλακεία· μαλακία ASPn
βλακεύειν· μωραίνειν. εἴρηται δὲ ἀπὸ ἰχθύος τοῦ καλουμένου
<βλακός}
βλακικώτερα· εὐηθικώτερα
*βλάξ· μωρός. ἀπό τινος ἰχθύος δυσώδους. S ἢ ὁ διὰ νωθείαν
ἡμαρτηκὼς ἐν τοῖς προδήλοις AS
*βλάσκει· [λέγει.] καπνίζει AS
βλασκείας· ἰχθὺς ποιός
βλαστά· βλαστήματα. S πλαταγώνια. Σικελοί
βλαστάζειν· [βλιμάζειν.] [οἱ αὐτοί]
βλάξ· ἀργός. τρυφερώδης. μαλθακός
βλάστην· φυήν. βλάστημα. βλαστός
βλαταγίζουσα· ἐπικροτοῦσα
βλάνος· [τυφλώδης]
*βλάτταν· χόρτος. AS ἢ λάχανον S
βλαττοῖ· παιδαριεύεται
*βλαύτια· σανδάλια vgAS
βλαχάν· [ὁ βάτραχος]
βλᾶχρον· πόα τις
βλάσταν· βλάστησιν, Κύπριοι
βλαῦδες· ἐμβάδες, κρηπῖδες, σανδάλια, ὑποδήματος ... [οἱ δὲ
<βλακεύς}]
Βλαύτη· τόπος Ἀθήνησι
βλαυτοῦν· ὑποδέειν. ἢ πλήσσειν σανδαλίῳ, οἱ δὲ ὑποδήματι
(Men.)
†βλεερεῖ· οἰκτείρει. Βοιωτοί
βλείης· (Epich. fr. 219) βληθείης. καὶ {βλεῖο} (Ν 288) ὅτι†
βλέθραν· λεῖον ἰχθύν
βλεκέμυξος· βλακώδης. μυξώδης. εὐαπάτητος
*βλεμεαίνειν· γαυριᾶν, (AS) ἐπαίρεσθαι. πεποιθέναι. εὐθυμεῖν.
χαίρειν. πιστεύειν. ἀφρίζειν. ὀργίζεσθαι (Greg. Naz. c. 1,2,9, 113 [37,676])
βλένα· μύξα. οἱ δὲ διὰ τοῦ π {πλένα} καὶ {πλέννα} τὰ ἀσθενῆ
καὶ δυσκίνητα
βλεννόν· νωθῆ. μωρόν (Sophr. fr. 51)
*†βλεόερον· βάθος. δεσμωτήριον AS
*βλεσός· παραλυτικός vgAS
βλεπάζοντες· βλέποντες
βλεπεδαίμων· ὁ ὑπὸ νόσου κατεσκληκὼς καὶ κακόχρους ὑπὸ
δαιμόνων (Com. ad. fr. 85; 3,415 K)
βλεπετύζει· σκαρδαμύττει. βλέπει
βλέπησις· βλέψις (Ar. fr. 757)
βλιτόνουν· βλιτώδη
βλέτυγες· φλυαρίαι. οἱ δὲ {βλέκυγες}
βλέτυες· αἱ βδέλλαι
βλεφαρίδες· αἱ ἐν τοῖς ὀφθαλμοῖς τρίχες
†βλεῖ· βλίσσει. ἀμέλγει. βλίζει
βλήδην· μετὰ τοῦ βάλλειν
βλῆμα· ἄρτος ἐντεθρυμμένος
†βληθρήν· τραχεῖαν. οἱ δὲ ἁπαλήν
βλιμάζειν· ὑποθλίβειν τοὺς μαστούς
βλήμενος· τετρωμένος (Δ 211)
†βλῆναι· ἀληθεῖς
βλῆρ· δέλεαρ. τὸ δὲ αὐτὸ καὶ αἶθμα. παρὰ Ἀλκαίῳ ἡ λέξις
βλῆραι· αἱ κνίδαι. ἄλλοι χόρτον. οἱ δὲ τῶν ὀσπρίων τὴν καλάμην
βλήσσανον· φυτὸν σχίνῳ ὅμοιον
βλίσσα· βότρυν ἡμιπέπειρον
*βλῆσθαι· βληθῆναι. [τρωθῆναι (Δ 115) A
βληστάς· ὁ χερσαῖος σκορπίος
βληστρισμός· ῥιπτασμός. καὶ ἄλυσις (Hippocr. Epid. 1,26 β)
βλητιεῖ· καταβαλεῖ. νικήσει
βλητεύει· καταβάλλει
*βλῆτο· ἐβέβλητο (Δ 518) n
βλητός· ὁ ἀπόπληκτος
βλήτροισι· τῆς ἁμάξης τροχοί. σφῆνες. ἐμβλήματα. οἱ δὲ
γόμφους καὶ συμβολὰς ἀξόνων (Ο 678)
βλητρώσας· ἐμβαλών
*βληχή· φωνὴ προβάτων (μ 266) vgPp
βληχᾶται· φωνεῖ
βλήχημα· μωρός. προβατώδης
*βληχήματα· βοαὶ προβατώδεις AS
βληχήσασθαι· ὡς πρόβατα βοῆσαι
*βληχράν· ἀσθενῆ (Ε 337?) AS
βλῆχρος· πτέρις
*βληχρόν· ἀσθενές. AS νωθρόν. ἁπαλόν. λελυμένον
βλήχων· γλήχων· καὶ {γὰρ} οὕτως λέγεται. ἔστι δὲ εἶδος
βοτάνης. καὶ τὸ ἐφήβαιον (Ar. Lys. 89)
βλιαρόν· ἀβλεμές
βλιβρόν· λαγρόν
βλίδες· ψεκάδες
βλίκανον· βάτραχον. καὶ {βλίχαν}
βλικάς· σύκου φύλλον
βλιηχῶδες] βλιχῶδες· [παρὰ Ἱπποκράτει (cap. vuln. 19) τὸ
λελεπισμένον, καὶ καθαρόν
βλιμάζειν· τὸ τιτθολαβεῖν. οἱονεὶ θλίβειν, [ἢ †βαστάζειν,] καὶ
τὸ τοὺς ὄρνιθας ἐκ τῶν στηθῶν πειράζειν. Ἀριστοφάνης Ὄρνισιν (530)
βλίμασις· ἡ τῶν τιτθῶν θλῖψις
βλιμάξαι· †βαστάσαι. ἀτιμάσαι
βλίμη· προπηλακισμός. ὕβρις
βλινόν· δαλόν
βλίξ· συνεχῶς
βλίσαι· καπνίσαι μελίσσας, S καὶ ἐξελάσαι τῶν σμηνῶν, ὑπὲρ
τοῦ {τὸ} μέλι τρυγῆσαι
Βλίσσιοι· οἱ Βοιωτοὶ πρότερον οὕτως ἐκαλοῦντο
βλιτάς (Men. fr. 955) ... καὶ {βλίτωνας}· τοὺς εὐήθεις
βλιτάχεα· παρὰ Ἐπιχάρμῳ (fr. 193). οἱ μὲν τὰ κογχύλια· οἱ
δὲ τὰ ὑφ' ἡμῶν σελάχια
βλίταχος· βάτραχος
*βλίττειν· τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων (Plat. rep. 8,564e)
vgAS
βλίτον· λαχάνου εἶδος
βλίτυρι {καὶ σκινδαψός}· Ἰόβας τὸν {σκινδαψὸν} ὄργανον
[ὂν] μουσικὸν ἀποδίδωσι, τὸ δὲ {βλίτυρι} χορδῆς μίμημα
*βλοσυρόν· φοβερόν. g καταπληκτικόν (Η 212 Ο 608) (v)gS(P)
*βλοσυρῶπις· καταπληκτικοὺς {τοὺς} ὀφθαλμοὺς ἔχουσα (Λ 36)
gASn
*βλύδιον· ὑγρόν. ζέον. gAS [ἢ ὑποδήματα] S
*βλύζει· βρύει, πηγάζει, P ἀναβρύει ὕδατα
*βλωθρή· εὐαυξής. (Ν 390) AS ... ἢ {παρὰ τὸ} προβαίνειν
καὶ ἄνω θρώσκειν
*βλωμοί· στραβοί vgAS
*βλωμός· [ἰσχνή,] AS ψωμός (Call. fr. 508) gAS
*βλωρός· σύκου φύλλον AS
*βλῶσις· παρουσία gAS
*βλώσκει· ἀνατέλλει. ἕρπει AS
*βοᾷ· κραυγάζει (Ξ 394?) AS
*βοάγρια· ἀσπίδας (Μ 22) S
*†βοαδεῖ· ὀκνεῖ S
βόας αὔας· ξηρὰς βύρσας (Μ 137)
*βοείας· βύρσας (Λ 842) S
*βόεσσι· βουσί (Β 481) S
βοέοισιν ἱμᾶσι· βοείοις (Ψ 324)
βοῆ· βύρσα. ἀσπίς S
*βοηδρομεῖν· μετὰ σπουδῆς παραγίνεσθαι (Eur. Or. 1510) vgS
*βοὴν ἀγαθός· ὁ κατὰ τὴν μάχην ἀνδρεῖος (Β 408) S
βοηθήσων· βοηθῶν S
*βοηθόον· κατὰ τὴν μάχην ταχύν (Ρ 481) S
βόθρος· ὄρυγμα γῆς (Sirac. 21,10)
*βολάων· βολῶν. ἢ πληγῶν (ρ 283) gS
*βόλβιτα· ἀφόδευμα βοός vg
*βόλβυθον· τὸ αὐτό S
βολίδες· ἀκόντια. λογχάρια (Sap. 5,21) S
βολίς· βέλος. λόγχη· ἀκόντιον (Ierem. 9,7) vgS
βολῇσι· τρώσεσι, πληγαῖς (ω 160)
*βολίτοις· βολβίτοις (Ar. Eq. 658) S
βόλοι· βολισμοί S
βόλος· θήρα S παλμός. βόλου ὄνομα. καὶ δίκτυον
βόμβαξ· τοῦτο παρεμβολοειδές ἐστι. σημαίνει δὲ διασυρμόν (Ar.
Thesm. 45?)
βομβαύλιος· ὁ αὐλητής. ἀπὸ τοῦ {βομβεῖν} (Ar. Ach. 866)
βομβῆσαι· ὡς περιστερὰ φωνῆσαι
*βόμβησεν· ἐψόφησεν (θ 190 etc.) gS
Βομβυλεία· ἡ Ἀθηνᾶ ἐν Βοιωτίᾳ
*βόμβος· ἦχος, vg(P) ψόφος (P) (Pl. Prot. 316a?)
βόμβους· ἤχους, S ψόφους
βομβοία· ἡ κολυμβὰς ἐλαία, παρὰ Κυπρίοις
βομβοιλαδόνας· †ἐνιαυτούς
βομβρύζων· τονθρύζων. βοῶν
βομβρυνάζειν· βρενθύεσθαι
Βομβυλία· κρήνη ἐν Βοιωτίᾳ
βομβύλην· λήκυθον
βόμβυκες· [γένος αὐλῶν. ἢ εἶδος ζώου πτερωτοῦ, κατὰ σφῆκα]
βομβυλίδας· πομφόλυγας
βομβυλιός· ποτηρίου γένος, κατὰ μικρὸν ποτὸν στάζοντος·
ὅθεν διὰ τὸν ἦχον οὕτω κεκλῆσθαι (Antisth. p. 20,1 Winck.) ἢ ζῶον, ἦχόν τινα ποιοῦν τοῦ γένους τῶν σφηκῶν (Isocr. 10,12). *ἢ μέλισσα μεγάλη. Sn ἢ μυῖα S
βόμβυξ· στάμνος. Λάκωνες. *καὶ αὐλοῦ εἶδος. S(g) καὶ ζῶον,
ἀφ' οὗ τὰ βομβύκινα ὑφάσματα συντελεῖται S(gn). ἔνιοι δὲ βομβύλιον οὕτω λέγουσιν· οἱ δὲ †ῥυμόν. *ἢ ἦχος βομβυλισμοῦ Sn
βομβῶνας· βουβῶνας
(*)βοῶντες· κραυγάζοντες (Act. Apost. 17,6)
†βομβυθυλεύματα· τὰ μαγειρικὰ ἀρτύματα· κατεσκευασμένα·
ἔνιοι τὸ σὺν τῇ ὄνθῳ ἀρτύειν
βοώνητα· τιμῆς βοῶν ἠγορασμένα. [ἢ ἀνόσιος]. παρὰ Κυπρίοις
δὲ ἀνόσιος
βοὸς κέρας· τὸ περιτιθέμενον τῇ ὁρμιᾷ κέρας κατὰ τὸ ἄγκιστρον.
οἱ δὲ τρίχα (Ω 81)
†βόοσκον· βουφορβόν. ὀρεινόμον
βοοσσόος· μάστιξ (Call. fr. 301) καὶ βούτης
βορά· θοίνη (Eur. Or. 189) *βρῶσις (vg.) σῖτος *τροφή (Iob
38,39) (vgSP)
*βοῤῥᾶς· ἄνεμος PS ψυχρός. καὶ παγώδης vgS καὶ σκληρός,
τροπικῶς καλούμενος διάβολος, ὁ παρὰ τὸ ὁρᾶσθαι ἐπιδέξιος (Prov. 27,16)
*βόρβορος· ὀχετὸς δυσώδης (Ierem. 45,6) S
βορβορυγή· ποιός τις ἦχος, ὃν καὶ {κορκορυγὴν} καλοῦσιν
βορβορίζει· γογγύζει. μολύνει. Κύπριοι
βορβορωπόν· αἰσχρόν, βορβόρῳ ἐμφερές
βορβύλα· πέμμα στρογγύλον διὰ μήκωνος καὶ σησάμης μεγέ-
θους ἄρτου
Βορέας· σκόλιόν τι ᾀδόμενον οὕτως ἔλεγον. καὶ ὁ ἄνεμος
Βορεασταί· Ἀθήνησιν οἱ ἄγοντες τῷ Βορέᾳ ἑορτὰς καὶ θοίνας,
ἵνα {οὔριοι} ἄνεμοι πνέωσιν. ἐκαλοῦντο δὲ Βορεασμοί
βορέην· τὴν φῦσαν. γράφεται δὲ καὶ {βορῆ}
βορεῖον· γαστὴρ ἐσκευασμένη πως
βορθαγορίσκια· χοίρεια κρέα, καὶ μικροὶ χοῖροι {βορθαγορί-
σκοι}. Λάκωνες
†βορηά· βοτάνη πᾶσα
βοῤῥᾶς· [ἄνεμος ψυχρὸς παγώδης καὶ σκληρός, ὃς τροπολογού-
μενος σκαιὸς καὶ ἀποπομπαῖος λέγεται, ὃς σημαίνει τὸν διά- βολον. περὶ δὲ τῶν ἀσεβῶν ἐπιδέξιος]
βόρμαξ· μύρμηξ
βόρμος· ὃν καὶ {βρόμον} λέγουσιν. ἔστι δὲ τροφὴ τετραπόδων,
τὸ πολλαχοῦ μὲν σπειρόμενον, ἐνίοτε δὲ καὶ αὐτομάτως φυό- μενον
βρότος· [αἷμα. μολυσμός. {Ἄμβροτοι θεοί}· ἄναιμοι καὶ ἀμό-
λυντοι. {Ἄμβροτοι θεοί}· ἀθάνατοι, τῷ ἄμοιροι εἶναι βρότου, τουτέστι αἵματος καὶ μολύσματος]
*βορόν· βρωτικόν gS καταβρῶσκον Sn
βορός· πολυφάγος, S ἄπληστος. καὶ ὁ ἐκ τῶν στεμφύλων ἐπὶ
τῆς ἀρυστίδος ὁλκός. Λάκωνες
βοῤῥάζων· ψοφῶν
βορρᾶς· [*βρώσεως SΣ ἢ] βορέας. Πλάτων (Criti. 112 b v. l.)
βορρόν· [βροτικόν]
βοῤῥοῦ· τοῦ βορέου. ἡ γενικὴ παρὰ Ἀριστωνύμῳ (fr. 8, I 669)
βορσόν· σταυρόν. Ἠλεῖοι
βόρταχος· βάτραχος
βόρμος· ἔνιοι δὲ τὴν ἱππάκην· ἔνιοι δὲ τὴν σιτώδη πόσιν
Βορυσθένης· ὁ Ἑλλήσποντος. ἔστι δὲ {καὶ} ποταμός
*βόσις· βόσκησις vgS
βοσκημάτων· θρεμμάτων q
βοσκόμενον· δαπανώμενον n
*βόσκων· τρέφων (Ierem. 38,10) g
βοσκάς· φασκάς †Λίβιοι
βοσκέων· ὁ τροφεύς
βοσκή· τροφή
βόσκομεν· τρέφομεν
Βόσπορος· οὐ μόνον ὁ Σκυθικός, ἀλλὰ καὶ Θρᾴκιος οὕτως
ἐκαλεῖτο (Soph. Ai. 884)
βοστρυχοειδῆ· πολυκαμπῆ
βοστρύχια· στέμφυλα
βοστρυχίζεται· κοσμεῖται
*βόστρυχοι· πλόκαμοι vgS
βοστρυχῶδες· τὸ [θάλπον, ἢ] θάλλον
βοτά· βοσκήματα. g κατὰ πάντων δὲ καὶ χερσαίων καὶ πτηνῶν
καὶ ἐνύδρων καὶ ἀγρίων ζώων λέγεται, [δὲ] ἀπὸ τοῦ βόσκεσθαι
βοτεῖν· βόσκειν
βοτῆρα· ποιμένα (Eur. Andr. 281) (vgS)
βότις· †βόλτιον (Sophr. fr. 64)
*βοτοῖσι· βοσκήμασι (Σ 521) (S) n
βοτρύδια· ἐνωταρίων εἶδος. οἱ δὲ βότρυς. ἢ Θεσμοφοριαζούσαις
(Ar. fr. 320,10)
βοτρυδιόν· [κατὰ συντροφήν]
*βοτρυδόν· ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυες τὰς ῥᾶγας
ἔχουσιν g πυκνάς. καὶ κατὰ συστροφήν. ἢ [συνηγμένοι ὁμοῦ (Β 89) n
βοτρυμός· τρυγητός
βοτιανείρη· [τροφὴν ἀνδράσι παρέχουσα]
βοτύσι· [βοσκήμασι]
*βοτῶν· θρεμμάτων n
βοῦ· τὸ μέγα καὶ πολὺ δηλοῖ. [Λάκωνες]
βοῦα· ἀγέλη παίδων. {Λάκωνες}
βουαγετόν· ὑπὸ βοῶν εἱλκυσμένον ξύλον. Λάκωνες
βουαγόρ· ἀγελάρχης, ὁ τῆς ἀγέλης ἄρχων παῖς. Λάκωνες
βουάκραι· οἱ φοίνικες, ὑπὸ Λακώνων
βουβάλιες· οἱ βούβαλοι (Hdt. 4,192,1). ἢ ἀστράγαλοι
βουβάλιον· γυναικὸς κοσμάριον (Diph. fr. 59 Nicostr. fr. 33)
καὶ ἄγριος σικυὸς παρὰ Ἱπποκράτει
βούβαλος· δορκάδιον. καὶ μέγα καὶ πολύ
βουβάραι· [μεγάλαι
βούβαρα· μεγάλα
βουβάρας· μεγαλοναύτης, παρὰ τὴν {βᾶριν}. καὶ μέγα βάρος
ἔχων καὶ αὐχηματίας ἢ ὁ μέγας καὶ ἀναίσθητος ἄνθρωπος]
βούβαρις· νεὼς ὄνομα, παρὰ Φιλίστῳ (fr. 56,69 J.)
βούβελα· κρέα βόεια
βουβίλιξ· σιταποχία
βούβοσις· πολυφαγία
βουβωνιασκόπος· ὁ βουβῶνι ἐπᾴδων
βουγάϊος· *μεγάλως ἐφ' ἑαυτῷ γαυριῶν. gS δηλοῖ δὲ καὶ
ἀναίσθητον καὶ ἀλαζόνα καὶ μεγάλαυχον ἢ ἀγλαϊζόμενον (N 824)
βούβρωστις· μεγάλη πενία. λύπη (Ω 532). ζωύφιον. *μέγας
λιμός vg λύμη. φθορά. φθόνος
βουγενέων· τῶν μελισσῶν. Καλλίμαχος· "ἁρμοῖ γὰρ Δανάου γῆς
ἐπὶ {βου}γενέος" (fr. 383,4), καὶ ἡ μέλισσα {βουγενής}, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται
βούγλωσσον· ἰχθὺς ποιός (Epich. fr. 65). καὶ βοτάνης εἶδος
βουδάκη· ἡ βούπρηστις
βουδεψήιον· τὸ βυρσεῖον
Βούδειον· πόλις (Π 572) S
Βούδιος· παρὰ Λυσίππῳ τὸ ὄνομα· κύων δέ τις ἐβόα δεδεμένος
ὥσπερ Βούδιος (fr. 8, I 702). Σέλευκος ἀποδίδωσιν ἄ{φρ}ων, ἀνόητος
βουδόρῳ· νόμῳ, ᾧ βοῦς δέρουσιν· οἱ δὲ ἀσκῷ
Βουζύγης· ἥρως Ἀττικός, ἢ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας·
q ἐκαλεῖτο δὲ Ἐπιμενίδης. Καθίστατο δὲ παρ' αὐτοῖς καὶ ὁ τοὺς ἱεροὺς ἀρότους ἐπιτελῶν {βουζύγης}
βουθερεῖ· ἐν ᾧ βόες θέρους ὥρᾳ νέμονται (Soph. Tr. 188). καὶ
†{βούθοροι} τὸ αὐτό
βουθοίνης· †βούχειλος
βούθουτον· ὅ τινες ἀνέκφορον· Ἀχαιοὶ δὲ ἰσόμοιρον. Ἀριστοφά-
νης (p. 189,34 Nauck). Λάκωνες
Βοῦθος περιφοιτᾶι· παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρό-
νων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα (Cratin. fr. 245)
βοῦν ἱέρευσεν· βοῦν ἔθυεν (Η 314)
βουκαῖος· βουκόλος. οἱ δὲ θεριστής (Theocr. 10,1)
βουκανῆ· ἀνεμώνη τὸ ἄνθος. Κύπριοι
βουκάπαι· τῶν βοῶν αἱ φάτναι
βουκέντας· βοηλάτας
βούκερας· τὸ σπερμάτιον, τῆλις
Βουκέφαλος· ἵππος ἐγκεχαραγμένον ἔχων τοῖς ἰσχίοις βούκρα-
νον (Ar. fr. 41.42) καὶ ὁ Ἀλεξάνδρου ἵππος, ἀφ' οὗ πόλιν ἐν Ἰνδοῖς κτίσαι λέγεται
*βουκολέοντι· {βοῦς νέμοντι} (Ε 313) Sn
βουκολητής· ἀπατεών
βουκόλια· ἀγέλη βοῶν (Hdt. 1,126,2? 1. Reg. 14,32?)
βουκολίη· κακολογία
βουκολίνη· κίγκλος τὸ ὄρνεον
βουκολιασμός· μελοποιΐας τινὸς εἶδος καὶ ὀρχήσεως· ἀμφότερα
δὲ ἀγροικικά. καὶ Θεοκρίτῳ γέγραπται
*βουκολεῖσθαι· {ἀπατᾶσθαι} χρησταῖς ἐλπίσι, {πλανᾶσθαι} n
βουκολήσομεν· μεριμνήσομεν. ἀπατήσομεν
βουκόλοι· οὐ μόνον οἱ τῶν βοῶν νομεῖς, ἀλλὰ καὶ ζῷά τινα
οὕτω καλοῦνται
*βουκόλος· βοονόμος, Sn βοοβοσκός S
βουκολοῦμαι· ἀπατῶμαι
βουκολουμένας· ἀπατωμένας. ἀπολουμένας
*βουκολοῦντες· ἀπατῶντες SP
*βουκολῶν· ἀπατῶν Sn σοφιζόμενος
Βουκόλω Φαρσαλίας· πόλις Θρᾴκης
βουκόρυζος· ἀναίσθητος. ἀσύνετος
†βούκτησις· φυσητική
βουλαῖα· τὰ βεβουλευμένα
βουλαχά· βόλου ὄνομα
*βούλει· βούλῃ S
βουλεῖα· [ἡ τοῦ] βουλευτήρια καὶ {ἡ [τοῦ} βουλεύειν ἀρχή S
[βουλείας βουλεύειν (Κ 147)]
†βούλεον· βούλευμα
βουλεύσαντε· βουλεύσαντες, δυϊκῶς (Α 531)
βούλευμα· αἱ βουλαί (Eur.)
βουλεύσεως ἔγκλημα· τὸ ἐπιβεβουλευκέναι θάνατον οὕτως
Ἀθήνησιν ἐλέγετο
βουλευτικόν· τόπος τις Ἀθήνησιν ἐν τῷ θεάτρῳ, ὅπου οἱ
βουλευτικοὶ καθήμενοι ἐθεῶντο· καὶ οὗ οἱ ἔφηβοι, {ἐφηβικὸν} ἐκαλεῖτο
*βουλευτικός· φρόνιμος (Plat. rep. 4,441a) vgS
βουλευτός· ἀντὶ τοῦ βουλευτής
βουλεψίη· ἡ λέξις παρὰ Ξάνθῳ (4 p. 629 M.). λέγει δὲ τὰς
Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄῤῥεν, ἐξορύσσειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ
βουλή· *γνώμη. (Α 5) vgS θέλημα S ἢ τόπος. ἄνδρες. πρᾶγμα
[βουλῆς λαχεῖν]
βουλῆς λαχεῖν· τὸ λαχεῖν βουλευτήν, καὶ δραχμὴν τῆς ἡμέρας
λαβεῖν
βουληφόροι· καὶ ἐπιθετικῶς μὲν αἱ ἐκκλησίαι (ι 112), κυρίως
δὲ βασιλεῖς (Κ 414)
βουληφόρον· σύμβουλον· οἱ δὲ δεινὸν βουλεύσασθαι· οἱ δὲ
βουλευτήν (Β 24)
*βούλιμος· μέγας λιμός S(n)
Βουλίς· γυνὴ οὕτω καλουμένη
βουλυτόν· τὴν δείλην ὥραν, ἐν ᾗ τὸ ἄροτρον λύεται τῶν βοῶν
(Π 779 ι 58)
βουμανὲς καὶ †{βορύπαστον}· εἴδη βοτανῶν
βουμέτρης· ὁ ἐπὶ θυσιῶν τεταγμένος, παρὰ Αἰτωλοῖς
βούμυκοι· φωναὶ μυκηθμῷ {παραπλήσιαι}
βοῶναι· [οἰκίαι]
βοῦνις· γῆ. Αἰσχύλος (Suppl. 116)
βούνιον· πόας εἶδος
βούνομα· ἑλώδεις λειμῶνες S
βούνομον· ὑπὸ βοῶν νεμόμενον (Soph. El. 181)
βουνός· στιβάς. Κύπριοι
*βουνοί· βωμοί (Sn?)
βούπαις· *νέος S, μέγας g, ἀφῆλιξ vgS, μέγας παῖς. ἢ ἰχθύς
βουπαλίδες· περισκελίδες
Βούπαλον· μέγα. καὶ ὄνομα
βούπειναν· μέγαν λιμόν (Callim. fr. 24,11)
βούπλευρον· λαχάνων εἶδος
βουόφθαλμος· [βοτάνη τις]
*βουπλήξ· μάστιξ πέλεκυς. vgSn βουκόπος (Ζ 135) vgS
βουπόλον· βουκόλον
βουπόρους ὀβελούς· μεγάλους ὀβελίσκους (Hdt. 2,135,4)
Βουπράσιον· τόπος τῆς Ἤλιδος, S ἢ κώμη ἐν Ἤλιδι (Β 615)
βουπρηόνες· κρημνοὶ μεγάλοι, καὶ λόφοι
βούπρηστις· λαχάνου εἶδος
βούπρῳρον· θυσία τις ἐξ ἑκατὸν προβάτων καὶ βοὸς ἑνός· οἱ δὲ
τὴν ἡβῶσαν ἢ βουάρχην· σημαίνει δὲ καὶ τὴν βουπρόσωπον (trag. ad.)
βούπρως· ἀσθένεια
βούπτινον· βοτάνη, λεγομένη {τρίφυλλον
Βοῦρα· πόλις τῆς Ἀχαΐας
βουρικυπάρισσος· ἡ ἄμπελος. Περγαῖοι
βούρυγχος· ἰχθὺς κητώδης
βούρυτος· ποταμὸς μέγα ῥεῦμα ἔχων S
Βούσβατον· τὴν Ἄρτεμιν. Θρᾷκες
βοῦς· πόπανόν τι τῶν θυομένων οὕτως ἐν ταῖς ἁγιωτάταις
Ἀθήνησι θυσίαις. ἦν δὲ βοῒ παραπλήσιον. κυρίως δὲ βοῦς. ἢ ἀσπίς. [βάρος. ἀργός]
βοῦς ἐπὶ γλώσσῃ· παροιμία ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιά-
ζεσθαι. ἤτοι διὰ τὴν ἰσχὺν τοῦ ζῴου· ἢ διὰ τὸ τῶν Ἀθηναίων {νόμισμα} ἔχειν βοῦν ἐγκεχαραγμένον, ὅνπερ ἐκτίνειν τοὺς πέρα τοῦ δέοντος παῤῥησιαζομένους ἦν ἔθος
βοῦς ἐν αὐλίῳ· παροιμία ἐπὶ τῶν ἀχρήστων. Κρατῖνος Δηλιά-
σιν (fr. 32)
βοῦς ἐν πόλει· χαλκοῦς ὑπὸ τῆς βουλῆς ἀνατεθείς (Henioch.
com. fr. 2)
βοῦς ἐπὶ δεσμά καὶ {βοῦς ἐπὶ φάτνην} καὶ {ἐπὶ σφαγήν} καὶ
<κύων ἐπὶ σῖτον} καὶ {ὗς ἐπὶ δεσμά}
βουσή· δούλη S
βοῦς· [μάστιγξ]
βουσία· γογγυλίδι ὅμοιον. Θετταλοί
†βουσκητήριον· εἰς εὐρύην εἴρηται κακοσχόλως ἐπὶ τοῦ γυναι-
κείου αἰδοίου
βοῦς Κύπριος· κοπροφάγος, εἰκαῖος, ἀκάθαρτος. σημαίνει δὲ
ἀτοπίαν τῶν Κυπρίων. καὶ Εὔδοξος ἀφηγεῖται, ὅτι κοπροφα- γοῦσιν (Men. fr. 300)
βοῦς πετηλός· ὁ ἀναπεπταμένα τὰ κέρατα ἔχων
βοῦς ἐμβαίη μέγας· Στράττις (fr. 67) εἶπε παρὰ τὴν παροι-
μίαν τὴν {βοῦς ἐπὶ γλώσσῃ
βοῦς ἕβδομος· μνημονεύει δὲ τοῦ <ἑβδόμου βοός} (Euthycl. I
805 fr. 2 Philem. fr. 86) ... ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερόν, Κλειτόδημος (fr. 323,12 J.) ἐν Ἀτθίδι φησί
βουστροφηδόν· οὕτως ἔλεγον, ἐπὰν ὁμοίως ἀροτριῶσι βουσὶ
τὰς ἀντιστροφὰς ποιῇ τις. ἔλεγον δὲ ἐπὶ τοῦ γράφειν τρόπῳ τοιούτῳ
βούσυκα· τὰ μεγάλα σῦκα
βουστάνη· βοοστασία, ἡ τῶν βοῶν στάσις. ἢ μάστιξ, καὶ πληγή
Βουτάδαι· γένος Ἀθήνησιν, ἀπὸ τῆς Βούτου γενεᾶς
βοῦται· βουκόλοι, νομεῖς, βοτῆρες
[βοῦς ἐμβαίη μέγας στραττής εἶπε παρὰ τὴν παροιμίαν τὴν
<Βοῦς ἐπὶ γλώσσῃ}]
βουτάνη· μέρος τι τῆς μακρᾶς νεώς. ἢ μάστιξ. ἢ τάνυσις τῆς
βοείας. μέρος δὲ τῆς νεώς, πρὸς ὃ τὸ πηδάλιον δεσμεύεται. δηλοῖ δὲ καὶ μάχην, ἀηδίαν
βούταρος· ὁ παχὺς [ἢ ὁ πάχης] {παρὰ Λάκωσι} hf
*βούτας· βουκόλους (Eur. Hec. 646). βοσκήματα (Eur. Hipp.
537?) S
βουτελέστην· θύτην
βούτης· ὀρίγανος ὑπὸ Κυδωνιατῶν· καὶ βουκόλος· καὶ παροιμία
ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ ὁ τοῖς Διπολίοις τὰ βουφό- νια δρῶν
*[βουτιανείρη· τροφὴν ἀνδράσιν παρέχουσα (Α 155) S]
βούτιμοι· βοώνητοι, ὥσπερ {ἀλφεσίβοιαι
βουτοί· τόποι παρ' Αἰγυπτίοις, εἰς οὓς οἱ τελευτῶντες τίθενται
*βούτομον· φυτὸν βουσὶ διδόμενον τροφή, ὅμοιον χόρτῳ (Iob
8,11) (Sn)
†βούτορον· ψάκαστρον, νιφάδ' ὑετοῦ. βουκέντη. καὶ {βούτουρος}
τὸ αὐτό†
†βουτόων· ὁδὸν ἀτραπόν h
βούτρωκτον· ὄροβον
*βουτύπον· [βουθύτην (Σ)] ... Ἀθήνησιν ἐκαλεῖτο, ἐκ τοῦ
Θαυλωνιδῶν γένους καθιστάμενος
*βουτύπος· ὁ βοῦν καταβάλλων {πελέκει} SΣ. ἢ εἶδος ζῴου
καλουμένου {ἐμπίς} S
βούτυρος· βοτάνης εἶδος. Διονύσιος
*βουφάγος· πολυφάγος vg
βουφαρῆ· τὴν εὐάροτον γῆν· {φάρος} γὰρ ἡ ἄροσις. καὶ ἐπίθε-
τον βοός
βούφθαλμον· βοτάνη τις, ὑφ' ἡμῶν ἐσθιομένη
βουφόνια· ἑορτὴ Ἀθήνησιν. ἐν γὰρ τοῖς Διϊπολίοις φασὶ βοῦν
καταφαγεῖν τὸ παρεσκευασμένον πόπανον τῇ θυσίᾳ (Ar. Nub. 985) [οἷον πλακούντιον ἐξ ἄρτου]
βουφάρας· γεφύρας
*βουφορβός· βοῦς τρέφων (Eur.) S
βουχανδέα· πολυχώρητα
βουχανδέα· τὸν μέγαν λέβητα
βούρωστος· ἰσχυρός. [ἢ ἰξηρός]
βούλευμα· φρόνημα (Thuc. 8,76,6?)
βοῶνα· [ὁδόν]
βοῶν· τῶν τετραπόδων, τῶν βοῶν (μ 265). ἢ ἀσπίδων (Π 636).
καὶ φθεγγόμενος (Β 224)
βοῶνας· ἀγροικίας
βοώνητα· ἐπὶ ὠνῇ βοῶν δοθέντα
βοώνια· αὔλειος θύρα. Κρῆτες
βοῶπις· *μεγαλόφθαλμος, vg εὐόφθαλμος S μεγαλόφωνος. Εὔπο-
λις δὲ τὴν Ἥραν (fr. 403)
Βοώτης· ὁ Ὠρίων. οἱ δὲ [φύλαξ S (ε 272)
βοωτεῖν· ἀροτριᾶν (Hes. op. 391), ὅταν ὁ Ὠρίων δύνῃ. Λά-
κωνες
βραβέα· ἄρχοντα
*βραβεία· διάλλαξις (Eur. Phoen. 453) (n)
*βραβεῖον· ἐπινίκιον, vgAS ἔπαθλον, n νικητήριον. ἀμοιβή (1.
Cor. 9,24) vgAS, ἢ στάδιον
*βραβεύει· διακρίνει. ἐπιψηφίζεται vgS μεσιτεύει. διοικεῖ n
*βραβευέτω· μεσιτευέτω. μηνυσάτω. ἰθυνέσθω (Col. 3,15) ASw
*βραβευτής· διαλλακτής n
*βράβυλος· εἶδος φυτοῦ κακοῦ (Theocr. 12,3) AS
βρα· ἀδελφοί, ὑπὸ Ἰλλυρίων
βράγος· ἕλος
βραγχία· ἡ περιτράχηλος ἀλγηδών
βραγχιάζοισθε· πνίγοισθε
βραγχίον· τῆς καταφράκτου νεὼς τὸ κύτος
βράγχος· νόσημά τι τῶν ἐν τῷ σώματι γιγνομένων {περὶ}
τὸν βρόγχον, ὃ τὰς ὗς μάλιστα διαφθείρει (Thuc. 2,49,3)
βραγχῶντος· βρόγχοις ἁλόντος
βραγχῶν· φλεγμαίνων, ἢ πνευμονῶν
βραδανίζει· ῥιπίζει. τινάσσει
*βραδέως· μελλητικῶς (2. Macc. 14,17) AS
βράιδιον· ῥάιδιον. Αἰολεῖς
βράδων· ἀδύνατος
βράζειν· τὸ ἡσυχῇ ὀδύρεσθαι h
βράθυ· πόα τις θεοῖς θυομένη
βράκαλον· ῥόπαλον
βράκανα· τὰ ἄγρια λάχανα (Pherecr. fr. 13,1)
βρακεῖν· συνιέναι
βράκες· ἀναξυρίδες
βράκετον· δρέπανον. κλαδευτήριον. οἱ δὲ πλῆθος
βρακίας· τραχεῖς τόπους
βρακίς· συνείς
βράκος· κάλαμος. ἱμάτιον πολυτελές (Sapph. fr. 70)
βράξαι· συλλαβεῖν. δακεῖν. καταπιεῖν
βράπτειν· ἐσθίειν. κρύπτειν, ἀφανίζειν. τῷ στόματι ἕλκειν. ἢ
στενάζειν
*βράσσει· ζέει. ἀναβάλλει gAS
βρασμοῖσι· τοῖς σεισμοῖς
βράσσιος· τροχὸς κεραμικὸς ὁ †μὴ ἐῤῥωγώς
βράσκη· κράμβη. Ἰταλιῶται
βράσσον· βραδύτερον. ἀσθενέστερον. ἢ ἑτεροκλινές, ἐπὶ τροχοῦ.
ἔνιοι {βράσσονας}· ταπεινοτέρας
βράσσων· ἐλάσσων· ἢ ἄτακτος, ἀπὸ τοῦ {βρασμοῦ}, ὁ οὐ
σταθερός· "βράσσων τε νόος" (Κ 226) *οἷον ἀκαταστατῶν, vgAS ἀσθενέστερος ὤν
βρατάναν· τορύνην. Ἠλεῖοι
βρατάνει· ῥαΐζει ἀπὸ νόσου. Ἠλεῖοι
βρατάχους· βατράχους
*βράττειν· πληθύνειν. βαρύνειν AS
βραυκανᾶσθαι· ἐπὶ τῶν κλαιόντων παιδίων λέγεται, ὡς μί-
μημα φωνῆς
βραύκας· ἀκρίδας hf
βραύλα· φθείρ hf
βραῦλον· κοῖλον
*βραῦνα· κήλη. κύστις. ἐντεροκήλη v
βραυνία· κοιλώματα τῆς γῆς
Βραυρών· τόπος τῆς Ἀττικῆς
Βραυρωνίοις· τὴν Ἰλιάδα ᾖδον ῥαψῳδοὶ ἐν Βραυρῶνι τῆς
Ἀττικῆς. καὶ {Βραυρώνια} ἑορτὴ Ἀρτέμιδι Βραυρωνίᾳ ἄγεται καὶ θύεται αἴξ
βραυῶσα· κεκραγυῖα hf
βράχαλον· χρεμετισμόν
*βράχε· ἐψόφησε (Μ 396 etc.) n
(*)βραχεῖν· ἠχῆσαι (Sn) ψοφῆσαι (n)
†βραχιόνα· τὸν τράχηλον
*βραχεῖς· ὀλίγοι (Psalm. 104,12) vgAS
βράχιστον· ἐλάχιστον (Soph. fr. 172)
βραχίων· βραχύτατος
Βραχμᾶνες· οἱ παρ' Ἰνδοῖς Γυμνοσοφισταὶ καλούμενοι
βραχύ· ἀντὶ τοῦ οὐδέν (Eur. Tro. 1248) ὀλίγον, *μικρόν (Eur.
Phoen. 738) g
βραχυτελόν· [μικρόν]
a) βραχύλον· ... b) *{βραχυτελῆ}· μικρόν (Sap. 15,9) vgAS
βραχμάζουσαι· χρεμετίζουσαι
*βραχέα ἄττα· ὀλίγα τινά Aps
βραχώδης· τραχύς
βράψαι· συλλαβεῖν. ἀναλῶσαι. κρύψαι. θηρεῦσαι
Βρέα· Κρατῖνος (fr. 395) μέμνηται τῆς εἰς Βρέαν ἀποικίας. ἔστιν
δὲ πόλις Θρᾳκίας, εἰς ἣν Ἀθηναῖοι ἀποικίαν ἐξέπεμπον
βρέγμα· [τὸ μέσον τῆς κεφαλῆς]
βρέγμα· τὸν βρεγμόν
Βρέκυν· τὸν Βερέκυντα, τὸν Βρίγα. {Βρίγες} γὰρ οἱ Φρύγες
<Βερεκύνδαι}· δαίμονες. οἱ Φρύγες
*βρέμει· ἠχεῖ. ASg φωνεῖ. σίζει. [ταράσσει. ASg ἀπειλεῖ (Δ 425)
AS
βρεμεαίνων· ἠχῶν (Δ 425)
*βρέμεται· ἠχεῖ. ASPn ψοφεῖ. n προσρήσσεται (Β 210) ASP
*βρέμοντι· ἠχοῦντι. ἀπειλοῦντι vgA
βρέμβος· [ἔμβρυον] vgA
βρεμούσας· ἠχούσας (Diog. trag. fr. 1,4 p. 776?)
βρενθύεται· δυσχεραίνει. q προσποιεῖται
βρένδον· ἔλαφον
βρενθινῷ· ἀνθίνῳ
βρενθινά· ῥιζάρια τινά, οἷς ἐρυθραίνονται αἱ γυναῖκες τὰς παρειάς·
οἱ δὲ ἄγχουσαν, οὐκ εὖ ...... οἱ δὲ φῦκος παρεμφερὲς {κύδει Ἀφροδίτης}
βρένθιξ· θριδακίνη. Κύπριοι q
βρένθον· μύρον τι {τῶν παχέων}, ὡς βάκκαρις. οἱ δὲ ἄνθινον
μύρον. καὶ ὄρνεον {βρένθος}, ὅπερ ἔνιοι {κόσσυφον} λέγουσι. {Βρένθος} καὶ ὁ τύμβος λέγεται q
*βρενθύεται· μεγαλοφρονεῖ, ὑπερηφανεύεται, ἐπαίρεται vg
βρενθύεσθαι· θυμοῦσθαι, [ὀργίζεσθαι q. ἀναξιοπαθεῖσθαι,
δυσχεραίνεσθαι [προσποιεῖσθαι q
βρενθύεται· ἀναξιοπαθεῖ. βαρεῖται. [σεμνύνεται (Ar. Pac. 26) S
βρενθυόμενοι· ἐναβρυνόμενοι, τρυφῶντες
βρενός· [πυθμήν. τύμβος. καὶ ὄρνεον, ὃ καὶ {βρένθον}]
Βρέντιοι· ἔθνος ἐν Ἰταλίᾳ q
βρέτας ἅγιον· εἰκών, ὁμοίωμα (Ar. Lys. 262?)
βρενταί· βρονταί
*βρέτας· ξόανα (S) εἴδωλα (vgAS) ὁμοίωμά S τι, παρὰ τὸ
βροτῷ ἐοικέναι. vg(A) ὅπερ φασὶν οἱ νεώτεροι {δείκηλον
βρέτη· ἀπεικονίσματα q
*Βρεττανία· νῆσος ἡ περὶ τὸν ὠκεανόν vgAS n {ἧς τὸ περί-
μετρόν φησιν Σκύμνος ὁ Χῖος (Apollon. hist. mirab. 15) σταδίων τρισμυρίων} AS
βρέττανα· φοβερά. [ἀκρὶς μικρὰ ὑπὸ Κρητῶν]
Βρεττία· μέλαινα {πίσσα} (Aristoph. fr. 629) ἢ βάρβαρος. ἀπὸ
τοῦ Βρεττίων ἔθνους q
βρεῦκος· ἡ μικρὰ ἀκρίς, {ὑπὸ Κρητῶν} q
βρέφος· *ἔμβρυον (Ψ 266) AS νήπιον, παῖς (e. g. Eur. Phoen.
25)
βρεχμόν· τὸ κρανίον
βρεχμός· q βρέγμα. τὸ μέσον τῆς κεφαλῆς (Ε 586)
βρῆγμα· ἀπόπτυσμα ἀπὸ θώρακος, παρὰ Ἱπποκράτει (morb.
2,47) {καὶ} {βρήσσει}· βήσσει q
βρηνεύομαι· ἔλεγον .... [{βρήσσει}· βήσσει]
βρῆσσαι· βῆσσαι
Βρησσαῖος· ὁ Διόνυσος
βρήσσουσιν· βληχῶνται. φωνεῖ τὰ πρόβατα
βρητός· ἀλεκτρυὼν ἐνιαύσιος
†βρηχανώμενοι· φωνοῦντες. ἢ χασμώμενοι
βρί· ἐπὶ τοῦ μεγάλου, καὶ ἰσχυροῦ, καὶ χαλεποῦ τίθεται
βριαγχόνην· βάτραχον. Φωκεῖς
βρίακχος· [βρίαρος] βριαρῶς [{βριάγχως}], βαρέως ἰακχά-
ζουσα (Soph. fr. 711)
βριάει· θρασύνει (Hes. op. 5)
βρίαν· τὴν ἐπ' ἀγροῖς κώμην
Βριάρεων· ἄνθρωπον ἑκατοντάχειρα (Α 403)
*βριαρήν· βαρεῖαν, vg ἰσχυράν (Λ 375 etc.)
*βριαροί· βαρεῖς, q ἰσχυροί vgAS
*βριαρόν· κραταιόν, ἰσχυρόν. μέγα. βαρύν. ἄγριον (AS)
Βριάρεω στῆλαι· αἱ Ἡράκλειοι λεγόμεναι (Euphor. fr. 166)
Βρίγες· οἱ μὲν Φρύγες (Hdt. 7,73) οἱ δὲ βάρβαροι· οἱ δὲ σολοικι-
σταί. Ἰόβας δὲ ὑπὸ Λυδῶν {ἀπο}φαίνεται {βρίγα} λέγεσθαι τὸν ἐλεύθερον
βρίγκα· τὸ μικρόν. Κύπριοι
βρίγκος· ἰχθὺς κητώδης
βριγκώμενον· ὀργιζόμενον. †μιμούμενον
βρίζει· ἐσθίει. πιέζει. κύει. καθεύδει· "ἔνθα οὐκ ἂν βρίζοντα ἴδοις"
(Δ 223)
Βριζώ· μάντις, ἐνυπνιομάντις
βρίζω· καθεύδω
*βρίζοντα· νυστάζοντα. vgAS κοιμώμενον (Δ 223) gAS
βριήπυος· μεγαλόφωνος. ST μέγας. δεινός (Ν 521)
βριηρόν· μεγάλως κεχαρισμένον
*βρίθει· βαρύνει. (Sap. 9,15) αὔξει. SP ἢ εὐθηνεῖ. gP διατρέφει
βρίθεται· βαρύνεται καρπῷ (Aesch. fr. 116,2?)
βρίθειν· γέμειν (Eur. Tro. 216)
βρίθοντα· βαροῦντα
*βριθοσύνη· βάρος (Ε 839) (AS)
*βρίθουσαν· λάμπουσαν. n βαροῦσαν (Σ 561)
βριθύ· ἰσχυρόν. μέγα. [βαρύ (Ε 746) S
βρίθων· γέμων. κομῶν ὑπὸ καρπῶν
βρίκελοι· οἱ μὲν τοὺς ἱστόποδας, ἀπὸ τοῦ βάρους καὶ τοῦ ξύλου·
οἱ δὲ βαρβάρους· Δίδυμος δὲ τὰ τραγικὰ προσωπεῖα, παρὰ Κρατίνῳ, οἷον βροτῷ εἴκελοι, ἐν Σεριφίοις (fr. 205)
βρικίννη· εἶδος βοτάνης
βρικίσματα· ὄρχησις Φρυγιακή
βρικοί· πονηροί
βρικόν· ὄνον, Κυρηναῖοι. βάρβαρον
βριμάζει· ὀργᾷ εἰς συνουσίαν. Κύπριοι
*βριμάζων· τῇ τοῦ λέοντος χρώμενος φωνῇ vgAS
βριμῶν· ἀπειλῶν
βριμαίνεται· θυμαίνεται, ὀργίζεται
βρίμη· ἀπειλή. καὶ γυναικεία ἀῤῥητοποιΐα
*βρίμημα· ἐπίπληξις AS {ἀπειλητική} AS
βριμήσασα· δεινή, χαλεπή
βριμός· μέγας. χαλεπός
*βριμοῦσθαι· θυμοῦσθαι g ὀργίζεσθαι
*Βριμώ· ἰσχυρά (Clem. Al. protr. 2,15,1) A (S)n
†βρινδεῖν· θυμοῦσθαι. ἐρεθίζειν
†βρίννια· τὰ ἄρνεια κρέα
βρίξαι· ὑπνῶσαι, νυστάξαι
βρῖσαι· βαρῦναι. ὁρμῆσαι. καὶ Νύμφαι
βρισθείς· ὑπνώσας
βρίσαντα· ἰσχύσαντα. βαρύναντα
βρίξ· θριδακίνη. καὶ εἶδος ἄνθους. οἱ δὲ περιστερεῶνα
βρίτος· ἔτος
Βριτόμαρτις· ἐν Κρήτῃ ἡ Ἄρτεμις (Call. h. 3,190)
βριτύ· γλυκύ. Κρῆτες
†[βρόγχος· βάτραχος]
βρογχιάζει· καταπίνει
βρόδα· Αἰολεῖς ῥόδα (Sapph. fr. 98,13 D ..)
*βρόγχος· [ῥούφισμα.] ὁ λάρυγξ. ὁ καταπότης gS
βρόκοι· ἀττέλεβοι. ἀκρίδες
βροκός· μωρός· Ἕλληνες
†βρομέον· ὀζόμενον
*βρομέωσιν· ἠχῶσιν (Π 642) (vg)AS
βρομήσει· φυσήσει. ψοφήσει
Βρόμιος· παρὰ Τηλεκλείδῃ (fr. 55) ὁ Σάτυρος, *ἢ ὁ Διόνυσος
(Eur. Bacch. 115) vgAS
*βρόμος· βοτάνη ὁμοία σίτου ASn, μὴ ἔχουσα γόνατα AS
βρόμος· ἰδίωμα ἤχου. ἦχος (Ξ 396). καὶ ὁ τόπος, εἰς ὃν ἔλαφοι
οὐροῦσι καὶ ἀφοδεύουσι. καὶ σπέρμα λεπτῆς κριθῆς. καὶ ὀσμή. καὶ χόρτος
βροντάζων· βροντῶν
βρόντημα· ὁ ἐμβρόντητος
βρόξαι· ῥοφῆσαι
βρόκων· ἀμαθής, ἀπαίδευτος, οἷον βόσκημα
βρόσσονος· βραχυτέρου
βρόταχος· βάτραχος (Xenoph. fr. 40)
*βροτέης· ἀνθρωπίνης (Greg. Naz. c. 1,1,18,37 [37,485]) S
*βροτήσια· ἀνθρώπεια n καὶ ἀνθρώπινα (Eur. Andr. 1255)
*βροτόεντα· ᾑμαγμένα gS οἱ δὲ τὰ λαμπρά (Ζ 480)
βροτοδαίμων· ἡμίθεος
*βροτολοιγέ· ἀνθρωποφθόρε (Ε 31) S
*βροτολοιγός· ἀνθρωποκτόνος. vg(AS) αἱμοφθόρος (Ε 518 ..)
βροτήσεια· [ἀνθρώπεια]
βροτοί· γυναῖκες
*[βρότος· αἷμα] {βρότον}· τὸ αἷμα gAS ὀξυτόνως μὲν ἄνθρωπον
AS· παροξυτόνως δὲ σημαίνει τὸν ἐκ φόνου λύθρον
*βροτός· φθαρτός, n ἢ γηγενὴς S ἄνθρωπος (Iob 4,17) gAS
βροτόφηλος· ἀνθρώπους φηλῶν, τουτέστιν ἀπατῶν
βροῦκος· ἀκρίδων εἶδος, Ἴωνες. Κύπριοι δὲ τὴν χλωρὰν ἀκρίδα
<βρούκαν}. Ταραντῖνοι δὲ ἀττέλεβον. ἕτεροι {ἀρουραίαν μάντιν}
βροῦνος· ἐνεὸς ἢ μαινόμενος
βρούξ· τράχηλος. βρόγχος
βροῦλος· πόα ἔνυδρος
βροῦ· πιεῖν
βροῦτος· ἐκ κριθῶν πόμα
βρούχετος· βάραθρον. βάτραχον δὲ Κύπριοι
βρούχαλον· ἕρμα
βροχέως [ἢ {βρουκέων}·] σαφῶς. συντόμως. Αἰολεῖς (Sapph.
fr. 2,7)
βροχμώδης· ἡ νοτερὰ καὶ ἁπαλή. Δημόκριτος (fr. 133)
*βροχμόν· τὸ βρέγμα vgS
βρόχοι· ἅμματα (Eur. Or. 1315 ..)
*βρόχος· [ἀγκοίλη. Δημόκριτος]. ἀγχόνη (Eur. Hipp. 770),
vgAS δεσμός (Eur. Andr. 556 ..)
βρύα· ἃ γίνεται μὲν ἐπὶ πετρῶν, λέγεται δὲ καὶ {σφακὸς} ἢ
†{σκαφίς}· ἐπετίθετο δὲ ἁγνισμοῦ χάριν
*βρυάζει· θάλλει. τρυφᾷ vgAS
βρυάζειν· γαυριᾶν. ἥδεσθαι
βρυαζούσης λέαιν' ὥς· ἐν Ἀθάμαντι (trag. ad. fr. 1). ἀκμα-
ζούσης ἢ ἐγκύμονος
βρυαθμόν· βρυασμόν
βρυαλιγμόν· ψόφον, ἦχον
βρυαλίζων· διαῤῥήσσων
βρυαλίκται· πολεμικοὶ ὀρχησταί· "{μενέδουποι}" Ἴβυκος καὶ
Στησίχορος (fr. 79)
βρυανιῶν· μετεωριζόμενος καὶ κορωνιῶν
βρυάσομαι· ἀναβακχεύσομαι μετά τινος κινήσεως
βρυγμός· κατανάλωσις. καὶ νόσος, ἀπὸ τοῦ βρύχειν, ὅ ἐστι
τοῖς ὀδοῦσι πιέζοντα ψόφον ἀποτελεῖν, ὡς ἐν ῥίγει συμβαίνει (Hippocr. diaet. 3,84). *ἢ ἀκόνησις μύλων. vgAS ἢ τρισμὸς ὀδόντων (Matth. 8,12 ..) vg(AS)
βρυγκός· ἄφωνος. νεκρός
βρύκουσα· δάκνουσα. κατεσθίουσα (Ar. Lys. 367)
βρυγχός· βρόχος
*βρύει· ῥέει [πηγάζει P, ἀναβλύζει. πηδᾷ. AS (Jac. 3,11) ἀνθεῖ.
gn ἀνίησιν. αὔξεται (Ρ 56)
βρύθακες· οἱ χιτῶνες βομβύκινοι. ἢ γένος ἰθαγενῶν
βρύκαιναι· ἱέρειαι. ὑπὸ Δωριέων
βρυκανήσομαι· βοήσομαι
βρυκεδανός· πολυφάγος. οἱ δὲ †μακρός
βρύκειν· λάβρως ἐσθίειν. ἀπὸ τοῦ τρίζειν τοὺς ὀδόντας. *οἱ
δὲ μασᾶσθαι (gA)
βρυκετός· ταυτὸν τῷ {βρυγμῷ}. καὶ {βρυκηθμός} ὁμοίως
Δωριεῖς
βρυκός· κῆρυξ. οἱ δὲ βάρβαρος. οἱ δὲ ἀττέλεβος
βρυκταία· εἶδος βοτάνης
βρύκων· συνερείδων τοὺς ὀδόντας μετὰ ψόφου
βρυδαλίχα· πρόσωπον γυναικεῖον. παρὰ τὸ γελοῖον καὶ
αἰσχρὸν †ὄρρος τίθεται †ὀρίνθω τὴν ὀρχίστραν καὶ γυναικεῖα ἱμάτια ἐνδέδυται. ὅθεν καὶ τὰς †μαχρὰς {βρυδαλίχας} καλοῦσι Λάκωνες
βρυδακίζειν· ἐκτείνειν
βρυλλιχισταί· οἱ αἰσχρὰ προσωπεῖα περιτιθέμενοι γυναικεῖα
καὶ ὕμνους ᾄδοντες
βρύλλων· ὑποπίνων (Ar. Eq. 1126)
βρῦν· πιεῖν (Ar. Nub. 1382)
βρύματα· μηρύματα
βρύον· θάλλον (Aesch. fr. 350,6) [βρύσμα]
βρυνχόν· κιθάραν. Θρᾷκες
βρύξαι· δακεῖν. καταπιεῖν
βρύοχον· κήρυκα
βρύγδην· χύδην
Βρύσια· [πόλις]
Βρυσιαί· κρημνοί. καὶ πόλις κρημνώδης (Β 583)
βρύτανα· κονδύλους
βρυτιγγοί· χιτῶνες
βρυτταί· τὰ λείψανα
βρύτεα· στέμφυλα. ἔνιοι εἶδος σκορόδου
βρύττειν· ἐσθίειν
βρύττιον· πόμα ἐκ κριθῆς
βρύττος· εἶδος ἐχίνου πελαγίου, ὥς φησιν Ἀριστοτέλης (h. an.
4,530b5) οἱ δὲ ἰχθύν. οἱ δὲ τρισυλλάβως. "{ἄμ}βρυττον, ἤν, Λάχης ποιεῖ"
βρύχα· ὑποβρύχιον. βυθιζόμενον (ε 319)
*βρύχανα· σάλπιγγι g καμπύλῃ
βρυχετῶ· πυρεταίνω
βρυχηθμός· στεναγμός. οἰμωγή
βρυχίς· κλῆμα
βρυχμοί· ψόφοι
βρυχήσασθαι· ὡς λέων
*βρύχιον· βυθιζόμενον vgAS
Βρύχων· ποταμὸς περὶ Παλλήνην
Βρυτίδας· γένος παρὰ Ἀθηναίοις
βρυτίνη· ἐν Μαλθακοῖς· "ἄμοργιν ἔνδον βρυτίνην ἠθεῖν τινα"
(Cratin. fr. 96). ἔπαιξε πρὸς τὸ πόμα τὸ βρύτινον. ἔστι δὲ καὶ ζῶον {βρύτον} ὅμοιον κανθάρῳ, καὶ τὸ ἀπ' αὐτοῦ {βρύτινον πήνισμα}, ὅπερ ὑπ' ἐνίων {βομβύκινον} λέγεται
βρυτίνην· βυσσίνην
βρῦτον· πᾶν τὸ ἐκ κριθῆς ποτόν
βρυτονία· ῥίζα τις οὕτως καλουμένη
βρύτιχοι· βάτραχοι μικροὶ ἔχοντες οὐράς
*βρύχεται· μαίνεται n
βρυχός· κήρυξ
*βρυῶδες· δυσῶδες Σc
*βρωμᾶσθαι· ὀγκᾶσθαι vgAS
*βρώμην· βρῶσιν (κ 460 ..) (g)AS
βρωμωμένου· ὀγκωμένου
*βρωτόν· βρώσιμον (Iob 33,20) vgAS
*βρωτύν· βρῶσιν. τροφήν (Τ 205) S
βρυατά· [βεβυσμένα αὕτη]
βυβὰ ταῦτα· ἐπὶ τοῦ μεγάλου τάσσεται (Sophr. fr. 115)
*βυβλία· βιβλία vASn
†βυγή· πηγή
βύβλιοι· οἱ τῶν τάφων φύλακες, παρὰ Κυπρίοις. καὶ πόλις
Φοινίκης {Βύβλος}
βυδοί· [οἱ μουσικοί. ἢ κροῦμά τι. σοφῶς Κρησίν]
βύει· καμμύει. φράσσει τὰ ὦτα
†βύζαντες· πλήθοντες
Βυζαντία· εἶδος ὁρμιᾶς
*Βυζάντιος· Κωνσταντινουπολίτης (g) A
*βύζην· ἱκανῶς. *ἀθρόως. vgAS δαψιλῶς. *πυκνῶς. ἐπαλλήλως.
ἢ πληροῦν (Thuc. 4,8,7) vgAS
βύζειν· τὸ πεπιασμένως κατέχειν
βυζόν· πυκνόν. συνετόν. γαῦρον δὲ καὶ μέγα
*βύθιος· φόσσα vgAS
βυθίζων· ποντίζων ἐν βυθῷ. Σκύθαις (Soph. fr. 508)
βυθμός· [ἄντρον. πυθμήν, καὶ βυθμήν]
βυκανισταί· †εἰκασταί
βυκήης· ὑπνηλός
βυκός· δασμοφόρος
βυκτά· σχέτλια, δείλαια
βυκτάων· πνεόντων, φυσητῶν (κ 20)
βύκτης· ὁ ἐκ βυθοῦ ταράσσων. φυσῶν
βυλλά· βεβυσμένα
βυλλίχαι· [χοροί τινες ὀρχηστῶν, παρὰ Λάκωσι
βυλλίχης· χορευτής
βυλλιχίδες· †ῥαχίδες]
βύνη· θάλασσα. (Euphor. fr. 127 P.?) πεύκη. [b) {βύθαλον}·
βύσμα. c) {βύξ}· βυθός. d) {βυνεύς}·] σκεύασμά τι κρίθινον
βυννεῖν· τὸ ἐν τῷ στόματι κατέχειν τι
βύπτειν· βαπτίζειν
βύρθακος· βάτραχος
βυρικόμενος· πνιγόμενος. τραχηλιζόμενος
βυριόθεν· οἴκοθεν (Cleon. eleg. II 263 B.)
βύριον· οἴκημα
βύρμακας· μύρμηκας
βυρμός· σταθμός
βυρσάτονος· τύμπανον (Eur. Bacch. 124)
Βυρσίνης· Μυρσίνης· ἦν δὲ αὕτη γυνὴ Ἱππίου τοῦ τυράννου.
ἐν τοῖς Ἱππεῦσι (Ar. Eq. 449)
βυρσίς· δέρμα
βυῤῥός· κάνθαρος. Τυῤῥηνοί
βυρσαίετον· Ἀριστοφάνης ἀπὸ τῆς βύρσης καὶ τοῦ ἁρπάζειν
τὸν Κλέωνα εἶπε (Ar. Eq. 197)
Βύρσαν· πόλιν θεῶν Ἀριστοφάνης ἐν Δράμασι παίζων ἔφη
(fr. 292)
βυρσιμώλους· βυρσοδεψίμους
*βυρσοδέψης· σκυτοδέψης, [βυρσεύς (Plat. conv. 221 e?) P
βυρσόκαππον· τὸν Κλέωνα (Com. ad. fr. 61)
*βύουσαν· κρύπτουσαν (P)
βῦσαι· ἐπιθεῖναι. φορτῶσαι. κρύψαι
βύσας· πλήσας. φράξας
βύρτη· λύρα
βυσαύχην· ὁ συνέλκων τὸν τράχηλον καὶ τὸν αὐχένα μικρὸν
ποιῶν καὶ τοὺς ὤμους ἀνέλκων (Xenarch. com. fr. 1,4)
βύσσαλοι· βόθροι
βύσσινον· [πορφυρόν]
βυσσαλεύοντι· τῷ βυθῷ ἐφικνουμένῳ
βυσσοβαρῆ· μεγάλα. ἀπὸ τῶν καταφερομένων εἰς βυθὸν διὰ
τὰ βάρη
βυσσοδομεύει· ἐνθυμεῖται. μηχανᾶται. ἀποκεκρυμμένως βουλεύ-
εται, καὶ ἐκ βάθους
βυσσοδομεύειν· ἐνθυμεῖσθαι. κατὰ βυθοῦ δομεῖν, ἤγουν οἰκο-
δομεῖν (θ 273)
*βύσσινα· πορφυρᾶ (Exod. 28,39) AS
βυσσός· *βυθός (Hdt. 2,96,5). vg ἄντρον. πυθμήν. καὶ χρῶμα
ἀντὶ τῆς ὕσγης παραλαμβανόμενον
†βυσσοφαρεῖ· μεγαλοφαρεῖ
βυσσόφρων· κάτωθεν ἐκ σπλάγχνων βουλευόμενος. καὶ ἐκ
βυθοῦ φρονῶν (Aesch. Cho. 652)
*βύσωσι· φράξωσι vgAS
βύσταγα· πώγωνα
βυστίχοις· τοῖς ἐν θαλάττῃ βρόχοις
βῦστραι· αἱ τῶν λαχάνων ἐνθέσεις. ἔνιοι δὲ τοὺς ἐκ τῶν λαχάνων
ψωμούς (Anaxandr. fr. 23. Antiph. fr. 180)
βύτθαν· τὸν ψᾶρα
βυτθόν· πλῆθος
βύτανα· κονδύλοι. οἱ δὲ {βρύτανα}
βυτίνη· λάγυνος, ἢ ἀμίς. Ταραντῖνοι [ἤγουν σταμνίον]
βύττος· γυναικὸς αἰδοῖον
*βύων τὰ ὦτα· ἐπιφράττων (Ps. 57,5) AS
*βυούσης· πληρούσης. καλυπτούσης. ASn κωφωθείσης (Ps.
57,5) AS
†βυωτήν· τὴν ἄρσιν
*βῶ· ἐπιβῶ P
βωβός· πηρός.
*βωβούς· χωλούς
βωβύζειν· σαλπίζειν
Βωβώ· οὕτως ἡ Μάκρις ὠνομάζετο
βώδιον· βοίδιον
βωθεῖν· ὁμιλεῖν. βοηθεῖν
*βωθέοντες· βοηθοῦντες gAS
βωθύζειν· βοᾶν. θωύσσειν
βῶκα· θύννον (Epich. fr. 60)
†βωκός· τρυφερὸς χιτών
Βώκαρος· ποταμὸς ἐν Σαλαμῖνι ἐκ τοῦ Ἀκάμαντος ὄρους φερό-
μενος
βωλάκιον· χωρίον βώλους ἔχον
*βῶλαξ, βῶλος· S(n) γῆ
βωλία, βωλίς· μάζης εἶδός τι ἐν ταῖς θυσίαις
βωλίνας· καλιάς. ἢ πλινθίνας οἰκίας
βωλόναι· οἱ μὲν κολώνας· οἱ δὲ τὸ Κίλλαιον ἀκούουσι, διὰ τὸ
ἀνακεχῶσθαι, παρὰ Σοφοκλεῖ (fr. 933)
βῶλοι· [γῆ]
βωλώρυχα· τὴν σῦν. Λάκωνες
βωμακεύμασι· βωμολοχεύμασι. παραλογισμοῖς. πανουργήμασι
κολακευτικοῖς
βώμαξ· βωμολόχος. καὶ ὁ μικρὸς βωμός, ὑποκοριστικῶς
βώμευσις· βωμοῦ ἵδρυμα
βώμηνεν· ὤμοσε
*Βώμιοι· οἱ περὶ τοὺς λόφους τοὺς Βωμοὺς καλουμένους οἰκοῦντες
(Thuc. 3,96,3) AS
βώμενος· [βωμός]
βωμίδας· ἀναβάσεις (Hdt. 2,125,1)
βωμίσκοι· ἀριθμοὶ ἄνισοι
βωμοῖς· βαθμοῖς
*βωμοῖσι· βάσεσι (Θ 441) n
βωμοί· ἔμβολοί τινες οὕτω λεγόμενοι
βωμολοχία· γένος κολακείας φορτικὸν καὶ γελωτοποιόν
*βωμός· ἱερόν. τέμενος (Θ 48) vgAS
*βωμολόχος· σκώπτης. vgASn ἱερόσυλος· παρὰ τὸ λοχεῖν εἰς
τοὺς βωμούς, ὅ ἐστιν ἐνεδρεύειν. vgAS πανοῦργος. ἀσεβής. ἀπατεών (Greg. Naz. or. 5,18) (vgA)S
*βῶν· βοῦν. ὅπλον (Η 238) AS
*βωνίτας· τοὺς ἐν ἀγρῷ. οἱ δὲ βουκόλους (n) ἢ ἀγροίκους (Call.
fr. 251)
βώνημα· †εἴρημα. Λάκωνες
Βωρθία· Ὀρθία
Βῶρμον· θρῆνον ἐπὶ Βώρμου νυμφολήπτου Μαριανδυνοῦ
*βῶροι· ὀφθαλμοί (AS)
*Βῶρος· ὄνομα κύριον (Ε 44 ..) AS
βῶς· ἀσπίς. πέλτη. βύρσα. καὶ ποιὸς ἰχθύς
*βώσομαι· βοήσομαι, [ἐπικαλέσομαι S
βῶσον· κάλεσον, βόησον (Cratin. fr. 396)
βώσαντι· βοήσαντι (Μ 337)
βωστῆρες· [νομεῖς]
βωστρεῖν· βοᾶν. καλεῖν. ἐπικαλεῖσθαι (μ 124)
βωσόμεθα· μαρτυρώμεθα. ἐπικαλεσώμεθα (Κ 463)
*βωσσοῦσι· βομβοῦσιν S ἠχοῦσι (ν 106)
βωτάζειν· βάλλειν
βωτιάνειρα· τοὺς ἄνδρας τρέφουσα (Α 155)
βωτίον· σταμνίον
βώτορες· βωτῆρες. νομεῖς. ποιμένες (ξ 302 ..)
*βώχ· βοτάνης εἶδος S
*βωῶμεν· ὀμόσωμεν S
γάαθον· [ἧσσον]
γαβαλάν· ἐγκέφαλον, ἢ κεφαλήν S
γάβαθον· τρυβλίον
γάβενα· ὀξυβάφια, ἤτοι τρυβλία
γαβεργός· {ὁ} ἀγροῦ μισθωτής. S Λάκωνες
γαγγαλᾶν, γαγγαλίζεσθαι· ἥδεσθαι S
γαγγαλίδες· γελασῖνοι
γάγγαλος· ὁ εὐμετάθετος καὶ εὐρίπιστος τῇ γνώμῃ καὶ εὐμε-
τάβολος S
γαγγαμεύς· ἁλιεύς, S ὁ τῇ γαγγάμῃ ἐργαζόμενος
γαγγάμη· σαγήνη ἢ δίκτυον ἁλιευτικόν. καὶ σκεῦος γεωργικὸν
S ὅμοιον τῇ κρεάγρᾳ
γάγγαμον· δίκτυον. (Aesch. Ag. 361) καὶ τὸ περὶ τὸν ὀμφαλὸν
S τῶν ὑποχονδρίων
γαγγαμουλκοί· σαγηνευταί
γαγγαίνειν· τὸ μετὰ γέλωτος προσπαίζειν
γαγγλιωδέων· γαγγλίοις ἐοικότων. Γαγγλίον δὲ νεύρου συ-
στροφή (Hippocr. art. 40)
γαγγίας ἢ γαγγαλίας· [οἱ μὲν γελασῖνον· οἱ δὲ τὴν τῶν
νεύρων συστροφήν. ἄλλοι ὑποστάθμην]
*Γάγγης· Φεισὼν ποταμός (Gen. 2,11)
*γάγγραινα· φαγέδαινα· S οἱ δὲ καρκίνος, vgAS πολυδιάχυτον
h ἐν τῷ σώματι πάθος (2. Tim. 2,17) ASPh(vg)
(*)γαλλιᾶν· χαίρειν (Luc. 1,47 ..)
γαδεῖν· χαρίσασθαι
γαδεώ· χαρά
γάδεσθαι· ἥδεσθαι
γάδεται· ἥδεται
*Γάδειρα· νῆσος ἔξω τῶν Ἡρακλείων στηλῶν {ἡ πρότερον
ἐκαλεῖτο Κοτινοῦσα} n
Γάδειρα· τὰ περιφράγματα. Φοίνικες
Γαδειρικὸν τάριχος· τὸ ἀπὸ Γαδείρων κομιζόμενον· ἐκεῖθεν
γὰρ ἐκομίζετο (Eupol. fr. 186; Antiph. fr. 77)
†γαδή· κιβωτός
(*)Γαδείρων· χώρας ὄνομα (Greg. Naz. or. 43,24 p. 588 C)
γάδιξις· ὁμολογία
γάδονται· εὐφραίνονται
γᾶδος· γάλα s, ἄλλοι ὄξος
γάδου ἀΐδων· ....... (Corinn. fr. 17)
Γάζα· πόλις, παρὰ δὲ Πέρσαις βασίλειον. ἢ οἱ ἐκ τῶν πολλῶν
φερόμενοι φόροι, ἢ τὰ τίμια
γάζαν· πλοῦτον
γάζας· ἰχθὺς ποιός
γάζης κεκορεσμένος· ........ (Callim.? fr. 764)
*γαζοφυλάκιον· θησαυροφυλάκιον (Marc. 12,42) vgPnq βαλάν-
τιον. σκευοφυλάκιον (En. Ioh. 8,20?)
γᾶθε νάον· ἐκ γῆς ῥέον
γάθια· ἀλλάντια
Γαθιάδας· ἥρωος ὄνομα, ὃς καὶ τοὺς καταφεύγοντας εἰς αὐτὸν
ῥύεται ἐκ θανάτου
γαῖα· ἡ κόνις (Aesch. Sept. 735). *καὶ ἡ γῆ (Β 95 ..) np
†γαιάδας· ὁ δῆμος, ὑπὸ Λακώνων
γαιαλόχος· ἠπειρώτης
γαῖα χάνοι· καταπίοι ἡ γῆ (Ζ 282)
γαιᾶται· κερτομεῖ. καταμωκᾶται
γαίειν· χαίρειν. γαυριᾶν. σεμνύνεσθαι q
γαίεσκον· ἔχαιρον q
Γαιηΐδα· τὴν Φοίβην. Ἀντίμαχος (fr. 116 Wyss)
Γαιήϊον· τὸν γῆς υἱόν, Τιτυόν (η 324)
*γαίην· τὴν γῆν. g τὸ χῶμα
γαιήοχος· ὁ τὴν γῆν συνέχων, Sn ἢ ἐπὶ τῆς γῆς ὀχούμενος.
(α 68 ..) ἢ ὁ ἱππικός, ὁ ἐπὶ τοῖς ὀχήμασιν {ἢ} ἅρμασι χαίρων.
q Λάκωνες
Γαλιλαία· κατακυλιστή
Γαλλίμ· κεκριωμένον ἤγουν [κριῶ] κριῶν (Esai. 15,8)
γαιηόχῳ· τῷ τὴν γῆν ὀχοῦντι, καὶ συνέχοντι (Ι 183)
γαίῃ Θεσπρωτῶν· ἡ Ἤπειρος μοίρας ἔχει τέσσαρας Θεσπρω-
τοὺς Χάονας Μολοττοὺς Κασσωπαίους (ξ 315)
†γαίνεται· ἀνύει
γαῖντα· [σπλάγχνα]
γαιθυλλάδαι· ἀμπελόπρασα
γαιογράφοι· τὰ ἐν τῇ γῇ γράφοντες
γάϊος· ὁ ἐργάτης βοῦς. καὶ ὁ ἀπόγειος ἄνεμος qS
γαίουσα· ὑπερφρονοῦσα q
γαῖσος· ἐμβόλιον ὁλοσίδηρον {τριήρων}. q καὶ ὄνομα ποταμοῦ.
(ps) οἱ δὲ μισθόν. q ἢ ὅπλον ἀμυντήριον
γαῗται· γεωργοί (ps)
γαίων· γαυριῶν (Α 405) q
*γαισός· μακροκέντης. ἢ κοντός, gAS λαμβάνων ... (Ios. 8,18) S
γακέα· ἡδέως
*Γαιών· ποταμός. παρ' Ἕλλησι Νεῖλος (Gen. 2,13)
γακεῖαι· γλυκεῖαι
γακίνας· σεισμὸς γῆς
γακινίαν· τὸν σεισμόν
γακού· ἡδύ, γλυκύ
γακούδια· ἡδύσματα
γακουπώνης· ἡδυπότης
γακτύς· κλάσμα
*γαλαθηνόν· ὑποτίτθιον. vgA νέον (1. Reg. 7,9) (n) q
γάλα· [ἡδέως]
γαλακτοκόμος· ποιμήν q
γαλακτώδης· οἶνός τις q
γαλακτιῶντες· γάλακτος μεστοί
*γαλακτοφάγων ἀβίων· γάλα ἐσθιόντων καὶ τόξα μὴ ἐχόν-
των (Ν 6) AS
Γαλάξια· ἑορτὴ {Ἀθήνησι μητρὶ θεῶν ἀγομένη} ἐν ᾗ ἕψουσι
γαλαξίαν. ἔστι δὲ πόλτος κρίθινος ἐν γάλακτι q
γαλαρίας· ἰχθύς, ὁ ὀνίσκος q
γάλας· γῆ, παρὰ Εὐκλίτῳ
γάδασμον· ἐνηρόσιον
Γαλαάδ· πόλεως ὄνομα. ἢ μέτοικος (Ose. 6,8)
Γαλαλά· πόλις {ἔνθα} ἔθυον (Ose. 4,15. 12,12)
γαλατμόν· λάχανον ἄγριον
γαλερόν, γαληνόν· [ἱλαρόν. q εὔδιον]
Γαλεοί· μάντεις. (Archipp. com. fr. 15) οὗτοι κατὰ τὴν Σικελίαν
ᾤκησαν. καὶ γένος τι, ὥς φησι Φανόδημος (fr. 23 M) καὶ
Ῥίνθων Ταραντῖνος (fr. 17)
γαλεώτης· ὁ ἀσκαλαβώτης. vgAS {Ἀττικῶς} vg καὶ ἰχθύς.
καὶ ζῷον χερσαῖον
γάλη· ἐξέδρας εἶδος. καὶ †ἐν *ἢ γαλέα gAS τὸ ζῷον AS
γαλήνη· τὸ ἐπιπολάζον ἐν τῇ μεταλλείᾳ τοῦ ἀργύρου χωνευο-
μένου
γαληνόν· *ἥσυχον. vgAS ἱλαρόν. εὔδιον
γαληρόν· τὸ αὐτό, καὶ [{γαλερόν} (p)
γαλῆ Ταρτησία· ἡ Ταρτησὸς ἔξω τῶν Ἡρακλείων στηλῶν,
ἧς Ἀργανθώνιος ἐβασίλευσεν. ἔστι δὲ ἡ πόλις αὕτη πρὸς τῷ
Ὠκεανῷ, μεγάλη λίαν· ὡς οὖν ἐκεῖ μεγάλων γινομένων γαλῶν
εἶπε q
Γαληψός· παίζει μὲν Εὔπολις (fr. 404) παρὰ τὸ λαμβάνειν·
ἔστιν δὲ καὶ πόλις. καὶ βοτάνης εἶδος q
γάλι· ἱκανόν
γαλιάγκων· ὁ τὸν βραχίονα ἐλάττονα ἔχων q (n)
γαλίαι· [οἱ ὀνίσκοι]
Γαλήνη· ὄνομα κύριον ἑταίρας (Philet. com. fr. 9)
γαλιδέως· Κρατῖνος (fr. 265). λέγει δὲ ὡς γένει εὐτελῆ καὶ ὡς
γαλῶν παῖδα γαλιδέα
γάλινθοι· ἐρέβινθοι. οἱ δὲ γάλιθοι
γαλιός· [παράδεισος]
γάλις· †γαλαός
γαλιώσης· ἀκολασταινούσης
γάλλαρος· Φρυγιακὸν ὄνομα [παρὰ Λάκωσι]
γάλλια· ἔντερα
γάλλοι· ἧλοι
γαλλιῶται· ἀσκαλαβῶται. Λάκωνες
γάλλος· ὁ ἀπόκοπος, ἤτοι ὁ εὐνοῦχος (p)
γαλόως· ἡ τοῦ ἀνδρὸς ἀδελφή (Γ 122) vgASn
γαλωνίς· χρῶμα ἵππων τὸ ὀνοειδές
γάλως· ἡ τοῦ ἀνδρὸς ἀδελφή, καθάπερ Κασάνδρα τῇ Ἀνδρομάχῃ
(Ζ 378)
γαμάλη· κάμηλος, παρὰ Χαλδαίοις
†γάμβριον· τρυβλίον
γάμβρια· δῶρα ἢ δεῖπνα γαμβροῦ
*γαμβρός· ὁ ἀνὴρ τῆς θυγατρός (Ι 142 ..) AS
γαμέσσεται· εἰς γάμον ἄξει (Ι 394)
γαμήλια· φερνή, εἰς γάμον παρασκευή, καὶ δεῖπνον, ὃ τοῖς
φράτορσιν ἐποίει ὁ γαμῶν
γαμήλιος· ὁ εἰς τοὺς γάμους πεσσόμενος πλακοῦς q
Γαμηλιών· ὁ {ζ#} τῶν μηνῶν, τῆς Ἥρας ἱερός
γαμησείειν· γαμητικῶς ἔχειν. καὶ {γαμεῖται} μὲν ἡ γυνή,
γαμεῖ δὲ ὁ ἀνήρ
*γ' ἄμμοροι· ἀμέτοχοι. ἐστερημένοι (Eur. Hec. 421) gA
γάμοι· ἡ πρώτη ἡμέρα τῶν γάμων. ἡ δὲ δευτέρα ἐπαυλία
γαμοτελεῖν· γάμους ἐπιτελεῖν
γαμόροι· οἱ περὶ τὴν γῆν πονούμενοι. ἢ μοῖραν εἰληχότες τῆς
γῆς. ἢ οἱ ἀπὸ τῶν ἐγγείων τιμημάτων τὰ κοινὰ διέποντες
γαμφηλαί· γνάθοι, σιαγόνες. {Ὅμηρος δὲ ἐπὶ ἀλόγων}
γαμφαί [{γναμφαί}]· γνάθοι [Ὅμηρος δὲ ἐπὶ ἀλόγων]
*γαμφηλῆισι· σιαγόσι (Π 489) gAS
Γάμψηλοι· [πόλις Μακεδονίας]
*γαμψόν· ποικίλον, καμπύλον, ἐπικαμπές (AS)
γαμψωλά· καμπή (p), οἱ δὲ ἄκρον, ἢ περιφέρεια
*γαμψώνυχας· ἐπικαμπεῖς ὄνυχας ἔχοντας (Π 428) vgAS
γάμων ἔθη· τὰ προτέλεια καὶ ἀπαρχαὶ καὶ τριχῶν ἀφαιρέσεις
τῇ θεῷ πρὸ μιᾶς τῶν γάμων τῆς παρθένου
†γᾶν· ἀγγεῖον, σκύφῳ παραπλήσιον
γάνα· χέρσος. γῆ
γᾶναι· περιπτίσαι
γανάσσαι· σμῆξαι, πλῦναι.
γανάσσας· καλῶς {...}
*γαναυγέας· τέλειος ἐν τῷ ὁρᾶν AS
γανδᾶν ἢ] γανᾶν· [λάμπειν
γανδάνειν· ἀρέσκειν
Γάνδαρος· ὁ ταυροκέρατος, παρ' Ἰνδοῖς
γάνδιον· κιβώτιον
γάνδομα· πυροί
γανδόμην· ἄλευρα
γάνδος· ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος. τινὲς δὲ γάσος
γάνεα· κήπους
γανεῖν· λευκαίνειν
γανῖται· δάπανοι. ἄσωτοι
γάνος· παράδεισος. S χάρμα. φῶς. αὐγή. λευκότης. *λαμπηδών,
(ASn) ἡδονή (Eur. Bacch. 383) vgASn καὶ ἡ ὕαινα, ὑπὸ
Φρυγῶν καὶ Βιθυνῶν
*γανόωντες· λελαμπρυσμένοι gAS, λάμποντες (Ν 265) S
*γάνυμαι· χαίρω vgS
*γανύμενος· χαίρων g
γανυρόν· λευκόν. ἡδύ. ἱλαρόν
γανύρματα· ἀρτύματα q
γανύσσεται· χαρήσεται, S διαχυθήσεται, αὐξηθήσεται, εὐφραν-
θήσεται q (Ξ 504)
γάνυται· *χαίρει. qASP εὐφραίνεται. ASP λαμπρύνεται. SPn
καὶ γελᾷ. ἥδεται (γ 405) q
†γανυτελεῖν· [γανυπελεῖν] ἡδύσματα ποιεῖν
γανωθείς· λαμπρυνθείς
γανῶσαι· λαμπρῦναι
γάπεδα· ἄγροικοι καὶ οἰκεῖαι
γαπελεῖν· ἀμελεῖν
γάπος· ὄχημα. Τυῤῥηνοί
γάραβος· ὀλολυγών
γάργα· αἴγειρος
γαργαίρειν· λάμπειν (Sophr. fr. 30?), πληθῦναι (Cratin. fr.
290), κινεῖσθαι, σπαίρειν
γάργαλα· πλῆθος. πολλά
γαργαρισμός· κνῆσις σώματος (Heges. com. fr. 1,16)
*γαργαρίζει· ἐρεθίζει vgAS
γαργαλισμός· γαγγαλισμός, ἡδυπάθειά τις· τὸ δὲ αὐτὸ καὶ
{γάργαλος} καὶ {γαργάλη} (Ar. fr. 175. Diphil. fr. 25)
γαργαρίς· θόρυβος
γαργαρεών· κιονίς, ἡ καὶ {σταφυλίς} (Hippocr. progn. 23) q
Γάργαρον· *ἀκρωτήριον ὄρους Ἴδης (Θ 48) AS καὶ πόλις
Τροίας πλησίον Ἀντάνδρου
γάργασις· γαργάλη ὑπὸ †σταθμοῦ
γαργάρται· λίθοι αὐτοφυεῖς
γαρέλαιον· γάρος καὶ ἔλαιον
Γαργηττός· δῆμος Ἀθήνησι {Αἰγηΐδος} φυλῆς, ὅπου δοκεῖ
κεῖσθαι τὸ σῶμα Εὐρυσθέως
Γαρίμαντας· τοὺς βαρβάρους. οἱ δὲ ἔθνος Λιβυκόν (Hdt. 4,174)
γάρκαν· ῥάβδον. Μακεδόνες
γαρμαφών. [λευκότης. λαμπηδών]
γάρνον· τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει q
γάρρα· ῥάβδος
γάρρης· ἄῤῥης
γαρρίαι· γάμοι
γαρριώμεθα· λοιδορούμεθα
γάρσανα· φρύγανα. Κρῆτες
γᾶς· χῶρας, γῆς (Eur. Hec. 940 ..)
γᾶσσαν· ἡδονήν
γάσος· ὁ ἀπατεών. ὁ πολλὰ εἰδὼς καὶ πανοῦργος [ὡς Ἡσίοδος
ἐν τῇ Θεογονίᾳ]
γαστέρες οἶον· τροφῆς μόνης ἐπιμελούμενοι q, {ὡς Ἡσίοδος ἐν
τῇ Θεογονίᾳ} (26)
γαστερόχειρες καὶ {ἐγχειρογάστορες}· οἱ ἀπὸ τῶν χειρῶν
ζῶντες q
γαστέρι μάργῃ· τῇ γαστριμαργίᾳ (σ 2)
γάστρα· γογγυλίς. ἢ κράμβη
γάστραι· τὰ ὀπίσθια τῶν μηρῶν
γαστρίαν· στρόφον ἢ διάρροιαν
γάστριδες· οἱ τὰς ἕλμινθας ἔχοντες. γίνονται δὲ ἐν ταῖς κοιλίαις
αὗται, ὥσπερ τὰ θηρία ... q
*γαστρίζεσθαι· λαβρότερον τρέφεσθαι ὑπὲρ τὴν χρείαν, ἤγουν
γαστριμαργεῖν vgAS
γαστρίμαργοι· τῇ κοιλίᾳ μαινόμενοι. ἀκρατεῖς. q ἄπληστοι.
(s) πολυφάγοι (sd)
γάστριον· πέμμα σησαμῶδες, παρὰ Κρησί q
γάστρις· ὁ πολυφάγος, ἢ ἀκρατὴς περὶ τὴν γαστέρα (Ar. Av.
1604 ..) qp
γαστρίσαι· εἰς γαστέρα πλῆξαι (Ar. Vesp. 1529). ἢ χορτάσαι
γαστροοίδης· προγάστωρ. καὶ {γαστροπίων}
γαστρόπτης· σκεῦός τι μαγειρικόν
γαστραία· ἡ γογγυλίς. Λάκωνες
γατειλαί· οὐλαί
†γάστρι· τὰ σπαρθέντα πρὸς τὸ λιστρευθῆναι. οἱ δὲ κύαμοι {ἢ}
ῥάφανοι, οἷς ἀντὶ κόπρου χρῶνται, ὅταν αὐξηθέντα λιστρευθῇ
γαυλός· [*ὁ ἐξ ἀλλοτρίων ζῶν vgAS] ἢ κάδος, q ἐν ᾧ τὰ πλοῖα
ἀντλεῖται
γαυλοί· τὰ ποιμενικὰ τοῦ γάλακτος ἀγγεῖα (ι 223) S καὶ τὰ
Φοινικικὰ πλοῖα {γαῦλοι} καλοῦνται (Hdt. 8,97 ..) καὶ {γαυ-
λικὰ χρήματα} τὰ ἀπὸ τῶν πλοίων (Xen. Anab. 5,8,1). τινὲς
δὲ καὶ τὰς χύτρας {γαυλοὺς} καλοῦσι (Antiph. fr. 224,5) q
γαύρηξ· ὁ γαυριῶν (Alcae. fr. 37 B)
γαύρης· ὁ σεμνυνόμενος
*γαυριᾷ· σεμνύνεται. χαίρει (Iob 39,21 ..) SPn
*γαυρίαμα· καύχημα. n ἔπαρμα. P φρύαγμα (Sirac. 43,1 ..)
*γαυριῶν· χαίρων. ἀγαλλόμενος. ἐπαιρόμενος. ἀλαζονευόμενος
AS
γαῦρος· αὐθάδης. σεμνός. μεγαλοπρεπής. ἢ μετέωρος. q Εὐριπί-
δης Φιλοκτήτῃ (fr. 788)
*γαύρῳ· μεγάλῳ. vgAS ἀκαταπλήκτῳ gAS
γαυσάδας· ψευδής
γαυσαλίτης· ὄρνεον, παρὰ Ἰνδοῖς
γαυσόν· σκαμβόν, στρεβλόν (Hippocr. artic. 77 ..) q
γαυσῶσαι· περιελάσαι. κάμψαι
γαφάγας· σκώληξ, ὃν ἡμεῖς γῆς ἔντερον λέγομεν. Συρακούσιοι q
γάφυτον· γηγενές
γάχυτον· ἐκ γῆς ῥέον
δούπησεν· [ἐψόφησεν]
γέαρ· ἔαρ
†γεβοῦς· ζυγά
γεάγια· [κουράλλια]
γεγάασι· γεγενημένοι εἰσίν (p), ὑπάρχουσι (Δ 325 ..)
*γδοῦπον· ψόφον (S)
γεγακώς· γεγενημένος
[γεγάλημαι·] {γεγαλήνισμαι}· διακέχυμαι
*γεγανωμένη· λελαμπρυσμένη vgAS
γεγαυῖα· {ἐκ}γεγενημένη (Γ 418) s
*γεγαώς· γεγονώς n, ὑπάρχων
*γεγαῶτα· γεγονότα, ὑπάρχοντα (Ι 456) (vg)
*†γέγγει· βρέχει gAS
γέγηθεν· *χαίρει (Θ 529). vgAS ἥδεται. γελᾷ (Eur. Hipp. 631)
*γεγηθότες· χαίροντες (Greg. Naz. c. 2,2,7,74 [37,1556]) Sn
*γεγηθώς· χαίρων (Dem. 18,291 ..) P(ps)
γενειάτας· τρίγλας. (Sophr. fr. 31) οἱ δὲ τράγον
γεγλάφαται· κεκοίλανται
†γεγλύπονται· ἀντεγκλέονται
γεγραμμένοι· ἐξωστρακισμένοι. ἢ ἐζωγραφημένοι
γεγριφώς· ὁ ταῖς χερσὶν ἀλύων
γεγυναικωμένα· πέμματά τινα, ὧν γυνὴ ἥψατο, καλεῖται οὕτω
γεγυρωμένον· κεκαμμένον, ἠτονηκότα τῷ σώματι (q)
γεγωναί· αἱ ὁμιλίαι
γεγωνεῖν· μεγαλοφωνεῖν. ἤδη δὲ [φθέγγεσθαι (Plat. Hipp. mai.
292 d) q
γεγωνοκώμη· ἡ μέγα κεκραγυῖα ... (p)
*γεγωνόν· τὸ ἐξάκουστον. gAS μεγαλόφωνον
γεγωνός· μεγαλόφωνος
γεγωνέειν· ἐξάκουστον βοῆσαι (Μ 337)
*γέγονεν ἐν καλῷ· ἐν καλλίστῳ {διέπρεψεν} AS(vg)
γεγωνήσω· βοήσω
*γεγωνέμεν· ἐξάκουστον φωνεῖν (Θ 223 ..) AS
γεγωνίσκει· λέγει
γεγωνώς· κράξας (Θ 227)
γεγωνώς· κραυγάζων, s βοῶν (Λ 275) p
*γεγώς· γεγονώς, ὑπάρχων (Eur. Phoen. 123 ..) AS
*γέῃ· τῇ γῇ vgAS
*γεηπόνος· γεωργός AS
γειγνοῖα· [γείτονα]
γειναμένη· ἐνεγκαμένη, ἡ πατρίς, ἀφ' ἧς ὑπάρχει (Eur. Tro.
825)
γειναμένοις· γονεῦσι (Xen. Apolog. 20)
*γείνατο· ἐγέννησε (Α 280) AS
γείνεαι· γεννήσεις (υ 202)
γεῖθρον· ἔνδυμα
γεῖσα· τὸ ἐν ταῖς οἰκίαις, ἢ τειχῶν ἐξέχον κυμάτιον (Eur. Phoen.
1158). οἱ δὲ πρὸ τῶν θυρῶν στέγασμα. καὶ τὰς ὤας τοῦ ἐνδύ-
ματος {γεῖσα} λέγουσιν (Ar. fr. 762) q
*γειοκόμον· γεωργόν (AS)
*γείσας· ἐξοχὰς τῶν οἰκοδομῶν AS
*γείση· ἐκθέματα AS
γεισηποδίζειν· τὸ προσβάλλειν τὰ γεῖσα ἐν τοῖς τοίχοις q
*γεῖσον· στεφάνωμα οἴκου (Eur. Or. 1570) gAS
γείσωσις· τὸ τῆς στέγης ἐξέχον q
γείτη· [βάμματα ἐξ ἐρίων]
γειτνία· πλησιασμός s
*γειτνιῶντες· πλησιόχωροι AS
*γειτνιῶν· ἐγγίζων n
(*)γειτνίαι· γειτονίαι
(*)γειτνιᾶν· γειτονεῖν
γείτον'· ἐγγύς q [καὶ {γεῖτος} γράφεται αὐτό]
*γειτόνημα· γειτνίαμα AS
*γειώρας· γείτονας ἐξ ἄλλου γένους κολλωμένους τῷ Ἰσραήλ,
ASn(vg) προσηλύτους. q (Exod. 12,19) ἢ τοὺς περὶ τὴν γῆν
διαπονουμένους (nΣ)
γέκαλον· ἥσυχον
γέκαθα· ἑκοῦσα
γέλαν· αὐγὴν ἡλίου
γέλανοι· εἶδος ἵππων δυσγενῶν καὶ εἰς πόλεμον οὐκ εὐθέτων
γελαρής· γαληνή. Λάκωνες
γέλαρος· ἀδελφοῦ γυνή, Φρυγιστί
†γελαιώς· ὁ γέλως
γέλας· αὐγάς
γέλγει· βαπτίζει. χρωματίζει
γέλγη· *ὁ ῥῶπος AS καὶ βάμματα. (Eupol. fr. 304) ἄτρακτοι.
καὶ κτένες
γελγοπωλεῖν· ῥωποπωλεῖν. παντοπωλεῖν (Hermipp. fr. 13)
γέλγια· πήνη. σπάθη. κουράλια
γέλγιθες· αἱ τῶν σκορόδων κεφαλαί p
γελγιθεύειν· ἀπατηλογεῖν
γέλεα· [τέλεα]
γελεῖν· λάμπειν. ἀνθεῖν
γέλενος· ἀσφοδελός. νάρκισσος
γέλιν· ὁρμιάν
γελανδρόν· ψυχρόν
γέλινθοι· ἐρέβινθοι
γελλίζειν· γαργαλίζειν
γέλλαι· τῖλαι
γελίκη· ἕλιξ
γελλίξαι· συνειλῆσαι
Γελλώ· εἴδωλον Ἐμπούσης τὸ τῶν ἀώρων, τῶν παρθένων
Γελλώ δαίμων, ἣν γυναῖκες τὰ νεογνὰ παιδία φασὶν ἁρπάζειν
γελοδυτία· ἡλιοδυσία
*γελοίϊον· γέλοιον, [γέλωτος ἄξιον (Β 215) n
γελοῖος· ἱλαρός. γελοιαστὴς καὶ ὁ καταγέλαστος ἄνθρωπος καὶ
λοίδορος
γέλων· γέλωτα. [ἢ γέλιον] (σ 350? Eur. Med. 383 ..?)
γέλουτρον· ἔλυτρον, ἤγουν λέπυρον
γελσόν· ἀτυχές
Γελχάνος· ὁ Ζεύς, παρὰ Κρησίν
†γελυνμάξαι· γελοιάσαι
γέλως Μεγαρικός· ὁ σκωπτικός (Ar. Vesp. 57)
γελωτῖνος· καταγέλαστος
γέμματα· ἱμάτια
γέμειν· κύειν (Eur. fr. 106)
γεμπός· κοῖλος
γέμος· γέμισμα, πλήρωμα (Aesch. Ag. 1221)
γεμπύλους· τοὺς ἰχθύς, τὰς πηλαμύδας
*γενάρχου· πατρός vgAS
*γένεθλα· γενήματα (Eur. Hipp. 62 ..) nhd
γενεά· φυλή. [ἐπὶ διαστήματος χρόνου τῶν μὴ κατ' αὐτὸ βεβιωκό-
των. q τῷ δ' ἤδη δύο μὲν [γὰρ] γενεαὶ μερόπων ἀνθρώπων
(Α 250) [τὴν δὲ γενεὰν ὑφίστανται ἐτῶν οἱ μὲν κ#, οἱ δὲ κε#,
οἱ δὲ λ#. q
*γενεή· ἡλικία. (Α 250) vgAS εὐγένεια. (Δ 60) συγγένεια (Ζ 211)
(s) ἢ πρότερος (Ο 166) προγενέστερος (Ι 161) q
*γενέθλης· γενεᾶς, γένους (Ε 270) n
γενέθλια· τὰ ἐπὶ τῇ πρώτῃ ἡμέρᾳ δῶρα. καὶ ἡ εὐωχία (Plat.
Alc. I 121c ..)
γένεθλον· τέκνον (Eur. Andr. 1274)
γενειάδες· αἱ περὶ τὸ γένειον τρίχες (π 176)
γενειάς· ἴουλος (Theocr. 2,78?)
γενειήτης· πωγωνίας (Call. Dian. 90)
*γένει ὕστερος· νεώτερος (Γ 215) AS
†γενέος· εἶδός τι πελέκεος p
γενεολογία· .....
γενέσια· ἑορτὴ πένθιμος Ἀθηναίοις. οἱ δὲ τὰ νεκύσια. q καὶ
ἐν ᾗ ἡμέρᾳ τῇ γῇ θύουσι
*γένεσιν· πατέρα AS ἢ μητέρα (Ξ 201)
γένεσις Κύπρου· ἡ σπονδή, παρὰ Κυπρίοις
(*)γενεσιουργία· ......
*γενέταν· πατέρα AS καὶ {γενέτην} (Eur. Or. 1011)
γενέτας· ἔκγονος (Soph. O. T. 470)
Γενετυλλίς· γυναικεία θεός, πεποιημένου τοῦ ὀνόματος παρὰ
τὰς γενέσεις, ἐοικυῖα τῇ Ἀρτέμιδι. διὸ καὶ ταύτῃ ἐκείνας προσετί-
θεσαν. ἔστι δὲ ξενικὴ ἡ θεός. καὶ ἑορτὴ τῶν γυναικῶν (Ar.
Thesm. 130)
*γενετῆρι· πατρί vgA
γενετυλλίδας· δαίμονας
*γένη· διαφοράς (1 Cor. 12,10) AS ἢ γενεᾷ (Act. Ap. 7,13) ἢ
βλαστήματα (2. Cor. 9,10?)
γενηΐδα· ἀξίνην, πέλεκυν (Soph. Ant. 259)
γενιᾶς· [ἔκγονος]
*γενικαί· γενναῖαι
*γενικόν· τὸ καθόλου περιεκτικόν vgAS
*[εὐγενεῖς] γεννάδαι· εὐγενέστατοι, γενναιότατοι vgAS
*γεννάδας· γενναῖος q. ASP ἀνδρεῖος. [εὐγενής Pn συγγενής. μέγας
γενναῖον· τὸ εὐγενές. n καὶ τὸ τῆς γενέσεως ἀρχηγόν. καὶ
συγγενικόν (Ε 253)
*γενναῖος· ἀνδρεῖος q. P εὐγενής q. s
γέννας· [μητρὸς ἀδελφός]
γέννημα· S παιδίον (Soph. Ant. 628)
γεννῆται· οἱ τοῦ αὐτοῦ γένους μετέχοντες καὶ ἄνωθεν ἀπ'
ἀρχῆς σχόντες κοινὰ ἱερά. οἱ δὲ ὁμογάλακτας, καὶ φράτορας,
συγγενεῖς τοὺς γεννήτας q
γεννησιουργός· δημιουργός (Sap. 13,5)
γεννήτορες· γονεῖς
γεννητός· γνήσιος υἱός (Plat. leg. 11,923 e)
γεννήτορε· γονεῖς, δυϊκῶς
γέμοις νυ· λαβέ. Κύπριοι. καὶ κάθιζε
γενούστης· ἐπὶ τοῦ θεοῦ ἐννοίας. ὁ γεννητικός (Plat. Phileb.
3od) q
Γεννοί· οἱ Γυμνοσοφισταί
γεννόν· ἀρχαῖον
γεννός· κοῖλον
*γεννικῶς· ἰσχυρῶς. γενναίως gP
*γενοίατο· γένοιντο (Β 340) S
*γένυν· σιαγόνα (λ 320 v. l.) vgAS
*γένυς· γένειον. vgAS πέλεκυς (p) μάχαιρα
Γεννισαρέτ· παράδεισος ἀρχόντων
*γένυσσι· ταῖς σιαγόσιν, h ἢ γνάθοις. (Λ 416) [ἢ μητέρες]
†γενύσθην· γένοιντο, δυϊκῶς
*γένυσι· σιαγόσι (Eur. Phoen. 32) A
*γέντο· ἔλαβεν. gSn ἀνέλαβεν (Θ 43 ..)
γένσιμος· [ἄκρον τοῦ ἁλιευτικοῦ καλάμου]
γέντα· κρέα. σπλάγχνα (Callim. fr. 322)
†γεντελισταί· οἱ ἐργάζοντες, καὶ παίζοντες
γεντιανή· ῥίζα τις οὕτω καλουμένη, χρήσιμος οὖσα εἰς τὰς
ἀντιδόσεις
γέντινοι· οἰκεῖοι
γέντινος· ὕπνος
*γέντερ· ἡ κοιλία s
γένυξ· [πέλεκυς]
γενύων· τῶν παρειῶν (ψ 688)
*γεοῦχος· ὁ τὴν γῆν ἔχων vgAS
*γέρα· τὰ τίμια (Thuc. 1,25,4) S
*γέρα· αἱ τιμαί [τιμά] (Β 237 ..) vgAS
γεραιάς· *ἐντίμους γυναῖκας, (vgA) SP τὰς γέρας τι ἐχούσας
(Ζ 270)
†γέραδος· αἰγιαλός (Φ 319)
γέραϊ· τιμῇ
*γεραίρειν· τιμᾶν, (g) p σέβειν (Η 321 ..)
*γεραλέον· γέροντα. (gAS) ἢ ἀσθενῆ
*γεραρόν· ἔντιμον. n [ἱλαρόν.] μεγαλοπρεπῆ (Γ 170)
*γεραίροντες· τιμῶντες, εὐφημοῦντες vgASPn
γεραιός· πρεσβύτης (Α 35)
*γεραιῶν· γερόντων. ἐντίμων. AS [ἢ τιμῶν, ἢ σεβῶν]
γεραίρεται· τιμᾶται
*γεραίρει· τέρπει. τιμᾷ Σ
γεράνδρυες· αἱ παλαιαὶ δρύες. καὶ τὰ παλαιὰ δένδρα {γεράν-
δρυα}
Γερανεῖδαι· οἱ τὴν Φωκικὴν οἰκοῦντες
γεράνιος· βοτάνης εἶδος
γεραραί· ἱέρειαι κοινῶς. ἰδίως δὲ αἱ τῷ Διονύσῳ τῷ ἐν Λίμναις
τὰ ἱερὰ ἐπιτελοῦσαι, τῷ ἀριθμῷ ιδ# q
γέρανος· ὄρνεόν τι. καὶ {ποιά τις} ὄρχησις. καὶ ὄργανον ξύλινον,
ἐν ᾧ κόπτουσιν οἱ ἀλφιτοποιοὶ τὰ ἄλφιτα, {ὅθεν καὶ γεράνια
τὰ ἄλφιτα καλεῖσθαι. γέρανος καὶ ἐν τῇ σκηνῇ ἅρπαξ κατε-
σκευασμένος ὑπὸ τοῦ μηχανοποιοῦ, ἐξ οὗ ὁ [ἐσκευασμένος]
ὑποκριτὴς τραγῳδεῖ} q
γερανουλκός· ὁ τοῦ χοροῦ τοῦ ἐν Δήλῳ ἐξάρχων
*γεραρώτερος· ἐντιμότερος. πρεσβύτερος (Γ 211) nh
γέρας· *τιμή, vgAS σέβας. ἆθλον ἀρετῆς. *[ἀμοιβή. vgAS
[θέαμα. ASh] δωρεά (Α 120 ..) P (vgAS)
γεράσμιον· τίμιον (Eur. Phoen. 927)
*γερασφόρος· ὁ τὰς τιμὰς φέρων (Pind. Pyth. 2,81?) AS
Γέραντες· [Αἰθίοπας]
γέργανα· ἐργαλεῖα
γέργερα· πολλά
γεργέριμος· ἐλάας εἶδος. τὸ τῆς ἐλάας ῥυσόν
Γεργεσηνός· [διάβολος]
γέργερος· βρόγχος
γεργέλοψ· ζῷον
Γέργιθες· πόλις
Γεργῖνος· [διάφορος. διάβολος]
γέργυπες· νεκροί
γέργυρα· αὐλή. δεσμωτήριον (Hdt. 3,145)
*γέρδιος· ὑφάντης vgAS
†γερέρα· ἐτίμου, ἐτίμησα
*Γέρεστος· ἀκρωτήριον τῆς Εὐβοίας (γ 177) gA
γέρην· [ἔντιμος. οἱ δὲ] γέρανος
*γερήνιος· ἔντιμος. γέρων (Β 336 ..) vgAS
γερῆραν· [ἐτίμητο]
γεραράδες· αἱ τῶν ἀρίστων ἀνδρῶν γυναῖκες. {καὶ αἱ τὸ τῆς
Ἀθηνᾶς ἐν Ἄργει ἄγαλμα ἐνδύουσαι} q
†γερθυρεόν· ἱλαρόν
γέρινθοι· [ἐρέβινθοι]
γερητηρία· ἀπώλεια
γεροιτάν· [πάππον. Κρῆτες]
*Γερμανικός· ἔθνος AS
γέρων· πρεσβύτερος (Α 33)
γεροντίας· πάππος
*γερουσία· πρεσβυτέριον (Act. ap. 5,21), [πλῆθος γερόντων
(Exod. 3,16) AS
γέροντες· ἔντιμοι (Ι 574)
*γερούσιον· τὸ τοῖς ἐντίμοις κατὰ γέρας διδόμενον (Δ 259) n
γερῶα· γεροντία. ἦν γὰρ σύστημα γερόντων
γέρων· ἐπὶ μὲν τοῦ ἐντίμου· "κίκλησκεν δὲ γέροντας ἀριστῆας"
(Β 404) {γέρας} γὰρ ἡ τιμή· ἐπὶ δὲ τῆς ἡλικίας· "ὦ γέρον"
(Θ 102)
γέρα ἢ γέρεα· τιμάς (Hdt. 7,104,2)
γέῤῥα· τὰ σκεπάσματα πάντα ἢ τὰ δερμάτινα σκεπάσματα
γέῤῥα· *τὰς σκηνάς (Dem. 18,169). n καὶ τὰ γυναικεῖα καὶ
ἀνδρῷα [αἰδοῖα S {γέῤῥα} (Epich. fr. 235)
*γεῤῥάδια· στρωτηρίδια gAS
*γέῤῥα· τὰ ἀπὸ καλάμων ἢ παπύρων ἐργαστήρια (Dem. 18,169)
AS
γέῤῥω· ἀπόλωλα
γέρσιμον· ἄκρον ἁλιευτικοῦ καλάμου
γέρυς· γέρων
γερύτας· γέρων
†γεροάκται· οἱ δήμαρχοι, παρὰ Λάκωσιν
[γερωνία] {γεροντία}· παρὰ Λάκωσι [καὶ Λακεδαιμονίοις] καὶ
Κρησί
†γερώνοιον· κοῖλον, κενόν
(*)γέρως· τιμήματος, οἷον τιμῆς (Xen. Ages. 1,5)
γέσμα· [γεῦμα]
γέστα· [γογγυλίς]
γέστρα· ἔνδυσις, στολή, ἱμάτια
γέστρα· [στολή]
†γέτις· ἐλπίς
γέτορ· ἔτος
γέτος· ἐνιαυτός
γεῦμα· γεῦσις. ἔδεσμα
*γούνων· γονάτων (Α 407) AS
†γεῦ· γυνὸν τὶ ἄρα
γεύσασθαι· πειρᾶσαι. ἅψασθαι (υ 181)
γεύσει· ἀποπειράσει
γευστρίνην· γαυλόν
γεύλοφα ἢ γεώλοφα· ὄχθαι, τινὲς δὲ ὄρη γεώδη q
γευσώμεθα ἀλλήλων· πεῖραν λάβωμεν (Υ 258) Sn
*γέφυρα· διάβαθρα Sn ὁδός, n στράτα, πέραμα, διάβασις (Ε 88) S
γεφύρας· διόδους. τάξεις. ὑπεροχάς. τὰ μέσα τῆς φάλαγγος
(Δ 371) q
γεφυρίς· πόρνη τις ἐπὶ γεφύρας, ὡς Ἡρακλέων. ἄλλοι δὲ οὐ
γυναῖκα, ἀλλὰ ἄνδρα ἐκεῖ καθεζόμενον {ἐπὶ} τῶν ἐν Ἐλευσῖνι
μυστηρίων συγκαλυπτόμενον ἐξ ὀνόματος σκώμματα λέγειν
εἰς τοὺς ἐνδόξους πολίτας
γεφυρισταί· οἱ σκῶπται· ἐπεὶ ἐν Ἐλευσῖνι ἐπὶ τῆς γεφύρας
τοῖς μυστηρίοις καθεζόμενοι ἔσκωπτον τοὺς παριόντας
*γεφύρωσε· διαβατὴν ἐποίησε Sn τὴν ὁδόν (Ο 357)
†Γεώγους· ὁ Ἡρακλῆς
γεώδους· πηλώδους S
*γεωμέτρης· ὁ τῆς γῆς μετρῶν s τὰ μόρια
*γεωμόρος· γεωργός S(n)
*γεωμόριον· τὸ τῆς γῆς μόριον gS
γέωνα· [ὓς θηλεία. Λάκωνες]
γεωνόμαι· οἱ ἐν ταῖς ἀποικίαις διαιτώμενοι κληροῦχοι καὶ
νέμοντες τὴν γῆν
γεωπεῖναι· οἱ γῆς πεινῶντες, καὶ ἀπορούμενοι (Hdt. 2,6,2)
γεωργίτης· γεωργός
*Γέωρες· γεωφύλακες. μέτοικοι. πάροικοι (Exod. 12,19) S
γεωφάνειον· μέταλλον τῆς κεραμίτιδος ἢ ἄλλης ἐργασίας q
γηγενεῖς· ἄνδρες. γυναῖκες (Psalm. 48,3)
*γηγενέται· γῆς †αἱρεταί Sg
γηγενέταις· γηγενέσι
*γηγενής· ὁ ἐκ τῆς γῆς τὴν γένεσιν ἐσχηκώς (Eur. Phoen. 931)
vgS
*γηγενῶν· τῶν τὰ γέϊνα ἐργαζομένων, καὶ ἁμαρτανόντων. κατὰ
κοινοῦ δὲ καὶ πάντες {οἱ} ἄνθρωποι νοοῦνται {γηγενεῖς}· καθὸ
τὴν ὑπόστασιν ἀπὸ γῆς ἔχοντες (Prov. 2,18) vgS
†γηγγήλιξ, γήλιγρος· ὁ ἄγριος μῦς
†γηγυρίδαι· οἰκτροί
γῆθεν· [χαίρη]
*γήθησεν· ἐχάρη (Α 330) vgS
*γηθῆσαι· ἡσθῆναι, [χαρῆναι A
*γηθήσει· χαρήσει (Θ 378) n
*γηθόσυνοι· χαίροντες (Η 122)
γήθια· ἤθη
*γηθόσυνος· χαίρων, ASn περιχαρής (Δ 272) Sn
*γηθόσυνον· χαίροντα, g ἱλαρόν, χαροποιόν
*γηθοσύνη· χαρά gS τέρψις, ἡδονή (Ν 29 ..)
*γήθους· χαρᾶς vgS
γήθυα· ἀμπελόπρασα, S οἱ δὲ γηθυλλίδας, οἱ δὲ μεγάλα κρόμμυα,
ἄλλοι χλωρά (Phryn. com. fr. 12)
γηΐτης· ὁ τὴν γῆν ἐργαζόμενος, γεωργός (Soph. Trach. 32)
*γηλεχέες· χαμαικοῖται (Callim. h. Del. 286) (g)
†γηλιᾶσθαι· κατέχεσθαι
γηλουμένους· συνειλημμένους
γηλιώμενοι· κατεχόμενοι
γῆμα· ἱμάτιον
γῆμαι· συνοικῆσαι (φ 72)
γημαμένη· συνοικήσασα (λ 273)
γήμασθαι· γαμηθῆναι (β 128)
†γήνεια· ὅσα ἐκ τῆς γῆς ὠφέλιμα
γήνεσθαι· [κατέχεσθαι]
γηοῦχος· ὁ τὴν γῆν συνέχων q
γήπεδα· χωρία. κτήσεις
*γηπόνος· γεωργός p γεωμόρος (Greg. Naz. c. 1,2,2,468 [37,615])
γήραϊ· τῷ γήραι (Ε 153 ..)
γηράλιον· δριμύ. μέλαν
γηράλιος· γέρων, γηρανθείς
γηράμων· †γράζα
*γηρᾶναι· γηρᾶσαι (Soph. O. C. 870) hdΣ
γηράνιον· γεραν{ογέρων}
[γηράσας] γήρας· [γηράσας, κατὰ συγκοπήν]
γηράς· γηράσας· "γηράς. ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα"
(Ρ 197)
*γηράσκει· φθίνει, ns λήγει (η 120)
γηράσκοντα κομίζω· γηροκομῶ (Ω 541)
γῆρας· ὄφεως δέρμα
†γηρεῖν ποίοις
γηροί· γεωλόχοι
γήρεια· τὰ τῆς ἀκάνθης ἐξανθήματα, ἅπερ ἔνιοι {πάππους}
λέγουσι
*γηροβοσκῶ· γηροτροφῶ (Eur. Alc. 663 ..) vg
γηροκόμος· γηροτρόφος (Hes. Theog. 605) S
γηρουχεῖται· ὑπὸ γήρως ὀχεῖται, ἢ γέρας τῆς ἀρχῆς ἔχει
*γηρύεσθαι· φθέγγεσθαι g λέγειν
*γηρύοντες· φωνοῦντες, λέγοντες n
*γῆρυν· φωνήν (Eur. Phoen. 960 ..) q. vgn
γῆρυς· φωνή. ὅθεν καὶ {κήρυξ}, τοῦ κ πρὸς γ συγγένειαν ἔχοντος
(Δ 437?)
γηρωπίζεται· γεροντεύεται
γῆς ὀμφαλός· ἡ Πάφος. καὶ Δελφοί (Eur. Med. 668. Soph. O.
R. 899 ..)
γήτεια· κρόμμυα vgSn, ἃ καὶ γήθυα καλοῦνται (Ar. Eq. 677)
γητικά· παρὰ Ἀλεξάνδρῳ Ἐπιστολαῖς, ποτήρια οὕτω καλού-
μενα
γηφάγοι· πένητες, ἄποροι, ὡς τὰς ἐκ γῆς βοτάνας σιτίζεσθαι
τροφῆς ἀμοιροῦντας. q Καλλίμαχος ἐν Ἑκάλῃ (fr. 290)
γήχυτον· τὸ ἁπαλὸν τῆς γῆς (Hippocr.?)
γία· ἄνθη S
*γίαι· ὀδύναι S
γίαρ· ἔαρ S
†γιγαλία· ἡ γῆ S
*γίγας· δυνάστης. [ἰσχυρός (Gen. 10,8) s
Γιγαντία· ἡ Λυκία τὸ πρότερον. καὶ οἱ κατοικοῦντες {Γίγαντες}
q. S
γίγαντος· μεγάλου. ἰσχυροῦ. q ὑπερφυοῦς (Aesch. Ag. 692)
γιγαρτίς· σταφίς S
*γίγαρτον· τῆς σταφυλῆς τὸ ἔνδον (Num. 6,4) vgSn
*γιγγλισμός· γαργαλισμὸς ἀπὸ χειρῶν, γέλως vgS
*γιγγλισμοῖς· κιχλισμοῖς Sh(n)
γιγγλίαν· κάλυμμα κεφαλῆς ἐρεοῦν
γίγγλος· νᾶνος
γίγγλυμος· ὁ στρεφόμενος γόμφος ἐπὶ τῶν θυρῶν. καὶ ἐπὶ τοῦ
θώρακος οἱ στροφεῖς. καὶ φιλήματος εἶδος q
γιγγρασμός· ἦχος
γιγγρί· ἐπιφώνημά τι ἐπὶ καταμωκήσει λεγόμενον. καὶ εἶδος
αὐλοῦ
γιγγρίαι· αὐλοὶ μικροί, ἐν οἷς πρῶτον μανθάνουσιν
γίγγρος· αὔλημά τι, ὅπερ ἔνιοι {γίγγρον}· οἱ δὲ αὐλοῦ γένος
Γιγγρών, οἱ δὲ {Γιγῶν}· Πάταικος ἐπιτραπέζιος. οἱ δὲ Αἰγύπτιον
Ἡρακλέα
γίγνωσκε· ἐγίγνωσκε (Ζ 191) S
γιλός· ἑτερόφθαλμος
γίμασαι· [σιαγόνες]
γιμβάναι· ζεῦγλαι
γίν· σοί
γνίς· γέρανος. Τυῤῥηνοί
γίννος· {ζῷον οὗ} ὁ πατὴρ ἵππος, ἡ δὲ μήτηρ ὄνος ps, νόθη
γῖξαι· χωρῆσαι
γίο· αὐτοῦ (Rhinth. fr. 13)
γῖπον· εἶπον
γίς· ἱμάς. [καὶ γῆ.] καὶ ἰσχύς
γισάμεν· εἰδέναι
γίσας· φθείρας
γίσγον· ἴσον
*[γίσιον· μικρὸν τεῖχος] vgSn
γιστία· ἐσχάρα
γιστίαι· ἱστουργοί
γιστιῶ· παύσομαι
γισχύν· ἰσχύν
γιτέα· ἰτέα
γίτονας· τὰ δύο αἰδοῖα
*γλαγέας· γεγαλακτωμένας (Π 642) (S)
*γλαγγάζει· πτερύσσεται. κέκραγε vgSnh
*γλάγος· γάλα (Β 471) vgAS
γλάμος· μύξα S
γλάματα· ἀστράγαλοι
γλαμυρόν· γλαμῶδες. ἔνυγρον. ὑπόδακρυν
γλαισμοί· λόφοι
γλαινοί· τὰ λαμπρύσματα τῶν περικεφαλαίων, οἷον ἀστέρες
γλακκόν· γαλαθηνόν
γλακῶντες· μεστοὶ γάλακτος
γλαμῶντες· λημῶντες
*γλαμῶν· λημῶν (Ar. Ran. 588) pΣ
γλαμάν· [λειμῶνα]
Γλαμία· πόλις. Κρῆτες
γλαμυξιᾶν· γλαμᾶν. [λημᾶν p
γλανίς· ἀργός. καὶ [εἶδος ἰχθύος. p οἱ δὲ γλάνιος
γλανοί· ἀχρεῖοι
γλαμψοί· χαλινοὶ στόματος S
γλάμπτειν· πίνειν
γλαρίς· ὄρυξ (Callim. fr. 512)
γλαυκή· ἰσχυρά. φοβερά. λευκή (Π 34)
γλαυκία ἢ γλαύκιον· βοτάνη τις
γλαυκίζειν· ἀμβλυωπεῖν
γλαυκιόων· καταπληκτικός, ἔμπυρον καὶ φοβερὸν βλέπων
(Υ 172)
*γλαυκός· λευκός vgAS
γλαυκοφόρβιδας· ἵππους εὐγενεστάτας
γλαυκῶπις· φοβερὰ ἐν τῷ ὁρᾶσθαι. λαμπρόφθαλμος. *εὐόφ-
θαλμος (Α 206 ..) vgAS
*γλαῦξ· νυκτόβαϋς. πετεινὸν νυκτερινόν vgS
γλαῦξ· νόμισμα Ἀθήνησιν τετράδραχμον. ἐλέγετο δὲ καὶ ὄρχησίς
τις. καὶ ὄρνεον. καὶ φυτόν
γλαυσόν· *λαμπρόν. g θρασύ. ἰταμόν
γλαύσσει· λάμπει, (s) φαίνει, φαύσκει
γλαυρόν· [σεμνόν]
γλαῦκ' Ἀθήναζε· παροιμία ἐπὶ τῶν μάτην τι πραττόντων,
ὥσπερ {εἰ} γλαῦκας Ἀθήναζε ἄγοι. πληθύουσι γὰρ ἐνταῦθα
γλαῦκες (Ar. Av. 301)
γλαῦκες Λαυριωτικαί· Ἀριστοφάνης Ὄρνισιν (1106), οἱ ἀργυ-
ροστατῆρες· ἐν Λαυρίῳ γὰρ τὰ μέταλλα τὰ ἀργυρεῖα· γλαῦξ
δὲ τὸ ἐπιχάραγμα τοῦ στατῆρος
Γλαύκου τέχνη· παροιμία ἐπὶ τῶν ῥᾳδίως κατεργαζομένων·
Διονυσόδωρος δὲ τὴν περὶ τὸν σίδηρον κόλλησιν· Γλαῦκος γὰρ
Χῖος σιδήρου κόλλησιν εὗρεν (Plat. Phaed. 108d)
γλαῦξ ἐν πόλει· παροιμία. ταῖς ἀληθείαις ἀνέκειτο γὰρ ὑπὸ
Φαίδρου ἐν τῇ ἀκροπόλει
γλαῦξ ἔπτατο· πρὸ τῆς μάχης ἐν Σαλαμῖνι γλαῦκά φασι
διαπτῆναι τὴν νίκην προσημαίνουσαν (Ar. Vesp. 1086) q
γλάφει· γλύφει. ὀρύσσει. *κοιλαίνει (g) Sn
γλάφυ· σπήλαιον. ἄντρον (Hes. op. 533)
*γλαφυραί· κοῖλαι. gS βαθεῖαι (Β 516) S
γλαφυρᾶς· ἀνθηρᾶς, ἄλλοι δὲ κοίλης ἢ βαθείας
*γλαφυρόν· τερπνόν SP κοῖλον. vgSP ἡδύ. βαθύ vgPn
*γλαφυρός· ἀνθηρός. S(P) λαμπρός. τερπνός. s κοῖλος. ἡδύς.
βαθύς S
γλάψαι· κοιλᾶναι. γλύψαι. ἐκτρῖψαι. σκαλεῦσαι. βαθῦναι
γλευκήσας· {ὑπὸ} γλεύκους γενόμενος ἔκλυτος καὶ παρειμένος,
ἀπὸ τῶν οἴνῳ ν{έῳ μεθυσθέντων}
*γλεῦκος· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, q πρὶν πατηθῇ (Act.
ap. 2,13) vgSP
γλεῦξις· οἶνος ἕψημα {ἔχων}
*†γλέβα· ἀξίωμα συγκλήτου S
γλέφαρα· βλέφαρα. sp ὀφθαλμοί
γλήνεα· ... οἱ δὲ ποικίλματα καὶ {γληνὸν} τὸ ποικίλον· καὶ
ζῴδια, ἀγάλματα· ἔνιοι κήρινα πλάσματα ἀξιοθέατα (Ω 192)
*γλῆνος· φάος n
γλήνη· *κόρη ὀφθαλμοῦ. (Ξ 494) vgPn καὶ παίγνιον. οἱ δὲ τὸ
οὐδενὸς ἄξιον. καὶ τὴν πεπλασμένην κόρην. πρόσοψιν. καὶ
γλήνας τὰ κηρία τῶν μελισσῶν. *ἢ κόρη (Θ 164) gP
γληνῶσαι· {διαφθεῖραι} n
{γληχυλίς·} †πονηρά np
γληχωνοειδές· δίκταμνον
γλίον· εὔτονον. ἰσχυρόν
γλία· κόλλα p
*γλοιός· ῥύπος (Hdt. 3,112) vg
γλίσχραι· κνῆμαι
γλίσχρον· ἐνήλατον
*γλίσχρος· φειδωλός. σκνιφός. λίαν ῥυπαρός. gSPn [ἐνήλατος.]
κολλώδης (n)
*γλίσχρως· ὀλισθηρῶς S
*Γλισᾶς· πόλις {ὡς Τρύφων} (Β 504) n
γλιᾶται· παίζει. ἀπατᾷ
γλιττόν· γλοιόν
γλίχει· ἐπιθυμεῖς (Ar. fr. 102)
*γλίχεται· [παίζει.] ἐπιθυμεῖ. S προθυμεῖται (Dem. 18,207)
*γλιχόμενοι· ἐπιθυμοῦντες (Hdt. 4,152,2) PS
†γλιχόμενος· ἐπιθυμῶν (Pl. Phaed. 117a) vg
†γλιχύτης· ἀτυχής. ἢ ἐπίπονος. ἢ ἐρωτική
γλιχός· φειδωλὸς καὶ γλίσχρος, οἱ δὲ πολυπράγμων, περίεργος
†γλίδου χοάναι· εἰς οὓς τύπους κατέρχεται τὸ ἐν τῇ χώνῃ διὰ
τῶν κεντημάτων. ἦσαν δὲ πήλινοι. Σοφοκλῆς (fr. 32)
γλοίας· ἡ κακοήθης ἵππος καὶ πολυδήκτης παρὰ Σοφοκλεῖ
(fr. 935) καὶ {γλοίης} τὸ αὐτό
γλοιάζειν· τὸ καταφερόμενον εἰς ὕπνον [καὶ] ἐπιμύειν τοῖς
ὄμμασι καὶ κατιλλώπτειν, οἱ δὲ διεγγελᾶν q
γλοίητα· κακοήθη
*γλοιός· νωθρός. [ἀσθενής (g) ῥυπαρός vgn
γλοιωδῶς· νυστακτικῶς
γλούρεα· χρύσεα. Φρύγες {καὶ} {γλουρός}· χρυσός
*γλουτοί· τὰ τῆς κοτύλης σφαιρώματα (Ε 66) vgSn
γλουτόν· τὸ περὶ τὰ ἰσχία
*γλουτός· σφαίρωμα S
γλυκεῖα· ἡ γλυκύῤῥιζος
γλυκίων· ἡδίων (Α 249 ..)
γλυκύωνον· [ἔμπυρον καὶ φοβερὸν βλέπων]
γλύκη· βοτάνη τις ἐδώδιμος
γλυκίννας· διὰ γλυκέος οἴνου πλακοῦς
γλυκερῷ Σιδωνίῳ· (Com. ad. fr. 1317) δρᾶμα δέ ἐστιν, ἐν
ᾧ τῆς †θεμέλης ἄρχεται οὕτως· "Σιδώνιον ἄστυ λιπόντες
καὶ δροσερὰν Ἄραδον" (Phryn. fr. 9). διεβεβόητο δὲ τὸ μέλος
τοῦτο.
a) γλύκιον· ἥδιον. (ι 34) b) {γλυκύς}· ἡδύς (Α 610)
γλύκκα· ἡ γλυκύτης
γλυκκόν· γλυκύ
γλυκεῖαν· τὸ γάλα, καὶ τὴν χολήν (Eubul. fr. 95)
γλυκύ· μελιχρόν
*γλυκυδερκές· ἡδὺ ἐν τῷ ὁρᾶσθαι gSnh
γλυκυθυμία· ἡδονή q
γλυκύθυμος· ἀνειμένος. ἡδύς. *ἁπαλόψυχος. vgS ἤπιος. προση-
νής. γλυκύς (Υ 467)
γλυκυσίδη· φυτὸν ποιόν, συντελοῦν πρὸς ἀτόπημά τι τῶν
γυναικῶν
γλυκύφαιον· τὸ ἐρυθρόδανον. Κρῆτες
†γλυκύφρουροι· τὰ ἐν οἴκῳ φρουροῦντες καὶ ἔνδον μένοντες
γλύκων· ὁ εὐήθης
γλύξις· ὁ ἀνειμένος οἶνος καὶ ἄτονος, ὃν ἔνιοι μὲν {ἁπαλόστομον},
οἱ δὲ {γλεῦξιν}
Γλυφεῖον· ἄντρον τι καὶ ὄρυξ
γλυφίδες· αἱ χηλαὶ τοῦ βέλους, *ἀπὸ τοῦ γεγλύφθαι καὶ
κεκοιλάνθαι Σ, εἰς ἃς ἡ νευρὰ ἐντίθεται τοῦ τόξου. *ἐνίοτε δὲ
καὶ τὰς τῶν ἀκίδων χηλὰς gΣ λέγει Ὅμηρος (Δ 122). καὶ αἱ
θαλάμαι
γλύψαι· ξύσαι. χαράξαι
γλυκὺς ἀγκών· παροιμία, ἥν φησιν εἰρῆσθαι ἀπὸ τοῦ λεγομένου
μακροῦ ἀγκῶνος ἐν τῷ Νείλῳ, κατ' ἀντίφρασιν. εἶναι γὰρ
δυσκόμιστον διὰ τὸ ῥεῦμα καὶ ἀηδῆ· ὅθεν λέγεσθαι τὴν παροι-
μίαν ἐπὶ τῶν αἰσχρόν τι δοκιμαζόντων, ἐπαινούντων δὲ ὡς
καλόν. ἢ {ἐκ} τοῦ ἐναντίου σπουδαῖον μὲν ἡγουμένων, χλευα-
ζόντων δὲ ὡς φαῦλον. Κλέαρχος (fr. 6 M) δέ φησιν {τοὺς
Λυδοὺς} ἐξυβρίζειν εἰς τὰς τῶν καταδεεστέρων γυναῖκας καὶ
παρθένους, καὶ τὸ χωρίον, ἐν ᾧ ταῦτα ἔδρων, ὀνομάσαι
Γλυκὺν· ἀγκῶνα
Γλῶς· ὄνομα Αἰγυπτίου τινός
*γλωσσαλγία· φλυαρία (Eur. Med. 525 ..) vgAPn
γλῶσσαι· φωναί. καὶ σημεῖα ἐπὶ τοῦ ἥπατος, παρὰ τοῖς θύταις
γλώσσας· τὰς γλωσσίδας τῶν αὐλῶν, καὶ τῶν ὑποδημάτων.
καὶ τὰς λαλιάς
γλώσσαργον· στόμαργον. ταχύγλωσσον (trag. ad. 562?) (p)
*γλωσσόκομον· σορός A, θήκη ξυλίνη τῶν λειψάνων vgAn
γλωσσοστροφεῖν· περιλαλεῖν, καὶ στωμύλλεσθαι (Ar. Nub.
792)
γλώνη· [οὐδενὸς ἄξιον]
†γλωρεῖν· χρονίζειν
†γλωρόν· νόμον
γλωττοκομεῖον· ἐν ᾧ οἱ αὐληταὶ ἀπετίθεσαν τὰς γλωσσίδας.
καὶ τὸ γυναικεῖον αἰδοῖον (Eubul. fr. 142)
γλωττοποιός· ὁ τὰς αὐλητικὰς γλωσσίδας ποιῶν
γλωχῖνα· τὴν γωνίαν τοῦ βέλους (Ω 274) καὶ "{τριγλώχινας
ὀιστούς}" (Ε 393 ..) καὶ γλῶσσαν. καὶ ἄκρον. κυρίως δὲ
{γλωχῖνες} αἱ τῶν ἀκίδων ἐξοχαὶ καὶ αἱ τοῦ ζυγοῦ γωνίαι
(Ω 274)
γλῶσσαν οὐκ ἐμπήξετε· οὐκ ἂν καταφάγοιτε, οὐκ ἂν γεύοισθε
(trag. ad. fr. 205?)
γλωσσάσπιδας· τοὺς τῇ γλώσσῃ ὅπλῳ χρωμένους ὥσπερ
ἀσπίδι. μεταφορικῶς
*γναθμοί· γνάθοι. AS σιαγόνες (π 175) S
γναθμόν· τομώτατον καὶ διαιρετικώτατον
γνάθους θηλείας· ἢ γυναῖκας
γναθοῦν· τὸ εἰς γνάθους τύπτειν (Phryn. com. fr. 28)
Γνάθων· παράσιτος h
γναμπτά· καμπύλα. πλεκτά. ὑγρά
γναμπτῆισιν· ἀνακεκλασμέναις. ἐπικαμπέσι (Λ 416)
γναμπτόν· εὔπειστον. ἔνυγρον. εὔγναμπτον (Ω 41) *εὐμετά-
βολον n
γναφέως· καθαίροντος ῥύπον
γναμπτούς· χαλινούς
γνάμψαι· κάμψαι. κλάσαι. πεῖσαι
γνάψεν· ἔξεσεν. ἤμυξεν
*γναπτὰς ἕλικας· τὰ καμφθέντα ψέλια (Σ 401) vgAS
γνάπτει· κάμπτει
γναται· ἀκταί
γναφάδιον· {γναφάλλιον}· [βοτάνη
γνάφαλλον· τύλη. λέγεται δὲ καὶ διὰ τοῦ κ {κνάφαλλον}· καὶ
ὁ γναφεὺς {κναφεύς}
γνάφαλλος· πτίλον
γναφεύς· εἶδος ἰχθύος
γναφῆναι· κλασθῆναι. καμφθῆναι
γνήσιος· ὁ ἐξ ἰσονόμων, ἴδιος, οἰκεῖος
*γνοῖεν· μάθοιεν (Σ 125) vgAS
γνοίης· †ψεύδῆς (S?)
†γνοιΐσαι· ἰγνοῦσαι
γνόφεον· μέλαν
*γνόφος· συννέφεια. δῖνος. ἄνεμος. vgAS ἀχλύς s σκοτομηνία
(Deut. 4,11)
γνώμην δίδωμι· συμβουλεύομαι (1. Cor. 7,25)
γνύθοι· βόθροι. (ps) κοιλώματα. [σπήλαια (g) θαλάμαι. καὶ τὰ
ἐν τῷ βαδίζειν προσκόμματα. ἔνιοι {γνυθούς}
γνυπτῶν· νωθραίνων
*γνύξ· ἐπὶ τὰ γόνατα (Ε 68 ..) vgAS
γνυπτεῖν· ἀσθενεῖν. μαλακίζεσθαι
γνυπτήσει· [εἰς] γονυπετήσει
*γνυπετόν· ἀργόν. οἱ δὲ ἔκλυτον q. g
γνύπετοι· ἐκτεταμένοι. δειλοί. ἄλλοι δὲ κατηφεῖς. καὶ {κατεγνυ-
πτῶσθαι} κατεστυγνᾶσθαι q
γνυπτοῦντι· ἀσθενοῦντι
γνύπωνες· στυγνοί. κατηφεῖς. ἄτολμοι. παρειμένοι. καὶ μαλακοί,
ἀπὸ τοῦ εἰς γόνυ πεπτωκέναι
γνυφαί· νάπαι
*γνώριμοι· μαθηταί vgAS
γνωρίμω· γινωσκομένω, δυϊκῶς (Xen. Mem. 2,3,1)
γνώριμος· οἰκεῖος. [γινωσκόμενος (π 9) p
γνωρίσματα· τὰ συνεκτιθέμενα τοῖς παισὶ ἔξω τῶν περιδεραίων
(Men. Epitr. 86)
(*)γνωρίσαι· φανεροποιῆσαι (Ephes. 6,19. Rom. 9,22)
γνῶθι σαυτόν· ἀπόφθεγμα Χείλωνός φασι q
γνῶμα· τὸν βαλλόμενον ὀδόντα, δι' οὗ τὰς ἡλικίας ἐγνώριζον
τῶν τετραπόδων. καὶ ὁ κατηρτυκὼς ἤδη {λειπογνώμων}.
λέγεται δὲ καὶ {γνῶσις}
γνῶμαι· τὰ ψηφίσματα q
*γνώμη· διάθεσις ποιά τις. p qΣ [καὶ γνώμη.] καὶ ἐπιστήμη q
γνωμοτυπία· γνωμολογία (g)
{γνώμων· ὁ} ἀκριβής, ἀπὸ τοῦ γνῶναι. λέγεται καὶ τὸ ἐν τοῖς
ἡλιοτροπίοις κέντρον. καὶ τὸ παρὰ τοῖς τακτικοῖς
*γνώμων· συνετός. pΣ Σοφοκλῆς (fr. 936)
γνῶναι· κρῖναι. καὶ τὸ συνουσιάσαι (Men. fr. 558) q
γνωσιμαχῆσαι· τινὲς μὲν τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν
τήν τε τῶν ἐναντίων ἰσχύν· (Hdt. 3,25,5 ..) ἄλλοι τὸ γνόντα,
ὅτι πρὸς κρείττονα ἔχοι αὐτῷ {ἡ} μάχη, ἡσυχάσαι (Ar. Av.
555) *ἢ μετανοῆσαι gASP
γνῶσις· σύνεσις, εἴδησις, νόησις
*γνωτή· ἀδελφή· (Ο 350) Σp ἢ ἐρωμένη
*γνωτοί· ἀδελφοί. (Γ 174) (vgAS) γνωστοί
γνωτόν· εὐεπίγνωστον. (Η 401) ποτὲ δὲ ἀδελφόν (Ξ 485)
γόβαλα· τὸ ὅριον. Φοίνικες
γοβρίαι· φανοί, λαμπτῆρες
γόγγρος· ἰχθύος εἶδος. καὶ ἡ γογγρώδης τῆς ἐλαίας ἔκφυσις,
τὸ κάτω τοῦ στελέχους
γογγρύζειν· τονθρύζειν. τὸ ὡς ὗς φωνεῖν, ὅπερ ἔνιοι {γογγύ-
ζειν}. τὸ αὐτὸ καὶ {γρυλίζειν} λέγεται
γογγρύσαι· ὡς χοῖρος φωνῆσαι
γογγρώνη· ἀπόστημα ἐν φάρυγγι (Hippocr. epid. 6,3,6)
γογγύζειν· φθέγγεσθαι. τονθρύζειν
γογγύλον· στρογγύλον. p σκληρόν (Soph. fr. 363,2)
γογγύλλειν· συστρέφειν (Ar. Thesm. 56)
γογγυλόσκηνος· στρογγύλον ἔχων τὸν οἶκον, ἢ τὸ σῶμα
γογγυλεύματα· στρογγυλεύματα
γογγυλωπά· στρογγύλα. εὔτονα. γοργά
γόγγων· μωρός
γόλα· ἔντερα. Μακεδόνες
γοᾶναι· κλαίειν. Κύπριοι
γόδατος· θήρα
γοδόν· γόητα
*γοεραῖς· θρηνώδεσι, πενθικαῖς (Eur. Hec. 84) (gn)
*γόης· μάγος, κόλαξ, περίεργος (Eur. Hipp. 1038) vgAS
*γοητεύει· ἀπατᾷ. μαγεύει. n πείθει. φαρμακεύει. ἐξᾴδει
γοησίοδος· ᾠδός, ἀπατεών
γοητικόν· ἀπατηλόν. μαγικόν. τὸ δι' ἐπαοιδῶν ἐσκευασμένον
γοί· αὐτῷ
γοῖδα †φάρυξ· οὐκ οἶδα
γοιδύες· ῥυτῆρες
γοίδημι· ἐπίσταμαι
γοιδοῦλος· λαλιός. οἱ δὲ {γοδοῦλος}
γοίνακες· βλαστοί
γοῖνος· οἶνος
γοιναῦτις· οἰνοχόη
γοινέες· κόρακες
γοῖσος· μέλαν. πλατύ
γοῖτα· οἶς
†γοιταί· κριθαί. γράστις
γοῖτος· ῥύπος. (s) πάτος
Γοιτόσυρον· τὸν Ἀπόλλωνα. Σκύθαι (Hdt. 4,59)
γολοινά· χλωρά. ἢ γολονά
γολομένη· βοτάνη
γολύριον· κέλυφος. οἰκεῖον Ταραντίνοις
γολμοί· στολμοί
γόλμις· ψὰρ τὸ ὄρνεον
γολαμός· διωγμός
γόλανα· ἀγκύλη. ἀντιλαβεύς
γόλησις· κακοδαιμονία
γολλάκιον· λάκκον
γόμος· θωμός
γόμνη· [ὀρίγανον]
*γομφία ἤγουν {γομφωτήρια}· ξύλα εἰς γόμφους AS
*γομφιασμόν· συνθλασμόν, AS ἢ συντριμμόν, ἢ αἱμωδιασμὸν
[ὀδόντων (Am. 4,6) AS
*γόμφοι· μύλοι. σφῆνες. δεσμά. ἄρθρα. σύνδεσμοι. vgAS καὶ
ὀδόντες vg γόμφιοι
γόμφοις· ταῖς τῶν ξύλων ἁρμογαῖς (ε 248)
*γόμφους· ὀδόντας. καὶ τοὺς συνδέσμους τῶν ξύλων. AS ἢ
μύλους S
γομφωτήρια· ἧλοι
Γόμοῤῥα· [*μέτρον] n(p) στάσις
*γόμφοισι· σφηναρίοις (ε 248) n
γομφοπαγῆ· συνηρμοσμένα (Ar. Ran. 824)
γομφῶσαι· συμπῆξαι
γονάδες· μητέρες
γονᾷ· κύει, γεννᾷ, φύει. ‖ καὶ γυναικεῖον αἰδοῖον
γονάρ· μητέρα Λάκωνες
γονάς· τέκνα (Eur. Med. 717 ..)
*γονορρυής· οὗ ἡ γονὴ φέρεται ἀκουσίως (Lev. 15,4 ..) vgAS
γονόρροια· πάθος περὶ τὴν γονήν
γόνος· *υἱός. (Eur. Phoen. 283 ..) vgAS γέννημα. φυλή. καὶ
ὁ ἀπόγονος παρ' Ὁμήρῳ (Ν 449)
γόνοις· τέκνοις
*γόνυ κάμψαι· ἀναπαύεσθαι (Η 118) S
γονή· γένεσις. μήτρα καὶ τὸ σπέρμα s (Hippocr. epid. 2,1,6 ..)
γονής· νάρκισσος τὸ φυτόν
γονίμη ἡμέρα· ἡ περισσὴ καὶ μὴ ἄρτιος (Hippocr. epid. 2,6,8)
γόνιμος· γνήσιος υἱὸς γεγονώς, ὁ οὐκ εἰσποιητός
γόνιμον· εὔκαρπον
γονίας· εὐχερής. Αἰσχύλος Ἀγαμέμνονι (Choe. 1068?)
γονοειδές· γόνῳ ἐοικός (Hippocr. epid. 2,3,11)
Γονόεσσα· πόλις (Β 573)
γόνυ· ἀγκών
γονοτύλη· τὸ τετυλωμένον {ἐν} τῷ γόνατι. {Τύλας} γὰρ
λέγουσιν, ἃ ἡμεῖς {τυλώματα}
†γουνουνία· σάμψυχος
γονύκροτοι· ἤτοι βλαισοί, οἷς τὰ γόνατα συγκρούει. ἢ δειλοί.
(Anacr. fr. 144) ὑπὸ γὰρ δέους ἔσθ' ὅτε συγκρούουσι τὰ
γόνατα {ἢ ἡ μεταφορὰ ἀπὸ τῶν γερόντων μηκέτι σθένειν
δυναμένων τοῖς γόνασι}
*γονυπετεῖ· παρακαλεῖ. δέεται. ἱκετεύει (Matth. 17,14 ..) vgAS
Γονόεσσα· πόλις Πελοποννήσου
†γόνυγρον· τὰ ἄκαρπα καὶ ξηρὰ πεδία (Hdt. 3,4,3) [ἢ ἡ
μεταφορὰ ἐπὶ τῶν γερόντων μηκέτι σθένειν δυναμένων τοῖς
γόνασι]
†γόνον· μίτον
γονώνη· ὀρίγανος
*γόοιο· θρήνου (δ 103) S
*γόον· θρῆνον (Ε 156) Sn
*γόος· θρῆνος (κ 398) vg ἢ θρηνητικός AS
*γοόωσα· θρηνοῦσα (Ε 413) S
Γοργάδων· ἁλιάδων. Δαιδάλῳ Σοφοκλῆς (fr. 166)
γόργεια· προσωπεῖα p
Γοργίδες· αἱ Ὠκεανίδες
γοργόνες· αἰγίδες. οἱ δὲ τὰ ἐπὶ τῶν αἰγίδων πρόσωπα
γοργολόφας· ἀπὸ τοῦ λόφου τῆς περικεφαλαίας, καὶ τῆς
[ἀσπίδος] Γοργόνος ἣν ἐπ' αὐτῆς {τῆς ἀσπίδος} εἶχεν ὁ
Λάμαχος, ἵνα τὸν Λάμαχον εἴπῃ (Ar. Ach. 567) ...
γόργευσον· τάχυνον, σπεῦσον
*γοργός· εὐκίνητος, vgAS ταχύς p, σκληρός, λιπαρός, εὐτραφής
(Eur. Andr. 458) gAS
γοργῶπιν· φοβερόφθαλμον (Soph. fr. 760,2)
*γοργωπὸν ἕδραν· φοβερὰν [καὶ] καθέδραν. ἢ ὄψιν (Eur.
Rhes. 7) AS
Γοργῶπις· Κρατῖνος ἐν Πυλαίᾳ· (fr. 178) λίμνην φασὶ εἶναι ἐν
Κορίνθῳ, εἰληφέναι δὲ τοὔνομα διὰ τὸ Γόργην ἐμπεσεῖν εἰς
αὐτήν
γοργωπόν· πικρὸν τὴν βλέψιν, [καὶ †{γορδελίζειν}· ἀδολες-
χεῖν] αὐστηρόν (Aesch. Prom. 356?)
γοργώ· γοργότης. πέπλασται δὲ ὥσπερ τοῖς ἄλλοις ποιηταῖς
[ὡς] Ζηλώ, Χρυσώ. τὰ γὰρ περὶ τὴν Δανάην καὶ τὰ {περὶ}
Περσέα καὶ τὰς Γοργόνας Ὅμηρος οὐκ οἶδε. (Λ 36)
γοργώψατο· πικρὸν ἔβλεψε
γοργείην κεφαλήν· οὐ τὴν Γοργόνα ἐκληπτέον, ἀλλὰ γοργό-
τητά τινα καὶ φόβητρον. Ἡσίοδος δὲ πλανηθεὶς ἀνέπλασεν
ἐκ τούτων τὰ περὶ τὸν Περσέα, ὅτι ἀπέτεμε τὴν κεφαλὴν
Γοργόνος (Theog. 280. λ 634. E 741)
γοργοτάτω· γοργότατοι, δυϊκῶς
γοργύρα· ὑπόνομος, δι' οὗ τὰ ὕδατα ὑπεξῄει pq
†γοράπιες· ῥάφανοι
Γόρτυνα· πόλις (Β 646) s
γόρτυξ· ὄρτυξ
γόρυνος· μικρὸς βάτραχος
γοτάν· ὗν. Μακεδόνες
*γορός· κυρτός vgn
γόρυτος· [θήκη τόξου]
*γοῦν· τοίνυν vgAS
†γοράτου· ἠφινόν. οἱ δὲ ῥανῶ
γουναζέσθην· ἐλιτάνευον (Λ 130)
γουνάζομαι· ἱκετεύομαι (Ο 665 ..)
γουνούμενος· ἱκετεύων (Ι 583)
γουνοῦσθαι· ....... γουνιαῖος τόπος
*γουνῶι ἀλωῆς· ἐν τῷ γονιμωτάτῳ τῆς ἁλωνίας (Ι 534) AS
*γούνων· τῶν γονάτων (Α 407) Sn
γουνῷ· γονίμῳ τόπῳ (Σ 57 ..)
*γοῶσα· θρηνοῦσα Sn
γοργώ· [κατάπληξις. φόβος. πικρία. αὐστηρία. καὶ γοργοί,
δυϊκῶς. τὰ λοιπὰ ζήτει ὄπισθεν (γ 853) εἰς ἕτερον {Γοργώ}]
γρᾶ· φάγε. Κύπριοι
γράβαν· σκαφίον. βόθρον
Γραῖα· πόλις. (Β 498) γῆ. καὶ Δημήτηρ
γραῖαν· †κάρδοπον
γραιβία ἢ γραιτία· πανήγυρις. Ταραντῖνοι
Γραικιστί· Ἑλληνιστί
Γραικός· Ἕλλην Sd(p)
γραίνειν· ἐσθίειν g
γραιωπίας· γραίᾳ ἐμφερής
γραιολέας· πονηράς, ἢ ὀλεθρίας γραίας
γράμματα· τὰ γεγραμμένα. καὶ συλλαβαί. καὶ τὰ ζωγραφήματα.
καὶ τὰ ἐν ταῖς δικαστικαῖς ψήφοις. καὶ ὑ{ποτελῶν} ἀπογραφαί
(Plat. leg. 12,955 d)
γραμμαί· ἐν τῇ ὀρχήστρᾳ ἦσαν, ὡς τὸν χορὸν ἐν στοίχῳ
ἵστασθαι
γραμματίαι· γραμματευτά
*γραμματίας· περιεσπασμένους AS
γραμματεύειν· γράφειν. ἀναγινώσκειν
*γραμματεύς· ὁ ἀναγνώστης. q γράμματα εἰδὼς καλῶς (1.
Cor. 1,20) AS
γραμματίδιον· ὁτὲ μὲν τὸ πινακίδιον, ὁτὲ {δὲ} ὅμοιον γλωσσο-
κόμῳ. λέγεται δὲ καὶ ἐπιστόλιον
γραμματιστής· γραμματοδιδάσκαλος
γραμμή· ἡ ἐπὶ τοῦ δρόμου, ἧς ἐπέβαινον οἱ δρομεῖς (Ar. fr. 619?)
γραμμὴ μακρά· εἰώθει ὁ δικαστὴς καταδικάζων ἐν τῷ γραμμα-
τιδίῳ μακρὰν γραμμὴν ἕλκειν, ὁ δὲ ἀπολύων μικράν (Ar.
Vesp. 106)
γράμμαθ' ἑπτά· δραπέτα
γραμματικός· πεπαιδευμένος. καὶ παιδευόμενος
†γρανθέωνα· γέροντα
γράμμα δημόσιον· ἡ διαθήκη
γραος· γραῦς, γυνὴ γηράσασαα
γράπιν· γῆρας τέττιγος, ἢ ὄφεως, καὶ τῶν ἐκδυομένων. καὶ
εἶδος ὀρνέου. καὶ ῥυσσόν, ἀπὸ τοῦ γραμμὰς ἔχειν τὰς ῥυτίδας.
ὅθεν καὶ ἡ γραῦς ἠτυμολόγηται [παρὰ τὸ εἰς γῆν ῥέειν]
γραπίνης· οἶνος τραχύς
γραπτῦς· τὰς ἀμυχὰς καὶ καταξύσεις τῶν ἀκανθῶν (ω 228)
γράσος· δυσοσμία (Eupol. fr. 242)
*γράσων· μωρέ, ἀνούστατε vgASn
γραύκαλος· ὄρνις τεφρός
γραῦς· τὸ συναγόμενον καὶ ἐπιπηγνύμενον ἐπάνω, ὅταν γάλα
ἕψηται, τοιοῦτον ὑγρόν. καὶ ἡ ἐν τοῖς χείλεσι τῶν ποτηρίων
γραμμή. καὶ βόλος τις ἀστραγάλων
γραῦς Ἔριφος· Ἀπολλόδωρός (244,301 J.) φησιν, ὅτι ἔστι
τις παροιμιώδης λεγομένη Ἐριφία γραῦς· εἶναι δὲ αὐτὴν οἷον
γραῦν ἔριφον, τὴν ἐν παρθενίᾳ καταγεγηρακυῖαν. οἱ δὲ ἀπὸ
τῆς ἀκρίδος· τὴν γὰρ ἀρουραίαν ἀκρίδα ὑπό τινων μάντιν
λεγομένην {κατὰ Σικελίαν γραῦν ἔριφον καλεῖσθαι}
*γράφεται· ἀντιγράφει. ἢ κατηγορεῖ vgAS
γραφεύς· ζωγράφος (Dem. 21,147)
*γραφὴ {καὶ ἔγκλημα}· κατηγορία vgAn {καὶ ἔγκλημα} vgAS
γραφή· ἡ δημοσία δίκη, ὡς ὅταν ἢ ψηφίσματος ἢ νόμου τις
κατηγορῇ. καὶ ἡ ἐπὶ δίκην κλῆσις. καὶ ἡ παράγραφος γραφή.
καὶ ἐπίκλημα [κατηγορίαν καὶ ἔγκλημα]
γράψαι· ξύσαι, S χαράξαι, ἀμύξαι
*γρηῒ καμινοῖ· ἐπεὶ εὔλαλοι αἱ γρᾶες· διὰ τὸ παντοδαποῖς ἀν-
δράσιν ὁμιλεῖν (σ 27) S
γρήιον· παλαιόν (Callim. fr. 490)
γρήνη· ἄνθη σύμμικτα
Γρήνικος· ποταμός (Μ 21)
γρίντης· βυρσεύς p
γρῖνος· δέρμα
γριπίζει· ἁλιεύει
γριπεύς· ὁ ῥάπτων τὰ ἁλιευτικὰ λίνα. καὶ ὁ ἁλιεύων
γριπώμενα· συνελκόμενα. καὶ σπασμωδῶς συμπαθοῦντα. οἱ δὲ
ἐγγίζοντα (Hippocr. Prorrhet. 1,100)
Γρίσων· ὗς. (p) Ἀριστοφάνης (fr. 97 Nauck) δὲ ὄνομα δρο-
μέως νενικηκότος ἐν Ὀλυμπίᾳ στάδιον
γριφᾶσθαι· γράφειν, οἱ δὲ ξύειν καὶ ἀμύσσειν· Λάκωνες.
γριφεύειν· αἰνίττεσθαι
*γρῖφοι· τὰ ἐν τοῖς πότοις {προ}βαλλόμενα ζητήματα (q) ASPn
*γριφοειδές· δυσεύρετον (gn)
γρῖφος· τὸ δίκτυον pn καὶ συμποτικὴ ζήτησις αἰνιγματώδης·
καὶ πρόστιμον τῷ μὴ λύσαντι τὸν γρῖφον, ἐκπιεῖν τὸ συγκεί-
μενον, ἤτοι ἄκρατον, ἢ ὕδωρ, τουτέστι κάδον ὕδατος
*γρίφους· ζητήματα v(g) AS
γριφώμενα· γραφόμενα. ἢ ἐπανειλούμενα
*γρομφάς· ὗς παλαιά, σκρόφα. vgASn ὁμοίως καὶ ἡ {γρόμφις}
γρόνθων· ἀναφύσησις, ἣν πρώτην μανθάνουσιν αὐληταὶ καὶ
κιθαρισταί
γρονθωνεύεται· θυμοῦται
†γρόσυνον· τάραξον
γροῦμος· στρόβιλος
γρούσσεται· μηρύεται, ἤγουν ἐκτείνεται
γροφεῖς· οἱ ζωγράφοι
γρῦ· *ὁ ὑπὸ τῷ ὄνυχι ῥύπος. Ap ἤδη δὲ καὶ τὸ ἐλάχιστον.
καὶ ἡ γρύτη. καὶ [τὸ βραχύ p
γρυβός· γρύψ
γρύζειν· φθέγγεσθαι, λέγειν (Ar. Plut. 454)
γρυήλιον· ῥωχμὴν δρυός
γρυλίων· ὁ χοῖρος
γρυλίζοντα· γρύζοντα
γρυλίζειν· γογγύζειν
γρύλλη· ὑῶν φωνή
*γρύλλος· χοῖρος AS
γρύμνη· [ἄνηκος]
γρυμέα· [ἐσθής. καὶ] ἀγγεῖον, [σκευοθήκη, p ἐν ᾧ ἡ γρύτη
(Diph. fr. 127), ἤδη δὲ καὶ τὰ λεπτὰ σκευάρια, [ἃ καὶ {γρύτην}
λέγομεν (Sapph. fr. 156) q
γρυμπάνειν· γρυποῦσθαι. συγκάμπτειν
γρῦνος· ὁ γρύψ
*γρύξ· ὁ ῥύπος τοῦ ὄνυχος AS
*γρύξαι· ἠρέμα κράξαι vgAS, ἢ ἠρέμα φθέγξασθαι, (Jos. 10,21)
Σ ἢ ὑλακτῆσαι (Exod. 11,7) n
γρύπαι· αἱ νεοσσιαὶ τῶν γυπῶν· οἱ δὲ {γύπαι}
γρυπάλιον· γερόντιον. ἢ {γρυπάνιον}
γρῦπες· μέρος τῶν τῆς νεὼς σκευῶν, καὶ ἄγκυραι. καὶ εἶδος
ζώου πτερωτοῦ, ὃ καλοῦσι {γυπονέμεσιν}
†γρυπνόν· στυγνόν, κατηφές
*γρυπός· τὰ ἔξω τοῦ στόματος {ἐπικαμπῆ ἔχων} S καμπυλόρρις
AS ὁ ἐπικαμπῆ τὴν ῥῖνα ἔχων (Xen. Inst. Cyr. 8,4,21) gAS
γρυπόν· [γρύψ κατηφῆ, στυγνόν] (S)
γρύπτειν· γρυποῦσθαι. συγκάμπτεσθαι
*γρῦται· σκεύη AS(gh)
γρυτεύεται· παρασκευάζεται s
γρωθώνη· σαπρὰ γραῦς. οἱ δὲ τὴν παλαιὰν ὄνον ἢ σῦν
γρωθύλοι· γωλιοί. σπήλαιον
γρωνάδες· θήλειαι σύες
γρώνους· τοὺς ἀκούοντας, καὶ τοὺς μὴ λαλοῦντας. καὶ παλαιὸν
ἀγγεῖον σκύτινον. καὶ {τὸ} κοῖλον τοῦ δίφρου, οὗ {αἱ} λόγχαι
κεῖνται. ἄλλοι δὲ τὴν ὀπὴν τῆς πέτρας, δι' ἧς τὰ σχοινία πρὸς
τῶν νεῶν στάσιν ἠσφαλίζοντο
γύαι· ὁδοί. *πλέθρα vg
γύαια· ἀπόγεια σχοινία, τὰ πρυμνήσια, ἐπίγυα ‖ ποτήρια.
πτυχαί
*γύαλα· θησαυροί. ταμεῖα. κοῖλα. (Eur. Phoen. 237) gAS
γύαλον· κοῖλον, ἄλλοι περίβολον. (Eur. Andr. 1093) ἄλλοι τὸ
κύτος τοῦ θώρακος· (Ν 507) τιθέασι δὲ καὶ ἐπὶ τοῦ κοιλώματος.
(Hes. Theog. 499) καὶ δηλοῦται διὰ περιφράσεως ὁ πᾶς
θώραξ
γυβᾷ· κολυμβᾷ
Γυγᾶ· Ἀθηνᾶ ἐγχώριος
†γυγαί· πάμποι
*γύας· γῆς AS {μέτρα} (Eur. Alc. 687) S
Γυγαίη λίμνη· ἐν Λυδίᾳ (Β 865) S
*†γυγαίη νύξ· ἡ σκοτεινή [γῆ] s
*γυλομένος· {ὀλέθριος} s
γυέλιον· κόλπον
γυήτης· χωλός
*γύη· μέτρον πλέθρου AS
γύης· τὸ κατώτατον μέρος τοῦ ἱστοβοέως ἐν τῷ ἀρότρῳ·
{αὐτόγυον} (Hes. op. 433) δὲ τὸ μὴ σύνθετον, ἀλλ' ἐξ ἑνὸς
ξύλου. δηλοῖ δὲ καὶ μέτρον γῆς "{δίγυον}" καὶ "{πεντηκοντό-
γυον}", (Ι 579), καὶ αὐτὴν τὴν γῆν. ἔτι δὲ καὶ ἡ τῶν ἀστραγά-
λων σύνθεσις
γύης· Διονύσιος (av. 2,16?) αὐτὴν γύτης εἴρηκε
γυθίσσων· διορύσσων
γυῖα· *μέλη. (Γ 34 ..) vgASPn χεῖρές τε καὶ πόδες *καὶ τὰ
λοιπά vg
γυιώσω· χωλώσω p ἐκλύσω. χωλοὺς ποιήσω, πηρώσω (Θ 402)
γυιή· [ὄρυξ. ὀργυιά.] χωλή. ἀσθενής
γυιός· χωλός. νοσώδης. πηρώδης
γυλλίσκοι· ἰχθύες ποιοί
Γυλιός· ὁ Ἡρακλῆς. καὶ ἀγγεῖον ὁδοιπορικὸν εἰς ἀπόθεσιν τῶν
ἀναγκαίων, ᾧ ἐχρῶντο οἱ στρατιῶται (Ar. Pac. 527?)
*γύλλιον· ἀγγεῖον πλεκτόν vgASn
γυλλάς· εἶδος ποτηρίου, παρὰ Μακεδόσιν
γύλλινα· ἐρείσματα. γεῖσοι
γυλλός· κύβος, ἢ τετράγωνος {λίθος}
γυλλοί· †στολμοί
*γυμνάζεται· ἀσκεῖται AS
γυμνασία· ἄσκησις. [μελέτη ps
γυμνασιάρχης· ἄρχων τοῦ ξυστοῦ. AS ἢ βόλου ὄνομα
γυμνάσιον· τόπος, ἐν ᾧ ἀγωνίζονται
γυμνή· ἄνηβος
γυμνηλοί· οἱ ἀκτήμονες, καὶ πένητες
γυμνῆτες· οἱ μὴ ἔχοντες ὅπλα· οἱ δὲ τοὺς σφενδονητάς· οἱ δὲ
τοὺς γυμνοὺς μαχομένους (Eur. Phoen. 1147?)
γυμνόν· ἀνυπόδητον. ἢ ἀπεσκυθισμένον, ὡς Ἀρχίλοχος (fr.
161)
Γυμνοπαίδια· ἔνιοι μὲν ἑορτήν φασι Σπαρτιατικήν, ἐν ᾗ τοὺς
ἐφήβους κύκλῳ περιθεῖν τὸν ἐν Ἀμυκλαίῳ βωμὸν τύπτοντας
ἀλλήλων τὰ νῶτα. ταῦτα δέ ἐστι ψευδῆ. ἐν γὰρ ἀγορᾷ ἑορτά-
ζουσι· πληγαὶ δὲ οὐ γίνονται, ἀλλὰ πρόσοδοι χορῶν γεγυμ-
νωμένων
γυμνότερος λεβηρίδος· Ἀριστοφάνης (fr. 35) φησὶ {τυφλό-
τερος λεβηρίδος}. ἔστι δὲ {λεβηρὶς} τὸ τοῦ ὄφεως γῆρας,
διὰ τὸ λέπος εἶναι. κενὸν δὲ τελέως ἐστὶ τοῦτο καὶ τυφλόν.
τὰς γὰρ ὀπὰς μόνας ἔχει τῶν ὀφθαλμῶν. τάττουσι δὲ τὴν
λέξιν ἐπὶ τέττιγος, καὶ συνόλως ἐπὶ τῶν ἀποδυομένων τὸ
γῆρας. Τριχῇ δὲ ἀναγράφουσι τὴν παροιμίαν. καὶ οἱ μὲν
{τυφλότερος λεβηρίδος}, οἱ δὲ {κενώτερος}, οἱ δὲ {γυμνό-
τερος}
γυμνῷ φυλακὴν ἐπιτάττειν· παροιμία ἐπὶ τῶν {μὴ} δεομέ-
νων προστάξεως, διὰ τὸ ἀναγκαίως καὶ χωρὶς ἐπικελεύσεως
τοῦτο πράττειν. Φερεκράτης Τυραννίδι (fr. 144)
γυναικεῖα· τὰ ἔμμηνα. καὶ οἱ γυναικεῖοι τόποι (s)
γυναικίσκιον· παιδίσκιον
*γυναικωνῖτις· οἶκος γυναικῶν AS
*γύναιξ· γύναι s
γύναιον· γυνή
γυναιμανές· γυναικομανές. ἐπὶ γυναιξὶ μεμηνώς, ἢ τὰς γυναῖκας
ἐκμαίνων· *ἢ ἐπὶ γυναιξὶ μαινόμενος gSn ἢ γυναῖκας εἰς μανίας
ἄγων διὰ τὸ κάλλος (Γ 39)
γυναίου· γυναικείου (s)
γυναίων εἵνεκα δώρων· διὰ γυναικῶν δωροδοκίαν (λ 520) S
γυναῖκες εἰλίποδες· διὰ τὴν δέσιν τῶν σκελῶν καὶ πλοκὴν
τὴν κατὰ τὴν συνουσίαν. (Eupol. fr. 161) καὶ Ἀνακρέων (fr.
164) πλέξαντες μηροῖσι πέρι μηρούς
γυνή· ἡλικία τις παρὰ Πυθαγόρᾳ. *ἡ ἄνθρωπος AS
γύννις· δειλός, ἄνανδρος, γυναικώδης· Ἀριστοφάνης (Thesm.
136). *{γύννιδας}· μαλακούς AS
γυναικὸς ἄρ' {ἀντὶ τέτυξο}· ἀντὶ γυναικὸς ἄρα γεγένησο
(Θ 163)
γῦπες· ὄρνεα σαρκοφάγα καὶ νεκροφάγα (Δ 237 ..)
γύπας· καλύβας, καὶ θαλάμας. οἱ δὲ γυπῶν νεοσσιάς, ἄλλοι
στενὰς εἰσόδους. οἱ δὲ τὰς κατὰ γῆς οἰκήσεις. οἱ δὲ σπήλαια.
καὶ {γυπάρια} τὰ αὐτά. οἱ δὲ ἀζώστους, ἀνασεσυρμένους
γύπη· κοίλωμα γῆς. θαλάμη. γωνία
γυπόν· μακρόν
γυπὸς σκιά· παροιμία, ἐπὶ τῶν μηδὲν ἄξιον ὑπὸ φθόνου πρατ-
τόντων
Γυράς· ὄρος ἐν Τήνωι
γύργαθον· σκεῦος πλεκτόν, ἐν ᾧ βάλλουσι τὸν ἄρτον οἱ ἀρτο-
κόποι (Ar. fr. 217)
Γυρῇσι πέτρηισιν· οὕτω καλοῦνται Γυραὶ πέτραι ἐν τῷ
Ἰκαρίῳ πελάγει πρὸς Μυκόνῃ τῇ νήσῳ (δ 500)
γῦρις· παλή, καὶ σποδός
γυρίτας· αὐτοπύρους ἄρτους
γυρόν· κατακεκαμμένον. *[κυρτόν, στρογγύλον. (τ 256) (vgAS)
κυκλοειδῆ
γύρινον· τὸ ἐκ τοῦ βατράχου παιδίον
γυρτόν· κυφόν [γυρτόν· σκυφόν]
γῦροι· βόθροι
γυρτεύς· †ἀνακρωτόφονον
Γυρτώνη· πόλις ἐν Θεσσαλίᾳ (Β 738)
γυρῶσαι· πληρῶσαι
γῷ· ἑαυτῷ. ἰδίῳ. καὶ ᾧ
γωγώνη· [φάρυγξ]
γωγγάμη· ἐν ᾧ οἱ ἁλιεῖς συνάγουσι τὰ ὄστρεα. εἴρηται καὶ
{γαγγάμη}
γωλειοί· σπήλαια. (p) s καὶ αἱ πρὸς θάλασσαν καταδύσεις
γωνιασμός· τοίχων συμβολὴ ἐγγώνιος. οἱ δὲ γεωμετρικὸν
θεώρημα. Ἀριστοφάνης Βατράχοις (956)
γῶνορ· γωνία. Λάκωνες
*γῶν ὁρίσματα· [γνωρίσματα] τοποθεσίαι (Greg. Naz. c. 2,1,39,
102 [37,1336]) w
γῶνος· γουνός. ἕδος. καὶ παιδιά τις παλαιστρική. οἱ δὲ κώπη
*γώνυμος· [φερώνυμος vgAS]
γῶος· μνημεῖον
γῶπας· κολοιούς. Μακεδόνες
γωροῦται· σαρκοῖ. Λάκωνες
γωρυτός· τοξοθήκη. (φ 54) gAS θύλακος. οἱονεὶ {χωρυτός}
†δαάναι· διάζεσθαι, ὅσον εἰς τὴν χρείαν τοῦ στήμονος μεριζό-
μενον καθάπτεσθαι
δαβῇ· καίηται. Λάκωνες
δαβελός· δαλός. Λάκωνες
δαβούλ· ἡ ἄρκτος. Χαλδαῖοι
†δάγμνος· οἰκτρός. πένης. ἐλεεινός
δάγκλον· δρέπανον
†δαγνόν· πυκνόν
δαγόμενον· ἐρρωμένον
*δᾷδα· λαμπάδα vAS
*δᾷδας· λαμπηδόνας (g) SP
*δᾷδες· λαμπάδες g
δαδαίνειν· [ἀντέχειν. ἀτενίζειν. μεριμνᾶν. φροντίζειν. ἀθρῆσαι]
δαδεῦνται· [διαιροῦσιν. εὐωχοῦνται]
*δᾳδουχεῖ· λάμπει, φέγγει. φωτίζει. [φαίνει vgS
*δᾳδουχίας· λαμπαδηφορίας AS λυχναψίας. φωτισμοῦ (2. Macc.
4,22)
*δᾳδοῦχος· λυχνάπτης. [λαμπαδηφόρος SP
*δᾳδουχοῦνται· φαίνονται AS
*δᾳδουχῶν· διαλάμπων. SPn φωτίζων SP
δαδύσσεσθαι· ἕλκεσθαι. [σπαράσσεσθαι (Sophr. fr. 117) (pn)
δαείω· οἶδα, ἐπίσταμαι (Φ 61 ..)
δαείς· μαθών (δ 396?) S
δάειν· κακουργεῖν
δάειρα· δαέρα γὰρ εἶναι .... τὸν τοῦ ἀνδρὸς ἀδελφὸν δηλοῖ.
[καὶ {δαήμων} ἔμπειρος.]
δαῖσαι· χορτάσαι σιτίων (Eur. Or. 15 ..)
δᾶερ· ἀνδράδελφε (Ζ 355)
*δαείω· μάθω (Κ 425) AS
*δᾶερ ἐμεῖο κυνός· τοῦ ἀνδρός μου ἀδελφὲ τῆς ἀναιδοῦς (Ζ 344)
AS
δαεινόν· [κλαύσιμον]
†δάελον· διάδηλον
δαερόν· μέλαν. καὶ τὸ καιόμενον
*δαέρων· τοῦ ἀνδρὸς ἀδελφῶν (Ω 762 ..) AS
Δαήλης· ἱερεὺς Ἀρτέμιδος
*a) δαήμεναι· {μαθεῖν} (Ζ 150) S b) *{δαήμονες}· ἔμπειροι
vgA γυναῖκες
(*)δαήμων· ἔμπειρος τεχνίτης
*δαήμονος· ἐμπείρου τεχνίτου (Ο 411) S
δαήμων· εἰδήμων, [ἐπιστήμων r *ἔμπειρος Σ
*δαῆναι· μαθεῖν (δ 493) g
δαηρόν· θερμόν, καυματηρόν, λαμπρόν, προφανές
δάης· μάχης μεγάλης
*δάηται· καίηται (Υ 316) S
†δάθεα· ἅρπη φρεατία. Ταραντῖνοι
*δαίδαλα· κατασκευάσματα ποικίλα (Ε 60) vgAS
δαιθμόν· ἐμπρησμόν
*δαΐα· μεγάλη, ἄπειρος s σεμνή, φοβερά
†δαΐαν· τὴν ἀρουμένην σεμνήν
*δ' αἰάζω· ἀναβοῶ. στενάζω (Eur. Or. 80) gASP
*δαιδαλέην· ποικίλην (Σ 612) AS
Δαιδάλεια· Ἀριστοφάνης τὸν ὑπὸ Δαιδάλου κατασκευασθέντα
ἀνδριάντα, ὡς διὰ τὸ ἀποδιδράσκειν δεδεμένον
*δαιδαλέοισιν· εὖ πεποικιλμένοις (Ν 331 ..) AS
*δαιδάλεον· ποικίλον S εὐεργές (Χ 314)
*δαιδάλων· ποικίλων (r) AS
*δαί· δέ, n "τίς δαί" (Eur. Med. 1012 ..) S
*δαΐδες· λαμπάδες. g λύχνοι
*δαΐδων· λαμπάδων (Σ 492) S
Δαιδάλου ποίημα· ... καὶ τὸ κοσμούμενον ὑπὸ Πλαταιέων
ξύλον
δαιδήσσουσι· βασανίζουσι
δαιδύσσεσθαι· ἕλκεσθαι
δᾳδῶχορ· λυχνία
*δαῖε· [διεμέριζεν] ἔκαιεν (Ε 4) gAS
δαίειν· καίειν (P) φλέγειν
δαιεμῶν· [δαιμόνων]
δαΐζοι· διαμερίζοι
*δαίεται· διαμερίζεται s καίεται g (α 48) [αἰσχύνεται δικάζεται s]
δαιέλιξι· τοῖς πεπυρακτωμένοις ξύλοις κατὰ τὸ ἀρχαῖον μετὰ
προσβολῆς πυρσῶν, παρὰ Ἀργείοις
*δαϊζόμενος· κατακοπτόμενος. κατακαιόμενος AS
*δαΐζων· διακόπτων (Η 247 ..) ASg
δαιθμός· διαίρεσις, μερισμός
*δαῆσαι· διδάξαι rg
δαῖμα· σπιθαμήν. καὶ τὸ ἔγκωλον τοῦ σχοινίου. στήμονα δὲ
Ταραντῖνοι
δαιμονᾷ· ὑπὸ δαίμονος κατέχεται (Aesch. Choe. 566) r(p)
†δαιμοί· οἱ καταδικασθέντες τὰς οὐσίας εἰς βασιλέως
δαιμόνιον· θεῖον. μόρσιμον (Eur. Phoen. 352)
δαίμονες· οἱ θεοί, δαήμονές τινες ὄντες, r οἷον ἔμπειροι· ἢ ὅτι
πάντα μερίζουσιν, ἀπὸ τοῦ δάσασθαι
*δαιμόνιε· μακάριε. (r) vgAS κακόδαιμον (Β 190 ..) (r) Sn
δαιμονίζειν· τὸ δαίμονα ἡγεῖσθαι, καὶ ἀποθεοῦσθαι (Soph. fr.
173)
δαιμονίην· μακαρίαν. θειοτάτην
*δαιμονίη· μακαρία (Γ 399) S
δαιμονητιᾷ· δαιμονίζεται. Κρῆτες
δαίμων· δαήμων. θερμόφρων. ἢ [θεός (Γ 420 ..) s
†δαιμοδία· ἡ τῶν ἀρίστων ἐπιβολή r
*δαίνυ· ἑστίασιν, εὐωχίαν [παρασκεύαζε (Ι 70) S
*δαΐ· μάχῃ, A ὡς γραῦς γραΐ, καὶ ναῦς ναΐ (Ν 286)
δαΐν· μάχην. νίκην λαμπάδων (Callim. fr. 518)
δαϊνόν· [πυκνόν. καύσιμον]
*δαίνυντο· εὐωχοῦντο (Α 468) Sn
δαίνυσθαι· εὐωχεῖσθαι. vgAS τρέφεσθαι (Ε 805) AS
δαιομένων· μεριζομένων
δαϊζόμενος· μεριζόμενος. τὴν γνώμην διαιρούμενος. (Ξ 20)
*δαΐξας· κατακόψας vgAS
δάϊξε· κατέκοψε
δαΐζομαι· [διελεύσομαι]
*δάϊον τέρας· τὸ πολεμικὸν σημεῖον (Eur. Phoen 1023) gAS
*δαιόμενον· καιόμενον (Θ 75) (S) μεριζόμενον
δαίμονα δώσω· λείπει {κακόν}, ἵνα {ᾖ} κακὸν δαίμονα δώσω
(Θ 166)
*δαϊκταμένων· ἐν πολέμῳ ἀναιρεθέντων (Φ 146) AS
δαΐζει· διασπᾷ. τέμνει. σχίζει. θάπτει. πορθεῖ. σκυλεύει.
†δαίε λέμυθον· δίελε. σαφήνισον
δαίνυνται· ἑστιῶνται. θερμαίνονται
δάϊον· ἰσχυρόν. ἀγαθόν
Δαῖρα· ἡ αὐτὴ τῇ Δαείρᾳ (Aesch. fr. 277)
†Δαῖροι· Θάσιοι
δαί· σύνδεσμος ἴσος {τῷ} {δέ} συμπλεκτικῷ παρὰ τῷ ποιητῇ
(α 225 ..)
δαίς· πεύκη, λαμπάς [εὐωχία. ἢ μάχη καὶ σώφρων]
δαίς· Σοφοκλῆς, "ἦλθε δὲ Δαὶς θάλεια πρεσβίστη θεῶν" (fr. 548)
ἡ δι' ἐράνων εὐωχία· ἔνιοι δὲ τὰς Μούσας. Τριπτολέμῳ.
*δαῖτα· εὐωχίαν (Α 424) vgAS
δαίσιμον· ἐδώδιμον r
δαιταλεύς· *ὁ ἐπὶ τὰ δεῖπνα πορευόμενος. Tnw δαιτυμών
(Aesch. Prom. 1024)
*[δαιταί· λαμπάδες] s
Δαισιανός· δρομεύς ἐστιν ἐπὶ βραδυτῆτι καὶ πενίᾳ κωμῳδού-
μενος (Com. ad. fr. 822)
*δαίτας· μεριστάς Sn {Μακεδόνες} nw
δαίτηισιν· εὐωχίαις (Κ 217)
*δαιτός· εὐωχίας, εὐφρασίας (Α 468 ..) AS
δαιτὸς ἀκουάζεσθον· ἐν εὐωχίᾳ τιμῆς ἀξιοῦσθε, ἢ οὐ πρῶτοι
καλεῖσθε; (Δ 343)
*δαιτροί· μερισταί Σ
*δαιτὸς ἐΐσης· τῆς ἐξ ἴσου μεριζομένης εὐωχίας, AS ἤτοι τροφῆς
(Α 468 ..)
*δαιτρεύειν· διαιρεῖν, n(g) διανέμειν (Λ 704)
δαιτρόν· μεμετρημένον πρὸς μέρος. (Δ 262) {οἱ} μὲν διαιρετόν,
μεριστόν, οἱ δὲ μάγειρον (α 141)
*δαιτρός· μάγειρος διαιρῶν gn τὰ κρέα, n ἢ ὁ ἐν τραπέζῃ κόπτων
τὰ μέρη (α 141) AS {Δαὶς} γὰρ ἡ εὐωχία S
δαιτροπόνος· σιτοπόνος, σιτοποιός
δαιτυμόνες· *σύνδειπνοι. Sn ἀριστηταί. vg(A) εὐωχούμενοι.
(δ 621) Sn ἢ μάγειροι
δαΐφρονος· συνετοῦ vgAS περὶ τὸν πόλεμον (Β 23 ..)
*δαΐφρων· συνετός S πολεμικός, AS πολεμικὰ φρονῶν (Β 875 ..)
[{Δαὶς} γὰρ [μάχη] εὐωχία A] καὶ σώφρων
δαΐω· [μάθω]
δαίων· καίων S
*δαίω· καίω ἐξάπτω vgAS
δάκε· ἐλύπησε (Ε 493)
(*)δακέθυμον· λυποῦντα τὴν ψυχήν (Greg. Naz. c. 2,1,13,25
[37,1229])
δάκετον· θηρίον (Callim. fr. 515) (p)
*δάκη· θηρία (Eur. Hipp. 646) gS καὶ {δάκος}· ἑρπετόν
δάκια· τὰ ἄγρια ὀρνιθάρια
*δάκνει· λυπεῖ (Eur. Hipp. 1313) s
δακνίς· ὀρνέου εἶδος
δαιῶσαι· πορθῆσαι
δακρυόεντα· κλαίοντα
δακρυόεσσαν· δακρύειν ποιοῦσαν (Ζ 455)
δακρυοέσσης· δακρύων παραιτίου (Ν 765) (S)
δακρυπλώειν· πλημμυρεῖν τοῖς δάκρυσιν (τ 122)
*δακρυροῶν· δάκρυα ῥέων vgS
δακρυώτατον· ἀτυχέστατον
δακτύλιοι· οἱ τετρημένοι λίθοι, ἐξ ὧν τὰ ἀπόγεια σχοινία
ἐξάπτεται. καὶ τῆς θύρας τὸ ἐπίσπαστρον {καὶ τοῦ πηδαλίου
τὸ ἄκρον δακτύλιος}
δακτύλιος· Ἀττικῶς διέστελλεν (Ar. fr. 320,12). καὶ τὸ μὲν
ἁπλοῦν {δακτυλίδιον} ἐκάλουν, τὸ δὲ γλυφὴν ἔχον {σφραγί-
διον}. [καὶ τοῦ πηδαλίου τὸ ἄκρον {δάκτυλος}]
δακτύλιος φαρμακίτης· ὃν οἱ φαρμακοπῶλαι εἰώθασι πιπρά-
σκειν ἀντιφάρμακον. (Eupol. fr. 87)
δάκτυλος· οὕτω καλεῖται ῥυθμοῦ εἶδος καὶ κρούματος. χρῶνται
δὲ αὐτῷ μάλιστα οἱ αὐληταί (Ar. Nub. 651)
δακτυλοδείκτων· ... (Aesch. Ag. 1332)
δακτυλωτὸν ἔκπωμα· ἔνιοι τὸ κέρας. ἄμεινον δὲ τὸ {ξυστρω-
τὸν} λεγόμενον. ἢ διὰ τὸ ὦτα ἔχειν ἔξωθεν καὶ δύνασθαι τοῖς
δακτύλοις κρατεῖσθαι, οἱ δὲ ὅτι ἔξωθεν οἱ δάκτυλοι ἐνείροντο
(Ion trag. fr. 1)
†δάλα· ἄμπελος
*δάκω φρένα· λυπήσω τὴν διάνοιαν (Eur. Phoen. 383) S
δαλάγχαν· θάλασσαν
δάλαν· λύμην
δάλεμον· δηλήμονα
δάλεστον· ὄνον. Κρῆτες
δαλῇ· κακουργῇ
δαλήσασθαι· λυμήνασθαι, ἀδικῆσαι
†δαλίδας· τὰς μεμνηστευμένας
δαλίον· δαλόν. ἐν ταῖς ἱεροποιΐαις εἰώθασι τὸν δαλὸν ἐμβάλλειν
εἰς τὴν χέρνιβα καὶ περιῤῥαίνειν τὸν βωμόν (Ar. Pac. 959)
δαλιοχεῖν· τὸ παιδὶ συνεῖναι. Ἀμπρακιῶται. τινὲς δὲ τὸ
μοιχεύειν
δαλιοχός· μοιχός S {δαλιοχεῖον}· ὁ τόπος τῆς μοιχείας s
δαλής· μωρός S
δάλλει· κακουργεῖ
δαλλώ· ἡ ἀπόπληκτος. οἱ δὲ τὴν ἔξωρον παρθένον, ἢ γυναῖκα
[καὶ] πρεσβυτέραν, ὅταν συμπαίζῃ ταῖς παρθένοις. ὑπερῆλιξ
δᾶλον· ζῆλον. *ἢ λαμπάδα, ἢ ξύλον κεκαυμένον, (Ν 320)
δαλίον ἡμίφλεκτον (ε 488) S(vg)
δαλός· μελάνουρος ἰχθύς S *ἢ λαμπάς, vgS ἢ ξύλον κεκαυμένον,
vg τὸ ἐξημμένον ξύλον· S παρὰ τὸ {δαίεσθαι} ἤγουν καίεσθαι
(Ο 421)
†δαλμᾶναι· εἰκάσαι
†δαλοῦν· σύντομον
δαλῶ· [ὑπερῆλιξ. νεώτερος]
δάλτιον· πινάκιον. οἷον γραμματίδιον
*δαμᾷ· δαμάζει (Α 61) vgS
δαμᾷ· δαμάζων. δαμάζει, ὑποτάσσει
δάμαλις· μόσχος. καὶ κατὰ παντὸς νέου
δαμάλην· τὸν ἔρωτα. ἤτοι τὸν δαμάζοντα. ἢ ἀγέρωχον (Anacr.
fr. 2,1)
δαμάλλοντες· δαρδάπτοντες
*δάμαρ· γυνὴ vgSP ἔχουσα ἄνδρα (Ξ 503 ..)
δάμαρης· [ὀχετός]
δαμαρίππεως· εἶδος ἰσχάδων. Εὔπολις (fr. 407)
δαμαρούσιος· ὀχετὸς δημόσιος
*δάμαρτι· γυναικὶ Sn γαμετῇ (Γ 122)
*δάμαρτος· τῆς γαμετῆς (Eur. Or. 361 ..) S
δάμασσεν· ἀνεῖλεν (Ε 106)
δαμάσσετο· ἐδάμασε (Ε 278)
δαμάσῃ· ἀποκτείνῃ (ε 468)
Δαμασικόνδυλον· Εὔπολις, ὡς ἂν τὸν Δαμασίστρατον, ὄντα
Χῖον παλαιστήν, οὕτως λέγει (fr. 408)
Δαμασκός· αἷμα σάκκου
Δαμάστης· οὕτως ὁ Προκρούστης ἐκαλεῖτο
δαματρίζειν· τὸ συνάγειν τὸν Δημητριακὸν καρπόν. Κύπριοι
δαμάτριον· ἄνθος ὅμοιον ναρκίσσῳ
Δάμεια· ἑορτὴ παρὰ Ταραντίνοις
*δαμείς· δαμασθείς S ἐν πολέμῳ ἀναιρεθείς (Γ 429)
δαμεῖσα· δαμασθεῖσα (Aesch. Prom. 602?)
δαμεῦσαι· αἰσχῦναι. κοινοποιῆσαι
δαμῆναι· δαμασθῆναι S ἐπὶ γυναικός (γ 262), ἀναιρεθῆναι
ἐπὶ ἀνδρός (δ 397 ..)
*δαμήμεναι· ὑποταχθῆναι (Κ 403) (g) S
δαμιουργοί· αἱ πόρναι
*δάμνα· ἐδάμαζε (Π 103) Σ
δαμάσαιμι· δαμάζοιμι (δ 637)
*Δανάη· θυγάτηρ Ἀκρισίου (Ξ 319) S
δαμνάμενοι· δαμαζόμενοι, βιαζόμενοι (Ν 16 ..)
δάμναται· ἕλκει. βιάζεται. φθείρει (Hes. Theog. 122)
*δαμνᾶι· δαμάζει (λ 221) vgS
*δάμνησι· δαμάζει (Ε 746) S (Σ)
δάμνηται· δαμάζηται
δαμνάμεναι· δαμαζόμεναι
†δαμνόν· δεινόν
δάμνος· ἵππος. Τυῤῥηνοί
δαμνῆτις· δαμάζουσα. τιμωρός
δάμνια· θύματα, σφάγια (γ 444 v. l.)
†δαμοσόνιος· εἶδος βοτάνης
†δαμοῦαι· οἱ ἐπὶ †Μελαντίας πεμπόμενοι. Λάκωνες
δαμοῦχοι· οἱ τὸν δῆμον ἔχοντες (Soph. O. C. 1087). ἦσαν δὲ
καὶ κατά τινας πόλεις ἀρχαὶ ἀποδεδειγμέναι δημούχων
δαμοφανής· τὸ ἱμάτιον. οἱ Λάκωνες
δαμπόν· τὸ πυρίεφθον [Λάκωνες]. Κρῆτες
†δαμώσικτον· δεδοκιμασμένον. Λάκωνες
δαμώματα· κοινώματα, δημοσιώματα (Ar. Pac. 797 = Stesich.
fr. 37)
δαμώμενος· ἀγαλλόμενος. οἱ δὲ παίζων
δαμώδεις· δημόται. ἢ οἱ ἐντελεῖς, παρὰ Λάκωσι
δάν· μακρῶς, ἢ πολὺν χρόνον. Ἠλεῖοι [καὶ χώρα περὶ Δαμασκὸν
καὶ Σιδῶνα]
*δανά· ξηρά, sp καύσιμα [ξύλα (ο 322) p
δαινά· [ἢ δή, ὡσδί]
*Δαναοί· οἱ Ἕλληνες (Α 42 ..) sp
δανάκη· νομισμάτιόν τι βαρβαρικόν, δυνάμενον πλέον ὀβολοῦ
ὀλίγῳ, Γ#. ἐλέγετο δὲ καὶ ὁ τοῖς νεκροῖς διδόμενος ὀβολός (Callim.
fr. 278)
δάνας· μερίδας. Καρύστιοι
δανδαλίδες· κάχρυες. κριθαί. ἢ σῖτος πεφρυγμένος
δάνδαλος· ὁ ἐριθακός, τὸ ὄρνεον
δανδαρίκαι· οἱ †βολευταί
δανδαίνειν· ἀτενίζειν. φροντίζειν, μεριμνᾶν
δανδαλίδαι· αἱ δοῦλαι. Ταραντῖνοι
δανειστήν· καὶ τὸν δανεισάμενον
†δανές· ἀληθές. - ἢ δῶρον. ἢ μερίδα. ἢ ἰσχύν. γέρας. ἢ δάνειον
δανήλοφα· μακροτράχηλα, ἐκτεταμένους ἔχοντα τοὺς λόφους.
ἢ ὑψηλοτράχηλα, μετεώρους ἔχοντα τοὺς λόφους. ἢ πίονας
Δανιήλ· κρίσις p Θεοῦ. ἑρμηνεύεται δὲ ἡ {δὰν} κρίσις
δανιεῖν· [κακουργεῖν· οἱ δὲ δανίζειν]
(*)δανίζει· μεταδίδει τοῖς ἐνδεέσι. κιχρᾷ (Psalm. 36,26)
(*)δάνειον· ὄφλημα, χρέος. (Matth. 18,27) [δῶρον p
*δανῷ· ξηρῷ g(S) h
δάντα· ζυγά (Θ 69)
δάνυντο· [εὐωχοῦντο]
δανῶν· κακοποιῶν. κτείνων. Μακεδόνες
δάξα· θάλασσα. ps Ἠπειρῶται
δᾴωι νόσῳ· ἐπικρατεῖ νόσῳ
δαναιόν· πολυχρόνιον (s)
δάοχος· μοιχός snw
δάος· *φῶς, S δᾷδα. (δ 300) πῦρ, φλόξ, φέγγος, αὐγή. καὶ
ὑπὸ Φρυγῶν λύκος
*Δᾶος, Σαγγάριος· δούλων ὀνόματα S [εἰ καὶ ἐλεύθερος. καὶ]
εἰς κωμῳδίαν εἰσαγόμενα S
δάρπακες· [θαυμάλωπες]
δάπανα· ἀναλωτικά, ἢ τὰ δαπανώμενα
δαπάνη· τροφή (Thuc. 3,31,1)
δαπέδοις· οἴκοις, ἐρειπίοις (Eur. Hipp. 230)
*δάπεδον· ἔδαφος, vgs γῆ. d (κ 227) [δριματόψυχος]. ἢ οἶκος,
s ἐρείπιον (Eur. Or. 330)
*δάπις· τάπης (Ar. Plut. 527 ..) s
*δάπτειν· ἐσθίειν (Λ 481 ..) S
δάπιδες· ποικίλα ὑφάσματα. τάπητες
δάπτης· δεινός
*δάπτουσιν· ἐσθίουσιν (Π 159) S
δάπτομαι· διασπαράσσομαι. κατεσθίομαι. τρύχομαι (Aesch.
Prom. 437)
*δάπτων· κατεσθίων (Greg. Naz. c. 2,1,1,32 [37,972])
δ' ἄρ'· δή S "{Ἰνώ}" (ε 461)
δ' ἄρα· ὡς δή. Εὐριπίδης [Ἰνοῖ] (Bacch. 166)
*Δαρδανίη· χώρα (γ 216) (S)
†δάραι· θυμῷ
δάρδα· μόλυσμα
Δάρδανος ἀνήρ· ὁ πατὴρ τοῦ Δαρδάνου (Β 701 ..)
δαρδαίνει· μολύνει
Δαρδάνιαι πύλαι· αἱ τῆς Ἰλίου, ἤτοι ἀπὸ Δαρδάνου κληθεῖσαι,
{ἢ} διότι ἐπὶ τὴν Δαρδανίαν χώραν ἔφερον. τὰς δὲ αὐτὰς καὶ
Σκαιὰς Ὅμηρος καλεῖ (Ε 789 ..)
*δαρδάπτειν· λάβρως ἐσθίειν. vg σπαράσσειν (Λ 497 ..)
*δαρδάπτουσιν· ἐσθίουσι, gSn σπαράττουσιν, Sn μετὰ σπαρα-
γμοῦ κατεσθίουσιν· PS κυρίως μὲν ἐπὶ θηρίου (Λ 497), λέγει
δὲ Ὅμηρος καὶ ἐπ' ἀνθρώπων· "χρήματα δαρδάπτουσι" (ξ 92)
διασπῶντες ἀναλίσκουσι.
δαρδάψαι· ῥῆξαι. σπαράξαι. [ταράξαι]
Δαρεῖος· ὑπὸ Περσῶν ὁ φρόνιμος, ὑπὸ δὲ Φρυγῶν ἕκτωρ· καὶ
ἀστραγάλων δέ τις βόλος οὕτως καλεῖται
δαρεικοί· οἱ χρυσοῖ στατῆρες· ἐκλήθησαν δέ, ὥς τινές φασιν,
ἀπὸ Δαρείου τοῦ τῶν Περσῶν βασιλέως
δάριρ· τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν διάστημα
δάριν· σπιθαμήν. Ἀρκάδες
δάρκες· δέσμαι
δαρόν· μακρὸν χρόνον, καὶ ἐπιπολύ (Eur. Or. 55). - καὶ ἑορτήν.
καὶ ἄρτον τινὲς τὸν ἄζυμον
δάρος· τὸ βουτύπιον
δάρπη· σαργάνη. κόφινος
Δάῤῥων· Μακεδονικὸς δαίμων, ᾧ ὑπὲρ τῶν νοσούντων εὔχονται
δάρτινον· πέπλον λινοῦν
δάρυλλος· ἡ δρῦς, ὑπὸ Μακεδόνων
δαρχμάς· δραχμάς
δας - · ἐπὶ τοῦ πολλοῦ καὶ μεγάλου. *ἢ [λαμπάδας. ἢ] λαμπάς
gSΣ
δάσσαντο· ἐμερίσαντο (Α 368)
*δάσασθαι· μερίσασθαι (Σ 511 ..) S
*δασάμενοι· μερισάμενοι (Hdt. 7,119,2) vgS
δασάσκετο· ἐμερίζετο (Ι 333)
*δασέως· πυκνῶς S
δασθῆναι· διαιρεθῆναι, μερισθῆναι
δασκάζει· ὑποφεύγει
δάσκιον· μεγάλως σκιάζον διὰ τὸ σύνδενδρον καὶ δασύ (ε 470 ..)
δασκόν· [δασύ]
δάσματα· διαμερίσματα
δάσμευσις· διαίρεσις (Xen. Anab. 7,1,37?)
δασμολογεῖ· ἐπιμερίζει
*δασμολόγοι· φορολόγοι. μερισταί vgS
δασμολογοῦσι· φορολογοῦσι
*δασμόν· μερισμόν Sn τέλος (Soph. O. R. 36) S
*δασμός· φόρος. μερισμός (Α 166) Σ
*δασμούς· μερισμούς. φόρους (v) S
*δάσονται· βρώσονται. μεριοῦνται (Χ 354) g
δασμοφόροι· μερισταί
δάσος· σύνδενδρος τόπος, ὑλώδης, δασύτης
δασπέταλον· πολύφυλλον
δασπλής· μεγάλων κακῶν ἀναπιμπλαμένη. πολλοῖς πλησιά-
ζουσα. οἱ δὲ ἄπληστος, τιμωρητική, καὶ χαλεπή. ἐπὶ τῆς
Ἐρινύος
δάσπλητα· πολυμιγῆ. καὶ τολμηρόν (Simon. fr. 38)
δασπλῆτις· δυσχερὴς τοῖς προσπελάζουσι. δυσπροσπέλαστος.
(o 234) πολλοὺς μισοῦσα, ἢ μετιοῦσα. τολμηρά, θρασεῖα
δάσσα· λάχανα
δασσάσκετο· διενείματο. ἔτρωγεν, ἔφαγε
δασύ· τραχύ. πυκνόν (ξ 51) S συνεχές
δασύς· †παράγωγος
δασύπους· λαγωός (Levit. 11,5) (vg)S
δατεῖται· νέμει. s διαιρήσει
δατέεσθαι· μερίζεσθαι (Greg. Naz. c. 2,2,4,169)
δατέν· ζητεῖν
δατεῦ· λάβε s
δατεῦντο· ἐπορεύοντο "ποσὶ δατεῦντο" (Ψ 121)
δάτησις· διαίρεσις, μερισμός
Δᾶτις· στρατηγὸς Περσῶν
δατός· ὁ τρυγητός, ‖ ἢ πόλεως ὄνομα, ἐπὶ λίαν εὐδαιμόνων
δατούμενοι· μεριζόμενοι
Δατύλλου ἡμέρα· ἐπὶ Πανδίων φησί
δατύς· κουράλλιον. νύμφη λευκόκηρος (Theocr. 2,110)
δατύσσειν· λαφύσσειν. ἐσθίειν
δατῶναι· ζειαί
δαύακες· θυμάλωπες
δαύειν· κοιμᾶσθαι (Sapph. fr. 83)
†δανάς· μέλαινα. καὶ πονηρά
δαῦκος· ὁ θρασύς. καὶ βοτάνη τις Κρητική
Δαυλίαν κορώνην· ἀντὶ τοῦ ἀηδόνα. οὕτως δὲ [ἀηδὼν] ἐλέχθη
{ἀπὸ τοῦ τὰ περὶ τὸν Τηρέα ἐν Δαυλίᾳ τῆς Φωκίδος συστῆναι}
(Ar. fr. 716)
Δαῦλις· ἑορτὴ ἐν Ἄργει, μίμημα τῆς Προίτου πρὸς Ἀκρίσιον
μάχης
Δαυλίς· πόλις
δαῦλον· δασύ. ‖ ἡμίφλεκτον ξύλον
δαυμάσαι· ἐκκαῦσαι
δαῦτα· λάχανα. οἱ δὲ χλωραί
δαυχμόν· εὔκαυστον ξύλον δάφνης
δαῦγος· [δασύς]
Δαφνίτης· Ἀπόλλων, παρὰ Συρακουσίοις
δαφοινοί· λίαν φοίνιοι (Λ 474)
δαφοινόν· μέλαν. δεινόν. ποικίλον. ἐρυθρόν, πυῤῥόν (Κ 23)
δαφνοπώλην· τὸν Ἀπόλλωνα λέγουσιν, ὡς Ἀριστοφάνης (fr.
764)
δάψαι· *σπαράξαι g καταφαγεῖν μετὰ σπαραγμοῦ. τὸ δὲ αὐτὸ
καὶ δαρδάψαι *καὶ διακόψαι. g καὶ ῥῆξαι
*δαψιλέστατος· πολυ{τελέστατος}. λέγεται δὲ καὶ ἐπὶ {τῶν}
ῥευμάτων, καὶ {ἐπὶ τῶν} μεγαλοψυχούντων vgS
δαψιλῇ· πολλῆι (Hdt. 3,130 v. l.) (S)
δαψιλῶς· ἀφθόνως
*δαῶμεν· μάθωμεν (Β 299) ns
δέα· θεά, ὑπὸ Τυῤῥηνῶν. ‖ καὶ δείματα, φόβοι
δέαται· φαίνεται, δοκεῖ
δεάμην· ἐδοκίμαζον. ἐδόξαζον
δέατος· δέους. Σοφοκλῆς Κηδαλίωνι (fr. 305)
δέγμενος· προσδεχόμενος n, προσμένων (Β 794)
δεγμόν· ὅρμον
δεγμών· χρόνος
δέδαεν· ἐδίδαξεν. (ζ 233) ἐπίσταται. φαίνεται
δεδάηκας· ἔμαθες, ἔγνως (θ 146)
δεδάηκεν· ἔμαθεν, s μεμάθηκεν, ἔγνω (θ 134)
†δέδαλοι· προμαχῶνες
†δεδάλας· δεσμάς
δεδάμωται· ἐπιτετήδευται
δέδαον· ἔδειξαν. ἐδίδαξαν
δεδάρδαφε· καταβέβρωκε
*δέδασται· διῄρηται, [μεμέρισται (Α 125) SPp
δεδάμασται· ὑποτέτακται
δεδαυμένον· περιπεφλεγμένον (Semon.? fr. 30)
*[δέ· δέ "τί δέ"] S
δέδεια· [φοβοῦ]
δεδεγμένος· [διακεκομμένος (Τ 211 ..) n] ἐπιτηρήσας. ἐκδεχό-
μενος (Δ 107) (g) S
δεδέηται· ἐν χρείᾳ καὶ ἐν ἐνδείᾳ γεγένηται (Xen. Anab. 7,7,14)
*δεδέημαι· δέομαι. S ἐδεήθην (3 Reg. 8,59) vgS
δεδέξο{μαι}· ἐνεδρεύσω (Ε 238)
δεδειαί· δειλίαι (Dem. 4,8?)
*δὲ δεῖσαι· φοβῆσαι vA
*δείδεσθαι· εὐλαβεῖσθαι, nw φοβεῖσθαι w
*δεδιττόμενος· ἐκφοβῶν (Plat. Phaedr. 245 b) hdSΣ
*δέδειχα· ἔδειξα (Deut. 4,5) vgS
(*)δεδείχασι· κατέδακον. ἐλύπησαν (Greg. Naz. c. 2,1,35,8
[37,1323])
*δεδιώς· φοβούμενος (Dem. 18,263) vgS
*δεδεκώς· δήσας vS
δέδεξο· ὑπόμεινον (Ε 228) (S)
δεδέξομαι· δέξομαι (Ε 238)
δεδήει· ἐφλέγη (Μ 466)
δέδηεν· ἔλαμπεν (Υ 18)
*δεδήσεται· δεθήσεται (Plat. rep. 2,361 e) S
δεδῇσθε· δεδεμένοι εἴητε
*δεδήει· ἐξεγήγερτο. διεκέκαυτο (Β 93) Snp
δεδήιωται· πεπόρθηται
δεδηνῶσθαι· ἐνεχυράσασθαι, ἐνδήσασθαι ἐνεχύροις
δεδηγμένος· βεβλημένος. Ταραντῖνοι
δεδμήατο· δεδαμασμένοι {ἦσαν ἢ} κατεσκευασμένοι (Γ 183)
δεδιακόνηκε· διῴκηκε. διηκόνησε (Archedic. com. fr. 3,8)
†δεδιαλμένον· κεκοσμημένον. διατεταγμένον
δεδείκελον· ἀεὶ φοβούμενον, δειλόν
δεδίνηται· εἴληται
*a) δεδίξασθαι· ἐκφοβῆσαι Σ διῶξαι (Σ 164) Σs b) {δεδίξεσθαι}· τὰ παιδία ἀπὸ φρέατος εἰς δέος ἄξειν. (Υ 201)
δεδίσκετο· δίδωσιν (σ 121) ‖ ἐκφοβεῖ
δεδίσκηται· ἔῤῥιπται
*δεδίσσεσθαι· εὐλαβεῖσθαι. φοβεῖσθαι (Β 190) g
*δέδιθι· εὐλαβοῦ. φοβοῦ (Ε 827) n
†δεδμάων· κριὸς ἡγεμών
δεδμήαται· κρατοῦνται
δεδμήατο· ὑποτεταγμένοι εἰσί (Γ 183)
*δεδμημένοι· [δεδοκιμασμένοι.] δεδαμασμένοι. (Ζ 245) ᾠκοδο-
μημένοι (Κ 2) SP
*δεδμήμεσθα· δεδμημένοι ἐσμέν (Ε 878) (Σ)
(*)δεδμῆσθαι· κρατεῖσθαι. (Ω 678) οἰκοδομεῖσθαι. (Ζ 249)
ὑποτετάχθαι (Ε 878)
*δέδοικεν· ἐφοβήθη (Eur. Phoen. 959 ..) (vgP)S
*δεδοκημένος· ἐπιτηρῶν (Ο 730) S (Σ)
δεδόκητο· ἐπεθύμει. προσεδόκα. ἐσκοπεῖτο
*δέδοκται· ἐφάνη. (Eur. Med. 1236) vgS ἐψηφίσατο. διέγνωστο
*δέδορκε· βλέπει (Χ 95) SPΣ
δεδορκότες· ὁρῶντες, ἰδόντες (Eur. Hipp. 1193?)
δεδορκώς· βλέπων, ὁρῶν (τ 446? Eur. Phoen. 377 ..?)
δέδουπε· τέθνηκεν, ὡς ἐπὶ τὸ πλεῖστον ἐν πολέμῳ
*δεδουπότος· τεθνηκότος. πεπτωκότος (Ψ 679) p
†δεδρίομεν· †ῥέξομεν
δέδρακας· ἐποίησας (Eur. Hec. 1048)
†δεδροικώς· δοικώς
δεδυημένη· κεκακωμένη
*δέδυκεν· ὑπεισῆλθε (Ε 811) gΣ
*δέει· φόβῳ. (Thuc. 1,26,2?) vn [χρείᾳ]
*δέει· χρῄζεις (Ar. Nub. 493 ..) s
*δέειν· χρείαν ἔχειν S
*δέεις· ἀπέχεις (Isocr. 11,5?) S
δέελον· δῆλον, φανερόν (Κ 466)
δέελος· δεσμός. ἅμμα
†δεήλαδες· φύλακες
δέημα· ἐρώτημα, ἀπὸ τοῦ δεῖσθαι (Ar. Ach. 1059?)
δέημος· νόμος. ἢ δεσμός
δέησις· παράκλησις. r ἢ χρεία s
δεθέντα· δεσμευθέντα
*δεῖ· πρέπει. χρή. χρεία ἐστίν. δεσμεύει Σ
δεία· ἔνδεια r
δείασθεν· ἐδόκουν
Δεῖγμα· τόπος ἐν Ἀθήναις οὕτως καλούμενος (Ar. Eq. 979)
δειδέχατο· ἐδεξιοῦντο, ἐφιλοφρονοῦντο (Δ 4)
δειδεγμένοι· δεξιούμενοι
δείδεκτο· ἐδεξιοῦτο. διὰ φιλίας ἠσπάζετο καὶ λόγων (Ι 224)
δειδέχαται· ἤσπασται. διαδέχεται (Call. fr. 87)
δειδήμονες· φοβεροί. αἰσχυντηροί. [εὐλαβεῖς s δειλοί (Γ 56) (sr)
*δείδια· [φοβοῦ δειλαίνου] δέδοικα. φοβοῦμαι (Ν 49 ..) S
*δειδίξεσθαι· φοβήσειν (γ 201) nS
*δείδιθι· εὐλαβοῦ n. φοβοῦ. (Ε 827 ..) ASn
*δειδίσσεσθαι· εὐλαβεῖσθαι, φοβεῖσθαι n. φεύγειν (Β 190)
*δείδοικα· φοβοῦμαι (Α 555 ..) S
*δείδω· φοβοῦμαι (Κ 39) Sr
δειδίσκετο· ἐδεξιοῦτο (υ 197)
δειελιήσας· τὴν δειλινὴν ὥραν διατρίψας. ἢ τὸ δειλινὸν ἔμβρωμα
λαβών. οἷον δειπνήσας (ρ 599)
δειελιῆσαι· πληρωθῆναι τοῦ δειλινοῦ
δείελος ὀψὲ δύων· ὁ ἑσπέριος ἀστήρ. ἀπὸ τοῦ ὑστερεῖν καὶ
δεῖσθαι αὐτὸν τοῦ ἡλίου ἀπολειπόμενον ἐν τῇ δύσει. οὕτω
γὰρ καὶ ἡ ἑσπέρα {δειλινὴ} καὶ {δείλη} ὠνόμασται (Φ 232)
†δείεμα· βρῶμα
*δείλαιοι· μάταιοι. ἄθλιοι S
Δεηβών· κρίσις ἑρμηνεύεται. ἔστι δὲ τόπος, ἔνθα ἵδρυται ἱερὸν
Μωαβιτῶν (Esai. 15,2)
δεικανᾶσθαι· δεξιοῦσθαι
δεικεῖν· [ἀφεῖναι. ῥῖψαι]
*δείκελον· φάσμα AS ὁμοίωμα gAS
δεικές· λαμπρόν. S περιφανές. ‖ καὶ γὰρ {δείκανα} τὰ ποικίλα
ὑφάσματα καὶ μορφὰς ἔχοντα· καὶ γὰρ τὰ πρόσωπα {δείκανα
καὶ δείκηλα}
*δεικανόωντο· ἐδεξιοῦντο (Ο 86) S
δείκηλα· εἰκόνες, ὁμοιώματα. ἢ κατ' εἶδος ὅμοια τοῖς πράγμασι
(Democr. fr. 123) καὶ προσωπεῖα
δεικηλισταί· μιμηταὶ παρὰ Λάκωσι
δείκηλα· [τὰ ὁμοιώματα]
δεικνύμενος· δεξιούμενος (Ι 196)
*δεικνῦσι· δεικνύουσιν AS σημαίνουσιν. δεξιοῦνται
δεικνύμενος· φωνῇ ἀσπαζόμενος. (Ι 196) ἢ δωρούμενος. (δ 59)
καὶ ἐπιδεικνύμενος. καὶ δεξιούμενος (Ψ 701)
δείλαιον· μάταιον (P) r ἀχρεῖον. δειλόν, ἄναλκες
δειλάκρα· δειλαία (Ar. Plut. 973)
δειλακρίων· ἐλεεινός, ταλαίπωρος (Ar. Pac. 193)
δειλανθείς· κλεφθείς. ἀπατηθείς
δειλάσαι· δειλιάσαι
δειλιῶν· φοβούμενος (r)
δείληθι· [φοβοῦ]
δειλήμονες· εἰδήμονες. εὐλαβεῖς. ἢ δειλοί, καὶ ἄτολμοι (Γ 56 v. l.)
δείλη ὀψία· περὶ δύσιν ἡλίου (Thuc. 3,74,2 ..) s (gn)
δειλίην· δειλότητα (Hdt. 8,26,2)
δείλη πρωΐα· ἡ μετ' ἄριστον ὥρα (Hdt. 8,6,1) r
δειλοκοπήσας· ἐξαπατήσας p ἐκφοβήσας (Hermipp. fr. 88)
δειλός· δείλαιος (ε 299)
δειλόν· πονηρόν. ἀνάλγητον. ἀσθενῆ. κακόν
δειλώ· δειλαίους, ἀθλίους, δυϊκῶς (Ε 574)
*δεῖμα· δέος, A φόβος, vA φόβητρον (Ε 682)
δεῖμαι· οἰκοδομῆσαι r
Δειμάλωτα· τὰ λεπτὰ τῶν βοσκημάτων. οἱ δὲ Λάκωνες νεκρά
δειμαλέον· φοβερόν
*δειμαίνει· ἐκφοβεῖται gAS
*δειμαίνων· φοβούμενος (Eur. Or. 6 ..) vgS
*δειμαλέος· ὁ εὐλαβής vgAS
*δειμάμενοι· οἱ οἰκοδομοῦντες, ἢ [οἰκοδομήσαντες vgSP
*δείμασι· φόβοις (Eur. Hec. 70) vgS
*δείμασθαι· †φοβεῖσθαι (gΣ)
*δείματα· φοβήματα (Sap. 17,8) gSn
*δειματοῦται· φοβερὰ λέγει, gAS ἢ ἀκούει. ἢ φοβεῖται A
δειματούτω· φοβείτω, ταραττέτω
δειματουμένη· φοβουμένη, (v)r εὐλαβουμένη (Eur. Andr. 42) r
δειματώδει· φοβερῷ (gΣ)
*Δεῖμος· Φόβος (Δ 440) rgA
*δειμάτων· φόβων PΣ
*δείμομεν· οἰκοδομήσωμεν (Η 337) nΣ
δεῖν· δεσμεύειν καὶ δέον r [καὶ δέησιν καὶ [τὸ πνεῖν s φέρειν εὑρί-
σκειν.] καὶ στρέφειν. Κύπριοι
*δεῖν· χρή. ἀναγκαῖον vg πρέπον, [ἢ προσῆκον (vg)
δεινά· καταπληκτικά, φοβερά (Β 321)
*δεῖναι· αἱ τῶν ὑδάτων συστροφαί (gAS)
*δείναις· συστροφαῖς (Eur. Tro. 83) n
*δείνας· κινήσεις. [τὰ κοιλώματα τῶν ὑδάτων (Iob 28,10 v. l.)
AShd
δεινεύει· κυκλεύει
δεινεύειν· βουλεύεσθαι κακά
*δείνη· συστροφή vgAS
δεινὰ δέ· φοβερὰ δέ (Soph. O. R. 1267)
δεινήεντα· περιστρεφόμενα. (Φ 206 ..) [φοβερά]
δεῖνος· τὸ περιστρεφόμενον
δείνησιν· κίνησιν. S συστροφήν
Δεινιάδες· ὑποδημάτων εἶδος ἀνδρείων
δεινοί· σπουδαῖοι περὶ τὸ πρᾶγμα
*δείνοις· κινήσεσι AS
*δεινοπαθεῖ· δεινῶς ἔχει. χαλεπῶς ἔχει, ἢ καὶ πάσχει χαλεπῶς
vgAS
δεῖνος· δείνησις. εἶδος δέους. φοβερά. καὶ εἶδος ἐκπόματος
(Stratt. fr. 34 ..) καὶ ὄρχησις (Apolloph. fr. 1) ἢ δέους ἄξιος
δεινός· κακός. φοβερός. ἐστραμμένος. [δυνατός *s ‖ πανοῦργος.
{ἱκανός}. ἀκολάκευτος q. vgAS
*δεινότατος· πάνυ φρόνιμος vgAS
δεινοῖσι· φοβεροῖς (Κ 254)
δεινὼ δέ οἱ· δεινῶς δὲ αὐτῷ (Α 200)
*δεῖν ᾠήθην· ἀναγκαῖον ἐλογισάμην, δέον εἶναι ὑπέλαβον (Dem.
29,11?) vgAS
*δεινωποί· δειματώδεις. φοβεροί gAS
a) *δεινῶς· πάνυ s b) *{δείνωσις}· σκότωσις. δεινότης Σ
*δείνωσιν· δύναμιν. vAS δεινότητα. συστροφήν gAShd
δεινωτήν· πεποικιλμένην ἐν κύκλῳ, ἢ τετορνευμένην, ἢ τὴν
ἱμᾶσι διειλημμένην (Ν 407). χρῆται γὰρ Ὅμηρος ἐπὶ τῆς κοίτης
τῇ λέξει (Γ 391)
δεινωτοῖς· κυκλοτερέσι [πεποικιλμένην] (Γ 391)
δεῖξαι· δηλῶσαι, [φανερῶσαι r (Γ 452 ..)
†δειομένη· δεισομένη
Δειπάτυρος· θεὸς παρὰ Στυμφαίοις
δειπνήεντα· δειπνοφόρα, εὖ δυνάμενα τρέφειν ἡμᾶς
δειπνηστύν· τὴν τοῦ δείπνου ὥραν
δειπνολογία· οἱ περὶ δείπνου λόγοι
*δεῖπνον· τὸ καθ' ἡμᾶς ἄριστον. (Σ 560) r. gPn ἢ τροφὴν
ἑσπερινήν
δεῖπνον ἕλοντο· ἐδείπνησαν (Β 399)
δειπνοφόροι· παρὰ Ἀθηναίοις καθίστανται ἐν τῇ τῶν Ὠσχο-
φορίων ἑορτῇ αἱ δειπνοφόροι (Hyperid. ap. Harp. 52,23)
δειρά· †δείμοιρα. τράχηλος. διαίρεσις
δειράδας· ἐξοχάς, κορυφάς (Soph. Ant. 832)
δειράζειν· κλέπτειν
δειράδες· αὐχένες *καὶ [τραχηλοειδεῖς {τόποι} τῶν ὀρῶν. Σ
καὶ ἐξέχοντα μέρη *ἢ τὰς νάπας ἢ τὰς φάραγγας vgA
δειράρ· κορυφή
*δείραντες· ἐκδείραντες (Act. ap. 5,40) AS
δείρειν· ἐκδείρειν r
*δειρή· τράχηλος r vgS αὐχήν s
*δειρήν· αὐχένα, [τράχηλον (Γ 371) n
δειριᾶν· λοιδορεῖσθαι. Λάκωνες
†δειρεῖοι· λοίδοροι. οἱ αὐτοί
δεῖρος· λόφος. καὶ ἀνάντης τόπος
δειροτομῆσαι· διατεμεῖν, διατεμῆσαι (χ 349)
*δεῖσαι· εὐλαβηθῆναι, φοβηθῆναι. δέος γὰρ ὁ φόβος S
δεισίλος· δειλός r
δεισιάδα· τὴν μοῖραν. οἱ δὲ διμοιρίαν
δεισιδαίμων· *ὁ τὰ εἴδωλα σέβων SP εἰδωλολάτρης. ‖ ὁ
εὐσεβὴς p καὶ δειλὸς περὶ θεούς
*δεισιδαιμονία· φοβοθεΐα (Act. ap. 25,19) n
*δεῖται· δέεται, g χρῄζει gAS
*δειφήσαντες· ψηλαφήσαντες n
(*)δειφόμενος· ψηλαφήσας
*δειφῶν· ζητῶν δίκην τοῦ προσήκοντος gAp
δεκάδα· τάξιν τινά
δεκάβοιον· ἀριθμὸς ποσός. καὶ σταθμὸς ποσός, ἐφ' ᾧ τετύπωτο
βοῦς. ἔνιοι δὲ Δηλίων τὸν βοῦν νόμισμα εἶναί φασι
δεκαδάρχαι· οἱ τῶν δεκάδων ἡγεμόνες, οὓς καὶ δωδεκάρχους
ἔλεγον. ἦσαν γὰρ σὺν τῷ δεκάρχῳ δώδεκα q
δεκάδαρχος· οἱ μὲν ἀπὸ τοῦ δεκαδαρχεῖν. οἱ δὲ ἀπὸ τοῦ δεκάζειν,
ὅπερ ἐστὶ τοὺς δικαστὰς πείθειν δώροις. ἦν δὲ καὶ ὄνομα. καὶ
ὁ τελώνης
δεκάδες· οἱ ἐκ τῆς τάξεως τῶν δέκα στρατιωτῶν συνεστῶτες
(Β 123)
δεκάδρομοι· οἱ δέκα {ἔτη} ἐν τοῖς ἀνδράσι {δρόμου μετ-}
εσχηκότες, ὑπὸ Κρητῶν
*δεκάζειν· διαφθείρειν χρήμασιν ἢ δώροις q gAS
*δεκάζεσθαι· δωροδοκεῖσθαι SΣ
δεκάζων· ὁ εἰς δέκατον ἀριθμὸν ἥκων. ἔλεγον δὲ οὕτως καὶ τὸ
κατὰ δέκα διαφθείρειν τὸν δικαστήν, ἢ τοὺς κριτάς· καὶ ἁπλῶς
τὸ διαφθείρειν δικαστήν (Isocr. 8,50)
δεκανᾶται· ἀσπάζεται
δεκάπουν στοιχεῖον· οἱ ἐπὶ δεῖπνον κληθέντες τὰς ὥρας οὕτως
ἐξελάμβανον, πρὸς τὴν σκιὰν ἀναμετροῦντες (Ar. Eccles. 652)
*δεκασθείς· δωροδοκηθείς, ἐπιτιμηθείς AS, ἐντραπείς S
δεκάτα· τάξις. ἄθροισμα. καὶ ἡ τῶν η# ἁρμάτων τάξις
δεκατεύειν· τελωνεῖν, δεκάτην εἰσπράττεσθαι (Ar. fr. 455).
ἔλεγον δὲ καὶ τὸ ἀρκτεύειν δεκατεύειν, ἐπεὶ ἔπρασσον αὐτὸ αἱ
παρθένοι περὶ τὸν δεκαετῆ χρόνον οὖσαι (Lys. fr. ap. Harp.
54,6) q
δεκατευταί· τελῶναι, (p) οἱ τὴν δεκάδα ἢ δεκάτην ἐκλέγοντες.
ὡς [τὸ δεκάζειν δεκατεύειν q (Antiph. orat. fr. 10 Bl.)
δεκάτη· τὸ δέκατον μέρος τῆς οὐσίας
δεκατηλόγοι· τελῶναι (Dem. 23,177)
δεκάτην θύομεν· τῇ δεκάτῃ ἡμέρᾳ τὰ ὀνόματα τοῖς βρέφεσιν
ἐτίθεσαν. ὁ δὲ Ἀριστοτέλης τῇ ἑβδόμῃ φησί
δεκάτη προτέρα· ἡ πρὸ εἰκάδος· ὡς {ὑστέρα}· ἡ μετ' εἰκάδα
δέκα τοὐβολοῦ· {ἐπὶ} οὐδενὸς ἀξίου. βέλτιον δὲ εἰς μικρότητα
τίθεσθαι αὐτό (Com. ad. fr. 763)
δεκαδώρῳ ἁμάξῃ· ἧς ἡ διάμετρος τῶν τροχῶν δέκα δώρων.
Δῶρον δέ, ὡς μέν τινες, ἡ παλαιστή, ὡς δὲ ἕτεροι, ὅταν τοὺς
τέσσαρας δακτύλους συστρέψας ἐγείρῃς τὸν ἀντίχειρα, ὡς
Πλούταρχος (Hes. op. 424)
δεκάφυια· δεκαπλάσια (Callim. fr. 162), {δίφυια} δὲ διπλάσια
†δεκάχειλε· πρὸς ἀποδοχὴν ἐπιτήδειον
δεκάχειλοι· δεκακισχίλιοι (Ε 680 v. l.) (A)
δεκάχοια· δεκαπλᾶ
*δεκέτες· δεκαετές AS
*δεκέτης· δεκαετής S
δεκτή· χλαῖνα, χλανίς
δεκτῆρες· ὑποδοχεῖς p
δέκτης· πτωχός, ἐπαίτης. ἀπὸ τοῦ δέχεσθαι (δ 248)
*δεκτόν· εὐπρόσδεκτον (Esai. 61,2 ..) vgAS
(*)δεκτός· ἀρεστός (Luc. 4,24)
δέκων· ὁ δεκαζόμενος
*δελεάζει· ἐξαπατᾷ AS
*δελεαζόμενος· παγιδευόμενος (Iacob. 1,14) AS
*δέλεαρ· ἀπάτη, δόλος (Eur. Tro. 700) gAS
*δελεασθείς· ἀπατηθείς (Ios. b. Iud. 5,120?) AS
δελεδώνη· ὁ μύλλος ἰχθύς
δελέαστρα· παγίδες (Nicoph. com. fr. 4) p
δέλετρον· φανός, ὃν οἱ νυκτερεύοντες φαίνουσι
Δελέφατ· ὁ τῆς Ἀφροδίτης ἀστήρ, ὑπὸ Χαλδαίων
δελῆτι· δελέατι
δελήτιον· [βελήτιον] {τὸ δέλεαρ} (Sophr. fr. 118) p
δελία· [δάφνη]
δελιχρά· τὰ †ἡμίχοιρα
δέλλει· βάλλει A
δέλλιθες· σφῆκες. ἢ ζῷον ὅμοιον μελίσσῃ
δελλίθια· ἀνθρήνια. οἱ δὲ κηρία
Δέλκος· λίμνη ἰχθυοφόρος περὶ τὴν Θρᾴκην
δελφάκιον· χοιρίδιον. οὕτως ἔλεγον καὶ τὸ γυναικεῖον
δελφακοῦσθαι· τελειοῦσθαι τὰς ὗς (Ar. Ach. 786)
δελφίνιον· εἶδος βοτάνης
Δελφικὸν τρίποδα· τὸν τοῦ Ἀπόλλωνος ἐν Δελφοῖς
Δελφικὴ μάχαιρα· ἀπὸ κατασκευῆς, λαμβάνουσα ἔμπροσθεν
μέρος σιδηροῦν, ὡς Ἀριστοτέλης
δελφῖνες· πολεμιστήριον μηχάνημα ἐν ναυμαχίαις. καὶ ἡ ἔχουσα
αὐτὸ {δελφινοφόρος ναῦς} (Pherecr. fr. 12?) οἱ δὲ διὰ τὰ
κρεμαννύμενα βάρη, δελφίνων σχῆμα ἔχοντα, ἃ ταῖς λῃστρικαῖς
ναυσὶν ἐμβάλλεται
Δελφύς· *μήτρα A καὶ ὁ ἐν Δελφοῖς δράκων
δελφύων· γαστέρων
*δέλτος· πινακίδιον (Eur. Hipp. 856) Phn ἢ πλάκες
δέμα· σχοινίον
*δέμας· σῶμα gASn μορφή. (Α 115 ..) ἰδέα. τρόπος (Λ 596 ..)
n [στρῶμα]
*δέμας πυρὸς αἰθομένοιο· τρόπον πυρὸς S καιομένου (Λ 596 ..)
*δέμει· οἰκοδομεῖ AS
[δέμει·] ὁδός
δεμελεῖς· βδέλλαι
*δέμνια· στρώματα. κοῖται (λ 188) vgAS
*δεμνίοις· κοίταις. στρωμναῖς (Eur. Or. 35 ..) AS
δεμνιοτήρην· ἔγκοιτον. τὰ δέμνια τηροῦντα h
δεμνιοτήρη πόνον· Αἰσχύλος Ἀγαμέμνονι. καθόσον οἱ νεοσσοὶ
ἔτι τοιοῦτοί εἰσιν, ὡς τὰ δέμνια τηρεῖν καὶ κατέχειν, μηδέπω
πέτεσθαι δυνάμενοι· {πόνον} δὲ τὰ περὶ τὴν τροφὴν αὐτῶν
(Aesch. Ag. 53)
δεμῶν· [χρόνος]
*δεννάζων· λοιδορῶν (Soph. Ai. 243) (gAh)
δενδρέῳ· τῷ δένδρῳ (Γ 152)
δενδαλίδας· οἱ μὲν ἄνθος τι, ἄλλοι τὰς λευκὰς κάχρυς, οἱ δὲ τὰς
ἐπτισμένας κριθὰς πρὸ τοῦ φρυγῆναι, οἱ δὲ τὰς ἐκ κριθῶν
μάζας γενομένας (Nicoph. com. fr. 15)
δενδίλλει· σκαρδαμύττει. διανεύει. σημαίνει. ἀτιμάζει. σκώπτει
*δενδίλλων· τοῖς ὀφθαλμοῖς διανεύων (Ι 180) vgAS
†δένεμορ· γῆ τις πετρώδης, εὔθρυπτος, παρὰ Λάκωσιν
δενναστόν· καταγέλαστον. λοιδορούμενον μετὰ καταγέλωτος
Δενδυρίτης· κροκόδειλος
δενδρυάζειν· ταπεινῶς ὑποδύνειν καὶ ὑπὸ τὰς δρῦς παραφεύγειν,
προστρέχειν σκέπῃ
Δένθις· οἶνος. Λάκωνες (Alcm. fr. 117)
δεννόν· κακολόγον
†δεντή· δέλεαρ
δεξαμεναί· ὑδάτων δοχεῖα. καὶ {αἱ} ἐν τῷ σώματι φλέβες·
Δημόκριτος· (fr. 135) καὶ †ἐπισκίαι
δέξασθαι· λαβεῖν. παρὰ τῷ ποιητῇ (Α 112)
Δεξιάδην· οἱ μὲν ὄνομα κύριον, [οἱ δὲ] Δεξιοῦ παῖδα. οἱ δὲ
ἐπιῤῥηματικῶς ἐκ δεξιῶν, δεξιῶς. (Η 15) [ἐπεὶ ἐκδεξιὼν θεῶν
βροτοὶ ἐπὶ δεξιμήλου]
*δεξιάς· συνθήκας (Eur. Med. 21) AS
δεξιαί· αἱ γινόμεναι κατὰ συνθήκας ἐπαφαὶ τῶν δεξιῶν χειρῶν,
εἰς σύμβολον τοῦ βέβαια ἔσεσθαι, καὶ ἦν μετὰ τὰ συντιθέμενα
(Β 341)
δεξιμήλοις· ἐπηκόοις καὶ ἱλαροῖς θεοῖς· [ἀπὸ τοῦ δέχεσθαι τὰ
θυόμενα μῆλα p καὶ {δεξίμηλοι ἐσχάραι} (Eur. Andr. 1138)
*δεξιός· συνετός (p) ἀγαθός, vgP καλός. P ἐπιδέξιος. εὔθετος
*δεξιοῦται· προσάγεται vgAS
δεξιότοιχοι· ἐρέται οἱ κατὰ τὸ δεξιὸν μέρος. τίθεται δὲ καὶ ἐπὶ
χορευτῶν
δεξιότερον· δεξιόν (Ε 393)
δέξις· τῶν ἐν τῷ ἥπατι μερῶν παρὰ τοῖς θύταις {ἡ} καλουμένη
{δοχή}
δεξιώσασθαι· ἐγγυήσασθαι γυναικί
δεξιόν· †εἶδος μέρους
Δεξώ· ὁ Κρατῖνος (fr. 401) ὠνοματοποίησεν ἀπὸ τοῦ δέχεσθαι
δῶρα
δεξιωσάμενος· δεξάμενος
δέοιμι· δεσμεύοιμι (θ 253)
†δέομαι· δοκῶ
δεόμενοι· χρῄζοντες. δεσμοῦντες
δεόμενος· [καιόμενος]
*δεομένων· χρῃζόντων AS
δεόμενος· [νόμος. δεσμός]
δέον· εἰς [δέησις] δέον. [οὕτω Περικλέα φασὶ λογιζόμενον {εἰς
τὸ δέον} προσγράφειν, ὃ σημαίνει εἰς προδοσίαν δεδομένον
χρῆμα (Ar. Nub. 859) q *πρέπον, AS ἀναγκαῖον (Dem.
18,288)
*δέοντα· χρῄζοντα. ASn λείποντα (Hdt. 1,14,4 ..) n πρέποντα
(Dem. 18,108) AS
*δέοντο· ἐδεσμεύοντο (Σ 553) gS
δεόντων· δεσμευέτωσαν (μ 54)
*δεόντως· προσηκόντως vgAS
δέος· *φόβος. (Hebr. 12,28) vgAS ἢ θεός
*δέουσι· δεσμεύουσιν (Hdt. 4,72,4) vgAS ἀπέχουσι (Dem.
24,142 ..) AS
*δέπας· ποτήριον. gASnT παρὰ τὸ δέχεσθαι τὸ πόμα (Δ262) nT
δεπάεσσι· ποτηρίοις (Δ 3)
δέρα· ὑπερβολὴ ὄρους. οἱ δὲ τὰ σιμὰ τῶν ὀρέων
δέραι· αἱ †συνάσκιαι. Λάκωνες
δέραια· περιτραχήλια (Men. Epitr. 86). παίγνια. τὸ αὐτὸ καὶ
{δέραιοι}
δέρας· δέρμα προβάτου (Eur. Med. 5 ..)
*δέργμα· ὀφθαλμός. r. s ὅρασις (Eur. Med. 187)
δέργματα· ὄμματα (Eur. Hec. 1265)
*δεργμάτων· ὄψεων, AS ὀμμάτων (Eur. Phoen. 660 ..) καὶ
{δεργμῶν}
δέρεθρον· λίμνη ἀποχώρησιν ἔχουσα
δέρη· *τράχηλος. g (AS) αὐχήν
*δέρις· τράχηλος gPn
δερίαι· λοιδορίαι
†δερίπιον· φλοιόν
*δέρκειν· βλέπειν, vgA ὁρᾶν
δέρκεσθαι· ὁρᾶσθαι (Ρ 675)
δερκομένου· ὁρῶντος (Ξ 141 v. l.)
*δερκομένῳ· ὁρῶντι, βλέποντι (Ξ 141) AP
δερκύλλειν· [αἱμοποτεῖν. ἄλλοι {δερμύλλειν} διὰ τοῦ μ]
*δέρκων· βλέπων, ὁρῶν (g)
δέρμα· πήρα [καὶ δέσμη]
δέρμα· δορά
*δέρμη· ὁδός A {καὶ δέσμη}
δέρμα Λιβυκόν· ὡς κάλλιστον
δέρμητες· οἱ ἐξ ἐφήβων περίπολοι
δερμηστής· ὁ σκώληξ, ἢ ὁ σὴς ὁ τὰ δέρματα ἐσθίων. Ἀρίσταρ-
χος ὄφιν (Soph. fr. 411)
δέρξιος· ὄψεως
*δέρος· δέρμα (Eur. Phoen. 1120) r. AS
δερμύλλει· αἰσχροποιεῖ. οἱ δὲ ἐκδέρει (p)
δέῤῥεις· τὸ παχὺ ὕφασμα, ᾧ εἰς παραπέτασμα ἐχρῶντο. ἴσως
δὲ καὶ δερματίνοις ἐχρήσαντο †περὶ τῶν αὐλῶν
δεῤῥιδόγομφοι· πύλαι δέῤῥεις ἔχουσαι, παραπετάσματα (Com.
ad. fr. 858)
*δέῤῥις· δέρμα. βύρσα (Zach. 13,4) r. AS
δερριστήρ· περιδέραιον ἵππου
*δερριστήρ· συνάγχη περιαυχένιος (vgASn)
*δέῤῥιον· τρίχινον σακίον r. AS
δέρτρα· τύμπανα r
δέρτρον· δέρμα. s ὑμήν. λαπάρα. ἦτρον. ἐπιγάστριον. Ἄμεινον
δὲ τὸ περιτόναιον ἀκούειν. ἢ ὑμένα, [ἐπίπλουν (λ 579) p
δεσαύχενες· ἀσκοί, διὰ τὸ ἐκ τῶν αὐχένων δεδέσθαι
*δ' ἐς βρωτύν· δεῖπνον (Τ 205) gAS
δεσμά· πέδαι (Eur. Bacch. 447 ..)
δέσματα· ἐπιδέσμια (Χ 468)
*δεσμεῖν ἀμάλλας· δεσμεῖν τὰς δεσμὰς τῶν σταχύων AS
δεσμή· †ὁδός
δεσμοί· ἧλοι (A)
δεσμοὶ Τυῤῥηνικοί· οἷς ἐχρήσαντο Ἀθηναῖοι
δεσμίης· μαστιγίας {ὃς} ἄξιός ἐστι δεσμῶν
δεσμόν· οὐδετέρως Ἀττικοί. καὶ σημεῖον παρὰ τοῖς θύταις
δεσμός· [σῶμα. μορφή.] ἧλος. [εἶδος]
δεσποίνας· γυναῖκας. Θεσσαλοί
δεσπότην κεκαρμένοι· ἔνιοι μὲν ἵππου κουρᾶς εἶδος εἶναί
φασιν. ἐκαλεῖτο δὲ ἀπὸ τοῦ κείρειν τοὺς αὐχένας, ἐπειδὰν ὁ
δεσπότης τοῦ ἵππου τελευτήσῃ. βέλτιον ἦν δέ· δεσπότην
πενθοῦντες· ἐπειδὴ καὶ τοὺς ἵππους ἀπέκειρον ἐπὶ τοῖς θανάτοις
τῶν δεσποτῶν (trag. ad. fr. 206)
*δετρός· [μάγειρος vgAS]
†δέτις· παλάνθη
δεταί· λαμπάδες (Λ 553) S καὶ αἱ πέδαι. καὶ τὰ δράγματα, παρὰ
τὸ συνδεῖν
δέτρον· [δέρμα τοῦ ἥπατος ἢ [διάπυρον. διαφανές] AS
Δευάδαι· οἱ Σάτοι, παρὰ Ἰλλυρίων
Δεύας· τοὺς κακοὺς θεούς, Μάγοι
δεύἁσθαι· γεύσασθαι
δεύειν· μαλάττειν. τύπτειν
*δεύει· μίσγει. [βρέχει (Β 471) Ss φύρει (s) ἐνδεῖ
δεύεσθαι· βρέχεσθαι. ἐπιδεῖσθαι (Ν 310)
*δεύεται· βρέχεται s
*δευθέντα· βραχέντα (gAS) Σ
Δευκαλίδαι· οἱ Σάτυροι
*δεύκει· φροντίζει g
δευκές· [λαμπρόν.] ὅμοιον
δευλόν· [πονηρόν. ἀχρεῖον]
δευοίατο· ἐπιδέοιντο (Ε 202)
δευοίατο· ἐπιδεεῖς γένοιντο (Β 128)
δευόμενα· δεόμενα
δευομένα· δεομένη (Eur. Tro. 276)
*δευόμενος· δεόμενος. (Χ 492) βρεχόμενος AS χρῄζων (S)
δεύοντο· ἐδέοντο. ἔχρῃζον. (Β 709) [ἐβρέχοντο S
*δεῦρο· ἐνθάδε gSΣ ἐλθέ dΣ εἰς τοῦτον τὸν τόπον AS ἢ ἐπὶ τοῦ
παρόντος, vgAS ἢ νῦν. vg ἢ παρακελευστικῶς· δεῦρό νυν, ἢ
τρίποδος περιδώμεθα (Ψ 485)
*δεύρω· δεῦρο (Γ 240) n
Δεύς· Ζεύς (Ar. Ach. 911?)
δεῦσαι *βρέξαι. vgAS βάψαι (Eur. Phoen. 224) μαλάξαι (Xen.
Oecon. 10,11)
δευσοποιόν· τὸ ἔμμονον καὶ μὴ ἐκπλυνόμενον βάμμα. οἱ δὲ τὸ
γνησίως βεβαμμένον, ἤτοι πορφύρα, ἢ ἄλλο τι (Plat. rep.
4,429 e)
*δεύσω· βρέξω SP
*δευσοποιός· βαφεύς vgAS
δεῦτ' ἄγετε· δεῦτε φέρετε (Η 350)
*δεύτατος· ὕστατος, [ἔσχατος, gAS μεθ' ὃν οὐκ ἔστιν ἕτερος
(Τ 51)
δεύτερα ἄλφιτα· τὰ δευτερεῖα καὶ εὐτελῆ
*δευτεραγωνιστής· δεύτερος ἀγωνιζόμενος (Dem. 19,10) AS
δευτέρα φθίνοντος· ἀπὸ τῆς τριακάδος
δευτερίας· †καλλιπος οἶνος εὐτελής (Nicoph. com. fr. 20)
δευτερίναρ· ὁ μετὰ τὸ ὕδωρ ἐπιχεθῆναι εἰς τὰ στέμφυλα οἶνος
†δεῦρολαὸς· ὁ ἐξ ἐφήβων Ἀθηναίων
δευτερόποτμος· ὁ ὑπό τινων {ὑστερόποτμος}. οὕτω δὲ
ἔλεγον, ὁπόταν τινὶ ὡς τεθνεῶτι τὰ νομιζόμενα ἐγένετο, καὶ
ὕστερον ἀνεφάνη ζῶν. ὁ δὲ Πολέμων (p. 93 Pr.) καὶ ἀπειρῆσθαι
τοῖς τοιούτοις εἰσιέναι εἰς τὸ ἱερὸν τῶν Σεμνῶν φησι Θεῶν.
ἢ ὁ φημισθεὶς ἐπὶ ξένης τετελευτηκώς, ἔπειτα ἐπανελθών. ἢ ὁ
δεύτερον διὰ γυναικείου κόλπου διαδύς· ὡς ἔθος ἦν παρὰ
Ἀθηναίοις ἐκ δευτέρου γεννᾶσθαι
δευτέρων ἀμεινόνων· παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου,
ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καλὰ ὀφθῇ, καὶ ἐπὶ δεύτερα
τραπῶσι λέγοντες "{δευτέρων ἀμεινόνων}." Μνημονεύει Πλά-
των (leg. 4,723 d)
δέχεσθαι· λαμβάνειν (Eur. Rhes. 192?) (r) ἀσπάζεσθαι (Eur.
Alc. 775)
†δέγμα· νόμιμον
δέχθαι· λαβεῖν (Α 23 ..)
*δέχμενος· [προσ] διαδεχόμενος (Ι 131 v. l.?) ASn
δέχομαι· ὁμολογῶ
δεψήσας· μαλάξας (μ 48) r
δή· οὖν. σύνδεσμος r
†δηγῆ καὶ σιωπᾷ
δήλη· τάχα καὶ φθορὰ δένδρων
†δήβοιλοι· κιθαρῳδοί
δὴ γάρ· ἤδη γάρ (α 194)
*δηγῆρες· [στρουθοί gAS]
*δηγοῖ· πληροῖ AS
*δῆγμα· [παράδειγμα. καὶ] σπάραγμα ὀδόντων (Xen. Mem.
1,3,12) AS
*δήετε· εὑρήσετε (Ι 418) S
*δῄειν· πολεμεῖν. φονεύειν g
δήεις· εὑρήσεις. r. S ὄψει. μαθήσῃ (Ν 260)
*δηθά· πολὺν χρόνον. (Β 435) ASn συνεχῶς (φ 131) n
δηθαγόρον· ἐπὶ πολὺ λέγουσαν
*δηθαίωνας· μακραίωνας. μακροβίους (vg) An
δηθάκι· r πυκνῶς, πολλάκις (p)
*δηθὰ ματεύσομεν· ἐπιπολὺ ζητήσομεν (Ξ 110) AS
δηθά τε καὶ δόλιχον· ἐπὶ πολὺν καὶ [δῆθεν ὡς δὴ] μακρὸν
χρόνον (Κ 52)
δῆθεν· *ὡς δή [ἢ] φησιν. (Eur. Or. 1320 ..) vgAS ἢ ἐντεῦθεν r
*δῆθεν· ὡς μάλιστα P ὡς δή. vgAS ἐξεπίτηδες
δηθύνειν· ἐγχρονίζειν (ρ 278)
*δηθύνοντα· χρονίζοντα, AS βραδύνοντα (r) (A 27) (p)
δηθυρεῖν· [σχολάζειν (p) διατρίβειν]
δηϊάλωτοι· αἰχμάλωτοι (r)
*δήϊοι· πολέμιοι (Ι 76) r. vgAS
δηΐοιο· καυστικοῦ (S) πολεμικοῦ. φθαρτικοῦ (Β 415)
δηϊοτής· πολεμικὴ διάθεσις. *μάχη. vgAS παρὰ τὸ δήϊον
*δηϊοτῆτος· μάχης (Ε 348) Σ
δηίοισι· τοῖς πολεμίοις (Δ 373)
δηίουν· ἐμάχοντο. ἐπορθοῦντο (Λ 71)
δηιοῦσι· πολεμοῦσιν
δηίεσθαι· [διώξατο (Μ 276)]
δηιωθέντων· αἰκισθέντων (Δ 417)
*δηιῶν· διακόπτων (Ρ 65) AS
*δηιώσας· κατακόψας (Ξ 518) SΣ
*δηλαδή· φανερόν vg ἐστιν. r ἢ δηλονότι (Eur. Or. 789) r. vgAS
δηλαίνουσι· παίζουσι s
δηλαινομένη· βλαπτομένη (r)
*δηλαϊστή· ἐλεεινή (Ezech. 5,15 v. l.) gAS
*δηλάτωρ· κατήγορος AS. r
*δηλαυγῶς· ἄγαν φανερῶς (Marc. 8,25 v. l.) S
δήλεσθαι· θέλειν, βούλεσθαι
δήλῃ· βούλῃ
*[δηληγατιῶν· ἀφορίζων AS]
†δηληθήσονται· θεωρηθήσονται
δηλήματα· βλαπτικά (μ 286)
δηλήμονας· *βλαπτικούς, κλέπτας. AS κακούργους. λυμεῶνας
δηλήμων· κακοῦργος. λυμαντήρ, λυμεών. [κακῶς] διαπραττό-
μενος
δηλήσας· [καμών. [διαπραξάμενος]]
δηλήσασθαι· *βλάψαι. gAS διακόψαι. φθεῖραι (Δ 67)
δηλήσατο· ἔβλαψεν. ἐφθείρετο. ἐκακοποίησε (χ 278)
δηλήσεις· στάσεις (s)
*δηλήσηται· βλάψῃ. φθείρῃ (Γ 107) g
δήλησις· ὀργή s λώβησις. κακουργία. φθορά
*δηλήσονται· ψεύσονται. βλάψουσι AS
*δηλητήριον φάρμακον· βοτάνη θανάσιμος r. vgAS
Δηλιασταί· οἱ εἰς Δῆλον πεμπόμενοι θεωροί (Lycurg. fr. ap.
Harp. 55,14) p
δήλιοι· [οἱ ἀδελφὰς γεγαμηκότες]
*δῆλον· φανερόν, vgAS ὁρατόν. (υ 333) καὶ τὸ τοῦ Ἀπόλλωνος
ἱερόν (ζ 162)
δηλονότι· φανερὸν ὅτι (Dem. 18,130)
δήλονται· θέλουσι
*δήλων· ὁράσεων gAS ἐνυπνίων (Ose. 3,4) S (Σ)
δήλως· ἀπερικαλύπτως
*δηλῶσαι· φράσαι. δεῖξαι. σημᾶναι (Soph. O. R. 1041) vgAS
Δηλιακὸς βωμός· τὸ περιτρέχειν κύκλῳ τὸν ἐν Δήλῳ βωμὸν
καὶ τύπτειν· ἤρξατο τούτου Θησεύς, χαριστήριον τῆς ἀπὸ
τοῦ λαβυρίνθου φυγῆς
*δημαγωγεῖ· στρατηγεῖ r. gP (.r)
*δημαγωγίας· ὀχλοποιήσεις AS
*δημαγωγός· ἄρχων, ἐκ τοῦ τὸν δῆμον ἄγειν καὶ διοικεῖν vgAS
[δημόσιος]
*δημαγωγοῦντα· στρατηγοῦντα ASn
Δημαρέτειον· νόμισμα ἐν Σικελίᾳ, ὑπὸ Γέλωνος κοπέν, ἐπιδούσης
αὐτῷ Δημαρέτης τῆς γυναικὸς εἰς αὐτὸ τὸν κόσμον
*δημαρχία· ὅτε δῆμος ἄρχει gAS
δήμαρχοι· οἱ πρότερον καλούμενοι {ναύκραροι}· ἄρχοντες δὲ
ἦσαν καὶ ἠνεχύραζον οὗτοι τοὺς ὀφείλοντας (Ar. fr. 484?)
*δήμαρχον· τὸν ἐνεχυραστήν vgAS
*δημαστρεύεσθαι· ἐπιπολὺ ὑπερτίθεσθαι (Ο 512) gAS
δημεῖαι· αἱ τῶν δήμων συστάσεις
*δημελέητος· ἐλεεινός gAS
δημεύειν· τὸ οὐσίαν τινὸς δημοσιῶσαι. καὶ τὸ ἐνδημεῖν. ἔνιοι
τὸ δημαγωγεῖν λέγουσι q
δημεύσεις· ἁρπάσεις
*δημεύσας· δημοσιεύσας (g) AS
δημεχθηλός· μισούμενος ὑπὸ τοῦ δήμου r
*δημηγορῆσαι· ἐν δήμῳ λαλῆσαι vgAS
*δημηγορῶν· εἰς τὸν δῆμον λέγων (Dem. 19,10) SPn
Δήμητρα· τὸν σῖτον· Γλαύκων
Δημητριάς· κριθὴ ἑξάστιχος
Δημήτριος· τραγῳδῶν ὑποκριτής· καὶ ἴσως ὑπεκρίθη τὸν
Ἀγαμέμνονος θάνατον, πελέκει κατὰ πολλοὺς γενόμενον (Com.
adesp.)
δήμια· *δημόσια. (Ρ 250) S καὶ δημιόπρατα
Δημίασι πύλαις· κοιναῖς, ἐπεὶ προεστήκεσαν ἐν ταῖς πύλαις
αἱ πόρναι. ὁ δὲ Ἀντίπατρος τὸ γυναικεῖον μόριον δημόσιον
ἔφη. οἱ δὲ τὰς Κεραμεικὰς πύλας· πρὸς γὰρ αὐτάς φασιν ἑστάναι
τὰς πόρνας. μήποτε οὖν ἀντὶ τοῦ {Διομῇσι πύλαις} Δημίασιν
εἶπεν διὰ τὴν ἐγγύτητα τῶν ὀνομάτων (Com. ad. fr. 805)
*δήμιον· κοινόν. [δημόσιον gΣ πολιτικόν (β 32)
δημίην Κύπριν· πόρνην.
δημιόπρατα· τὰ δημευθέντα κτήματα, καὶ ὑπὸ δήμου πιπρα-
σκόμενα (Ar. Eq. 103)
δήμιος· ὁ τοὺς καταγνωσθέντας ἀναιρῶν, *ἢ ὁ ὑπηρέτης τῶν
βασάνων (Aeschin. 2,126) r. AS
*δημιουργεῖ· τὰ μὴ ὄντα ποιεῖ (Plat. Soph. 219 c) AS
δημιουργεῖον· χαλκεῖον. ἐργαστήριον
δημιουργός· *χειροτέχνης. vgAS κατασκευαστής
δημιουργός· ὁ ἥλιος, ὅτι πάντα πέσσει καὶ τελειοῖ
δημιουργός· ἐπὶ μὲν τῶν ἀνδρῶν τὸ ἔθνος ἐκλήθη, ὅτι χειροτέ-
χναι ἦσαν καὶ βάναυσοι· καὶ παρὰ τοῖς Δωριεῦσιν οἱ ἄρχοντες,
τὰ δημόσια πράττοντες, ὥσπερ Ἀθήνησιν οἱ {δήμαρχοι}.
Λέγονται καὶ οἱ τεχνῖται καταχρηστικώτερον. λέγεται δὲ καὶ
γυνὴ {δημιουργός}, ἣ ἐν τοῖς γάμοις πέμματα πέσσει (Men.
fr. 518,12? Antiphan. fr. 225,3)
δημιουργῶν· τὸν δῆμον διοικῶν
δημοαδῆ· περιβόητον
δημοβόρος· ὁ τὰ κοινὰ τοῦ δήμου κατεσθίων S *ἢ ὁ τὰ δημόσια
Σ (Α 231)
*δημογέροντες· οἱ τοῦ δήμου ἐντιμότατοι (Γ 149) pΣ
δημοειδέος· δημώδους, ὀχλικῆς (Hippocr. art. 78)
Δημήτερος ἀκτή· τὸ ἀκρότατον καὶ ἐξοχώτατον τῶν Δημη-
τριακῶν καρπῶν, τῶν πυρῶν. μεταφορικῶς ἀπὸ τῶν ἀκρω-
τηρίων καὶ τῶν ἐξεχόντων τόπων τῶν παραθαλασσίων. ἢ
ἄλευρον (Ν 322 ..)
†δημοθέσεση· ἐθεώρει
δημοθεές· θεωρούμενον
*a) δημοθοινία· ἡ τοῦ δήμου εὐωχία. vgAS b) {δημοθοινία}
ἡ τοῦ δήμου θυσία gAS
δημοκαλλίας· τοὺς περὶ τὰ δημόσια ἀναστρέφοντας (Com.
ad. fr. 69)
*δημόκοινον· δημόσιον AS
δημόκοινος· δημόσιος βασανιστής q πόρνος. καὶ δήμιος (Soph.
fr. 712)
*δημοκόμπος· δημηγόρος. S δήμῳ ἐπαιρόμενος r. AS
*δημον· λίπος. (Φ 127) ἢ ὄχλον r. AS
δημοκώκυτος· ἀθρήνητος. [ἀνελεήμων r
*δημωδέστερον· ἀσχημονέστερον, διὰ τὸ ἐν ὄψει πάντων
γινόμενον vAS
δημός· ὁ ἐπίπλους τοῦ ἱερείου, ἀπὸ τοῦ εὐκέατος εἶναι, δαϊμός
τις ὠνομασμένος. καὶ τὸ λίπος, {ὀξυτόνως·} προπερισπωμένως
δέ τι πολιτικὸν σύστημα
δῆμον ἐόντα· [ὀξυτόνως] δημότην, καὶ ἕνα τῶν πολλῶν (Μ 213)
δῆμον Ἐρεχθῆος· τὰς Ἀθήνας, περιφραστικῶς (Β 547)
Δημοκλεῖδαι· οἱ ξένοι καὶ μοιχοί, ἀπὸ Δημοκλείδου τοιούτου
ὄντος, (Com. ad. fr. 71) καθάπερ καὶ τοὺς ἡταιρηκότας Τιμάρ-
χους ἔλεγον, (Aeschin. 1,157) τοὺς δὲ πονηροὺς Εὐρυβάτους,
Κιλλικῶνας δὲ τοὺς προδότας (Ar. Pac. 363?)
Δημονήσιος χαλκός· δύο εἰσὶ πρὸς τῷ Βυζαντίῳ νῆσοι,
κοινῇ μὲν Δημόνησοι λεγόμεναι, ἰδίᾳ δὲ διαλλάττουσαι· ἡ μὲν
γὰρ Χαλκῖτις, ἡ δὲ Πιτυοῦσσα
δημόσσους· τὸν δῆμον σώζων. ἢ ὁ δημοδίωκτος
δημοσιεύειν· τὸ δημοσίᾳ ὑπηρετεῖν ἐπὶ μισθῷ (Ar. Ach. 1030?)
δημοποίητον· ὁ κατὰ ψήφισμα δήμου [γεγονὼς πολίτης,
p ξένος ὢν φύσει
*δημόσιον· δεσμωτήριον (Thuc. 5,18,7) s
δημοστροφεῖν· ἐν δήμῳ ἀναστρέφειν
Δῆμος καλός· Πυριλάμπους υἱὸς ἦν οὗτος Δῆμος ὄνομα καὶ
τὴν ὥραν κάλλιστος· ἔθος δὲ ἦν τοῖς ἐρασταῖς ἐπιγράφειν
πανταχοῦ τὰ τῶν παίδων ὀνόματα
δημολάλητος· δημοβόητος
δημοτελῆ ἱερά· καὶ δημοτελῆ μέν, εἰς ἃ θύματα διδῷ ἡ πόλις·
δημοτικὰ δέ, εἰς ἃ οἱ δῆμοι
δημοτεύεσθαι· τὸ μετέχειν δήμου καὶ πολιτείας κατὰ νόμον
δημότης· ὁ ἐκ τοῦ δήμου. δηλοῖ δὲ καὶ ἰδιώτην
δημοτικά· τὰ τοῖς πολλοῖς ἐμπρέποντα
δήμου ἄνδρα· δημότην ἄνδρα (Β 198)
δημοῦσθαι· εὐφραίνεσθαι, εὐθυμεῖσθαι δημοσίᾳ, [παίζειν (Plat.
Theaet. 161 e) ps
δημοῦται· παίζει. θωπεύει
δήμου τ' ἄνδρα· δημότην ἄνθρωπον (Β 198)
δήμου· πόλεως (Ζ 158 ..)
δήμου ἀρίστω· δημότας ἀρίστους, δυϊκῶς (Λ 328)
δημοφάλιον· [ἑτεροῖον, ἀλλοῖον]
δημόφαντον· δημόσιον
δημώδης· παιδιώδης
δημώδη· δημόσια
δημώματα· παίγνια p
*δημωφελής· δῆμον ὠφελῶν vgAS
*δήν· ἐπὶ πολὺν χρόνον (Α 512) n
δηναιόν· πολυχρόνιον, (gAS) ἀρχαῖον
δηναιά· ἀχρεῖα καὶ ἄφορα δένδρα
*δηνάριον· τὸ νόμισμα r. vgAS ἢ εἶδος ἀργυρίου (Matth. 20,9 ..)
SPn
†δηνάσας· διεξελθών. διεξῆλθες
δὴν δ' ἄνεω· ἐπὶ πολὺ ἀχανεῖς, ἥσυχοι, ἄφωνοι (λ 30)
*δήνεα· βουλεύματα (Δ 361) pn
δῆνος· βούλευμα r
δὴν ἧστο· ἐπὶ πολὺ ἐκαθέζετο (Α 512)
*δήξεται· δάκνει (Eur. Med. 1370) AS
*δήξομαι· λυπήσω vgAS, ἀνιάσομαι (Eur. Bacch. 351) AS
δῆος· βωβός. Κρῆτες
*δῃουμένη· ἀπολλυμένη. ἠρημωμένη. καταστρεφομένη. πορθου-
μένη AS
δῃουμένων· ἀναιρουμένων
*δῃοῦν· πορθεῖν vgAS
δή· οὖν· {χρὴ δή}· [ἢ] χρὴ οὖν
δῃοῦντες· διακόπτοντες. καίοντες. ἐλαττοῦντες. πολεμοῦντες
δῃούντων· ἀνελόντων
δήποθεν· λέξις συναπτική, ὡς καὶ τὸ δήπου
δήποθεν· λέξις συναπτική, ὡς καὶ τὸ {δήπου}
*δηπορτᾶτος· ἐξορισιμαῖος AS
δή ῥα· ἄρα δή. ἤδη
δηράδες· βουνοί
δή ῥα δή· ὡς δή
*δ' ἠριγένεια· ἡμέρα (Α 477) (r.) ASh
δῆριν· μάχην (Ρ 158) (r.) vgAS
*δηρή· [τράχηλος (S)]
*δηρίσασθαι· μαχήσασθαι (Ρ 734 v. l.) AS
δηρίττειν· ἐρίζειν (r)
δηρότης] δηρόν· [ἐπὶ πολὺν καιρόν (Β 435 ..) r. AS
†δηρότη· κακουργία
†δῆσαι· ῥῖψαι
δῆσαι πρὸς σανίδι· Ἀττικῶς· βασανίσαι ἐν τῷ δεσμωτηρίῳ
(Ar. Thesm. 940?)
δησάντων· δησάτωσαν (μ 50)
δήσαντι· ὁμοίως
*δῆτα· οὕτως. vgAS ἢ τοίνυν S
†δητός· ὕστερος
δητταί· αἱ ἐπτισμέναι κριθαί
δὴ τότε· καὶ τότε δή (Α 476)
*δηφένσωρ· ἔκδικος r. ASp
Δηώ· Δημήτηρ r
δῃωθέντω· ἀναιρεθέντων. (Δ 417) *[καυθέντων (Greg Naz.
arc. 1,483) g
δῄωσαν· κατέκοψαν. AS ἔπρησαν. [ἠφάνισαν (r)
δῃώσαντες· *πραιδεύσαντες. vgAS πορθήσαντες. καταπολεμή-
σαντες (Π 158) (Sn)
δῄωσε· κατέκοψε. ἐφόνευσε
δῃώσωσι· κατακόψωσι. φονεύσωσι. καταπολεμήσωσιν (Δ 416)
*δια· τὸν Δία AS. [ἢ εὐγενής.] [καὶ πρόθεσις. S ἐνδοξοτάτη, rs
καὶ ἀγαθή
διάβαθρα· εἶδος ὑποδήματος γυναικείου
διαβάλλει· καταγινώσκει. ὑβρίζει. παραπατᾷ. παραλογίζεται
(Dem. 18,24)
διάβασις· πορεία. r γέφυρα. πέραμα (Xen. Anab. 2,3,10)
διαβάτης· ὄργανόν τι τεκτονικόν.
διαβάσιμος· διαβατός
*διαβαίνει· διαπερᾷ vgAS
διαβεβαιοῦται οὐδέν· ἀντὶ τοῦ ἀσύμφωνον
(*)διαβήματα· πορείας. περιπατήματα (Psalm. 84,14)
διὰ βίου· διὰ παντός r, ἀεί
*διαβιῶσαι· ζῆσαι (Exod. 21,21) ASn
διαβόητος· ἐπὶ καλῷ φήμην ἔχων, ἢ κακῷ
διαβολή· λοιδορία. ἢ {διαβολή}· ὑπόπτευσις. ἢ ὑπόληψις
διαβολίαν· διαβολήν
διάβουλοι· [διπλοῖ. δίβουλοι]
διαβούλια· ἀμφιβολία. AS ἐνθυμήματα, vgAS διαλογισμοί
Ose. 4,9 ..) AS
διαβολεύρ· ὁ ἐν τοῖς ἱστοῖς πρόβολος. Λάκωνες
†διαβουνίν· τὸ ἐν τοῖς πότοις τράγημα μεταξὺ ἐσθιόμενον
*διαβριθῆ· βαρέα ASw
*διαβριθοῦς· ἰσχυρᾶς AS
διαβρόχους· βεβρεγμένους
*διαβύσει· διακαμμύσει AS
διαγέγραπται· διακέκοπται (Ar. Nub. 774)
διάγειν· παρέλκειν. ἐξαπατᾶν (Thuc. 1,90,5?)
*διαγγέλλει· ἀπαγγέλλει. vAS διαδραμεῖ (Rom. 9,17) AS
διαγγέλλω· ἀπαγγέλλω, διέξειμι τῷ λόγῳ
διάγει· διατρίβει (Dem. 8,26?) AS
*[διαγενής· εὐγενής] (AS)
†διάγγαρον· δικέφαλον
διαγλαίνειν· διαλυμαίνεσθαι
διαγλάψας· διαγλύψας. διασκαλεύσας (δ 438)
διάγματα· διακλάσματα
*διαγνούς· διακρίνας. δίκαιον αἰσθόμενος. AS ἐπιγνούς, συνιείς,
νοήσας
*διαγνῶναι· ἐπιγνῶναι (Η 324) n
*a) διάγνωθι· νόησον vgAS b) {διαγνώμη}· διάγνωσις
(Thuc. 1,87,6 ..) Σs
Διαγόρας· Διόδωρος ὁ Ταρσεὺς ἀναγινώσκει περισπῶν {δι'
ἀγορᾶς, διὰ τὸ τοὺς μύστας βακχάζειν, τουτέστιν ἄιδειν τὸν
Ἴακχον δι' ἀγορᾶς βαδίζοντας (Ar. Ran. 320)
*διαγορεύει· θεσπίζει. (r) vgAS διαγγέλλει (Sus. 61) vgAS
διάγραμμα· διάταγμα. ψήφισμα
διαγραμμισμός· παιδιά τις ἑξήκοντα ψήφων λευκῶν καὶ
μελαινῶν ἐν χώραις ἑλκομένων. τὸ δὲ αὐτὸ καὶ {γραμμὰς} ἐκάλει
(Philem. fr. 209)
διάγραπτος δίκη· ἥτις καὶ {ἐξεσμένη} ἐλέγετο
διαγραφαί· αἱ συνθῆκαι
διαγράφειν· διαξύειν. ἀπαλείφειν. ἀκυροῦν
διαγραφή· ἐπὶ ζωγραφικοῦ πίνακος εἴρηται
(*)διαγραφάριος· ὁ ἀπαιτῶν δημόσια
διαγράφω· ἀποδοκιμάζω (Ar. Lys. 676)
διαγωγάν· διαίρεσιν. διανομήν. διέλευσιν
διαγωγή· ἀναστροφή r
a) *δι' ἃ δή· δι' ἅπερ gAS b) *{διαδέχεται}· {κληρονομεῖ} s
*διάδηλοι· φανεροί (Thuc. 4,68,5) AS
*διάδημα· στέμμα βασιλέως, AS κεφαλῶν κόσμος· ἤγουν στέφα-
νος ἢ βασιλέως σύμβολον (1. Macc. 13,32) SPn
a) *διαδιδράσκει· διαφεύγει gΣ b) *{διαδιδράσκετε}· {δια-
φεύγετε} ASPn
διαδικαιοῦν· φανερῶς ἀποφαίνεσθαι (Thuc. 4,106,2)
διαδικασία· ἡ ἐπίκρισις S τοῦ ἐπιτηδείου πρὸς λειτουργίαν καὶ
πρὸς τὰ ἄλλα. *ἢ ἀμφισβήτησις. κρίσις (Aeschin. 3,146) AS
διὰ δίκης· τὸ εἰς δίκην καλεῖν. Ἀττικοί (Soph. Ant. 742)
διαδοιδυκίζειν· ὀρχεῖσθαι ἀσχημόνως. (Com. ad. fr. 973) [διά-
δοχος]
διαδοκίς· οἱ μὲν [ὑπόθεμα τῶν δοκῶν, πλάγιον ὑπόθεμα,] ἡ
τὰς ἄλλας δοκοὺς ἀναδεχομένη· οἱ δὲ δοκῶν πλάγιον ὑπόθεμα
διαδέλλειν· διασπᾶν
*διάδρα· διάφυγε SPn
διαδοῦναι δίκας· τὸ τοῖς ἀδικουμένοις ἀποδοθῆναι τὸ δίκαιον
ὑπὸ τῶν ἀδικησάντων
διὰ δουρός· διὰ τοῦ ξύλου, καὶ δόρατος (Γ 61)
*διαδράκοι· θεάσοιτο (Ξ 344) AS
*διαδρᾶναι· διαφυγεῖν vgAS
*διὰ δρυμά· δι' ὕλην (Λ 118) n
διαδύει· διαφθείρεται
*διαδύνειν· διαφυγεῖν AS [διὰ τὰ οἰκήματα]
διὰ δώματα· {διὰ τὰ οἰκήματα} (Α 600 ..)
διαείσεται· διαγνώσεται (Θ 534)
διαειπέμεν· διαλεχθῆναι (δ 215)
*διάζευξις· διαχώρισις r. vg
*διάησι· διαπνεῖ (Hes. op. 517) AS
διαείδεται· φαίνεται (Ν 277) p
†διέζετο· διεσχίζετο
*διαθέει· διαφεύγει. Sn διατρέχει AS
διαθέντε· διαθέμενοι. δυϊκῶς
*διάθεσις· σχῆμα. ἀγάπη (vgAS) ἀπόδοσις s προαίρεσις S(A)
διάθεσιν· διακόσμησιν
*δῖα θεάων· ἀντὶ τοῦ διοτάτη (α 14 ..) A
διαθλέοιμεν· [διαγωνιζοίμεθα, κάμοιμεν, ἐργαζοίμεθα· {ἆθλος}
δὲ τὸ ἔργον καὶ τὸ ἀγώνισμα καὶ τὸ ἐπαθλεῖν]
διαθήκη· συνωμοσία· ἑνικῶς, οὐ πληθυντικῶς τὰς διαθήκας
ἔλεγον· δηλοῖ δὲ καὶ διάστασιν, διαίρεσιν, διάκρισιν, διάθεσιν
διαθήσεις· νοήσεις
*διαθήσει· τιμωρήσεται, κολάσεται, †πράσει vgAS
*διαθήσομαι· συντελέσω AS
†διάθονται· διαθρήσαντα· διϊδόντα
διαθρυλλῶ· διαομιλῶ. διαψιθυρίζω
*διαθρύψεις· συγκόψεις (Lev. 2,6) AS
διαίνεται· *βρέχεται. r(Sn) δακρύει [διαίνεσθαι]
διαιολᾶν· ἐξαπατᾶν. ποικίλλειν
διαιρεῖν· διακρίνειν. ἐξακριβοῦν. *[διαμερίζειν (vgAS)
διαιρῶσα· διαιροῦσα
*διαίρεσις· τομή, [μερισμός (1. Cor. 12,4) g
δίαιτα· θεσμός. *διαγωγή, τροφή A, ἢ καθημερινὴ τροφή AS
*δίαιτα τοῦ ἀνθρώπου· τὸ φαγεῖν, τὸ πιεῖν (Iob 5,3) AS
διαιτηταί· Ἀθήνησιν ἕτεροί τινες τῶν δικαστῶν, οἷς ἐπέτρεπον
οἱ ἀμφισβητοῦντες τὰ ἐγκλήματα, καὶ αὐτοὶ διῄτων· εἰ δὲ μή,
ἀνέπεμπον ἐπὶ τοὺς δικαστάς. οἱ δὲ περὶ ξ# ἔτη γεγονότες
διῄτων
*διάιττειν· διατρέχειν. (v) A διανύειν
διαιτητής· κριτής. r βασανιστής
διαιτητός· ὁ μὴ κατὰ κλῆρον δικαστής
*διαιτωμένη· τρεφομένη r. AS
*διαιτός· κριτής r. s
*δίαιθρον· διαφανές. καθαρόν. r. A δίυγρον
δίαιτρον· [δίοπτρον διαφανές]
διαίνεται· βρέχεται, ὑγραίνεται. διαχεῖται, ὑπὸ ὄμβρου βρέχεται
διὰ καλάμας ἄρνες· παρὰ Ῥοδίοις ἔριφοι οὕτως εἴρηνται ἐν
νόμῳ τινὶ οἱ τὴν καλάμην τῶν σπερμάτων ἐπιβεβοσκημένοι
διάκινον· [δυσκίνητον. Κρῆτες]
διακαυνιάσαι· διακληρώσασθαι· p καυνὸς γὰρ ὁ κλῆρος
(Ar. Pac. 1081)
*διὰ κενῆς· ματαίως (Psalm. 24,3) vgAS
*διακένῳ· κούφῳ (Num. 21,5) AS
*διακεισομένων· διακειμένων ASn
διακεκριμέναι· διακεχωρισμέναι (ι 220) (sp)
διακεκρίσθω· ἀφοριζέσθω
διακέρσαι· διακόψαι pw παραβῆναι (Θ 8)
*διακεχειρίσθαι· πορθεῖσθαι AS
διακεχλοιδώς· διαρέων ὑπὸ τρυφῆς (Archipp. com. fr. 45)
διακίγκλισον· διάσεισον. {Κίγκλος} δὲ ὄρνεον ἡ σεισοπυγίς
(Ar. fr. 29)
διακλιμακίσας· διαπαλαίσας. p {Κλίμακες} γὰρ καὶ {κλιμακις-
μοὶ} παλαίσματος εἶδος (Plat. com. fr. 124)
*διακλῶν· θρύπτων vgAS
διακλονῶν· διασείων. δονῶν
*διακναιομένων· διαπονουμένων. AS φθειρομένων (r) (Eur.
Alc. 109)
διακναισθέν· διαφθαρέν (Hippocr. mul. aff. 1,64)
διακοιρανέοντα· βασιλικῶς ἐπερχόμενον, ἢ ὡς κοίρανον διαπο-
ρευόμενον, διέποντα (Δ 230)
*διακομισθείς· διελθών. vgAS βασταχθείς (Plat. leg. 10,905 b)
vgA
*διακοσμηθεῖμεν· διαταχθείημεν (Β 126)
διάκονιν· δυσκίνητον. Κρῆτες
*διακονουμένων· ὑπηρετούντων ἢ ἀποκρίσεις τινὰς ἐκπληρούν-
των AS
διακοπή· διαίρεσις. διαχωρισμός
*διακορεῖς· κεκορεσμένοι (Plat. leg. 7,810 e?) (g)P
διακορεύει· τὴν κόρην διαφθείρει
διακορίζεται· διαπαρθενεύεται
διακοινώνησον· [διασείσθητι ἐν τῇ πορείᾳ. ἔνιοι πόνησον]
διακονῆσαι· κατεργάσασθαι. ἀπολέσαι. βλάψαι
διακόνιον· μάζα ἢ ζωμός, καὶ ἡ κρηπὶς τοῦ πλακοῦντος (Pherecr.
fr. 156), οἱ δὲ πέμματα ἐξαπτόμενα τῆς εἰρεσιώνης
διακονίς· ἐπὶ ὑφῆς ἱματίου ἀνωμάλου, ὅ φαμεν {κονίζειν}. καὶ
ἄνθρωπος ὁ μὴ πυκνός
†διακονίς· διακόσμησις
διακοσμησαμένω· διακοσμησάμενοι. δυϊκῶς
διακορίζεσθαι· βλέπειν, ἀτενίσαι
διακεχλοιδέναι· θρύπτεσθαι
διακωχή· ὁ μεταξὺ χρόνος, καὶ διάστημα χρόνου (Thuc. 3,87,1)
*διακραδαίνοιντο· κινοῖντο. {Κραδαίνειν} γὰρ τὸ κινεῖν AS
Διακρεῖς· {οὐ} μόνον Εὐβοέων τινές, ἀλλὰ καὶ Ἀθηναίων· καὶ
τόπος τῆς Ἀττικῆς καὶ ἡ χώρα {Διακρία}, ἡ ἀπὸ Πάρνηθος
εἰς †βαλυλῶνος
δι' ἄκριας· κατὰ τὰς ἀκρωρείας (ι 400)
*διακριβοῦν· ἀκριβῶς σαφηνίζειν (2 Macc. 2,28) AS
*διακριδόν· ἐν διακρίσει ἄριστον (Μ 103) n
διακριδὸν διαστάντος· χωρὶς ὄντος
διακρινθέντας· χωρισθέντας (Υ 141) S
διακρινθεῖτε· διακριθείητε, διαλυθείητε (Γ 102)
διακρινθήμεναι· διακριθῆναι, χωρισθῆναι (Γ 98)
διακρῖναι· διαχωρίσαι
διακρινομένω· διακρινόμενοι. δυϊκῶς
*διακρινομένων· μαχομένων (AS)
διακρίνουσιν· *διαχωρίζουσιν (Β 475) (vgA) μεσιτεύουσι
*διάκρισις· διαίρεσις. r. AS φθορά. διάλυσις
διακρότως· σκληρῶς. ἀποκρότως
*διακρούεσθαι· ἐξωθεῖν. ἢ ὑπερτίθεσθαι, καὶ ἄλλοτε ἄλλως
διαναβάλλεσθαι (Dem. 19,168 ..) vgAS
*διακρουόμενοι· διαφεύγοντες Sn
*διακρούσασθαι· ἀπορρῖψαι AS
διὰ κτῆσιν δατέοντο· τὴν οὐσίαν διεμέριζον (Ε 158)
διάκτορος· ἄγγελος, ἀπὸ τοῦ διάγειν τὰς ἀγγελίας· ἢ οἷον
διατόρως καὶ σαφῶς διαλεγόμενος. ἄγγελος γὰρ ὁ θεός (B
103 .. ε 43)
*διάκτορος· εἰρηνικός (Β 103) ASn
*διάκτορσιν· ἡγεμόσι. βασιλεῦσιν n
*διάκτωρ· διάκονος, ἢ ἄγγελος, ἀπαγγέλλων gAS
διακυδόμεναι· διαχεόμεναι
*διακυκῶσι· διαταράττουσιν vgAS
διακυνοφθαλμίζεται· διυποβλέπεται. διανεύει. ἢ ἀναιδῶς ἀν-
θίσταται (Com. ad. fr. 975)
διακυρίττεσθαι· ἀντιμάχεσθαι· κυρίως δὲ κριῶν
*διακωδωνίσαι· δοκιμάσαι (AS)
*διακωδωνισθέντες· διαφημισθέντες· gAS ὡς ἐπὶ τὸ πλεῖστον
δὲ ἐπὶ τῶν διαπαιζομένων vgAS καὶ χλευαζομένων S λαμβά-
νεται vgAS
διακωμῳδῶ· διατραγῳδῶ
διακωνῆσαι· διακλύσαι· ἀπὸ τοῦ {κωνῆσαι}, ὅπερ ἐστὶν πίσσῃ
χρῖσαι
†διάλ· τὴν ἔλαφον, Χαλδαῖοι
διαλαβεῖν· παλαιστρικόν τι {σχῆμα}
*διαλαβών· διαγινώσκων AS, [{διαλλαγή}· φιλία] διαχειρίσας,
S δεξάμενος gSΣ [ἀγαθός, ἔνδοξος] [{διαλλακτής}· φιλιώτης,
gASP μεσίτης] διελθών
διαλάμπει· ὡραΐζεται
δι' ἅλα· [διὰ τῆς θαλάσσης]
*δι' ἅλα πορφυροειδῆ· διὰ τῆς μελαίνης θαλάσσης (Eur. Tro.
124) AS
διάλας· τὰς δήλας καὶ φανεράς
διάλαυρος· οἰκία μεγάλη πανταχόθεν λαύραις διειλημμένη, ἡ
λεγομένη {περιάμφοδος}
διαλεγδόν· διαφερόντως
διαλέγειν· ἀνακαθαίρειν, ᾗ δέον ἀπιέναι ἢ ἐκπλεῖν· ἀπὸ δὲ τῶν
πεσόντων ἡ μεταφορά
διαλέγεσθαι· ἐπὶ τοῦ συνουσιάζειν (Hyperid. fr. 171 J.)
διαληκᾶσθαι· διασύρειν. διαμωκᾶσθαι
διαλεκτικός· πολύλαλος
*διάλεκτος· ὁμιλία. λαλιά AS
διαλαχόντα· κληρωσάμενα
*διάλλασσε· διάλυε AS
διαλελημμένων· διαδεδεμένων. ἢ διακρατουμένων ἑκατέρωθεν
*διαλελοίπασιν· ἐπαύσαντο AS
*διάληψιν· ἐνθύμησιν. ASn ἢ γνῶσιν (2. Macc. 3,32) Sn
*διάλειμμα· διάστημα r. Σp
*διαλείμματος· τοῦ διαχωρισμοῦ AS
διαληλιμμένη· ἠλειμμένη, κεχρισμένη
διαλέξαι· διορύξαι
διαλήξεις· [διαλέξεις] διαιρέσεις κλήρου (Antiph. fr. 64)
διάλεξις· ὁμιλία
διαλλαγαί· μεταβολαὶ καὶ διαλλάξεις, Λάκωνες ἐπὶ τῆς ἔχθρας
*διαλλαγῶ· διαχωρισθῶ s
δι' ἀλλήλων· ...
*διαλλύος· [ὁ ἀντὶ ἄλλου διακονῶν AS]
διαλογισμοί· ἀδολεσχίαι
διάλογος· λόγος. ποίημα
δίαλον· φανερόν
διαλουφῶν· διατίλλων, ὀλούφων. οἱ γὰρ Ἀττικοὶ τὸ τίλλειν.
οἱ δὲ τὸ ἐκλέγειν τῶν σπορίμων τὴν πόαν
διαλύγισμα· διαπλοκή
διάλυσις· διάκρισις. φθορά. διαχωρισμός
*διαλυγίσαντες· κάμψαντες. περικλάσαντες AS
†διαλαος· οἱ μὲν ἐπιμυλίδιον δαίμονα· ἄλλοι δὲ παιδιᾶς εἶδος,
ἐν ᾗ διαλέγουσι τὰς ψήφους. βούλεται δὲ λέγειν ὁ Κρατῖνος
(fr. 402) τὸν ἔσχατον τῶν πόρνων
*διαμαρτάνει· ἀποτυγχάνει (AΣ)
διαμαρτυρία· δίκη τις ὁμοία τῇ {παραγραφῇ}· ταύτῃ δὲ
ἐναντία ἡ {εὐθυδικία}
*διαμαρτών· ἀποτυχών, ἢ διασφαλείς (Dem. 24,48 ..) AS
*†διάμαστος· θεός AS [καὶ {διάματος}]
διαμάττειν· διαφυρᾶν τὰ ἄλφιτα πρὸς τὸ ποιῆσαι μάζας
(Ar. Av. 463?)
*διαμάχη· μάχη (Phil. op. mund. 33 ..) AS [διαμελεοί· οἰκέται]
διαμαξαμένη· διασμηξαμένη. διαψησαμένη
*†διαμελεοί· οἰκέται AS
*διαμέλλει· ἀναβολῇ χρῆται AS
διαμεμετρημένην ἡμέραν· ἐπὶ τῶν μεγάλων δικῶν τὴν ἡμέραν
ἐμέριζον εἰς διαστήματα (Dem. 19,120)
διάμεσοι· οὕτως ἐλέγοντο παρὰ Ἀθηναίοις οἱ μέσοι τῶν
πλουσίων καὶ πενήτων
διαμέστας· [ἀλαζόνα. ἐξαλλάκτην]
διάμετρος· ὄργανον γεωμετρικόν. καὶ τὸ διδόμενον εἰς ἀπουσίας
λόγον τοῖς τοὺς σιτικοὺς καρποὺς μετροῦσιν
διαμετρητῷ· διαμεμετρημένῳ (Γ 344)
*διαμευστάς· ἀλαζόνας (AS)
διαμῆσαι· διαθερίσαι. *[διακόψαι, Σ διατεμεῖν
διάμησε· διέκοψε, διέτεμε. διεθέρισε (Γ 359)
*διαμευτής· ψεύστης, ἀπατεών As
διαμηρίσαι· τοῦτο καὶ ἐπὶ παίδων ἀῤῥένων (Ar. Av. 706) καὶ
θηλείων (Ar. Av. 669) ἔλεγον
διάμοιος· ὁ ἀντ' ἄλλου διακονῶν
*διαμοιρᾶσαι· διαμερίσαι (Eur. Hec. 1077 ..) AS(n)
διαμοιρωμένα· διαιροῦσα, καὶ διαμερίζουσα
*διαμπάξ· διόλου, r. vgASP καθόλου AS διηνεκῶς (Eur. Bacch.
994), ἐξεναντίας P
(*)διαμπείρας· διακεντήσας
*διαμπερές· διόλου r. gSn †παραγύρως. σαφῶς. τελείως διαμπάξ
(Ε 112)
*διαμπερέως· σαφῶς. τελείως AS
διαμύθησις· παραλογισμός r
διαμυλλαίνειν· χλευάζειν. ἐπὶ τοῦ [τὰ χείλη διαστρέφειν r
διαμωκᾶσθαι.
διαμπερονήσει· διατρήσει· διατμήσει. διακόψει. διακεντήσει.
προσηλώσει
διαπραθέειν· διαπορθῆσαι (Η 32)
διαμφάδιον· [ἀλλοῖον AS {μέλος} S]
διαμφίδιον μέλος· ἀλλοῖον, διαπαντὸς κεχωρισμένον. {Ἀμφὶς
γὰρ χωρίς. Αἰσχύλος Προμηθεῖ δεσμώτῃ (556)
*διαμώμενοι· διασκάπτοντες (Thuc. 4,26,2) gnΣ
*διαμῶσαι· ζητοῦσαι (Eur. Bacch. 709) AS
δῖαν· *μεγάλην ἢ ἔνδοξον (Β 615) AS. τὸν οὐρανὸν Πέρσαι
(Hdt. 1,133,2) καὶ τὴν νῦν καλουμένην Νάξον (λ 324)
διᾶναι· σμῆξαι. πλῦναι
διανακωχή· διανάπαυσις, οἷον ὁ μεταξὺ χρόνος
*διάνδιχα· διαφερόντως. χωρίς. S ἢ διχῶς (Α 189) gAS
διαναυσθλοῦσθαι· διαπλεῦσαι
†διανδής· πολυχρόνιος. Κρῆτες
*διανεῖμαι· διαδοῦναι vgAS
διανεκές· διὰ παντός (Plat. Hipp. mai. 301 b)
*διανέμεται· μερίζεται AS
*διανεμηθῇ· διαδοθῇ (Act. Ap. 4,17) AS
διανεύει· [τρέφει. κυκλεῖ]
διανείμαντε· διανείμαντες. δυϊκῶς
*διανηξάμενοι· διακολυμβήσαντες vgAS διαπεράσαντες S
διανίζει· κρουνίζει. *[διακλύζει. πλύνει AS
*διανίζεται· νίπτεται. καθαίρεται vgAS
διάνιον· κονία
διανοητικόν· ...
*διανοηθείς· μεταμεληθείς. ἐνθυμηθείς (Gen. 8,21) AS
διανοοῦμαι· λογίζομαι
*[διαντεθῆναι· τελειωθῆναι AS]
*διανυκτερεύοντες· ἀγρυπνοῦντες πᾶσαν τὴν νύκτα AS
*διανυσθῆναι· τελειωθῆναι gAS
διαξιφίσασθαι· ξίφεσι διαγωνίσασθαι {κυρίως· ἤδη δὲ} καὶ
{τὸ} μαχέσασθαι (Ar. Eq. 781)
διὰ πάντων κριτής· Βοηθός φησι ἐν τοῖς περὶ Πλάτωνος,
ὅτι ὁ νομοθέτης ἐκέλευσε τοῖς κρίνουσιν γράφειν τὰ κεφάλαια
ἕκαστον (Plat. rep. 9,580a)
διαπαρθενεύει· φθείρει κόρας
*διαπαρατριβαί· ἐνδελεχισμοί, [ἐνδελέχειαι (1. Tim. 6,5) vgAS
διαπατταλευθήσει· τρόπῳ βύρσης διαταθήσῃ παττάλοις
(Ar. Eq. 371)
διαπεπαρμένον· τοῖς ἥλοις πεπηγμένον
*διαπείραντες· διακεντήσαντες AS
διαπέπλιχε· διαβέβηκε· {πλίγματα} γὰρ βήματα
διαπεπλιχώς· διεστώς. κεχηνώς (Hippocr. mul. 2,167?)
*διαπερᾶναι· τελειῶσαι (Plat. leg. 1,625b?) P (vgAS)
*διὰ περιόδων· διὰ κύκλων AS
διαπεττεύων· μεταφέρων· μετῆκται δὲ ἀπὸ τῶν πεττῶν
διαπεττεύεσθαι· πεττοῖς ἀποπαῖξαι. ἤδη δὲ καὶ τὸ συντελέσαι
διαπερδικίσαι· διαλινῆσαι. καὶ διαφυγεῖν (Com. ad. fr. 87)
διαπεπλίχθαι· διηλλάχθαι τὰ σκέλη, καὶ ἀντιβαίνειν
†διαπνεύστας· παραλογιστικῶς
διαπέφλοιδεν· διακέχυται
διαπεφρούρηται βίος· Αἰσχύλος Φρυξίν (fr. 265) οἷον ἡ διὰ
τοῦ βίου φρουρὰ συντετέλεσται, ἢ διελήλυθεν ὁ χρόνος
*†διαπέφροιδεν· †ἐγείρει. διακέχυται AS
†διαπεφρυκέναι· διεσκέφθαι. καὶ καθεωρακέναι
διαπηνηκίσαι· διακεφαλαιῶσαι. {Πηνήκη} γὰρ γένος περικε-
φαλαίας. οἱ δὲ τὸ ἀπατῆσαι, ἀπὸ τῆς πηνήκης (Cratin. fr. 282)
*διαπεφωνήκαμεν· ἀπωλόμεθα (Ezech. 37,11) (vg)AS
διαπιδύει· ... διαπηδᾷ· ... (Hippocr. Hum. 11. Nat. puer. 21)
διαπίνειν· προπίνειν. Ἐπιγένης (fr. 8, II 419 K.)
*διαπληκτίζονται· διαμάχονται vgAS, φιλονεικοῦσι AS
†διαπλήσσειν· διέλκειν. διαπλέκειν
διαπλήσσοντες· διασχίζοντες (Ψ 120)
διαποδίζων· βασανίζων, ἐπιμελῶς ἐξετάζων
διαποδισμός· [εἶδος ὀρχήσεως, ἢ ἁλμοῦ]
*†διαπονδαρίζει· διαναβάλλεται, διαναῤῥίπτει AS
*διαπονηθείς· λυπηθείς (Act. Ap. 16,18) AS
*διαπόρησις· ἀμφιβολία, ἀπορία (v) ASP
*διαπορθμεῦσαι· [πραιδεῦσαι]. διαπερᾶσαι (Hdt. 5,52,4) SPn
(vg)
*διαπορθμεύων· διακομίζων vgAS
διαπρήσσειν· κατεναντίον διελθεῖν. καὶ τάσσειν. ἢ σπεύδειν
διαπορπακίσαι· {τὸ} διὰ τοῦ πόρπακος [τῆς λαβῆς τὸ]
διενεῖραι τὴν χεῖρα
*διαπραθέειν· ἐκπορθεῖν (Η 32) AS
*δι' ἀπορήσεων· δι' ἀμφιβολιῶν AS
*διαπρέπειν· διαφέρειν AS προκόπτειν
*διαπρεπής· ἔκδηλος, ἐπίσημος vgAS
*διαπρέψας· λαμπρὸς φανείς vgAS
*διαπρήσσουσα· διατέμνουσα, n διασχίζουσα (Α 483)
*διαπρίζει· διαπερᾷ (n) p
διαπρίεται· †διαγοράζει. [μαίνεται r
*διαπρήσσει· τάσσει. ἀπατᾷ, ψεύδεται. AS διαπερᾷ p
διαπρήσσοντες· διατέμνοντες. καὶ διαπερῶντες
*διὰ πρό· {δι'} ὅλου AS διαμπάξ S, διηνεκῶς
διὰ πρό· διαμπάξ. δι' ἐναντίας
διὰ πρὸ δέ· διαμπάξ, δι' ὅλου (Ν 388)
διὰ πρὸ δὲ εἴσατο καὶ τῆς· διῆλθε δὲ καὶ δι' αὐτῆς (Δ 138)
διαπρύσιον· *διαπορεύσιμον. SPn μακρόν S διὰ πάντων
διεξιόν ASn ἐξάκουστον r A μέγα (Θ 227) (vgAS) διάτονον
*διαπτάντος· πετασθέντος (Sap. 5,11) vgAS
*διαπταῖσαι· σφαλῆναι n
διαπτεῖν· [ὁρμᾶν]
[διαπτύς]· ... {διαπτερῶσαι}· ἀνευρῦναι. διαστῆσαι (Hippocr.
acut. 58)
διάπτυε· {διαπτύει}· ...
διαπύλιον· τέλος τι παρ' Ἀθηναίοις οὕτω ἐκαλεῖτο
*διαπυνθάνεται· ἐρωτᾷ vgASn
διαπυρισθέντα· διοργισθέντα
*διαπρύσιος· μέγας, διαβόητος (r) vgASw
*διάπυρος· θερμός r. g(AS)
*διαρθροῦν· ὁμολογεῖν w (S)
*διαρθρούμενον· ἀκριβούμενον vgAS
*διαρθροῦν· διαδηλοῦν SPnw
διαριθμουμένην· διαλογιζομένην
διαρικνοῦσθαι· ἐπὶ σχήματος ὀρχηστικοῦ τίθεται. ὁτὲ δὲ ἐπὶ
τοῦ συνεστράφθαι (Cratin. fr. 219)
διάρινον· τὸ σίναπυ r
*διαριπίζεσθαι· διακοντίζεσθαι AS
*διαρκές· ἀρκέσαι [μὴ] δυνάμενον (g)
διαρκέσαι· βοηθῆσαι [{διαρκές}]
*διαρκῆ· ὠφελοῦσαν n ἢ ἐξαρκοῦσαν (Thuc. 1,15,1? Dem. 3,33?)
διαρκέστατοι· πλήρεις. ἀνενδεεῖς
*διαρκῶς· ἀσφαλῶς. δι' ὅλου AS ἀρκούντως. δαψιλῶς vgAS
ἱκανῶς gS
δίαρμα· κούφισμα np
Δι' Ἅρματος· τόπος ἐν Πάρνηθι τῆς Ἀττικῆς
διάρογχας· τὰ μεταξὺ τῶν ἐπιδέσεων διαστήματα (Hippocr.
med. off. 7?)
διαροθεῦντα· διασοβοῦντα
διαῤῥαίσει· διαφθερεῖ (Ι 78)
διαῤῥαισθέντος· διαφθαρέντος (Greg. Naz. c. 2,1,1,189
[37,984]) r
*διαῤῥαῖσαι· διαφθεῖραι (Β 473) r. gAS
διεῤῥαῖσθαι· διεφθάρθαι
διαῤῥαίειν· διαπορθεῖν
*διαῤῥεῖν· διαχεῖσθαι vgAS
*διαῤῥέοντες· χαῦνοι, καὶ διαλελυμένοι (A) S
*διαῤῥέουσα· τρυφηλή (g) S
*διαῤῥέουσαι· διαφθείρουσαι Sn
*διαῤῥήδην· φανερῶς. r. vgAS σαφῶς (Greg. Naz. 21,33 p.
1121 c) vg
*διαῤῥήκτας· ἐπιβούλους AS
διαῤῥήξας· συντρίψας. r σχίσας (Marc. 14,63)
*διαῤῥήξωμεν· ἀποῤῥίψωμεν (Ps. 2,3) S(A)
*διαῤῥυῆναι· διαφθαρῆναι r. vgAS
διαρρύτους· διηντλημένους
*διαρτᾶν· διασείειν s καὶ ἀπαρτᾶν
*διαρτᾷ· κρεμνᾷ. ps διαρμόζει AS
διαρταμῆσαι· διελεῖν, κατακόψαι
διάρτασον· διάστειλον (Aesch. fr. 318)
διαρτίζων· ἀρτία καὶ συνετὰ φθεγγόμενος
*διαρτίσαι· ἀναπλάσαι (Iob 33,6?) vgAS
*διαρτωμένων· καταρτιζομένων gAS
διαρύτειν· ἀντλεῖν
δίαρχοι· οἱ Ἑλληνοδίκαι
διὰ ῥωπήϊα πυκνά· διὰ χωρίων, ἐν οἷς ῥῶπες φύονται πολλοί.
οἱ δὲ ῥῶπες εἶδος φυτοῦ ἱμαντῶδες. *διὰ τῶν συμφύτων
τόπων AS (Ψ 122)
διαρωχμίας· διαστάσεις
διασαλακώνισον· ἀντὶ τοῦ διασαλακώνευσον, οἷον τρυφερῶς
βάδισον· τοὺς γὰρ θρυπτομένους {σαλάκωνας} ἔλεγον, ἴσως
ἀπὸ τοῦ σαυλοῦσθαι, ὅπερ ἐστὶν θρύπτεσθαι· {σαλάκωνα} δέ
φασιν τὸν οὗ μὴ δεῖ δαπανῶντα (Ar. Vesp. 1169)
†διασάτηρ· διαπαίζειν. Λάκωνες
διασαλακώνισον· διάνυσον. ἀπὸ τοῦ ἐγκεῖσθαι τὸν σαλά-
κωνα (Ar. Vesp. 1169)
διασαλακώνισμα· ἀσελγές τι σχῆμα
διασαρδονίσαι· τὸ προσποιητῶς γελάσαι. τὸ δ' αὐτὸ καὶ
†{σαρκωνίσαι}
διασαυλούμενον· διακινούμενον, καὶ ἐναβρυνόμενον, ἢ διασειό-
μενον (Ar. fr. 624)
*διασαφεῖ· διασαφηνίζει, ἀγγέλλει AS
*διάσημος· λαμπρότατος r. AS
(*)Διάσια· ἑορτὴ r Ἀθήνησι. καὶ σκυθρωποὺς ἀπὸ τῆς ἑορτῆς
ἣν ἐπετέλουν μετά τινος στυγνότητος θύοντες {Διὶ Μειλιχίῳ}
(Thuc. 1,126,5)
διασιλλοῦν· διασύρειν
διασιλλοῦσι· διαμωκῶνται
*διὰ σκαιῶν· διὰ τῶν ἀριστερῶν, ἢ τῶν πυλῶν τῶν οὕτω
καλουμένων (Γ 263) AS
διασκανδικίσῃς· διευριπιδίσῃς· ἡ γὰρ τοῦ Εὐριπίδου μήτηρ
σκάνδικας ἐπίπρασκε· {σκάνδικες} δέ εἰσιν εἶδος ἀγρίου λαχάνου
(Ar. Eq. 19)
διασκαριφῆσαι· ἐπὶ ὀρνέων τῶν τοῖς ὄνυξι σκαλευόντων τὴν
γῆν κυρίως λέγεται
διασκεδάσει· διασκορπίσει (r) (Esai. 44,25)
†διασκελίδα· σπυρίδα, ἣν ἔνιοι †{διασκάλων}
διασκέπτεται· διαλογίζεται
*διασκευάζει· κατασκευάζει AS
διάσκεψις· λογισμός
διασκηνίψαι· διαφορῆσαι. διασπεῖραι. {διεσκηνίφθη} δὲ διεσω-
ματίσθη
*διασκίδναται· διασκορπίζεται r. gAS
διασπαθᾶν· ἀσελγῶς ἀναλίσκειν
*διασμήχων· διαξέων (r) ASdw
διασπαράττει· διασπᾷ. διαιρεῖ, διαμερίζει
*διασπάσαι· διαιρεῖν p διασπαράξαι. [διασχίσαι A
διασπᾶσθαι· ὁμοίως
διασπιδέος πεδίοιο· ἤτοι τοῦ μεγάλου πεδίου· ἢ τοῦ περιφε-
ροῦς παραπλησίως ἀσπίδι· ἢ ἐν ᾧ πολλαὶ μαχομένων ἀσπίδες
κατέπεσαν. λέγει {γάρ}· "κτείνοντες ... διά τ' ἔντεα καλὰ
λέγοντες." (Λ 754 sq.)
διασταδόν· κεχωρισμένον
διασταθμῆσαι· διελεῖν
*διασταλήσονται· ἀφορισθήσονται (Gen. 25,23) AS
διαστάντες· {διεστηκότες} (Μ 86) S
διέστησαν· ἐχωρίσθησαν
*διαστέλλεται· διαμερίζεται. (Pp) ἀφορίζεται [διαστελλόμενον]
*διαστελλόμενον· {διαμεριζόμενον} AS(gn)
*διαστέλλουσα· S ὁμοίως (1 Reg. 3,1)
διάστημα· {χάσμα} r [πόῤῥω, μακράν]
διαστῆσαι· δίχα καὶ χωρὶς στῆσαι, χωρίσαι
διαστησαμένω· διαχωρίσαντες. δυϊκῶς
*διαστήτην· διέστησαν. δυϊκῶς (Α 6) r. gAS
*διαστίχειν· διαπορεύεσθαι, Sn διελθεῖν
*διαστίχονται· διαπορεύονται S
*διασχόντι· διαστήσαντι ASn
*διαστιχῶν· διαπορευόμενος (Eur. Andr. 1090) (vgA)Sn
*διαστιχοῦσα· διαπορευομένη, διερχομένη (gA)
διαστιχοῦσι· διαπορεύονται
διαστοιχισάμενος· διαταξάμενος, ἀκολούθως διαθέμενος
*διαστολή· διάκρισις, διαίρεσις (Rom. 3,22) r AS
διὰ στρεπτοῖο· ἁλυσιδωτοῦ, ἐκ συνεστραμμένων τινῶν γεγονό-
τος, ὑφαντοῦ (Ε 113)
διαστρεφομένη· †διαπορευομένη
διαστύρακοι· οἱ τὴν μὲν κόρην καὶ τὴν ἅλω μέλαιναν ἔχοντες,
τὴν δὲ ἶριν ἔνωχρον
διασυκάξαι· διασκεδάσαι. Ταραντῖνοι
διασύρει· [διαπαίζει, χλευάζει (r)
*διασύροντες· χλευάζοντες, AS παίζοντες
διασφάγες· αἱ διεστῶσαι (r) πέτραι τῶν ὀρῶν (Hdt. 3,117)
διάστροφον· στραβόν (Eur. Bacch. 1122 ..)
διασφυδῶσαι· αὐξῆσαι [ἀπὸ τοῦ σφύζειν]
†διασαφῶν· δι' ἑαυτοῦ παρὰ Ἱπποκράτει
διάσχεσις· οὕτω λέγεταί τις ἐν μουσικῇ ...., ὡς τὸ {διά-
στημα}· Σέλευκος δὲ κροῦσμα μουσικόν
*[διασχῶ] διασχών· διαστήσας gPΣ
διαταξαμένω· διαθέμενοι. δυϊκῶς
διατάξεων· διοικήσεων
διατάττει· διακοσμεῖ. καθηγεῖται
διὰ τάχους· συντόμως
διατέθεικεν· εἰς συνήθειαν ἤγαγε
διατεθώκηται· διακεχώρισται
διατείνειν· διαῤῥήδην λέγειν, {ἀπο}λογεῖσθαι
*διατείνεσθαι· διαβεβαιοῦσθαι. φιλονεικεῖν r AS
διατείνεται· ἀπολογεῖται. *ὁμοίως (An)
διατείνομαι· ὁμοίως r
*διατεκμαίρεται· διαστοχάζει (g) S σημειοῦται
διατεκμαίρονται· σημειοῦνται (Greg. Naz. c. 1,2,1,556
[37,564])
*διατεκμαίρομαι· στοχάζομαι n(AS)
*διὰ τέλους· διαπαντός vgAS
διατέμνεται· διασπᾶται. [διακόπτεται (s)
*διατερσαίνοντες· διαξηραίνοντες AS
†διατεύονται· μερίζονται
*†διατεύοντο· ἐμερίζοντο AS
διατινθαλέος· διάπυρος (Ar. Vesp. 329)
*δια τί· {χάριν τίνος αἰτίας, ἢ ἕνεκεν τίνος} A
*a) δόκησις· ὑπόνοια AS b) {διατιμᾶται}· {δοκιμάζεται} g [δια-
τειχίζεται, διατείχισμα]
διατειχίζειν· ὅταν πολέμου ὄντος συγκλεισθῶσι, τὰς ῥύμας
διατειχίζουσιν, ἵνα μὴ εὐκατάληπτοι ὦσιν
διατλάς· ὑπομείνας. καρτερήσας. κακοπαθήσας
διατμήξας· λεπτύνας. ἀφανίσας. [διελών. r διασπάσας. *[δια-
κόψας (Φ 3) (vgAS)
διατινθάλεος· [διάπυρος]
διάτοιχοι· οἱ ἀπὸ τοίχου ἐπὶ τοῖχον
*διατόνια· κρίκους (Exod. 35,11) AS
*διάτορον· ἐξάκουστον gAS
διατόρον· *ὀξύτονον gA καὶ στύραξ
διάτραμις· διεῤῥωγὼς τὴν τράμιν, τὸν ἀπὸ ὀσχέου ἐπὶ τὰ
ἰσχία τόπον· (Stratt. frg. 74) {τράμις} γὰρ τὰ ἰσχία· καὶ
φωνὴ δέ τις οὕτω καλεῖται ὑπὸ τῶν φωνασκῶν
*διατρανοῦν· σαφηνίζειν (r). n
*a) διατρίβει· διάγει, παρέλκει AS b) [...· ἐπὶ πολὺν χρόνον
διατηρήσεις]
διατριβῆναι· ἀπολέσθαι (Thuc. 8,78)
διατρίβοιτε· παίζοιτε. παρ' Ὁμήρῳ (Δ 42 ..) δὲ {διατρίβειν}·
ἐμποδίζειν. παρέλκειν. παρακρούεσθαι
(*)διατροφάς· βρώματα (1. Tim. 6,8)
διατροχάδες· εἶδος ποιήματος, ὡς ἱστορεῖ Πραξιφάνης [ὄνομα
κύριον]
διατρύγιος· τρυγήσιμος, ἔγκαρπος, διὰ τὸ τὴν τρύγην ἔχειν.
τινὲς δὲ ὁ διὰ μέσων ἀμπέλων κατεσπαρμένος τόπος. οἱ δὲ
τόπον ἀγροῦ ἤδη πεπείρων σταφυλῶν· οἱ δὲ ἀνθοῦντα (ω 342)
διατρυφέν· κλασθέν, ἀνατριφθέν (Γ 363)
διαττᾶν· διασήθειν (Plat. Soph. 226 b?)
*διᾴττειν· ὁρμᾶν Sn
*διᾴττειν σθένος· ὁρμᾶν διὰ δυνάμεως AS
δι' ἀτέλειαν· {διὰ} τὸ ἄπρακτον, παρὰ Σώφρονι (fr. 140).
τινὲς δὲ γράφουσι {δι' ἀγγελίαν}
†διαττερίσαι· διαδρᾶναι
δίαττος· ἡ ἀλευρόττησις, τὸ κόσκινον
*διᾴττοιεν· βαδίζοιεν AS
διᾳττοῖαν· [τρίβον]
*διᾴττουσιν· διατρέχουσι vgAS
(*)διᾴττοιεν τρίβον· ὁρμήσουσιν ὁδόν
*διατυποῦται· διατίθεται. διαπλάττεται AS
διατύψαι· διὰ στενοῦ διελθεῖν
*διαυγάσαι· φωτίσαι (2. Petr. 1,19) AS
διαυγεῖσθαι· διορᾶσθαι
*διαυγές· λαμπρόν, φωτεινόν (v) P
διαυλία· ὅταν δύο ᾄδωσι [γράφεται ἄιδωσι]
διαύλιον· ὁπόταν ἐν τοῖς μέλεσι μεταξὺ παραβάλλῃ μέλος τι
ὁ ποιητὴς παρασιωπήσαντος τοῦ χοροῦ· παρὰ δὲ τοῖς μουσι-
κοῖς τὰ τοιαῦτα {μεσαύλια}
*δίαυλος· μέτρον πηχῶν {σ#} vgAS
*διαύλους· στενοὺς τόπους (AP) S ὁδούς AS
†δίαυρος δαλός· διάπυρος
†διαύχην· εὐεξίαν
*διαφαίνει· διαδείκνυσι gAS
διαφανής· ἐπιφανής. [ἐπίσημος r
*διαφανές· λαμπρόν. r διάπυρον A
διαφαυσκούσῃ· ... διαφαίνειν (Hdt. 3,84.9,45,2)
διαφάσσειν· διασιλλαίνειν
*διαφέρει· ἀνήκει. προύχει, ὑπερέχει, βέλτιόν ἐστι AS
*διαφέρονται· μάχονται AS
*διαφέρεσθαι· βαστάζειν. ἀμφιβάλλειν AS
*διαφερόντως· ἐξαιρέτως r. vgAS
διαφθέρσει· διαφθερεῖ (Ν 625)
*διαφορᾶς· ἔχθρας. (Σ) βδελυρίας (Thuc. 1,81,4 ..)
διάφλοισβοι· τεταραγμένοι
*διαφόρημα· παίγνιον (Ierem. 37,16) AS
διάφορον· ἀμφίλεκτον. καὶ ἀνάλωμα {διάφορον}
†διαφοιγοιμόρ· ὑπὸ Λακώνων ἐπὶ πάσῃ ἡμέρᾳ τῆς τῶν φιδι-
τίων σιτήσεως
*διαφορώτερον· κρεῖττον. ὑψηλότερον (Hebr. 1,4) AS
*διαφοροῦντές σε· παίζοντές σε (Ierem. 37,16) AS
†διαφράγιον· ἀλλοῖον, καὶ διάφορον
*διάψαλμα· μουσικοῦ μέλους ἢ ῥυθμοῦ τροπῆς γινομένης, ἢ
διανοίας καὶ δυνάμεως λόγου ἐναλλαγῆς (Ps. 3,5) g
*διαφρονέων· διανοούμενος g
διαφλύξιες· ὑπερφλοισμοὶ ὑγροί [καὶ ὁ ἐν διαφορᾷ τινι γεγονώς]
διαφυαί· διακοπαί. διαλογαί
διάφρυκτος κλῆρος· κύαμος· ὁ γὰρ κύαμος παρὰ Ἀθηναίοις
φρυκτός· ἐλάμβανον δὲ οἱ δικάζοντες τοῦτον ἀντὶ ψήφου
διαφυγετεῖν· παρ' ἐλπίδα σωθῆναι
διάφυσος· φασκίς
διαφῦσαι· διελεῖν
διαφύσσειν· διαντλεῖν. καὶ χωρίζειν
*διαφωνεῖν· μὴ συμφωνεῖν (vgAS)
διαχαράττω· ξέω
διαχέαι· διαμελίσαι
†διαχεθῇ· διασχεθῇ
διαχειρίζει· διοικεῖ
*διαχέομαι· ἥδομαι. vgAS χαίρω
διὰ χειρὸς ἔχειν· τὸ φυλάττειν (Thuc. 2,13,2)
διαχειροτονία· ἡ τῆς χειροτονίας διάκρισις ἐν πλήθει γινομέ-
νης (Dem. 22,9; 24,25)
*διαχεῖται· διαχέεται. χαίρει gP
*διαχειρίζεται· φονεύει vgAS
διαχεῦαι· διακόψαι
διαχοῦ· διαχώννυε
διαχρόν· χλιαρόν
διὰ χρόνου· διὰ παντός
διαχρῆσθαι· καταχρῆσθαι
*διαχρώμενοι· ἀναιροῦντες AS
*διαχύσει· ἁπλώσει AS
*διάχυσις· ἔκστασις ὕδατος. AS χαρά. vgAS σύγχυσις S
διαχύτλαζε· διακίνει. πλάτυνε. ἢ διάχει. ἢ διακάθαιρε. ἢ διά-
κρινε. οἱ δὲ πολλοὶ διύγραινε
διαχωρήσαντε· διαχωρήσαντες. δυϊκῶς
διαψαθάλλειν· [διαστέλλεσθαι πρὸς ἔρευνα]
διαψαίρειν· διακαθαίρειν (Eur. fr. 926)
διαψαίρουσι· διαπνέουσι. (r) καὶ {ψαίρειν} λέγομεν {τὸ ἱστίον},
ὅταν ἐλαφρῶς διαπνέηται (Ar. Av. 1717)
διαψαλάττεσθαι· τὸ εἰς ἔρευναν διαστέλλεσθαι
διαψηφίζεσθαι· τὸ ψηφοφορεῖν ἐν δικαστηρίοις
διαψήφισις· ἡ ἐξέτασις τῶν πολιτῶν ἡ κατὰ δήμους γινομένη
διαψοφεῖν· τὸ παραψοφεῖν
Δῖα βάλανα· κάρυα Ποντικά
†διάβαλον· μέλι καὶ {γάλα}, μελίκρατον
δίβαν· [ὄφιν. Κρῆτες]
δίβολον· r φᾶρος διπλοῦν
διβόλους χλαίνας· οἱ μὲν διμίτους, οἱ δὲ διπλᾶς
δίγαμμα· στοιχεῖόν τι
δίγηρες· [στρουθοί]
δίγλωσσον· διχόμυθον
δίγονος· περιστερά
δίγονος μάσθλης· ὁ διπλοῦς. ἢ δυσὶ χρώμασι κεχρωμένος
(Soph. fr. 125)
δίδραχμον· τὸ τέταρτον τῆς οὐγκίας
διδασκαλία· παραίνεσις, νουθεσία
διδάσκαλος {χοροῦ}· πᾶς ὁ ἐνεργῶν τι περὶ τὴν δραματο-
ποιίαν καὶ {τὴν} τῶν κυκλίων χορῶν παρασκευήν q
διδασκέτωσαν· διδαξάτωσαν
διδασκῆσαι· διδάξαι (Hes. op. 64)
διδέασιν· δεσμεύουσι (Xen. Anab. 5,8,24) r
δίδει· δεσμεύει r
δίδη· ἔδησεν (Λ 105)
*δίδημι· δεσμεύω g
διδῆναι· δῆσαι
διδίσκετο· [ἠσπάζετο]
διδέντων· δεσμευόντων (μ 54)
διδίσσεται· φοβεῖ
διδήμονες· [δημοί. ἄθλιοι]
διδυμάονε· οἱ δίδυμοι (Ε 548), ἀδελφοὶ r δὲ οἱ κεχωρισμένοι
τοῖς σώμασιν ἐν μιᾷ γαστρὶ γεγενημένοι· οἱ δὲ συμφυεῖς δίδυμοι
λέγονται (Ψ 641)
διδράσκων· φεύγων (r)
διδυμίου ῥίζα· βοτάνης εἶδος. καὶ ὁ ὄρχις δὲ οὕτως λέγεται
δίδυμοι· παρὰ τῷ ποιητῇ {διδύμους} ἀκούουσι τοὺς διφυεῖς
(Ψ 641), {διδυμάονε} δὲ οὓς ἡμεῖς διδύμους (Ε 548). δηλοῖ δὲ
καὶ δύο
*[δίδυξ· τὸ τριβήδιν gS τοῦ ὀλβίου]
*δίε· ἐφοβεῖτο. ἐδεδοίκει (Ε 566) A
διεβάλλοντο· ἐξηπάτησαν
διέβη· παρῆλθεν r ἐπέρασε
διεβλήθη· ἐξηπατήθη
διέβη· [διὰ τέλους. ‖ δι' ἑαυτοῦ]
*διεβοήθη· ἐνεφανίσθη (Gen. 45,16) gAS
διεγείρω· ἐξυπνίζω
διεγγύησις· ἡ γινομένη [ἐγγύησις τῶν εἰς τὸ δεσμωτήριον
ἀπαγομένων S
*διέγνωκα· κέκρικα gAS {διέγνων}· ....
διεγκρινισάμενοι· [διακρίνοντες]
διέγραφεν· διέξυε
*διέδην· διὰ τέλους r. AS
διεδοιδύκισε· διέτριψε, τὴν χεῖρα στρογγύλην {ποιήσας}
(Com. ad. fr. 974)
†δέδορκα· πόπανον παρὰ Συρακουσίοις τετρημένον δι' οὗ ἔστιν
διαβλέψαι
*διέδρα· ἀπέδρα. [καθέδρα] AS
δίεδρος· διαφανής. ἢ λαμπρά. καθέδρα
*διέζευκται· κεχώρισται r. AS
*{διέθει·} διέθεε vgAS διέτρεχε gAS
*διέθηκεν· ἐτιμωρήσατο AS
*διεθρύβη· ἐκλάσθη. διετρίβη (Habac. 3,6) ASn
*διειδές· λαμπρόν r. vgAS, διαυγές. vgAS εὔδηλον
διΐεται· διυλίζεται
*διϊέντα· διαπέμποντα Sw
διεκδῦσαι· ἀποδρᾶσαι
*διϊκνείσθω· φθανέτω. κεχαλάσθω. ἐγγιζέτω ASn
*διικνούμενος· διερχόμενος. vgAS διαδυόμενος vg
*διεῖλεν· ἐμέρισε (Gen. 32,8 ..) r. AS
*διειληφότες· ἀντὶ τοῦ νομίσαντες ASps
*δίειμι· διέρχομαι vgAS
διείρεο· [ἐρώτα]
διειπετέος· χειμάῤῥου πληρουμένου διὰ τοῦ Διὸς ὄμβρου (Ρ 263)
*διεῖπε· διέπει S
*διεῖπε· περιήρχετο gΣ περιεῖπε. μετήρχετο AS
διείρεαι· διερωτᾷς (δ 492)
*διείργων· κωλύων (g)
*διείρεο· ἐρώτα (Α 550) ASn
διείρηται· διήγγελται
διείς· ἀνείς. καὶ διηθήσας (Sotad. com. fr. 1,27). *[διαπέμψας.
ἁπλώσας (Deuteron. 32,11) AS
*δίεισι· προέρχεται. AS διέρχεται vgASn
διειλοκομπάσας· [σχιᾷ καὶ κόμπῳ ἐξηπατήσας]
δίειξις· διάστασις
διειπεῖν· διηγήσασθαι. διαλεχθῆναι
διειρύσαι· διαστῆσαι. διελκύσαι
διεισόμεθα· διαπορευσόμεθα. διαγνωσόμεθα
διεκάναξε· διέσεισε. διεσάλευσε (Eur. Cycl. 158)
*διεκβολήν· δίοδον (Ierem. 12,12) AS
*διεκδικεῖ· διεξέρχεται. τιμωρεῖται AS
*διέκδυσιν· ἀπόδρασιν ASn
*†διεκθέστερον· ἀκριβέστερον AS
διὲκ θυρῶν· τοὺς νεκροὺς οὕτω φασὶν ἑδράζεσθαι, ἔξω τοὺς
πόδας ἔχοντας πρὸς τὰς αὐλίους θύρας
διεκναίσθη· ἀπώλετο
διεκνημώσατο· διέφθειρε
διεκομισάτην· δυϊκῶς. διεκόμισαν
*διεκόρησε· διέφθειρε κόρην, vgAS διεπαρθένευσε S
*διεκπαίσαντες· διεκτρώσαντες gASΣ
*διέκριθεν· διεκρίθησαν AS ἀπελύθησαν. S ἐπαύσαντο (Β 815)
AS
*διεκρίθη· ἐμερίσθη. ἐδίσταζεν. AS εὐλαβήθη (Rom. 4,20) (AS)
διεκρινάτην· διέκριναν. δυϊκῶς
διεκρινάμην· διέστησα, διεχώρισα (S) ἐδοκίμασα (AS)
*διεκρουσάμεθα· ἐξεβάλομεν AS
*διεκτελέστερον· ἀκριβέστερον r
διελέγχοντος· αἰσχύνοντος. μεμφομένου
*διελεγχθῶμεν· εἰς ἔλεγξιν ἀλλήλων ἔλθωμεν (Esai. 1,18) AS
*διελεῖ· μεριεῖ (Dan. 11,39) ASw ἐπικρινεῖ
*διέλιπεν· ἐπαύσατο AS
*διελέξατο· διελέγετο (Λ 407 ..) AS
*διελέσθαι σκῦλα· διαμερίζεσθαι πραῖδαν (Ps. 67,13) vgAS
διελέτην· διεῖλαν. δυϊκῶς
*διελευσόμεθα· παρερχόμεθα vgAS
δειελιήσας· τὴν δείλην διεξαγαγών. δειπνήσας (ρ 599)
διέλιτην· [δόλιον, κακοῦργον, καὶ πανταχοῦ διερχόμενον]
*διέλθατε· κυκλεύσατε AS
*διέλθῃ· διαπεράσῃ AS
(*)διέλθωμεν· διαπεράσωμεν (Marc. 4,35 ..)
διέλθυρις· διάμφοδος
διελκυστίνδα· παιδιά τις οὕτω καλεῖται ὑπὸ τῶν παίδων ἐν
τῇ παλαίστρᾳ
διελάφυξας· διεφόρησας. ἀνήλωσας· (r)· {λαφυγμὸς} γὰρ ἡ
διαφόρησις, ἢ διακένωσις (Com. ad. fr. 979?)
διελόησας· [τὴν δείλην διαίταν]
διελομένου· ἐπικρίνοντος. διαχωρισαμένου
δίελος· [δείλη ὀψία]
*διελών· διαμερίσας. διανείμας AS
*διεμοιρήσαντο· διεμερίσαντο AS
διεμύλλαινε· τὰ χείλη διεκίνει καὶ διέστρεφε μυσαττόμενος
(Ar. Vesp. 1315)
διέμπληντο· ἐνεπεφόρηντο
δίενος· διέτης
*δι' ἐναντίας· ἐχθρός AS
διένειμεν· διεμέρισε
διενειμάτην· διενείμαντο. δυϊκῶς
*δι' ἔνδειαν φρενῶν· διὰ μωρίαν gAS
διενεγκόντα· κρείττονα φανέντα, *[ἢ διαφέροντα (AS) n
*διενεγυήσαμεν· ἐνεχυρισάμεθα AS
*διενηνοχώς· ὑπερέχων AS
*διενήνοχε· διαφέρει r. vgAS παραλλάττει vgAS
διενηνοχότων· διαφερόντων
διελινήσατο· ἐξέφυγε
*δίενται· διώκονται (Ψ 475) S
*δι' ἐντεύξεως· διὰ παρακλήσεως (1. Tim. 4,5) vgAS
*διεξαγάγῃ· ... AS
διεξάγω· ὁδηγῶ
*διεξίμεναι· διεξελθεῖν n (Ζ 393) διαφθεῖραι AS
διεξερέεσθε· διερωτᾶτε (Κ 432)
*διέξεισι· διεξέρχεται vgA
διεξιφίσω· διεμαχέσω (Ar. Eq. 781)
*διεξιών· λέγων, διηγούμενος (Dem. 18,9 ..) r. vgAS
*διεξόδους· ὅθεν ἐκπορεύονται {ἐκροιαί, ῥύακες, ὀχετοί} (Ps.
1,3 ..) A
*διεξοδικῶς· πλατέως r. vgAS
*διεπάλυνεν· διεσύγχευσε. διερραπίσθη (Eur. Phoen. 1159) AS
διεπαλαμήσατο· διεπράξατο
δίεπε· διεῖπε. διέτασσε. διεξῆλθεν (Β 207) εἰπέ (Κ 425?) S
διέπει· διοικεῖ. (r) vgAS ἐπιστατεῖ, (r) S διατάσσει
†διεπέμφρακτο· διέφθαρτο
*διέπερσας· ἐπόρθησας nw
*διεπεραίνετο· ἠνύετο vgAS
*διέπεσεν· ἀπέθανε (Deut. 2,14) vgAS
διεπέφραδεν· ἐνετείλατο. διεσήμηνε (γ 340 ζ 47)
(*)διεπληκτίζετο· διεμάχετο, ἐφιλονείκει
†διέποντα· πληροῖ
διεπόρθμευε· διὰ σκαφιδίου ἔπλεε (Hdt. 8,130,1 v. l.)
διέπουσιν· ἐνεργοῦσι. κατορθοῦσι. διαπονοῦσι (Α 166)
*διέπρησσον· διεπορεύοντο. r. S(n) διήνυον. [διεπέρων (Β 785) n
διεπράθομεν· ἐπορθήσαμεν (Α 367)
*διεπρίοντο· ἐθυμοῦντο. r. vgAS ἔτριζον vgAS τοὺς ὀδόντας
(Act. ap. 7,54) S
διέπρησσε· διεπέρασε
διερά· ὑγρά. ἢ σεσηπότα
διέργασαι· φόνευσον (Eur. Hec. 369)
διεργάθοι· διαλύσειεν
διερείξας· διασχίσας
διερέσσοντας· διασείοντας. (Eur. Tro. 1258) [διασχίζοντας].
διαπερῶντας
*διερέττοντα· διὰ παντὸς κωπηλατοῦντα gAS
*διερειδομένα· στηριζομένη (Eur. Hec. 66) ASps [τοὺς ὀδόντας]
S
διερικνοῦντο· ἐκάμπτοντο· ἡ γὰρ {ῥικνότης} καμπυλότης
ἐστίν, διὸ καὶ τὸ γῆρας {ῥικνὸν} λέγεται. οἱ δέ· ἐκίνουν τὰς
ὀσφῦς ἀσχημόνως ὀρχούμενοι
*διερρίπισε· διεσκέδασεν· ὡς ἐκ τῆς {ῥιπῆς}, ἥτις τὸν ἄνεμον
δηλοῖ AS
*†διέρκεο· ὅρα AS
*διερμηνεύων· σαφηνίζων AS
*διερευνᾷ· ἀναζητεῖ
διερόν· *ὑγρόν. r. gAS χλωρόν. ζωόν. ἔναιμον· {ὑγρὸς} γὰρ ὁ
ζῶν, ὁ δὲ νεκρὸς {ἀλίβας}
διερός· λαμπρός. ζῶν. περιφανής (ζ 201)
διερούς· διύγρους
*διέρπει· διέρχεται ASn
διέρχεσθον· διέρχεσθε. δυϊκῶς
*διέρχεται· ἀναγινώσκει AS
διερχόμενος· περιερχόμενος, περιάγων (Ζ 392)
*διεῤῥωγότα· διεσχισμένα (1 Regn. 4,12 ..) (r). AS
διερῷ ποδί· ὑγρῷ ἔτι ἀπὸ τῆς βάσεως ποδί. οἱ δὲ ζώντως,
ἐνεργῶς (ι 43)
διερυμβονήσατε· διεφορήσατε
διεσαρδάνισε· διέσυρε. κατεγέλασεν. οἱ δὲ διέχανε
*διεσάφησας· ἑρμήνευσας (vg) AS
διέσεισε· διήγειρε. διεσάλευσε (Plat. Tim. 85 e?)
δίεσθαι· διώκειν (Μ 276) Sn τρέχειν. πορεύεσθαι. τρέπεσθαι
[ζητεῖν, ἐρευνᾶν]
διεσίλληνε· διεχλεύασε
*δίεσιν· διαχωρισμόν (g) nΣ
δίεσις· παρὰ τοῖς μουσικοῖς καλεῖται μέρος τι τόνου S
διεσκεδάννυ· διεσκόρπιζε r
*διεσκέδασαν· ἀπέῤῥιψαν (Ps. 118,126) Sn
*διεσκευασμένης· διατετυπωμένης gAS
*διεσκευασμένοι· ἡτοιμασμένοι AS ἔνοπλοι. ξιφήρεις εἰς πόλεμον
(Ios. 4,12) vgAS
*διεσκευασμένον· διατετυπωμένον Σ
*διεσμιλευμένων· λεπτολογηθέντων AS
*διεσμιλευμένως· ἠκριβωμένως (r) vgAS
διεσοῦτο· διήρχετο
*διεσπάρησαν· διεσκορπίσθησαν (Gen. 9,19 ..) AS
*διεσπάσθησαν· διεσχίσθησαν (Ierem. 4,20) AS
διεσσεύετο· διήρχετο
διεσπλεκωμένῃ· διεφθαρμένῃ (Ar. Plut. 1082)
διεσποδημένη· διακεκρουμένη
διεσποδήσατο· διέσεισε, διετίναξε
*διεσταλμένα· κατεσκευασμένα (Ierem. 22,14) AS
*διεστείλατο· διεσαφήσατο (Marc. 9,9 ..) nw
*διέστη· διεχωρίσθη (Exod. 15,8) vgAS
*διεστήκασιν· διεχωρίσθησαν. AS ἐμάκρυναν πόῤῥω
διέστηκε· διακεχώρισται
*διεστήσατο· διεχώρισεν gASn
διέσσυτο· διεπορεύετο (Β 450 ..)
*διεστῶτα· κεχωρισμένα r. (A), πόῤῥω ὄντα
διεστοιχίζετο· διετίθετο ἐν στοίχῳ καὶ τάξει, διῄρει ἀπὸ
τῶν εἰς τοὺς σηκοὺς εἰσαγόντων τὰ ποίμνια, καὶ διακρινόντων
ἐκ τῆς νομῆς ἑκάστῳ τὰ ἴδια (Aesch. Prom. 229)
διεστομαχίζετο· ἐλοιδόρησε, κακῶς εἶπεν
διεσφηκωμένον· διαδεδεμένον τῷ κέντρῳ, ἀπὸ τοῦ σφηκώμα-
τος, ἢ κατὰ τὸ μέσον ὄντα σφῆκα. τὸ γὰρ κέντρον ἐκεῖ ἔχουσι
(Ar. Vesp. 1072)
*διέσχε· διῆλθε (Υ 416) g
διέσχε· διέσχισε. διέλειπε διεξῆλθε (Λ 253) Sn
διεσχοινισμένοι· διεσκορπισμένοι (r)
*δίεται· διώκει AS
διετάθη· διέτριβε, διῆγεν
διεταξάσθην· διετάξαντο. δυϊκῶς
διεταρίστριαι· γυναῖκες αἱ τετραμμέναι πρὸς τὰς ἑταίρας ἐπὶ
συνουσίᾳ, ὡς οἱ ἄνδρες. οἷον τριβάδες (Plat. conv. 191 e)
διετεινάτην· διέτειναν. δυϊκῶς
*διετέλεσα· διέμεινα AS
διετεκτήνατο· ἐμηχανήσατο
διετεμόμην· διέκοψα. διεῖλον
*διέτμαγεν· ἐχωρίσθησαν. δυϊκῶς (Α 531 ..) AS καὶ τὸ {διέτ-
μαγον} (v. l.) s
διετήσιος· δι' ὅλου τοῦ ἔτους (Ar. fr. 766. Thuc. 2,38,1)
διέτρεσαν· διέφυγον. ηὐλαβήθησαν (Λ 481)
διέτριψεν· κατέσχεν
διευθύνεται· κυβερνᾶται εὐθέως, καλῶς
*διευκρινεῖ· σαφηνίζει .... λευκότερον ἢ τρανώτερον ... διετρά-
νωσεν AS
*διευκρινησάμενοι· διακρίναντες gASP
*διευκρινήσας· σαφηνίσας AS
*διευλαβοῦντο· ἐφοβοῦντο (Iob 6,16) AS
*δι' εὐφρόνης· διὰ τῆς νυκτός vgAS
διέφερε· [διῆγεν]
*διεφέροντο· διεμάχοντο ASps
διέφερε· διῆγεν. Εὐριπίδης Αὔγῃ (fr. 280)
διέφθορε· διέφθαρκεν (Eur. Hipp. 1014) ASn
*διεφόρησαν· διεσκόρπισαν (Thuc. 6,100,3) AS
*διεφύγγανον· διέφυγον (Aeschin. 3,10. Thuc. 7,44,8) AS
διεφύλαξας· διετήρησας. ἐσκέπασας
διέφυλλε· διέτιλλε. διέτεμεν
διέχειν· διεστάναι. διεληλυθέναι
διέχευαν· διέκοψαν. διεῖλον, διεμέρισαν (Η 316)
*διεχεῖτο· διεχέετο vgAS
διέχει· παρατείνει. διέλκει
*διεχής· S διμερής
διεχώλευον· διώδευον
διεψάθαλλε· διέφθειρε (Com. ad. fr. 982?)
*διέψευσται· [διεφθάρη] διεσφάλη (Dem. 1,21?) vgAS
a) διεψήσατο· διεκάθαρε. b) {διεψώμισε}· ...
δίζα· αἴξ. †Λάκωνες
δίζειν· φροντίζειν. ἐρευνᾶν, [ζητεῖν (r)
(*)δίζετο· ἐπεζήτει (Greg. Naz. c. 1,1,8,59 [37,451])
*διζημένη· ζητοῦσα (Δ 88) (AS)
διζησόμεθα· ζητήσομεν (π 239)
διηγανές· λαμπρόν r
*διήγημα· ἱστορία (Ezech. 17,2) AS
διηγκυλίσθαι· τὸ ἐνεῖραι τοὺς δακτύλους τῇ ἀγκύλῃ τοῦ
ἀκοντίου· τίθεται δὲ καὶ ἐπὶ τοῦ ἕτοιμον εἶναι (Xen. Anab.
4,3,28)
*διηγορευμένοις· παραγγελθεῖσι (3. Esdr. 5,49?) AS
*διήθει· διύλιζεν (AS)
*διηθεῖτο· διυλίζετο (vgAS)
*διηθήσεως· σειρώσεως. ἐκτήξεως AS
*διηθῶ· ἐκθλίβω AS
*διήκει· διέρχεται (Soph. O. C. 306) r. gAS
*διήκειν· φθάνειν AS
*διηκνεῖται· "διήκει {καὶ} χωρεῖ διὰ πάντων διὰ καθαρότητος"
(Sap. 7,24) AS
διηκνούμενος· [διαδυόμενος. εἰσερχόμενος]
*διῆκον· διῆλθον gAS
*διήκουσα· διερχομένη, διελθοῦσα P(gAS)
*διήλασεν· διῆλθε, διεπέρασεν (Κ 564 ..) vgAS
διηλάσω· διηγήσω. διῆλθες
διηλασίην· δίοδον
a) διηλείφθη· διεφθάρη b) {διῆλθον}· διέβησαν, διεπέρασαν
*[διηλίτης· κακοῦργος. ἀπατεών]
διηλκύσασθον· διετρίψασθε. δυϊκῶς
*διήλυσις· δίοδος S χωρισμός AS ἐκδρομή S
*διημερεύοντες· πᾶσαν ποιοῦντες τὴν ἡμέραν (Xen. Cyrup.
7,5,86) (vg)AS
διήνεγκας· διήνυσας. διέστρεψας
διηνεκές· δι' ὅλου (Callim. fr. 1,3?) †σκληρόν
διηνεκέσιν· ἐκτεταμένοις. μεγάλοις (Μ 297)
*διηνεκῶς· ἀεί, s διαπαντός r. AS s πάντοτε. διόλου. διὰ βίου AS
*διηνέχθη· ἐμαχήσατο (2. Macc. 3,4) r. vgASn
διήντετο· διάζετο ἱστόν
*διήνυσαν· διῆλθον (2. Macc. 12,17) AS
*διῆρες· ὑπερῷον ASn ἢ κλῖμαξ (Eur. Phoen. 90) S
διήρεσαν· διενήξαντο
διήρεσα χερσί· ταῖς χερσὶν ὡς κώπαις ἐχρησάμην. διενηξάμην
(μ 444)
διήρη· διπλᾶ τὰ ἐπαμπεχόμενα ζωστά ἐστιν, οἷον τὰ δι' ὅλου
τοῦ σώματος ἡρμοσμένα, ἀναλόγως τῷ ποδήρει
διήρης ναῦς· ἣν καὶ {δίκροτον} καλοῦσιν
*διηρθρωμένον· συντεταγμένον gAS
διήρικον· διῃροῦντο. ἐρήγνυντο
*διήρκεσεν· ἀντέσχεν (d)
*διήρτησαι· δέδεσαι (d)
†διήρχθην· ἐκωλύθην
διῆσαν· διέρεισαν
*δίηται· διώξει (Η 197) AS ἢ πορεύεται
διητανές· λιτόν. διατεταμένον
†διητία· ἡμιμέδιμνον
διηυλήθη· διεφθάρη
διηύληται· ἠχρείωται· λέγεται δὲ καὶ {ἐξηύληται}, ἀπὸ τῶν
γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς
διήφυσεν· ἐξήντλησε (τ 450)
†διηχήτας· ἄρτου εἶδος
διθυμία· διχοστασία
*διθύροις· διπτύχοις gAS
δίθυρον γραμματείδιον· δίπτυχον (Men. fr. 327)
*διΐεται· διέρχεται vgAS
*διΐεις· διέπεμψας gΣa
*διϊέντα· διαπέμποντα gn
διϊθυνόμενοι· διοικούμενοι, κυβερνώμενοι
*διϊθυντής· διοικητής. r. AS ἰθυντής AS
†διϊκαδία· ἐπὶ ὁμοίων καὶ ἀπαραλλάκτων ἐτίθετο τοῦτο
*διϊκνούμενος· διερχόμενος (Hebr. 4,12) v gASP
*διϊπετέος· ὑπὸ τοῦ Διὸς πληρουμένου (δ 477) AS
διϊπετέος· ἐπὶ μὲν τῶν ἄλλων ποταμῶν· ἀπὸ τοῦ Διὸς πληρου-
μένων, χειμάῤῥων (π 174) ἐπὶ δὲ τοῦ Νείλου· διαυγοῦς, δια-
φανοῦς, ἢ διαπεπετασμένου (δ 477. P 263)
Διϊπολίεια· ἑορτὴ Ἀθήνησιν, ἀπὸ τοῦ Πολιεῖ Διῒ θύειν Ἀθηναί-
ους εἰς μνήμην τοῦ πελάνου καὶ τοῦ βοός (Ar. Pac. 420?)
*διΐστανται· διαχωρίζονται AS
*διϊστάς· χωρίζων gAS
*διΐσταται· διαχωρίζεται r. vgS
Διῒ Συκασίῳ· παραπεποίηται παρὰ τὸ συκοφαντεῖν (Com. ad.
fr. 77)
Διῒ φίλε· Διῒ προσφιλέστατε (Α 74)
δικαζέμεν· δικαιοῦν. δικάζειν (Α 542)
*δίκαια· ἔννομα AS
*δικαιαρχία· ἀρχὴ δικαία AS
δίκαιον· εὔλογον (Hippocr. nat. hom. 1) ἴσον, ὅμοιον (art. 10)
παρὰ Ἱπποκράτει
*δικαιοπραγεῖν· δίκαια πράττειν (AS)
δικαιότατος Κενταύρων· ἀντὶ τοῦ ὁ {μόνος} ἐν τοῖς Κενταύ-
ροις δίκαιος (Λ 831)
δικαιωτήριον· r κριτήριον
*δικασπόλος· r δικαστής. gAS βασιλεύς (λ 186)
δικαιοῦν· μαστιγοῦν. νουθετεῖν. [{δικαοζειν}· δικάζειν]
δικαιούμενον· κολαζόμενον (Plat. leg. 11,934 b)
δικαιοσύνη· ἡ χοῖνιξ μυστικῶς
δικαιότητα· δικαιοσύνην
δικαιῶσαι· κολάσαι
δικαιωτήρια· κολαστήρια (Plat. Phaedr. 249 a)
δίκανα· ποικίλα ἱμάτια
δικανούς· τοὺς περὶ τὰς δίκας διατρίβοντας
δικανόωνται· ἐνδείκνυνται, λέγουσιν
*δικασπόλους· δικαστάς (Σ) ἢ περὶ τὸ δίκαιον πολουμένους
δικάσιμοι μῆνες οὕτως ἐλέγοντο, ἐν οἷς ἐδίκαζον (Plat. leg.
12,958 b?)
δίκαρ· τοὺς κριτάς. Ἠλεῖοι
δικαμπίας· οἶνος ὁ δύο τροπὰς ὑπομείνας
δικαστήρια· Ἀθήνησιν Ἄρειος πάγος κρίνει τὰ φονικά, εἶτα
ἡ βουλὴ τῶν φ#· ἐπὶ Παλλαδίῳ [β#] δὲ τῶν ἀκουσίων ἐδικά-
ζοντο, εἶτ' ἐπὶ Δελφινίῳ ἐδικάζετο τοῖς ὁμολογοῦσιν ἀνῃρηκέ-
ναι μέν, λέγουσι δὲ ἐννόμως· καὶ τὸ ἐν Πρυτανείῳ ...
δικαστικόν· Ἀριστοφάνης ἐν Ὥραις (fr. 574) τριώβολόν
φησιν εἶναι· οὐ μέντοι ἕστηκεν, ἀλλ' ἄλλοτε ἄλλως ἐδίδετο
*[δικάτωρ· ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων vg]
*δικεῖν· βάλλειν, ῥίπτειν. AS ὅθεν καὶ {δίκτυον} καὶ {δίσκον}
a) δίκελλον· ... b) {δικραδές}· τὸ ἐξ ἑνὸς {πυθμένος} δύο
κλάδους ἔχον
δικέντρων· βόλος τις ἀστραγάλων οὕτως ἐκαλεῖτο
δίκη· ὁ τρόπος "{μνηστήρων}" (σ 274)
*{δίκῃ}· δικαίως (Ψ 542) ἢ προνοίᾳ ASPn
*δίκηλον· ἐκτύπωμα, ὁμοίωμα, εἴδωλον. ἀνδριάς. ζῴδιον vgAS
[παρὰ Λάκωσιν]
δίκηλον· φάσμα. ὄψις. εἴδωλον. μίμημα. ὅθεν καὶ ὁ μιμολόγος
παρὰ Λάκωσι {δικηλίκτας}
*δίκην· καθάπερ, ὥσπερ, ὁμοίως AS {δίκην τροχοῦ} S
*δίκηλον· ἄγαλμα, ἀνδριάντος Sn {εἰκών} n
δίκη πρόδικος· ἡ πρὸ τοῦ ἀχθῆναι εἰς δίκην ὁμολογουμένη
δίκῃ τρέπει· φυγαδεύει
*δίκης· τρόπου n [ὁμοίωσις] ἢ κρίσις g
δικλίδες· αἱ θύραι
*δικλίδες· δίθυροι (β 345) AS(n)
*δίκορσος· δικέφαλος (vgASnp)
δικράνους· τὰς τριόδους· δεῖ δὲ νοεῖν {δικράνους} τὰς ἀπὸ
μιᾶς ἀρχῆς ἐπὶ δύο ἐκνευούσας, οἷον δύο τέλη ἐχούσας
δίκρα ὄψις· ἡ διπλῆ. Αἰσχύλος Τροφοῖς (fr. 52)
*δίκρατον νόμισμα [ἢ δίκρανον]· AS ...
δικρόα ξύλα· ὁμοίως. δισχιδῆ
Δικταίῃσι· Κρητικαῖς (Callim. ep. 22,3?)
δικταμνοειδές· γλήχων τινές, οὐκ {εὖ}· ἔστι γὰρ βοτάνη
δίκταμνος
*δικτάτωρ· ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων r. gAS
δίκτυον· τοῦ κοσκίνου τὸ μέσον, ἐν ᾧ τὰ λεπτὰ τρήματα. καὶ
τὸ ἁλιευτικὸν λίνον, *ἢ σαγήνη AS
*δικτυωτή· καγκελλωτή (Iud. 5,28) vgAS
δίκτυς· ὁ ἰκτῖνος, ὑπὸ Λακώνων
*δικτυωτὸν ὑπερῷον· τὸ πολλὰς θυρίδας ἔχον (4. Regn. 1,2)
AS
δικών· βάλλων (r) (Eur. Or. 991)
δίλαξ· ἡ ἀρία, τὸ φυτόν. Λάκωνες
δίλην ὀψεῖαν· [ἀπὸ μεσημβρίας μέχρι δύσεως]
*διλητήριον· βλαβερόν (P)
*διλίτης· κακοῦργος. ἀπατεών. δόλιος gASp
†[διλιχοδείρων· μακροτραχήλων (Β 466)]
δίλογχον· τὴν Βενδῖν. οὕτω Κρατῖνος ἐν Θράιτταις (fr. 80)
ἐκάλεσεν, ἤτοι ὅτι δύο τιμὰς ἐκληρώσατο, οὐρανίαν τε καὶ
χθονίαν {λόγχας} γὰρ ἐκάλουν τοὺς κλήρους) ἢ ὅτι δύο
λόγχας φέρει, κυνηγετικὴ οὖσα. οἱ δὲ ὅτι δύο φῶτα ἔχει, τὸ
ἴδιον καὶ τοῦ ἡλίου. τὴν γὰρ σελήνην Βενδῖν καὶ Ἄρτεμιν
νομίζουσιν
διμάχαι· οἱ λεγόμενοι {ἅμιπποι}, οἵτινες ὁτὲ μὲν πεζῇ, ὁτὲ
{δὲ} ἐφ' ἵππων μάχονται
*δίνη· συστροφὴ ὑδάτων r. (g)
*διμέδιμνον· μέτρον χωροῦν δύο μοδίους (n)
*διμοιρίτης· διμοιραῖος AS
δίνεον· ἔστρεφον. ἀνεστρέφοντο (ι 384)
*δινεύοιτο· ἀναστρέφοιτο (gS)
*δινήεντος· [τὸ] συστροφὰς τῶν ῥευμάτων ἔχοντος (Β 877) gS
*δινωτήν· στρογγύλην, καὶ περιφερῆ (Ν 407) S
*δινήσας· στρέψας g κινήσας (Ψ 840)
δινωτοῖσι λέχεσσι· στρογγύλοις A ἀπὸ τῆς τῶν κλινοπόδων
περιφερείας (Γ 391)
Δινδυμηνή· μήτηρ θεῶν, ἀπὸ Δινδύμων ὀρῶν τῆς Φρυγίας
διξός· δισσός (Hdt. 3,32,1)
*διό· διὰ τοῦτο r. g
*διογενές· εὐγενέστατε (Β 173) gAS
*διογενής· ἀγαθός. [εὐγενέστατος (Α 488) r. S(n)
Διογενίδαι· γένος Ἀθήνησιν ἰθαγενῶν
*διόδευσον· πέρασον AS
δι' οἶκτον· δι' ἔλεον. οἰκτιρμόν
δυοῖν θάτερον· ἓν ἐκ τῶν δύο (e. g. Dem. 23,195)
*διοιγνύντες· ἀνοίγοντες AS
διοίκησις· ἡ ἀνάλωσις τῶν χρημάτων
*διοίξας· ἀνοίξας AS
*διοίσει· παραλλάξει. ἢ κάλλιον ἔσται, ἢ συμφέρον. vgAS ἢ
διαφέρει gA
διοίσεται· διακριθήσεται. ἢ διάξει, καὶ βιώσεται (Soph. Ai.
511). ἢ διαλελέξεται
*διοίσουσιν· διαφέρουσιν r. Pn
*διοκωχή· διάστασις χρόνου τινός (Thuc. 3,87,1) (Σ)
δι' ὀλίγου· ἀντὶ {τοῦ} μετ' ὀλίγον
Δίολκος· ὁ ἀπὸ Λεχαίου ἕως Κεγχρεῶν τόπος
διολλύει· ἀφανίζει, φθείρει, *διαπολλύει gAS
διολουφεῖν· διατίλλειν. ἢ διασιλλαίνειν. οἱ δὲ κακοσχόλως
*[διολύγιον· ἐξηχοῦν ἐπὶ πολύ S(n)]
διομανεῖς· ὑπὸ Διὸς μαινόμεναι· ἢ τῷ Διῒ βουλόμεναι μάχεσθαι
διὰ μανίαν
Διομεῖς· δῆμος Ἀθήνησιν, ἀπὸ τοῦ Διόμου τοῦ Κολύττου
παιδός
Διομήδειος ἀνάγκη· παροιμία. Κλέαρχος μέν φησι, Διομήδους
θυγατέρας γενέσθαι πάνυ μοχθηράς, αἷς ἀναγκάζειν πλησιάζειν
τινάς, καὶ εὐθὺς αὐτοὺς φονεύειν· ὁ δὲ τὴν μικρὰν Ἰλιάδα
φησὶ (fr. 9 Allen) ἐπὶ τῆς τοῦ Παλλαδίου κλοπῆς γενέσθαι
διόμνυσθαι· τὸ ἀπόμνυσθαι (Dem. 18,286)
διον· *ἐδιώχθην (Χ 251) n μέγα ἢ πολύ. θεῖον ἢ τὸν ἐκ Διὸς
γενόμενον, ἀγαθόν
διονῦς· ὁ γυναικίας καὶ παράθηλυς (Phryn. com. fr. 10?)
δίονται· διώκονται
δίοντο· ἀνεπορεύοντο
Διονύσια· ἑορτὴ Ἀθήνησιν Διονύσῳ ἤγετο, τὰ μὲν κατ' ἀγροὺς
μηνὸς Ποσειδεῶνος· τὰ δὲ Λήναια μηνὸς Ληναιῶνος· τὰ δὲ ἐν
ἄστει Ἐλαφηβολιῶνος q
Διονυσιάδες· ἐν Σπάρτῃ παρθένοι, αἱ ἐν τοῖς Διονυσίοις δρόμον
ἀγωνιζόμεναι
Διονύσου γάμος· τῆς τοῦ βασιλέως γυναικὸς καὶ θεοῦ γίνεται
γάμος
Διονυσοκουροπυρώνων· Κρατῖνος ἐν Σεριφίοις (fr. 208)·
†αἰσχρῶν Ἀνδροκλέων Διονυσοκουρώνων. Ἔνιοί φασιν, ἐν τῷ
αὐτῷ πέντε κωμῳδεῖσθαι, Αἶσχρον, Ἀνδροκλέα, Διονύσιον,
Κῦρον, †Πυρῶν, ἁμαρτάνοντες· οὐδεὶς γὰρ Ἀθηναίων ἀνα-
γράφεται {Κῦρος}. Δεῖ οὖν γράφειν {Διονυσιοκουροπυρώ-
νων}· τὸν γὰρ Διονύσιον κουρέα ὄντα κωμῳδεῖ· κουρεὺς δὲ
ἦν πρὸς πάππου, ὡς δηλοῖ ὁ τὰς Ἀταλάντας συνθείς (Stratt.
fr. 6 = Epicharm. fr. 15)
Διονυσιοφόροι· ἀρχή τις ἐν Συρακούσαις
δι' ὀξειᾶν· παρὰ τοῖς Πυθαγορικοῖς (e. g. Philol. fr. 6) λέγεται.
ἔστι δὲ ἐπὶ τῶν συστημάτων
διόπαι· εἶδος ἐνωτίων· τινὲς δὲ ὑποδημάτων (Ar. fr. 320,10)
*διοπετές· ἐξ οὐρανοῦ ἐρχόμενον (Act. ap. 19,35) (r). vgASnp
*διοπετής· ὑπὸ τοῦ Διὸς πληρούμενος A
διοπεύειν· ἐπιμελεῖσθαι νεώς (Dem. 35,20)
†διοπλῆκτα· ἰσχυροπλήκτην
δίοποι· ἐπιμεληταί (r) (Aesch. Pers. 44 fr. 232 ..)
δίοπος· *ἐπίσκοπος vAS ἄρχων. ναύαρχος. ἐπιστάτης. διόπτης
διοπομπεῖσθαι· καθαίρειν. ἰδίως δὲ τὸ καθαίροντας {πρὸς} τὸν
προστρόπαιον Δία {ἀποπέμπειν}
διοπτεύειν· κατασκοπεῖν (r) (Critias fr. 53 D.?)
*διοπτεύσων· κατασκεψόμενος (Κ 451) gnΣ
*διοπτῆρα· κατάσκοπον (Κ 562) (r). nsΣ
διοπτήρ· ὁ κατόπτης τὸ μηχανικὸν ὄργανον
διόπτρα· γεωμετρικὸν ὄργανον. καὶ σημεῖον ἐν θυτικῇ v
διοργανώσεως· κατασκευῆς
διορίσαι, ὃ καὶ {ἐξορίσαι} λέγουσι· τὸ φυγαδεῦσαι (Plat. leg.
9,873 e ..)
*διορίαν· προθεσμίαν· ἐὰν δὲ διὰ τοῦ {ω} μεγάλου, καιρὸν
σημαίνει gAS
*διορίζει· διακρίνει AS
*διορίζετο· διεβεβαιοῦτο vgAS διισχυρίζετο (Dem. 18,111) AS
*διορισμόν· χωρισμόν. μερισμόν (Plat. Tim. 38 c) AS
*διοριστέον· διαχωριστέον vgAS
δίορον· διαστάτην
διόροφα· δίστεγα (Gen. 6,16) vgAS
διορύττει· σκάπτει
δῖος· ὡς ἀπὸ Διὸς τὸ γένος ἕλκων· "δῖος Ἀχιλλεύς" (Α 7) κατα-
χρηστικῶς δὲ ὁ ἀγαθός
*Διὸς ἀμφίς· ἑκατέρωθεν τοῦ Διός (Θ 444) AS
*Διοσημεία· τεράστιον σημεῖον Ah
Διὸς ἄνθος· τοῦτο οὐ λάχανον, ἀλλὰ φυτὸν ἀκανθῶδές φασιν
εἶναι οἱ περὶ Θεόφραστον (h. pl. 6,1,1)
Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν· ἄγγελοι, ὧν τὸ γένος [ἄγγε-
λοι] καὶ {Διῒ} ἴδιον καὶ ἀνδράσι (Α 334)
Διὸς αὐγάς· τὰς ἡμέρας, τὸ φῶς, τὸν αἰθέρα (Ν 837)
Διὸς βάλανοι· Ἕρμιππος Φορμοφόροις (fr. 63,20) "τὰς Διὸς
βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα" τὰ καστάνεια· τινὲς δὲ
Ποντικὰ λέγουσιν, {ἢ} Ἡρακλεωτικά
Διὸς βοῦς· ὁ τῷ Διῒ ἄνετος βοῦς, ὁ ἱερός. ἔστιν δὲ ἑορτὴ Μιλησίων
διοσδότους· ὑπὸ Διὸς δεδομένους
Διὸς θᾶκοι καὶ πεσσοί (Cratin. fr. 7)· τινὲς γράφουσι {ψῆφοι}.
Φασὶ δὲ ἐν τῇ τῶν Ἀθηναίων διαψηφίσει, ὅτε ἠμφισβήτει
Ἀθηνᾶ καὶ Ποσειδῶν, τὴν Ἀθηνᾶν Διὸς δεηθῆναι ὑπὲρ αὑτῆς
τὴν ψῆφον ἐνεγκεῖν καὶ ὑποσχέσθαι ἀντὶ τούτου τὸ τοῦ
Πολιέως ἱερεῖον πρῶτον θύεσθαι ἐπὶ βωμοῦ
διοσκεῖν· διαβλέπειν συνεχῶς τὴν ὅρασιν μεταβάλλοντα.
τίθεται δὲ καὶ ἐπὶ τοῦ διαφορεῖσθαι τῷ σώματι καὶ τῇ ψυχῇ
(Anacr. fr. 3). [καὶ τὸ διαπολέσαι, καὶ τὸ διαφθεῖραι]
Διὸς ἐγκέφαλος· παροιμία, ἣν Κλέαρχός (fr. 5 M.) φησιν
εἰρῆσθαι, οἷον ἐπὶ τῶν ἄγαν θείων
Διὸς Κόρινθος· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων καὶ
πραττόντων, ὡς ὁ Πίνδαρός φησιν (Nem. 7,155)
{Δέχεται καὶ βῶλον Ἀλήτης· ἐπὶ τῶν πάντα πρὸς τὸ
κρεῖττον ἐκδεχομένων}. Ἀλήτην γάρ φασι φεύγοντα κατελθεῖν
βουλόμενον εἰς Κόρινθον καὶ βουκόλου τινὸς ἀπαντήσαντος
αἰτεῖν τροφήν· τὸν δὲ εἰπεῖν, τροφὴν μὲν οὐκ ἔχειν, ἄραντα δὲ
βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ εἰπεῖν "{δέχεται
καὶ βῶλον Ἀλήτης}"
Διόσκουροι· οἱ Ἑλένης ἀδελφοί. - Ζῆθος καὶ Ἀμφίων, Λευκό-
πωλοι καλούμενοι (Eur. Phoen. 606 Antiop. p. XVIII C 55 N.)
- καὶ ἀστέρες, οἱ τοῖς ναυτιλλομένοις φαινόμενοι. καὶ σημεῖον
ἐν θυτικῇ
Διὸς κώδιον· οὕτως ἔλεγον, οὗ τὸ ἱερεῖον {Διΐ} τέθυται, ἐφ'
οὗ οἱ καθαιρόμενοι ἑστήκεσαν τῷ ἀριστερῷ ποδί. τινὲς δὲ
τὸ μέγα καὶ τέλειον. ὁ δὲ Πολέμων (p. 140 Pr.) τὸ ἐκ τοῦ Διῒ
τεθυμένου ἱερείου
Διὸς μάστιγι· τῷ κεραυνῷ (Μ 37)
διοτήρ· [κατάσκοπος]
διοτρεφεῖς· οἱ ἐν βασιλείᾳ τεθραμμένοι (γ 480)
διοτρεφέων· ἐκ τοῦ Διὸς ἑλκόντων τὸ γένος (Α 176)
διοχλεῖ· ἐκταράττει
διοχλίζει· ἀνακινεῖ
δίοψ· [οἰκονόμος]
δίοψιν· κατασκοπήν. ἢ δι' ὅλου ὄψιν γινομένην, καὶ διαύγειαν
δίπαιδας· τοὺς διδύμους γεγεννημένους
*δίπλακα· διπλῆν, μεγάλην ps διπλοΐδα, ὥστε διπλῇ χρῆσθαι
(Γ 126)
*δίπλακα δημόν· διπλοῦν λίπος (Ψ 253) A
διπλασιάσαι· διπλᾶ ποιῆσαι
διπλασιασμός· ἡ ἐν τακτικοῖς οὕτως ἐνόπλιος κίνησις
διπλασμός· ἡ διπλῆ εἰς †πόνον
διπλῆν· διπλασίονα. καὶ μεγάλην (Κ 134)
*διπλοΐδα· διπλουμένην χλανίδα ἐν τῷ φορεῖσθαι (1. Regn. 2,19)
vgA
διπλοίζειν· διπλασιάζειν (Aesch. Ag. 835)
διπλῆ· ὀρχήσεως εἶδος, ἢ κρούματος
διπλοῦς ἄνδρας· τὰ δισύλλαβα ἀνδρῶν ὀνόματα. οἱ δὲ παλιν-
βόλους
διπλόϊδα· [διπλοΐδα]
δίπνοια τρώματα· εἰς κενὰ τραύματα (Hippocr.)
διποδία· {Λακωνικῆς} ὀρχήσεως εἶδος (Cratin. fr. 162) οἱ δὲ
{διποδισμός}
Διπόλια· ἑορτὴ Ἀθήνησιν. οἱ δὲ Διϊπόλια, ὡς προδεδήλωται
(gl. 1785) [καὶ εἶδος Λακωνικῆς ὀρχήσεως]
δίπολοι· διπλαῖ. Αἰσχύλος Προπομποῖς (fr. 209)
δίπτυον· Κύπριοι μέτρον. οἱ δὲ τὸ ἡμιμέδιμνον
διπτύχιξον· δίπλωσον (Sophro?)
*δίπτυχα· δύο περιβολὰς ἔχοντα, [ἢ διπλοῦν] ὥστε τὸ μὲν
ὑπεστρῶσθαι [τὸ ἐπίπλουν], τὸ δὲ ἐπιβεβλῆσθαι (Α 461) gΣ
δίπυλον· προστῷον
δίπυροι ἄρτοι· οἱ ἐκ δευτέρου ὀπτώμενοι (Alcae. com. fr. 5,
I 717)
διράδαι· [αἱ τῶν ὀρέων ἐξοχαί]
*†δίρηγες· στρουθοί S
*Δίρκης· πηγῆς (Eur. Phoen. 102. Bacch. 5) r. A
δίσαλα· ἀκαθαρσία r
δισαλέος· ῥυπαρός r
δίσδημαι· ζητῶ
δεισίθεος· δεισιδαίμων
δισκάζεται· διαφέρεται
δίσκελλα· σπυρίς
*δισκεύει· δισκοβολεῖ A
δισκεῦσαι· δίσκον ῥῖψαι, ἤτοι λιθάσαι
δίσκην· δικεῖν. ὑπερβάλλειν
*δίσκοισι· τοῖς δίσκοις, λίθοις στρογγύλοις (Β 774 δ 626) (r). A
δίσκουρα· ὅσον ἄν {τις} βάλοι δίσκῳ (Ψ 431) [{δισκούρια}·
ὅσον ἄν τις βάλλει δισκεύων]
*δισσά· διττά (Eur. Alc. 760) vgA
δισσός· δύο τρόπους ἔχων, [διπλοῦς r
διστάζει· διχονοεῖ, ἀπορεῖ, *[ἀμφιβάλλει (r). vgAn
διστάσιον· τὸ πρὸς διπλῆν ἱσταμένον τὴν τιμὴν χρυσίου ἢ
ἀργυρίου, ὡς {ἰσοστάσιον} τὸ πρὸς τὴν ἴσην (Plat. Hipparch.
231 d)
†διστόσῃ· τῇ ἡλικίᾳ. Ἀρχίλοχος
δίστομος· οὕτως ἡ Ἐπίδαυρος ἐκαλεῖτο, ἐπεὶ ἀμφιστόμῳ
λιμένι ἐκέχρητο ... συγγραφή
διττάμενον· ἀρνούμενον· Κρῆτες
διτταχῶς· διχῶς
δίτοιχος· ἀναίσθητος
(*)διυλίζοντες· διηθμεύοντες, διηθοῦντες (Matth. 23,24)
*διφᾶν· ζητεῖν (A) ψηλαφᾶν n ἐρευνᾶν (Π 747) (A)
δίψακος· εἶδος βοτάνης
δίφαν· τὸν ὄφιν. Κρῆτες
*διφασία· διλογία. ἐκ τοῦ μὴ συμφωνεῖν τὰ λεγόμενα A (vg)
*δίφατον· διφάσιον, δισσῶς A λεγόμενον
διφαδεύσει· ἐξελεῖται
διφένσωρ· βασανιστής. κριτής
διφθέρα· δέρμα, [βύρσα r δέλτος, γραμματεῖον
διφθεραλοιφός· γραμματοδιδάσκαλος παρὰ Κυπρίοις
δίφορος· Ἔφορος Κυμαῖος, ὅτι δὶς ἐτέλεσε τῷ διδασκάλῳ Ἰσο-
κράτει τοὺς τῆς παιδεύσεως μισθούς
δίφουρα· γέφυρα. Λάκωνες
δίφραγες· τινῶν στρατιωτῶν [τῶν] παρὰ Πάρθοις ταγαί
δίφραξ· κλιντήρ. θρόνος γυναικεῖος (Theocr. 14,41?)
διφρεῦσαι· διακαθίσαι
*διφρείας· ἁρματηλασίας A
δίφρις· ὁ ἑδραῖος, καὶ καθήμενος ἀεί, οἷον ἀργός
*δίφρον· ἅρμα. καθιστήριον (vg)A (n) κράββατον. ὄχημα (Γ
262 ..)
διφροφόροι· αἳ ταῖς κανηφόροις εἵποντο, δίφρους ἐπιφερό-
μεναι
διφροφορουμένους· τοὺς φορείοις φερομένους (Hdt. 3,146,3)
*διφυᾶ· διφυῆ, δύο φύσεις ἔχοντα (vg) An
δίφυιον νυκτός· τὰ δύο μέρη, τὸ δίμοιρον
*διφώνους· διγλώσσους (ps)
*διφῶσα· ζητοῦσα. s ψηλαφῶσα (Hes. op. 374) r. (v)A
*δίχα· χωρίς. r. AP ἐκτός, ἄνευ (Eur. Bacch. 804 ..) A
*δίχα λαλῆσαι· ἀκατάλληλα λαλῆσαι A
δίχαλον ζυγόν· τὸ ἑκατέρωθεν κεκοιλασμένον. {Χηλαὶ} γὰρ
καὶ τὰ κοιλώματα. ἔνθεν καὶ {χηλὸς} ἡ κιβωτὸς παρὰ τῷ
ποιητῇ (Π 221 ..)
*διχανδόν· κεχωρισμένον r. A
δίχα νυκτός· τὸ μεσονύκτιον (Arat. 583)
*διχῇ· διχῶς r. AP δισσῶς (Dem. 1,17 ..) A
*διχηλοῦν· δύο ὁπλὰς ἔχον (Levit. 11,3) vgA
διχθαδίας· δισσάς, διπλᾶς (Ι 411)
*διχόθεν· ἐκ δύο μερῶν (Thuc. 2,44,2 ..) vgAn
διχόμυθος· διάβολος r
δίχολοι· διάφοροι. Ἀχαιὸς Καταπείραι· (fr. 39) "{δίχολοι
γνῶμαι}" παρὰ τὸ δίχα· ἢ δίτροποι, κατὰ μετάληψιν. {Χόλος}
γὰρ ἡ ὀργὴ καὶ {ὀργὴ ὁ} τρόπος. Βακχυλίδης (fr. 34 Sn.)·
ὀργαὶ μὲν ἀνθρώπων διακεκριμέναι μυρίαι
*διχομηνία· τὸ ἥμισυ τοῦ μηνὸς nps {ἢ} τῆς σελήνης np ὅτε
πληροσέληνός ἐστι (Sir. 39,12) n b) {διχομηνία}, ὅτε πεντε-
καιδεκαταία vgA {τοῦ μηνὸς ἢ τῆς σελήνης} vgn
†διχόνδις· †ἀπύγων
*διχόνοια· ἑτερογνωμοσύνη An διχοστασία (Pl. Alc. I 126 c?)
r. vgP
διχονοεῖν· διστάζειν (r) (n)
διχοριάζειν· ἐν δύο χοροῖς ᾄδειν
*διχοστατεῖ· μάχεται r. A πολεμεῖ A
διχοτομία· ἀναίρεσις r
*διχοτομήματα· τμήματα (Exod. 29,17. Ezech. 24,4) vgA
διψακερόν· ταλαίπωρον
δίψαι· βλάψαι r
διψάρα· δέλτος. οἱ δὲ διφθέρα
διψάς· ἔχις. ὕδρα. καὶ σημεῖον ἐν θυτικῇ ἐπὶ τοῦ ἥπατος
διψία κόνις· ξηρά (Soph. Ant. 246. 429)
δίψιον· βλαπτικόν
δίψιον Ἄργος· Ἡσίοδος (fr. 24 Rz) μὲν τὸ ἄνυδρον, Ἀρίσταρ-
χος δὲ τὸ πολυπόθητον ({διψᾶν} γὰρ τὸ ἐπιποθεῖν) ἢ ὑπὸ
Διὸς βεβλαμμένον (Soph. fr. 274). {ἶψαι} γὰρ τὸ βλάψαι (Δ 171)
*διψῆν· διψᾶν vgA {Ἀττικῶς} vg
διψυχία· ἀπορία
δίῳ· τῷ ἐντίμῳ. τῷ ἀγαθῷ. τῷ εὐγενεστάτῳ (Β 57 ..)
δίωγμα· θυσία τις Ἀθήνησιν ἐν ἀποῤῥήτῳ τελουμένη ὑπὸ τῶν
γυναικῶν ἐν τοῖς Θεσμοφορίοις. τὸ αὐτὸ καὶ {ἀποδίωγμα}
ὕστερον ἐκλήθη
*διῴδει· ἐφλέγμαινεν (Phil. leg. Gai. 254?) Ahp
διωθεῖται· ἀνατρέπεται. ἀνατρέπει
*διωθεῖτο· ἀπεκρούετο [ἀνεκρούετο ἀπερίπτετο] ἀπέρριπτε APn
διωκάθειν· διώκειν (Plat. Euthyphr. 15 d)
*δίωκε· ζήλου. ἐπιτήδευε (1. Tim. 6,11 ..) vgAn
διώκειν· καταλαμβάνειν φεύγοντα. ἢ κατατρέχειν ἐν κλίμακι.
καὶ φεύγειν μεθ' ὁρμῆς
διώκετον· ἐδίωκον. δυϊκῶς. *ἢ διώκουσι (Κ 364) n
*διῳκισμένοι· κεχωρισμένοι (Dem. 19,81) (r). vgAP
*διωκόμενον· κατηγορούμενον n
*διωλισθηκόσι· πεσοῦσι An
*διωλύγιον· ἠχοῦν ἐπὶ πολύ A μέγα, psΣ καὶ σφοδρόν, διατετα-
μένον
*διόμνυται· ὀμνύει vgA
διωμοσία· ἡ ἀντωμοσία. ἑκάτεροι γὰρ ὤμνυον· ὁ μὲν ἐγκαλεῖν
δικαίως· ὁ δὲ ἐγκαλεῖσθαι ἀδίκως
δίωνται· διώξουσι (Ρ 110) r
*διώνυμος· περιβόητος, ὀνομαστός (vgAn)
†διώρη· νῖκος πολέμου Ahp
διωρίσαμεν· διεζεύξαμεν, διεστήσαμεν
διωρίαν· διαζυγίαν, διαχωρισμόν
δίωρον· ἀσύμφωνον. r οἱ δὲ ἀνόμοιον, διάφωνον
διῶρυξ· τάφρος r
διῶσε· κατέβαλε (φ 244) r
*διωσάμενοι· ἀπωθησάμενοι, n ἐκβαλόντες r. vgAn
*διωστῆρσιν· ἀναφορεῦσι (Exod. 38,10) Ahp
διώττας· ἐργοδιώκτας
†διωφέλλειν· διορύσσειν
διωχής· δίφρος r ὁ δυνάμενος δύο χωρεῖν (Pherecr. fr. 3)
*δματέα· δαμαστέα A
*δμηθέντι· δαμασθέντι An
*[δμηκῶτες· πεπληρωμένοι ἢ δεινῶς διακείμενοι A]
δμῆσις· δάμασις (Ρ 476) (A)p
*δμήτειρα· δαμαστική A ἢ γεννήτρια (Ξ 259)
*δμήτειρα· δαμάστρια (Ξ 259) n
δμηθῆναι· κρατηθῆναι. διαπολέσθαι. ὑποταγῆναι
δμῆσαι· δαμάσαι. κρατῆσαι
δμητόν· †βοητόν. ἀναγκαστόν. οἰκοδομητόν
Δμία· Ὠκεανοῦ θυγάτηρ καὶ Δήμητρος ...
*δμῶες· δοῦλοι (δ 644 ..) r. nps
*δμωῆισι· δούλαις (Ζ 323 ..) A
*δμωΐς· θεράπαινα r. vgAn δούλη· vgAn ἀπὸ τοῦ δεδμῆσθαι
(Eur. Andr. 137 ..)
δμῶες ἀναγκαῖοι· οἱ κατὰ ἀνάγκην δουλεύοντες, καὶ οὐ κατὰ
προαίρεσιν (ω 209)
*δμωή· γυνὴ †μεγάλη v(g) A
*δμώς· δοῦλος r. nps θεράπων (ω 256) s
δνοπάλιζεν· διὰ τῶν χειρῶν ἐδόνει καὶ ἐκίνει (r) ἀναιρῶν.
Δὶς κέχρηται τῇ λέξει ὁ ποιητής (Δ 472. ξ 512)
δνοπαλίξεις· οἷον δονήσεις ταῖς χερσὶ καὶ ἐκτινάξεις. οἱ γὰρ
πτωχοὶ †ἐπικρύπτουσι τὰ ῥάκη. ἢ διὰ χειρῶν ἕξεις (ξ 512)
†δνοσ· ὁ κακοπλασσῶν†
δνόσουσι· [διακόψουσι. κακοπαθήσουσι]
δνοφέη· σκοτεινή
δνοφερόν· *σκοτεινόν r. vgAS μέλαν μ. Sn ἀπὸ τοῦ δνόφου·
λέγεται γὰρ τοῖς Αἰολεῦσι {δνόφος} ἀπὸ τοῦ δονεῖσθαι τὰ
νέφη (Ι 15) r
δνόψ· χιτῶνος εἶδος βαθέος
δοάζει· ἀμφιδοξεῖ. [διστάζει p δικάζει
δοάσσατο· διενοήθη. ἐβουλεύσατο. ἔδοξε (Ν 458 ..) S
δοάσσεται· δοξάζει S ἀρέσκει, συμφέρον καταφαίνει
δοάσσετο· ἔδοξεν (ε 474 ..)
δοιά· δύο (β 46 ..)
*δοιαί· δύο (Δ 7 ..) An δισσαί. [{δοιαὶ δίκαι}· βουλαὶ δύο Ah]
δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων· τὴν ἔκβασιν
τῶν ὀνείρων Ὅμηρος μεταφορικῶς εἶπεν (τ 562)
*δόγματα· ζητήματα AS προστάγματα (r)
†δοειδές· διαφανές
*δοῖεν· παράσχοιεν (Α 18 ..) S
δοιάσαι· διστάσαι. βουλεύσασθαι
δοῖδος· [σπάδων]
δοιδύσσειν· ...
*δοῖδυξ· ἀλετρίβανος ns
δ' οἱ δέατο· ἐβουλεύσατο
*δοίημεν· δῴημεν vAS
*δοίης· δώσεις (Π 625 ..) gA
*†δοίμασιν· ἀποφάσεσι, γνώμαις AS
δοιάς· δύο
δοῖτρον· πύελον. σκάφην
δοκάζει· μένει. [ἐπιτηρεῖ (r) δοκεῖ. [προσδοκᾷ (r)
δοκανά· καλά, ἄριστα, ἀγαθά
δόκαι· ἐνέδραι, παρατηρήσεις
δοκάν· θήκην
δοκεῖν· ἐοικέναι
δοκάναι· αἱ στάλικες, αἷς ἵσταται τὰ λίνα, ἢ κάλαμοι
*δοκεῖ· οἴεται, νομίζει vgAS
*δοκεύειν· τηρεῖν, φυλάσσειν, ἐπιτηρεῖν (r) AS προσδοκᾶν
(Θ 340 ..) (r)
*δοκεύων· ἐκδεχόμενος AS
δοκήσει· ὑπονοήσει. [νομίσει, προσδοκήσει p δοκιμάσει. στοχά-
σεται
δοκήν· δόκησιν. δοχήν (r)
*δόκησις· τὸ μὴ ὄν, νομιζόμενον {δέ}, οἷον φαντασία vgAS
δοκησίσοφος· ὁ οἰηματίας p ἐπὶ σοφίᾳ
δόκησις· σκοπή. ἀπάντησις. *ὑπόληψις n
δοκίδες· οἱ ἰσάκις ἴσοι ἀριθμοὶ πλεονάκις
*δοκίδων· δοκῶν vgAS [ὑπολαμβάνων]
δοκικῶ· ἀντὶ τοῦ δοκῶ. ἔπαιξε δὲ Ἕρμιππος ἐν Ἀρτοπώλισι
(fr. 12)
δοκιμαίνονται· δοκιμάζουσι
*δοκιμάσας· κρίνας, ἐξετάσας AS
δοκιμασία· ἡ ἐξέτασις τῶν ἀρχόντων q
*δόκιμον· χρήσιμον P τέλειον (Rom. 16,10?)
δοκιμοῦν· δοκιμάζειν
δοκίμωμι· δοκῶ καὶ οἴομαι (Sapph. fr. 37.69 Bgk)
δόκον· τὴν ἀγχόνην (Ar. fr. 515)
δοκος· σκοπή. προσδοκία. καὶ τὸ ἐν οἰκοδομῇ [ξύλον s
δοκουμένοις· δοκιμαζομένοις
δοκοῦντες· οἱ ἔνδοξοι (Eur. Hec. 295) r
δοκοί· εἶδος ἀστέρων ἐπισημασίαν τινὰ παρεχόντων θεωρεῖσθαι
*δοκῶμεν· νομιζοίμεθα (Sirac. prol. 14) (g)
*δόκωσις· στέγη (Eccles. 10,18) r. vgAS
*δόαν· ἀντὶ τοῦ δι' ὅλου A
δολάνα· μαστροπός {Λάκωνες}
*δολερῶς· ὑπούλως, δολίως (Ioseph. Ant. Iud. 14,350) AS
*δολεών· ὁ δοθιήν AS
δολίχαυλος· μακρὸν τὸν αὐλὸν ἔχων· αὐλὸς δὲ λέγεται τοῦ
σιδηρίου τὸ κοῖλον, {εἰς} ὃ ἐμβαίνει τὸ ὀξὺ τοῦ δόρατος (ι 156)
*δόλιος· πανοῦργος (Eur. Rhes. 894 ..) r
*δολιομῆτα· δολιόγνωμε (r) S
δόλιχοι· ὀσπρίου εἶδος
*δολιχά· μακρά (Δ 533 ..)
*δολιχήν· μακράν (δ 393 ..) (s)
*δολιχεύωσι· περιοδεύωσι A (Sp)
δολιχήρετμοι· μακρόκωποι r δηλοῖ δὲ τοὺς ναυτικούς (θ 191)
*δολιχόν· {κύκλον} μακρόν r. ASP
*δολιχοδείρων· μακροτραχήλων (Β 460 ..) (r) (nps)
*δολιχός· μακρός [ἢ μέτρον γῆς AS
δολιχόσκιον· μακρὰν ἔχον σκιάν r. vg, μακρόσκιον Sp ἐξ οὗ
τὸ μέγα δηλοῦται· ἢ μακρὰν ἰέναι δυνάμενον (Γ 346 ..)
δόλοι· οἱ παραλογισμοί. καὶ στρατηγήματα
(*)δολοῖ· φθείρει. [κακουργεῖ (1 Cor. 5,6 v. l.) r
δολιχόφρων· πολύφρων s
δολιχωπά· μακρά s
δολίσκος· δόλων. παραξιφίς
δολίφονον· πέπαικται δὲ τοῦ δολοφονίου (Com. ad. fr. 1357)
δολομάν· [μαστροπόν. Λάκωνες]
δολομῆτα· δολιόβουλε, κακότεχνε· {μῆτις} γὰρ ἡ βουλή (Α 540)
Δόλοπες· ἔθνος p οἱ τὰ ἔσχατα μέρη τῆς Θεσσαλίας οἰκοῦντες
(Ι 484)
δόλοπα· κατάσκοπον vgAS μαστροπόν
*δολομήτεω· δόλια βουλευομένου AS
δολοπεύει· ἐπιβουλεύει (r) ἐνεδρεύει
δόλος· πάσσαλος
δόλου τράπεζα· ἐπὶ τοῦ ἥπατος. σημεῖον ἐν θυτικῇ
δολοπλοκίας· τὰς τῶν λόγων πλοκάς
δόλοι· [κατάσκοποι]
δόλαντρον· κέρας γλοιὸν ἔχον, ᾧ ἁμαξεῖς χρῶνται εἰς τὸν ἄξονα
Δολόπεσσιν· ἔστι δὲ ὄνομα ἔθνους Θεσσαλίας (Ι 484)
*δολοφρονέουσα· δόλια φρονοῦσα Sn ἀπατῶσα (Γ 405) n
δολβαί· θύματα. οἱ δὲ μικτὰ πλακούντια
δόλπαι· πλακούντια μικρά. Κῷοι
δολφός· ἡ μήτρα r
δόλωνες· οἱ μικροὶ ἱστοὶ ἐν τοῖς πλοίοις. ἢ ξιφίδια ἐν ξύλοις
ἀποκεκρυμμένα
δολώσει· ἀπατήσει (Ar. Eq. 1067)
δόμα· τειχίον
*δόμεναι· δοῦναι, παρασχεῖν (Α 98) n
δομέοντι· οἰκοδομοῦντι
*δόμοισιν· οἴκοις (Ξ 202 ..) S
δομαίους· οἰκόπεδα. θεμελίους
δομή· τεῖχος. εἶδος, μορφή, πρόσοψις. σῶμα. οἰκοδομή. τρόπων
κατασκευή
δόμορτις· γυνή AS
*δόμος· οἰκία sn ἀπὸ τοῦ δεδομῆσθαι
δόμος ἡμιτελής· ὁ ἀτελὴς οἶκος. {Ἡμιτελής}· ἡμίγαμος. Τέλος
γάρ ἐστι ὁ γάμος, καὶ Ἥρα τελεία καὶ Ζεὺς τέλειος, ὅτι γαμήλιοί
εἰσιν (Β 701)
δ' ὁμώροφον· ὑπὸ τῷ {αὐτῷ} δόμῳ ἱδρυνθέντα
δόνακα· κάλαμον r Κρῆτες, παρὰ τὸ δονεῖσθαι. καὶ {ῥαδαλὸν}
δονακῆα· τὸν διάσειστον καλαμῶνα} (Σ 576 v. l.)
δόνακα ὑπολύριον· πάλαι γὰρ ταῖς λύραις κάλαμος ἀντὶ
κέρατος ὑπετίθετο (Ar. Ran. 233)
δόνακες· κάλαμοι pw "{δονάκεσσιν} ἑλώδεσιν ἢ πτελέαις{ιν}"
[δονακῆα· τὸν διάσειστον καλαμῶνα]
δονακήματα· [ἀναλήμματα. καὶ] αὐλήματα
Δονάκταν· τὸν Ἀπόλλωνα. Θεόπομπος (Fr. Gr. Hist. 115,303
Jac.)
*δονάκων· καλάμων AS (Σ) ἢ αὐλῶν (Σ)
*δόναξ· κάλαμος ὁ ἁλιευτικός vgAS
*δονεῖ· κινεῖ, ταράσσει vgAS σαλεύει gh {δονεῖται, δονοῦντι,
δονούμενοι}· ὁμοίως
*δόξα· φήμη AS τιμή r. gAS
*δόξαν ἑλεῖν· δόξαν λαβεῖν vgAS
*a) δοξαρίοις· εὐτελέσι δόγμασιν vgSPn b) {δοξαρίων}·
ὑπονοιῶν vg AS ὑποκοριστικῶς PS
*δόξας· δοκήσεις AS
δοξασταί· δικασταί (Antiph. 5,94)
δόξειε· ὑπολάβοι
*δόξῃ· φανῇ AS ἢ δοκήσει
δόξης· δοκήσεως (Κ 324)
δοξοῦσθαι· κατοπτρίζεσθαι. φαντάζεσθαι
δορά· *δέρμα r. vg(A) n {Κρῆτες δὲ καὶ τὴν δοκόν}
*δόρατα· λόγχαι vgAS
δοράζει· †λογχάζει
δορατιζόμενοι· δόρασι μαχόμενοι (v)
δόραντον· [κέρας, ἐν ᾧ τὸν γλοιὸν φέρουσιν οἱ ζευγηλάται
ὑπὸ τῇ ἁμάξῃ]
δορυάληπτον· [δορύληπτον S]
*δοριάλωτος· αἰχμάλωτος, ὑπὸ δόρατος ληφθείς (Eur. Tro. 518)
vgSn
δόρη (Eur. Rhes. 274) καὶ {δορῶν}· ἀντὶ τοῦ δόρατα καὶ δορά-
των
δορίδες· μάχαιραι μαγειρικαί, εἰς τὸ ἐκδεῖραι τὰ θύματα ἐπιτή-
δειοι
*δορίκτητος· αἰχμάλωτος S πολέμῳ κτηθείς (Eur. Hec. 478?)
(vg)
δορίληπτον· †κατηγορούμενον
δορίς· σκεῦος μαγειρικόν (Callim. fr. 75,11) (r)
*δῶρ' ἄδωρα· S (Soph. Ai. 665) ...
δορκάζων· περιβλέπων (r)
δόρκαι· κονίδες (r)
†δόρκανα· ἀκριβῶς. Κρῆτες
δοροί· θύλακες δερμάτινοι, κώρυκοι, δέρματα (β 354)
*δόρπα· δεῖπνα (Θ 503 ..) S
*δορπῆσαι· δειπνῆσαι (η 215) AS
δορπία· ἡ τῶν ἀπατουρίων πρώτη ἡμέρα οὕτω καλεῖται
δορπιάζειν· δειπνεῖν (r)
δορπηστός· ὥρα τοῦ δείπνου (Xen. Anab. 1,10,17)
*δόρπον· δεῖπνον (Η 370) ns
δόρπον ἑλόμεθα· ἐδειπνοποιούμεθα (Λ 729)
*δόρπος· βορά. [δεῖπνον r. vg
*δόρποισι· [δόρποισι]. δείπνοις vgS
δόρυ· ὅπλον. *[λόγχη (Sirac. 29,13) g ἀκόντιον. καὶ πᾶν
[ξύλον S ἢ δοκόν
δορύαλλος· τὸ τῶν γυναικῶν μόριον, ἀπὸ τοῦ {δέρειν}, ἐφ'
ὕβρει τοῦ τραγῳδοποιοῦ Δορύλλου, οὗ μέμνηται ἐν Λημνίαις
(Ar. fr. 367)
δορυθῆκαι· δουροδόκαι
δόρυ καὶ κηρύκειον· παροιμία, ἣν ἔνιοι {πειθανάγκην} λέ-
γουσιν· εἴρηται δὲ ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούν-
των, ἀπὸ τοῦ δόρυ κατέχειν καὶ κηρύκειον
δορύκνιον· εἶδος βοτάνης
*δορυμήστορας· τοὺς ἐμπείρους τῶν πολέμων vgAS
δορυμόλπης· ... ἢ προηγούμενος τοῦ θυομένου βοὸς τῷ Διΐ
δορυξεῖον· ὅπου τὰ δόρατα ξύεται
δορυξένους· οὓς ἐμπεδοῦντας {τὰς} ὁμολογίας φίλους ἐποιοῦντο
καὶ προσηγόρευον δορυξένους, διὰ τὴν οἰκειότητα τῆς γενομέ-
νης πράξεως. Δηλοῖ καὶ τὸν ἁγνίζοντα φόνον, καὶ πρόξενον
Δόρυσσα· [οὕτως ἐκαλεῖτο ἡ Σάμος]
δορυσσόον· ἀνδρεῖον [δόρυ ὁρμᾶν] ἢ δόρατι φοβοῦντα καὶ
σοβοῦντα
*†δορυφία· καρποφορία ἀγαθή Sw
δορυφόνον· [τὸν δολοφονοῦντα]· Ἀριστοφάνης Δαιδάλῳ (fr.
196) ὅτι δὲ †Φιλόκτητος τῇ λέξει ἐχρήσατο πρῶτος, δηλοῖ
Τηλεκλείδης ἐν Πρυτάνεσι (fr. 29) δηλοῖ δὲ τὸν δολοφονοῦντα
δορυφόρος· *ὁπλοφόρος r ὑπασπιστής vgSn ἢ φύλαξ τῶν
τυράννων. καὶ πρόσωπον {κωφόν}
δορυφοροῦντες· προβαδίζοντες ἔνοπλοι r
δορυφόρους· ἀναβαστάζοντας S τὰ ὅπλα
δόρων· [τῶν δοράτων]
δορχελοί· ἀστράγαλοι
δόσαν· παρέσχον, ἔδοσαν (Α 162)
†Δορσάνης· ὁ Ἡρακλῆς, παρ' Ἰνδοῖς
δοσείειν· δοτικῶς ἔχειν
*δόσις· ἡ δωρεά (Κ 213 ..) r. Sn
*δόσκον· ἐδίδουν (Ι 331) S
*δοτῆρα· δότην (Greg. Naz. c. 1,1,27,66 [37,503]) S
δοτήρ· ὁ διδούς r
*δούλιον ἦμαρ· τὴν τῆς αἰχμαλωσίας ἡμέραν (Ζ 463 ..? Eur.
Hec. 56?) S
Δουλίχιον· πόλις Κεφαλληνίας (Β 629 ..?)
δοῦμος· ἡ οἰκία, ἢ τὴν ἐπὶ τὸ αὐτὸ συνέλευσιν τῶν γυναικῶν
*δουλωσάμενοι· ὑποτάξαντες S
Δούλων πόλις· Εὔπολις Μαρικᾶι (fr. 197) "οὐκ ᾤμην εἶναι"
λέγει "Δούλων πόλιν". ἔστι δὲ ἐν Κρήτῃ καὶ Λιβύῃ
δούξ· ἡγεμών, ἄρχων
δουπῆσαι· ψοφῆσαι. ἐν παρατάξει ἀποθανεῖν (Ν 426)
Δούλωνα· τὸν μουσικὸν Φιλόξενον, ἐπειδὴ δοῦλος ἐγεγόνει ὁ
Φιλόξενος. ἦν δὲ τὸ γένος Κυθήριος (Com. ad. fr. 74)
*δούπησεν· ἐψόφησεν (Δ 504 ..) S
*δοῦπον ἀκόντων· τὴν μάχην (Λ 364) (S)
*δοῦπον· ψόφον (Δ 455) vgS θάνατον. [φόβον S
*δοῦρα· δόρατα s κοντά. καὶ [ξύλα (Β 135) vgAS
δουράτεον· ξύλινον (θ 512)
δουρηνεκές· ὅσον δόρυ ἐκτείνεται, ἢ ἐφ' ὅσον ἂν ἐνεχθείη
βληθέν (Κ 357)
δοῦρε· δόρατα δυϊκως (α 256)
a) δουρηνηκές· δόρατος μῆκος (Κ 357) b) {δουρί}· δόρατι
(Α 303)
(*)δουριαλής· αἰχμάλωτος (Greg. Naz. c. 2,1,1,355[37,996])
δουρικλυτός· ὁ κατὰ μάχην ἔνδοξος S ἀπὸ μέρους, τοῦ δόρατος
(Β 645 ..)
δουρικτῆτον] δουρικτήτην· [αἰχμάλωτον (Ι 343) (p)
δουροδόκη· δόρατος θήκη (α 128)
δούριος ἵππος· Ἀθήνησιν ἐν ἀκροπόλει χαλκοῦς ἐστιν, καὶ ἐξ
αὐτοῦ ἐκκύπτουσι δ#
*δουρὸς ἐρωή· ὅσον δόρατος ὁρμή (Ο 358) S
*δούς· παρασχών S
Δουσάρην· τὸν Διόνυσον. Ναβαταῖοι, ὥς φησι Ἰσίδωρος
δούς· [δεσμευθείς]
*δοῦσι· δεσμεύουσι S
δοχεών· δοχή, σημεῖον ἐν θυτικῇ
*δοχήν· ἄριστον (Luc. 5,29 ..) vgSn
δοχμαλόν· χαμαίζηλον. ταπεινόν r
δοχμή· *σπιθαμή (vgPn) S παλαιστή (Ar. Eq. 318)
†δοχμῇσι· τὸ ἐπικάρσιον, τὸ δόχμιον, τὸ πρόσαντες
δόχμια· πλάγια, λοξά gS κεκαμμένα (Ψ 116)
δοχμόν· πλάγιον πεδίον
δοχμόκορσοι· οἱ πλαγιοχαῖται r
δοχμόλοφοι· οἱ ἐκ πλαγίου τοὺς λόφους ἔχοντες (Aesch. Sept.
114?)
δοχούς· δοχεῖα. λουτῆρας
*δράγμα· ὅσον περιλαμβάνει τῇ ἀριστερᾷ χειρὶ ὁ θερίζων vgSn
†δραγμᾶναι· αἱ ἐν ταῖς τοῦ ἐγκεφάλου κοιλότησι ...
*δράγματα· δέσμαι s καὶ ὅπερ ἡ χεὶρ δράξηται (Ps. 128,7 ..)
δραγκάζειν· [κρύπτειν (p)]
†δραγκαλακτᾶν· βριμοῦσθαι
δραγματολόγος· ὁ τὰ δράγματα συνάγων
δραίνει· ποιεῖ. δύναται, ἰσχύει. ἐνεργεῖ. κυλίει. γυμνάζει
δραίνεις· δραστικῶς ἔχεις (Κ 96)
†δραιώμη· ὠφέλεια
δραιόν· μάκραν. πύελον
δράκαλος· [ἰδία τὸ συναυλίζεσθαι. Λάκωνες]
δραθεῖν· κοιμηθῆναι (υ 143)
δράκαιναν· τὸν μάστιγα, τὸν ὑστριχίδα ὁ Ἀριστοφάνης (fr.
767)
δρακέν· [ἐνεργεῖ, πράσσει]
Δρακάνιον· ὄρος Ἰκαρίας
Δράκαυλος· {μία τῶν Κέκροπος θυγατέρων διὰ τὸ συναυλί-
ζεσθαι τῷ ἐν τῇ ἀκροπόλει δράκοντι,} ἐπειδὴ δοκεῖ ἡ Ἀθηνᾶ
παρ' αὐταῖς αὐλίσαι τὸν δράκοντα. Σοφοκλῆς Τυμπανισταῖς
(fr. 585) ἢ ὅτι συνέστη Κέκροπι, {ὃς} [ἢ ὅτι] εἰς δράκοντα
μετεμορφώθη
Δρακοντίδης· τὸν Κέκροπα Ἀριστοφάνης (Vesp. 438), ἐπειδὴ
τὰ κάτω δράκοντος εἶχεν
δρακεῖν· ἰδεῖν, βλέψαι s
*δρακός· τῆς παλάμης, τῆς χειρός (Eccles. 4,6 ..) gS
δράλαινα· λαμυρά. Κῷοι
*δράματα· ποιήματα (Greg. Naz. or. 21,14,1096 c) (SP) ...
πρᾶξις Sn ἢ λόγος περιέχων ὑπόθεσίν τινα SP
*δραματουργεῖν· πανουργεῖν. συντιθέναι (Σ) πράττειν
*δραματουργηθέντων· πραχθέντων S
*δραματούργημα· σύνθημα n
*δρᾶν· πράσσειν vgS θύειν S
*†δρᾶαι· ποιῆσαι S ἢ φυγεῖν g
δρανεῖς· δραστικοί. ὅθεν καὶ {ἀδρανεῖς}
δράνος· ἔργον. πρᾶξις. ὄργανον. ἄγαλμα. κατασκεύασμα. δύνα-
μις
δράκοντα· τὸ κηρύκειον. Σοφοκλῆς Φιλοκτήτῃ (fr. 638)
(*)δράξ· δράκα. {καὶ ξέστου τὸ τέταρτον} (3. Reg. 17,12)
δράξαι· κρατῆσαι [καὶ ξέστου τὸ τέταρτον]
δράξασθε παιδείας· ἐπιλάβεσθε παιδείας, καὶ ἐπιστήμης
(Ps. 2,12) gS
δραξών· ἐν Σικελίᾳ {ἦν} ἱερόν ..., εἰς ὃ οἱ γεωργοὶ εὐχὰς
ἔπεμπον· ὅθεν καὶ δραξόνες ἐκλήθησαν ...
δραπανίδες· εἶδος ὀρνέου S
*δραπέτης· φυγάς p
δραπετίνδα· δραπετικῶς
*δράσας· ποίησας vPSn κρατήσας. [πράξας P
†δράσειν· θύειν καὶ θυσίας ... Αἰολεῖς
δρασείοντες· ἐνεργητικῶς ἔχοντες S
δρασκάζειν· κρύπτεσθαι. ἀποδιδράσκειν (Sol. leg. ap. Lys.
10,17)
δράσκας· [δρασμός]
δρασείων· δραστικῶς ἔχων (Soph. Ai. 326)
δράσκασις· ἡ διάδρασις. ἢ δραπετεία
δρᾶσται· δραπέται
δρασμάτων· πανουργημάτων
*δρασμός· φυγή vgSn, {δρασμῷ φυγεῖν}· δραπετεύειν
δρασσόμενοι· κρατοῦντες S
δραστείρας· τὰς θεραπαίνας, καὶ διακόνους
δράστην· κόφινον
δραστηρά· δραστικά
δραστῆρας· τοὺς ὀψοποιούς, μαγείρους (ps)
*δραστήριον· πρακτικήν SPn
δράστης· *πράττειν δυνάμενος Sn ἢ νοηματικὸς κατ' ἐπιβουλήν
δράστις· ἡ βύσσος· καὶ ἐργαζόμενοι αὐτὴν {δραστιουργοί}
δραστικός· κραταιός, ἰσχυρός, δυνατός
δρακτά· φυλλάς· Σικελοί
δραστιουργοί· οἱ ἐργαζόμενοι τὴν βύσσον (ps)
δρατά· δαρτά, ἐκδεδαρμένα θύματα (Ψ 169)
δράγμα· τὸν τῆς σταφυλῆς βότρυν καὶ τὰς φοινικίνας βαλάνους
δράγματα· [συνθήματα]
*δραχμή· εἶδος μέτρου vgSn, κεράτια ιη# S
δραχμὴ χαλαζῶσα· ἐπὶ Διοφάντου (395 / 4) τὸ θεωρικὸν
ἐγένετο δραχμή. {ἐπεὶ δὲ ἔπεσε χάλαζα τότε, ἀπὸ τοῦ ἀέρος
χαλαζῶσαν αὐτὴν ἐπέσκωπτον} (Com. ad. fr. 314)
δραχμή· τὸ ὄγδοον τῆς οὐγγίας
δραχμὴ χρυσίου· ὁλκὴ νομίσματος, εἰς ἀργυρίου λόγον
διδράχμων ε#
δρέχμονες· οἱ νεφροί
δρέμμα· κλέμμα. οἱ δὲ κλάσμα
δρεπανηφόρα ἅρματα· τοὺς Μακεδόνας φασὶ πρώτους
χρήσασθαι
*δρεπανηφόρους· ξιφηφόρους (vgSn)
δρεπανίς· κεγχρίς
δρέπειν· τρυγᾶν (s)
*δρέπεται· τρυγᾷ vgn
*δρεπόμενοι· λαμβάνοντες. ἀπολαύοντες. vgSn τρυγῶντες vg
†δρεπεῖς· τρυγηταί p
δρεπτόν· εἶδος φιλήματος, ὡς Τηλεκλείδης (fr. 13)
*δρεφθῆναι· τρυγηθῆναι vgS
δρέψαι· ἀφελεῖν. τρυγῆσαι. ἀποκόψαι· ὅθεν καὶ δρέπανον
*δρέψας· ἀναλώσας. τρυγήσας. θερίσας n
*δρέψασθαι· τρυγήσασθαι vgSn ἀφελεῖν τῇ χειρί, [ἢ λαβεῖν
(Hes. theog. 31) vgSn
†δρῆες· στρουθοί (vgn) s Μακεδόνες
†δρηλοῖ· φοβεῖται
δρησμοσύνη· θεραπεία, {ὑπηρεσία}
δρῆσται· οἰκέται. p ἢ δυνατοί (S)
δρηστῆρας· πράκτορας. θεράποντας
δρηστῆρες· ὑπηρέται, λειτουργοί, διάκονοι, θεράποντες (π 246)
δρηστῖναι· διάκονοι, θεράπαιναι
δρία· τόποι σύνδενδροι [τόποι] καὶ χλοώδεις
†δριαλεῖν· ποιεῖν
δριάεντα· χλωρά
δριάουσαν· θάλλουσαν
δρίκκαι· ὄρνεα ποιά
δρίλακες· βδέλλαι. Ἠλεῖοι
*δρίμα· ψῦχος vgSs
δριμεῖα μάχη· ἔνθερμος, καὶ ἐνεργός (Ο 696)
δριμύ· ὀξύ. [σφοδρόν, θερμόν s ταχύ
δριμύς· *ὀξύς vgS. στυπτικός
δρίος ὕλης· ὄρος. χόρτος. δρυμός (ξ 353)
δραχμή· τὸ ὄγδοόν ἐστιν τῆς οὐγγίας ἐν χαλκῷ καὶ σιδήρῳ,
ἐν δὲ χρυσῷ καὶ ἀργύρῳ ὀγδοηκοστόν ἐστιν οὐγγίας· οὕτω γὰρ
εὑρίσκονται οἱ εἴκοσι ὀβολοὶ δίδραχμον ἐν τῷ Λευιτικῷ (27,25)
δρίος· σύμφυτος τόπος καὶ σύνδενδρος καὶ χλοώδης. [ἢ ὄρος.
ἢ χόρτος. ἢ δρυμός, ὕλη]
†δρίς· δύναμις, {ἰσχύς} s
†δίφρακτος· κράββατος
δρίφον· τὸν δίφρον. Δωριεῖς (Sophr. fr. 10. Theocr. 15,2) κατὰ
συστολὴν ὡς ...
Δριωδόνες· θεοὶ παρὰ Λακεδαιμονίοις τιμώμενοι
Δρόγγιλον· χωρίον Θρᾴκιον (Dem. 8,44)
δροιόν· καλόν. Κρῆτες
δροίτη· πύελος. σκάφη. καὶ εἶδος ὀρχήσεως
*δρομάδην· μετὰ δρόμου (Ε 80) vgS
δρομαλὸς λαγωός· ὁ ἐν δρόμῳ ἁλισκόμενος r, εὐναῖος δὲ ὁ
ἐν κοίτῃ
δρομάς· ἡ ἑταίρα r
δρομάσσειν· τρέχειν
δρόμων· ὁ μικρὸς καρκίνος
δρομιάμφιον ἦμαρ· ἀμφιδρόμια. ἔστι δὲ ἡμερῶν ἑπτὰ ἀπὸ τῆς
γεννήσεως, ἐν ᾗ τὸ βρέφος βαστάζοντες περὶ τὴν ἑστίαν
γυμνοὶ τρέχουσι (Callim? fr. an. 157)
δρομοκῆρυξ· ὁ ἐπὶ σπουδῆς πεμπόμενος τὰς ἐπικηρυκείας
ποιήσασθαι, ἡμεροδρόμος (Aeschin. 2,130)
δρόμος· ἡ ὀρχήστρα τοῦ Διονυσιακοῦ θεάτρου παρὰ Ταραντί-
νοις
δροόν· ἰσχυρόν r Ἀργεῖοι
†δροπά· δρεπτά. Σοφοκλῆς Παλαμήδῃ (fr. 440)
δρόπις· τρυγητός r
δροπίσκος· κάλαθος
δροσερά· δροσιζόμενα. (Eur. Hipp. 226) καὶ ὄνομα πηγῆς S
*δρόσοι· ψεκάδες (Eur. Hipp. 78 ..) SPn
δρόσους· ἀχρείους. Κύπριοι
δροῦνα· ἡ ἀρχή, ὑπὸ Τυῤῥηνῶν
δρυάζειν· φλυαρεῖν (ps)
δρύακες· {ἐπὶ} τῶν ξύλων τῶν βασταζόντων τὴν τρόπιν τοῦ
πλοίου (S)
δρυάσαι· κατακολυμβῆσαι
δρυασταί· ἄπιστοι. ψεῦσται
Δρυαχαρνεῦ· ὦ δρύϊνε Ἀχαρνεῦ καὶ ἀναίσθητε. δοκοῦσι γὰρ
οἱ Ἀχαρνεῖς σκληροὶ τὴν γνώμην εἶναι καὶ ἄτεγκτοι (Com.
ad. fr. 75)
δρύες οἰνοχίτωνες· αἱ ἄμπελοι, διὰ τὸ τὸν οἶνον ἔχειν. καὶ ὁ
{χιτὼν} δὲ παρὰ τὸ κεχύσθαι ὠνόμασται (Callim.? fr. an. 158)
*δρύεται· κρύπτεται Ss
δρύϊνος· ξύλινος (φ 43) p
δρυΐτης· βοτάνη
δρυμά· δρυμώδεις καὶ σύνδενδροι τόποι καὶ εὔξυλοι (κ 150)
δρυμάξεις· κυρίως μὲν σπαράξεις· χρῶνται δὲ καὶ ἐπὶ τοῦ συνέσει,
καὶ προσομιλήσεις (Com. ad. fr. 986)
δρυμάσσειν καὶ {δρυμάξαι}· τὸ τύπτειν ξύλοις καὶ τὸ †τρέχειν
δρυμίους· τοὺς κατὰ τὴν χώραν κακοποιοῦντας
δρυφάξαι· †δακεῖν
Δρυμός· *δάσος. σύμφυτος τόπος, αὐτοφυὴς καὶ σύνδενδρος
(Λ 118) vgSn καὶ χωρίον τῆς Ἀττικῆς καὶ φρούριον (Dem.
19,326)
δρυόεντα· δρυώδη
δρυοβαφῆ ἱμάτια· τὰ ὑπὸ τοῦ κελύφους τοῦ δρυὸς βεβαμμένα
δρυοπαγῆ στόλον· τὸν πάσσαλον. Σοφοκλῆς Φιλοκτήτῃ
(fr. 639)
δρυὸς ὑψικόμοιο· τὸ ἐν Δωδώνῃ μαντεῖον (ξ 328)
δρυοτόμος· ὑλοτόμος S δενδροτόμος
Δρυοῦσα· ἡ Σάμος τὸ παλαιόν
δρύοχοι· τῶν σιδηρῶν πελεκύων αἱ ὀπαί, εἰς ἃς τὸ στελεὸν
ἐνείρεται (τ 574)
δρύοψ· ὄρνεόν p τι διαφέρον τοῦ δρυοκολάπτου
δρύπτεσθαι· καταξύεσθαι
δρυπετεῖς· ἀπὸ δένδρου πεπτωκυίας ὠμάς (Ar. Lys. 564?)
*δρύπτεται· ξέεται r. Sn ὅτε τις ἑαυτὸν κατατίλλῃ ἐπὶ θρήνου
(Eur. Hec. 655) Snp
δρύπτουσα· σπαράττουσα
*δρῦς· πᾶν ξύλον καὶ [δένδρον r. (S) s (Σ)
δρύπτην· ἀλήτην
*δρυτόμος· ὑλοτόμος (Λ 86) Sn
δρυπολεῖ· ταλαιπωρεῖ. ὀρειβατεῖ. [πυρὶ πολιορκεῖ (p)
δρύπτερις· βοτάνη τις, ἐμφερὴς πτέρει
δρυφάδες· ὄνυχες. καταξύσματα
δρυφάδες· λῦπαι, ὀδύναι. ἢ τὰ ἀπὸ πληγῶν πελιώματα
δρύφακτοι· αἱ τοῦ δικαστηρίου θύραι. ἢ [κάγκελοι (Ar. Vesp.
386) S *ἢ τὰ διαφράγματα. ἢ τὰ περιτειχίσματα vgS
†δρυφαίνηκα· τὸν οὐ μέγαν. Ἠλεῖοι
δρύφειν· περαίνειν
δρυφή· ἀμυχή, καταξυσμή
*δρύφη· ξέσματα Snp Σ
δρυφόμενοι· φθειρόμενοι
δρύψ' ἀπὸ μυώνων· ἀφεῖλεν, ἀπέξεσεν ἀπὸ τῶν μυῶν τῶν
ἐν τῷ σώματι, ἤτοι βραχιόνων, ἢ γαστροκνημίων (Π 324)
δρύψαι· ἀφελεῖν, [καταξύσαι (S) p
δρύψελα· πέταλα δρυώδη
δρύψ· [ἀπὸ μυψώνων δρύψιεν ἐπιζητῶν]
δρυψόπαιδα· τὴν λαμυράν, οἱ δὲ ἁπαλόπαιδα ἢ ἐλεεινόν
δρυψογέροντας· τοὺς ἀτόπους πρεσβύτας, καὶ οἱονεὶ ἀτίμους
δροκτάζεις· περιβλέπεις
δρωμᾷ· τρέχει
*δρωμένων· πραττομένων S
*δρώμενα· πραττόμενα r. vgP πανούργως
δρωμίσσουσα· τρέχουσα
*δρῶντες· ποιοῦντες, gSn ἐργαζόμενοι (Sap. 15,6) n
δρωπάζειν· ἐμβλέπειν
*δρώοιμι· ὑπηρετοίην (ο 317)
δρώπτειν· [διακόπτειν. ἢ] διασκοπεῖν. Αἰσχύλος Ψυχαγωγοῖς
(fr. 278)
*δρώπτης· πλανήτης. πτωχός vS
*δρῶσι· πράττουσιν (Eur. Andr. 66 ..) vgS
δρώψ· ἄνθρωπος
δρώωσι· διακονοῦσιν, ὑπηρετοῦσι
δῦ· ἔδυ r, εἰσέδυ (Θ 85 ..)
*[δυάζει· φλυαρεῖ vhpΣ
*[δυαεῖ· φλυαρεῖ.] ἀλογεῖ hpΣ]
Δύαλος· ὁ Διόνυσος, παρὰ Παίωσιν
δύαν· †κρίνην
†δυαρεία· ἡ ἐν τοῖς Τέμπεσι δάφνη. τὸ δὲ αὐτὸ καὶ †δηλεία
δῦ δέ μιν Ἄρης· ἐπιθυμία αὐτὸν εἰσέδυ τοῦ πολεμεῖν (Ρ 210)
δυερός· ἐπίπονος. τολμηρός (ζ 201 v. l.)
*δύεται· δύνει. κρύπτεται r. vgSn
δύη· δυστυχία. ἢ ἔνδεια. πόνος. ταλαιπωρία (ξ 215) καὶ ἡ
δυηπαθία
*δῦθι· ἔνδυσαι (Π 64) vgS
δυθμαί· θαλάμαι. καταδύσεις
δυθμαῖσι· δύσεσι. καταστροφαῖς
δύμεναι· δῦναι. ὑπεισελθεῖν (Ζ 185 ..)
Δύμη· ἐν Σπάρτῃ φυλή, καὶ τόπος
*δῦναι· κατελθεῖν (Γ 322) Sn
δύναμιν ἀρίστω· τὴν δύναμιν ἄριστοι. δυϊκῶς
(*)a) δύνασθαι· θέλειν *b) {δύναμις}· ἰσχύς (β 62 ..) r. p
δύνασις· δύναμις (Soph. Ant. 951 ..) s
δυναστεία· δύναμις (Dem. 18,67?)
δύνασαι σιωπᾶν· πρῶτόν φασι Φοινικίδην Μεγαρέα κωμικὸν
ποιητὴν ἐν ἄστει διδάσκοντα ἀποσκῶψαι τὴν σιωπωμένην
ὁμολογίαν περὶ τῶν διαλύσεων Ἀντιγόνου καὶ Πύῤῥου βουλό-
μενον, εἰπεῖν {ἐν} ταῖς Αὐλητρίσιν οὕτως· "δύνασαι σιωπᾶν; ##
Ὥστε {τοὺς} τὰς διαλύσεις συντιθεμένους κεκραγέναι δοκεῖν"
(fr. 1). ἄλλοι δέ φασι παροιμιωδῶς εἰρῆσθαι ἐπὶ Ἀντιγόνου
καὶ Πύῤῥου τῶν βασιλέων [ὧν] τὰς ὁμολογίας ἀποῤῥήτως
ποιησαμένων οὕτως, ὥστε μηδὲ τοῖς γραμματεῦσι πιστεῦσαι.
*δυνατῶς· ἰσχυρῶς. γενναίως. ἀσφαλῶς Sn
δυοδεκάτῃ· ἡμέρᾳ δωδεκάτῃ (Φ 46 ..)
δῦνε· ἐνεδύσατο (Ο 219) (S)
δύο· οἱ δύο, αἱ δύο, τὰ δύο
*δυοῖν· τῶν δύο. S τοῖς δυσί vgS
*δυοῖν θάτερον· ἓν ἐκ τῶν δύο vg
δυοῖς· τοῖς δύο (Hdt. 7,104,3 ..)
δυοχοῖ· πωματίζει παρὰ Δημοκρίτῳ (fr. 136), ἤγουν πωμάζει,
σκεπάζει
δυοχῶσαι· πωμάσαι
†δύουσιν· ἀποῤῥέουσιν
δύπτης· κολυμβητής. δύτης (Callim. fr. 522) r
δύπτοντες· κολυμβῶντες ps
δέρεσθαι· τύπτεσθαι
δύρεσθαι· ὀδύρεσθαι. κλαίειν, θρηνεῖν (Eur. Hec. 740 ..)
*δυς· κακῶς r. gS ἐπίῤῥημα r. S
δυσάγωγοι· δυσκόλως φερόμενοι r. S
δυσάγωγος· δυσχερής p
δυσαέος· χαλεπῶς πνέοντος (Ε 865)
δυσαίατο· παραγένοιντο, εἰσίοιεν (Σ 376) (S)
δυσάντητον· δυσπρόσιτον
δυσαῆ· δύσπνουν. χειμέριον. νοσώδη. οἱ δὲ ἄνεμον δύσαντα ἐκ
νεφῶν. ἄλλοι ψυχρὸν, ἢ ἀπὸ τῆς δύσεως πνέοντα· ἐπὶ τοῦ
ζεφύρου (ε 295)
δυσαής· [δυστήνου.] δύσπνους (ε 295)
*δυσαλγής· δυσίατος (S) ἀσυμπαθής (vgSP)
*δυσαέος· δυσπνεύστου (Ε 865 ..) S
*δυσαλθέα· ἀθεράπευτα (Greg. Naz. c. 2,1,1,601 [37,1014]) r
gSn
*δυσάλυκτον· μὴ ἔκφευκτον (Sap. 17,16) r. gS
*δυσάλωτον· δυσχερῶς κρατούμενον (Clem. Al. Str. 2,2,5,3?)
r. vgS
δυσάμμορος· κακόμοιρος, δύστηνος, [δυστυχής (Χ 428) S
δυσάνιον· τὸ δυσχέρειαν χρώμενον. δυσάρεστον. τὸ δὲ ἐναντίον
{ἀνήνιον} λέγουσιν. ἔγκειται δὲ ἡ {ἀνία} τῇ λέξει
*δυσανασχετεῖ· παραιτεῖται. βαρέως φέρει. δυσκόλως ἔχει.
vgS δυσπετεῖ S
*δυσαναφορικός· δυσκόλως ἀναφερόμενος (vg) S
δύσαντα· κατελθόντα
*δυσάντεα· φοβερά (Greg. Naz. c. 1,1,7,75 [37,444]) Sn
δυσάντης· τραχεῖα. χαλεπή. δυσαπάντητος r
*δυσάντητον· δυσχερὲς vgSn ἀπαντᾶν
*δυσαρεστούμενοι· μὴ ἀρέσκοντες Sn
*δυσαρεστουμένην· ἀπαρεσκομένην (vgS)
δυσαρεστεῖ· δυσφροντίστως {ἔχει}
δυσάρεστος· δυσχερής (Eur. Or. 232) r
*δυσαριστοτόκεια· ἐπὶ κακῷ ἄριστον τεκοῦσα. ἢ τὸν δι'
ἀριστείαν δύστηνον (Σ 54) Σ
δυσαύλητος· δυσεγκλήμων
δύσαυλος· δυσαύλιστος. Σοφοκλῆς Ἀλεξάνδρῳ (fr. 92)
*δυσαχθές· βαρύ r. S(P) n
*δυσαχθής· πάνυ ἀηδιζόμενος SPn
δύσβατον· *δυσχερές SP ἄβατον. δύσπορον. χαλεπόν
*δυσβάστακτον· βαρύ. [{δυσαχθής}· πάνυ ἀηδιζόμενος δύσπο-
ρον· χαλεπόν]. δυσφερές, δύσοιστον, [ἀφόρητον (Prov. 27,3) (n)
†δυσβηρές· δύσβατον S δυσχερές
*δυσβουλία· κακοβουλία (Sn) Σ ἀφροσύνη r
δυσβράκανον· δυσχερές· {βράκανα} γὰρ τὰ ἄγρια λάχανα·
ἔστι δὲ δύσπλυτα. Λέγει οὖν ὁ Κρατῖνος (fr. 404) δυσκατανόη-
τον, οἱονεὶ †δυσνόητον
δυσγάργαλις· δυσπράυντος. οὐχ ὑποτασσόμενος. δυσπρός-
ιτος (Ar. fr. 43) ὁτὲ δὲ δυσγαργάλιστος
*δυσγένειαν· ἀγένειαν S
*δυσγενής· [ἐχθρός S]
*†δύσγω· ἀποδύω S
δυσδήλιδες· κακοῦντες· {δηλήσασθαι} γὰρ τὸ κακῶσαι
δυσδηνίας· δύσνους, κακὰ βουλευομένους
*δυσδιακόμιστον· δυσβάστακτον S
δυσαιάκτου· δυσθρηνήτου (3. Macc. 6,31) SΣ
*δυσδιάφυκτον· δυσχερῶς λανθάνον vgS
δυσδιήλυτα· δυσδιόδευτα
*δυσδιόρθωτος· δυσχερῶς διορθούμενος vgS μὴ διορθούμενος S
δύσεα· τοῦ τοίχου τὰ πέριξ (r) Κύπριοι
δύσεαι· ἀναλάβοις (Ι 231)
*δυσειδής· κακὸν εἶδος ἔχων (Hdt. 6,61,3) vgSn
δυσείμων· ἀκτήμων
*δυσέκλυτα· δυσχερῶς λυόμενα SnΣ
δυσέκλυτος· δυσεύρετος
*δυσέμβατος· ἀτριβής, ἀπάτητος. τραχύς (Thuc. 4,10,3) Ss
*δυσέμβολος· δυσεπιχείρητος r. SnΣ
δυσεξάλυκτα· δυσέκφευκτα
*δυσεξίτητα· δυσκόλως ἐξοδευόμενα. ἢ δυσθεράπευτα S
*δυσέξοιστον· δυσερμήνευτον n ἢ δυσεκκόμιστον vgS
δύσεο δ' ἀλκήν· δῦθι, ἀνάλαβε τὴν ἀλκήν, τουτέστιν τὴν
δύναμιν· οἷον ἰσχυροποίησον σαυτόν (Τ 36)
*δύσεριν· φιλόνεικον. παρὰ {τὸ} {δυς} καὶ τὴν {ἔριν} (Plat. leg.
9,864 a) vgS
δυσερμία· κακὴ συντυχία (p)
δύσετο· κατῆλθε (Β 388 ..) S
*δυσέφικτον· δυσκατάληπτον r. vgSPn
δυσηλεγέος· δυσάντης, χαλεπός. ἢ δυσλεχέος, ἤγουν κακο-
κοιμήτου (Υ 154)
δυσηλεγές· κακόπαθον. χαλεπόν
δυσηκῆ· δυσακῆ, δυσίατον
δυσηβόλον· δυσάντητον
*δυσήνεμον· δυστάραχον Pn τὸ κακοὺς ἀνέμους ἔχον r. vgSP
*δυσήνιοι· ἀπειθεῖς, δυσάγωγοι vgS (Σ) ἐπὶ πολὺ σκυθρωποί.
ἐπὶ μικροῖς μεγάλα ὀργιζόμενοι. [ἀνυπότακτοι Σ
*δυσήνυτος· δυσκατόρθωτος (Ios. b. Iud. 5,501?) r. vgS(n)
[καὶ {δυσήνυκτον}]
δυσήριστοι· δυσέριστοι, φιλόνεικοι. ἢ ἀμφίβολοι
δυσήτορος· δυσθύμου
δυσηχέες· κακοὺς ἤχους ἔχοντες
δυσηχέος· *κακοφώνου (r). Sn κακὸν ἦχον ἐπιφέροντος, διὰ
τὰς γινομένας οἰμωγὰς καὶ θρήνους (Β 686)
δυσθαλής· δυσαυξής. Κρατῖνος (fr. 405)
δυσθαλπέος· κακοθαλποῦς, κακοῦ εἰς τὸ θάλπειν. ψυχροῦ
(Ρ 549)
δυσθερέας· δυσαλθήτους
*δυσθήρατος· δυσεύρετος r. vgSn
*δυσθύμει· ἀθύμει (Hdt. 8,100,3) Ss
*δυσκάθεκτοι· δυσκράτητοι r. vgS δυσκόλως ἐπεχόμενοι (Greg.
Naz. or. 20,36,513 D) vgS
δύσκαπνος· ὁ φοῖνιξ ὑπὸ Θεοφράστου (h. pl. 5,9,5; de ign. 72)
*δυσκάτοπτος· δυσθεώρητος S
*δυσκέλαδος· δύσφωνος (Eur. Med. 420) v, κακὸν ἦχον ἀπο-
τελῶν (Π 357) (n)
δυσκηδέα· δυσφύλακτον. χαλεπόν (ε 466)
δύσκημον· ἄφρονα r, δυσοιώνιστον
δύσκεν· ἔδυνεν, ὑπεισήρχετο (Θ 271)
δυσκλέα· ἄδοξα. κακόδοξα (Β 115)
*δυσκλεές· ἄδοξον n, τὸ μὴ ἔχον κλέος (Eur. Or. 250 ..) S
*δύσκλειαν· κακοδοξίαν (Eur. Med. 218 ..) vgS
δύσκλυτος· ἄδοξος, ἄτιμος
δυσκολαίνει· δυσφορεῖ (r)
δύσκολος· ἄγριος, q δυσχερής (r.) S
δυσκρανές· [αὐχμηρόν]
δύσληπτα· ἀκατανόητα
δύσλοφον· δύσκολον, οὐχ ἁρμόζον τῷ λόφῳ· οἱ δὲ τὸ [χαλεπῶς
φερόμενον (p) ἀπὸ τῶν {λόφων}, οἵ εἰσι τράχηλοι (Eur. Tr.
303)
*†δυσλώσων· δυσχερῶν (Eur. Tr. 303) S
Δύμαιναι· αἱ ἐν Σπάρτῃ χορίτιδες Βάκχαι
*δυσμενεῖ· πολεμίῳ, ἐχθρῷ S
*δυσμενεῖς· ἐχθροί (vg) πολέμιοι
*δυσμένεια· ἔχθρα vg(S), μῖσος
δυσμεναίνει· διεχθρεύει, πολεμεῖ
*δυσμαῖς βίου· τῷ τέλει τῆς ζωῆς SP
δυσμεναίνων· ἐχθρεύων (Dem. 18,217)
*δυσμενής· ἐχθρός psd, πολέμιος p, ἀντίπαλος
δυσμενέων· πολεμίων. (Κ 221) ἐχθρῶν, ἀντιπάλων
δυσμήν· [ἐχθρός]
*δύσμηνις· βαρύθυμος, ὀργίλος vg, ἐχθρός
δύσμητις· κακότεχνος r. S
*δύσμορος· κακοθάνατος, (vg) ἄθλιος (vgS) [ἢ κακόμορφος]
δυστυχής (Χ 481 ..) (S)n
δύσμορφος· ἄμορφος, ἄσχημος. [δυστυχής] {ἢ κακόμορφος}
δυσνοίας· κακοβουλίας (r)
δύσνους· ἐχθρός
δυσξύμβολος· δυσεπίγνωστος r. (p)
δυσξύνετος· ἀσύνετος (Eur. Phoen. 1506)
*δύσοδον· φαύλην ὁδὸν {ἔχουσαν} S, κακήν (Thuc. 1,107,3)
δυσοίζει· δυσχεραίνει. ὑπονοεῖ. Λάκωνες
δυσοίζειν· φοβεῖσθαι. ὑποπτεύειν
δυσοίζοντος· οἰωνιζομένου. καὶ ἄγαν ὑποπτεύοντος
†δύσοιο· φοβοῦ
δύσοιμος· ἐπὶ κακῷ ἥκουσα. ἢ δύσοδος (Aesch. Choe. 945)
*δύσοικτος· δυσθρήνητος Σ
*δύσοιστος· δυσυπομόνητος (Soph. Phil. 508) (vg)S
δυσόμοιοι· ἀνόμοιοι
δύσονται ἀγῶνα· εἰσελεύσονται S εἰς ἱερὸν τόπον (Η 298)
δύσοπον· δύσφωνον, δυσόρατον
δυσόργητον· ἀσεβῆ. ἀπηνῆ
*δυσπετοῦντα· δυστυχοῦντα, [κακῶς ἔχοντα (w)
δυσοργός· κακοεργός S
*δυσόρφναια· μέλανα. ἀφανῆ (Eur. Phoen. 325) S
*δύσοσμον· δυσῶδες Sn
δύσουρον· δυσφύλακτον
δυσπάθεια· κακοπάθεια r (s)
δυσπαθεῖ· κακοπαθεῖ. δυσιάτως ἔχει
*δυσπαθῶν· πάσχων κακῶς S
*δυσπαίπαλον· δύσβατον S σκολιόν. δυσανάβατον
*δυσπάλαιστος· ἀκαταγώνιστος (Eur. Alc. 889) S
δυσπάλαμον· δυσχερές. κακότεχνον
δυσπαλές· δυσχερές. δυστυχές. σκληρόν. δύσαντες
*[δυσπάμφαλος· δυστάραχος S, δυσκίνητος] (Π 748)
Δύσπαρις· ἐπὶ κακῷ Πάρις κληθείς (Γ 39)
Δύσπαρι· δυσώνυμε δύστηνε Πάρι, ἐπὶ κακῷ ὠνομασμένε·
τινὲς δὲ τὸν Πάριν εἶπον ὠνομάσθαι ἐπὶ τοῦ ἐμ πήρᾳ ἐκτεθῆναι,
ἄλλοι δὲ ἀπὸ τοῦ πηροῦν τῷ κάλλει τοὺς ὁρῶντας αὐτόν
(Γ 39)
δυσπέμφελος· ἐπὶ μὲν τῆς θαλάσσης ἡ δυσχείμερος καὶ τραχεῖα
καὶ ταραχώδης (Hes. Theog. 440) ἐπὶ δὲ τοῦ κολυμβητοῦ
δυσάρεστος (Π 748)
δυσπεῖσθαι· [ὑφωρᾶσθαι. φοβεῖσθαι]
*δυσπέμφελον· δυστάραχον (Π 748) nΣ
δυσπετεῖ· δυσανασχετεῖ. [παραιτεῖται r
*δυσπετημάτων· ἀποτυχημάτων (2. Macc. 5,20) S
δυσπετές· δυσχερές
δυσπετέστερος· δυσκολώτερος. δυσεπιτευκτότερος (Hippocr.
morb. 1,22?)
δύσπειστος· [δεισιδαίμων. δυσσεβής.] ὁ δυσκόλως πιστεύων,
καὶ ἀβέβαιος καὶ ἄπιστος μένων
*δυσπόριστον· δυσεύρετον (Ios. Ant. Iud. 19,210?) r. Sn
δύσπορον· δύσβατον. χαλεπόν
δύσποτμος· δυσθάνατος r δυστυχής (Eur. Tro. 289 ..)
δυσπραγία· ὅτε κακῶς ἐξάγῃ τις τὸν ἑαυτοῦ βίον
δυσπρεπεῖ· ἀπρεπεῖ. δυσμόρφῳ
*δυσπρόσιτον· ᾧ δυσκόλως τις προσέρχεται (2. Macc. 12,21) S
*δυσσεβής· ἀσεβής (2. Macc. 3,11 ..) Sps
*δύσσειστον· δυσχερῶς σειόμενον S
δύσστακτον· κακοδάκρυτον
δύστακτον· κακότακτον (Plat. leg. 6,781 a)
δυστάλεος· [ῥυπαρός]
*δυστεκμαρτότερον· δυσκαταληπτότερον S
*δυστέκμαρτον· {δυσεύρετον, δυσζήτητον, δύσληπτον}
(Soph. O. R. 109) (n)pw
*{δυστέρματον·} δυσχερὲς τέλος ἔχον, ἢ μὴ ἔχον τέλος
S(n) w
δυστηνία· μοχθηρία r
δύστερον· [δυσξήθατον]
δύστηνον· μοχθηρόν. ταλαίπωρον (Χ 59 ...) r. (vgSn)
δυστήνων· ὁμοίως. καὶ ἀθλίων δυστυχῶν κακοδαιμόνων (Ζ
127 ..)
*δυστοκία· ἐπὶ κακῷ τὸν καθαρὸν τετοκυῖα Snw
δυστοπάζοντες· δυσχερῶς ὑπονοήσαντες (r)
*δυστόπαστος· δυσκατάληπτος, S δυσυπονόητος r δυσείκαστος
(Eur. Tro. 885) S
δυστραπελία· κακοτροπία r, κακοήθεια
δυστράπελος· δυσμετάθετος (Soph. Ai. 914) S
Δύστρος· ὑπὸ Μακεδόνων μήν
δύσσφαλτον· δύσμαχον
δυσφημίας· κακοφημίας (Soph. fr. 663,2?)
*δυσφορεῖν· βαρύνεσθαι (vg) Sn †σιαίνεσθαι (Eur. Rhes. 425?)
*δυσφόρητον· δυσβάστακτον r. gS
δύσφορον· χαλεπόν
δύσφυσιν· κακὴν φύσιν
δυσχαλέα· ἄκρατον, κακόν, λίαν ...
δυσχαλέες· βλάσφημοι. χαλεποί
δυσχάριστος· ἀχάριστος (Aesch. fr. 135,2)
δυσχεραίνει· μισεῖ. ἀπειθεῖ. ὑπερηφανεῖ. καὶ δυσάρεστός ἐστι
δυσχερῶν· μισητῶν. λυπηρῶν. ἀπειθῶν
δυσχιδώτερον· κακοτροπώτερον. Ταραντῖνοι
δυσχραής· δυσχερής
δυσχρανής· αὐχμηρός
*δύσχρηστος· κακός, εἰς οὐδὲν χρήσιμος (Esai. 3,10 ..) vgS
*δυσχωρία· στενοχωρία (vg) Ss
†δυσχῶται· †δυσχωρῇ. διακωλύεται
*δυσώδης· κακόοσμος r. S ἀκάθαρτος r. Sn
*δυσώνυμος· κακώνυμος r. vgS χαλεπός (Soph. Ai. 914)
δυσωπεῖσθαι· ὑφορᾶσθαι q φοβεῖσθαι q. p
δυσωρήσονται· δυσφυλακτήσωσι, (r) S κακὴν νύκτα διαγά-
γωσι φυλάσσοντες· {ὦρος} γὰρ ἡ φυλακή (Κ 183)
δυσωχεῖν· δυσχεραίνειν
δύω· δύο (Α 16 ..) r
δυῶν· δύο. Δωριεῖς
δυωδεκάβοιον· δώδεκα βοῶν ἄξιον (Ψ 703) p
*δῶ, δῶμα· οἴκημα, Sp (Α 426 .. Α 533 ..) σπήλαιον (ε 208) r
†δωαί· δικαίως, ὁσίως
δωδεκάδαρχοι καὶ {δέκαρχοι}· οὗτοί εἰσιν οἱ τῶν δωδεκά-
δων καὶ δεκάδων ἡγεμόνες δύο πεμπαδάρχαι
δωδεκᾷδες· θυσίαι ἐκ δώδεκα ζώων, ὡς {τριττύαι} ἐκ γ#
Δωδεκάκρουνος· Ἀθήνησιν κρήνη p ἣν ἔνιοι {Ἐννεάκρουνόν}
φασιν, ἄλλοι δὲ {Καλλιρόην} καλοῦσιν (Cratin. fr. 186,2)
δωδεκαμήχανος· πόρνη τις ἐλέγετο, διὰ τὸ τοσαῦτα σχήματα
ποιεῖν συνουσίας (Ar. Ran. 1327)
δωδεκάποδος· οὕτως ἔλεγον ἐλλειπτικῶς, στοιχείου, ἢ σκιᾶς.
οὕτως γὰρ συνετίθεντο ἐπὶ δεῖπνον ἥξειν τοῦ στοιχείου ὄντος
δωδεκάποδος, ὡς νῦν πρὸς ὥρας φασί (Men. fr. 364,3)
Δωδεκάτη· ἑορτὴ Ἀθήνησι ἣν Χόας ἔλεγον (Thuc. 2,15,4)
δωδεκεύς· χοεύς
δωδεκῆιδα· θυσίαν τὴν ἐκ δώδεκα ἱερείων. οἱ δὲ τὴν ἀπὸ τῶν
δώδεκα μνῶν
δωδεκήις· τέλειος θυσία, ὁμοίως
Δωδωναῖε· ἐπίθετον Διός r, ἀπὸ Δωδώνης, διὰ τὸ ἐκεῖ τιμᾶσθαι
τὸν θεόν (Π 233)
Δωδωνεύς· Ζεύς. ὁ αὐτὸς καὶ Νᾶιος
*†δωια· ὁμοΐα {ᾦα} Σ
†δῶλα· ὦτα. Κρῆτες
δωλέγγονος· ὑπόβλητος
δωλοδομεῖς· οἰκογενεῖς
*δώματα· οἴκους S οἰκήματα n ταμεῖα. οἰκοδομήματα. κέλλια
(Α 600 ..) (vgSn)
*δωμάτια· τὰ αὐτά, (vgSn) ὑποκοριστικῶς
*δώμησις· οἰκοδομή vgS
δωμήσουσιν· οἰκοδομήσουσι s
δωμητύς· κατασκευή (p)
δῶν· δεσμεύων r
δώομεν· ἀποδῶμεν (π 184)
δῶρα· ξένια (θ 417)
δωρεάς· χάριτας (Dem. 19,147) (s)
*δωρητοί· δώροις πειθόμενοι (Ι 526) (r). n
Δωριᾶς· Δωριέας (Thuc. 1,107,1) (r)
*δωρίζει· ὡς οἱ Δωριεῖς ᾄδει Sn(vg)
Δωρική· ὅπλισίς τις οὕτως ἐκαλεῖτο, καὶ κατασκευή. καὶ Δώριος ..
Δώριον· πόλις τῆς Πύλου (Β 594)
δῶρα· τὰ δωρούμενα. καὶ ἐπὶ μέτρου παλαιστή
δώραξ· σπλήν hw ὑπὸ Μακεδόνων
δωριάζειν· γυμνοῦσθαι. ἀπὸ τῶν ἐν Πελοποννήσῳ παρθένων,
αἵτινες χορεύουσαι ἱματίδιον ἐπεπόρπηντο παραφαίνουσαι τὸ
πολὺ τοῦ σώματος (Anacr. fr. 59)
*δωροδοκεῖ· δίδωσι δῶρα vgS
δωροδοκεῖν· δῶρα λαμβάνειν
*δωροδοκία· τὸ λαβεῖν ἢ δοῦναι δῶρα Sn
δῶρον· *παλαιστή r. pn ἔνιοι τετραδάκτυλον. καὶ τὸ σύνηθες
ἡμῖν. {Ἑκκαιδεκάδωρα} δὲ ἑκκαίδεκα παλαιστῶν (Δ 109)
*δωρεῖται· χαρίζεται (Eur. Or. 117 ..) r. n
*δωροδόκος· δεχόμενος δῶρα (Dem. 19,201) rq. S pnΣ
δῶρον· παλαιστής, μέτρον
δωροξενία· τὸ ἐπὶ ξενίᾳ καλούμενον ἀποφυγεῖν δῶρα δόντα
δωροφορεῖ· δῶρα προσφέρει (r)
δωροφορικὴ ἐσθής· οὕτω λέγεται, [ἣν βασιλεὺς Περσῶν
δωρεῖται r
δωροφόρους· τοὺς οἰκέτας. Μαριανδυνοί
δώρων· γραφαί ...
Δωροῖ συκοπέδιλε· παρῳδεῖται τοῦτο ἐκ τῶν ἀρχαίων
ποιημάτων (Ar. Eq. 529)
δωρυφορεῖται· [βαστάζεται]
δώς· δόσις (Hes. op. 355)
*†δοτῇ· τορνευτῇ vgn
*δώσει καὶ δώει· περιποιήσει, ἢ παρέχει (n)
δῶσι· ὅταν μὲν ἑνικῶς ᾖ [δώη δὲ,] σὺν τῷ ἰῶτα (Α 129 ..)
ὅταν δὲ πληθυντικῶς, ἄνευ τοῦ {ι} (Γ 166)
δωσιάραις· κακὰ διδούσαις
*δωτῆρες· δοτῆρες, δόται (θ 325) S
δώτην· παρεκτικόν (r)
*δώτειραν· παρεκτικήν (Greg. Naz. c. 2,1,1,224 [37,1987] n
δωτῆρας· δότας
*δωτίνηισι· δωρεαῖς (Ι 155 ..) Sn
δωτύς· δώς, φέρνη
δωτίνην· δωρεάν, δόσιν (ι 268)
δωτῖναι· αἱ δωρεαί
δωτινάζων· δῶρα προσδεχόμενος
Δωτάδης· Δώτου υἱός, ὁ Λυκάμβας
δωχεῖον· χωρίον δεκτικόν
†δωῶ· δώσω
ε· δασυνόμενον μὲν καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου
προσώπου πτώσεως αἰτιατικῆς αὐτόν (Α 236), ὀρθοτονού-
μενον δὲ πάλιν τρίτον δηλοῖ ἑαυτόν
ἑ· δασέως ὀρθοτονούμενον [ἑαυτὸν .... ἢ αὐτὴν ἢ αὐτό S
εα· ψιλούμενον καὶ παροξυνόμενον· ἤμην ἢ ὑπῆρχον, δασυνό-
μενον δὲ καὶ ὀξυνόμενον τὰ [ἀγαθὰ καὶ ἴδια, καὶ τὰ ἑαυτοῦ
S δηλοῖ
*ἔα· ἄφες. vg ἢ ἦν s, ἢ ὑπῆρχον (Δ 321) Ss
*[ἐαγῇ· κλασθῇ κατεαγῇ, θραυσθῇ nps, συντριβῇ]
ἐάγη· κατεάγη. καὶ τὰ αὐτά (Λ 559)
ἔαδεν· ἤρεσεν S. ἔδοξεν. [ἦρεν. ἀφεῖλεν] (Hdt. 4, 201, 2 ..)
ἔα δή· ἄγε δή (Ar. Thesm. 659) Sp
ἑαδότα· ἀρέσκοντα [ἀγαθά] (Ι 173. σ 422) Sr
ἑαδόσιν· ἀρέσκουσιν, θέλουσιν S
*ἑαῖς· ἰδίαις vgnp
ἔακεν· ἀλγεῖ sr
*ἐακότες· ἀλγοῦντες S(p)
ἐακώς· κακῶς ἔχων, παρειμένος, ἀναπεπαυμένος. [ἀλγῶν r
ἐαλείς· συσταλείς. συστραφείς (Φ 571)
*ἐάλη· συνήχθη. ἐστάλη S συνεστράφη (Ν 408) Sbs r
†ἐαλόν· [λυπηρόν] λυτήριον S
†ἐαλός· τεθραυσμένος
*ἑάλω· ἐκρατήθη rSs ἠλέγχθη (Dem. 19, 215 ..) S(p)
*ἑαλωκότων· ληφθέντων (Dem. 23, 30 ..) vgS
ἑάλωσαν· *ἐλήφθησαν (Dem. 7, 38) vgS ἡττήθησαν. ἀπέπε-
σαν
ἐᾶν· ἀφιέναι (Ο 347)
ἑανηφόρος [ἡ] ἠώς· παρὰ Ἀντιμάχῳ (frg. 117 Wyss) r
*ἑανόν· λαμπρὸν ἱμάτιον γυναικεῖον (Γ 419) (vg). εὐδιάχυτον
(Σ 613) (AS)
ἑανός· πᾶν λαμπρὸν ἱμάτιον, καὶ ἔνδυμα γυναικεῖον, ὃ καὶ
πέπλον λέγει Ὅμηρος· εἴρηται δὲ παρὰ τὸ ἕννυσθαι. {Ἑανοῦ}
δὲ {κασσιτέροιο} (Σ 613) τοῦ εὐδιαχύτου. {Ἑανῷ} δὲ {λιτί}
(Σ 352) [περιβολῇ λιτῷ ἢ] λεπτῷ ὑφάσματι, ἢ λινῷ περιβο-
λαίῳ
ἕαται· κάθηνται (Γ 134)
ἔαντο· [ἦσαν]
ἑανῷ· εὐώδει, ἢ λεπτῷ ἱματίῳ (Γ 419)
ἑανῶν· [ἀγαθῶν, καλῶν S ἢ] ἱματίων λεπτῶν
ἔαξεν· ἔκλασε vgAS, συνέτριψεν (Η 270)
ἔαρ· αἷμα. r. p Κύπριοι
ἔαρ· ὁ μετὰ χειμῶνα τριμηνιαῖος καιρός r
ἐαρδάλη· ἐπλησίασεν
ἐαρίδας· τὰς κανθαρίδας
ἐάριον· τὸ ῥόδον r
ἑαρόν· λουτῆρα, ἢ πρόχουν
*ἐάρτερα· ἐαρινά. λεπτά. ἁπαλά Avg. πυκνά. [χρόνια A
ἐάρτερος· τοῦ ἔαρος, ἢ ἐαρινοῦ ..
ἐάσαντες· καταλείψαντες (Thuc. 1, 67, 5 ..) b
ἔασι· πέλουσιν, εἰσί, τυγχάνουσιν (Γ 168 ..)
†ἐᾶσαι· κοιμηθῆναι
†ἔασαν· ηὐλίσθησαν
ἔασθεν· ἐχάρησαν
*ἔασεν· ἤφιεν (Δ 226) ASvg
†ἐασφόρος· ἑωσφόρος r
*ἕαται· καθέζονται ASvg ἧνται (Γ 134)
[ε{αυτή}· ἐκλάσθη]
*ἑαυτούς· ἀλλήλους (p) Σ
ἐάφθη· ἐκάμφθη. *ἐβλάβη (Ξ 419) AS
*ἐάων· ἀγαθῶν. (Ω 528) gn [τῶν ἑαυτῶν]
ἔβα· ἐπῆλθε (Eur. Rhes. 710), καὶ ἦλθεν (Rhes. 555 ..)
†ἐβαδίαστον· μελανόβροχον
ἔβαζεν· ἔλεγε (S) καὶ ἐκακολόγει (Eur. Rhes. 719)
ἐβάθη· ἐγεννήθη
ἐβάζομεν· ἐλέγομεν (γ 127)
*ἐβάμβαινεν· ἔτρεμεν. ἐδίσταζεν AS
ἐβάμωσεν· ἡττήθη
ἔβαλλεν· ἔῤῥαινεν
ἔβαν· ἐπορεύθησαν, ἐβάδισαν (Α 391)
ἔβαξας· ἐλοιδόρησας
*ἐβαρυθύμησεν· ἐλυπήθη (Num. 16,15) Ab (vgSN)
*ἐβαρυώπησαν· ἐβαρήθησαν, ἀσθενεῖς ἐγένοντο οἱ ὀφθαλμοί
(Gen. 48,10) AS
ἔβας· ἐπορεύθης (Eur. Phoen. 295 ..) ASn
ἔβασκεν· ἐπορεύετο
ἔβασον· ἔασον. Συρακούσιοι {καὶ Λάκωνες}
*ἐβεβήλωσεν· ἐμίανεν (g), ἐμόλυνεν, [ἀκάθαρτον ἐποίησεν
(Malach. 2,11) b
*ἑβδομάτῃ· ἑβδόμῃ (Η 248) r. ASvg
*ἐβδελύχθην· ἐμίσησα. προσέκοψα
*ἐβεβήκει· ἐπεπόρευτο (Ζ 495) Sb
ἐβεβρύχει· ἐπήχει πως (μ 242)
†ἐβέβλις· θήκη ἀργυρίου. καὶ κίστη
ἐβδηλάμην· ἀπήμελξα. {Βδάλλειν} γὰρ τὸ ἀμέλγειν· ὅθεν ἡ
{βδέλλα} τὸ ζῶον, διὰ τὸ ἀμέλγειν τὸ αἷμα
ἑβδομευόμενα· {δεκάτην} ἢ ἑβδόμην ἡμέραν ἀπὸ γενέσεως
παιδίου ἑορτάζουσιν (Lys. frg. 46 Sauppe)
ἕβδομον ἡμιτάλαντον· τὰ ἓξ ἥμισυ τάλαντα (Hdt. 1,50,3)
ἕβδομος βοῦς· εἶδος {πέμματος κέρατα ἔχοντος}
ἔβη· ἦλθεν, ἀπῆλθεν, [ἐπορεύθη (Β 47) r. ASP
ἐβῆνοι· ἀλωπεκίδες
ἔβησεν· ἐπέβη
ἐβήτην· ἔβησαν. δυϊκῶς (Ζ 40)
*ἐβιήσατο· ἐβιάσατο (Λ 558) S
ἐβιάσατο· ἀπεστέρησεν
ἐβιώσαο· ἔσωσας. τὸ ζῆν περιεποίησας, ἢ ἔδωκας (θ 468 v. l.)
ἐβίωσα· ἔζησα. διῆξα
ἐβλάστησεν· ἐξέφυ (Num. 17,23)
ἐβλιμάσθη· ἐμαλάχθη (Hippocr. epid. 5,1, V 204,4 L.)
ἔβλιττεν· ἀπεπίαζεν
ἔβλυεν· ἀνεφύσα, ἀνέζει μετὰ ποιοῦ ψόφου
†ἐβλόν· ἀπόπληκτον
*ἔβλω· [ἔδακε. διέσπασεν p]. ἐφάνη. ᾤχετο, ἔστη A
ἐβόα· ἐκάλει
ἐβόλοντο· ἐβούλοντο, ἐβουλεύσαντο (α 234 v. l.)
ἐβόρισεν· ἐσίτισεν
*[ἐβραμένον· εἱμαρμένον] AS
ἔβραπτεν· ἔκρυπτεν. ἐλάφυξεν
ἔβρασεν· ἀπέπτυσεν. ἐξέχεεν (c. 1, 1, 14, 4)
†ἐβρατάγησεν· ἐψόφησεν
ἔβραψεν· ἔκρυψεν. ἔπιεν. κατέφαγεν
*ἔβραχεν· ἤχησεν. ἐβόησεν. [ἐβόησεν] ἐψόφησεν (Ε 859) AS
ἔβρεμον· ἐφώνουν
ἔβρισεν· ἐβάρησεν r
*ἔβριξαν· ἐκοιμήθησαν AS vgp
Ἕβερ· Ἑβραῖος. καὶ ὁ [Ἑβραῖος] περάτης (Gen. 10,24)
ἔβρισαν· ὥρμησαν S. ἐβάρυναν. [ἐπορεύθησαν] [ἐπέθεντο
(Μ 346) S
ἔβρος· τράγος βάτης. καὶ *[ποταμὸς Θρᾴκης Sp
ἐβρύαζεν· ηὐωχεῖτο
*ἐβρυάζοντο· εὐφραίνοντο AS v
ἔβρυεν· ἐπλήθυεν. ἤνθει.
†ἐβρύσθη· ἔπεσεν
ἔβρυχεν· ἐψόφησεν, ἤχησεν n. r
ἐβρωμήσατο· βρώσεως ἐδεήθη· {βρωμήσασθαι} γὰρ τὸ βρώ-
σεως καὶ βρώμης δεηθῆναι
*ἔβρω· ἔφαγεν. ἔδακεν. διέσπασεν A
ἐβύλλων· ἔβρυον. ἐπλήθυον
ἐβύνουν· τὰ αὐτά (Ar. Pac. 645)
*ἔβωσεν· ἐκάλεσεν. ἔκραξεν (Hippon. frg. 1 Bgk?) AS p
Ἐβώθ· πόλις Μωαβιτῶν, ἣ καὶ Ὠβώθ (Num. 33,43)
†εγάν· ἐγένετο
ἐγάνυσαν· ἐκόσμησαν. χαρῆναι ἐποίησαν
*ἐγαργάλιζον· ἐκίνουν. ὑπεσήμαινον. προετρέποντο AS vgp
ἔγγαλον· πρόβατον γάλα ἔχον
ἐγγαμῶν· ὁ τὴν οἰκίαν κεκτημένος ἐνγυητήν
ἐγγανᾶται· διέφθαρται
ἐγγαστριμάχαιραν· τὴν ἐν τῇ γαστρὶ κατατέμνουσαν (Hip-
pon. frg. 85 Bgk)
ἐγγαστρίμυθος· τοῦτόν τινες ἐγγαστρίμαντιν, οἱ δὲ στερνό-
μαντιν (Soph. frg. 56) λέγουσι. Φησὶ δὲ περὶ τοῦ τρόπου τῆς
μαντείας καὶ Πλάτων ἐν τῷ Σοφιστῇ (252 c). τοῦτον ἡμεῖς
Πύθωνα νῦν καλοῦμεν
*†ἔγγαυρον· *νοτερόν. ὑγρόν. ἄωρον. πρόσφατον. ἐκλελυμένον.
AS. ἔνικμον
ἔγγαυσον· ἔνσκαμβον
ἐγγέακλος· νεωκόρος
ἐγγεγάασιν· εἰσί. γεγάασιν (Ζ 493)
ἐγγεγαῶτα· γεγεννημένα
ἐγγεγωνώς· βοήσας
ἐγγελῶσα· καταγελῶσα (Soph. El. 807)
*ἐγγενής· ἐντὸς τοῦ γένους (Eur. Rhes. 404) AS
*ἔγγεον· ἰοῦγον AS
ἐγγείνωνται· ἐγγεννήσωσιν (Τ 26)
†ἐγγήναλοι· ὑπογράμματοι
†Ἐγγῆρυς· ἡ γῆ, παρὰ Ἀττικοῖς
ἐγγλαυκῶσαι· ἐμβλέψαι
ἐγγλύσσει· ἐγγλυκάζει (Hdt. 2, 92, 3)
ἐγχλοιούμενα· ἔνωχρα. ἄχροα (Hippocr. Prorrhet. 1,131,
V 556,7 L.)
ἐγκονεῖν· ἐνεργεῖν. σπεύδειν
ἔγγεια· τὰ ἐν τῇ γῇ r
*ἔγγιον· ἐγγύτερον AS vgn. r
ἐγγυῶνται· [γεννῶσιν]
ἔγγονα· τὰ τέκνα r τῶν τέκνων
*ἔγγονος· υἱὸς υἱοῦ ASps
ἐγγοργῶν· φοβερῶς βλέψας
ἐγοργώψατο· γοργὸν καὶ φοβερὸν ἔβλεψεν
ἐγγρισμός· παροξυσμός r
ἐγγριμᾶσθαι· ἐναγίσαι τοῖς τετελευτηκόσιν
ἐγγυάζων· ἀντιφωνῶν
ἐγγύαι· αἱ ἀναδοχαί
ἐγγυαλίξαι· ἐγχειρίσαι (Α 353), [δοῦναι εἰς χεῖρας· ἐπειδὴ τὰ
κοῖλα γύαλα λέγεται. ὁ δὲ λαμβάνων τὴν κύλικα, τῇ χειρὶ
{κοίλῃ} ταύτην λαμβάνει. καλοῦνται δὲ {γυῖα} αἱ χεῖρες S
*ἐγγυαλίζω· παρέχω. (AS) χαρίζομαι AS
ἐγγύαν· ὀψωνίαν. Λάκωνες
ἐγγύδιον· ἔγγιον, πλησίον. προσῆκον
ἐγγύη· γάμου ἀπογραφή. καὶ σημεῖον ἐν θυτικῇ
*ἐγγύθεν· ἐγγύς (Ε 72) AS
ἐγγυιώσεται· συμπλακήσεται. ἐναγκαλισθήσεται
*ἔγγυος· ἀνάδοχος (Hebr. 7,22) ASn
ἔγγυον· ἐγγυητήν. ἢ *[ἀσφαλές ASn
ἐγγύτητα· ["ἀκούσας δὲ ὡς ὁμοῦ εἶεν οἱ πολέμιοι"]
*ἐγγυῶ· ἐκδίδωμι AS vgb
*ἐγεγήθει· ἔχαιρεν AS vg
*ἐγεγώνεεν· ἐσήμαινεν S
*ἐγείνατο· ἐγέννησεν (Ο 526) AS. r
ἐγερεῖ· ἀναστήσει
*†ἔγγαλαι· χαλινοί Ah
ἐγέλωτοι· ἀστέρες
ἔγεντο· ἔλαβεν. (Σ 476) ἐγένετο
*ἐγείρεο· ἐγέρθητι. ἀνάστηθι
ἐγερτί· γρηγόρως (Eur. Rhes. 524)
ἐγείλησαν· συνήλασαν
ἐγέλλιζε· τὰ ἑτέρων ἑτέροις ἐδίδου
έγηρε γάρ· ἐφθόνησεν (Ψ 865)
ἐγήρα· ἐγήρασεν (Η 148)
ἐγείναο· ἐγέννησας (Ε 880)
*[ἐγήγαρτος]. ἐπίχαρτος· ἐπιχαρής (Prov. 11,3) ASp
ἐγκαθελεῖν· καταβαλεῖν
ἐγκαθειργμένος· ἐγκατακεκλεισμένος r
*ἐγκάθετος· δόλιος {κατάσκοπος} (Plat. Axioch. 368e) AS vg p. r
*ἐγκαθειργνύντες· ἀποκλείοντες AS n
ἐγκακοῦμεν· ἀψυχοῦμεν
ἐγκαλεῖν· αἰτιᾶσθαι. προκαλεῖσθαι (Dem. 18,76 ..)
*ἐγκαλινδούμενος· ἐγκυλιόμενος AS. r
ἐγκαλινδεῖται· ἐναναστρέφεται. ἐνδιατρίβει
ἐγκαλοσκελής· οἱ μὴ ἀποδιδόντες τὰ χρέα ἐν κάλοις ἐδες-
μεύοντο τοὺς πόδας
ἐγκαλύπτεσθαι· διατρέπεσθαι, αἰσχύνεσθαι
*ἐγκαλύπτεται· συγκρύπτεται ASw
ἐγκάναξον· ἔγχεε. ἔκπιε (Ar. Eq. 105)
ἐγκανθίς· σὰρξ ἐν ὀφθαλμῷ αὐξηθεῖσα τὸ πάθος ποιεῖ
ἐγκαρπῆ· ἐπικαρπία
ἐγκαπύει· ἐμπνεῖ
ἐγ καρὸς αἴσῃ· ἐγ κηρὸς μοίρᾳ, ἐν θανασίμῳ μοίρᾳ (Ι 378) S
†ἐγκαρπασθέντας· ἐγκριθέντας. ἐντυχόντας
*ἐγκάρσιον· πλάγιον AS vg(n)
ἔγκαρτα· τοὺς κεκουρευμένους πυρούς· ἀλλὰ καὶ {ἔγκαρπα}
Φρύνιχος Δαναΐσιν (frg. 4 N.)
*ἔγκασιν· ἐντέροις AS, σπλάγχνοις (Λ 438)
ἐγκαταθεμένω· ἐγκαταθέμενοι. δυϊκῶς
*ἐγκαταλέξει· ἐναριθμήσει
†ἐγκατάνα· κατὰ γνώμην, κατὰ νοῦν
*ἐγκατειλεγμένος· ἐγκαταλεγόμενος (AS)
*ἐγκατειλημμένη· ληφθεῖσα, κεκρατημένη (AS)
*ἐγκατέσκηψαν· ἐφώρμησαν (Philo vit. cont. 2) AS vg
ἐγκατέχεεν· ἐνέχεεν
ἐγκατιλλῶψαι· ἐγκαταμυκτηρίσαι (Aesch. Eum. 113)
ἔγκαφος· {ὅσον} ἐγκάψαι, [ἐλάχιστον (Eupol. frg. 330 K.) p
ἐγκεραύλης· ὁ τοῖς Φρυγίοις αὐλῶν. ἔχει γὰρ ὁ ἀριστερὸς
προσκείμενον κέρας
ἐγκεραυλῆσαι· τὸ αὐτό· προσκειμένου γὰρ κέρατος τῷ αὐλῷ
ᾖδον. ὅθεν καὶ ὁ {ἐγκεραύλης}
*ἔγκειται· ἐπίκειται (Dem. 18, 199) AS vg
ἐγκείσθω· τεθείσθω
ἐγκεκλάρωται· ἐγκαταλέγει
ἐγκέκλιται· ἐπήρεισται (Ζ 78)
ἐγκέκλιται· ἔγκειται, ἐπήρεισται (Ζ 78)
ἐγκεκοισυρωμένη· διὰ Κοισύραν, τὴν Μεγακλέους μητέρα τοῦ
Ἀλκμαιονίδου [ἔστι δὲ ἐνειλημένη καὶ {κεκορδυλημένη} καὶ
ἐγκεκαλυμμένη (Ar. Nub. 10) καὶ] σεμνυνομένην τῷ γένει (Ar.
Nub. 48)
ἐγκεκόμβωται· ἐνείληται (Epich. frg. 7 K.) AS
Ἐγκέλαδος· ἡ Ἀθηνᾶ. *ἢ ὄρος AS [ἢ εὔηχος]
ἐγκέντροις· κέντροις [ὅμοιον καὶ μύωπες. ἐγκεντρίοις] {οἷς} οἱ
ἵπποι κεντρίζονται· {ὅμοιον καὶ μύωπες}
*ἐγκεντρωθέντες· ἀσφαλισθέντες AS (vg)
ἐγκέφαλος φθειρίασις· νόσος προβάτων
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμε· ἐξεφύσησε τῷ ποτισμῷ
τοῦ αἵματος (Ρ 297)
ἐγκεχοιριλωμένην· λεπράν (Com. adesp.)
ἐγκεχρημένοι· σπονδὰς ἔχοντες (Hdt. 7, 145,1 cod.)
ἐγκέχρικεν· ἐγκεκέντρικεν
ἔγκηροι· θνητοί r
ἐγκίκρα· ἐγκίρνα (Sophr. frg. 48 K.)
ἐγκιλικίζεται· κακοηθεύεται. κακοποιεῖ. p διεβέβληντο γὰρ ἐπὶ
πονηρίᾳ οἱ Κίλικες. {Λέγεται} καὶ ὁ {Κιλίκιος ὄλεθρος}
ἐγκιλικίστρια· περιαγνίστρια
ἐγκίλλαφον· οὐρά
ἔγκιλλον· οὐράν [λέγεται καὶ ὁ Κιλίκιος ὄλεθρος]
ἐγκίς· [εἰς χρῶτα κεκάρθαι]
ἐγκισσεύεται· ἐμφύεται. πλέκεται (Hippocr. nat. oss. 14, IX
186,21 L.)
*ἐγκισσήσωσιν· ἐπιθυμήσωσιν (Gen. 30, 39) AS vg
ἐγκλεφές· ἐπιθυμητικόν
ἐγκλεπίς· ἐπιθυμία
ἐγκλησίφωνος· ἐρεθιστής. διεφθαρμένος
ἔγκλημα· πταῖσμα. r μέμψις. (Eur. Or. 766)
ἔγκληρον· *ἐπίκληρον AS. πλούσιον, A ἐνούσιον
*ἔγκλητον· τὴν {ἐπὶ} σύνοδον παραίτησιν AS vg
ἐγκοακίσαι· ἐγχέαι λάθρα
ἔγκυος· [ἐγγαστρωμένη γυνή]
ἐγκολεήσατο· εἰς τὸν κολεὸν κατέθετο τὸ ξίφος
*ἐγκομβωθείς· δεθείς AS
*ἔγκομμα· πρόσκομμα AS
*ἐγκονέοντες· σπεύδοντες (vgn). ἐνεργοῦντες. ἐπειγόμενοι (Greg.
Naz. c. 2, 1, 13, 192)
ἐγκόνως· ταχέως, ἐσπευσμένως
*ἐγκοπήν· ἔνεδρον. ἐμπόδιον (1. Cor. 9,12) AS
*ἔγκοποι· δυσχερεῖς (Eccles. 1,8) AS
ἔγκοπρος· ἡ μὴ δεομένη κόπρου χώρα
*ἐγκόπτει· ἀνακόπτει (Act. ap. 24,4) AS
ἐγκορδυλῆσαι· ἐνειλῆσαι (Ar. Nub. 10)
ἐγκοσμεῖτε· ἐν τάξει τίθετε (ο 218)
(*)ἐγκοσμογενεῖς· τοὺς ἅμα τῷ κόσμῳ ἐγκριθέντας (Synes.
h. 2, 224?)
*ἐγκότημα· ὀργή. Sn s. r μανία (Ier. 31, 39)
*ἐγκότως· ὀργίλως (Phil. Flacc. 15) AS (vgn) r
ἐγκουράδες· τὰ ἐν τῷ προσώπῳ στίγματα, καὶ οἱ ἐν ταῖς ὀροφαῖς
γραφικοὶ προνωπίων πίνακες. ἔστι γὰρ {κουρὰς} ἡ ὀροφή, καὶ
ὁ γραπτὸς πίναξ, †ἐγκούρας δὲ ὁ †γεγραμμένος. Αἰσχύλος
Μυρμιδόσιν (frg. 142) εἰ μὴ ἄρα ἰσοδυναμεῖ, ὡς {κοτῶ} καὶ
{ἐνεκότουν} παρὰ Σοφοκλεῖ (frg. 940).
ἐγκράτεια· ἄσκησις r
ἐγκραγγάνειν· ἐμβοᾶν p
ἐγκρασίχολοι· εἶδος ἰχθύων
ἐγκρατῆσαι· καρτερῆσαι
*ἐγκρατῶς· καρτερικῶς. AS vgn ὑποτακτικῶς
†ἐγκρί· κοίλῳ καὶ κενῷ
ἐγκρίδες· πέμμα ἐλαίῳ ἑψόμενον καὶ μελιτούμενον. ἔνιοι δὲ
{ταγηνίας} (Epich. fr. 52 K. Stesich. frg. 2 Bgk).
ἐγκρικαδία· συναφὴ χειρῶν εἰς τοὐπίσω
ἐγκρίκια· ξύλα κεκαμμένα
*ἐγκρίς· γλύκασμα ἐξ ἐλαίου ὑδαρές (Exod. 16,31) AS nvg
*ἔγκριτος· ἐκλελεγμένος. AS vg ἐξειλεγμένος
ἔγκριτοι· τὸ αὐτό
ἐγκρυφίας· ἄρτου εἶδος, *ὁ ἐν σποδῷ γενόμενος, AS vg τῷ
μὴ εἶναι κλίβανον (Gen. 18,6. Hos. 7,8) S
ἔγκρυπτος· πέμματος εἶδος
ἐγκρυψαμένω· ἐγκρυψάμενοι. δυϊκῶς
*ἐγκυτί· εἰς χρῶτα κεκάρθαι (Callim. frg. 281 Pf.) AS
ἔγκυα· [ἔγκυον]
ἔγκυος· γυνὴ {ἐγγαστρωμένη} r
ἐγκυδές· ἔνδοξον
ἔγκυκλα· τὰ ἐγκυκλούμενα τῷ βίῳ, καὶ συνήθη
*ἐγκυκλήσω· ἐγκαλύψω AS
ἐγκύκλια μαθήματα· τὰ ἔξω
*ἐγκύκλιον· τὸ πανταχοῦ κυκλοῦν S ἢ Ζεὺς παρ' Ἀθηναίοις
ἐγκύμονα· ἔγκυα
ἐγκυσίχωλος· ἄνωθεν ἀπὸ τοῦ κυσοῦ χωλός (Com. ad. frg. 6
Dem.)
ἔγκυτον· ἔγκατον. Λάκωνες
*ἐγκωμιάζει· ἐπαινεῖ, καλῶς ἐξαίρει τῷ λόγῳ AS (vg)
*ἐγκώμιον· ἔνδημον· κῶμαι γὰρ τὰ τοῦ δήμου συστήματα
(Hes. op. 344) AS n
ἐγκωπή· [ἐμπόδιον]
ἔγλασας· [ὑπέμεινας]
ἔγλαψεν· ἐσκάλευσεν
ἐγλιξάμην· ἐπεθύμησα, ἀπὸ τοῦ γλίχεσθαι (Pl. Com. frg. 241)
ἐγγλωττογάστορες· οἱ ἀπὸ τοῦ λέγειν βιοτεύοντες n (p)
ἔγμα· ὀχύρωμα. στῦλος
ἐκμαγεῖον· ἐκτύπωμα
ἐκμάγματα· τύποι
ἔγμεν· [ἔχειν]
ἐγνάμφθη· ἐκάμφθη. ἐκλάσθη (Γ 348)
ἔγναψεν· ἔπεισεν. ἔκαμψεν (Β 14 ..) r
ἐγνυπτωμένον· ταλαίπωρον. κατηφές
ἐγνυπτώθη· τρυφᾷ. καὶ τὸ ἐναντίον
ἔγνω· | *....· ἔγνω δ' ὡς σὺν θεῷ ... (Π 119) | ὡμίλησεν ἀνὴρ πρὸς γυναῖκα (Men. frg. 382 Koerte)
ἐγνωσιμάχησεν· ἑαυτοῦ κατέγνω, μὴ δυναμένου μάχεσθαι
πρὸς τοὺς ἀντιπάλους
ἐγοργωπίασκεν· ἀτενὲς ἔβλεπεν
ἐγρεμάχας· ἐγερσιμάχας
ἔγρεο· ἀνίστασο (Κ 159)
*ἔγρετο· ἐγείρετο (Β 41 ..) AS
ἐγρήγορεν· ἀγρυπνεῖ
ἐγρήγορθε· γρηγορεῖτε (Η 371)
ἐγρήγορος· εὐγρήγορος
*ἔγρηνται· ᾕρηνται A
†ἐγρήσασα· μαθοῦσα
ἐγρήσσοντες· ἐγρηγορότες (Λ 551) S p
ἐγρήσσων· ἐγρηγορώς. φυσῶν. ἀγρυπνῶν
†ἐγρῆτα· παρακαταβολὴν ἢ δίκης, ἢ κρίσεως
ἐγροάς· στόμα ἢ πόρου ...
ἐγρόμενοι· [συλλεγόμενοι]
ἐγρυπνεῖ· [ἀγρυπνεῖ]
εγύμνασμαι· ἐγυμνήτευσα
ἐγύρωσε· περιετείχισε πάντοθεν (Sirac. 43, 12)
ἔγχαλις· νέον ἄκρατον
ἐγχίδιον· [ἔγγιον]
ἔγχελυς· διὰ τοῦ {υ}, εἶδος ἰχθύος
ἐγχανεῖν· καταχασμᾶσθαι [Λάκωνες]
ἐγχαλίδες· διαπεπαρμένοι ἥλοις. {Λάκωνες}
ἐγχάσκειν· καταγελᾶν (Ar. Vesp. 721?)
ἔγχεα· δόρατα (Γ 135)
ἔγχεϊ· δόρατι (Β 389)
ἐγχείας· δόρατα, λόγχας (Γ 345)
†ἐγχεῖδαι· τηρηταὶ δανείων
ἐγχείῃ· δόρατι (Β 530)
ἐγχείῃσι· δόρασιν (Β 818)
*ἐγχειρίας· [ἀδείας. ἢ] ἐπιχειρήματα AS (r)
*ἐγχειρίδιον· ξιφίδιον μικρόν s ἢ τμητικὸν ὄργανον (Exod.
20,25) AS vg
ἐγχειρίδια· σκεύη, καὶ ὄργανα σκευῶν. ἤγουν δόρατα. καὶ τὰ
ἐν χειρί .....
ἐγχειρίζω· {εἰς χεῖρας δίδωμι} r
ἐγχείρισις· {ἡ εἰς χεῖρας παράδοσις} r
ἐγχείρημα· τόλμημα. ἐπιτήδευμα r
ἐγχειροῦντας· τολμῶντας
ἐγχειρογάστορες· οἱ ἀπὸ τῶν χειρῶν γαστριζόμενοι καὶ τῇ
γαστρὶ πορίζοντες· λέγονται δὲ καὶ {γαστρόχειρες}
Ἔγχειος· Ἀφροδίτη. Κύπριοι
ἔγχεον· ἄπαρξαι θεοῖς (Ar. Equ. 118?)
ἐγχεσίμαργος· ἔγχει μαινόμενος
ἐγχεσίμωροι· περὶ τὰ δόρατα μεμορημένοι, τουτέστιν πεπονη-
μένοι (Η 134)
*ἐγχεσίμωρος· πολεμικός AS vg r
ἐγχέσπαλοι· οἱ τὰ δόρατα πάλλοντες ... *πολεμισταί (Β 131) A
ἐγχεσίπαλος· [πάλλοντος]
ἔγχεσιν ἀμφιγύοις· γύον, ποῦς· ἐξ ἑκατέρου δὲ μέρους κατε-
πήσσετο τὰ δόρατα (Ν 147)
ἐγχέσπαλος· πολεμικός. δορύπαλος (Ο 605)
ἔγχηλος· ἐπίδεσμος ἰατρικός
ἐγχημώμενοι· ἐγχάσκοντες
ἐγχήροντι δύη· ἐπιχαίρουσιν {λύπῃ} (Corinna)
ἐγχλίαμα· μύρου ὄνομα
ἐγχλίει· ἐντρυφᾷ
ἐγχλοᾶσθαι· ἐμφῦναι
†ἐγχόδια· ἀθρόα
ἔγχος· ἐγχειρίδιον. *[δόρυ (Ζ 319) Σ
ἔγχουσα· ῥίζα τις, {ᾗ τὰς} παρειὰς ἐρυθραίνουσιν αἱ γυναῖκες
(Ar. Lys. 48)
ἔγχουτον· στεάτινον. Λάκωνες
ἔγχος· λόγχη. ἀπὸ τοῦ ἐν τῇ χειρὶ εἶναι
ἔγχος ἔχ' ἑνδεκάπηχυ· τὸ πλῆρες {ἑνδεκάπηχυ}· (Θ 494)
ὅθεν ἐκ δύο συμβεβλημένον δυοκαιεικοσίπηχυ (Ο 678)
ἐγχρίει· τύπτει. ἐγκεντρίζει (Plat. Phaedr. 251 d)
*ἐγχρίπτων· προσπελάζων AS vg
*ἐγχριπτᾶται· ἐγγίζει, ἐμπίπτει AS r
*ἐγχριμφθείς· ἐμπελασθείς, {ἐγγὺς} γενόμενος (Η 272) AS
ἐγχριμφθῆναι· ἐνερεισθῆναι. προσπελασθῆναι
ἐγχριμφθήτω· ἐμπελασθήτω (Ψ 338) (S)
*ἐγχρίμψαι· πλησιάσαι. ψαῦσαι AS ἐγγίσαι
*ἐγ χρῶ· εἰς χρῶτα hw
ἔγχρονος· πρόσκαιρος r
ἐγχρώσας· χρίσας
ἐγχύματα· πλακούντων εἶδος
ἐγχυτριεῖς· ἀποκτενεῖς· μετενήνεκται δὲ ἀπὸ τῶν ἐν ταῖς
χύτραις ἐκτιθεμένων παίδων (Ar. Vesp. 289)
ἐγχυτρίζειν· ἐκτιθέναι βρέφος ἐν χύτρᾳ
ἐγχώριον· †τόκος. δάνειον
Ἐγχώ· ἡ Σεμέλη r οὕτως ἐκαλεῖτο (Com. adesp.)
ἐγὼ δέ κε· ἐγὼ δὲ ἄν (Α 137)
ἐγὼ δὲ μέν· ἐγὼ δὲ ναί
*†ἐγώγυον· ἀρχαῖον np καὶ {ὠγύγιον} p
*ἐγῷμαι· ἐγὼ οἶμαι, νομίζω AS vg
ἐγών· αὐτὸς [ἐγώ (Α 76 ..) b
ἐγώνη· ἐγώ. Λάκωνες
ἐγώ σου ὀναίμην· ἐγώ σου ἀπολαύσω (ep. Philem. 20)
ἔδαες· ἔδειξας. ἔμαθες
ἐδάην· [ἔμαθεν]
ἐδάην· *ἔμαθον. ASn ἔγνων, συνῆκα, ἐνόησα (Γ 208)
ἐδάης· ἔμαθες (Greg. Naz. ep. 10,1)
ἔδαιε· ἔκαιε (Ι 211) S
ἐδαΐζετο· κατεκόπτετο. [ἐμερίζετο (Ι 8) S
ἐδαίνυντο· ἤσθιον rS εὐωχοῦντο
*†ἐδάαια· ἐρημία, {σπάνις} Ap
ἐδάϊζε· κατέκοψεν (Φ 147)
*ἔδαισεν· εὐώχησεν (Eur. Or. 15) AS vg n
ἐδακτύλιζον· ἐδακτυλοδείκτουν
†ἐδαλάχθη· ἐδήχθη. [ἀπώλετο]
*ἐδάμη· ἐδαμάσθη (Β 860) AS
ἐδάμνα· ἐδάμαζεν. AS ὤλλυεν (Ε 391)
ἐδάμη· ἐδαμάσθη (Υ 94)
ἔδαμνον· ἐδάμαζον
ἐδανά· ἐδώδιμα, βρώσιμα {Αἰσχύλος} (Ag. 1408)
ἐδανοῖς· βρωσίμοις [Αἰσχύλος]
ἐδάνη· εἶδος ἀμπέλου
ἐδανόν· εὐῶδες. ἡδύ. λιτόν (Ξ 172)
*ἔδαπτον· ἤσθιον AS
ἔδαπτεν· ὁμοίως
ἔδαρ· βρῶμα
ἔδαρθεν· ἐκοιμήθη
ἐδάσθη· ἐμερίσθη. ἀπεκρίθη
*ἐδάσαντο· ἐμερίσαντο (Ε 208) AS
ἔδαυσεν· ἐκοιμήθη
*ἐδάφισαν· κατέβαλαν (Ezech. 31,12 ..) AS
*ἐδαφιοῦσι· προσκρούσουσι τῇ γῇ (Nah. 3,10) ASg
ἐδαφίσθησαν· εἰς ἔδαφος ἀνῃρέθησαν
*ἔδαφος· γῆ. [ἢ ἔλαφος] AS vg. r
ἔδαψεν· διέκοψεν. r διῆλθεν (Ε 858)
ἐδέγμην· ἐδεξάμην, b προσεδεχόμην (ι 513)
*ἐδεδίειν· ἐφοβούμην (Hyperid. 2,6) AS (bp)
ἐδέατρος· προγεύστης βασιλέως. ἐπιμελητὴς δείπνου (p)
ἐδεδίει· ἐδεδοίκει. ἢ ἐξεκέκαυτο
†ἐδέτμα· ἐδείκνυον
*ἐδέδμητο· ᾠκοδομήθη (Ν 683) AS vg p
ἐδεδίσκετο· ἐξεφοβήθη (Ar. Lys. 564)
ἔδεαι· ἐσθίεις (Ω 129)
ἐδαΐζετο· ἐπολεμεῖτο n
ἐδέησέ μου· χρείαν μου ἔσχεν
ἔδει· ἐχρῆν, ἔπρεπεν r
*ἔδει· ἤσθιεν, [ἢ ἐσθίει (Ο 636) Sb
*ἐδειγμάτισεν· ἐδημοσίευσεν (ep. Col. 2,15) AS
ἐδείδιμεν· ἐφοβούμεθα (Ζ 99)
ἐδεικανόωντο· ἠσπάζοντο (Ο 86)
ἐδηλόμαν· ἐβουλόμην
*ἔδειμαν· ᾠκοδόμησαν, ASb ἔκτισαν (Η 436)
ἔδειμεν· ὁμοίως
ἔδειν· ἐσθίειν· παρὰ τοὺς ὀδόντας
*ἐδείναζον· δεινῶς ἔφερον (2. Maccab. 4,35) AS vg
ἐδεινολογέετο· δεινοὺς λόγους ἔλεγεν (Hdt. 1,44,1 ..)
ἔδεισεν· ἐφοβήθη (Α 33) s
*ἔδειραν· ἐξέδειραν bΣ ἐξεδερμάτισαν (Α 459)
*ἐδεῖτο· ἔχρῃζε, χρείαν εἶχεν, AS ἐδέετο
ἐδελώνη· ἄνθος
ἐδέμ· τρυφὴ {ἑρμηνεύεται} p
*ἐδέννασεν· ἐχλεύασεν, ὕβρισεν (Eur. Rhes. 925) AS(b)
ἐδεξιοῦτο· ἐξεναγώγησεν
ἕδος· Θεσσαλικὸς θρόνος (Hippocr. art. 7 IV 92,10 L)
*[ἐδεοῖν· ἱερεῖς] Av
ἔδεσθον· ἔφαγον
*ἕδεσιν· ἱεροῖς ASvg
ἔδεσμα· βρῶμα r
*ἐδέσματα· φάγια. ASvg βρώματα
ἐδεσμευσάσθην· ἐδέσμευσαν. δυϊκῶς
Ἐδεσσαῖος Ἡρακλῆς· ὁ ἐν Ἐδέσσῃ r
*ἐδεστήν· βρωτήν ASb
ἐδεστός· βρώσει ὑποπίπτων καὶ τροφῇ
*ἔδεται· ἐσθίει gn
ἐδεύεο· ἔλιπες (Ρ 142)
ἐδεύησεν· ἐνδεὴς ἐγένετο. ἐνέλιπεν. †ἤγγισεν
*ἐδεύετο· ἐκορέννυτο. ἐπαύετο. ηὐφραίνετο. ἐβρέχετο. ASvg
ἐνδεὴς ἦν b, ἔχρησεν (Α 468) S
*ἑδέων· οἰκιῶν. καθεδρῶν (Α 534) AS
*ἕδη· καθέδραι. τὰ ἱερά. ἢ τὰ ἐδάφη AS
*ἐδηδών· φαγέδαινα AS
ἐδηδώς· καταβεβρωκώς r
ἔδηεν· εὗρεν
*ἐδηλήσατο· ἔβλαψεν, [διέφθειρεν (Greg. Naz. c. 2, 1, 1, 69?)
ASvg
*†ἐδηλώσαντο· ἠκολούθησαν AS
ἐδημηγόρησεν· τῷ πλήθει εἶπεν, ἐλάλησεν (Dem. 19,18 ..)
ἐδηλήσω· ἐκακοποίησας, ἔβλαψας
ἔδησεν· ἐνέδησεν (Ξ 73)
ἐδήτυεν· διεῖλεν, διῄρει
ἐδητύος· βρώσεως AS, τροφῆς. ἀπὸ τοῦ ἔδειν (Α 469) r
*ἐδητύς· τροφή, βρῶσις (Greg. Naz. c. 2, 1, 1, 345) ps. r
ἐδῄωσαν· ἐπολέμησαν (Thuc. 1, 114,2) ps
ἐδίηνεν· ἔβρεχεν S ἐμόλυνεν (Χ 495)
*†ἐδίδον· κατέμαθον A
ἐδίζησα ἐμεωυτόν· ἐζήτησα ἐμαυτόν (Heraclit. frg. 101) AS
ἐδεήδιεν· [ἔβρεξεν]
ἐδίηνεν· ἔβρεχεν (Χ 495)
ἐδικραιώθη· ἴσως ἐμερίσθη (Hippocr.)
*ἐδικανόωντο· ἐδεξιοῦντο (Ο 86) AS
ἔδικεν· ἔβαλεν, ἔῤῥιψεν
†ἐδίκοντο· ἐπορεύοντο
*ἐδίνευον· ὠρχοῦντο (δ 19) ASvg
ἐδινοῦντο· περιεστρέφοντο
ἐδινήθη· περιηνέχθη
ἔδινον· [ὠρχοῦντο]
*ἐδίωσεν· ἐξέωσεν AS. r
ἔδμεναι· ἐσθίειν (Ε 203)
ἕδνα· φερνή, τὰ ὑπὸ τῶν μνηστήρων ταῖς μνηστευομέναις διδό-
μενα. (Χ 472) Sr {Μείλια} δὲ τὰ ὑπὸ τῶν γονέων ταῖς γαμου-
μέναις (Ι 147)
ἑδνὰς ἐδητύς· ἡ ἀπὸ τῶν ἕδνων r
ἑδνεύειν· ἐνεχυράζειν
*ἕδνιος χιτών· ὃν πρῶτον ἡ νύμφη τῷ νυμφίῳ δίδωσιν AS. (r)
ἐδνοπάλιζεν· ἀνῄρει. (Δ 472) ἀνέτρεπεν. ἐφόνευεν. ἐσκύλευεν.
ἐκακοποίει. ἐτίνασσεν. εἷλκεν
ἑδνωτήν· ἐγγαμιστὴν νυμφίῳ
ἐδόκαζεν· ἀπεδέχετο
ἐδομήθησαν· ᾠκοδομήθησαν
ἔδον· ἔδοσαν (Hes. Theog. 30)
*ἔδονται· φάγωσιν (Δ 237) vgb
*ἔδονται τὰς σάρκας· τὰ μέλη φάγονται (Ierem. 19,9) AS
ἔδοξεν· ἐνομίσθη
ἑδοξοεῖ· ἀγαλματοποιεῖ
ἐδοξώθη· ἐδοξάσθη (Hdt. 8, 124, 1)
†ἐδοργύπευσεν· ἔσφαξεν. ἢ ἐπέρανεν
ἐδόρπησαν· ἐδείπνησαν· {δόρπον γὰρ} τὸ δεῖπνον
ἕδος· *ἔδαφος (Δ 406) S. γῆ. [ἱερόν vg. ἄγαλμα. θρόνος. [λόγος.
φρόντισμα, ὤρα.] ἢ βάσις. βρέτας. βάθρον. τέμενος. ἀσφάλισμα.
*[ἕδρασμα (Ε 360). καθέδρα (Ι 194) AS
*ἐδούπησαν· ἐψόφησαν (Xen. Anab. 1, 8, 18) ASvgn
ἔδουσιν· ἐσθίουσιν (Ζ 142) Σ b
ἕδρα· *βάσις. καθέδρα Σa ἢ συνέδρα. καὶ κατοχή
ἔδραθεν· κατεκοιμήθη (υ 143)
[ἕδραι] ἕδραι βουλῆς, αἳ ἐγίνοντο κατὰ πενταήμερον
*ἑδραῖοι· σταθηροί, ἀσάλευτοι (1. Cor. 15,58) ASvg
ἑδραῖον· βάσιμον. στερεόν (Plat. Tim. 64b?)
*ἔδρακεν· εἶδεν AS
ἐδράκις· [ὀλιγάκις]
ἔδρακον· εἶδον (Eur. Or. 1456 ..)
*ἐδραματουργήθη· ἐπράχθη ASvg
ἕδρανον· δίφρον, καθέδραν
*ἕδρασεν· ἐκάθισεν. Σa ἐκόσμησεν
†ἐδράσσατο· †βοιήσσωνας ἦγεν
ἐδρασάτην· ἔδρασαν. δυϊκῶς
*ἑδρασθῆναι· παγῆναι. AS καὶ τὰ ὅμοια (Prov. 8,25)
*ἑδρασμένη· βεβαιωθεῖσα (Sirac. 22,17) AS
*ἐδρέψατο· ἐθέρισεν AS
ἕδρῃ [προσεδρείᾳ καὶ] προεδρίᾳ (Θ 162) b
†ἐδρίσο· κάθησο
ἑδριᾶσθαι· καθέζεσθαι (Λ 645)
ἑδριᾶσθαι· [καθῆσθαι]
ἑδρίας· ἀεὶ πνέων
ἕδρια· συνέδρια
ἑδρήεσσα· βεβαία (Greg. Naz. c. 2,1, 13, 150) r (T)
*ἑδριόωντο· ἐκαθέζοντο (Κ 198) ASnps
ἕδρις· ἑδραῖος
*ἔδρων· ἔπραττον. ἐπετέλουν ASvg
ἐδρύμαξεν· ἔθραυσεν. ἔσφαξεν
ἐδρύπτοντο· κατεσπαράσσοντο (Xen. Cyr. inst. 3,1, 13)
ἐδρύψατο· κατημύξατο
*ἔδυ· ὑπεισῆλθε S, κατῆλθε, [κατέδυ (Γ 36) g (AS)
*ἐδεύετο· ἐνδεὴς ἦν (Δ 48) AS
ἔδυν· ἔδυσαν, κατῆλθον (Λ 263)
ἔδυσεν· ἐνεδύσατο
ἐδεύησεν· ἤγγισεν. ἐνδεὴς ἐγένετο (ι 540)
ἔδυνεν· ἐδύσατο, ἐνεδύσατο (Θ 43)
ἐδύσετο· ἐνεδύετο (Β 578) ASvgn
ἐδύσοιξα· ὑπενόησα
ἐδύτην· κατῆλθον. ἢ ἀπέθανον (Ζ 19)
ε δύων· ὀψὲ δύνουσα (Υ 232)
ἐδωγαθή· [ἡ τροφή]
ἐδωδή· τροφή (Θ 504)
ἐδωδή· βρῶσις, βρῶμα
ἐδώδιμος· τρωκτός. [βρώσιμος S
*ἐδωδίμων· τροφῶν, [βρωσίμων {ἐδωδὴ γὰρ ἡ τροφή} AS (vg)
ἔδωκα πολλά· παρ' Ὁμήρῳ οὐδεὶς εὐεργετήσας μέμνηται, πλὴν
τῆς Ναυσικάας (θ 462) καὶ αὐτὴ δὲ ὡς ἄκακος παρθένος αὐτὸ
ποιεῖ
ἔδωκεν· περιεποίησεν (Α 96 ..)
ἑδώλια· τὰ τῆς νεὼς {ζυγά}, ἐφ' ὧν οἱ ἐρέσσοντες καθέζονται.
μεταφορικῶς καὶ τὰ τῆς οἰκίας ἕδρια
ἐδωλιός· ὀρνέου εἶδος (Callim. frg. 425 Pf.)
ἐδωλός· λόχος Λακεδαιμονίων οὕτως ἐκαλεῖτο
*ἔδων· ἐσθίων sΣ
ἐδωνά· [{ζυγά}. καταζῶμα νεώς] S
ἑέ· αὐτόν. [ἑαυτόν. αὐτό S
ἑὲ δέ· ἑαυτὸν δέ (Ω 134) S
ἐείδεσθαι· δοξάζειν
*ἐεδνωταί· πενθεροί. κηδεσταί (Ν 382) S
*ἐειδόμενος· ὁμοιούμενος (Greg. Naz. c. 1, 2, 9, 44) A
ἐεικοσόροιο· φορτηγοῦ τελείας, εἰκοσακώπου (ι 322)
ἔειπεν· εἶπεν (Β 59)
ἔεικται· ὡμοίωται
ἐεικοσάβοιον· εἴκοσι βοῶν ἄξιον. ἢ εἰκοσαπλοῦν (χ 57)
ἐεισάμενος· ὁμοιωθείς (Β 22)
*ἐεισάσθην· ὥρμησαν, ἐπῆλθον (Ο 544) S
ἐείσατο· ὡμοιώθη (Callim. h. 6, 43)
ἐΐσκεις· εἰκάζεις, ἀφωμοίωσαι (δ 148)
ἐείσω· ὡμοιώθης
ἐέλδεσθαι· ἐπιθυμεῖν
ἐελδέσθω· ἐν ἐπιθυμίᾳ ἔστω (Π 494)
*ἐέλδεται· ἐπιθυμεῖ (Ν 638) S
ἐελδομένοισιν· ἐπιθυμοῦσιν (Η 4)
*ἐέλδωρ· ἐπιθύμημα. AS εὐτυχὲς δῶρον. [ἢ βούλημα (Α 41)
ἐελμένοι· συγκεκλεισμένοι (S), ἐληλαμένοι (Μ 38)
ἐέλπετο· ἤλπιζεν S. ᾤετο (Μ 407)
ἐελποίμην· ἐλπίσαιμι {ἂν} (Θ 196) (S)
ἔνδυνε· ἐνεδύσατο (Β 42)
ἐέργει· κωλύει S. κατέχει (Β 617)
ἐέργαθεν· ἐχώρισεν. (Ε 147) [ἢ φανῆναι. ἢ ὁμοιωθῆναι. δόξαι]
ἐκώλυσε. [γνῶναι]
*ἐέργετο· συνείχετο S
ἔεργεν· εἶργεν. ἐκώλυσεν (Δ 130)
*ἐεργόμενοι· κωλυόμενοι (Ν 525) S
ἐέργων· κωλύων. χωρίζων. [{ἐεργιεῖς}· κάλλος. {ἐριῶν}·] ἀφο-
ρίζων (Μ 201)
ἐεργμένα· ἐγκεκλεισμένα
ἐεργμέναι· πεφραγμέναι, ἠσφαλισμέναι (Ε 89)
ἔερσαι· δρόσοι. ψεκάδες (Ξ 351) S(r)
ἐερσήεις· καλός. δροσώδης. ἡ λέξις ἀπὸ τῶν δεδροσισμένων
ἀνθῶν· ταῦτα γὰρ καλλίονα φαίνεται (Ω 419)
ἐέρσης· δρόσου
*ἔερτο· ἐκρέμνα (ο 460) (S)
ἐέσσατο· ἐνεδύσατο Sr. περιεβάλλετο (Κ 23)
†ἐέσθην· ἐμαράνθη
ἕεστο· ἠμφίεστο. ἐνεδέδυτο (Μ 464)
*ἐετῶς· εὐχερῶς. εὐκινήτως S
†ἐεχμένη· συνεχομένη
ἐώργει· εἰργάσατο, πεποιήκει (δ 693)
*†ἐζάνθη· ἐξηράνθη Svg
ἐζάλωσεν· ἐμακάρισεν
ἐζατωσάμην· διενοήθην
ἐζατώθη· ᾔσθετο
ἔζελεν· ἔβαλεν. [ἔλαβεν]
ἕζεο· καθέζου (Ζ 354)
*ἕζεσθαι· καθέζεσθαι AS
*Ἐζεκίας· κράτησις θεοῦ
ἑζέσθην· ἐκαθέσθησαν. δυϊκῶς (Η 59)
*ἕζεται· καθέζεται ps
*ἕζετο· ἐκαθέζετο (Α 246) ASvg
*ἐζήλωσεν· ἐφθόνησεν S
*[ἐζήων· νέων καὶ ἀκμαίων] S
ἐζείνα· ἐπεσβέννυεν
*ἑζόμενοι· καθεζόμενοι (Avg)
ἕζου· καθέζου, κάθησο
a) ἐζώγρουν· ζῶντας συνελάμβανον b) {ἐζωμένοι}· παρόντες.
ἕτοιμοι
ἐζωμένον· [τῇ ἰδίᾳ] ἐζωσμένον ζώνῃ
εῃ· ὑπάρχῃ. (Κ 225 ..) {τῇ ἰδίᾳ}
*ἑῆς· ἰδίας AS vg
ἕηκεν· ἐπαφῆκεν, προήκατο (Α 48)
*ἑήλακεν· ἐλήφθη Sp
εην· ὑπῆρχεν (Β 217). ἢ ἰδίαν (Ι 420)
ἑῆος· ἑαυτοῦ. ἀγαθοῦ. νεανίου προσηνοῦς (Α 393) S
ἑῇσιν· ταῖς ἑαυτοῦ S
ἔησον· ἔασον
ἐυτής· ἀγαθότης
ἔθα· πάλιν
ἔθαγεν· [ἠπάτα]
*ἐθάδας· ἐθίμους, [συνήθεις (Clem. Alex. qu. div. salv. 42) Avg
ἐθάδων· ἐθίμων
*ἐθαγενής· ἐγχώριος, ASvg ἐντόπιος S
ἔθαλπον· ἐθέρμαινον
*ἐθαμβήθη· ἐξεπλάγη, [ἐθαμβήθη] ASvg
ἐθάμβησεν· ἐθαύμασεν, ἐξεπλάγη
ἐθάμιζεν· ἐπύκναζεν (θ 451)
ἐθάς· εἰθισμένος r
ἐθάσσατο· ᾠκήσατο. ἐκάθισεν
*ἔθεεν· ἔτρεχεν ASvg. [ὤθει] (Α 483) S
ἔθει· φθείρει. ἐρεθίζει. τρέχει (μ 407)
ἔθειρα· κόμη τημελουμένη
ἐθείρῃ· ἐπιμελείας ἀξιώσῃ (Φ 347) n
ἐθείρῃσιν· θριξὶ τῆς ἐπιμελείας ἀξιουμέναις (Θ 42)
ἔθειν· ἐξ ἔθους ἔρχεσθαι (Ι 540)
ἐθειρόμενον· κοσμούμενον r. ἀγαλλόμενον
*ἐθέλει· βούλεται n. ἐπιθυμεῖ
*ἔθελγεν· ἠπάτα. vg κατεπόνει (Φ 276)
ἔθελεν· ἐδύνατο (Φ 366)
ἐθελημοί· πρόθυμοι (Hes. op. 118) (r)
ἐθελήμως· προθύμως
*ἔθελξεν· εἰς μεταβολὴν ἤγαγεν (κ 318) AS
*ἐθελοθρησκείαν· ἐθελοσέβειαν (Col. 2,23) (g)S
ἐθελοκάκων· τῶν κακὰ θελόντων
ἐθελοκωφῶν· ἐθελόντως κωφεύων (Siracid. 19,27 v. l.)
*ἐθελοντάς· τοὺς βουλομένους (AS) (Σ) (Dem. 18,68) ἢ χορη-
γούς
ἐθελοντῆρας· ἐθελουσίους, θέλοντας (β 292)
*ἐθελοντής· ἑκουσίως, S αὐτοβουλήτως ASvg
ἐθελοπρόξενος· ἑκὼν πρόξενος (Thuc. 3,70,3)
*ἐθελουργός· ἕτοιμος, Σ ὁ κατὰ θέλησιν ἐργαζόμενος S
*ἐθελουσίως· ἑκουσίως, παρὰ τὸ {θέλειν} (Xen. Hier. 11,12)
ASvg
ἐθέλω· βούλομαι (Α 116) Ab
*ἕθεν· [ἐκάν] αὐτοῦ, αὐτῆς. (Α 114 ..) [ἄνωθεν] S
ἐθέμωσεν· ἠνάγκασεν. ἐποίησεν (ι 486)
ἕθεν· ἐγκλινόμενον μὲν αὐτοῦ, αὐτῆς, ὀρθοτονούμενον δὲ ἑαυτοῦ
καὶ ἑαυτῆς r
ἔθεντο· ἐποίησαν (Β 750)
ἔθεον· ἔτρεχον
ἐθερμάνθη· †ἐβαπτίσθη
ἐθερόμην· ἐθερμαινόμην
*ἐθέσπισεν· προεῖπεν S
*ἔθεσαν· ἐποίησαν (Α 290) ASpb
ἔθεται· [καίεται. σκοτοῖ.] πειρᾶται
*ἔθετο· ἐποίησεν (Eur. Or. 842 ..) Sp
†ἔθη· ἀγαθά
ἐθηεύμεθα· ἐθεωροῦμεν (ι 218) (S)
ἔθησαν· [ἐποίησαν]
ἐθήσατο· ἐθήλασεν (Ω 58)
ἐθηήσαντο· ἐθεάσαντο (θ 17)
*ἔθηκεν· ἐποίησεν (Α 2) b(S)
ἐθήμων· ἐθῶν. ἢ ἔμπειρος. πρόθυμος. συνήθης
*ἐθημοσύνη· συνήθεια Σ p. r
ἔθησεν· ἔψισεν. ἐθήλασεν
ἔθειραι· τρίχες κεκοσμημέναι (Τ 382)
ἐθίζει· ἔθος ποιεῖ [{ἐθίζοντας}·] ...
ἔθλασεν· συνέτριψεν, ἔκλασεν (σ 97)
ἐθλιβόμην· ἐστενοχωρούμην
ἐθμή· ἀτμός, καπνὸς λεπτός, ἀτμή
ἐθμοί· πολλοί. ἑσμοί. πλόκαμοι
*ἐθνῖται· οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους Σ
ἔθνεα· ἔθνη (Β 87 ..)
ἐθόαζεν· ἐκαθέζετο
*ἔθοντες· ἐθιζόμενοι (Π 260) (ASvgn)
ἐθοινᾶτο· ἤσθιεν. εὐωχεῖτο. [ἐτρύφα r
ἐθόρνυτο· ὠχεύετο (Clem. Alex. Strom. 5 p. 716 P.?)
*ἔθορεν· ἐπήδησεν. ASvg [ἔβη] (Δ 79 ..)
ἔθος· συνήθεια
ἐθόωσα· ὤξυνα (ι 327) (p)
ἔθραξεν· ἐτάραξεν. ἔνυξεν. [συνέτριψεν (Pl. Parm. 130 d ..) sb
*ἔθραυσεν· ἔπαισεν (Exod. 15,6) ASPb
ἔθρεξεν· ἐπῆλθεν. ἔδραμεν
*ἐθρήσκευον· ἑτοίμως ἐσέβοντο (Sap. 11,15) (ASvg)
ἔθρια· [εὐδία] b
ἔθρισεν· [ἔφριξεν] r
ἐθρίγκωσεν· ἐπεγείσωσε· γεῖσος δέ ἐστι τῶν οἰκοδομημάτων ἡ
ἀνωτάτω στεφανίς (Ε 10)
ἐθρίς· τομίας. κριός
ἐθρυλίχθη· περιεδρύφθη. ἀπεσύρη (Ψ 396)
ἐθρύπτοντο· ἐφλυάρουν
ἔθρωσκεν· ἥλλετο, [ἐπήδα r
ἔθρωσσεν· ἐκινεῖτο
†ἐθύειν· ἄγειν
†ἔθυζεν· ἔκρουεν
ἔθυιεν· ἐνεμαίνετο. ἔτρεχεν
†ἔθυνεν· ἐδίωκεν
ἐθώκατι· εἰώθασιν
ἐθώκισε· κατήρτισεν
ἐθώμιξεν· ἐπέδησεν
ἔθων· πορθῶν. φθείρων. [ἐθισμός·] εἰθισμένος. τῷ ἤθει ἀγόμενος,
*[ἢ ἐξ ἔθους παραγινόμενος (Ι 540) Ab
ἐθώπευσεν· ἐκολάκευσεν
εἶ· πορεύου
εἶ· ὑπάρχεις r
εἰάζων· εἶα ἐπικελεύων. Εὐριπίδης Χρυσίππῳ (fr. 844)
εἰαί· ἄλετοι καὶ ἀλέσματα. τῶν ὀσπρίων τὰ ἀποκαθάρματα
(ε 368)
†εἰακέν· ἀσθενεῖν s
εἱαμεναί· τόποι κάθυδροι {βοτανώδεις} (Δ 483)
εἱαμενόν· νήνεμον. κοῖλον. [βοτανώδη]
εἱαμενή· τόπος, ὅπου πόα φύεται ποταμοῦ ἀποβάντος· ἢ
ἕλος παραποτάμιον κάθυδρον. ἢ ἀναβολὴ ποταμοῦ φυτὰ
ἔχουσα
εἶαρ· αἷμα. r. Avgp ἢ ψυχή r
εἰαροπότης· αἱμοπότης r ψυχοπότης
ἐΐα· λέγεται δὲ καὶ δισυλλάβως εἶα. Ἐπισκεπτέον δέ, εἰ ταυτόν
ἐστιν {ἤϊα} καὶ {ἐΐα}· ὅταν γὰρ τὸ {η}, γίνεται βρῶμα, ὅταν δὲ
τὸ {ε}, οὐ βρώματα, ἀλλ' ἢ χόρτος, καὶ ἡ παράθεσις
εἱανοῦ· εὐδιαχύτου {πέπλου} r (Σ 612)
εἴατο· ἦσαν (υ 106)
*εἰαρινῆισιν· ἐαριναῖς (Θ 307 ..) S
*εἴασεν· ἔασεν (Θ 125) S
*εἴασκεν· συνεχώρει (Υ 408) Avg. r
εἵαται· κάθηνται (Κ 422 ..) (r)
εἵατο· ἐκαθέζοντο (Γ 149) (r)
†εἰαγχοῦν· βοῶσαν
εἴβει· δακρύει. *στάζει Avg. κλαίει. τήκεται (Τ 323)
εἶβε· ἔσταζε. καὶ τὰ ὅμοια (δ 153)
*εἰ γάρ· εἴθε γάρ (α 255 ..) Avg
εἴγε· εἴπερ (ε 206)
*εἰ δ' ἄγε· ἄγε δή (Ζ 376) A. [εἰ δ' ἄγε δή]
*εἰ δ' ἄγε δή· ἄγε δή (μ 112) Avg
*εἰ δ' ἄγε νῦν· ἄγε δὴ ἄρτι (Π 667) vgb
εἰδαλίς· ὄρνις ποιός
εἰδαλίμας· καλάς, †εὐώψεις. ἐπὶ τοῦ εἴδους εὐμόρφους, εὐπρεπεῖς
(ω 279)
*εἰδάλλεται· [φαίνεται s]
[εἰδαλίζεται, ἐναλίζεται]
*εἶδαρ· βρῶμα, rApsb σιτίον (Ε 379 ..). ὄφελος
εἶδας· [εἰς αὔριον]
εἴδατι· βρώματι
*εἰδύλος· λόγιος Aphb(s)
εἰ δὲ ἄγε· ἄγε δή
εἰδεῖ· ἐλαύνει. κυλίει. κλείει. κατέχει. ἢ *κάλλει A, ἢ μορφῇ
είδειεν· ἐφοβεῖτο. ἠνιᾶτο
εἰδήμων· γνωστικός
εἰδέναι· γνῶναι
*εἰ δέον· εἰ πρέπον Avp
εἴδεος· θάλπους, καύματος
εἴδεος ἐνδίοιο· καύματος μεσημβρινοῦ (Callim. frg. 304 Pf.)
εἴδεος ἧκε σέλας· μορφῆς ἀφῆκε φῶς (Greg. Naz. c. 1, 1,
22,12)
*εἴδεται· φαίνεται vgb, δοκεῖ (Α 228)
*εἰ δ' ἐτεόν· εἰ δ' ἀληθές vg
*εἰ δέ τῳ· εἰ δέ τινι Σa
εἰδεχθές· ἀειδές, αἰσχρὸν τῷ ἰδεῖν, ἤτοι *ἄμορφον (A) b
*εἰδεχθέστατος· μυσαρώτατος A, δυσειδέστατος
εἴδη· εἶδος. [καῦμα.] χρῶμα. σῶμα. ὄψις, πρόσωπον
εἰδηθμός· συστροφή. φυγή
†εἰδηλήγε· ἀναμάρτητον
εἰ δὴ ὁμοῦ· εἰ δὴ ἅμα (Α 61)
εἰδημόνως· ἐπιστημόνως
εἴδη παντοία· ἀντὶ τοῦ ὕλη. Αἰολεῖς {καὶ} Ἴωνες {εἴδας} τὰς
ὕλας λέγουσι
εἴδησις· γνῶσις (Sir. 42,18) r
εἰ δή τοι· εἰ δή σοι. ἐάν σοι (Α 294?)
†εἴδιον· νενοτισμένον, ὑγρόν
*εἰδίω· ἱδρῶ. ἀγωνιῶ A
εἴδωλον· σκιάν (δ 796)
εἰδομένη· ἐοικυῖα, ὡμοιωμένη (Β 280) r
*εἰδομένην· ὁμοιωθεῖσαν A
εἰδόμενος· ἐοικώς, [ὁμοιωθείς (Ε 462) r. vg
εἰδοποιός· ἀναμορφωτής
εἶδος· καῦμα r σῶμα. χρῶμα
εἰ δ' οὖν· εἰ δὲ οὖν
εἰδύει· [καθεύδει]
εἰδυίῃ· εἰδυίᾳ, ἐπισταμένῃ (Α 365)
εἰδυίῃσιν· ἐμπείροις, ἐπιστήμοσι, συνεταῖς, ἐπισταμέναις (Α
608)
εἰδώ· φρόνησιν. ὄψιν
εἴδωλον· *ὁμοίωμα r. ASvgn, εἰκών, σημεῖον χαρακτηριστικὸν
*σκιοειδές (Ε 449) ASvgn
*ειδωμεν· μάθωμεν. vgb θεασώμεθα
εἰδώς· ἔμπειρος, *ἐπιστάμενος Avg γνούς (Α 385, Γ 202) (vg)
εἴελος· εἴλιγγος
εἶεν· ὑπάρχοιεν (Β 372) *ἦσαν A ἢ ἄγε δή. vg καὶ ταῦτα μὲν
οὕτως rp [ἢ ἐσμέν.] ἢ ἀναφώνησις
εἴεσθαι· [ἀκολουθῆσαι. ὁμοιῶσθαι]
*εἰ ἐτεόν· {εἰ} ἀληθές (Β 300) AnT
εἵετο· ἐπεθύμει. ὥρμα (Θ 301)
*†εἴεο· ἐκπολεμιστοῦ νεανίσκου †ἀναφώνησις A
*εἵζει· καθέζεται (Ν 281 ..) Ab
εἵζεο· καθέζου (Γ 162)
*εἴη· γένοιτο, ASvg ἔστω (2. Regn. 14,17)
εἴη· ἔστιν ἄφεσις. *καὶ ἔξεστιν Ah
εἶθαρ δέ· ταχέως b δέ, *εὐθέως ASvg ἤδη κατ' εὐθύ, ὀξέως
(Ε 337). καὶ χθές
εἰθεῖν· μαθεῖν
εἴθε· ὄφελον. μακάρι. αἴθε. εὐκτικὸν ἐπίῤῥημα r
†ειθέσθων· ἐπείθοντο
εἰθεῖα· δικαιοσύνη (Ψ 580)
εἶθ' οὕτως· μετὰ ταῦτα (2. Macc. 4,22 ..)
εἰθύ· ἐπ' εὐθείας (Υ 99 ..)
εἰθύοντα· ὁρμῶντα (Hdt. 7,8 β 2)
εἰθυνόμενον· ἐπίτονον
εἰθυπτίωνα· ἐπ' εὐθείας φερόμενον (Φ 169)
εἰθύφαλλον· τὸ ἐντεταμένον αἰδοῖον (Cratin. fr. 14). Δημο-
σθένης (54,14) δὲ νεανίσκους τινὰς ἀσελγεῖς τοὺς {εἰθυφάλ-
λους} εἴρηκεν. Λέγεται δὲ καὶ ποιήματά τινα ἐπὶ τῷ ἱσταμένῳ
φαλλῷ ᾀδόμενα
εἶεν· ἐπορεύετο
εἴημι· πορεύομαι
εἰκαδάρχαι· προστάται τινὸς συστήματος
εἰκάδες· μέρη τινὰ φυλῆς
εἰκάζειν· σκώπτειν q ἐοικάζειν. τὸ λέγειν· ὅμοιος εἶ τῷδε
εἰκάζομεν· ὁμοιοῦμεν
εἰκαθέοιμεν· παραχωρήσωμεν (Greg. Naz. c. 2, 2, 5, 32)
*εἰκαιοβουλία· ματαιότης An (vg)
*εἰκαιολογία· ματαιολογία (Avg) s
*εἰκαιομυθεῖ· ματαιολογεῖ p φλυαρεῖ A (vg)
*εἰκαῖον· ἀνωφελές, μάταιον, ἀργόν A μωρόν (vg)
*εἰ καί τις ἄλλος· ὡς οὐδεὶς ἄλλος (Greg. Naz. or. 12 p. 190 D)
Avgp
εἰκασία· ὁμοιότης r
εἴ κε· ἐάν πως (Α 66)
*εἶκε· ὑποχώρει n, δίδου χώραν (Ε 348)
εἰκεῆς· [τυχούσης]
εἴκει· [παρεγένετο]
*εἴκειν· ὑποχωρεῖν Avgp
[ε]ἷκεν· ἦλθεν. [ἢ ἐάν πως] (Α 317)
*εἴκελον· ὅμοιον (Ν 330) n (Avg)
[ε]ἱκέσθαι· παραγενέσθαι (Α 19)
[ε]ἵκετο· ἦλθε, παρεγένετο (Α 362)
εἴκετε· ὑποχωρεῖτε, δότε χώραν (Δ 509)
*εἰκῆ· μάτην, ὅθεν καὶ {εἰκαῖος} ὁ μάταιος Avg ἢ ἀκαίρως, ἢ
[ὡς ἔτυχεν (Eur. Bacch. 686?) Avg
εἴ κα λῇς· ἐὰν τολμήσῃς
†εἰκλεῖ· δειπνεῖ
†εἰκλόν· δεῖπνον
†εἰκνεῖται· ἄλλος αὐτὸν εἰσφέρει
*εἴκοι· ὑποχωρήσοι (σ 374) A
*εἴκομεν· ὑποχωροῦμεν, ἀναχωροῦμεν AS
εἰκόνα· χαρακτῆρα, τύπον
*εἰκός· τάχα. ἴσως. εὔλογον. ἀκόλουθον n. ἐνίοτε καὶ σημαίνει
τὸ μὴ πάντως ὄν ASn
εἰκοσάβοιον· εἴκοσι βοῶν ἄξιον. εἰκοσαπλοῦν (χ 57)
*εἰκὸς ἦν· ἐνεχώρει AS
*εἰκόσι· χαρακτῆρσιν ASvg
εἰκοσινήριτ' ἄποινα· [εἰκοσαπλᾶ rS, πρὸς εἴκοσιν ἐξισούμενα.
{Ἐρίζειν} γὰρ τὸ ἐξισοῦσθαι (Χ 349)
εἰκοσόροιο· εἰκοσακώπου (ι 322)
*εἰκότα· ὅμοια. πρέποντα ASvg ἁρμόζοντα Svg [ἢ ἐλθόντα]
*εἰκοτολογῆσαι· ἐστοχασμένως εἰπεῖν ASh
*εἰκότως· πρεπόντως ASvg εὐλόγως AS δικαίως N
ἐΐκτην· ὡμοιωμένοι ἦσαν (Α 104)
εἰκούς· εἰκόνας· "εἰκοὺς τῶν ἐγχέλεων" (Ar. Nubb. 559). Ἀρι-
στοφάνης τοῦτό φησι, δυσχεραίνων ἐπὶ τῷ ἄλλοις ποιηταῖς
ἀφορμὰς παρασχεῖν. ἐν γὰρ Ἱππεῦσί φησιν· "ὅπερ οἱ τὰς
ἐγχέλεις θηρώμενοι πέπονθας" (864)
εἰκυῖα· ἐοικυῖα r *ὁμοία (Δ 78) Sn
*εἰκώ, εἰκών· χαρακτήρ. ὄψις AS
*εἴκων· ὑποχωρῶν n (S)
*εἰκώς· ἐοικώς (Φ 254) ASn
εἴλα· ὀσπρίων καλάμη
εἰλαδόν· ἀθρόως. *[κατὰ συστροφήν (Β 93) p
*εἰλαπινάζων· εὐωχούμενος (Ξ 241) r. ASgp
*εἰλαπίναι· εὐωχίαι (Σ 491) (ASvg)
*εἰλαπιναστής· συμπότης, συνευωχητής, ὁμοτράπεζος (Ρ 577)
ASn
εἰλαπίνη· θυσία. ἑορτή. [ἀπὸ τοῦ συνειλεῖσθαι εἰς αὐτὴν
πλείονας r *εὐωχία (ASvn) r
*εἰλαπίνηισιν· εὐωχίαις μεγάλαις (Κ 217) AS
εἶλαρ· ἀλέξημα. *βοήθημα vg. φυλακή. ἀσφάλεια. *{ἕρκος}
(Η 338 ..) Sb
*εἴλας· ἀγέλας. (2. Macc. 5,3 v. l.) ASgn ἢ πυκνή. ἀγαθή.
σκοτεινή [ἕρκος]
εἰλάτινον· τὸ ἐπὶ τῆς τρόπεως τοῦ ἱστοῦ ἐλάτινον ξύλον
(β 424)
*εἵλατο· ἔλαβεν AS. ἠγάπησεν. ἠθέλησεν ASvg
*εἷλεν· κατέλαβεν (Δ 421) r. Sg ἐχειρώσατο n
*εἴλεα· †ἄθλια. χαλινοί. δεσμοί. φιμοί. δέραια AS
Εἰλειθυίας· ἐνίοτε μὲν τὰς θεάς (Λ 270) ἐνίοτε δὲ τὰς ὠδῖνας·
(Τ 119) ὁ ποιητὴς δὲ ἑνικῶς (Π 187) ... Ἥρα ἐν Ἄργει
εἰλεῖται· [κρύπτεται. κακουργεῖ]
εἰλέοντες· στρέφοντες
εἰλεός· ἡ τοῦ θηρίου κατάδυσις n καὶ στρόφος
εἰλέουσι· συγκλείουσι συνέχουσιν
εἰλεῦνται· συγκλείονται
εἰλεσίας· εἶδος καλάμου
εἰλέτις· βλάσφημος
*εἵλετε· ἐπορθήσατε AS
*εἵλετο· ἠνέσχετο ἔλαβεν (Β 46) AS, ἀφεῖλεν
*εἰλέωσι· συγκλείωσι rn συνέχωσιν (Β 294) b
*εἰληθερῶν· ἡλιαζόμενος AS
εἰληθερήσαντες· ἐν ἡλίῳ θαλφθέντες
εἴλη· ἡ τοῦ ἡλίου αὐγή, ἡ θερμασία. (Ar. fr. 627) r ἢ καὶ τὰ
ἄχυρα, καὶ τῶν ὀσπρίων ἡ καλάμη. [καὶ θερμασία]
εἰληθερεῖν· ἐν ἡλίῳ θερμαίνεσθαι· {εἴλην} γάρ φασι τὴν τοῦ
ἡλίου αὐγήν
εἰλήθη· ἐστράφη
εἰληθερούμενος· ἐν ἡλίῳ θερμαινόμενος p
εἰλήλουθα· ἦλθον (Ε 204)
*εἰλήλουθεν· ἐλήλυθεν (Ο 131) (S)
εἰλήϊον· ἐν ἡλίῳ θερμανθέν
εἵληθι· ἵλεως γίνου (γ 380)
*εἰλημμένον· συλληφθέντα AS
*εἴλην· συστροφήν, AS πλῆθος A
εἵληος εἶ· ἵλεως εἶ
εἴληφεν· ἔλαβεν, ἐδέξατο
*Εἰλήθυιαι· αἱ ἐπὶ τῶν τικτουσῶν θεαί g
†Εἱλήτι· Ζεὺς ἐν Κύπρῳ
εἴληχα· λέλογχα, ἔλαχον, εἴληφα
*εἰλιγγιᾶν· σκοτοῦσθαι AS συστρέφεσθαι
εἰλιγγιῶν· σκοτοδινιῶν
*εἴλιγγον· σκότωσιν ASgn
εἰλίγγους· σκοτοδινιάσεις
εἰλιθιότης· [παντελῶς ἀπόγνωσις]
*εἰλικρινές· καθαρόν vgp (ASP) ἄδολον, [ἀληθές. ASP φανερόν
εἶλιγξ· σκότωσις. στρόφος
εἱλίξουσι· στρέψουσιν
είλιον· παράφερνον
εἰλίποδας βοῦς· ἐπιθετικῶς τὰς βοῦς (Φ 448), [διὰ τὸ ἑλίσσειν
τοὺς πόδας κατὰ τὴν πορείαν rp .. τὰς αὐτὰς καὶ {εἰλίποδας
ἕλικας} διὰ τὸ οὕτως βαδίζειν λέγουσι (Ι 466)
εἰλιπόδεσι· ταῖς βουσί (Ζ 424)
*εἰλιπόδης· ἐν τῇ ἑλιγῇ τοὺς πόδας ἔχων AS
εἱλίχθη· ἐστράφη
εἵλκετο· ἐτείνετο
εἱλκτής· αἴτιος
εἰλτῆρες· [ἐνώτια]
εἴλλῃ· εἴργῃ, κωλύῃ
εἰλλόμενον· εἰργόμενον. Αἰσχύλος Βασσάραις (fr. 25)
εἰλόμενοι· περιειλούμενοι, συνεστραμμένοι. ἢ συγκεκλεισμένοι.
ἢ συνηθροισμένοι (Ε 782)
εἰλομένων· συστρεφομένων ἐν πολέμῳ (Ε 203)
εἰλός· [πᾶν τὸ ἐπιπῖπτον βάρος. καὶ τὸ ἐν ταῖς πάγαις ἐπιπῖπ-
τον ξύλον]
εἰλούμενος· συστρεφόμενος
εἰλύ· μέλαν
†εἰλύει· κοιμᾶται
εἴλυεν· ἐκρύπτετο
εἰλύεται· εἰλεῖται, συστρέφεται r. κρύπτεται. κακουργεῖ. τε-
τραποδίζει
Εἰλήθυια· ἐπιτεταγμένη τοκετῷ
εἴλυμα· ἐνείλυμα. [περίβλημα. σκέπασμα (ζ 179) r
*εἰλύος· τέλματος (Φ 318) S
*εἰλύς· [εἰλύω]. τὸ πηλῶδες τοῦ ποταμοῦ S
εἰλυόμην· ἐκρυπτόμην
εἰλυθμός· ὅλκος. συρμός
εἰλυθέντες· καλυψάμενοι r
εἰλύσθαι· ἕλκειν
εἰλυσπᾶσθαι· τὸ παραπλησίως τοῖς ὄφεσι καὶ τοῖς σκώληξιν
ἰέναι rb
εἰλυσπᾶτο· συνεσπᾶτο
*εἰλυσπώμενος· εἰλούμενος r. SPn
εἰλυσπῶνται· περὶ {τὸν} αὐτὸν τόπον στρέφονται μετὰ καμάτου
εἰλύσσεται· εἰλεῖται
εἰλύσω· ἐν ἰλύϊ κρύψω (Φ 319)
εἰλύϊος· [θηρίον ἀπὸ φρυγάνων σκωληκοειδές, ᾧ χρῶνται πρὸς
δέλεαρ]
εἰλυφᾶι· στρέφει. ζητεῖ. τινάσσει τὴν φλόγα
εἴλυται· καλύπτεται
*εἴλυτο· κατεσκεύαστο. κατεκεκάλυπτο (Π 640) ASn
εἰλυφάζει· εἰλεῖ S. παραγώγως (Υ 492)
*εἰλυφάζετο· ἑλίσσετο, συνεστρέφετο AS
εἰλυφόων· εἰς εἴλυσιν ἄγων, ἢ συνειλῶν τὸ φῶς μετὰ συστρο-
φῆς (Λ 156)
*εἰλυφόων {ἄνεμος}· συστρέφων ἄνεμος (Λ 156) AS
*εἰλυφάζει· συνάγει. ἰχνεύει. [συστρέφει p
εἰλυφῶνται· συστρέφονται. περιέρχονται
*εἰλύω· περιβάλλω ASn
[εἰλῶ]
*εἱλόμην· ἐδεξάμην (Eur. Med. 396)
*εἰλῶν· συστρέφων ASn
*Εἵλωτες· οἱ Λακεδαιμόνιοι δοῦλοι ns, οἱ παρὰ Λάκωσι δου-
λεύοντες
εἰμάδες· ποιμένων οἰκίαι ps
εἱμαρμένη· τὸ πῦρ. ἢ βία, καὶ ἀνάγκη μεμοιραμένη
*εἵμασιν· ἱματίοις (Γ 392) nT
εἰ μέμονας· εἰ προθυμῇ (Ι 247)
*εἰ μέν· ἐὰν μέν (Α 135) AvN
εἰμέν· ὑπάρχομεν. [ἐσμέν (Ε 873) Sb
εἱμένοι· περικείμενοι. [περιβεβλημένοι (Δ 432) n (AS)
εἰ μή· ἐὰν μή (Β 156)
εἰ μή σφας· εἰ μὴ αὐτούς
εἰ μὴ †καὶ λαγόνεσι· μή τι δ' ἂν κατ' ἀκριβολογίαν
εἴμην· ὄντως Avgn ὑπῆρχον ἐγώ
*εἶμι· πορεύσομαι (Α 169) r. gn
*εἰμί· ὑπάρχω (Α 186) rS
εἴ μιν· εἰ αὐτόν
[ε]ἱμείρεται· ἐπιθυμεῖ (α 59)
εἴμορος· [πεπρωμένος]
ἑίν· ἀντωνυμία. ἐκεῖνον (Antim. fr. 92 W.) AS
*εἶναι· πεφυκέναι r ὑπάρχειν (Α 91) r. gb
εἰν ἀγορῇ σθένος ἕξομεν· βουλευσόμεθα δυνατῶς (Σ 274)
*εἰνάνυχες· ἐπὶ ἐννέα νύκτας (Ι 466) pb
†εἴναξ· κάλλος†
[ε]ἶνας· νεῦρα
εἰνάετες· ἐπ' ἐννέα ἔτη (Σ 400)
εἰν Ἀρίμοις· {Ἄριμά} τινες τὴν κατακεκαυμένην τῆς Φρυγίας
χώραν (Β 783)
εἰνάτιον· λοξόν
*εἰνάτερες· αἱ τῶν ἀδελφῶν γυναῖκες S αἱ σύννυμφοι (Χ 473)
ASn
Εἴνατον· τόπος Λυκίας, καὶ Κρήτης
*εἴνατος· ἔνατος (Β 295) r (A)
*εἵνεκεν· ἕνεκεν r AS χάριν Svg
*εἰν ἐλεοῖσιν· ἐν τοῖς μαγειρικοῖς τραπεζίοις (Ι 215) AS
[ε]ἶνες· νεῦρα (λ 219)
εἰνεσίαι· ἐπιστολαί
*εἰνὶ θρόνῳ· ἐν τῷ θρόνῳ (Θ 199) S
*εἰνοδίοις· τοῖς πρὸς τῇ ὁδῷ τὰ οἰκία ἔχουσιν (Π 260) SN(g)
εἴνοσις· κίνησις r
εἰνοσίφυλλον· σύνδενδρον. κινησίφυλλον· {ἔνοσις} γὰρ ἡ κίνη-
σις· καὶ ἐκ τοῦ παρακολουθοῦντος σύνδενδρος (Β 632)
*εἴξαντα· ὑποχωρήσαντα ASvg ὑποστρέψαντα
εἶξε δέ· ὑπεχώρησε δέ (Ω 100)
*εἷο· ἑαυτοῦ. n [εἰπεῖν λέγειν] (Δ 400)
εἶοι· [ὀσπρίων τὰ καθάρσια]
εἰ οἷά τε· εἰ δυνατά
†εἰπάδεον· ἐπικόπτον
*εἰπέ· εὑρέ. ἐλθέ AS
εἰπέμεν· εἰπεῖν (Η 373)
εἴπερ τινές· ὡς ἄλλοι τινές
*εἴπερ γάρ· ἐὰν γάρ (Α 81) S
*εἴπεσκεν· εἶπεν (Β 271) AS
*εἵπετο· ἠκολούθει (Β 675) r ASn
εἱπόμην· ἠκολούθουν (Eur. Phoen. 1164) r
εἵποντα· ἀκολουθοῦντα
*εἵποντο· ἠκολούθουν (Ε 591) ASvgn
εἶπος· παγίς. [πάγι] καὶ πᾶν βάρος
*εἴ ποτέ τοι· εἴ ποτέ σοι (Α 39) n
*εἴρ· λαῖλαψ ASvg
*εἶραι· συνάψαι. συῤῥάψαι n
Εἰραφιώτης· ὁ Διόνυσος r παρὰ τὸ {ἐῤῥάφθαι} ἐν τῷ μηρῷ
τοῦ Διός. καὶ {Ἐρίφιος} παρὰ Λάκωσιν
*εἰράων· ἐκκλησιῶν, παρὰ τὸ {εἴρειν} ἐν αὐταῖς καὶ λέγειν
(Σ 531) AS
εἴργαθεν· διεῖργεν, ἐκώλυεν, ἔφρασσε. διεῖλε, διέκοψεν (φ 221)
εἰργάσατο· ἐποίησεν, ἐπράξατο (Ps. 73,12)
*εἶργε· κώλυε ASn κάτεχε (Eur. Hec. 874)
*εἴργεσθαι· κωλύεσθαι ASvgn συνέχεσθαι
*εἶργμαι· ἠρξάμην AS
εἱργμός· κώλυσις. δεσμός. σύνσχεσις
εἶρε· [αἶρε]
*εἴρεαι· ἐρωτᾷς (Κ 416) AS
εἴρεαι· [ἔρωτες] *{εἴρει}· λέγει. σύρει. ASb ἐρεῖ
εἰρέβαδε· εἰς ἔρεβος
εἰρεθύρη· ὀρσοθύρα. ὁ στροφεύς
*†εἰρεῖς· πνίγεις S(s)
εἴρεον· [δουλείαν. αἰχμαλωσίαν]
εἴρερον· δουλείαν (θ 529)
*εἰρεσιώνη· κλάδος ἐλαίας rASn
*εἰρεσίας· κωπηλασίας ASvgn
εἰρεσίη· κωπηλασίη (λ 640)
εἴρεται· ἐρωτᾷ, πυνθάνεται
*εἴρετο· ἔλεγεν. ἠρώτα Σ ἐπυνθάνετο (Α 513)
εἰρεῦντα· ἐρωτῶντα
εἰρεῦσαι· λέγουσαι. {Εἴρω} γὰρ λέγω, οὗ ὁ μέλλων {ἐρῶ}.
Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (38)
*εἰ μή τῳ· εἰ μή τινι
εἴρηκεν· εἶπεν, ἔλεγεν (Eur. Hec. 1178)
*[εἴρημαι· ἐρωτῶ AS]
εἰρημένος· λελεγμένος (Θ 524) r
εἴρη· ἐρώτησις. φήμη, κληδών
†εἰρήδεται· ἐρίζεται
εἰρηναῖον· εἰρηνικόν
εἰρήνη· κόρος †τέλος
εἰρηνάζει· κρατεῖ ...
εἰρηνεύσομεν· εἰρηνικῶς διάξομεν
*[εἰρήσαντο· ηὔξαντο] AS
*εἰρήσεται· λεχθήσεται (Ψ 795) r. AS
*εἰρήσθω· λεγέσθω ASvg
εἰρήσομαι· ἐρωτήσω (η 237) r
εἰρητής· [αἴτιος]
εἴρητο· *ἔλεγε AS λέλεκτο (Κ 540)
*εἴρει· λέγει ASn ῥητορεύει
†εἴρη· ἡ ἐκ τοῦ ἡλίου γινομένη ταῖς νεφέλαις χρόα, τὸ καλού-
μενον τόξον
εἷρκται· ἑάλωκε, κωλύεται
εἱρκτή· φυλακή, ἀσφάλεια. [ἢ κωλύει]
εἱρμός· {ἀκολουθία} rw
*εἷρξαι· κωλῦσαι. κατακλεῖσαι n συγκλεῖσαι (ASvgn)
*εἰροκόμῳ· ἐριουργῷ (Γ 387) Σ
*εἰροπόκοις· ἔρια κειρόμενα ἔχουσι· {πέκειν} γὰρ τὸ ξαίνειν,
κείρειν (Ε 137) Σ
*εἴρομαι· ἐρωτῶ (Α 553) ASn
εἰρόμεναι· ἐρωτῶσαι (Ζ 239)
εἰροκοπῶ· [εἰρουργῶ]
εἴροντες· λέγοντες. συνείροντες
*εἶρος· ἔριον (δ 135) S πτωχός (σ 6 ..) ASvg
*εἷρπον· ἐπορεύοντο. μετὰ σχολῆς ἐβάδιζον (μ 395) Σ
εἰρτή· [ἀσφάλεια]
†εἴρηται· ἡτοίμασται
*εἰρύαται· ἀνελκυσμέναι S ἢ πεφυλαγμέναι [εἰσίν (Δ 248) S
*εἰρύατο· εἱλκυσμέναι ἦσαν (Ξ 30) S
εἰρυμέναι· εἱλκυσμέναι (Ν 682)
*εἴρυντο· ἐφύλασσον (Μ 454) n
εἰρυόμεθα· φυλάττομεν (Φ 588)
εἰρυσαίμεθα· εἱλκύσαιμεν
*εἰρύσαο· ἐφύλαξας (Φ 230) (As)S
*εἰρύσασθαι· φυλάξαι (Α 216) r. AS(s)
*εἴρυσαν· εἵλκυσαν (Λ 9) r, AS
εἰρύσαιτο· γνοίη (Θ 143) καὶ {ἐρύσασθαι}· γνῶναι
εἴρυσεν· εἵλκυσεν (Γ 373)
εἰρύσατο· ἐκώλυσεν. *ἐφύλαξεν (Δ 186) r. A
εἰρύσαι· ἑλκύσαι
εἴρυσθαι· εἰδέναι· "χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴ-
ρυσθαι" (ψ 81) καὶ φυλάξαι (γ 268)
εἰρύσθη· εἱλκύσθη
*εἴρων· ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων vg
†εἰρωθέντα· κινδυνεύσαντα. σαλεύσαντα
*εἴρων· προσποιητός· μὴ ἀληθεύων. ἀργός. SP ἀλαζών
*εἰρωνεία· κολακεία sp ψευδολογία. [ὑπόκρισις. nsp ἀπάτη.
[χλεύη (2. Macc. 13,3) ns
εἰρωνεία· ἔστι λόγος ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δηλῶν, μετά
τινος ὑποκρίσεως
εἰς· ἀντὶ μὲν τοῦ πρός· "εἰς Ἀγαμέμνονα" (Η 312) ...
εἰσαγαγόντε· εἰσαγαγόντες. δυϊκῶς (Μ 18 v. l.)
*εἰσαγγελία· κατηγορία AS ἐμφανισμός. [μήνυσις s
*εἰσαγείρατο· ἀνεκτήσατο (Ο 240) n
*εἰσαγηόχασιν· εἰσήνεγκαν AS
*εἰσαγηοχώς· εἰσενεγκών ASvg
εἰσαγωγῆς· ἀρχὴ r Ἀθήνησι τῶν τὰ ἐγκλήματα εἰσαγόντων
εἰς ἀγρὸν Μάνης· παροιμία, ἐπὶ τῶν εὐχρήστων. ἐμφαίνει
γάρ, ὡς [ἐναγρῶς] ἐν ἀγρῷ χρησίμου μᾶλλον ὄντος τοῦ
οἰκέτου
εἰσαγωγικούς· νεαρούς. [ἀρχαρίους (r)
*εἴσαιτο· δόξειεν (Β 215) AS ὁμοιοῖτο
εἴσατο· [ὡμοιώθη]
*εἴσατο· ὡμοιώθη n "εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο" (Β 791)
*εἰς ἅλα· εἰς τὴν θάλασσαν (Α 141) ASnsp
*εἰσάμενος· ὁμοιωθείς (Ν 45) S (An)
*εἶσαν· [ὑπῆχον] [συνῆκαν, ἢ ἤδεισαν, ἢ ἐπεγίνωσκον AS
εἴσαντο· ἔδοξαν. [ἐφάνησαν (Μ 103) r
*ἐΐσης· ἐξ ἴσου πᾶσι μεριζομένης (Ι 225) AS
*εἴσατο· ἠμφιάσατο AS εἰσῆλθεν (Δ 138) S
ἐΐσας φρένας· εὐκράτους, ἀγαθάς (λ 337) ἰσοτοίχους
εἰσαφάσματα· εἰσπτήματα, ἀπὸ τοῦ {εἰσαφιέναι}. ἢ σπα-
ράγματα. Αἰσχύλος Προμηθεῖ λυομένῳ (fr. 204)
*εἰσβάλλει· εἰσέρχεται ASvg
εἰς βοός· Ἀθήνησιν ἡμέρα οὕτως καλεῖται τοῦ Βοηδρομιῶνος
*εἷς βροτός· εἷς ἄνθρωπος AS
εἰς δέον· οὕτω Περικλῆς τὰ εἰς προδοσίαν χρήματα ἀπεγρά-
φετο (Ar. Nubb. 859)
εἰσδύεται· εἰσέρχεται
*εἰς Διονύσου· πρὸς Διόνυσον AS
*εἰσδυόμενα· εἰσερχόμενα (r) AS
*εἴσεαι· γνώσῃ (Η 226). γνῶθι AS [προσήκει, πρέπει] A
εἰσδύσῃ· εἰσελεύσει
*εἰς ἕ· πρὸς ἑαυτόν (Ψ 203) S
*εἰσέθει· εἰσέτρεχεν· {θέειν} γὰρ τὸ τρέχειν ASvg
*εἰσίτω· εἰσερχέσθω ASn
εἰσέδρακεν· ἐθεάσατο (ι 146)
*εἰσεκώμασεν· εἰσῆλθεν ASgnP
*εἰσελάσων· εἰστρέχειν μέλλων AS
*εἰσελαύνοντα· εἰσερχόμενα (A) S
εἰσεμπορεύεσθαι· τὸ εἰς πολεμίους ἐμπορίας χάριν ἀπιέναι
εἰς ἐμφανῶν κατάστασιν· ἣν ἡμεῖς καλοῦμεν ἐμφανείας ἐγ-
γύην
εἰς ἔρερον· εἰς δουλείαν
εἷσεν· ἐκάθισεν (Γ 382) r. S ἵδρυσεν (ζ 8)
*εἰς ἐπίδοσιν· εἰς αὔξησιν ASvg
εἰς ἔνην· εἰς τρίτην (Ar. Ach. 172)
*[εἴσετο· δόξειεν AS]
*εἰς εὐνήν· εἰς κοίτην (Λ 115) ASvgN
*εἰσέφρησεν· εἰσήγαγεν r (ASvg)
εἰσέφρηκεν· εἰσεπήδησεν. εἰσαφῆκεν
ἐΐσης· εἰς ἴσον ἑκάστῳ μεμερισμένης [δε] "δαιτὸς ἐΐσης" (Α
468 ..)
εἰσηγαγέτην· εἰσήγαγον. δυϊκῶς
*εἰσηγεῖται· συμβουλεύει. νουθετεῖ AS
εἰσηγήσασθαι· τὰ αὐτά
*εἰσηγήσεως· διδασκαλίας, παραινέσεως AS
*εἰσήγησις· τὰ αὐτά r. ASvg Pn
εἰσηγητήρια· ὅταν ἄρχηται βουλεύειν, ἢ θύειν
εἰσηγητής· *διδάσκαλος. Avgn παραινέτης. εἰσάκτης. σύμ-
βουλος
εἰσηγοῦμαι· συμβουλεύω, παραινῶ διδάσκω, νουθετῶ
*εἰσήλασεν· εἰσῆλθεν ASvg
*εἰσήλατο· εἰσεπήδησεν r. ASvg
εἰσηλεῖν· εἰσάγειν. εἰσελαύνειν
*εἰσηλύσιον· τίμημα εἰσόδου, ἢ τέλος AS
εἰσήῤῥησεν· εἰσεφθάρη (Ar. Equ. 4) (r)
ἐΐσης· ἰσομοίρου. [ἴσης (Α 468) S
†εἴσηται· παύσηται
εἶσθα· πορεύσῃ, ἢ πορεύου (Κ 450)
*εἰσθμός· εἴσοδος ὕδατος S στενή
*εἶσι· πορεύεται n ἢ ἔρχεται (Γ 61) S
εἰσί· τυγχάνουσιν, *[ὑπάρχουσιν (Α 153) rAS
*εἰσίασιν· εἰσέρχονται (Hebr. 9,6) r. ASvg
*εἰσείεις· εἰσήρχου A
*εἰσίοις· εἰσέλθοις AS
*εἴσιθι· εἴσελθε (Eur. Andr. 876) r. ASvg
εἰσίθμη· εἴσοδος r στενή (ζ 264)
*εἴσιμεν· εἰσερχόμεθα (Eur. Or. 1119) AS
εἰσίοντο· εἰσήρχοντο r
*εἰσίουσιν· εἰσέρχονται AS
*εἰσίτω· εἰσελθέτω r. ASn Ps
εἰς κάλλος {γράφειν}· τὸ καλλιγραφεῖν. ὅταν δὲ ἁμιλλᾶσθαι
εἰσκεκριμένον· ἐπεισαγόμενον, ἢ *[ἐπείσακτον np
ἐΐσκομεν· εἰκάζομεν S
ἐϊσκόμενον· εἰκαζόμενον
ἐΐσκειν· εἰκάζειν, ὁμοιοῦν, δοκεῖν
†Εἰσκονιανοί· οἱ Ἐφέσιοι. ὡς Ἀντίμαχος (fr. 104 W.)
*εἰς κόρακας· εἰς τὸ σκότος ASvg
*εἰσκρίνει· εἰσχωρίζει. μερίζει (ASn)
εἰσκρίνοιτο· εἰσφέροιτο. κρίνοιτο S
εἰσκυκλεῖσθαι· περιφέρεσθαι
*εἰσκυκλήσας· περιελθών AS
*ἐΐσκω· εἰκάζω, ὁμοιῶ (Γ 197) ASn
*εἰς κόνιν· εἰς γῆν (Ps. 21,30 ς#) AS
*εἰς λῆξιν· εἰς τελειότητα ASvgn
εἰς μελίττας ἐκώμασας· παροιμία, ἐπὶ τῶν παρὰ δόξαν
ἀθρόως κακουμένων
εἰς νέωτα· εἰς τὸ ἐπιόν
εἰσόδια· πρόσοδοι. ἀναλώματα
εἰς ὁδὸν ὁρμηθείς· ἀντὶ τοῦ μετέωρος πρὸς ἀπόπλουν
*εἰσοικίζεται· εἰσφέρει. ἢ εἰσφέρεται. ἢ ἰδιοποιεῖται (Men. fr.
765 Koe.) AS
*εἰσοίσει· εἰσενέγκῃ (Eur. Bacch. 367) r. ASvgn
εἰσοιχνεῦσιν· εἰσπορεύονται. καὶ ἐνεδρεύουσιν (ι 120)
*εἰς ὅ κεν· ἕως ἄν (Β 332) S
εἴσομαι· *γνώσομαι (Θ 532) ASvg ὄψομαι. χάσομαι. ἱδρύσο-
μαι. εἰσελεύσομαι
εἰσομένας· γνωσομένας. ὁμοιωθείσας
εισόμενον· ὁδοιποροῦντα
ἔισον· ἀγαθόν
εἴσονται· γνώσονται, r ASvg μαθήσονται (Eur. Andr. 258)
*εἰσορόων· βλέπων (Ε 183) g
*εἰς ὅ τε· ἕως ἄν ASv
*εἰς παραβολήν· εἰς γέλωτα (Ps. 43,14 ..) ASvg
*εἰσπεπαικότες· εἰσπεπηδηκότες Sn (AS)
*εἰσπεποιημένη· ἔξωθεν γεγενημένη (AS)
*εἰσποιητόν· θετόν ASvgn νόθον
εἰσπράκτωρ· ἐπαίτης
εἰσπραξάμενος· μεθοδεύσας, ἀπαιτήσας
*εἰσπράττει· ἀπαιτεῖ q SPn
*εἷς ῥα· εἷς δή. περὶ ἑνός ASn
*†εἰσέω· ἱκετεύω (A) S
εἰς τέλος· ἕως γήμῃς
*εἷστο· ἐνεδέδυτο r. AS
*εἰς τὸ ἀπηχές· εἰς χεῖρον ASvg ἢ κακόν AShp
*εἰσφορά· τέλεσμα q ASvg
εἰσφρῆναι· εἰσάξαι, ἐνεγκεῖν
εἰσφρήσασθαι· †καυχάσασθαι. μετὰ σπουδῆς *εἰσενεγκεῖν
(Dem. 8,15?) (AS Pn)
εἰσφρήσῃ· εἰσαγάγῃ, εἰσάξῃ
*εἰς χάος· εἰς ἀέρα. ἀντὶ τοῦ εἰς ἐρήμωσιν (Mich. 1,6) AS
εἰ σφῶϊν· εἰ ὑμῶν (Α 257)
*εἴσω· ἔσω, ἔνδον (Γ 322 Δ 460) r. ASn
*εἰς ὦπα· ἄντικρυς, ἢ [τὸ] πρὸς ὄψιν (Γ 158) Sg n
εἰσωμίλει· ἐκολάκευεν
εἰσωποί· ἐναντίοι, ἢ ἔσωθεν βλεπόμενοι, ἢ ἔνδον τῆς ἐπιφανείας
ὄντες· "εἰσωποὶ δ' ἐγένοντο νεῶν" (Ο 653) κατὰ πρόσωπον
εἶχον τὰς ναῦς
*εἶτα· ἔπειτα, r. g μετὰ ταῦτα
[ε]ἰτάκειν ἐληλυθέναι
εἴ τις καὶ πηγή· ἐπὶ τῆς Κλείτης (Greg. Naz. AP 8, 97,2)
*εἰ τό γε· εἰ τοῦτό {γε} (Α 116) n
εἴ τοι θυμός· ἐάν σου ἡ ψυχή (Α 173)
*εἴτω· ἐλθέτω (Η 75) AS v
εἰφθῇ· εἴβηται
εἰχέαι· [ἐοικέναι]
εἶχε· κατεῖχε S
εἰχέσθην· ἐνείχοντο. ἐθαύμαζον
εἴχεται· [οἴχεται]
*εἰχόμενος· κατεχόμενος A
εἴω· πορεύωμαι (Sophr. fr. 48) r
*εἴωθεν· ἔθος ἔχει (Sir. 37,14) r. n.
εἰωθότες· εἰθισμένοι, ἔθος ἔχοντες (Ε 203)
*εἰωθώς· σύνηθες ASpn ἔθος ἔχων (Ζ 508) Sn
*εἵως· ἕως, μέχρι τινός nS
εἴωσεν· ἀπεώσατο
*εἰῶσιν· ἐῶσιν (Λ 549) n
*εἵως· ὅπως, ἵνα, ἐφ' ὃν χρόνον
ἐκ· καὶ ἀντὶ τοῦ πρό
ἐκάδευον· ἐπένθουν
ἑκάεργον· μακροβόλον, τοξότην (Α 147)
*ἑκάεργος· ὁ μακρόθεν εἴργων ASvg τοῖς βέλεσιν (Α 479)
ἕκαθεν· μακρόθεν, πόῤῥωθεν (Β 456)
ἐκάκιζον· ᾐτιῶντο, ἐμέμφοντο
ἐκαθίσατο· Ἀττικοί. ὅταν τις ὠνούμενός τι τῶν ὑπὸ κήρυκι
πιπρασκομένων, παραχρῆμα αὐτὸ μὴ ἀπάγῃ, ἵνα δὴ κυρία
αὐτῷ μένῃ ἡ ὠνή. καὶ ἱδρύσατο
ἐκαίνυτο· ἐνίκα (γ 282)
*ἐκάκωσα· {κακῶς διέθηκα} (Num. 16,15) (nw)
*ἐκαλαμήσαντο· ἀπεθέρισαν, ἐκ τῆς τοῦ σπόρου καλάμης (Iud.
20,45) AS
Ἑκάλειος Ζεύς· ὃν {ἐφ'} Ἑκάλῃ ἱδρύσατο
ἑκαλία· πόῤῥωθεν
ἑκάλιμος· ἱερός, ἀφειμένος
ἐκαλιάξαντο· ἐσκήνωσαν
ἐκάμαξεν· ἔσεισεν
ἐκαμάτευσε· μετὰ κακοπαθείας εἰργάσατο. καὶ ἔφυγεν
ἔκαμεν· ἐπετέλεσεν, ἐποίησεν. ἠῤῥώστησεν. ἀπέθανεν. ἐκοπίασεν
ἐκάμοντο· κατειργάσαντο (ι 730)
*ἔκανεν· ἐφόνευσεν ASvg
ἑκανόμος· ἀγελαῖος φιμός
*ἐκάπυσσεν· ἐξέπνευσεν AS {κάπυς} γὰρ τὸ πνεῦμα. καὶ συνέσχεν
(Χ 467)
*ἐκαραδόκουν· ἐκαρτέρουν. ἐπετήρουν ASn
ἐκαρβάνιζεν· ἐβαρβάριζεν· {καρβὰν} γὰρ ὁ βάρβαρος. τὸ δ'
αὐτὸ καὶ †ἐκαρβάνιζεν
†ἐκάρδικεν· οὐκ ἂν ἐπάη τὴν καρδίαν†
ἐκαρίωσας· ἀπέκτεινας
ἐκάρκαιρεν· ἐπλήθυεν
ἐκάρκαιρον· ψόφον τινὰ ἀπετέλουν
*ἐκαρποῦτο· παρεκέρδαινεν ASvg
ἐκαρτύνοντο· ὠχυροῦντο (Λ 215)
ἐκαρφύνοντο}· ἐξηραίνοντο
ἐκαρώσαντο· ἐλιποθύμουν
ἑκὰς πόλιος· *μακράν ASvg, χωρίς, *[πόῤῥω r ASvg μακρὰν
[τῆς πόλεως r
ἑκαστάτω· ποῤῥωτάτω, μακροτάτω (Κ 113)
*ἑκάστοις· ἐνίοις, θατέροις AS
*ἑκάστοτε· ἀεί. παρ' ἕκαστα ASnh
ἑκαστέρω· ποῤῥωτέρω, κεχωρισμένως (Theocr. 15,7)
ἐκασώρευον· περιεφοίτων, ἐπόρνευον
ἑκάταια· τὰ πρὸ τῶν θυρῶν Ἑκάτης ἀγάλματα. τινὲς δὲ τὰ ἐν
τριόδοις
ἑκατεράκις· δίς
ἑκατερεῖν· τὸ πρὸς τὰ ἰσχία πηδᾶν ἑκατέραις ταῖς πτέρναις
*ἑκάτερθεν· ἑκατέρωθεν Sn τῶν δύο μερῶν (Γ 343)
*ἑκάτερον· ἐπὶ δύο μεμερισμένον AS
*ἑκατέρωθεν· ἐξ †ὅλων τῶν μερῶν (4. Macc. 6,3) AS
ἑκάτη· ξύλον ἐν τοῖς φυλακίοις r ᾧ τοὺς κακούργους προσδες-
μεύοντες ἐμαστίγουν
*ἑκατηβελέταο· τοῦ μακροβόλου (Α 75) (Ap)
ἑκατηβόλος καὶ {ἑκηβόλος}· ὁ ἕκαθεν βάλλων καὶ ἐπιτυγχάνων.
τινὲς δὲ (Simonid. fr. 26 A) ἐπεὶ ἑκατὸν βέλεσι τὸν ἐν Πυθοῖ
δράκοντα ἀνεῖλεν Ἀπόλλων
Ἑκάτης ἄγαλμα· τὰς κύνας οὕτω φασί, διὰ τὸ ἐκφέρεσθαι
Ἑκάτῃ κύνας. ἔνιοι δὲ καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν
(Eur. fr. 968. Ar. fr. 594a)
ἑκάτοιο· μακροβόλου (Α 385)
Ἑκατόμβαια· ἑορτὴ ἐν Ἄργει, καὶ ἀγὼν τελούμενος
Ἑκατόμβαιος· ὁ Ἀπόλλων παρὰ Ἀθηναίοις· καὶ Ζεὺς ἐν
Γορτύνῃ καὶ παρ' Ἀρκάσι καὶ Κρησίν
ἑκατόμβας· θυσίας (Β 321)
Ἑκατομβεύς· μὴν παρὰ Λακεδαιμονίοις, ἐν ᾧ τὰ Ὑακίνθια
ἑκατόμβη· θυσία ποτὲ μὲν ἑκατὸν βοῶν, ποτὲ δὲ βοὸς καὶ
προβάτου καὶ αἰγός. οἱ δὲ τὴν ἀπὸ παντὸς γένους θυσίαν.
S ἢ θυσία †σύσκιος ἑκατὸν †βοῶν, vgA διὰ τὸ ἑκατὸν πόδας
ἔχειν (Α 65)
ἑκατόμβοιον· ἑκατὸν βοῶν, ἢ πολλοῦ ἄξιον (Φ 79) (gS)
ἑκατομβοίδιον· [ἑκατὸν βοῶν τιμή]
ἑκατόμπεδον· τὸ θέατρον. ἢ *ἑκατὸν ποδῶν (Ψ 164) S
*ἑκατόνζυγος· ἑκατὸν καθέδρας ἔχουσα (Υ 247) S
Ἑκατοννήσους· αἱ περὶ Λέσβον
ἑκατονκάρανοι· ἑκατὸν αἱ ἐπιζήμιον πρασσόμεναι
ἑκατόνπεδος· νεὼς ἐν τῇ Ἀκροπόλει {τῇ} Παρθένῳ κατα-
σκευασθεὶς ὑπὸ Ἀθηναίων, μείζων τοῦ ἐμπρησθέντος ὑπὸ τῶν
Περσῶν ποσὶ πεντήκοντα
ἑκατόνπολιν· ἑκατὸν πόλεις ἔχουσαν (Β 649)
ἑκατὸν πόλεων πρυλέεσσ' ἀραρυῖαν· ἤτοι ἑκατὸν πόλεων
ἔχουσαν ἄνδρας ἀριστέας ἐντετορνευμένους· ἢ ἑκατὸν πόλεων
ὁπλίταις πεζοῖς ἱκανὴν ἐφαρμόσαι (Ε 744)
ἑκατόνσεμνον· πολύ. μέγα
ἑκατόνχειρον· κυρίως κατὰ τὸ μυθικόν· ἢ ἑκατόμπηχυν, διὰ
τὸ μέγεθος· [ἢ ν# πόδας] ἢ ἑκατὸν χεῖρας ἔχοντα (Α 402)
ἑκατοστύς· ὡς χιλιοστύς. συγγένεια
*†ἔκαχεν· ὑπήντησεν AS
ἐκβαβάξαι· ἐκσαλεῦσαι. Σοφοκλῆς Ἀντηνορίδαις (fr. 135)
Ἐκβατηρία· Ἄρτεμις ἐν Σίφνῳ
Ἐκβατάνων· [Περσικῶν]
Ἐκβατάνων· πόλις (Aesch. Pers. 16)
ἐκβακχεύει· ἐκταράσσει. ἢ ἀσέμνως ἑορτάζει
ἔκβασις· πέρας r τινὸς ὑποθέσεως. ἢ ἐκβλάστησις
ἐκβεβόλβισται· ἐξώρυκται p ἠφάνισται, ἀπὸ τῶν βόλβων
(Com. ad. 992)
*ἐκ βελέων· ἐκ τῶν βελῶν (Ξ 130) b
ἐκβῆναι ὄρος καὶ {ποταμὸν διαβῆναι}
ἐκβήσεται· προβήσεται. [ἐκβαίνει]
*ἐκβιβάζει· ἀνύει. δοκιμάζει Sn
ἐκβιούζει· θρηνεῖ μετὰ κραυγῆς
ἐκβλίσαι· ἐκθλῖψαι, ἐκπιέσαι· {βλίζειν} γὰρ τὰ κηρία ἐκθλίβειν
ἐκβλιστέος· ἐκθλιπτέος
ἐκβολάς· γῆ χωστή
ἐκβολβίσαι· ἐκ ῥιζῶν ἀνασπάσαι
ἐκβολὴ σίτου· ὁ σπόρος
ἐκβολὴ λόγου· παράβασις, μετάβασις
ἐκβασιλίζεται· εἰς βασιλέως ἔθη τρέπεται
ἐκβόσκεται· διεσθίει, ἐκβιβρώσκει
*ἐκβρασθείη· ἐκβληθείη, ἀποῤῥιφείη (ASvgn)
*ἐκβρασμός· ἔκζεσις AS ταραχή, θόρυβος gn ταραγμός (Nah.
2,10 v. l.)
*ἐκγεγάμεν· ἐκγεγεννῆσθαι (Ε 248) (S)
ἐκγελοιώσαιμι· ἐκχλευάσαιμι
*ἔκγονα· τέκνα τέκνων r (ASg)
ἐκγρυτεύσῃ· ἐξερευνήσῃ
ἐκδαβῇ· ἐκκαυθῇ. Λάκωνες
ἐκ δ' ἄγαγε· ἐξήγαγε δέ (Α 346)
ἐκ δ' ἄγαγε πρὸ φόωσδε· προεξήγαγε δὲ εἰς τὸ φῶς τὸν
ἀλιτόμηνον (Τ 118)
*ἐκ δ' αἴνυτο· ἀφῃρεῖτο δέ (Δ 531) n
*ἐκ δ' ἔβαν· ἐξέβησαν (Γ 113) ASvg
ἐκδεδασύνθαι· {τὸ} σῶμα δασὺ γεγονέναι
*ἐκδειματοῦντες· ἐκφοβοῦντες ASn
ἐκδείρεται· ἐκδερματοῦται
ἐκ δ' ἕλον· ἐξέδωκαν (Α 369)
*ἐκ δεμνίων· ἐκ τῶν στρωμάτων (Eur. Or. 312) ASvgn
ἔκδεξαι· ἀνάμεινον r
*ἐκδέχεται· προσδοκᾷ, περιμένει (ep. Iac. 5,7) (AS)
ἐκ δὲ Χρυσηῒς νηός· ἐξέβη δὲ τῆς νηὸς καὶ ἡ Χρυσηΐς (Α 439)
ἐκδέψηται· ἐκμαστιγώσηται
ἐκ δὲ Καρδίης· Καρδία πόλις ἐν Χεῤῥονήσῳ. ὠνομάσθη δὲ ἀπὸ
τοῦ ἁρπάσαι κόρακα καρδίαν ἀπὸ θυσίας καὶ κομίσαι εἰς τὸν
τόπον, ἔνθα ἡ πόλις ἐκτίσθη (Hdt. 6, 36, 2 ..?)
ἐκ δ' ἦλθεν· ἐξῆλθεν (Κ 140)
*ἔκδηλος· φανερός (Ε 2) ASPn ἢ ὑπερέχων ASP
*ἐκδημεῖ· ἀποδημεῖ AS ἀναχωρεῖ
*ἐκδιαιτηθῆναι· διαστραφῆναι (4. Macc. 18,5) AS [ἢ δια-
πραχθῆναι] g (n)
†ἐκδιᾶν· σπᾶν. καὶ κέραμον συντετριμμένον ...
ἐκδιάστρα· κλῶσμα. ὁ στήμων
ἔκδικεν· ἐξέβαλεν
ἐκδίκησις· ἀνταπόδοσις (Sir. 27,28) r
ἐκδίδως· προδίδως
ἐκ Διὸς ὕδατα· τὰ ὄμβρια
ἐκδόται· προδόται, ἀποδόται
*ἔκδοτος· προδεδομένος ASn (vg) ἀποδεδομένος
ἐκδούπησαν· ἐβρόντησαν (Λ 451)
*ἐκδοχή· προσδοκία (Hebr. 10,27) Avgn
ἕκδραχμον· ἑξάδραχμον
ἐκδύειν· ἐξελθεῖν
ἐκδύετον· ἐξέδυσαν. δυϊκῶς
*ἐκδύνει· ἐξέρχεται (Prov. 11,8) AS
*ἐκ δυοῖν· ἐκ δύο ASp
†ἐκδύον· καλόν. κομψόν
ἐκ δυοῖν τρία βλέπεις· τοῦτο ἐλέγετο ἐπὶ τῶν διὰ γῆρας ἢ
ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων
τὰς αἰσθήσεις
ἐκδύς· ἐξελθών (χ 334) ἐκδυσάμενος (ξ 460) r
ἐκ δ' ὦσε· ἐξέωσε δέ (Ξ 494)
ἐκέασεν· ἔσχισεν (ε 132)
ἐκέδασεν· διεσκόρπισεν (Ε 88) [ἐκλαθέσθαι ἐποίησεν]
ἐκεῖ· μακράν, πόῤῥω
ἐκεῖεν· [ἐκέντησεν]
ἐκείνω· ἐκεῖνοι. δυϊκῶς
ἔκειρον· ἤσθιον, ἀνήλισκον (λ 578)
ἐκέκαστο· ἐνίκα. ἐδοξάζετο. *ἐκεκόσμητο (Β 530) ASg
ἐκεκεύθει· εἶχεν. ἀπέκρυπτεν (ι 348)
ἐκεκήδει· [ὑπεχωρήκει]
ἐκέλαθον· [ἐπελάθοντο. {ἐκλαθέσθαι ἐποίησαν}]
†Ἐκελαοί· οἱ Ἀττικοί
ἐκέλευσεν· ἠνάγκαζεν. ἔλεγεν (Θ 318)
ἐκέκλετο· τὸ αὐτό (Ζ 66. Θ 184)
ἔκελσεν· [ἔσχισεν, διέλυσε. κατέβλαψεν]
ἐκέλησεν· ἐκέλευσεν
ἐκέλσαμεν· ὡρμίσαμεν (ι 546)
ἔκελσε· κατέλαβεν
*ἐκενώθησαν· ἐρημώθησαν (Ierem. 14,2) ASvg μετεβλήθησαν S
ἐκένωσεν· ἐρήμωσεν (ep. Phil. 2,7)
ἐκεράϊζον· ἀπώλλυον
ἔκερσεν· ἔκειρεν. ἔτεμεν, *ἔκοψεν (Ν 546) ASgPs
ἐκερτόμεον· ἠρέθιζον (β 323)
*ἐκεύθανον· ἔκρυπτον (Γ 453) ASg
*ἐκεχειρία· ἀργία ASvg ἀνάπαυσις, [ἀνοχή Svg φιλία {τῶν
ποτε ἐχθρῶν} bT
ἐκεχάνδει· ἐκεχωρήκει (Ω 192)
ἐκέχειρον· τὸ ἀργύριον
*ἔκηα· [διεσκέδασα.] κατέκαυσα (Α 40) Ag (S)
ἑκηβολίαι· προέσεις τῶν βελῶν, μακροβολίαι. εὐστοχίαι (Ε 54)
*ἑκηβόλος· τοξότης, μακροβόλος, (Avg) εὔστοχος (Α 96)
ἔκηδεν· ἀπώλλυεν
ἐκήθεον· ἐβοήθουν
ἑκηλία· φιλοτησία, εἰρήνη
*ἕκηλος· ἥσυχος (AS)p πρᾷος (Ε 805) ASvg
ἐκηριώθη· ἐσκοτώθη. ἐπτοήθη. ἐθανατώθη. ἄμεινον δὲ ὠχρία-
σεν
ἕκητι· ἕνεκα. r ἢ χωρίς
ἔκθαμβος· ἔκπληκτος (1. Regn. 4,13 ς#)
*ἐκθειάσαι· ἐπαινέσαι. S [ἢ ἔκθεμα]
ἐκθέβεν· ἐκτρέχειν
*ἔκθεσις· ὀφειλὴ παλαιά AS νομοθεσία r πρόσταξις, δόγμα
ἔκθεσμοι· *παράνομοι (Σ) ἄδικοι, *ἄνομοι (APn)
*ἔκθετα· ἐκριπτόμενα (Act. ap. 7,19) ASvgn
*ἐκθηριοῖ· μισεῖν ποιεῖ. διεγείρει AS
ἔκθορ] ἔκθορεν· [ἐξεπήδησεν (Π 427)
ἔκθιβος· [τὸ λῶμα τοῦ χιτῶνος, οἱ δὲ {ἔκθροιβος}]
ἐκθορνύμενος· ἐκπηδῶν
ἐκθοράψει· ἐκδιώξει. ἀπὸ τοῦ ἐκθορεῖν
*ἐκθορεῖν· ἐκπηδῆσαι, ἐκδραμεῖν gp
*ἐκθορών· ἐκπηδῶν vg ἐκπηδήσας AS
*†ἐκθόοντας· ἐξερχομένους AS
*ἐκθρώσκει· ἐκπηδᾷ (Κ 59) gn
ἐκθύει· ἐκζεῖ. ἐξεμεῖ (Hippocr. liqu. 6, VI 130 L.)
ἐκθύεσθαι· ἐξιλάσκεσθαι
ἐκθύματα· ἐξανθήματα (Hippocr. epid. 2, 2, 16, V 90,5 L) r
ἐκθύμενος· [λῶμα. κόμβος.] ταχύς
ἐκ θυμοῦ πεσέειν· μισηθήσεσθαι, μὴ εἶναι ἀρεστόν. ἐκπεσεῖν
τῆς ψυχῆς (Ψ 595)
*ἐκθύμως· προθύμως ASps κατὰ ψυχήν (v)
ἐκθύωσιν· ἐκζέωσιν. ἐκπίπτωσιν
ἐκίαθεν· ἐπορεύετο
ἐκίγχανεν· ἐτύγχανεν, κατελάμβανεν, εὗρεν
*ἐκίδνατο· διεσκορπίζετο, ἐσκεδάννυτο (Θ 1) ASg
ἐκίνδαψεν· ἔψηλεν
ἐκινδάψασεν· ὑπέψηλεν, ἀπὸ {κινδαψοῦ}, ὅπερ ἐστὶν ὄργανον
κιθαριστήριον ποιόν, {κινδαψός}
*ἔκιον· ἐπορεύοντο (μ 138) ASgn
*ἐκίσσησεν· ἐγέννησεν (Ps. 50,5) ASvgn
*ἐκίχανεν· ἔλαβεν, εὗρεν (Γ 383) ASgn
*ἐκιχήσατο· κατέλαβεν (Δ 385) gn
ἑκκαιδεκάδωρα· ἑκκαίδεκα παλαιστῶν· {δῶρον} γὰρ παλαι-
στή (Δ 109)
*ἐκκακοῦμεν· ἀμελοῦμεν AS(vg) ἀκηδιῶμεν (2. Cor. 4,1 v. l.)
S (vg)
†ἐκκακή· ὧδε
ἐκκαλάξαι· κλῖναι τὸ ἱστίον
*ἐκκαλεῖται· προκαλεῖται ASgn
ἐκκαλύπτων· φανεροποιῶν
ἐκκανάξειν· ἐκκενώσειν, ἀπὸ τοῦ {κανοῦ}. θορυβήσειν (Eup.
fr. 272)
*ἐκκαπηλεύειν· δολοῦν ASg
ἐκκαυλῆσαι· ἐπιδοῦναι
ἐκκαχρύσω· ἐκκοκκίσω. ἐκτινάξω, ἢ συντρίψω. οἱ δὲ κρῖμνα
ἐκκέας· ἐκκαύσας (Ar. Pac. 1133)
†ἐκκεκελλήρικεν· ἐκκέκληκεν
ἐκκεκηριωμένη· ἐκπεπληγμένη, ἔξω τῆς ψυχῆς γεγονυῖα
*ἐκκεκολαμμένα· γεγλυμμένα (3. Regn. 6,35) AS
ἐκκεκομμένος· ὁ διὰ τοῦ κυβεύειν τὰ αὑτοῦ ἀπολέσας, ὅπερ
νῦν {ἐκκεκοττισμένος} φαμέν. ἢ ὁ ἀποκεχωρισμένος
ἐκκεκονίσθαι· τὸ εἰς κονίαν ἀναλελύσθαι
*ἐκκεκρικώς· ἐκκεχωρικώς ASgn
ἐκκεκώπηται· ἐξήρτηται. Σοφοκλῆς Συλλόγῳ (Soph. fr. 148)
ἐκ κευθμῶν· τῶν κοίλων τόπων (Ν 138) S
*ἐκεχειρία· ἄνεσις. ἀργία. συνθήκη. ἀνοχὴ πολέμου ASvg
εἰρήνη (A) S
*ἐκκέκυφεν· ἀνωρθώθη (Ierem. 6,1) AS
ἐκκεχιλωμένη· ἐψυγμένη. ἐκκεχερσευμένη (p)
ἐκκεχοιριλωμένη· οὐ Χοιρίλου οὖσα. Ἐκφαντίδῃ γὰρ τῷ
κωμικῷ Χοιρίλος θεράπων ἦν, ὃς συνεποιεῖτο κωμῳδίας
*ἐκκήρυκτον· ἀπόβλητον (Ierem. 22,30) r. ASvg
ἐκκλέπτει· ἐκπορεύεται
ἐκκλησία· σύνοδος, *συναγωγή ASg πανήγυρις
ἔκκλητοι δίκαι· αἱ ἐπὶ ξένης λεγόμεναι, καὶ οὐκ ἐν τῇ πόλει
[τρίβοιεν]
ἐκ κλίμακος· τοῖς πύκταις, ὁπότε χρονοτριβοῖεν, κλῖμαξ ἐτίθετο,
ὑπὲρ τοῦ [μὴ] μένειν ἐπὶ τῆς αὐτῆς χώρας
†ἐκκολλαβήσαντα· ἐκλακέντα. ἐκφρονήσαντα†
ἐκ κολεοῖο· ἐκ τῆς ξιφοθήκης (Α 194)
*ἐκκομιδή· ἐκφορά (2. Macc. 3,7) (ASvg)
ἐκκομίσαι· ἐξελάσαι
ἐκκομίζονται· ἐκτρέφονται
†ἐκκομοδεύειν· τὸ ἐν ἰπνῷ φρύγειν. καὶ καθόλου τὸ φρύγειν
*ἐκ κόπων· ἐκ τῶν ἀδικιῶν (Malach. 2,5) ASg
ἐκ κόρυθος· ἐκ τῆς περικεφαλαίας (Ε 4)
ἐκκοροῦσι· φθείρουσιν, ἐκκαλλύνουσιν
ἐκκοχύζειν· ἐκκοιτίζειν
*ἐκκόψαι· πορθῆσαι (Ierem. 26,13 v. l.) AS
ἐκκύλιστοι· στέφανοι μεγάλοι, ἁδροί (Archipp. com. fr. 40)
ἐκκραγεῖν· ἐκβοῆσαι
ἐκκρινεῖ· χωριεῖ
*ἐκκρίνεται· ἐκρίπτεται. ἐκρέει ASvg
*ἔκκρισις· ἔκρευσις ASvg ἱδρώς. οὖρον. κόπρον S ἢ τὸ φέρεσθαί
τινα διὰ τῶν ἄνω καὶ κάτω AS
*ἔκκριτον· ἐπίλεκτον ASvg προκεκριμένον (Eur. Hec. 267) Σ
*ἐκκρούει· ἐκβάλλει A
*ἔκκριτος· ὁ ἐκλελεγμένος SP
†ἐκκύεις· ἐρεθίζεις. ἐπισείεις
*ἐκκυκλεῖ· ἐκκαλύπτει ASg
ἐκκύματα· [ἐξανθήματα] r
ἔκκυνοι· νόσημά τι κυνῶν (Xen. Cyn. 7,10)
†ἐκκονεῖ· ἐγχωρεῖ
ἔκλαγξαν· ἄναρθρον ἐβόησαν, *ἤχησαν ghp ποιὸν ἦχον ἀπε-
τέλεσαν (Α 46) AS ἀετοῦ τρόπον ἐβόησαν
ἐκλακτισμός· σχῆμα χορικὸν ὀρχήσεως σύντονον
ἐκλαμβανέτην· ἐλάμβανον. δυϊκῶς
ἐκ λάρνακος· νόθος (trag. ad.)
*ἐκλαχών· διαλαχών AS
ἐκλεανθείης· ἐκτριβείης
*ἐκλείποντα· δύνοντα (Iob 31,26) AS
ἐκλέλαθον· ἐξελάθοντο
*ἐκλείψει· ὑστερήσει AS ἀπολεῖται (AS)
ἐκλέλαθον· ἐπιλαθέσθαι ἐποίησαν (Β 600) [ἀπέδειξαν, ἐξήλα-
σαν]
ἐκλελαμμένον· [ἐξεστραμμένον]
†ἐκλελαπτημένον· ἐκπεπονημένον
ἐκλελυγισμένος· ἐξεστραμμένος
ἔκλεο· κλέος εἶχες (Ω 202)
ἐκλεπεῖ· [ἐκπορεύεται]
*ἐκ λεχέων· ἐκ τῆς κοίτης (Λ i) vg
ἐκλέψαι· ἐκλεπίσαι
*ἔκλεψε· παρελογίσατο ASn ἠπάτησεν (Ξ 217) n
*ἐκληδονίζετο· ἐμαντεύετο [ὁ] ἀπὸ ἀκοῆς {τὰς} μαντείας δεχό-
μενος (4. Regn. 21,6) ASvg
ἐκ Λημνίης· ἐκ τῆς Λήμνου
ἐκληροδότει· ...
*ἐκλήτευσεν· ἐκάλεσεν ASs
ἐκλειᾶναι· λεπτῦναι
ἐκλίθης· ἐτράπης
ἔκλιναν· εἰς φυγὴν ἐτράπησαν (Ε 37)
ἐκλίνθη· κατεκλίνθη
*ἐκλιπαρεῖ· λίαν παρακαλεῖ Avgn
ἔκλογον ὄν· [μεταξὺ λόγων]
ἔκλιπεν· ἐξέλιπεν. ἐμειώθη
ἐκλιχάζει· ἐξορμᾶν ποιεῖ. ἐκσοβεῖ
ἐκλογῆ· κάλαθον. Λάκωνες
*ἐκλογιστίαν· ἀρίθμησιν (Tob. 1,21) ASvg
ἔκλογον· {μεταξὺ λόγων} διήγησιν. Αἰσχύλος Σαλαμινίαις
(fr. 219)
ἐκλόνεον· ἔφθειρον
ἐκλονεῖτο· ἐταράσσετο· {κλόνος} γὰρ ἡ ταραχή
ἐκλούηται· ἐκνίπτηται
*ἔκλυε· ἐπήκουε. (Α 43 ..) S καὶ {ἔκλυες} AS, {ἔκλυον} ASvg
ὁμοίως
†ἔκλυρον· χλωρόν. δίυγρον, ἢ νοτερόν, ἔνικμον, ὑγρόν
ε κλυτός· ἔνδοξος, τίμιος (Θ 440)
ἐλύτρωσον· [ἐκλύρισον] κάλυψον
ἐκλωπίζει· λωποδυτεῖ
ἐκλωτίζεται· ἐξανθίζεται. Ἀχαιὸς Οἰδίποδι (fr. 31)
*ἐκμαγεῖον· ἐκτύπωμα. ὑπογραμμός. σφραγίς (Plat. Tim. 72 c)
ASvg
*ἐκμαγεῖσαι· ἐκτυπωθεῖσαι ASn
*ἐκμαγειωθείς· ἐξομοιωθείς ASvgn
ἐκμάσσει· {ἀποσπογγίζει} (r)
*ἐκ μελάθρων· ἐξ οἴκων (Soph. Phil. 147) AS
*ἐκμελής· ἀνάρμοστος, ἄτακτος n ἄρυθμος (Greg. Naz. c. 1,2,
33,66)
ἐκ Μελίτης μαστιγίας· Ἀριστοφάνης ἐν Βατράχοις (501)
ὑπήλλαξεν ἀντὶ τοῦ φάναι ἐκ {Μελίτης Ἡρακλῆς}· μετημ-
φίεσται γὰρ τὴν Ἡράκλειον στολήν. Καλεῖται δὲ ὁ ἐν Μελίτῃ
Ἡρακλῆς {Ἀλεξίκακος}
ἔκμελος· ἀδύναμος r
ἐκμεταιωροῦνται· μετεωρίζονται
ἐκμαρτυρία· ἡ τοῦ ἀπόντος μαρτυρία
ἔκμισθοι· οἱ μισθὸν μὴ λαμβάνοντες
ἐκμήνιεν· ὠργίζετο n
*ἐκμηχανῶμαι· κατασκευάζομαι ASn
*ἐκμηχανώμενος· κατασκευάζων g
*ἐκμειλίσσεσθαι· καταπραΰνειν ASvgn
*ἐκμειλιχθείς· ἐξημερωθείς r. ASn
ἐκμιμούμενος· ὁμοιούμενος
*ἔκμολε· ἐξῆλθεν (Λ 604) ASvgn
ἐκμυζᾶι· ἐκπιέζει. [ἐκπιαίνει]
{ἐκμυζηθείς}· ἐκπιεσθείς r ἐκθηλασθείς
*ἐκμυκτηρισμός· χλευασμός ASvg
ἐκνεύμυκτεν· [κατέβαλλεν]
ἐκ νέας· ἐξ ἀρχῆς
†ἐκνῆναι· ἐξαπατῆσαι
ἐκνεύσας· ἐκκολυμβήσας
*ἐκνενεμήκασι· παραδεδώκασιν n
*ἐκνενέμηται· ἐξῆλθεν ASg ἐξῆκται
*ἐκνεφίας· {ἀπὸ} νεφελῶν τις ἄνεμος, Avg {ἢ} ὄμβρων vg βροχὴ
ASn ἀπὸ νεφῶν S
ἐκνημοῦντο· ἐφθείροντο (Hippon. P. Ox. 22, 2323)
ἔκνιψις· ἀπόσμηξις. κάθαρσις
ἐκνόμιον· διακριτόν
ἐκνομίως· †καλῶς μεγάλως (Ar. Plut. 981)
ἔκνοον· ἔκνουν, ἀνόητον (Greg. Naz. c. 2,1,45,48) (n)
ἐκνοσηλεῦσαι· ἀναῤῥῶσαι ἐκ νόσου, †ἀναληψόμεθα
ἐκνοσφίσαι· ἐκβαλεῖν
ἐκοάθη· ἐπενοήθη. ἐφωράθη
ἐκοᾶμεν· ἠκούσαμεν, ἐπυθόμεθα
ἐκοδομεύετο· ἐφρύγετο. ἰπνεύετο
ἐκόησεν· [ἀνέλαβεν]
ἐκοινοβουλεῖτο· ἐκοινοῦτο
*ἐκολῴα· ἐθορύβει ASg ἠτάκτει (Β 212) S
ἐκολλόπωσε· συνήρμοσε κόλλῃ. καὶ γὰρ ἡ κόλλα ἀπὸ τῶν
κολλόπων. ἔστι δὲ τὰ νωτιαῖα μέρη τῶν βοῶν, ἐξ ὧν γίνονται
οἱ κόλλοπες. καὶ ᾧ ἐπιτείνουσιν τὰς χορδάς, {κόλλοπα} ἔλε-
γον, διὰ τὸ δερματίνοις τὸ παλαιὸν χρῆσθαι. Ἀχαιὸς Ἴριδι
(fr. 22)
ἐκοοῦμεν· εἴδομεν. εὕρομεν. ᾐσθόμεθα
ἐκόμισεν· ἔλαβεν. [ἐποίησεν, εἰργάσατο] ἐπιμελῶς ἔθρεψεν
*ἐκοπίσθη· ἠπατήθη. εἰς ὅρκον διεψεύσθη Avg
*ἐκονδύλιζον· ἔτυπτον Agn κονδύλοις A ἤγουν δακτύλοις
(Am. 2,7) gn
*ἐκονίετο· ἐπεσπάσατο κόνιν, ἢ ἐν κόνι ἔκαμνεν A
ἐκόνιον· ἤνυον. [ἢ ἴδιον]
ἑκόντε· δυϊκῶς. βουλόμενοι
ἑκοντήν· θελήσει. ἑκουσίως
*ἑκοντί· ἐθελοντί r. gPn
*ἐκόπασεν· ἐπαύσατο (Ios. 14,15) r Avgn
ἐκορέσσατο· ἐκορέσθη. ἐπληρώθη (υ 59)
*ἐκορθύετο· ὑψοῦτο. ἐκορυφοῦτο ASvg
ἐκορίζετο· ὑπεκορίζετο. παρὰ τὸν παῖδα, ὃν {κοῦρόν} φασιν
ἐκορυβάντιζεν· τοῖς Κορύβασιν ἐτελεῖτο
ἐκορυπτίας· ἐγαυρίας
*ἑκουσιάζεται· προαιρεῖται A προσφέρει (Ag)
*ἑκούσιον· θελούσῃ διανοίᾳ (Lev. 7,6 ..) An
ἐκπάγλως· ἐκπληκτικῶς. [ἐξόχως s μεγάλως, [θαυμαστῶς s
ἔξοχα (Α 268)
ἔκπαγλον ἐπεύξατο· ἐκπληκτικὸν ἐκαυχήσατο (Ν 413 ..)
ἔκπαγλον· θαυμαστόν r
ἐκπαγλεῖσθαι· θαυμάζειν r
ἐκπαγλότατε· θαυμαστότατε. ἐκπληκτικώτατε (Α 146)
ἔκπαγλα· θαυμαστά. μεγάλα, ἔξοχα, περιττά (Γ 415)
ἐκπαθές· ἀπόπληκτον
ἐκπάλαιστος· ἄνανδρος r
†ἔκπαλαι· δεινά. ὑπερήφανα
ἐκ παλαχῆς· ἐξ ἀρχῆς (Nic. Ther. 449?)
ἐκπαλές· ἔξαρθρον (Hippocr. art. 53, IV 238 L.)
ἐκπάλη· ἐχωρίσθη. ἀπέστη. ἐξέπεσεν
ἐκπαλήσαντες· ἐκπεσόντες
ἐκπαλλακίδιοι· οἱ νόθοι
ἔκπαμον· ἀκλήρωτον
ἔκπαλιν κοτεῖν· ἐναντιολογεῖν
†ἐκπλαγότητα· ἐξαισιότητα
ἐκπάλτιον· [ἔξαλλον, οὐχ ὅμοιον]
ἐκ παραβολῆς· ἐκ παρακινδυνεύματος
*ἐκ παραλλήλου· ἐξ ἰσότητος. {ἐξ ὁμοίου} Avg n
ἐκ παραλίας· ἐκ παραθαλασσίας
ἐκ παράλλου· [ἐξ ὁμοίου]
ἐκ πασέων· ἐκ πασῶν (Ι 330)
ἐκπάτιον· τὸ ἔξω πάτου (Aesch. Ag. 49)
ἐκ πάτου· ἐκποδών
ἐκπάτιον· ἀνόμοιον (r)
ἔκπαυμα· ἀνάπαυμα
ἐκπεκτουμένη· κτενιζομένη. καὶ τίλλουσα (Plat. com.)
ἐκ πεδίου· ἐκ τοῦ ἡπλωμένου χωρίου καταστρέψαντας (Am. 1,5)
ἐκπέλει· ἔξεστιν
*ἐκπελλεύει· ἐξωθεῖ A
ἐκπεπαταγμένος· ἐκπεπληγμένος. ἔκφρων (σ 327)
*ἐκπεπολέμωται· ἐχθραίνει A
ἐκπεπότημαι· ἐκπέπληγμαι (Eur. El. 177)
ἐκπερδικίσαι· τὸ διολισθῆσαι καὶ διαδρᾶναι, ἀπὸ τῶν περ-
δίκων μεταφορικῶς· πανοῦργον γὰρ τὸ ζῷον, καὶ διαδιδρᾶς-
κον τοὺς θηρῶντας (Ar. Av. 768)
ἔκπερι· [ἔξεστιν]
*ἐκ περινοίας· ἐξ ἐπινοίας Avg
*ἐκ περιουσίας· ἐκ πλήθους A ἐκ τοῦ ὑπερέχοντος (Dem. 18,3)
Avgn
*ἐκ περιτροπῆς· ἐξ ἀποστροφῆς. ἐκ νίκης Avg
*ἐκπέρσαι· ἐκπορθῆσαι Agn ἑλεῖν, λαβεῖν (Α 19)
ἐκπέρσαντα· ἐκπορθήσαντα (Β 113)
ἐκπέρσωσιν· ἐκπορθήσωσιν (Α 164)
ἔκπεσον· ἐξέπεσον (Λ 179)
ἐκπετρίδδην· παχύνειν ἱμάτιον. Λάκωνες
ἐκπεφανωμένος· ἀπόπληκτος
ἐκπεφάνωται· ἀπο...
ἐκπεφύκασι· βεβλαστήκασι, γεγένηνται
ἐκπέμψας· [ἐκγυμνώσας. ἢ περιβαλλόμενος]
ἐκπηνιεῖται· ἐκμηρύσεται (Ar. Ran. 578)
*ἐκ πῖαρ· λιπαρόν (Λ 550) r. A
ἐκπιμπλάναι· ἀποπληροῦν
ἐκπίνειν· προπίνειν
ἐκπαιφάσσειν· ἐνθουσιᾶν. ἐξορμᾶν (Ε 803)
ἐκπλαγείς· θαυμάσας r
ἐκπιπαταγμένος· [ἐκπεπληγμένος]
ἐκπλαγούμεναι· ἐκπληττόμεναι. μαινόμεναι (Eur. Hec. 1157)
ἐκπλαγῶς· [ἐξόχως. θαυμαστῶς]
ἔκπλαστο· ἐξεπήδησεν (Υ 483)
†ἐκπλήωρον· ἐκπεπληρωκυῖαν ἑαυτήν
ἐκπλήγνυσθαι· ἐκπλήττεσθαι φόβῳ
ἔκπληξις· ἐκφόβησις (Eur. Phoen. 729 ..) r
ἐκπλήξειν· ἐκπλαγῆναι ποιήσειν, ἐκφοβήσειν
ἐκπλήσσει· ἐκφοβεῖ, ἐκπλήττει (Eur. Or. 549)
ἐκπλίσσοιτο· διάγοιτο
ἔκπλυτον· τὸ παρά τισιν ἐξίτηλον καὶ ἀμαυρὸν βάμμα
*ἐκποδών· ἐκ μέσου (Eur. Hec. 1282) APvg ... ἐξαλείφεσθαι
g (n)
ἐκποίητος· ὁ ἐκδοθεὶς ἑτέρῳ εἰσποιήσασθαι q υἱός
ἐκποκιῶ· ἐκτιλῶ
*ἐκπολιορκεῖ· ἐκπορθεῖ, {κατα}πολεμεῖ πόλιν Avg
ἐκ πολίων· ἐκ τῶν πόλεων (Β 131)
*ἔκπομα· φιάλη, ποτήριον A (g) n
ἐκπομπή· ἀποστολή
ἐκπολεμῶσαι· πολεμοποιῆσαι (Dem. 1,7 v. l.)
ἐκπορθεῖ· αἰχμαλωτεύει ps
*ἐκπορποῦσθαι· φιβλοῦσθαι Sgn
*ἐκπορίσαι· ἐκλαβεῖν. ἐξανύσαι A
ἐκπρεπέα· ἐκπρεπῆ, ὡραῖον, περικαλλῆ (Β 483)
*ἐκπρεπές· ὡραῖον. παρὰ τὸ λίαν πρέπον AS (vg)
ἐκπρεπῶς· ἐκδήλως
ἔκπρησιν· ἐκπύρωσιν
*ἐκπρίου· ἀγόρασον. ἐλευθέρωσον (Prov. 24,11) Avgn
†ἔκπροθον· ἐκ παλαιοῦ
ἐκπροθορών· ὁρμήσας (g)
*ἐκπτήσονται· ἐκπετασθήσονται AvgN
*ἐκπύστων· φανερῶν. ἢ πολλοῖς ἀκουστῶν vg
ἐκπωλεύεσθαι· προγυμνάζεσθαι
ἐκπώματα· ἀγγεῖά τινα, ἢ *ποτήρια q ASg
*ἐκραίαινεν· ἐπλήρου, ἐτελείου (Ε 508) n
*ἐκραταίωσεν· ἐδυνάμωσεν (Ps. 104,24 ..) Avg
ἐκρατύναντο· ἐκραταίωσαν (Μ 415 ..) bs
ἐκρατυνάσθην· ἐκράτυναν. δυϊκῶς.
†ἔκραινων· ἐτίμων
ἐκρᾳστωνῆσαι· εὐχερῆ ἀποφῆναι
ἐκρατηρίχθημεν· ἐμεθύσθημεν (Sophr. fr. 106)
ἐκ ῥεθέων· ἐκ τῶν μελῶν (Π 856)
ἐκρήμνισαν· ἐκρέμασαν, κατεπόντισαν
ἐκρήξω· ἀνοίξω
ἐκρήσσων· ἐγρηγορῶν. φυσῶν
*ἐκρίθη· ὡρίσθη (1. Esdr. 8,90) Avg
ἐκρίνατο· ἐπελέξατο. ἠρίθμησεν (δ 778)
*ἔκρινεν· ἐξελέξατο. (Α 309) nps ἐδίκασεν
ἐκρόαινον· ἐπεθύμουν
ἐκροιήν· ἔκρυσιν
†ἔκρουεν· ἤσθιεν
ἐκρούσω· ἐπεκρούσω
ἐκρυῆναι· παύσασθαι. παρὰ τὸ ὕδωρ τὸ ἐκρέον
*ἐκσεσοβημένοι· ἐκτεταραγμένοι (Sap. 17,10 v. l.) Avgn
*ἐκσιφωνισθείη· διασκορπισθείη (Iob 5,5) Avg
ἔκσκευα· τὰ †παρεπόμενα πρόσωπα ἐπὶ σκηνῆς
*ἐκ σπείρης· ἐκ τάγματος. ἐκ νουμέρου (Act. Ap. 10,1) Avgn
*ἔκστασιν· ὕπνον. (Gen. 2,21) vg φόβον (2. Chron. 29,8)
ἐκστέψας· ὅλον γυμνώσας, ἐκκενώσας
†ἐκστύψῃς· ἐκκαύσῃς
ἐκ σῶν· ἐκ τῶν σῶν
ἐκταθῆναι· ἁπλωθῆναι r
ἐκταδίην· μεγάλην, ὥστε διπλῇ χρῆσθαι (Κ 134)
ἑκταῖον· αἱ δέκα κοτύλαι
ἑκταίους· τοὺς ἐκ χοινίκων ἕξ
ἐκτάμνῃσιν· ἐκτέμνει (Γ 62) (b)
ἐκτονθορύζω· τρέμω
*ἔκταν· ἔκτειναν (Κ 526)
ἔκταλος· ἀκάνθης εἶδος
ἐκταρβούμενον· ἐπτοημένον
ἐκτάσσοντα· χαράσσοντα, γράφοντα (4. Regn. 25,19)
ἐκτεθηλυσμένον· ἐκτετηκός
*ἐκτεθηλυσμένοι· μαλακισθέντες. κεκοπιακότες. ἢ ὡς θήλειαι
γενόμενοι Avg
ἐκτεθυμμένα· ἐκτετυφωμένα
ἐκτεθύμμεθα· ἐκτετυφώμεθα
ἐκτείνας· ἁπλώσας, τανύσας
*ἐκτελέουσιν· ἐπιτελοῦσιν (Β 286) s
*ἐκτείνεται· ἁπλοῦται S
ἐκτείνου· ἁπλώθητι
ἔκ τε κονίης· ἐκ τῆς κόνεως (Λ 163)
ἐκτενεῖ· ἐπιμελεῖ
ἐκτενές· διατεταμένον r. ASPn
ἐκτένεια· ἅπλωσις
ἐκτενίᾳ· συνεχῶς ποιεῖν τὸ αὐτό (Act. ap. 26,7 ..)
*ἐκτενῶς· προθύμως. ἢ διατεταμένως (Iud. 4,12 ..) S
ἑκτέον· ληπτέον
†ἔκτεμπροι· προσμένοντες
ἐκτεταμένως· ἁπλωμένως
*ἐκτετάφρευτο· ἐξώρυκτο ASvg
*ἐκτετεικότας· ἀποπληρώσαντας. καταβαλόντας ASvg
ἐκτετραμμένος· ἀπεστραμμένος
*ἐκτετρυχωμένους· καταπεπονημένους. ἐκνενευρισμένους (ASvg)
ἐκ τεφρωδέων· ἐκ τεφροειδῶν (Hippocr. Prorrh. 1, 156 v. l.)
ἑκτήμοροι· οἱ ἕκτῳ μέρει τὴν γῆν γεωργοῦντες
*ἐκ τῆς ὀσφύος· ἐκ τοῦ σπέρματος (Hebr. 7,5) ASvgn
ἕκτη, τρίτη, τετάρτη· νομίσματα ἀργυρίου καὶ χρυσίου καὶ
χαλκοῦ
*ἑκτικῶς· σχετικῶς. ἢ κατὰ ἕξιν· {ἕξις} δέ ἐστι δυσμετακίνητος
τρόπος, ἤτοι διάθεσις ASg
ἐκτῖλαι· ἐκτινάξαι (Eccl. 3,2) r
ἐκτιλωμένοι· συνηθισμένοι, συνήθεις. †ὁμοίως
ἔκτιμα· τὰ ἐπιτεταμένα τῇ τιμῇ
ἐκ τιμημάτων· τίμημα διανέμησις τῆς πολιτείας. Διῄρητο γὰρ
ἡ πολιτεία κατὰ Σόλωνα εἰς τέσσαρα· Πεντακοσιομεδίμνων ...
*ἐκτινάξαι· ἀποκινήσαι (2. Esdr. 15,13) S
*ἐκτινύς· ἀποδιδοὺς (ASvg) τιμωρίας
ἔκτισαν· ᾤκισαν. κατεσκεύασαν (λ 363)
*ἐκτίσει· ἀποδώσει (Iob 2,4) S
ἐκτίσων· ἀποδώσων. *ἀποδώσας S
ἐκτιστής· ἀποδότης r
*ἐκ τοῖο· ἐκ τούτου (Α 493) Svgn
ἔκτοθι· ἐκτός, *ἔξωθεν (Ο 391) Sg
*ἐκ τόκων· ἐκ τοκετῶν (Hos. 9,11) S
*ἐκτολυπεύσας· τελειώσας (Hes. scut. 44) Sn
ἐκτομαδία· εἶδος δόρατος
ἐκτομάς· περικεφαλαία, ἧς οἱ ὀφθαλμοὶ διαλάμπουσιν
ἐκτομεύς· τομεύς, τμητής
*ἐκτομίας· εὐνοῦχος ASvgn σπάδων
ἔκτομον· ἐλλέβορος. καὶ ἄτμητος λιβανωτός
ἔκ τ' ὀνόμαζε· καὶ ἔλεγεν. ἐπείθετο (Α 361 ..)
*ἔκτοπα· ξένα SPnps
ἐκτροπάν· ἔξοδον
ἔκτοπον· χαλεπόν. [ξένον r
*ἐκτοπώτατον· ἐξεστραμμένον (A) Sgn
*ἐκτόπως· ὑπερβολικῶς, rS μεγάλως Sn ἀπρεπῶς Sgn
Ἑκτόρειοι κόμαι· ὡς Δαύνιοι καὶ Πευκέτιοι, ἔχοντες †τὸν ἀπ'
Ἰλίου τοῖς ὤμοις περικεχυμένην τρίχα
Ἑκτόρεον δέ· τὸν δὲ τοῦ Ἕκτορος (Β 416)
ἐκ τορμῶν· ἀπὸ τοῦ καμπτῆρος, ἢ τοῦ σύμπαντος δρόμου
ἐκτορμεῖν· ἐκτετράφθαι τοῦ δρόμου
ἐκ τόρμης· ἐκ †μύθου. ἐκ τοῦ καθήκοντος {δρόμου}
ἕκτορες· πάσσαλοι ἐν ῥυμῷ. Σαπφὼ δὲ τὸν Δία (fr. 180 L. -- P.).
Λεωνίδης τὸν κροκύφαντον
ἐκτός· δίχα, πάρεξ, ἢ ἔξω
ἔκτοσθεν· ἔξωθεν (Ι 552)
*ἐκ τοῦ δή· ἐξ ἐκείνου τοῦ χρόνου Sn
*ἐκ τοὔμπαλιν· ἐκ τοῦ ἐναντίου (Thuc. 3,22, 5) ASvgn
*ἐκ τοῦ παραχρῆμα· ἐκ τοῦ αὐτομάτου (Plat. conv. 185 c) n
ἐκτραγῳδεῖ· ἀποιμώζει, ἀποθρηνεῖ
ἕκτρας· [ἐν ῥυμῷ πάσσαλος]
ἐκτραχηλισθῆναι· ἐκπεσεῖν {τῶν ἵππων}
ἐκτρέπειν· ἀποστρέφειν ὕδωρ
ἐκτριβῆναι· ἀφανισθῆναι p φθαρῆναι (Exod. 12,13)
ἐκτριβαί· τριβαί. χωρισμοί. προφάσεις
ἐκ τρίτης· λόγος ...
ἐκ τριτημόρου· ἐκ τεσσάρων ἡμιεκτέων
ἐκτροπαί· τρίβοι. προφάσεις. χωρισμοί. καὶ ὀφθαλμῶν τι πάθος
ἐκ τροφωλέων· σποδοειδῶν
ἐκτρόχαλον· ἔκτροχον
ἐκτρυπῆσαι· ἐξελθεῖν λεληθότως· {τρυπῆσαι} δὲ τὸ παρελθεῖν
ἐκτρύχωσον· ἔκτριψον
ἐκτρυχωθείς· φθαρείς
ἔκτρωμα· παιδίον νεκρὸν ἄωρον r *ἐκβολὴ γυναικός (Num.
12,12 ..) nsp
ἐκτυφῆναι· ἐκτυφωθῆναι
ἐκ τύμβοιο θορών· ἐκπηδήσας †μεγάλως ἐκ τοῦ τάφου, καὶ
τῆς γαστρός (Greg. Naz. c. 1, 2, 15, 133)
ἔκτυπε· ἐβρόντα (Θ 75)
ἐκτύπωμα· [ἀλλοίωμα.] ὁμοίωμα (Exod. 28,32 ..) r. sp
*ἐκτυπώτερον· κυριώτερον. [φανερώτερον r. A (n)
ἐκυΐσκετο· ἐν γαστρὶ ἐλάμβανεν
*ἐκυκᾶτο· ἐταράσσετο g
ἐκύκων· ἐτάραττον
ἐκύπταζον· †ἐκπλήρωτον. ἔκυπτον. †ἠλογήθην
*ἑκυρέ· πενθερέ (Γ 172) n
ἑκυρός· ἀνδρὸς πατήρ. *πενθερός (Γ 172) Avgn
ἑκυρά· ἡ μήτηρ τοῦ ἀνδρός. [πενθερά (Ω 770) r
ἐκύρησα· εὗρον. ἔτυχον, ἐπέτυχον
ἔκυρσαν· τὸ αὐτό
ἐκύρωσαν· ἐβεβαίωσαν
ἔκυσεν· ἐφίλησεν (Θ 371) r
ἔκυψεν· ἀπήγξατο
ἐκφάδην· [φανερῶς]
ἐκφᾶναι· φανερῶσαι (Sir. 19,25) r
*ἐκφαίνει· δηλοῖ, [φανεροποιεῖ (Sir. 27,6) ASvg
*ἐκφάνδην· φανερῶς AS ἢ ἐξειπεῖν {φανερῶς} np
ἔκφαντον· φανερόν r
ἐκφανίζεται· μηνύεται
ἔκφαντα· πρόδηλα
ἐκφατνίσματα· τὰ ἐκβαλλόμενα, ὅτε καθαίρωσι τὰς φάτνας
ἔκφανσις· ἀπόδειξις
*ἔκφερεν· ἐξέφερεν (Ψ 259) n
*ἐκφαντορίας· {θεολογίας, θεοφανείας} Avg
ἐκφοινίξαι· ἀναχρῶσαι
ἐκφοράν· ἔξοδον. *ταφήν. ἐκ τοῦ ἐπὶ μνῆμα ἐκφέρεσθαι (Eur.
Alc. 422) Avgn
ἔκφρητε· ἄφετε {ἔξω}
ἐκφροντίζων· βουλευόμενος
*ἐκφόρια· καρπούς (Lev. 25,19 ..) Ag
*ἐκφορεῖ· σπανίζει ὑπάρχοντα A
*ἔκφρασις· ἐπιμυθία. λόγος ἐναργής APs
*ἐκ φρυαγμοῦ· ἐξ ἐπαρμοῦ Avg (n)
*ἔκφρων· ἐκτὸς φρενῶν. μωρός ASvgn
ἐκφυλάσαι· ἐκσπάσαι
*ἔκφυλον· τὸ μὴ συγγενές. ἀλλόφυλον Agn
ἐκφῦναι· ἐκβλαστῆσαι r *γεννηθῆναι (Eur. Phoen. 419 ..)
Agn
ἐκ φυράματος· ἐκ σπέρματος
ἔκφυσις· *βλάστησις r(g). ἔντερον {ὃ} ἔνιοι {πυλωρός}
ἐκφυσήματα· πέτραι ὑπερέχουσαι τῆς γῆς
ἐκφοιτᾷ· ἐξέρχεται (Eur. El. 320)
ἐκχαρεών· μαγειρεῖον
ἐκχαυνῶν· μεταίρων (Eur. Suppl. 412)
*[ἐκχείρημα· τόλμη] (A)
*ἔκχεον· ἔκχυσον (Ps. 68,24) Avg
*ἐκχέων· περιχέων (Am. 5,8) (g)
†ἐκχοίρηξες· ἐκχοιρηλωμένοι. Λάκωνες
ἐκχυθήσεται· ἁπλωθήσεται (Hos. 12,14)
ἐκχυμωθῆναι· ἐκπυῆσαι (Hippocr.)
ἐκχύτριζε· ἔκβαλλε
ἐκχυμώματα· αἱ πυώδεις συλλογαί (Hippocr. fract. 11)
†ἔκχωνε· ἔκκλινε. Λάκωνες
*ἐκ χώρης· ἐκ τῆς χώρας, [ἐκ τοῦ τόπου (Ζ 516) g
ἐκψύχουσι· λιποθυμοῦσιν (Hippocr. morb. 1,5)
*ἐκωδωνίζοντο· περιβόητοι ἐγένοντο gn
ἐκωδώνισεν· ἐδοκίμασεν
*ἐκωθωνίζοντο· εἰς τὰ μεγάλα ἔπινον vg, ἐμεθύσκοντο Avg,
ἐχόρευον (1. Esdr. 4, 63) A
*ἐκωμῴδησεν· διέπαιζεν. διεθρύλησεν Avg
*ἑκών· θέλων, βουλόμενος (Δ 43) np
ἐκώνη· ἔστρεφεν r
ἐκώπασεν· [ἐπαύσατο]
ἔλα· [ἐκρίναμεν. καὶ] ἥλιος, αὐγή, καῦμα. Λάκωνες. βάδιζε. λέγε
Ἔλα· [τὸ τοῦ Διὸς ἱερόν, ἡ Δωδώνη. καὶ οἱ ἱερεῖς {Ἐλοί}]
ἐλάαν· ἐλαύνειν (Ε 366) p
ἐλάεως· ἀμπέλου εἶδος
†ἐλάζετο· ἐκαλινδεῖτο
ἐλαθερές· ἡλιοθαλπές
†ἐλαθρά· ἐλαφρά. ἢ ἐν ἐλαίῳ ἑφθά
Ἐλαιοῦς· Διὸς ἱερὸν ἐν Κύπρῳ
ἐλαία· δίφρου Κυρηναϊκοῦ μέρος
ἐλαίανεν· ἐλέπτυνεν
ἐλαιάεσσα νηδύς· Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι (fr. 419)·
ἤτοι {λαιάεσσα} ἀντὶ τοῦ σκαιά, ἀγρία, ἢ ἀπὸ τοῦ {ληΐζεσθαι}
πάντα ληϊζομένη καὶ κατεσθίουσα, ἢ ἀπὸ τοῦ {ἐλαίου} λιπαρά
*ἐλαΐζων· ἐλαιόχρους A
ἐλαιοῦται θρίξ· Σοφοκλῆς Τρωΐλῳ (fr. 567). Ἀρίσταρχος
ῥυπαίνεται, βέλτιον δὲ λαμπρύνεται
ἐλαιωτῷ· ἐλαιοβαφεῖ
ἐλαιότρυγον· ἀμόργη
Ἐλαιοῦς· ἐν Κύπρῳ ὁ Ζεύς
ἐλαιοχύτας· περιραινόμενος
ἐλαιός· φαρμακεύς, παρὰ Ῥοδίοις
ἐλαΐς· αἰγίλωψ
*ἔλακεν· ἐφθέγξατο (Eur. Or. 163) APvn
ἔλακεν· ἐψόφησεν
*ἐλάμαν· ὑπέρθυρον (Ezech. 40,6)
Ἐλαμῆται· [Πάρθοι]
*ἐλάμ· ὀδός (Ezech. 40,6, σ#)
ἔλανος· ἰκτῖνος
†ἐλαναψεῖν· ἐλαύνειν
ἐλαπάχθη· συνεστάλη
ελάπεδον· τέμενος (Eur. Andr. 117)
*εἰλαπίνῃσιν· ἑορταῖς (Κ 217)
ἔλαρ· βοήθεια (r)
ἐλάραι· τὰ ἐν τῷ αὐλῷ τῶν δοράτων ἁρμοζόμενα
ἐλάργει· ἔλαβεν, ἐπόρησεν. καθεῖλεν
ἐλάσαι· *φθάσαι A πατάξαι. διῶξαι. ὀρύξαι. ποιῆσαι. ἀγαγεῖν
*ἐλάσασκεν· ἐνέπληττεν (Β 199) Avg
ἔλασε· ἐκ χειρὸς ἔτρωσεν (Χ 326) ἔσκαψεν (Ι 349) ἔπληξεν
(Λ 109)
ἐλασθαίνομεν· ἠκολασταίνομεν
ἐλασία· δίωξις r
ἐλασίβροντα· ἐλαυνόμενα ὡς αἱ βρονταί· ἐπεὶ δοκεῖ ὄχημα τοῦ
Διὸς ἡ βροντὴ εἶναι (Ar. Equ. 626)
ἔλασκεν· [ἤλασεν.] ἐκάλεσεν
ἔλασμα· ὑπέρπυρον
Ἐλαμῖται· Πάρθοι (Act. ap. 2,9)
ἐλασμίη· συρμαία
ἔλα πόδ' ὧ· ἔνρυθμον ...
ἔλασεν· διέτεμεν
ἔλασεν· ἤλασεν. ἐπέρασεν
*ἐλάσσω· μικρόν, ἥττονα Avg
ἐλάσωσιν· διώξωσι (Π 388) διάγωσιν
ἐλάστρει· [ἐκακοπάθει. ἐσκόπει.] ἐδίωκεν. ἐκυνήγει. ἤλαυνεν
*†ἐλαστριῶν· διαγινώσκων †g
*ἐλάστρεον· ἤλαυνον (Σ 543) A (g)
*ἐλαστροῦται· ἐλαύνεται A διώκεται
ἐλᾶται· ἡλιοῦται
ἐλάτη· λαχάνου εἶδος (Epich. fr. 160?) καὶ κώπη "ξεστῇς
ἐλάτῃσιν" (Η 5) καὶ αὐτὸ τὸ δένδρον, ἀφ' οὗ ἡ κώπη. καὶ
πόλις τῆς Φωκίδος μεγίστη. καὶ τοῦ φοίνικος ἡ πρώτη ἔκφυσις
ἐλατήρ· τὸ πλατὺ πόπανον, ἀπὸ τοῦ ἐληλάσθαι εἰς μέγεθος,
ἢ πέμμα. καὶ *ἡνίοχος (Δ 145) Avgn
ἐλατήριον· φάρμακον καθαρτικόν (Hippocr. epid. 5,7
V 208,1 L)
Ἐλάτης· ὁ Ποσειδῶν, ἐν Ἀθήναις
*ἐλάτῃσι· κώπαις, ὅτι ἐξ ἐλατίνων ξύλων (Η 5) A
ἐλάτη· εἶδος δένδρου (Ε 560)
ἐλατικαὶ κύνες· θηρατικαί r
ἐλατόν· ἔλασιν. ἢ ἐληλασμένον (3. Regn. 10,16 ..)
ἔλατρα· πέμματα πρὸς θυσίαν [καὶ] πλασσόμενα
ἐλατράβιζον· τὸ βωμολοχεύειν καὶ πανουργεῖν {λατραβίζειν}
ἔλεγον.
*[ἐλάτρευον καὶ] {ἐλάστρευον}· ἐδίωκον A
ἐλατρεύς· ὁ τρίτην πύρωσιν ἔχων τοῦ σιδήρου, παρὰ τοῖς
μεταλλεῦσιν
ἔλατρον· Εὐκράτης ἐν Ῥοδιακοῖς (Fr. Gr. Hist. 514,1 J.) ἔν-
δυμα, κατάζωσμα
ἔλαττον· μικρόν, ἧσσον, ἧττον (Exod. 16,18)
ἐλαττούμενον· λειπόμενον (Sir. 25,2)
ἐλάττωσις· σμικρότης (Sir. 20,11) r
ἐλαύνει· ποιεῖ. παραβάλλει
ἐλαύνετον· μακρὸν ποιεῖτε. [ἐλαύνητον]. ἐμποιεῖτε. κινεῖτε
(Α 575)
ἐλαύνοντες· διώκοντες. τύπτοντες (Η 6)
εἰρεσίαν· κωπηλασίαν
ἐλαύτατον· [δεινότατον]
ἐλαύνωσιν· θερίζωσιν "ὄγμον ἐλαύνωσιν" (Λ 68), ἐλάσαι γὰρ
τὸ ἐκ χειρὸς πλῆξαι
ἐλαφίαι· οἱ τῶν ἐλάφων ἀστράγαλοι (Eupol.)
ἐλαφίνης· νεβρός
ἐλάφιον· κώνειον
*ἐλαφηβόλος· κυνηγός. APvgn ἀπὸ εἴδους ἑνὸς τῶν κυνηγου-
μένων (Σ 319)
ἐλαφοβοσκός· εἶδος βοτάνης
ἐλαφογενές· τῆς ἐλάφου ὁ μυελός
ἔλαφον κεραόν· ἄῤῥενα. ὁ γὰρ ἄῤῥην ἔχει κέρατα (Γ 24)
ἔλαφος· νεβρός
ἐλάφου πηρίς· οὗτος δοκεῖ βρωθεὶς πρὸς συνουσίαν ἁρμόζειν
(Nic. Ther. 586?)
ἐλαφρά· τὰ μὴ βαρέα. ἢ κοῦφα (Ε 122)
*ἐλαφρία· μωρία r A
*ἐλαφρία· κουφότης (2. Cor. 1,17) npb
ἐλαφρίζων· παρασκευαζόμενος ῥᾳδίως (Archil. fr. 87 Bgk)
Ἐλαφρός· *εὐβάστακτος A κοῦφος Avgn ἢ Ζεὺς ἐν Κρήτῃ
ἐλάχαινεν· ἔσκαπτεν. ὡμάλιζεν· ἀφ' οὗ καὶ τὸ {λάχανον}. ἢ τὸ
μεγάλως χαῖνον [ἢ χαῦνον] (ω 242)
ἐλάχεια· μικρά. ἢ βαθύγειος, καὶ εὔγειος (ι 116 v. l.)
ἐλαχία· ἐδάρη. Κρῆτες
ἐλαχίζει· [πλανᾶται]
ἐλάχιστος· μικρὸς πάνυ, ὕστερος, ἔσχατος
ἔλαχον· ἐκληρωσάμην (Ι 367) ἐκληρώσαντο (Κ 430)
ἐλαχύν· εὐτελῆ. ἢ μικρόν (Callim. fr. 525 Pf.)
ἔλαψα· διέφθειρα. Κύπριοι
*[ἐλγόωνται· ἐλπίζουσιν] A
*ἔλδεται· ἐπιθυμεῖ (Ε 481) vg
*ἔλδομαι· [ἐλδῶ.] ἐπιθυμῶ. vn θέλω (ε 219)
*ἔλδωρ· ἐπιθυμία r (A) vgn
ἕλε· λάβε. κατάσχες. ἢ ἔλαβεν (Α 197)
ἐλεά· κάνεα, πλέγματα. [κατάκλισις. κρύψις]
ἐλέαγνος· φυτὸν θαμνῶδες
ἐλεαίρει· οἰκτείρει, ἐλεεῖ (Β 27)
ἐλεαίρεις· ἐλεεῖς, οἰκτείρεις (Ζ 407)
ἐλεᾶς· ὀρνέου εἶδος (Ar. Av. 302)
ἐλέατοι· [οἱ δειπνοκλήτορες]
Ἐλεαλή· Θεοῦ ἀνάβασις, ἐν ὑπερηφανείᾳ (Isai. 15,4)
Ἐλεάτης· κατὰ μὲν Ἀπολλώνιον Ἐλεατικός, ἀπὸ πόλεως
Ἐλέας, διὰ τὸ Φωκαέων εἶναι τοὺς Ἐλεάτας ἀποίκους
ἐλλέβορον· δηλητήριον φάρμακον r ἤτοι βρῶμα
*ἐλεγεινή· χαλεπή (gp)
ἐλεγεῖα· τὰ ἐπιτάφια ποιήματα
ἐλεγεῖαι· εὐμέλειαι
ἐλέγξει· βασανίσει. ἐτάσει (Ps. 140,5 ..)
ἐλεγκτά· ἐπονείδιστα, ἐλέγχου ἄξια, εὐεξέλεγκτα
ἐλέγξεις· ὀνείδει περιβαλεῖς ἢ ἐλέγχῳ (Ι 522?)
*ἔλεγξις· ὀνείδισις ASgn ἀτιμία, ὕβρις (Iob 21,4)
*ἐλεγχέες· ἐπονείδιστοι (Δ 242) ASn
ἐλεγχέμεν· ἐλέγχειν (Greg. Naz. c. 2, 2, 1, 137)
ἐλεγχές· αἰσχρόν r
ἐλεγχθεεῖς· [ἐπονείδιστοι]
ἐλεγχθεῖσαι· αἰσχυνθεῖσαι
ἐλεγχείη· ὄνειδος, μέμψις, αἰσχύνη (Χ 100) (S)
*ἐλέγχιστος· ἐπονείδιστος, ASvg αἴσχιστος (Δ 171)
*ἔλεγοι· μῦθοι. ᾠδαί, θρῆνοι (g) ἔνθεν καὶ {ἐλεγεῖα} τὰ ἐπιτάφια
ποιήματα r
*ἐλεεῖ· οἰκτείρει (Ps. 114,5) ASvgb
ἐλεεινά· οἰκτρά. *[οἰκτρῶς, ἐλεεινῶς (Β 314) Sn
ἐλεεινοί· ταλαίπωροι
ἐλεδώνη· ὁ πολύπους r
*ἑλεῖν· λαβεῖν AS ἀνελεῖν (Ε 118) N
ε λεϊστή· ληπτή (Ι 408)
Ἐλεήμων· ἐν Κύπρῳ καὶ Καρχηδονίᾳ Ἀφροδίτη
*ἐλέηρεν· ἠλέησεν gn
†ἐλεθαινομένη· ἀκολασταίνουσα
ἐλεία ἢ ἔλα· ἡ τοῦ ἡλίου αὐγή. ἢ πόμα. ἢ ὕδωρ ἅλας ἔχον
καὶ εἶδός τι μέλους. καὶ Ἥρα ἐν Κύπρῳ. καὶ Ἄρτεμις ἐν Μες-
σήνῃ
ἐλείη· ἀγρία νόσος r
ἐλεήσατο· [ἐξεχμαλώτευσεν]
ἑλειθερεῖ· εὐδίᾳ
ἑλειθερεῖς· ἐν ἡλίῳ τιθέμενοι, ἢ θερμοί
ἑλειογενές· ὄρυζα S
ἑλειόριζον· κύπειρος S
ἐλειός· εἶδος ἱέρακος
ἐλειούς· Ἀρίσταρχός φησι γίνεσθαι ἐν τοῖς φρυγάνοις ὡς
σαύρας. ὁ δὲ Καλλίστρατος σκωληκοειδές τι, ᾧ χρήσασθαι
εἰς δέλεαρ τοὺς ἁλιεῖς· εἶναι δὲ ἐν ταῖς δρυσίν. οὐκ {εὖ} ..
ἔστι γὰρ ζῷον τετράπουν ὁ {ἐλειὸς} καλούμενος μῦς, ὁ σκίουρος
ἐλεινύειν· [στρατεύεσθαι]
ἐλελεῦ· ἐπιφώνημα πολεμικόν. οἱ δὲ προαναφώνησις παιανισμοῦ.
τίθησι δὲ αὐτὸ Αἰσχύλος ἐπὶ σχετλιασμοῦ ἐν Προμηθεῖ δεσμώτῃ
(877)
ἐλελιζομένη· σειομένη (Ar. fr. 500)
ἐλέλικτο· συνέστραπτο (Ν 558)
ἐλελιξάμενος· σείσας. *ἐπιστραφείς g συστρέψας (Β 316) S
ἐλέλιξεν· *διέσεισεν AS ἐκίνησεν (Α 530) ἐκράδανεν. συστρα-
φῆναι ἐποίησεν
ἐλελίστροφε· εὔστροφε. ὁλόστροφε
ἐλελίσφακος· πόα τις ὁμοία δικτάμῳ
*ἐλελιχθέντες· συστραφέντες. συναχθέντες (Λ 587) AS
ἐλελίχθημα· σεισμόν
ἐλελιχθῆναι· συστραφῆναι, μεταβάλλεσθαι
*ἐλελίχθησαν· μεταβαλλόμενοι συνεστράφησαν (Ε 497) AS
ἐλεμοσπέρμα· [ὅπερ ἑψῶντες Λάκωνες ἐσθίουσιν]
ἕλεν· ἔλαβεν. (Ε 136) ἀφεῖλεν. ἐνίκησεν (Δ 457)
Ἑλένεια· ἑορτὴ ἀγομένη ὑπὸ Λακώνων
ἑλένιον· βοτάνη τις, ἥν φασιν Ἑλένην σπεῖραι πρὸς τοὺς ὄφεις,
ὅπως βοσκόμενοι ἀναιρεθῶσιν
ἐλέννας· [ἐχλεύαζεν, ὕβριζεν]
ἑλένη· λαμπάς, δετή
ἑλένιος· ἀγγεῖον, χωροῦν τέταρτον
ἐλείπαναν· [πλουσίαν ἐποίησαν]
ἑλινοί· κλήματα [τὰ] τῶν ἀμπέλων
ἐλεητύν· ἔλειον (Ξ 82)
ἐλεξάτην· ἐκοιμήθησαν. δυϊκῶς
ἐλέξατο· ἐκοιμήθη (Ι 666)
ἔλεξεν· εἶπεν. ἠρίθμησεν. κατέκλινεν. ἐπέλεξεν
ἐλέξω· διελογίσω
*ἐλεόθρεπτον· τὸ ἐν ἕλει τραφέν n, ἢ ἑλοτρεφές (Β 776)
ἐλεοῖσι· μαγειρικοῖς τραπεζίοις. καὶ οἱ μὲν δασύνουσιν, ἵνα ᾖ
τοῖς ἐκ λύγων πεπλεγμένοις τῶν ἐξ ἕλους ληφθέντων· οἱ δὲ
ψιλοῦσιν, ἐξ ἐλαΐνων εἶναι ξύλων τὰς τραπέζας λέγοντες (Ι 215)
ἐλεόν· μαγειρικὴ τράπεζα rp ἴκριον, κανοῦν
ελεος· *οἶκτος ASPps ἢ ἕλους, συνδένδρου τόπου, ἢ [καθύδρου
(Δ 483) S
ἐλέποκες· ἰχθὺς ὅμοιος φυκίδι
ἑλεπόδιον· εἶδός τι †βάναυσος
ἑλεπόλεις· *μηχανήματα, οἱ κριοί ASn ἢ οἱαδήποτε S δι' ὧν
αἱ πόλεις καθαιροῦνται (1. Macc. 13,43) Svg παρὰ δὲ Κρησὶ
τὰ τῶν πλοίων ὄργανα
ἐλέπουν· οἷον ἐλέπιζον τύπτων καὶ μαστιγῶν
*ἑλέσθαι· θέλειν. λαβεῖν (Ν 268) AS
ἕλεσθε· λάβεσθε S παρασκευάσασθε (Ε 529)
†ἐλέταιον· ἔπαιον, ἐπάτασσον
ἑλετή· ληπτή (g) αἱρετή (Ι 409)
ἑλέτην· εἷλον, ἔλαβον. ἀπέκτειναν. δυϊκῶς (Η 8)
ἕλετο· ἔλαβεν (Μ 102) ἀφείλετο (Ι 368)
ἐλεύθεραι αἶγες ἀρότρων· τοῦτο παροιμιωδῶς ἐλέγετο ἐπί
τινος ἀπολελυμένου
ἐλεύθερον ἦμαρ· τὴν ἐλευθερίαν. περιφραστικῶς (Ζ 455)
Ἐλευθέριος Ζεύς· τὸν Μῆδον ἐκφυγόντες ἱδρύσαντο τὸν
Ἐλευθέριον Δία. τοῦτον δὲ ἔνιοι καὶ Σωτῆρά φασι. τιμᾶται
δὲ καὶ ἐν Συρακούσαις καὶ παρὰ Ταραντίνοις καὶ ἐν Πλαταιαῖς
καὶ ἐν Καρίᾳ ὁ Ἐλευθέριος Ζεύς
ἐλευθέριον ὕδωρ· ἐν Ἄργει ἀπὸ τῆς Κυνάδρας πίνουσι κρήνης
{οἱ} ἐλευθερούμενοι τῶν οἰκετῶν, διὰ τὸ καὶ τὸν Κέρβερον
κύνα ταύτῃ διαδρᾶναι καὶ ἐλευθερωθῆναι
Ἐλευθερεύς· Διόνυσος ἐν Ἀθήναις, καὶ ἐν Ἐλευθεραῖς
*ἐλευθεροστομῶ· παῤῥησιάζομαι (Eur. Andr. 153) r. ASgn
*ἐλεύσεως· ἀφίξεως (Act. ap. 7,52) AS
ἐλεύθω· ἔρχομαι. Εἰλείθυια
Ἐλευσίνια· ἀγὼν θυμελικὸς ἀγόμενος Δήμητρι παρὰ Λάκωσιν.
καὶ ἐν Σικελίᾳ τιμᾶται Ἄρτεμις, καὶ Ζεὺς Ἐλευσίνιος παρ' Ἴωσιν
ἐλευσίω· οἴσω
ἐλεύσομαι· ἔρχομαι, ἐπανέλθω (Ζ 365)
ἐλεφαίρειν· ἀπατᾶν
ἐλεφαίροντα· ἐξαπατῶντα. βλάπτοντα. ἀδικοῦντα (τ 565?)
ἐλεφαίρεται· βλάπτει. ἀδικεῖ
ἐλεφαντίασις· εἶδος λέπρας
ἐλεφάντινα· τὸ ἐλεφάντινον ὀστοῦν· "ὡς δ' ὅτε τις ἐλέφαντα γυνή"
(Δ 141). οἱ δὲ λευκὰ ἔρια. καὶ ῥυτὸν τρεῖς χόας χωροῦν. ἔνιοι
δὲ καὶ τοὺς ὀδόντας. καὶ τὸ σωματικὸν [ἢ] πάθος
ἐλεφάντινα· λευκά r
*ἐλεφῆραι· ἀπατῆσαι AS
†ἐλεφηρέα· ἢ βάψαν. ἢ βλέφαρα†
ἐλεφηράμενος· βλάψας S διαψευσάμενος (Ψ 388)
ἐλέγχει· ψηλαφᾷ
ἐλέχθη· ἠριθμήθη
ἐλεγχόμην· ἐξηλεγχόμην
ἐλευσέαν· τὴν βρυωνίαν
*ἔλεψεν· ἐλέπισεν (Α 236) rpΣ
Ἐλεών· πόλις τῆς Βοιωτίας (Κ 266) καὶ θάμνος. καὶ ὄφις, ὃν
ἔνιοι σκυτάλην καλοῦσιν
ἐλεώτερον· ἐλεεινότερον
*ἕλη· σύνδενδροι τόποι (Ies. 33,9 ..) ASnvg
*ἐληΐζοντο· διηρπάζοντο AS(gn)
*ἐλήισατο· ᾐχμαλώτευσεν. διήρπασεν, ἀφείλατο ASvg ἐλῄστευ-
σεν (Eur. Tro. 866)
ἐληΐσθη· ἐλῃστεύθη
ἐληλακότες· διαπεράσαντες, ὁδεύσαντες (Ev. Io. 6,19)
ἐληλαμένον· ἠλασμένον
*ἐλήλατο· [ἐλήλασεν.] ἢ ἥρμοστο. ἢ πεπερόνητο (Δ 135) AS
ἐλήλαται· συνέχεται p πεπερόνηται (Π 518)
*ἔληξαν· ἐπαύσαντο (Ζ 107?) Sn (Avg)
ἕληται· πορθήσεται
ἐλθέμεν· ἐλθεῖν (Ο 146 ..)
ἐλθέτως· ἀντὶ τοῦ ἐλθέ. Σαλαμίνιοι
ἔλθητον· ἔλθητε. δυϊκῶς (Κ 444)
ἐλθοῦσα· ἀπελθοῦσα (Α 394) (S)
ἐλιάνθη· ἐχλιάνθη
ἐλίασεν· ἐτίναξεν
ἐλιάσθη· *ἐκλίθη, AS ἐστράφη, ἔφυγεν. ὤλετο. ἔπεσεν. ἀπε-
χωρίσθη (Ο 543)
ἑλίβοτρυς· ἄμπελός τις μέλαινα
†ἔλιγεν· ὤλισθεν
ἐλίγαινον· ὀξὺ ἀνεβόων (Λ 685)
Ἐλυφεύς· Διόνυσος ἐν Σάμῳ
ἑλίγματα· ψέλλια
†ἐλιγρόν· ὑγρόν
Ἐλιεύς· Ζεὺς ἐν Θήβαις
*ἕλικα· κύκλον AS ἐνώτια. ἢ δακτύλιοι. ἢ τὰ περὶ τοὺς καρποὺς
ψέλλια ASvgn
ἕλικας· ἑλικοκεράτους S ἐπικαμπῆ τὰ κέρατα ἔχοντας (Ι 466)
*ἕλικες· τῆς ἀμπέλου τὰ κληματώδη. ἢ ἐνώτια. ἢ ψέλλια (Σ 401)
AS ἢ δακτύλιοι S ἢ {ἑλίγματα}
Ἑλίκη· πόλις Βοιωτίας ἐν ᾗ Ποσειδῶν τιμᾶται (Θ 203) καὶ ἡ
ἰτέα. τινὲς καὶ σπέρμα τοῦ ὑοσκυάμου
ἑλικηδόν· κυκλοειδὴς στροφή
*ἕλικι· κλήματι ἀμπέλου (Gen. 49,11) ASvgb
ἑλικοβλέφαρος· καλλιβλέφαρος (Hes. Theog. 16) s
*ἑλικοειδῶς· κυκλοειδῶς ASvg
ἕλικας βοῦς· ἤτοι ἀπὸ τῶν κεράτων, ἢ ἀπὸ τῶν ποδῶν
ἑλικοειδεῖς. {ἑλικὸν} γὰρ τὸ συνεστραμμένον (Φ 448)
ἑλικοί· οἱ ἀσφοδελοί
ἑλικόν· ὀρθόν. καὶ [μέλαν r περιφερές
ἕλικος βοὸς ἀμφὶ φονῆισι· περὶ βοὸς φόνοις ἐκκειμένης
(Ο 633)
ἑλικτά· στρεβλά, σκαμβά
Ἑλικώνιον ἀμφὶ ἄνακτα· ... (Υ 404)
*ἑλίκωπας· εὐοφθάλμους A
ἑλίκωπες· οὐλότριχες
*ἑλικώπιδα· εὐόφθαλμον ASvg εὐειδῆ (Α 98)
ἑλικτῆρες· ἐνώτια r
ἑλικτοτέρας· πολυπλόκους
ἑλίκων ἀπὸ χειρός· νημάτων φερομένων ἐν τῷ ἀτράκτῳ
Ἑλικώνια μουσεῖα· ὡς †ἐπὶ τὴν γῆν
ἑλίκωπας πλοκάμους· ἀντὶ τοῦ ἑλικούς
ἑλίκωπες· μελανόφθαλμοι. ἢ ἑλικοὶ κατὰ πρόσοψιν, ἀνακεκλας-
μένα ἔχοντες τὰ βλέφαρα. ἢ περιφερεῖς τὰ πρόσωπα (Α 389)
ἑλικῶπι· εὐοφθάλμῳ
ἐλιλίχθησαν· [συνεστράφησαν]
ἐλίμαρ· κέγχρῳ ὅμοιον [ἐλινή] ἢ μελίνῃ ὑπὸ Λακώνων
ἐλινύειν· σχολάζειν (n), λήγειν, [ὀκνεῖν (Λ), ἀναπαύεσθαι,
*στραγγεύεσθαι, ἢ διατρίβειν AS(g)
Ἐλινύμενος· Ζεὺς ἐν Κυρήνῃ
*ἐλινύων· ἀναπαυόμενος ASn
ἕλιξ· νέος κλάδος ps μέλας. καὶ ὁ αἰγίλωψ. καὶ ἡ κατάγραφος
καὶ ἡ ἀναγλυφὴ παρὰ τοῖς ἀρχιτέκτοσι. [καὶ ὁ καρπός]. καὶ
ψέλιον. καὶ τοῦ ὠτὸς ἡ περιοχή. καὶ δεσμός τις. ἢ τύλιγμα.
ἢ †παράκλησις
*ἑλιξάμενος· ἐπιστραφείς (Μ 408) An
ἑλίξας· πλέξας. [κάμψας S, στρέψας (Ψ 466)
ἑλιξόκερως· στρεβλόκερως
*ἐλίπανας· ἤλειψας. ἐφαίδρυνας r. (AS) vg πλουσίαν ἐποίησας
(Ps. 23,5) g(AS)
*ἐλιπάρει· ἠξίου, ἐκολάκευε, παρεκάλει Sgn
*ἐλιπάρησεν· ὁμοίως ASgb
Ἐλιπεύς· ὁ Ἐνιπεὺς ποταμός
ἔλιπεν· [ἐπιθυμητικῶς ἤσθιεν]
†ἕλις· μόνος. καὶ ὅλος
ἐλισμός· [ἥσυχος]
*ἑλυσθείς· ἑλίξας ἑαυτόν (Ω 510)
ἑλίσσει· πλέκει
ἐλίσθη· [ἔπεσεν]
*ἐλίσσετο· παρεκάλει, ἐδέετο (Α 15) ASvgn
ἑλίσσεσθαι· στρέφεσθαι
*ἑλισσομένη· εἱλουμένη (Α 317) n
ἑλισσομένου· εἱλουμένου
ἑλίσσων· πλέκων. ψευδόμενος, οὐκ ἐπὶ εὐθείας λέγων. ἢ κινῶν.
Εὐριπίδης Σισύφῳ (fr. 674)
ἐλίστρευον· ἐτάφρευον
ἐλιφαίμησεν· ἔξαιμος ἐγένετο
ἐλιχάζει· πλανᾶται
*ἑλιχθέντων· συστραφέντων (Μ 74) g
ἐλιχνῶντο· τοῦτο πέπαικται ἐπὶ τοῦ λιχνεύειν παρὰ Ἀριστο-
φάνει ἐν Εἰρήνῃ (756)
ἑλίχρυσος· οἱ μὲν τὸ ἀῤῥενικὸν ... οἱ δὲ τὸ ἄνθος τῆς ἑλιχρύ-
σου βοτάνης
ἑλιττόμενος· στρεφόμενος
ἕλκανα· τραύματα
ἑλκανῶσα· ἡλκωμένη, ἢ ἡλκοποιημένη ὑπὸ πυρός
*ἕλκεα· τραύματα (Θ 405) S
*ἕλκει· ἀνάγει, σύρει (Ω 52) gp
*ἑλκέμεν· καθέλκειν (Β 152) n
ἕλκεο· ἕλκε (Α 210)
ἕλκεος· τραύματος (Λ 811)
*ἑλκεσιπέπλους· ἐφελκομένας τὸν πέπλον (Ζ 442) S(g)
*ἕλκετο· ἥλκυσεν (Α 194) n
*ἑλκεχίτωνες· ποδήρεις χιτῶνας ἔχοντες S ἄζωστοι. (Ν 685)
ἕλκη· λῦπαι. Σοφοκλῆς Τριπτολέμῳ (fr. 557)
ἑλκηΐς· ἡ λιθάργυρος
*ἑλκηθμοῖο· ἑλκύσεως (Ζ 465) AS
*ἕλκος· πᾶν τραῦμα (Δ 190) ASbps
ἑλκοποιόν· κανθαρίς
ἕλκυσον· σῦρον (Iob 28,18) r
ἑλκυστάζων· ἕλκων, παρασύρων (Ψ 187)
ἑλκυστῆρα· φορβεά, ἤτοι καπίστριον
ἑλκυστῷ· λείῳ
ἕλλα· καθέδρα. Λάκωνες. καὶ Διὸς ἱερὸν ἐν Δωδώνῃ
*ἐλλάμψεως· φωτισμοῦ ASvg
Ἑλλάς· πόλις ἐν Θεσσαλίᾳ. καὶ τὸ ἔθνος. ἡ Ἀχαΐα. (Β 683)
καὶ ἡ αὐτόθεν γυνή
ἐλλάσαι· συγκλεῖσαι. κωλῦσαι
ἐλλέβορος· *βοτάνη, ἣν ἐσθίουσιν οἱ †ὄρτυγες AS ἢ κόσμος
γυναικεῖος χρυσοῦς (Ar. fr. 320,6)
Ἐλλεσίη· ἡ Ἀθηνᾶ
ἔλλειν· ἴλλειν. κατέχειν
ἐλλεδανοί· δεσμοί, σχοῖνοι
*ἐλλεδανοῖσι· τοῖς δεσμοῖς (Σ 553) AS
ἔλλερα· ἐχθρά, πολέμια. ἄδικα (Callim. fr. 283)
ἐλλείχοντα τῶν Ἀθηνῶν· ... οἱ δὲ ἀττικίζοντα, ὃ καὶ ποιοῦ-
σιν οἱ πρόσγραφοι, ἵνα φαίνωνται ἀστοί. {Ἐλλείχοντα} δὲ
ἐμφορούμενον, ἀπὸ τῶν τὸ μέλι λειχόντων (Com. ad. 769)
Ἕλληνες· οἱ ἀπὸ τοῦ Διός, τοῦ Ἕλληνος. *ἢ φρόνιμοι (ASg)
ἤτοι σοφοί
*Ἑλληνοδίκαι· οἱ κριταί, οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας AS
Ἑλληνοταμίαι· οἱ τοῦ κομιζομένου φόρου παρὰ Ἀθηναίοις
ταμίαι
ἑλληνύει· [ἑορτάζει. παύεται. ἀργεῖ]
Ἑλλήσποντος· *ποταμὸς ἐπὶ τῆς παραλίας ASn ἡ μεταξὺ
Τροίας καὶ Χεῤῥονήσου θάλασσα r
ἐλλίζων· τίλλων
†ἑλλήθεις· οὐχ αἱ ἄγριαι μέλισσαι, ἀλλὰ φυτόν, ὁ αἰγίλωψ
*ἐλλόβια· ἐνώτια r. ASvg
*ἐλλόγει· καταλόγισαι (Ep. Philem. 18 v. l.) ASgn
*ἐλλόγιμος· γεγραμματισμένος ASvg
ἐλλοδάνοισι· [δεσμοῖς]
Ἑλλοί· Ἕλληνες οἱ ἐν Δωδώνῃ S καὶ οἱ ἱερεῖς (Π 234 v. l.)
ἐλλόμενα· περικλειόμενα
ἐλλόν· ἀγαθόν. γλαυκόν. χαροπόν. ἐνθαλάττιον. ταχύ. ἄφωνον.
ὑγρόν. ἔλαφον νεογνόν (τ 228)
ἔλλοπες· ἐλλείποντες τῆς ὀπός, τουτέστιν ἄφθογγοι, ἄφωνοι
{καὶ οἱ λεπιδωτοί.} καὶ δασεῖς. καὶ τραχεῖς. καὶ ποικίλοι
ἐλλόπιδας· ἡ λέξις παρὰ Κρατίνῳ (fr. 408). γέγονε δὲ παρὰ
τοὺς {ἐλλούς}, καὶ λέγει κοινῶς τοὺς νεβροὺς καὶ τοὺς στρου-
θούς· ἢ νεοττοὺς ὄφεως ἀπὸ τοῦ ἅλλεσθαι
Ἐλλοπιεῖς· [ἄφωνοι. καὶ οἱ λεπιδωτοί]
ἐλλοπίς· [εὐόφθαλμος. χαροπή]
Ἐλλοπιῆες· οἱ νῦν Ὠρεῖται, παρὰ Χαλκιδεῦσιν
†ἐλλοπῶ· ἀγαθήν
ἐλόωσιν· ἐλάσωσιν (Ν 315)
ἐλλός· τὸ ἔκγονον τῆς ἐλάφου νεογνόν, ὁ νεβρός (τ 228), καὶ
Δωδωναῖος. καὶ ὁ ἐνθαλάττιος
†ἔλλυες· ζῷα ἐν τῷ †Σμαράγδῳ ποταμῷ
ἔλλυσιν· ἔκλυσιν. Κρῆτες
ἐλλύτατον· οἰκτρότατον
ἐλλύτης· πλακοῦς τις
ἐλλυχᾶται· πλανᾶται. διατρίβει
Ἑλλώτια· ἑορτὴ Εὐρώπης ἐν Κρήτῃ
ἑλλωτίς· Εὐρώπης στέφανος πλεκόμενος, πηχῶν εἴκοσι
έλματα· ὁμιλήματα. ἐνειλήματα. σανιδώματα
ἐλμακίνη λειμῶνος· ἡ λεπτὴ [καὶ λευκὴ] σχοῖνος
*ἕλξεις· ἑλκύσεις ASPvgn
ἑλξίνη· ἡ περδίκιος βοτάνη
ἕλξω· ἑλκύσω, ἀνάξω
ἐλογίζετο· ἐνοεῖτο (Thuc. 3,83,7)
*ἑλοίμεθα· ἐπιλεξοίμεθα n λάβοιμεν (Β 127)
*ἕλοιο· ἀνάσχοιο. βουληθείης (υ 62) AS
*ἕλοιτο· θέλοι (Eur. Alc. 464) ASn
ἑλόμην· ἀφειλόμην (Θ 108) (S)
ἕλον· εἷλον, ἀφεῖλον. ἐπόρθησαν
*ἑλόντας· ἀφελόντας, λαβόντας. νικήσαντας gn
ἑλόντες] ἑλόμενοι· [ἀφελόμενοι, λαβόμενοι
*ἑλόντες· λαβόντες AgN ἀνελόντες (Eur. Or. 1213) πορθήσαν-
τες. χειρωσάμενοι APg
ἑλόντων· [ἐλαυνόντων. καὶ τὰ ὅμοια]
*ἕλος· σύμφυτος τόπος. (Ο 631) AS ἢ χεῖλος ποταμοῦ n. καὶ ὁ
τελματώδης τόπος. καὶ πόλις ἐν Λακεδαιμονίᾳ (Β 584)
ἑλοῦ· λάβε. [ἐπίλεξαι (Eur. Phoen 951) p
ἐλούπησεν· [ἐψόφησεν. ἐσχίσθη]
ἑλοῦσαι· ἀρξάμεναι. [λαβοῦσαι (θ 436) (gn)
Ἐλουσία· Δημήτηρ παρὰ †Αλφουσίοις
*ε λόφον· τὸ ἄκρον τῆς περικεφαλαίας (Κ 573) AS
ἐλόχα· ἐνήδρευεν
*ἐλοχεύθη· ἐγεννήθη. [ἐγαμήθη] vg (ASPn)
ἐλόχησεν· εἰς λόχους ἤγαγεν (Hdt 1,103,1 v. l.)
*ἔλπεο· ἔλπιζε (Υ 201) AS
ἔλπεον· ἤλπιζον
ἔλπεται· δοκεῖ, *[ἐλπίζει vg προσδοκᾷ (Κ 105)
ἔλπει· ἐλπιδοποιεῖ (β 91)
*ἐλπίς· προσδοκία g
*ἔλπομαι· ἐλπίζω (Η 199) r. vgn
ἔλπομαι εὐχόμενος· καυχῶμαι ἐλπιδοποιούμενος (Θ 526 v. l.)
*ἔλπονται· ἐλπίζουσιν ASvg
*ἔλποντο· ἤλπιζον (Μ 261) AS
ἕλπος· ἔλαιον, στέαρ. εὐθηνία
*ἐλπωρή· ἐλπίς. r S δόκησις (β 280)
*ἐλπωρῇσιν· ἐλπίσιν (Greg. Naz. c. 1, 2, 2, 211) g
*[ἐλπτέοντες· ἐλπίζοντες] S
ἔλσαι· συσχεῖν. *συνελάσαι. συγκλεῖσαι (Α 409) Sn
ἔλσαν· συνήλασαν (Λ 413)
ἐλύμην· ἐλυτρωσάμην. ἐλυτρώθην (Φ 80)
ἐλσούς· [τὰς μυῖας]
*ἐλυμήνατο ὗς ἐκ δρυμοῦ· κατέφαγε χοῖρος ἐξ ὕλης (Ps.
79,14) AS
ἔλυμα· τὸ τοῦ ἀρότρου †πέριον. (Hes. op. 430) νύσσα. καὶ τὸ
ἱμάτιον. καὶ ἡ ἀιών
Ἐλύμνιος· Ποσειδῶν ἐν Λέσβῳ. καὶ νῆσος τῆς Εὐβοίας (Soph.
fr. 404. 802)
ἐλύμνιαι· δοκοὶ ὀρόφιναι
ἔλυμοι· τὰ πρῶτα τῶν αὐλῶν, ἀφ' ὧν ἡ γλωσσίς. οἱ δὲ ἁπλῶς
αὐλούς (Soph. fr. 412). καὶ σιτῶδες σπέρμα. καὶ ἡ τῆς κιθάρας
καὶ τοῦ τόξου θήκη
ἔλυμος· σπέρμα, ὃ ἕψοντες οἱ Λάκωνες ἐσθίουσιν (Ar. fr. 398) n
*ἐλυσάμην· ἀπέδωκα g
ἔλυσεν· ἀπελύτρωσεν (Λ 106)
ἐλυσθείς· κουφισθείς. ἑλισθείς (Ω 510)
*ἐλύσατο· ἐλυτρώσατο (Φ 42) r. ASvg
ἐλύσσει· εἱλεῖται
ἐλύσθη· παρελύθη. συνειλήθη. *ἔπεσεν (Ψ 393) vg, ἐνεποδίσθη
†ἔλυται· ἔρχεται
*ἐλύτροις· καλύμμασι, σκεπάσμασιν Av
ἔλυστα· ἄμπελος μέλαινα
Ἐλύτιος· [Ποσειδῶν ἐν Λέσβῳ]
ἔλυτρα· κυρίως τὰ ἐνειλήματα. ἢ τὰ καλύμματα (Soph. fr.
941) καὶ σκέπαι. καὶ σωλῆνες (Hdt. 4, 173) δέρματα
ἔλυτρον· *δέρμα ASvg θήκη. (Ar. Ach. 1120) λέπυρον. S
ἐνείλημα. κάλυμμα, [σκέπασμα Sh
ἔλφος· βούτυρον. Κύπριοι
ελω· κατέχω, πιάζω. ἐλάσω
*ἐλωβήσαντο· ἔβλαψαν AS(vg)
ἕλωμαι· πορθήσω. *ἀφέλω. λάβω (Α 324) vg (A)
ελων· ἤλαυνον. ἐπορεύοντο (Ω 696) *ἢ λαβών ἢ ἀρξάμενος
(θ 500) ἢ ἀφελόμενος (Α 139) AS
ἐλώγη· ἔλεγεν
Ἐλωός· ὁ Ἥφαιστος παρὰ Δωριεῦσιν r
ἕλωρ· *ἕλκυσμα v λύμη. ἄγρα. θοίνη· "μὴ δή με ἕλωρ" (Ε 684)
*εἴλημμα. θοίναν. ἄγρευμα. AS
ἕλωρα· ... (Σ 93)
ἑλώρια· ἑλκύσματα. καταστρέφει δὲ εἰς σπαράγματα. βρώματα
(Α 4) ASvg
ἐλώρη· πελώρη
Ἐλώριος ἀγών· τελούμενος ἐπὶ Ἐλώρου ποταμοῦ
ἐλώσθη· ἐφοβεῖτο. ἐμαλακίσθη
ελωσι· λάβωσιν (Δ 416) g ἐλαύνωσιν
*Ἕλωτες· μισθωτοί, ἐν τῷ ἕλει ἐργαζόμενοι g
ἐλώφησεν· ἔληξεν ... κυρίως ἐπὶ τῶν {λόφων} (r)
ἐμὰ δάκρυα· τῶν ἐμῶν δακρύων (Α 42)
ἐμαίμασσε· [προεωθεῖτο, ἢ] προεθυμεῖτο. *[ἐκυματοῦτο. ἐκλο-
νεῖτο. ἐταράττετο (Iob 38,8) AS
ἐμετός· ἐξέραμα
ἐμαλάχθη· ἐνέδωκεν
*ἔμαρψα· κατέλαβον (Eur. Rhes. 681) ASvg
*ἔμαρψας· ἐκράτησας vgn
ἐμασάμην· εὗρον
ἔμασσε· ἠνώχλει
ἐμάσταζεν· ἐμασήσατο
ἐμάτησεν· *ἐματαιώθη ASvgn ἐλήρησεν. ὑστέρησεν. ἥμαρτεν
(Π 474)
ἐμαραίνετο· ἐσβέννυτο (Ψ 228)
ἐμαργήναντο· ἐξεμήναντο
ἐμαρνάσθην· ἐμάχοντο (Η 301)
ἐμαρυκᾶτο· ἐμασᾶτο
ἐμαυτῷ βαλανεύσω· ἐμαυτῷ διακονήσω p Λέγεται δέ, ὅταν
ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ {τις} λαμβάνων τὴν ἀρύ-
ταιναν διακονῇ. ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς
πῦρ (Ar. Pac. 1104)
ἐμαυτῷ συνεπίσταμαι· ἐν ἑαυτῷ ἐπίσταμαι
*ἐμβαδόν· πεζῇ διὰ θαλάσσης (Ο 505) ASvg
ἐμβαθύνους· σεσοφισμένους, σοφούς
ἐμβάδιον· [παίζει ἐπὶ τούτου]
ἐμβάδια· τὰ ὑποδήματα
*ἐμβαίη· ἐμποδὼν γένηται. ἐναντιωθῇ AS
ἐμβακανίτης· τὸ μετὰ τοῦ ταρίχους καὶ στέατος σκευαζόμενον
βρῶμα
ἔμβαλε κύλλῃ· οἱ αἰτοῦντες κατὰ παιδιὰν τὴν χεῖρά πως
περιάγοντες καὶ κοιλοῦντες παρακαλοῦσιν ἐμβάλλειν (Ar.
Equ. 1083)
ἐμβαλεῖν· κατακλῖναι. Λάκωνες
ἐμβάλλεο θυμῷ· ἐνθυμοῦ κατὰ ψυχήν (Κ 447)
†ἐμβάλλοντος· βλαισόπους
ἔμβαρος· ἠλίθιος, μωρός r ἢ νουνεχής. p Μένανδρος Φάσματι
(fr. 2 Koe.)
ἐμβάς· εἶδος ὑποδήματος. r καὶ μέρος τι τῆς χελώνης
*ἐμβατεῦσαι· τὸ κατέχειν καὶ καρποῦσθαι χωρίον ἢ οἰκίαν ἢ
ὅλον τὸν κλῆρον (Ios. 19,49 ..) AS ἢ ζητῆσαι
*ἐμβατεύσας· ζητήσας S ἐπιβαίνων APn (vg)
ἐμβατήρ· παρὰ τοῖς ἀρχιτέκτοσι οὐδός
ἐμβατήριον· εἶδος αὐλήματος
ἐμβαφίας· λοπάδες βαθεῖαι. ἀπὸ τοῦ βάπτειν ἐν βάθει
ἐμβάφιον· ὀξύβαφον, παρὰ Ἱππώνακτι (fr. 112 Bgk)
*ἐμβεβροντημένος· ἀναίσθητος ASPn
†ἐμβεβίωθεν· τέθνηκεν
ἐμβεβρυττομένος· [ἀναίσθητος. ἐμβρόντητος]
ἐμβεκανεῖται· ἐμπέπλεκται
*ἐμβεβώς· ἐπιβεβηκώς (Eur. Phoen. 2) AS
ἐμβείη· ἐμβῇ, ἐμποδίσῃ, χωρήσῃ
ἐμβήῃ· ἐμποδοστατῇ. ἐμποδὼν γένηται (Π 94)
†Ἐμβίανος· Ἄρης
Ἐμβλώ· πέπλασται παρὰ τὸ ἐμβλέπειν· ὡς ἡ Δωρὼ καὶ Δεξώ
†ἐμβλωκυῖαν· ἐν τῷ ἀνδρὶ ἡδοιοῦσαν†
*ἔμβολα· μοχλοί. ἀσφάλειαι (Eur. Phoen. 114 ..) Agn
ἐμβολήν· *πληθύν. ὁρμήν Avg ἐνθήκην. ἀπόθετον χρῆμα
ἐμβολίδες· αἱ περιθεταί ...
ἐμβόλιμα ἔπη· τὰ ὑπὸ τῶν γραμματικῶν ὡς ἀλλότρια καὶ
νόθα ἀθετούμενα
ἐμβόλιμον· τὸν μῆνα, καὶ τὴν ἡμέραν. [καὶ †ἀνδραποδισμόν]
ἔμβολα· Εὐριπίδης Παλαμήδῃ (fr. 590) καὶ Σκίρωνι ( fr. 681)
ἔμβολα. τὸ δὲ πολὺ ἀῤῥενικῶς λέγουσι τοὺς ἐμβόλους
ἔμβολον· Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις (fr. 317) τὸ
αἰδοῖον. [ἀῤῥενικῶς δέ φασι τὸν τῆς νεὼς ἔμβολον, τὸ χάλ-
κωμα, τὸ περιτιθέμενον κατὰ τὴν πρῷραν. καὶ ἔμβολον τοῦ
θυρίου]
ἔμβολος· εἶδος θηρίου ἐν λαχάνοις
ἐμβραμένα· εἱμαρμένη (Sophr. fr. 119) (AS)
ἔμβραχυ· μικρόν. ἢ καθόλου, [ὅλως p [συντόμως. ἁπλῶς qs
†ἔμβριον· θεῖον
ἔμβραται· εἵμαρται
ἐμβρέμεται· ἐμπίπτει. ἐμφυσᾷ (Ο 621)
ἔμβρεος· ἐνεός. μωρός
*ἐμβριθές· βαρύ A στιβαρόν Ag στερεόν gh πλατύ A
*ἐμβριμήματι· κινήματι (Thren. 2,6) AS
ἐμβριμῆσαι· ἐπιτιμῆσαι. κελεῦσαι, προστάξαι μετ' ἐξουσίας
*ἐμβριμώμενος· μετὰ ἀπειλῆς ἐντελλόμενος (Ev. Io. 11,38) ASn
ἐμβροντηθέντες· ἐνεοὶ γενόμενοι. μωρανθέντες
*ἐμβροντησίας· μανίας, φρενοβλαβείας A θάμβους
*ἐμβρόντητος· παραπεπληγμένος τὴν διάνοιαν r. AS μαινόμε-
νος v (A)
ἔμβρυλλαι· ἁγναὶ ἡμέραι. καὶ γῆς ἔντερα
*ἔμβρυον· νεογνὸν βρέφος rg τὸ ἐν γαστρὶ γυναικὸς n ἔτι
διάπλασμα. Avg ἢ ὀλίγον
†ἔμβαχον· ἔμβρυον
ἐμβρόνιον· μικρὸν καὶ ἀπόρφυρον ἱμάτιόν τι Ἰβηρικόν
ἐμβύσας· ἐμπλήσας
ἐμέγηρε· ἐφθόνησεν (Ψ 865)
ἐμέθεν· ἐμοῦ (Α 525)
*ἐμεῖο· ἐμοῦ (Α 174) ASvgn
ἐμεῖο· ἐμοῦ ἔστι δὲ ἀσύναρθρον
ἐμείρετο· ἐπεθύμει
ἐμειδία· ἐγέλα r
*ἔμελλεν· ἐῴκει (Β 39) g
ἐμέλλετε· ἐῴκειτε. ἐφαίνεσθε. οὐδαμοῦ γὰρ ἐπὶ χρόνου κέχρη-
ται τῇ λέξει (Λ 817)
*ἐμέλησεν· [ἐφρόνησεν.] ἐφρόντισεν r. gn
*ἔμενον· παρέμενον (Ε 522) AS
*ἐμέμυξαν· ἐπέξεσαν AS
*ἐμεῦ· ἐμοῦ (Α 88) S
ἐμίνη· ἐμοί (Rhinth. fr. 13)
ἐμήσατο· ἐτεκτήνατο. ἠπάτησεν. ἐμηχανήσατο. (ἐβουλεύ-
σατο g ἐποίησεν (Ζ 157)
ἐμηχανησάσθην· ἐμηχανήσαντο. δυϊκῶς
ἐμίαινεν· ἐκ μίξεως διέφθειρεν (Ezech. 22,11 v. l.)
ἐμεσίας· †διαχρήματα, ἐμετούς (Hippocr. morb. 2,43)
ἐμίγνυτο· ὡμίλει
ἐμίν· ἐμοί
†ἐμήνυθεν· [ἔπραθεν], ἔπρασεν†
ἐμιμήσατο· ὡμοιώσατο
ἐμίως ἐμοῦ (Rhinth. fr. 13)
ἐμίσγομεν· ἐμιγνύομεν
ἐμίστυλλεν· εἰς ὀλίγον διῄρει
ἐμῇ πεντόζῳ· χειρὶ ἐμῇ
ἔμιχθεν· ἐμίχθησαν. πληθυντικῶς (Γ 209)
ἐμείωσεν· ἔφθειρεν
ἔμμα· ἱμάτιον. [ἢ καθαπτόμενον. καὶ ἀπομασσόμενον]
ἐμμακεδονίξαι· χρήσασθαι ...
ἐμμαλάξαι· †ἐμμεῖναι, τῇ χειρὶ ἐπιλαβέσθαι
*ἐμμαπέως· ἐσπουδασμένως (AS) ταχέως r ἅμα τῷ εἰπεῖν n
προθύμως (Ε 836) r
ἐμμανῶς· ὀργίλως r ἐκθύμως
ἐμμάσαι· ἐνερεῖσαι
*ἐμματαιάζων· ματαιολογῶν ASvgn
ἐμματεῖται· ἐνερείδει. ἐνλαμβάνεται. ζητεῖ κατὰ μέρος
ἐμματέων· ψηλαφῶν. φιλονεικῶν. ὁρμῶν
*ἐμμελές· ἐπιμελές. ἔμμετρον ASPp
ἐμμελέεσσι· τοῖς φροντίζουσιν
ἐμμελέστατος· κηδεμών
ἐμμέλεια· εἶδος ὀρχήσεως. καὶ Πλάτων (Legg. 7,816b) ἐπαινεῖ
τὴν ὄρχησιν, καί φησιν ἢ ἀπὸ τοῦ μέλους ὠνομάσθαι, ἢ ἀπὸ
τοῦ πρὸς τὰ μέλη γίνεσθαι. Τραγικὴ δὲ ἡ ὄρχησις. ἀκύρως
δὲ Αἰσχύλος (fr. 10?) ἀντὶ τοῦ σατυρική, ἥ ἐστι {σίκιννις}
ἐμμελής· καθήκων. [προσηνής r
ἐμμελῶς· προθύμως. ἐῤῥωμένως. *συνετῶς ASvgn
*ἐμμεμαώς· ὁμοίως (Ε 142) AS
ἐμμεμηνότα· μαινόμενον
ἐμμέμυκεν· καταμέμυκε. ἢ ἐπικέκλιται. παρὰ τὸ μεμυκέναι.
τινὲς δὲ {ἐμνήμυκεν} (Χ 491)
ἐμμένει· προθυμεῖται
*ἐμμεναι· καθέζεσθαι A εἶναι (Α 117) †ἕως αὐτοῦ AS ἢ ἐπί-
μενε S
*ἐμμενές· ἀδιαλείπτως A πρόθυμον (Κ 361) (r) A
ἐμμενέως· προθύμως. βιαίως (Hes. Theog. 712)
ἐμμενέως· προθυμούμενος. ἐῤῥωμένως
ἐμμεσότροπος· μέτριος
†ἔμμεται· ὀρχεῖται
ἐμμηλάδας αἶγας· τὰς μετὰ τῶν προβάτων νεμομένας (Call.
h. Ap. 51 v. l.)
ἔμμηνοι· αἱ κατὰ μῆνα τελούμεναι θυσίαι
ἐμμήρους· †ἐνομηρείεον ὄντας. παρὰ τοὺς {ὁμήρους} τοὺς ἐπὶ
συμβάσει διδομένους
ἐμμόνιαι· συνθῆκαι
*ἔμμονος· ἐπιμένουσα AS ἀεί, ἤτοι ἀδιαλείπτως (Lev. 13,51 ..)
ἐμμόρατι· τετεύχασιν
*ἔμμορεν· ἔτυχεν ASn ἔλαχεν n ἐκλήρωσεν (Α 278)
ἔμμορον· εἱμαρμένον
ἔμμορος· τετευχώς r
ἐμόρμησεν· ἐπενόησεν
ἔμμοτος· τραυματίας. νοσώδης (Hippocr.)
ἐμνήμυκεν· εἰς ὑπόμνησιν ἤνεγκεν (Χ 491)
*ἐμνώοντο· μνήμην ἐποιοῦντο (Β 686) ASg
*ἐμόγησα· ἔκαμον, ἐκακοπάθησα (Α 162) ASvg
ἐμογήσατο· ἐκακοπάθησεν
ἐμοί· [ἐμοῦ. ἔστι δὲ σύναρθρον]
ἐμοῖο· ἐμοῦ (Α 259)
*ἔμολεν· ἦλθεν (Eur. Hec. 642 ..) gn
ἐμορίδαι· [μέτοικοι]
ἔμορτεν· ἀπέθανεν
ἐμορμολύττετε· ἐδεδίττεσθε
*ἔμπα γε μήν· ὅμως μέντοι (Greg. Naz. c. 2, 2, 1, 344) S
ἔμπα δέ· ὅμως δέ, ἀλλ' οὖν (Greg. Naz. ep. 18, 2 ..)
ἐμπάζεο· φρόντιζε (α 271)
ἐμπάζεσθαι· ἐπιστροφὴν ποιεῖσθαι. καὶ σέβεσθαι. *ἐντρέπε-
σθαι. (Σ) φροντίζειν (Sp)
ἐμπάζεται· σέβεται
ἔμπαιον· ἔμπειρον. μέτοχον. ἢ ἐπίσιτον (υ 379)
ἔμπαις· ἐγκύμων (Cratin. fr. 287) An
*ἔμπα· ὅμως S
ἐμπαίττονται· ἐμπαίζουσιν
*ἔμπαλιν· εἰς τὰ ὀπίσω g ἐξ ἐναντίας (A) p ἢ ἐπὶ τὰ ἕτερα A
ἐμπαλάξαι· ἐμπλέξαι
ἐμπαλάγματα· αἱ ἐμπλοκαί (Aesch. Suppl. 295)
ἐμπάμονι· πατρῳούχῳ
ἔμπαν· πάντως. ὅμως (Pind. Pyth. 5,74?)
*†ἔμπα πόλιος· στήριγμα τῆς πόλεως (Π 549) A
*†ἐμπάρει· παρεκάλει As
*ἐμπαροινοῦντας· ὑβρίζοντας r. A (n)
ἔμπαρος· ἔμπληκτος
ἐμπάσεις· ἐγκτήσεις
†ἐμπασέντας· ἀρχεῖόν τι ἐν Λακεδαίμονι
ἐμπιστῆρας μύθων· πιστωτάς, μάρτυρας
ἐμπαστήρια· μελίπηκτα
ἔμπαστον· κατανθιζόμενον
ἔμπεδα· ἐπιτελῆ. ἀληθῆ. βέβαια, ἰσχυρά. ἀμετάλλακτα.
ἀσφαλῆ (Ι 335)
ἐμπεδὴς γαμόρος μάρψεν Ἅιδης· ἔμπεδον ἔλεγεν τὸν
Ἄιδην, ὡς Ἱππῶναξ ἀντὶ τοῦ †οὖνεμπέδου †χθόνιος. Οἱ δὲ
οὕτως· ὁ Ἅιδης ἐπιμελής ἐστι γάμορος καὶ ἀσφαλής, οὐκ ἀμε-
λῶν οὐδενός, ἀλλ' †εἰς τὴν γῆν λαμβάνων †τὴν μερίδα, οἷον
τὴν γῆν μεριζόμενος (trag. ad. 208)
ἐμπεδορκεῖν· εὐορκεῖν. παίζει δὲ Ἀριστοφάνης (fr. 772) παρὰ
τὰς πέδας
*ἐμπεδοῖ· διδάσκει p βεβαιοῖ, np πιστοῦται, [ἀσφαλίζεται An
*ἔμπεδον· βέβαιον, ἀσφαλές (Ε 254) r T
ἔμπεδος· *βέβαιος, ἀσφαλής (Δ 314) A ἀραρώς. ἀκίνητος
ἐμπέλανα· πόπανα
ἐμπέλα· ἐμπέλαζε. πρόσαγε. ἔγγιζε.
*ἐμπελάσαι· προσεγγίσαι A
*ἐμπέπαιχα· ἐνέπαιξα, ἐχλεύασα (Exod. 10,2) ASvgn
ἐμπολωρός· ἀγορανόμος. Λάκωνες
ἐμπεπαρμένον· ἐμπεπερονημένον. ἐνηλωμένον
ἐμπεπᾶσθαι· ἐνυπάρχειν. κεκτῆσθαι
†ἐμπεπειρακται· ἐμπεπόδισται
ἔμπεπτα· πλακούντια πύρινα, εἰς ἃ ἐντίθεται τὰ διὰ τυροῦ
{σκευαζόμενα}. Ῥόδιοι
ἔμπειρος· ὑπομονητικός
ἐμπεσεῖν· ἐμπίπτειν
ἐμπέραμον· ἔμπειρον
ἐμπερής· ἔμπειρος. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 426)
ἐμπερκάζουσαν· ὑποθάλλουσαν. μελανίζουσαν
ἐμπερκαίνονται· ἐμποικίλλονται
ἐμπερονατρίς· ἱμάτιον διπλοῦν
*ἐμπερονῆσαι· διατρῆσαι ASvgn
ἐμπεσεῖν· εἰς δεσμωτήριον ἀχθῆναι (Isai. 10,4)
ἐμπεταλίς· ἔδεσμα διὰ τυροῦ σκευαζόμενον
ἐμπεφυυῖα· περιπλεκομένη (Α 513)
ἐμπηγός· ἧλος
ἐμπήκτης· ὁ τὰ δικαστικὰ γραμματίδια παρὰ τοῦ θεσμοθέτου
λαμβάνων ὑπηρέτης, καὶ πήσσων εἰς τὴν κανονίδα
*ἔμπηρα· ἀνέξοχα An
ἐμπήρους· Δημήτριος ἐν Σικελίᾳ (fr. 2)·
"Λακεδαιμόνιοί θ' ἡμῶν τὰ τείχη κατέβαλον,
καὶ τὰς τριήρεις ἔλαβον ἐμμήρους· ὅπως
μηκέτι θαλαττοκρατοῖντο Πελοποννήσιοι."
Ἔμμηροι οὖν οἱ ἐνομήρεις ὄντες· τοὺς γὰρ ἐπὶ συμβάσει διδομέ-
νους, ὥσπερ ἐνέχυρα τῶν ὡμολογημένων, ἔνθεν {ὁμήρους}
λέγεσθαι
*ἔμπης· ὅμως (ε 205) πάντως. ὁμοίως (Ξ 174) ASvgn
*ἐμπίδες· εἶδος κωνώπων A (n)
ἐμπίνειν· πίνειν
*ἐμπίπλαται· πληροῦται. χορτάζεται (Eccles. 4,8) Avg
*ἐμπίπραται· καίεται, ἐμπυρίζεται n
ἐμπίπτων· ἀπορῶν
ἐμπίς· κώνωψ. ἢ εἶδος ζῴου παρὰ τοῖς ὕδασι γενόμενον, ὅμοιον
κώνωπι, μεῖζον δέ
ἐμπίσειον· καὶ τὸ βραχὺ καὶ τὸ δαψιλῶς πιεῖν
ἔμπισον· πότισον
ἔμπλαστ' ἐρεῖς· ψεύσῃ ἀκρίτως
ἐμπλακείς· περικρατήσας, περιλαβών (Eur. Hipp. 1236)
*ἔμπλεοι· πλήρεις (A)
*ἔμπλεῳ· [ἐμπλεῖς] πλήρεις (Agp)
ἐμπλευροῦ· ἐνάλλου εἰς τὰς πλευράς. Σοφοκλῆς Αἰχμαλωτίσιν
(fr. 50)
ἐμπλήγδην· ἐμπληκτική. ἀκρίτως. εὐμεταβόλως (υ 132)
ἐμπλήκτους· μαινομένους, μεμηνότας. εὐμεταθέτους. καταπληκ-
τικούς
ἔμπληκτον· εὐμετάβολον. μανιῶδες. καὶ τὰ ὅμοια
*ἔμπλην· χωρίς. ἐγγύς, πλησίον (Β 526) An
ἐμπλῆξαι· ἐμπεσεῖν. ἐγγίσαι
ἐμπλησμένην· πεπλησμένην
ἐμπλόκια· ἑορτὴ παρὰ Ἀθηναίοις. καὶ τὸ σὺν ταῖς θριξὶ πλε-
κόμενον γυναιξίν (Isai. 3,18)
ἐμπνεῖ μου· ἐρᾶι μου, ποθεῖ με
†ἐμπνεῖ· πεπληρωμένος
*ἔμπνευσεν· ἐνέπνευσεν S
ἔμπνευστος· ἄφρων. [ἢ ἀφανής]
ἐμπνύθη· ἐν αὑτῷ ἐγίνετο, καὶ [ἐφρόνησεν] {ἀνεβίωσεν}
(Ε 697 v. l.)
ἔμπνυτο· [ἀνεβίωσεν] {ἐφρόνησεν} (Χ 475 v. l.)
ἔμπνοια· ἀναπνοή
ἐμποδίζειν· μασᾶσθαι. οἱ δὲ ἰσχάδας μασᾶσθαι ταῖς μελίσσαις,
ἢ θλίβειν τοῖς ποσὶ τὰς ἰσχάδας
ἐμποδίζων ἰσχάδας· μασώμενος. τοῦτο δέ φασιν εἰρῆσθαι
ἐπὶ τῶν μισθῷ ταῖς μελίσσαις ἰσχάδας μασωμένων. τοῦτο δέ
φασί τινες εἶδος εἶναι παιδιᾶς (Ar. Equ. 755)
ἐμποιεῖ· κτᾶται
ἐμποίνιμον· τὸ ἐμ ποινῇ
*ἔμπυον· τὸ γαλακτῶδες ὑγρόν r. A
ἐμπεδοῦσθαι· βεβαιοῦσθαι, ἀσφαλίζεσθαι
*ἐμπολᾷ· περιέρχεται. A πραγματεύεται An(g)
Ἐμπολαῖος· ὁ κερδῷος Ἑρμῆς
ἐμπολέμια· τὰ εἰς πόλεμον εὔθετα (Plat. legg. 12,943 a)
ἐμπολή· *κέρδος AS οἱ δὲ τὰ φορτία. ἢ τὴν ἀργυρέην ἀλλαγήν
*ἐμπολήσαντες· πριάμενοι, ὠνησάμενοι ASvgn
ἔμπολις· ὁ πατρίδα ἔχων (Eupol. fr. 137)
ἐμπολόωντο· ἐνεπόλων. περιεποίουν (ο 456)
*ἐμπολῶντο· ἐνεβάλλοντο A
*ἐμπομπεύων· θριαμβεύων vg †καταστοχάζων
ἐμπόρευμα· πραγματεία, ἐμπορία r
ἐμπορίδαι· μέτοικοι. [ἐπιβάται]
ἐμποριοδονήτας· ἐνοικίου πρακτῆρας
ἐμπόριος· μέτοικος
ἔμπορος· *πραγματευτής Ag καὶ ὁ ἐπ' ἀλλοτρίας νεὼς πλέων g
μισθοῦ, ὁ ἐπιβάτης· "ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπ' ἀλλο-
τρίης;" (ω 300)
*ἐμπορποῦσθαι· φιβλοῦσθαι (1. Macc. 14,44) ASvg
ἐμπόρπημα· ὑφάσματος εἶδος
ἐμπόρω· ἔμποροι. δυϊκῶς
Ἔμπουσα· φάσμα δαιμονιῶδες ὑπὸ Ἑκάτης ἐπιπεμπόμενον καί,
ὥς τινες, ἑνὶ ποδὶ χρώμενον (Ar. Ran. 293) Ἀριστοφάνης
(fr. 501) δὲ τὴν Ἑκάτην ἔφη {Ἔμπουσαν}
ἔμπρεον· [ἔμπειρον]
ἐμπρέπον· ἐπιπρέπον, πρέπον. ὅμοιον
*ἐμπρέποντα· διαπρέποντα ASvgn
*ἐμπρῆσαι· καῦσαι (Iud. 9,52) Agn
ἐμπριόεντα· τραχύν
ἐμπύλαιαι· νυμφαῖα
*ἐμ πυμάτοισιν· ἐν ἐσχάτοις (Λ 65) A
ἔμπυος· ὁ ἐμπυϊκὸς παρὰ Μενάνδρῳ (fr. 843 Koe.)
ἔμπυρα· τὰ καιόμενα ἱερά
*ἐμπύρευμα· λείψανον (Greg. Naz. or. 4,42 ..) r. Anps
ἐμπυρία· ὅρκος ὁ δημόσιος. καὶ μαντεία, παρὰ Βοιωτοῖς
ἐμπυριβήτην· τὸν ἐπιτιθέμενον τῷ πυρὶ (Ψ 702)
ἐμπυριβήτης· οὕτως Εὖκλος {ὁ} χρησμολόγος ἐκαλεῖτο. λέγε-
ται δὲ καὶ τρίπους ὁ ἐν πυρὶ τιθέμενος
ἐμύλλανεν· ἐμυκτήρισεν
ἐμύδαινεν· ἔβρεχεν
ἐμύξατο· ἔπιεν
ἔμυζεν· ἔστενεν (Hippocr. epid. 5,6) ἀπεθήλαζεν (Archil. fr.
32 Bgk)
ἐμυήθην· ἐμυσταγωγήθην r
ἐμύθευεν· ἔλεγεν
ἐμυθεόμην· ἔλεγον (β 172)
ἔμυκεν· ἐψόφησεν. ἔχανεν
*ἐμυκᾶτο· ἐφώνει (Plat. rep. 10,615 e?) A
*ἐμύξατο· ἀηδίσθη ASvg
ἐμύς· ζῷον ἐν λίμνῃ καὶ ἐν πηγῇ γινόμενον. οἱ δὲ χελώνην τὴν
ἔχουσαν οὐράν
ἐμυσάκτετο· [ἐβδελύσσετο. {ἐμυσάττετο}]
ἐμύσαττον· ἐσίκχαινον
ἐμυσάττετο· ἀηδίζετο. ἐβδελύσσετο
ἔμυσεν· συνῆλθεν
*ἐμφαίνειν· ἐνδείκνυσθαι gn σημαίνειν (g)
*ἐμφαίνων· δεικνύων ASvg σημαίνων
*ἐμφανές· φανερόν (Exod. 2,14 ..) ASvg
ἐμφανέστατα· ἄγαν φανερώτατα
ἐμφανίζων· φανεροποιῶν
ἐμφανισθήσονται· φανήσονται
*ἐμφαντικῶς· ἐννοητικῶς ASvg
ἐμφανῶν· δηλαυγῶν ἐμφάσει τεκμηρίων
*ἐμφανῶς ἥξει· φανερῶς ἔλθῃ (Ps. 49,3) Anps
ἐμφαρυξάμενος· ἐμφαγών
*ἐμφάσεως· [ἐννοητικῶς] ἐννοήσεως Ag
*ἔμφασις· δήλωσις r (AS) μέγεθος Sgn (A) νόησις v (AS)
ἐμφαντικῶς· [ἐννοητικῶς. ἐμφανῶς]
*ἐμφαντικός· ἐμφανής AS
*ἐμφαντικώτερον· δηλωτικώτερον ASvgps
ἔμφατον· αἰνιγματοειδῶς εἰρημένον
†ἐμφάατον· πλακοῦντα τετυρωμένον
*ἐμφερές· ὅμοιον ASvgn
a) ἐμφέρεται· ἐφίεται. *[φέρεται ASvg περιφέρεται. b) *{ἐμφερεῖς}· ὅμοιοι ASvg
*ἐμφερής· ὅμοιος r. Sn
*ἐμφέρεια· ὁμοιότης r. ASv(gnP)
*ἐμ φερέτρῳ· ἐν τῷ φορείῳ (Σ 236) A
*ἐμφῆναι· δεῖξαι r. AS
ἐμφιλοχωρεῖ· σχολάζει ἢ *τὴν χώραν φιλῶν (Agn)
*ἐμφιλοχωροῦντες· ἐνοικοῦντες n ἐν παραμοναῖς
ἔμφορα· προσβεβλημένα ἀγέλῃ προβάτων
ἐμφόρβιον· τελώνημα
*ἐμφορηθέντες· κορεσθέντες (n) χορτασθέντες, πληρωθέντες (ps)
*ἐμφοροῦμαι· χορτάζομαι, πληροῦμαι Svgn καὶ τὰ ὅμοια
ἔμφραξις· πόνος ὤτων
ἔμφρονι· ἐχέφρονι, συνετῷ, φρονίμῳ
*ἔμφρων· συνετός ASvn φρόνιμος v
*ἐμφύλιον· συγγενικόν g ἢ τῆς αὐτῆς φυλῆς vgS (An)
ἔμφυλον· τὸν ἐκ τῆς αὐτῆς {φυλῆς}· rn οὐ πολέμιον, ἀλλ' ἐμ-
φύλιον (ο 273)
ἐμφύσημα· πάθος περὶ τοὺς ὀφθαλμούς
*ἔμφυτον· ἐν τῇ φύσει ASvg
ἐμψηφίσαι· ὅταν δανειστὴς ἀποδιδόντος χρεώστου μὴ εὐθέως
ἀναλαμβάνῃ εἰς ὄφλημα
ἐμψίουσα· ἐρέγματα διδοῦσα (Aesch. fr. 51)
ἐμφωλεύει· κρύπτεται
*ἔμψυχον· ζῷον AS
ἐμωλύνθη· ἐπαύσατο. ἠμβλύνθη. [μενέων ἐμῶν ἐπιθυμιῶν ἢ
προθυμῶν]
ἐμῶν μενέων ἀπερωεύς· τῶν ἐμῶν προθυμιῶν ὁ κωλυτής
(Θ 361)
ἐμώσατο· εὗρεν. ἐτεχνάσατο. ἐζήτησεν
ἐν· ἀντὶ τοῦ εἰς. καὶ ἀγανακτοῦντος ἐπιφώνημα. καὶ πρόθεσις
ἐναβρύνεσθαι· ὡραΐζεσθαι ἢ ἐντρυφᾶν· {ἁβρὸς} γὰρ ὁ τρυ-
φερός
ἐναβρύνεται· *μεγαλοφρονεῖ ASn ἐντρυφᾷ vgn σεμνύνεται.
λαμπρύνεται
*ἐναγές· μυσαρόν, ἀκάθαρτον (n)
ἐναγής· πονηρός
*ἐναγῆ· μεμισημένον AS
*ἐναγές· μεμιασμένον (ASn)
ἐναγίζειν· τὸ χοὰς ἐπιφέρειν, ἢ θύειν τοῖς κατοιχομένοις (Hdt.
1,167,2) ἢ διὰ πυρὸς {δαπανᾶν} ἢ φονεύειν. {Ἄγος} γὰρ τὸ
μίασμα
ἐναγίσματα· ὁλοκαυτώματα r
*ἐναγισμοί· τὸ αὐτό ASvgn
*ἐν ἀγκοίνηισιν· ἐν ταῖς ἀγκάλαις (Ξ 213) AS
ἐναγκωνιεῖς· ἀποκλινεῖς
ἐναγοράζειν· ἐναθροίζεσθαι
*ἐναγοῦς· ἀκαθάρτου ASvgn
Ἔναγρος· ἔπαγρος. καὶ Ἀπόλλων ἐν Σίφνῳ
*ἔναγχος· πρώην. προσφάτως, A πρὸ μικροῦ, ἀρτίως ASvgn
νῦν, ἐγγύς, πρὸ βραχέος ASn
ἐναγῶν· ῥυπαρῶν
*ἐν ἀγωνίᾳ· ἐν μερίμνῃ (ev. Luc. 22,44) AS
Ἐναγώνιος· ὁ Ἑρμῆς
ἑνάδες· σύστημα
*ἐνάδοντες· [ἐμπεσόντες g Σ]
ἐναερίζει· μετεωρίζει
ἐνναΐζω· λιτανεύω πρὸς τοῖς ναοῖς r
*ἐν ἀέθλωι· ἄθλωι (Π 590) ASn
ἐναθρεῖν· ἀτενίζειν
*ἐναθύροντες· παίζοντες AS
ἐναθύρσας· ἐμπαίξας
*ἔναιεν· ἔμενεν. ᾤκει (Ε 543) S (gb)
ἐν Ἅιδῃ· ἐν τῷ σκότῳ
*ἐν αἰθρίᾳ· ἐν [τῷ] φανερῷ ASgn
ἐν αἰνῇ· ἐν τῇ δεινῇ (Γ 20)
*ἐν αἰνίγματι· ἐν παρεικασίᾳ AS ἐν παραβολῇ (1. Cor. 13,12)
ἐννεός· [ἔκπληκτος]
ἐναίρει· ἀναιρεῖ, φθείρει
ἔναιρε· ἄνελε, *φόνευε (n), σκύλευε (Κ 481)
*ἐναίρειν· τὰ αὐτά (Φ 485) S
*†ἐναιρέσει· ἐνθλίψει AS
ἐναίσασθαι· [φθαρῆναι. γηρᾶσαι]
*ἐναίσιμα· ἀγαθά, καὶ καθήκοντα (Β 353) ASn
ἐναίσιμοι· μαντευτικοί. καθήκουσαι (Ω 40)
ἐναίσιμον· καθῆκον (Ζ 519) r (g) T πρᾷον. ἡδύ. [αἴσιον r
καλόν [ἀγαθόν r ἀληθές
ἐναισιμία· διοσημία
ἐναίσιμος· τὰ καθήκοντα, προσήκοντα εἰδώς. ἢ Ζεὺς ἐν Κο-
ρωνείᾳ. καὶ καθήκων
ἐναισίου· ἀριστεροῦ. [οἱ δὲ ἐνάσαρι]
ἐναιχμάσαι· ἐνμαχέσασθαι
*ἐν ἀκαρεῖ· ἐν ῥιπῇ ASvgn Ἀκαρῆ, ἀκαρί, ἐν ἀκαρεῖ· {η}, {ι}, δίφ-
θογγον
*ἐν ἀκμῇ· ἐν δυνάμει (Esth. 5,1 d) ASvg
*ἐν ἀλαλαγμῷ· ἐν εὐφήμῳ βοῇ (Ps. 32,3 ..) ASvg
*ἐνάλια· τὰ θαλάττια ASvg (n)
ἐνάλιαι κορῶναι· αἴθυιαι (ε 66)
*ἐναλίγκιος· ὅμοιος r. S (Avb) ἐοικώς (Ν 242)
ἐναλίσαι· ἐγκυλῖσαι
ἔναιμος· ἀνὴρ ζωός. συγγενής. καὶ ὁ Ζεύς
ἐναλλάξαι· δοῦναι, ἀμεῖψαι
*ἐνάλλονται· ἐπιπηδῶσιν AS
ἐνάλλοντας· ἐμπηδῶντας. ἢ *ἐμπεσόντας. AS
*ἐναλόντα· συλληφθέντα, κρατηθέντα Avg
ἐν ἅμματι· ἐν φλογί
ἐναμμένος· ἐγκεκομβωμένος
ένανδρον· κενὸν ἀνδρῶν
ἐναμπυκίσαι· ἐγχαλινῶσαι
ἔναντα· φανερῶς
*ἔναντι· ἐξ ἐναντίας r. Sn
ἐναντίβιος· ἐναντίαν δύναμιν ἔχων
ἐναντίοι ἀλλήλοισιν· ἐρίζοντες πρὸς ἀλλήλους (Λ 67)
*ἐναντίον· ἐνώπιον. ἐμπρός ASP
ἐναντιότης· ἔρις. [καὶ {ἐναντίοι ἀλλήλοις}· ἐρίζοντες]
ἔναξεν· ἔσαξεν. ἐπίλωσεν. συνεπλήρωσεν. ἐπιμελῶς ἐμέστωσεν
(φ 122)
ἐναπείληπτο· ἐγκατείχετο
*ἐναπερείσασθαι· ἐμπῆξαι AS στῆσαι (2. Macc. 9,4)
ἐναπέψυξε· τέθνηκεν
*ἐναπειλημένους· διακρατηθέντας A
ἐναποθέρομαι· †ἐνδέχομαι
ἐναπομάξασθαι· τὸν τύπον ἀναλαβεῖν
*ἐναπομάξεται· ἐναποτυπώσει AS
*ἐναπομάττεσθαι· ἀναλαμβάνειν. μανθάνειν AS
*ἐναποματτόμενοι· ἐντυποῦντες ASvgn
ἔναρ· εἰς τρίτην. Λάκωνες
ἔναρα· ὅπλα. σκῦλα, λάφυρα (Ζ 480)
ἐνάραι· ὑγιᾶναι
†ἐναράνει· ἐντρυφᾷ
*ἔναρα βροτόεντα· τὰ σκῦλα τὰ ἀνθρωπίνῳ αἵματι μεμιασμένα
(Ζ 480 ..) A
ἐναργῆ· δῆλα, φανερά. βέβαια, ἀσφαλῆ
ἐναρεῖν· κυΐσκεσθαι. διαλέγεσθαι
ἐνάρης· ἐνηρμοσμένος
ἔναρθρον· εὐάρμοστον. ἡ ὑπὸ γράμμασι δηλουμένη φωνή
ἐναρίζει· συκοφαντεῖ
ἐναρίζειν· [συκοφαντεῖν] σκυλεύειν· {ἔναρα} γὰρ τὰ σκῦλα·
"οὐδέ μιν ἐξενάριξε" (Ζ 417) καταχρηστικῶς δὲ ἀναιρεῖν (Χ 376)
... ["Ἤτοι βέλτερόν ἐστι κατ' οὔρεα θῆρας ἀναιρεῖν" (Φ 485)]
*ἐνάριζεν· ἀνεῖλεν, ἐφόνευεν A ἐσκύλευεν (Π 731)
*ἐναρίζοι· φονεύοι An καὶ τὰ ὅμοια (Α 191)
*ἐνάριζον· ἐσκύλευον A ἀνεῖλον (Ο 343)
ἐναρίθμια· φίλα, συνήθη
ἐναρίθμιος· συμψηφισθείς, καταριθμηθείς (Β 202)
†ἐνάρεσθαι· ἀπολλύειν. φθονεῖν. ἐρείδειν. [ἀπολαύειν]
ἐναρίσασθαι· ἐξοπλίσασθαι
ἐναρκεῖ· ἐνδέχεται
ἐναρκτεύει· φωλεύει, κρύπτεται
*ἐν ἄρκυσι· {ἐν} δικτύοις (Greg. Naz. c. 2, 1, 1, 155) Avgn
*ἐναράξει· ἐνορμήσει A
*ἐναρσφόρος· σκυλοφόρος (Hes. scut. 192 v. l.) Agn
"ἐναροκτάντας δὲ φθογγ.. σκότος ὑψοῦ τέλος ἀθανάτων
ἀπολείψει" Αἰσχύλος ἐν Νηρηΐσιν (fr. 151). οἱ ὑπομνηματι-
σταὶ παρὰ τὸ "οὐχ ὁσίη φθιμένοισιν ἐπ' ἀνδράσιν εὐχετάα-
σθαι (χ 412)" ἵνα ᾖ ὁ νοῦς· ὁ δὲ {ἐναροκτάντας} θάνατός
μοι ἐπικαυχώμενος τὸ ἐκ τῶν θεῶν τέλος ὑψοῦ ἀπολείψει,
τὰ τῶν ἀθανάτων ὕψη, καὶ ἐπὶ τοὺς ἐχθροὺς ἥξει
ἔναρος· ἔνοχος. [ἐπικατάρατος r
*ἐνάρων· σκύλων An
†ἐναρῶν· ἐπαύσατο σκύλων†
ἔνας· εἰς τρίτην
*ἐνασελγαίνων· πορνεύων A
ἐνᾶσθαι· φθαρῆναι. γηρᾶσαι
ἐνάσθη· ᾠκίσθη (Callim. fr. 680) r
ἐνάσσατο· ᾠκίσατο r
ἐν ἀσπίδος ἄντυγι πάλτο· ἐνεπλάκη τῇ ἀσπίδι (Ο 645)
ἔναστρος ὥστε μαινάς· Ἀχαιὸς Ἀλφεσιβοίᾳ (fr. 16) ἀντὶ
τοῦ Ὑάς· τὰς γὰρ Βάκχας Ὑάδας ἔλεγον
*ἐν ἄστεσιν· ἐν πόλεσιν (Avgn)
ἐναστεϊζόμενον· ἐνοικοῦντα
*ἐν ἀτόμῳ· ἐν ῥιπήματι. An ἐν τάχει (1. Cor. 15,52) A
ἔναυδος· ἔμπνους. φωνήεις
*ἐναυάγησαν· ἐκινδύνευσαν (1. Tim. 1,19) A (vg)
*†ἐναυάζει· ἀμφιβάλλει As
*ἐναυλίζεσθαι· ἐνδιατρίβειν A (g)
*ἐναυλισθήσεσθαι· ἐνοικισθήσεσθαι A (gs)
*ἐναύλισμα· νεωστὶ γενόμενόν τι AN οἴκημα ASvgb
ἔναυλοι· αἱ ἐπὶ τῶν χειμάῤῥων ποταμῶν καταβάσεις. τινὲς δὲ
ποταμοὺς χειμάῤῥους (Π 71). ἢ διατριβαί
*ἔναυλον· νέαν ἔχον τὴν εὐεργεσίαν Avgn, οὐ πρὸ πολλοῦ· ἢ
διατρίβοντα A
*ἔναυλος· ὁ ἀκουόμενος, παρὰ τὸν αὐλόν A
ἐναύλους· ποταμούς, χειμάῤῥους Agn. διόρυγας (Π 71) An
ἐναυλόχουν· κατὰ πλοῦν ἐλόχων
ἔναυὁν· ἔνθες. Κύπριοι
*ἐναύοντες· ἀνάπτοντες πυρί. τὰ γὰρ σμήνη τῶν μελισσῶν
διώκουσι διὰ πυρὸς καὶ καπνοῦ A (n)
Ἔναυρος· ὁ Ἀπόλλων
ἐναύρω· πρωΐ. Κρῆτες
ἐναῦσαι· ἐνάψαι. ἢ μεταλαβεῖν
*ἐναύσασθαι· ἐξάψαι Anp
*ἔναυσμα· λείψανον. μετάληψις AS
*ἐναύσματα· ἀρχάς. ἐμπυρεύματα ASvgn φαντάσματα AS
ἐναυχῆσαι· ἐνλαμπρύνασθαι
ἐναυχοῦσα· ἐλλαμπρυνομένη. σεμνυνομένη. καυχωμένη [ἐνα-
φρένει θυμόν]
ἐνάχθη· ἐσάχθη. ἐπληρώθη. ἐπιλώθη
ἐνναύων· πρὸς τῷ ναῷ διάγων, ἱκετεύων
*ἐν βένθεσιν· ἐν βάθεσιν (Α 358) AS
*ἔνβεννος· ὑελοειδής Avgp
*ἐν βουλῇ· ἐν φροντίδι (2. Esdr. 10,3 v. l.) ἐν συναγωγῇ. ἐν
ὁδῷ (Ps. 1,1) AS
ἐμβρῆσαι· ἐν φόβῳ
*ἔν γε δή· ἐν πρόθεσις, {γε, δὴ} σύνδεσμοι ASv(g)
ἐνγείνωνται· ἐνγεννήσωσιν (Τ 26)
ἐνγηράσασθαι· [ἐν] γήρᾳ χρήσασθαι
*ἐν γήρᾳ πίονι· γῆρας λιπαρόν (Ps. 91,15) Avgp
†ἔνγλαυσιν· ἐνγλαύκεσιν
ἐν γούνασι· ταῖς φρεσί (Ρ 514 ..) καὶ μέλεσι
*ἐνγράφει· ἐγχαράττει ASn
ἐνδακοῦσα· κατεσθίουσα
ἐνδαμεῖ· ἐμμένει
ἐνδαναία· ἐρημία
ἐνδανδαίνει· ἀτενίζει. κατατολμᾷ
†ἐνδαές· ἐν διανοίᾳ ἑκάστου
ἐν δ' ἄνεμος πρῆσεν· ἐνέπρησε δὲ ὁ ἄνεμος. ἐνεφύσησεν, ἐγέ-
μισεν, ἐκόλπωσεν (Α 481)
ἐν δαπέδῳ· ἐν τῷ ἐδάφει (λ 577)
ἐνδάπιον· ἐγχώριον
ἐν δ' ἄρ' {ἔβη}· ἀνέβη δέ (Γ 761)
ἔνδασαι· μέρισον
ἐν δ' Αἴθυια· οὕτως Ἀθηνᾶ τιμᾶται παρὰ Μεγαρεῦσιν· ἐπειδὴ
εἰς αἴθυιαν ἀπεικασθεῖσα ὑπὸ τὰ πτερὰ ἔκρυψε τὸν Κέκροπα,
καὶ διεκόμισεν εἰς τὰ Μέγαρα
ἐνδατεῖται· ἀπομερίζει (Aesch. fr. 350)
ἐνδατουμένη· ἐπιλαμβανομένη. μερίζουσα
ἐνδατούμενος· μεριζόμενος. καὶ οἱονεὶ κακῶς λέγων σφοδρῶς.
ἀπὸ τῆς {δαιτός} (Eur. Herc. 218)
ἔνδαυλον· λοχμῶδες. δασύ
ἐνδέναι· [γνῶναι]
ἐν δέ· πρὸς τούτοις δέ. ἐν αὐτῇ δέ (Σ 483 ..)
*ἐνδεεῖ· χρείαν ἔχοντι AS πτωχῷ (ASn)
ἐνδέειν· ἐλλείπειν
ἐνδεῖ· [ἐντέλλεται]
ἔνδεια· πενία, πτωχεία. πεῖνα (Prov. 6, 11)
ἔνδεικτο· [ἐσήμηνεν]
*ἐνδείξει· ἐπιδείξει A ἐντελεῖ
ἔνδειξις· ἀπόδειξις
*ἐνδείξομαι· ἀπολογήσομαι (Τ 83) ASvg
†ἐνδείξω· ἐντινάξω
ἐνδεῖν· *χρῄζειν, ASgN {ἐν} ἐνδείᾳ εἶναι, καὶ ἐλλείπειν
ἕνδεκα· ἄρχοντες, οἷς παρεδίδοντο οἱ θανάτῳ καταδικασθέντες
ἑνδεκαδικόρ· εἶδός τι φασκωλίου. {Λάκωνες} S
ἐδεκάτευσα· τὴν δεκάτην ἐπραξάμην
*ἐνδελεχεῖ· πυκνάζει [Λάκωνες] (Sir. 41,6 v. l.) A
*ἐνδελεχισθήσεται· ἐνβραδυνεῖ (Sir. 20,19 ..) A
*ἐνδελεχισμός· ἐπιμονή (Sir. 7,13) (Ag)
*ἐνδελεχῶς· ἀδιαλείπτως, συνεχῶς, ἐπιμόνως (Exod. 29,38 ..)
Avgn
ἐνδελιτές· παντελές (Epich. fr. 183)
ἐνδενδίλλειν· ἐμβλέπειν
Ἔνδενδρος· παρὰ Ῥοδίοις Ζεύς· καὶ Διόνυσος ἐν Βοιωτίᾳ
ἐν δεξιᾷ· ἐκ δεξιῶν, {οὐκ} {ἐνδέξια}· εἰ μὲν προπαροξυτόνως,
οὐκ ἂν ἐπενέγκαιμεν τὸ ἀντικείμενον "{ἔστι δὲ πόλις ἐν δεξιᾷ
εἰσπλέοντι τὸν Ἰόνιον κόλπον}" (Thuc. 1, 24, 1)
ἐν δέοντι· ἐν μέρει
ἐνδέοντες· δανειζόμενοι
ἐν δέ οἱ ἦτορ· ἐν δὲ τοῖς στήθεσιν αὐτοῦ ἡ ψυχή (Α 188)
*ἐν δ' ἔπεσεν· ἔπεσεν {δέ} (Δ 134) A
*ἐν δὲ ῥυτῆρσι· τοῖς λώροις (Π 475) A
ἐν δὲ σθένος ὦρσεν· ἕκαστον ἐῤῥώννυσεν (Β 451)
†ἐνδεές· συνεχές
ἐνδευκέα· ἐμφερῆ, ὅμοια
ἐνδευκές· ὅμοιον
ἐνδεῶς· ἐλλιπῶς r
Ἐνδηΐδες· αἱ νύμφαι ἐν Κύπρῳ
ἔνδηλοι· φανεροί
ἐνδημία· παρουσία r
ἐνδήμου· συγγενικοῦ
ἐνδημησάντων· ἐλθόντων
ἔνδια· ὀδύνη. λεῖψις πράγματος. ἢ μεσημβρία. διατριβή
Ἐνδίαγρος· Ἄρτεμις
ἐνδιάθετος λόγος· πᾶς λόγος ἐν νῷ λαμβανόμενος
ἐνδιαθέτως· ὁλοψύχως r ἢ διηνεκῶς
ἐνδιάθηκος λόγος· πᾶς ἔγγραπτος
ἐνδιαιτᾶται· σύνεστι. διατρίβει
ἐνδιαιτᾷ· †ἀρκέσει
ἐνδιαίτημα· *διατριβή Pgn οἰκητήριον r οἴκημα
*ἐνδιατρίβων· ἐπιμένων (Thuc. 7, 81, 4) (A)
ἔνδειγμα· ἀπόδειξις (2. Thess. 1,5)
ἐνδιάζω· μεσημβρίας ὥρᾳ ...
ἐνδιάασκεν· διετέλεσε διάγων ἐν {ὑπαίθρῳ} (Theocr. 22, 44)
ἐνδίεσαν· ἐπεδίωξαν, ἐπώτρυναν, ἐσπούδασαν (Σ 584)
ἐνδιές· ἔνυδρον
ἐν δίκῃ· δικαίως
ἐνδίες ἵπποι· [ἐν τῷ Ἀδρίᾳ ἵπποι· καὶ λυκοπαδεῖς καὶ λυκο-
φόροι]
*ἔνδικον· ἀληθές n δίκαιον Avgn ἄξιον (Ep. Rom. 3,8) n
*ἔνδιος· μεσημβρινός (δ 450) n
*ἐνδίκως· δικαίως Avg ἀξίως (vgn) ἀληθῶς (Eur. Or. 505 ..)
Avg
ἐνδίνων· τῶν μελῶν. ἀπὸ τοῦ {ἐνδύσασθαι} τῷ θώρακι καὶ
τοῖς ἄλλοις ὅπλοις (Ψ 806)
*ἐνδίοις· ὀρθρινοῖς An
ἐνδίσματα· [ἐναλίσματα]
ἐνδιῶνται· μεσημβριάζουσιν
*ἐνδοιαστόν· ἀμφίβολον Ngp ἀμφιδοξούμενον | ...· ἐν δισταγμῷ, ἐν φροντίδι
ἐν δοιῇ δέ· ἐν δισταγμῷ δέ (Ι 230)
ἐνδοιϊτίναι· οἱ ἀπὸ ἑπτὰ πατέρων καὶ μητέρων ἀστῶν κατά-
γοντες τὸ γένος
ἐν δοκῇ· ἐν ἐπιβουλῇ
Ἐνδοκία· Δημήτηρ παρὰ Ἀθηναίοις
ἔνδοκος· ἐνέδρα
ἐνδομαρία· [ἡ κτίσις· ἢ παροιμία]
ἐνδομενία· κτῆσις. ἢ ἀποσκευή
†ἐνδόθρας· τὰς ἀποκοπὰς τῶν νεοδόρων δερμάτων
ἐνδοιέμεναι· [ὅσοι ἀπὸ ἑτέρων πατέρων καὶ μητέρων]
*ἐνδομυχί· ἐν ἀποκρύφῳ τόπῳ vg
*ἐνδόμυχοι· κάτοικοι AP
*ἔνδον· ἔσωθεν r. AP
*ἐνδόσθια· ἔγκατα (Exod. 29,17 ..) r. A
ἐνδόσιμον· τὸ πρὸ τῆς ᾠδῆς κιθάρισμα r
ἔνδοσις· ὁμοίως r
*ἐνδούμενοι· ἐνδεσμεύοντες A ἢ δεσμούμενοι Agp
ἐνδούπησα· ἐνέπεσα (μ 443)
ἔνδρατα· τὰ ἐνδερόμενα σὺν τῇ κεφαλῇ καὶ τοῖς ποσί
ἐν Δριώνας· δρόμος παρθένων ἐν Λακεδαίμονι
ἔνδροια· [καρδία δένδρου καὶ τὸ μέσον]
*ἐνδρομίδες· ὑποδήματα ps
Ἐνδρομώ· Δημήτηρ ἐν Ἁλικαρνασῷ
*ἔνδρυον· καρδία δένδρου. καὶ τὸ μέσον A
ἐνδοιάζει· ἀπορεῖ. διστάζει (r) n
*ἐνδοιασμός· ἀμφιβολία r δισταγμός rg καὶ ἀπορία
†ἔνδυδαν· ἕωθεν†
ἐνδυκέως· φιλοφρόνως. *[ἐπιμελῶς (Ψ 90) A
ἐνδύκιον· πιστόν. φίλον. ἐμφερές. βέβαιον. ἀπόκρυφον
ἐνδυκές· συνεχές. συνετόν. ἀφελές. ἀσφαλές. γλυκύ. πρόθυμον.
εὔνουν. πιστόν. ἐπιμελές
ἐνδῦναι· εἰσδῦναι. εἰσελθεῖν
ἐνδύλω· ἔνδοθεν
ἐνεβάτευσεν· κατέσχεν
*ἔνδυνεν· ἐνεδύσατο (Β 42) N
Ἐνδυμίωνα Κᾶρα· Ἀριστοφάνης (fr. 915) τὸν Ἐνδυμίωνα
Κᾶρά φησι διὰ τὸ περὶ τὸν Λάτμον δοκεῖν αὐτὸν τεθάφθαι
ἔνδυσις· κατάδυσις
ἐνδύτας· αὐλωτὸς στάμνος
ἐνδωρότερον· ὠμότερον. ἀκρατέστερον
ἐνδώσω· ὑποσημανῶ. παρέξω. δηλώσω
†ἐνεασμός· ἐμπαιγμός. πανουργία, δόλος
*ἐνεβριμήσατο· ὠργίσθη r. APgn ἐτάραξεν (En. Io. 11,33)
r. v
ἐνέβριθον· ἐνεκύουν
*ἐνέγκασθαι· ἐνέγκαι g φέρειν
ἔνεγκον· ἔνεγκε (Gen. 27,4 ..)
*ἐνεγκοῦσαν· τὴν μητέρα. ἢ πατρίδα Avg ἢ πόλιν
ἐνεγλαυκώς· φοβερὸς ἰδεῖν
†ἐνέδεκτο· ἐνεσήμηνεν. ἐνετείλατο
ἐνεδιάσθη· [εἰσ] ἐνεπλάκη
*ἐνεδίδου· ἐχαυνοῦτο (Gen. 8,3) A
*ἐνέδρα· ἔγκρυμμα AN δολερὸν ὑποκάθισμα Avg
*ἐνεδρεύει· δόλον μηχανᾶται Avg ἐνκαθέζεται AN κατατηρεῖ
(Ps. 9,30)
ἐνέδρη· ἐνηδρεύθη
*ἔνεγκεν· ἤνεγκεν AS
ἔνιεν· [ᾤκει]
ἐνέεικαν· ἤνεγκαν
ἐνεείκω· ἐνέγκω
ἐνέηκεν· ἐνέβαλεν (Κ 89)
*ἐνεθουσία· ἐμαίνετο ASvg
*ἐνέθορεν· ἐνεπήδησεν AS
ἐνειπή· ἀπειλή
*ἐν εἴδεσιν· ἐν διαφοραῖς ASvg
ἐνέθρεξεν· προσωρμίσθη
ἐνεθρίωσαν· θρῖον ἐποίησαν, ὅπερ ἐστὶ βρῶμα
ἐνεθυμίαζον· ἐνεθυμούμην
ἔνει· Ἀττικοί. ἔνηθεν
ἐνείληται· ἐζημίωται
ἐνειλημμένους· πολιορκηθέντας
ἐνειμάμην· ἐμερισάμην
ἐνεῖκαι· ἐνέγκαι (Σ 334)
*ἔνειμεν· ἔδωκεν (ξ 449) N
ἐνειματιών· ὁ τὰ †ἐνπάσματα τοῖς ἀνδριᾶσιν ἐκτιθείς
ἔνειρα· ἐνέβαλον. ἐνεπερόνησα
*ἔνειρας· ἐνέρραψας. S ἐνέβαλας AS ἥρμοσας. συνῆψας (Iob
10,11)
ἐνείρων· ἐναρμόζων. συνάπτων
ἐνείς· ἐνθέμενος (Eur. Bacch. 851)
ἐνείσποι· εἴποι (Ξ 107)
*ἐνεῖχον· ἐχόλουν AS ὠργίζοντο (Gen. 49,23) s (gn)
ἕνεκα· τοὔνεκα, τούτου [χάριν (Α 110) Sn
ἐνεκές· [εἰς τρίτην]
*ἐνσκήψαντα· ἐφορμήσαντα ASvg
ἐνεκολάβισε· κατέπιεν. ἀπὸ τῶν ἀκόλων. ἢ καὶ ἐπέρανεν, ὥς
τινες. οἱ δὲ {ἐνεκολήβασεν}
*ἐνεκοπτόμην· ἐνεποδιζόμην (Rom. 15,22) AS
*ἐνεκότουν μοι· ἐμηνίαζον. ἐμνησικάκουν (Ps. 54,3) ASvg
ἐνέκρουσεν· προσέβαλεν. ἐπέσχεν
ἐνεκρίκωσεν· ἐνέδησεν (Hippocr. oss. nat. 18, IX 194,8 L.)
ἐνέκυρσεν· ἐνέτυχεν S ἐπλησίασεν (Ν 145)
*ἐν ἐλλεδανοῖσι δέοντο· ἐν τοῖς δεσμοῖς ἐδέσμουν (Σ 553) AS
*ἐνέλειπεν· εἴασεν AS
*ἐνέλειψε· παρέλειψε AS(vg)
ἐνελήκησα· ἔπλησα. ἐψόφησα (Cratin.?)
†ἐνελήκισεν· ἐνεκύλισεν
ἐνελίπανεν· ἔπλησεν. [ἔπληξεν]
Ἐνελυσκίς· Δημήτηρ ἐν Σάμῳ
ἔνελος· νεβρός
*ἔνεμεν· ἔβοσκεν AS εἶχεν
*ἐνεμέσσα· ἐμέμφετο (Ν 16) ἢ ἐμεμψάμην AS
ἐνένωτο· ἐνενόητο (Hdt. 1, 77, 3)
ἐνένιπεν· *ἐπέπληξεν AS ἐλοιδόρησεν, ὠνείδισεν. ἠπείλησεν
(Π 626)
*ἐνέμοντο· ᾤκουν (Β 496) gn
*ἐνέντος· ἐμβαλόντος ASN
ἐνέξεται· ἐνσχεθήσεται
ἐνεοί· ἄφωνοι (Act. ap. 9,7)
ἐνεόλκον· [ἰσόῤῥοπον] r
*ἐνεόν· κωφόν. καὶ μωρόν ASn ὅθεν καὶ {ὁ} ἀμνήμων (Prov.
17,28)
*ἐνεός· νωχελής. μετέωρος ASg κωφός vg μάταιος μωρός g ὃς οὔτε
ἀκούει οὔτε λαλεῖ
*ἐνεόχμωσεν· ἐκίνησεν AS ἠλλοίωσεν Σ [ἐκαινοποίησεν (Avg) Σ
*ἐνεπάγησαν· ἐνηλώθησαν (Ps. 37,2) ASvg
ἐνεπαρῴνησαν· ἐνύβρισαν
ἐνεπάρησαν· συνεπλάκησαν
ἐνέπασσεν· ἐνεποίκιλεν g ὅθεν καὶ {παστός} (Γ 126) [ἢ ἐνέτα-
σεν. ἢ ἐπόκιλεν]
*ἐνέποντες· λέγοντες (Λ 642) Avgn
ἐνέπουσι· λέγουσιν (Eur. Or. 1461)
ἐνέπει· λέγει. κελεύει. ἱστορεῖ
ἐνεπιδημεῖν· ἔνδημον εἶναι
ἐνέπνεον· ἐβίουν
ἐνεπνύνθη· ἀνεβίωσεν. ἠγέρθη (Ε 697 v. l.)
ἐνέπρηθον· ἔκαιον (Ι 585)
*ἐνεργεῖ· πράττει ASNs
ἐνέργησις· ἡ εἰς γλουτοὺς κάθεσις τῶν χειρῶν
*ἐνεργεῖται· κατασκευάζεται (1. Esdr. 2,20) AS
*ἐνεργεῖν· ἑτοίμως πράττειν (Ep. Phil. 2,13) ASvg
*ἐνεργής· δυνατός ASvg ἰσχυρός (Ep. Hebr. 4,12)
Ἐνεργίδα· Δημήτηρ
ἐνεργμός· κροῦσμα μουσικόν· τὸ δ' αὐτὸ καὶ {ἔνερξις} (Phryn.
com. fr. 6)
*ἐνεργοί· ἕτοιμοι πρὸς ἐργασίαν AS ἢ αἱ μὴ ἀργαί
*ἐνεργουμένη· εἰσακουομένη. τελουμένη (S)
*ἔνερθεν· κατωτάτω, ὑποκάτωθεν (Θ 16) ASvgn
ἐνερείσας· *ἐμπήξας ASvgn στηρίξας. ἢ ἐμβαλών
ἐνερείσομεν· ἐμβλέψομεν
*ἐνερείδοντες· ἐμπηγνύντες ASn
*ἐν ἕρκεσι· περιφράγμασι N τείχεσιν (φ 238)
*ἔνεροι· νεκροί. ὑποχθόνιοι n ἀσθενεῖς
*ἐνέροις· τοῖς ὑπὸ τὴν γῆν τόποις (Ο 188) n
ἔνερθεν· κάτω
ἐνέρτατον· κατώτατον r
ἐνέρτεροι· οὕτω λέγονται [οἱ Τιτᾶνες r διὰ τὸ κατατεταρτα-
ρῶσθαι.
*ἐνέρτερος· κατώτερος vgn ἐν {τῷ} κατωτέρῳ {διάγων τόπῳ}
(Ε 898) n
*ἔνεσαν· ἦσαν S ἐνῆσαν (Ζ 244)
ἐνεσιάλευεν· ἔπτυεν, ἐνέπτυεν
ἐνεσίῃσιν· ἐννοίαις, καὶ βουλῇ (Ε 894)
ἐνεσκίμβηκεν· ἐνεστήρικται. ἐνεσκίρωται
*ἐνεσκίμφθη· κατεπάγη (Π 612) Sgn
*ἐνέσκιμψεν· ἐνέπεσεν g
*ἐνεσκιρωμένη· ἐῤῥυπωμένη (AS) b
ἐνεσκιρωμένον· τὸ †ἄγαν ἔχον (Isai. 27,1 Hex.?)
ἐνεσκευάσατο· καθωπλίσατο
ἐνέστακται· ἔνεστιν κατά τι μέρος (β 271)
*ἔνεστιν· ἔξεστιν. ἐξόν AS
ἐνεστῶτα· παρόντα. προκείμενον (1. Esdr. 9,6)
*†ἐνέτας· τοὺς ἐνοικοῦντας AS
Ἐνετᾶν· ἐκκεῖτ..
*ἐνετείλατο· παρήγγειλεν r. AS διετάξατο. ἐσαφηνίσατο (Gen.
2,16 ..)
*ἐνέτῃσι· περόναις Sg ἀπὸ τοῦ {ἐνίεσθαι}, ἢ [πόρπαις (Ξ 180) S
ἐνέτησεν· [ἐπερόνησεν]
Ἐνετίδας πώλους στεφανηφόρους· ἀπὸ τῆς περὶ τὸν
Ἀδρίαν Ἐνετίδος· διαφέρει γὰρ ἐκεῖ ...
ἐνετός· ἐγκάθετος (Menand.)
ἐνετύλιξεν· ἐνείλησεν (Matth. 27,59 ..) r
ἐνετύρευσεν· ἐνετάραξεν. ἐνεσκεύασεν (Com. ad. 998?)
Ἐνετῶν· τελείων. ἢ ἐπὶ γένους τῶν ἡμιόνων (Β 852)
ἐνευναίου· ἐγκοιτίου
ἐνεύναιον μέγα καὶ πολύ· ἐγκοίτιον (ξ 51)
†ἐνεύνακτοι· οἱ παρθενίαι
ἔνευνοι· ἐπιτήδειοι τόποι εἰς κύπριν
*ἐν εὐσήμῳ· ἐν καλῇ καὶ ἀγαθῇ (Ps. 80,4) ASp
ἐν εὐφήμῳ· ἐν εὐβοήτῳ
ἐνεύχεσθαι· τὸ δεόμενόν τινος τυχεῖν ἐξορκίσαι τὸν ἀξιούμενον
†ἐνέφει· ἐρείδει
*ἐνέφηνεν· ἐνέδειξεν (2. Macc. 3,16 v. l.) ASvg
ἐνεφλεβοτόμει· πολλάκις διεῖλε τὰς φλέβας (Hippocr. nat. oss.
18,9. 194,8 L)
*ἐνεφόρησεν· ἐνεπλήρωσεν ASs
*ἐνεφορεῖτο· ἐχορτάζετο (AS)
ἐνέφραξε· συνέκλεισε. περιετείχισεν (Iud. 16,4 ..)
†ἐνέφενεν· ἐλάβετο
*ἐνέχεεν· ἐνέβαλεν ASvg
*ἐνέχει· μνησικακεῖ. ἔγκειται AS
*ἐνεχείρησεν· προέθηκεν (AS)
ἐν ἐχεγγύῳ· ἐν βεβαίῳ
ἐν Ἐχελιδῶν· Ἔχελος ἥρως, ὡς δὲ ἔνιοι ἐπίθετον ἥρωος, ἀπὸ
τοῦ ἕλος παρακεῖσθαι τῷ ἡρῴῳ. ἔστιν δὲ ὁ Ἀθηναίων ἱππό-
δρομος ἐν Ἐχελιδῶν ἐν ᾧ ἱππικοὶ ἤγοντο ἀγῶνες καὶ ναὸς
Ἐχέλου
*ἐνέχεσθαι· ἐγκαλεῖσθαι. κρατεῖσθαι AS συνέχεσθαι
ἐνέχεται· συνέχεται (Ezech. 14,4)
ἐν ἐχθέσει· ἐν ἐκρίψει (Sap. 11,14 v. l.)
*ἐνεχόμενοι· κρατούμενοι AS
ἐνεχρίμφθη· ἐνέπεσεν. ἐνεβλήθη
ἐνέχρισεν· ἐνεκέντρισεν
ἐνέχυρα· ἀῤῥαβῶνες r
*ἕνη· τριακάς. Ἀττικῶς AS
*Ἐνηάτεκ· ὄνομα κύριον AS
ἐνήδοιτο· ὠφελοῖτο. χαίροιτο. φαιδροῖτο
*ἐνηέας· προσηνεῖς (ASvg) ἀγαθούς. συνετούς. [ἐπιεικεῖς (AS)
ἐνήει· ἐσώρευεν
ἔννεον· ἐκολύμβων (Φ 11)
ἐνηής· σώφρων s ἀγαθός Ss προσηνής. πρᾷος r
ἔνη καὶ {ἔνης}· τὸ μετὰ τὴν αὔριον
ἐνηείη· ὁμιλία. [ἀγαθότης r
*ἐν ἠϊόσιν· ἐν τοῖς αἰγιαλοῖς A
ἕνη καὶ νέα· ἡ τριακάς
ἐνήκαμεν· ἐνεβάλομεν (μ 401)
*ἐνῆκας· ἐνέβαλας. ἐναπέθου (Ι 700) (AS)
ἐνήνεικα· ἐντέθεικα
ἐνήλατον· μέρος νεώς
†ἐνηλεγείς· ἐν ἐπιθυμίᾳ ὤν
ἐνηχῆσαι· δογματίσαι
ἐνηλίαζ· [ἑορτὴ τοῦ Ἐνυαλίου]
ἐνηλινδήθημεν· ἐνεκυλίσθημεν
*ἐνηλινδοῦντο· ἐνεκυλίοντο AS
ἐνηλύσιος· ἐμβρόντητος. κεραυνόβλητος
ἐνηλύσια· τὰ κατασκηφθέντα χωρία {ἐνηλύσια} λέγονται·
ἔνιοι δὲ εὐκίνητα, παρὰ τὴν {ἔλευσιν}· ἄλλοι δὲ τὰς ἐν τοῖς
ἀβάτοις χωρίοις ἀφιδρυμένας †νύμφας
ἐν ἡμετέρου· παρ' ἡμῖν, ἐν ἡμῖν
*ἐνῆν· χρῆν ASvg ἢ δυνατὸν ἦν g (A)
ἐνείους· [πρᾴους, ἢ πρᾴας]
*ἐνήρατο· ἀπέκτεινεν (Ε 43) gS
ἐνηρείας· συναλλαγάς
*ἐνηρείψαντο· ἀνήρπασαν ἐκ τῆς γῆς (Υ 234) ASvg
*ἐνῆρκται· ἀρχὴν ἐποίησεν. ἐνήρξατο (Num. 16,47 v. l.) ASvg
†ἐνηρκτήν· γενναῖον
*ἐνῆρσεν· ἐνήρμοσεν r gn
ἕνης· τριακάδος
ἐνήσει· ἐμβαλεῖ (ο 198)
ἐνήσομεν· καθήσομεν. καθελκύσομεν (β 295) *ἐμβαλοῦμεν
(Ξ 131) ASP
*[ἐνηυλισμένον· κεκαθαρισμένον AS]
*ἐνῆφθαι· ἐνηρτῆσθαι AS
*ἔνηφι· εἰς τρίτην (Hes. op. 410) ASgn
ἐνηχούμενος· κατεχόμενος
*ἐνηχούμενος· ὁ ἑτέρωθεν ἦχον ἐκδεχόμενος AS
*ἐνηχοῦντος· ἐπιφωνοῦντος. ἐμβάλλοντος ASP
ἔνθα· τότε, χρονικόν (Α 22) καὶ ἐν τόπῳ (γ 109)
ἔνθα· *ὅτε. ἢ ποῦ Sg ἢ ἐνταῦθα (Β 311) n ἢ ἐπὶ τόπῳ. ἢ ἐκεῖ
*ἐνθάδε· ἐνταῦθα (Α 171) ASn ὧδε AS εἰς τοῦτον τὸν τόπον
ἐνθάδιος· ἐντόπιος r
*ἔνθα καὶ ἔνθα· τῇδε κἀκεῖσε (Β 462) ASvgn
ἐνθαλάμια· πλάσματα ἐκ μήκωνος καὶ σησάμης
*ἐν θαλάμοις· ἐν οἴκοις (Eur. Andr. 788) AS
†ἐνθαλλῶς· οὐκ ὀρθῶς
ἔνθ' ἄν· τότε (Δ 223)
ἐνθαλύξας· σφοδρῶς πυρακτώσας
ἐνθεμένω· ἐνθέμενοι. δυϊκῶς
ἔνθεν· αὐτόθεν (Δ 58) ἔσωθεν. ἐκεῖθεν. ἢ τότε. ἢ ὧδε. ἢ ἐκ
τούτου
ἐνθεναρίζει· ἐνχειρεῖ
*ἔνθεο· ἔνθου (Δ 410) n
ἔνθεος· ἔνδοξος. ἔντιμος. θεῖος
ἐνθεσίδουλος· ψωμόδουλος {Ἀριστοφάνης}
ἔνθεσις· ὁ ψωμός
*ἔνθεσμον· νόμιμον ASgn ἔννομον r
ἐνθορεῖν· ἐνορμῆσαι
†ἔνθολκον· ἰσόῤῥοπον r
ἐνθορίσκει· ἐνθρύπτει
†ἐνθοργάζει· πονεῖ
*ἔνθους· ἐνθουσιαστής AS μαινόμενος n πνευματοφόρος r (AS)
ἐνθουσία· ἔκπληξις r (b)
*ἐνθουσιάζουσι· θαυμάζουσιν AS
*ἐνθουσιασμός ἐστιν, ὅτε ἡ ψυχὴ ὅλη ἐλλάμπηται ὑπὸ τοῦ
θεοῦ ASPvgn
*ἐνθουσιῶν· μαινόμενος AS ὁρμῶν. ἢ [μανίαν ἔχων n
†ἐνθραδές· ἐμμανές
†ἐνθρεῖν· φυλάσσειν
†ἔνθρια· ζῴδια
ἐνθριάζειν· παραπαίειν. ἀπὸ τῶν μαντικῶν {θριῶν}
ἐνθρίακτος· ἐνθουσιῶν καὶ ἔνθεος. Σοφοκλῆς Σίνωνι (fr. 501)
ἐνθρίζειν· ἐνατενίζειν. νύσσειν
ἐνθριμματίς· οἱ μὲν πλείους διὰ τοῦ {ι}, ἔνιοι δὲ διὰ τοῦ {υ}· ἤτοι
ἀπὸ τοῦ {θρύου}, ἢ ἀπὸ τοῦ θρύβεσθαι
ἔνθρυπτα· τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. εἴδη
πεμμάτων. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι. καὶ
Ἀπόλλων δὲ παρὰ Ἀθηναίοις {Ἔνθρυπτος} (Dem. 18,260)
ἔνθρυσκον· λάχανον, †καρίῳ ὅμοιον. φέρει δὲ καὶ ἄνθος, ὥστε
εἶναι καὶ βρωτὸν καὶ στεφανωτόν
*ἔνθυιον· ἐρωτικόν AS
ἐνθύμημα· ...
ἐνθυιάζω· ἐμπίπτω. καὶ ἐνορμῶ
*[ἐνθυμήσιον· ἄπειρον. ἔννομον Σ]
ἐνθύμιζε· ἐνθυμοῦ
*ἐνθυμιζόμενοι· ἐνθυμούμενοι (Thuc. 5, 32, 1 v. l.) Anp
*ἐνθύμιον· ἄπυρον (Ps. 75,10) [σεμνόν] Σ
ἐνθυμῶ· ἐνθυμοῦ
ἐν θυμῶι· κατὰ θυμόν (Ζ 524)
ἓν θυμῷ μεμαῶτες· ἓν καὶ τὸ αὐτὸ φρονοῦντες (Γ 9)
ἐνθύριον· μέρος τι τῆς νεώς
ἐνθύσκει· ἐντυγχάνει
ἐνθυσκός· ὁ ἀσφαλός, τὸ ὄρνεον
ἐνθωκεῦσαι· ἐμφωλεῦσαι, ἐνκρύπτεσθαι
*ἔνι· ἔνεστιν ἐν τῷ A ἐν τῇ. [ἔνεισιν S
*ἔνια· [προσηνῆ.] ἄττα [ἅτινα] τινά ASvgn
ἐνιᾶσιν· ἐμβάλλουσιν r
*ἐνιαχοῦ· εἴς τινας τόπους ASvgn
ἐνὶ βένθεσιν· ἐν τοῖς βάθεσιν (Greg. Naz. c. 2, 1, 1, 569)
*ενὶ δαιτός· τῆς εὐωχίας ASn
*ἐνιδρύσασθαι· ἀσφαλῶς καθίσαι AS(n)
*ἐνίδρυται· ἐνκαθέζεται ASvg στερεοῦται
*ἐνιείς· ἐπαφίων ASn
*ἐνιεῖσα· ἐμβάλλουσα ASvn
ἐνιεμένους· [δέροντας]
*ἐνιέναι· ἐμβάλλειν ASn ἐναποθέσθαι AS
*ἐνιέντα· ἐμβάλλοντα AS(g) ἐγκελευόμενον
*ἐνίεται· ἐμβάλλεται gnp
ἐνιέντες· ἐγκελευόμενοι
*ἐνιζῆσαι· ἐγκαθίσαι ASvg
*ἐνιζήσαντα· ἐγκαθίσαντα A ἐγκαθήμενον S
ἐνιῆλαι· [κωλῦσαι]
*ἐνίημι· ἐμβάλλω. ἐναποτίθημι r. AS
†ἐνιηλίζειν· τὴν Ἐνυάλιον ἑορτὴν ἄγειν
ενίηλος· [ἀνόητος]
ἐνὶ ἤνοπι· ἐν κατόπτρῳ ἐνήχῳ λαμπρῷ (κ 360)
*ἐνίησιν· ἐμβάλλει ASvn ἐπιπέμπει (μ 65)
ἐνικλᾶν· *ἐμποδίζειν AS ἐγκόπτειν. ἀπὸ τῶν κατασσομένων,
μεταφορικῶς (Θ 408)
*ἐνείκασθαι· ἐνέγκαι ASg
ἔνικεν· ἤνεγκεν, ἔφερεν (Ο 705)
*ἐνείκεον· ἐφιλονίκουν (Σ 498) AS
*ἐνὶ καυλῷ· ἐν τῷ δόρατι (Ν 608) ASn
*ἐνὶ Κνωσῷ· πόλει τῆς Κρήτης (Σ 591) AS
ἐνιλλώπτειν· κεκλασμένῳ τῷ ὄμματι ἐμβλέπειν. καταμωκᾶσθαι
ἐνιλλώψας· καταμωκησάμενος· {ἴλλους} γάρ φασι τοὺς ὀφθαλ-
μούς
ἐνὶ μεγάροις· ἐν τοῖς οἴκοις (Β 137)
*ἐνὶ νηΐ· ἐν πλοίῳ (ξ 345) ASs
*ἔνιοι· τινές ASvgn ἢ φανεροί g
ἐνὶ οἴκῳ· ἐν τῷ οἴκῳ. ἐν τῷ Ἄργει (Α 30)
*ἐνὶ οἴνοπι πόντῳ· ἐν τῇ μελαίνῃ θαλάσσῃ (ε 221 ..) AS
ἐνιπάζων· τύπτων
*Ἐνιπεύς· ποταμὸς n Θεσσαλίας (λ 238)
*ἐνιπή· ἐπίπληξις. λοιδορία. ὀργή n ψόφος. πληγή
*ἐνιπῇ· τῇ διὰ λόγων ἐπιπλήξει AS ἢ ἀπειλῇ (Ξ 104) A
ἐνιπῆσαι· ἀπειλῆσαι. βοῆσαι
*ἐνιπλήξαντες· ἐμπελάσαντες S πλησιάσαντες (Ο 344) ἢ {ἐπι-
πλήξαντες}
ἐνὶ προδόμῳ· ἐν τῇ πρὸ τοῦ οἴκου στοᾷ (Ι 473)
ἐνὶ προμάχοισιν· ἐν τοῖς ἔμπροσθεν μαχομένοις (Δ 458)
ἔνιπτε· ἐπέπλησσεν. ἐλοιδόρει (Γ 438)
ἐνίπτειν· κακοῦν. ψέγειν. λοιδορεῖν
ἐνισκίμψαντες· ἐνερείσαντες (Ρ 437)
ἐνισκίμφθη· προσεπελάσθη, προσηγγίσθη. ἐνεπάγη (Π 612)
ἔνισπεν· ἐξεῖπεν, *εἶπεν (Β 80) r. n
ἐνισπεῖν· εἰπεῖν, ἀγγεῖλαι (γ 93)
ἐνισπέσθαι· ὃ νῦν †μὴ καταπίνειν
ἐνὶ σπλάγχνοισιν· ἐν τοῖς ἐντέροις (Greg. Naz. c. 2, 1,1, 7)
*ἐνισσέμεν· ἐπιπλήττειν (Ο 198) ASn
ἐνίσσων· *ἐπιπλήσσων ASn λοιδορῶν (Χ 497)
*ἐνὶ σταδίῃ· ἐν τῇ συστάδην μάχῃ. (Η 241) S
ἐνιστάμενον· ...
*ἐν ἴσῳ· ὁμοίως AS
ἐνίστασθαι· ἀμύνασθαι
*ἐνὶ στρατῷ· ἐν τῷ στρατοπέδῳ (Α 91) S
ἐνισχημένων· κεκρατημένων
ἐνὶ φρεσὶ θῆκε· κατὰ νοῦν ἔσχεν (Α 55)
*ἐνὶ χηλῷ· ἐν τῇ κιβωτῷ. ἐν †τῷ πλοίῳ (Π 254) ASn
ἐνὶ χώρῳ· ἐν τῷ χώρῳ (κ 271)
ἐνίψει· λέξει AS ἐπιπλήξει. καὶ ἐρεῖ (Η 447)
*ἐνίων· τινῶν AS
ἐν καθέξει· ἐν κατοχῇ
ἐνκάθετοι· ἐνεδρεύοντες (Iob 19,12)
*ἐνκάθετος· ἐνεδρεύων, ἐπιτηρῶν AP(vg) ἐντόπιος (Iob 31,9)
(A)
ἐν Καρὶ τὸν κίνδυνον· παροιμία ἐπὶ τῶν {ἐν} εὐτελέσι τὰς
πείρας ποιουμένων
ἐν καρὸς αἴσῃ· ἐν θανατηφόρῳ μοίρᾳ· b {Κῆρες} γὰρ αἱ θανα-
τηφόροι μοῖραι (Ι 378)
ἐνκαταμίξαι· ἐντίμους ποιῆσαι
ἐνκατακλώσαντες· ἐνείραντες
ἐνκατασυρφάζειν· ἐνυβρίζειν
ἐνκατασκήψασαν· ἐμπεσοῦσαν
ἐνκατελέγησαν· ἐνῳκοδομήθησαν (Thuc. 1, 93, 2)
*†ἐνκέσι· ἐν τύποις. ἐν γλυφαῖς ASgn
ἐν κεφαλαίῳ· ἐν συντόμῳ (Xen. Cyr. 6, 3, 18) p
ἐν Κέῳ τίς ἡμέρα; παροιμία ἐπὶ τῶν οὐκ εὐγνώστων· "οὐδεὶς
γὰρ οἶδεν ἐν Κέῳ τίς ἡμέρα" (Eupol.) ὅτι οὐχ ἑστᾶσιν αἱ
ἡμέραι, ἀλλ' ὡς ἕκαστοι θέλουσιν ἄγουσιν. ὅθεν λέγεται·
σεαυτῷ νουμηνίαν κηρύσσεις
*ἐν κημῷ· ἐν κουρκούμῳ (Ezech. 19,4 ..) AS
ἐν κηρὸς αἴσῃ· [ἐν καρὸς μοίρᾳ]
*ἐν κλήρῳ· ἐν μερίδι (Exod. 6,8 ..) AS
ἐν κονίῃ· ἐν μάχῃ. ἢ ἐπὶ γῆς (Ε 75)
*ἐνκολάψας· ἐγχαράξας A
*ἐνκομβωθείς· δεθείς A
ἐνκομβώσασθαι· ἐπισωρεύσασθαι. An στολίσασθαι (i Petr.
5,5) Avg
*†ἔνκομον· ἐν τομαρίῳ, ἴσον θείας κελεύσεως AS
*ἐνκόπτων· ἐμποδίζων, διακωλύων A
ἐν κόσμῳ· ἐν σεμνότητι (Sir. 26,16)
ἐν κοτύλῃ φέρειν· παιδιᾶς εἶδος. ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ,
ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμενος ἐνετίθει τὰ γόνατα,
καὶ οὕτως ἐβαστάζετο
*ἔνκτητον· κτώμενον (Lev. 22,11) A
ἐν λαμπτῆρι· ἐν τῇ λυχνίᾳ
ἐνλαπιθάζεσθαι· μαχέσασθαι Λαπίθαις. ἢ ἐνθυμηθῆναι
ἐν λέκτροις· ἐν στρώμασιν (Χ 503)
ἐν λιμένι· τῷ ἐν τῷ γυμνικῷ θεάτρῳ
ἐνλιμενίζειν· τελωνίζειν τὰ ἀπὸ λιμένων καὶ θαλάσσης (Ar.
fr. 455)
*ἐνλείπει· διαφωνεῖ A
ἐν λευκώμασιν· ἔθος ἦν τὰ πιπρασκόμενα χωρία ἢ σώματα
δημοσίᾳ ἀπογράφεσθαι ἐν σανίσι λευκαῖς, οἱ δὲ πυξίοις κεχρις-
μένοις λευκῇ γῇ, τὰ ὀνόματα καὶ τῶν κτημάτων καὶ τῶν
ἀνδραπόδων καὶ τῶν πριαμένων αὐτά, ἵν' εἴ τις βουληθῇ
αἰτιάσασθαι ἐπ' ἀδείας ἔχοι ἐντυχὼν τῷ λευκώματι
ἐνλόβια· ἐνώτια
*ἐν μακρύμασιν· ἐν ἀποστασίαις (2. Esdr. 9,1) AS
ἐνμαγαρεύειν· ἐγκεκλεῖσθαι παρὰ γειτόνων
*ἐν μεγάροισι· {ἐν} τοῖς οἴκοις (Α 418) n
ἐν μύρτου κλάδῳ· ἐν μυρσίνης κλάδοις (Ar. Lys. 632?)
ἐννεοί· [ἄφωνοι]
ἐννέα ἄρχοντες· ἀρχὴ διὰ ἐννέα ἀρχόντων
ἐννεάβοιον· ἐννέα βοῶν ἄξιον· ἢ ἐννάβυρσον. ὁ δὲ {βοῦς}
νόμισμα (Ζ 236)
ἐννεάκροσσον· πολλοὺς κροσσοὺς ἔχον
Ἐννεάκρουνος· κρήνη Ἀθήνησι ἣν πρότερον {Καλλιρόην}
ἔλεγον· τῶν δὲ τυράννων οὕτως αὐτὴν κατασκευασάντων
ἐκλήθη {Ἐννεάκρουνος}, ὥς φησι καὶ Θουκυδίδης (1,15,5)
†ἐννεάπον· λοξόν
Ἐννέα ὁδοί· ἡ νῦν {Ἀμφίπολις} (Aeschin. 2, 31 ..)
ἐννεάμυκλος· ἰσχυρός. ἐνναέτης (Callim. fr. 650)
*ἐννεάχιλοι· ἐννακισχίλιοι (Ε 860) Sn
ἐννεάψυχος· ὁ κύων. παροιμιωδῶς
ἔννεεν· ἐξέτεινεν
*ἐν νέμει· ἐν συμφύτῳ (Λ 480) AS
*ἔννεπεν· ἔλεγεν (Θ 412) ns (AS)
ἐννεσίῃσι· βουλήσεσιν. ἐννοήσεσιν (Ε 894)
ἐνένιπεν· ὠνείδισεν. ἠπείλησεν. ἐπέπληξεν (Ο 546)
ἐννέωροι· ἐνναετεῖς· {ὦρος} γὰρ ἐνιαυτός (λ 310)
*ἐννέωρος· ἐνναετής (τ 179) ASn (vg)
εννεω· ἐν ναῷ. ἢ εἰς ναῦν. ἢ εἰς νεοττούς
ἐννῆ· θ# Κυρηναῖοι
ἐνηής· σώφρων. ἀληθής. ἀγαθός. [πρᾷος p
ἐννῆμαρ· ἐπὶ ἐννέα ἡμέρας (Α 53) r. An
ἐν νηπιέηι· ἐν νηπιότητι (Ι 491)
ἐννηπήχεες ἦσαν· ἐπαινοῦσί τινες τὴν ἀκρίβειαν. τὰ γὰρ
σύμμετρα τῶν σωμάτων τοῦ πλάτους τὸ μῆκος {καὶ} τετρα-
πλάσιον ἔχει (λ 311)
Ἐννησιάδες· Νύμφαι παρὰ Λεσβίοις
†ἐννήσει· φθείρει. ὁμοιοῖ†
ἐννήυσκλοι· ὑποδήματα Λακωνικῶν ἐφήβων
Ἐννήιος· ἐν Χίῳ ὁ Ἑρμῆς
ἐννήιον· κώπης μέρος, τὸ ἐπὶ τοῦ σκαλμοῦ ἔνδον ἐν τῇ νηΐ
ἐννοδίῳ· ἀγκυροβολίῳ (δ 785 v. l.)
*ἔννομον· ἔνθεσμον (Eur. Phoen. 1651) ASvg
ἐνναετείρας· ἐνοικούσας
ἐννόσεμεν· [ἐπιπλήττειν]
†ἐννοσία· ἀλογία. ἀργία
*ἐννοσίγαιε· σείων καὶ S κινῶν τὴν γῆν (Η 455) S (Ag) s
ἐννοσίγαιος· κινησίγαιος. ἐπίθετον Ποσειδῶνος (Ξ 135)
ἔννοσις· κίνησις
*ἐννοσίχθων· ὁ τὴν γῆν σείων (Η 445) (Sg)
ἐννοσίφυλλον· κινησίφυλλον (Β 632 v. l.)
ἔννοια· βουλή (Prov. 2,11 ..)
ἐννοαί· πηγαί
ἑννύειν· ἐνδύειν r
ἔννυθεν· ἐκέχυντο
*ἐννουστάταις· φρονίμοις
ἐν νύσσῃ· τῷ καμπτῆρι (Ψ 338)
ἐννύχιον· διὰ τῆς νυκτός
ἐννύχιον κρύπτεις· σκοτεινῶς καὶ δολίως· τινὲς δὲ {ἐμμύχιον}
ἐν τῷ μυχῷ
*ἐννύχιος· νυκτερινός (Φ 37) r. S
ἔννυχος· νυκτερινός rsp(g), αὐτονύχιος (Λ 716)
ἕννυτο· ἐνεδύετο (ε 229) r
ἐν ξυνοχῇσιν· ἐν ταῖς συμβολαῖς (Ψ 330)
Ἐνοδία· Ἄρτεμις. καὶ κυνηγετικά. ὡς Ἀνδρομενίδης
Ἐνόδιος· Ἑρμῆς {ἐν} Πάρῳ
*ἐν ὁδῷ· ἐν ἔργοις. ἐν πίστει. ἐν βίῳ (Ps. 24,12) g
ἑνοειδεῖς· ἑνὶ θεῷ ὅμοιοι
*ἐνόησεν· εἶδεν S κατὰ νοῦν (1. Regn. 4,20 ..)
ἕνοι· οἱ περυσινοὶ ἄρχοντες
ἔνοιστρον· [τὸ ἔσωθεν τῆς κοιλίας r ἐν ᾧ ἡ κόπρος]
*ἑνοῖ· συνάπτει, ἐκ δύο ἀποτελεῖ ἕν A
ἐνοιάδες· αἶγες, αἳ μὴ κορύπτουσιν
ἐν ὅλμῳ εὐνάσω· οἱ μὲν Ὅλμον μάντιν φασί· οἱ δὲ τοὺς ἐν
ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι
ἐν ὁμίλῳ· ἐν ἀθροίσματι. ἐν μάχῃ (Θ 94)
ἐνομόρξατο· κατέμαξεν. ἐνέβαλεν (Greg. Naz. c. 1, 2, 14, 57
v. l.)
*ἐνόν· ἐνυπάρχον r ASvgn ἢ δυνατόν gpT ἐστι
ἐν ὀνείρῳ· ἐν ὕπνῳ (Χ 199)
*ἐνοπῇ· φωνῇ, βοῇ (Γ 2) (ASn)
ἐνοπτιλίζειν· ἐμβλέπειν
ἐνόπλιον· ἔνοπλον
*ἔνοπτρα· κάτοπτρα ASvgn. ἔσοπτρον (Eur. Tro. 1107) (sp)
[ἔνηχον]
ἐνόπτητος· [ἐνωπίοις]
ἐνορταλίας· τὰς νεοσσείας. Κρῆτες
*ἐνορμισθήσομαι· προσορμήσω AS
ἔνορμος· ἡ ἀγορὰ παρὰ Θετταλοῖς
*ἔνορχα· ὄρχεις ἔχοντα S (Avgn) ἔφηβα (Ψ 147)
ἐνόρχην λαόν· τὸν ἐπὶ ἥβης· ἀφ' οὗ καὶ τὸ {ὀρχηδόν} (Com.
ad. 90?)
Ἐνόρχης· Διόνυσος ἐν Σάμῳ
*ἐνόρσας· ἐμβαλών (Ο 62) AS
*ἔνος· ἐνιαυτός [ἐπέτιος], ἐπέτειος καρπός gT
ἐνοσηλεύετο· νοσῶν διῃτᾶτο
ἔνοσις· κίνησις r
ἐνοσιφύλλων· τῆς τῶν φύλλων κινήσεως
*ἐνοσίχθων· ὁ τὴν γῆν σείων (Η 445)
*ἐνόστησας· ἐπανῆλθες. ASvgn προσέπιπτες AS
*ἐνοσφίσατο· ἔκλεψε. ASvgn μετέσχεν (Act. ap. 5,2) AS
ἐνοσφίσθησαν· ἀπεστράφησαν. ἀπεχωρίσθησαν
ἐνοσφίσω· ἀπηλλοτρίωσας
ἐνούσιος· συμφυής. πολυκτήμων
ἐν οὐχ ἑνί· ἐπὶ τοῦ πολλοῦ λέγεται
ἐν ὀφθαλμοῖσιν· ἐν τοῖς ὄμμασιν (Α 587 ..) ἢ *θεαμάτων
ASg
ἐνοχλεῖ· διοχλεῖ
*ἔνοχος· χρεώστης. ASvgn ὑπεύθυνος (1. Cor. 11,27) ASvg.
ὑποκείμενος
*ἐν παλάμαισιν· ἐν ταῖς χερσίν (Ε 558) n
*ἔνπαλιν· ἐναντίον As
*ἐν παραβύστῳ· ἐν μυστηρίῳ gn, ἐν κρυπτῷ, λεληθότως vgp,
λάθρα (Hyperid. fr. 57 Tur.)
ἐν περάτῃ· ἐν τῇ δύσει τῆς γῆς (Ψ 243)
ἐν πείσῃ· ἐν ἡσυχίᾳ. ἐν χώρᾳ. ἐν πεισμονῇ (υ 23)
ἐν πίθῳ τὴν κεραμείαν μανθάνω· παροιμία, ἐπὶ {τῶν}
τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων {δὲ} εὐθέως
τῶν μεγάλων καὶ τελείων· ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν
μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχει-
ροίη. Δικαίαρχος (fr. 100 W) δέ φησι, ἕτερόν τι δηλοῦν τὴν
παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς οἰκείοις ποιεῖσθαι· ὡς
κυβερνήτης ἐπὶ τῆς νεώς, καὶ ἡνίοχος ἐπὶ τοῦ ἵππου
ἐν πέντε κριτῶν· ἐν ἀλλοτρίᾳ ἐξουσίᾳ ἐστίν· πέντε δὲ κριταὶ
τοὺς κωμικοὺς ἔκρινον (Epich. fr. 229)
*ἐνίσπῃ· εἴπῃ A
ἐν πλάδῳ· ἐν χαλάσματι. καὶ ἐν ἀνέσει
ἐνπλατειάσασα· ἐν πλατείαις τύπτουσα ταῖς χερσίν. ἢ τρυφε-
ρευομένη
ἔνπλην· πλησίον (Β 526)
*ἐν προβλήματι· ἐν ὑποκρίσει ASvgn
*ἐν προσχήματι· ἐν προφάσει. AS
ἐν Πυθίῳ χέσαι· Πεισίστρατος ᾠκοδόμει τὸν ἐν Πυθίῳ ναόν·
τῶν δὲ Ἀθηναίων παριόντων {καὶ} μισούντων αὐτὸν ...,
οὐδὲν ἐχόντων ποιεῖν, ἐνίους προσουρεῖν τῷ περιφράγματι
καὶ πλησίον ἀφοδεύειν τῆς οἰκοδομῆς, ὥστε διοχλεῖσθαι τοὺς
ἐργαζομένους
ἐνραβδώσας· ἐγγράψας
ἐνριγισκάνειν· ἐνριγοῦν {Φερεκράτης Μυρμηκανθρώποις}
(Com. ad. 10 Dem.)
ἐν ῥύπῳ· οἱ ῥυπῶντες
ἐν Σάμῳ κομήτας· ἔνιοι Πυθαγόραν τὸν σοφόν φασι τὴν
πυκτικὴν ἀσκῆσαι καὶ ἀπ' αὐτοῦ τὴν παροιμίαν λέγεσθαι,
ἁμαρτάνοντες ...
ἐνς ἀῶ· αὔριον.
ἐνδεῦσαι· βάψαι
*ἐνσείσεις· διασείσεις (4. Regn. 8,12)
ἐνσημαίνεται· ἐπιδείκνυται
*ἐν σηκοῖς· ἐν ναοῖς ASvgn
*ἐνσείεις· ἐπιβάλλεις AS
*ἐν σικυηράτῳ· τόπος σικυδίων (Isai. 1,8) A (S)
*ἐνσκιρωθείσης· ἐμπαγείσης· {σκίρωμα} γὰρ λέγεται τὸ ἀνία-
τον πάθος r. AS
ἐνσκῆψαι· ἐνερεῖσαι
*ἐνσκήψαντες· ἐφορμήσαντες n
ἐνσκευάσασθαι· καθοπλίσασθαι
ἐνσκίφθη· [ἐνεπάγη]
*ἐνσκυθίζειν· σπαράττειν A
ἔνσπονδοι· οἱ μετέχοντες σπονδῶν (Thuc. 1, 40, 4 ..)
ἔνστασις· ἀνταγώνισμα r
ἐνστάτης· ἐχθρός r *ἐνιστάμενος, καὶ μὴ ἀναχωρῶν ASn
*ἐν στέρνοις· ἐν στήθεσιν (Eur. Phoen. 134) ASvgb
*ἐνστερνισάμενος· περιπτυξάμενος r. ASvg
ἐν στερνομάντισιν· ἐνγαστρίμυθοις. Σοφοκλῆς Αἰχμαλωτίσιν
(fr. 56)
ἐν στήθεσιν· ἐν ταῖς διανοίαις (Α 83)
ἐνστηνές· ἰσχυρόν. ἢ σαφές
ἐνστροβιλίσας· συστρέψας s
ἐνστρωφᾶσθαι· ἐνστρέφεσθαι
ἐν σφανίῳ· ἐν κλιναρίῳ
ἐνσών· ἐλθών
*ἐντακείς· ἐμφυείς ASgn
*ἐν ταλάροισι· τοῖς κοφίνοις, τοῖς καλαθίσκοις ASvg τοῦ τυροῦ
(ι 247) S
*ἐνταλθέντα· ἐπιτραπέντα ASvg
ἐνταμιευόμενον· ἐνθησαυριζόμενον
ἔν τ' ἄρα οἱ· τότε δὲ αὐτόν
*ἔν τ' ἄρα οἱ φῦ χειρί· ἐν τῇ χειρὶ κατέσχεν AS, ἢ ἐλάβετο τῆς
χειρὸς αὐτοῦ (Ζ 253)
*ἐν Τάραντι· [ἐν τόπῳ] ἐν πόλει τῆς Σικελίας. [καὶ] εἰσέρχονται
AS
ἐνταῦθα· καὶ τὸ χρονικόν. καὶ τὸ ἐπὶ τόπου. καὶ ἔνθα δή, ἢ
ὧδε
ἐνταυθοῖ· ἐνταῦθα (Φ 122) r
ἐνταχείς· [ἐμφυείς]
*ἔντεα· τεύχεα. ὅπλα (Κ 75) AS
ἔντεα δαιτός· σκεύη· τὰ μὲν γὰρ {ἔντεα} ὅπλα, τὰ δὲ {ὅπλα}
σκεύη (η 232)
*ἐν τεγέεσιν· ἐν οἴκοις ASn
*ἐντεθηλότως· θαλλόντως AS(gn)
ἐντεθρίωκεν· ἐνείληκεν ἢ ἐσκεύακεν, ἀπὸ τῶν θρίων. (Men.
Sam. 241) Δηλοῖ δὲ καὶ τὸ βακχεύειν, ἴσως ἀπὸ τοῦ Διονύσου·
{Θρίαμβος} γὰρ ἐλέγετο διὰ τὴν τῆς συκῆς καὶ τῶν θρίων
εὕρεσιν
*ἐντείλασθαι· προστάξαι r. AS
*ἐν τελαμῶνι· ἐν τῷ ἀναφορεῖ, ἐπιδέσμῳ AS
ἐν τελέεσιν· ἐν τοῖς τῶν στρατιωτῶν τάγμασιν (Σ 298)
ἐντεθετταλίσθαι· ἐνκεχλαμυδῶσθαι. σύνηθες γὰρ Θετταλοῖς
χλαμυδοφορεῖν (Eupol. fr. 201)
ἐντέλεια· τάξις ἀρχοντική r
*ἐν τέλει· ἄρχοντας ASvgn
†ἐντεθόρυξον· ἔνσαξον
ἐν τέλει θέσιν· ἐν οὐρᾷ θέσιν ἐν τάγματι
*ἐντελεστέρῳ· τελειοτέρῳ (ASvgn)
*ἐντέλλεται· παραγγέλλει (Am. 6, 12) ASb
*ἐντελέχεια· ἐνέργεια r. n
ἐν τέλμασιν· ἐν βορβόροις· {τέλμα} γὰρ ἰλυώδης καὶ κάθυγρος
τόπος
ἐντεῖναι· πληγὰς δοῦναι
ἐντελῆ· τετελεσμένα
ἐντελέστατοι· ἐντιμότατοι
ἐντελομίσθους· τέλειον μισθὸν λαμβάνοντας
ἐντελῶς· τελείως r
ἐντέμνουσι· τοῖς ἥρωσιν ἐναγίζουσιν
ἐντεομήστωρ· ὅπλων ἔμπειρος r
*ἐντεριώνη· τὸ ἐντὸς ASvgn τοῦ ἀγρίου σικυοῦ S ἢ τὰ ἔνδον
ἐντερόνεια· ἐντεριώνη, τὸ μεσαίτατον τῆς νεώς (Ar. Equ.
1185)· ἤτοι τὸ μέσον τοῦ ξύλου, καρδία, [καὶ] οἱ δὲ μυελός
ἔντερον οἰός· αἱ χορδαί (φ 408)
ἔντεσα· ἔσωθεν
ἐντεσιεργούς· τοὺς μὴ ψιλῶς νωτοφόρους, ἀλλ' ἅμαξαν ἕλκον-
τας (Ω 277)
*ἐντεσιμήστωρ· ἔμπειρος ὅπλων r
*ἔντεσιν· ὅπλοις S σκεύεσιν (Ε 220) [ὅπλοις]
*ἐντεσιουργούς· σκεύεσιν ἐργαζομένους, οὐ νωτοφόρους S
†ἐντεσμένας· κεκοσμημένας
ἐντέταται· τὸ παῖσαι {ἐντεῖναί} φασι
*ἐντέτηκεν· ἐνκεκόλληται (4. Macc. 8,26) ASvg
*ἐντετηκότος· ἐμπεπηγότος An (S)
ἐντετηκώς· ἐμπεπηγώς
ἐντετύλικται· ἐμπέπλεκται. ἐνείληται
*ἔντυε· παρασκεύαζε g
*ἐντεῦθεν· ἔνθεν, παραυτά ASgn, ἐκ τούτου Agn
*ἔντευξις· ἀπάντησις κατὰ τῶν πλημμελησάντων. δέησις εἰς
ἐκδίκησιν SP
ἐντύχῃ· ἐντυγχάνῃ [ὥπλισται]
*ἐν τῇ ἀδολεσχίᾳ· ἐν λύπῃ (Ps. 54,2) AS
ἐν τῇ ἑτέρᾳ· ἐν τῇ ἀριστερᾷ
*ἐν τῇ σαρκί· ἐν τοῖς πάθεσι τῆς σαρκός (Ep. Rom. 7,5) AS(n)
ἐντετεύχηται· ὥπλισται
ἐντί· εἰσίν
ἐντίθεσο· ψωμίζου
ἐντίν· [ἡμῖν]
*ἐν τίσιν· ἐν ποίοις ASvg
ἐντιτόν· ἔνδικον
ἔντομα· ὅρκια. καὶ καθάρματα
*ἐντομίαι· {εὐνοῦχοι} g
*ἐντομίας· εὐνοῦχος ASgh
*ἐντομίδας· σμιλάρια, ψαλίδια (Lev. 19,28 ..) ASg(n)
*ἐντομίδες· ξυσμαὶ ὀξέως γινόμεναι AS καὶ τοῖς [λοιποῖς] σώ-
μασιν ἐντεμνόμεναι. τοιαῦτα δὲ εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς
αὑτῶν οἱ ἄπιστοι ASvg
ἔντομοι· ἔνορκοι
ἔντονον· ἰσχυρόν. ὀξύ (Eur. Hipp. 118 v. l.)
ἐντός· ἔνδον, [ἔσω (Β 845 ..) n
ἐντὸς ἑβδόμης· ἀπείρητο Ἀθήνησι στρατείαν ἐξάγειν πρὸ
τῆς τοῦ μηνὸς ἑβδόμης (Callim.)
ἐντὸς σαρκός· ἐντὸς τοῦ σώματος
*ἔντοσθεν· ἔσωθεν (Δ 454) ASn
ἔντος· ὅπλον (Archil. fr. 6,2)
ἐντοσθίδια· τὰ σπλάγχνα r
*ἐντραγεῖ· ἐντρυφᾷ AS
ἐντραγεῖν· ψωμίσαι. ψωμίσασθαι
ἐντραγήτονον· [ἰσχυρόν]
*ἐντραγούμενοι· μασώμενοι AS
*ἐντραγών· φαγών AS
ἐντρέπεται· μετατροπὴν λαμβάνει. ἐπιστρέφεται. (Ο 554)
κάμπτεται. (α 60) λόγον ἔχει
*ἐντρέπονται· αἰδημονοῦσιν AS
*ἐντρεπτικῶς· ἐλεγκτικῶς AS
ἐντρέχειν· ἐναρμόζειν
*ἐντρεχέστερον· γοργότερον r. ASvgn
ἐντρέψασθαι· τὸ εἴσω τρέψαι τὸ ἱμάτιον
ἐντριβάσαι· ἐναντίαν τύψαι
*ἐντριβής· τετριμμένος. ἀκριβής r. ASvg
ἐν τριόδοισιν· ἐπὶ τῶν ἀδήλων πραγμάτων ἔλεγον, ἐπειδὴ
ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδεν, ποίᾳ χρήσεται ὁδῷ
†ἔντριτον· τὸ διονίου ἔμβρωμα, ὃ Γαλάται ἔμβρεκτόν φασιν†
ἔντριχον· ἀσθενές
ἐντριχώσεις· αἱ βλεφαρίδες τῶν ὀφθαλμῶν
*ἐντρομίδες· [ὑποδήματα AS]
ἐντροπάδην· ἐναλλάξ, μεταβολῇ χειρῶν
*ἐντροπαλιζομένη· κατ' ὀλίγον AS ἢ συνεχῶς S ἐπιστρεφο-
μένη (Ζ 496) A (Svg)
ἐντροπή· ἐπιστροφή
ἐντροπίας· εὐμετάβολος. ὀξίνης
ἐντροπῶσαι· ἐνδῆσαι
ἐντρυγηφάνιον· ὁ δευτερίας οἶνος
*ἐντυγχάνει· προσέρχεται AS
ἔντυεν· ὥπλιζεν (Ε 720)
ἐντύεσθαι· ὡπλίσθαι. κεκοσμῆσθαι
*ἐντύνασαν· κοσμήσασαν (Ξ 162) ASn
ἐντύνει· κελεύει. ἑτοιμάζει. σπεύδει
ἐντύνειν· κατασκευάζειν
*ἔντυνον· ἑτοίμασον, εὐτρέπισον (Ι 203) AS
*ἐντύνοντο· ηὐτρέπιζον (Ω 124) AS
ἔντυος· κόσμος r
†ἐντυπαδία· ὅταν τῷ ἱματίῳ τὴν χεῖρα πρὸς πρόσωπα κα-
τειλημμένος στήσῃ
*ἐντυπάς· πενθικῶς, ὥστε τὸν τύπον τοῦ σώματος φαίνεσθαι
(Ω 163) A
ἐντυπές· πύγδην. ἔμπληκτον
ἐντυπάς· ἐντετυπωμένος. ἐγκεκαλυμμένος τὸ πρόσωπον τῷ
ἱματίῳ. τὴν χεῖρα ἔχων πρὸ τοῦ προσώπου. ἢ κεκυφώς
(Ω 163)
ἐντυπὰς ἐν χλαίνῃ· ἐντετυπωμένος τῷ ἱματίῳ (Ω 163)
*ἐντυπούμενον· ἐγγραφόμενον (2. Cor. 3,7) AS
ἐντυχαλός· ἐντευκτική
ἐντυψίω· ἐντινάξω
*ἐν τωὐτῷ· ἐν τῷ αὐτῷ, ὁμοῦ ASvg
ἐν τῷ ῥά σφι· ἐν τούτῳ δὴ αὐτοῖς (Λ 637)
Ἐνυάλιος· ὁ Ἄρης, ἢ ὁ τούτου υἱός· διὰ τὴν Ἐνυώ. ἢ *πολε-
μικός ASp, ἢ ὁ πολεμιστής (Ρ 211) vgn
*Ἐνυαλίῳ· τῷ Ἄρηϊ (Β 651) Avg
ἐνυανεῖν· τρυφᾶν
ἐνυβρίζων· ἐκπλήττων
ἐνυγροθηρευτής· ἁλιεύς
ἐνυδρίς· ζῷον ποτάμιον ἀμφίβιον, ὅμοιον κάστορι (Hdt. 4,
109,2)
ἐνυδρώθη· ὑδρωπικὸς r ἐγένετο
ἐνύει· ἔνδον. Λάκωνες
ἐνύλαις· [ὑλικὸν] ὑλικαῖς
*ἐνυλισμένον· κεκαθαρμένον Svgn
ἐνύπνιον· ὄναρ
*†ἔνυον· ἔφερον AS
ἔνυρεν· ἔτρισεν
ἐνυρήσεις· θρηνήσεις
*ἔνυστρον· τὸ μέγα ἔντερον τῶν ζῴων. ἡ κοιλία (Malach. 2,3
v. l.) ASPs
*ἐν ὑφέσει· ἐν ἐλαττώσει ASn (vg)
Ἐνυώ· πολεμικὴ θεά. ἢ μάχη. ἔστι δὲ πλαστὸν πρόσωπον,
ὡς Φόβος, καὶ Ἔρις, καὶ Κυδοιμός (Ε 592)
*ἐν φιλότητι· εἰς συνουσίαν (Β 232) N
ἐν φρέατι κυνομαχεῖν· παροιμία ἐπὶ τῶν δυσφεύκτων
ἐν Φρεάτου· ἐν τῷ δικαστηρίῳ, ἐν ᾧ ἐδικάζοντο ἐπὶ ἀκουσίῳ
φόνῳ
*ἐν φρεσίν· ἐν τῇ διανοίᾳ (Ρ 111) ASvg
ἕνα φρεσὶ θυμὸν ἔχοντες· ὁμονοοῦντες (Ν 487)
*ἐν χορείᾳ· ἐν χορῷ (Iudith 15,13) AS
ἐνχριμφθεῖσαν· ἐμπελασθεῖσαν (Ε 662)
ἐνχρίμψας· ἐμπελάσας (Ψ 334)
ἐν χρῷ κουρά· ἡ ψιλή, καὶ πρὸς αὐτῷ τῷ χρωτί
*ἐνχώριοι· ἐκ τοῦ αὐτοῦ τόπου ὄντες AS
*ἐν ᾧ· ἐν ᾧτινι ASvg ἢ ὅταν
ἐνώλας· ἐν ᾧ ὁ ἴουλος ἐπιγίνεται
ἑνωθείς· ἓν καὶ τὸ αὐτὸ γενόμενος
*ἐνώμα· ἔστρεφεν A ἐκίνει (Γ 218) ASn
ἐν ὠμοῖς μάντεις· ὅταν ἀπ' αὐτῶν τῶν σφαγίων μαντεύωνται·
οἷον οἱ ἡπατοσκοπούμενοι ἐν ὠμοῖς λέγονται μαντεύεσθαι. καὶ
{ἐνωμοτεῖν} ...
ἐνώμοτον· ὡρκισμένον, *ἢ τοῖς ὅρκοις ἔνοχον (ASvg)
ἐνωμοτία· τάξις τις διὰ σφαγίων ἐνώμοτος
ἐν ὠμῷ γήραϊ· ἐν χαλεπῷ γήρᾳ· {ὠμὸς} γὰρ ὁ χαλεπός (ο 357)
*ἔνωπα· ἐν ὄψει (Ο 320) n
ἐνωπῇ· ἐς ὄψιν, *προσόψει, φανερῶς. (Ε 374) ASvg ἐν μάχῃ
AS
ενώπηται· [τεταπείνωται]
ἐνώπια· *εὐθεῖα AS οἱ καταφωτιζόμενοι τοῖχοι. *ἐμπρός AS
ἐνώπια· τὰ κατ' ἀντικρὺ τοῦ πυλῶνος φαινόμενα S μέρη, ἃ
καὶ διεκόσμουν {ἕνεκα} τῶν παριόντων. ὁ δὲ Κράτης τὰς
φλιὰς ἀπέδωκεν †ἐνίνοχος (Θ 435 ..)
ἐνώπιον· ἐν ὀφθαλμοῖς, ἐν τῇ προσόψει (ep. Rom. 12,17 ..)
†ἐνωπάλιζεν· ἐνέτεινεν, ἐνεδίδου
ἐνωπῶς· ἐμφανῶς
ἔνωρος· ἔναιμος. ζῶν
ἐνῶρσεν· διήγειρεν (Ζ 499)
ἐνῶρτο· *ἐνώρμησε AS διεγήγερτο (Α 599)
*ἑνώσας· συνάψας S
ἐνώσατο· διενοήθη
ἕνωσις· μῖξις. σύζευξις
ἐνώταις· ἐνωτίοις. τῇ προσῳδίᾳ ὡς φιλόπαις. Σοφοκλῆς Αἰχμα-
λωτίσιν (fr. 51)
†ἐνωτία· ἀμέλεια
ἐνωτίζου· ἐν τοῖς ὠτίοις δέχου (Iob 33,1 ..)
ἐνώτισε· τὰ νῶτα περιεσκέπασεν (Eur. Phoen. 654) Agn (S)
*ἐνωχλήθην· ἠῤῥώστησα (1. Regn. 30,13) ASvg
ἐξ· ἡ πρόθεσις "ἐξ ἀκαλαρείταο βαθυῤῥόου" (Η 422) ...
ἐξάγαστον· ἄξιον θαύματος r. (Snp)
*ἐξάγειν· παροξύνειν A
ἐξάγγελος· ἄγγελος, ὁ τὰ ἔσω γεγονότα τοῖς ἔξω ἀγγέλλων
ἔξαγε κούρην· ἔξαγε τὴν κόρην (Α 337)
ἐξάγιστον· τὸ οὐ δεόντως εἰσενεχθὲν εἰς ἱερόν· ἢ τὸ ἀκάθαρτον
ἐξαγέτης· καλαμίνθη
ἐξάγιστα· πάντα τὰ ἱερὰ καὶ ἀφωσιωμένα, ἃ οὐχ οἷόν τε
ἐκκομίζεσθαι τῶν ἱερῶν. ἔνιοι δὲ ἁγνὰ ἀπέδοσαν
*ἐξάγιστος· ἀκάθαρτος. πονηρός gn
ἐξαγκυρῶσαι θύραν· ἐκστροφῶσαι
*ἐξαγορεύει· φανεροῖ AS
*ἐξαγορεύων· πᾶσι δηλῶν. λέγων ASn
ἐξαγρεῖν· ἐξάγειν. ἐξαιρεῖν
ἐξάγων· ἐκβάλλων. προφέρων
ἐξαγκωνίζεσθαι· ...
*ἐξαγωνίοις· ἐξ ἀγώνων πόνον ἔχουσιν S
*ἐξαγώνιος· [τοῖς ἔξω τοῦ ἀγῶνος, ἢ] ἔξω τοῦ ἀγῶνος r Avg
ὤν
ἐξάγω χωλὸν τραγίσκον· παιδιᾶς εἶδος παρὰ Ταραντίνοις
ἐξ ἀελπτίης· ἐξ ἀνελπίστου (Archil. fr. 54,4)
*ἐξ ἀήταο· ἐξ ἀνέμου AS
ἐξᾳρημένον· ἐξῃρημένον
ἐξαθελγόμεναι· ἐκθλιβόμεναι
ἐξαινεῖτο· [ἀφηρεῖτο]
ἐξαίνυται· ἐξαιρεῖται
*ἐξαίνυτο· ἐξῃρεῖτο (Υ 459) S
*ἐξαΐξαντες· ἐξορμήσαντες ASvg
*ἐξαιρεῖται· ἐξυφαιρεῖται AS
ἐξαιρειν· λαμβάνειν. [ὑψοῦν (Σ)
ἐξαίρετα· ἐπίλεκτα (vn)
ἐξαιρέταρ· ἁρπάγη, ἢ ἅρπαξ ὁ πρὸς τὰ ἀντλήματα
*ἐξαίρετον· ἐπίλεκτον vn προηγούμενον (Gen. 48,22)
ἐξαιρεύμην· ἐξαίρετα ἐλάμβανον (Ε 232)
*ἐξαιρήσοντες· πορθήσοντες AS (vg)
*ἐξαιρούμενος· ἀποκομιζόμενος. ῥυόμενος (1. Regn. 30,8 ..)
ASvg
ἐξαίσια· ὑπέρμετρα. οὐκ ἐπιτήδεια. ἢ *παντὸς ἐπέκεινα {θαύ-
ματος}. ὑπερβάλλοντα (Iob. 9,10 ..) ASvgn
ἐξαίσιοι· κωλυτικοί. ἢ πολλοί, μεγάλοι. ἀνυπέρβλητοι. *ἐπέ-
κεινα παράδοξοι (A)
ἐξαίσιος οἰωνός· ὁ ἀσύμφορος· ἀπέστησε γὰρ ὅλως.
ἀλλότριος
ἔξαιτον· ἐξαίρετον (Μ 320) r. n μέγα. καλόν. ἀγαθόν
ἐξαίφνης· ἐξαπίνης r
ἐξακέσαιο· ἐξιάσαιο. θεραπεύσειας (Δ 36)
Ἐξακεστήριος· ὁ Ζεύς. καὶ ἡ Ἥρα
*ἐξάκουστον· περιβόητον A
*ἐξακριβάζει· ἐξιχνιάζει (Iob 28,3?) AS
ἐξάκτωρ· ὁ ἀπαιτῶν τὰ δημόσια r
†ἐξακολουθοῦσθαι· ἐκθρούζεσθαι†
*ἐξαλαπάξαι· ἐκπορθῆσαι (Α 129) AS (nP)
ἐξαλδαίνει· ἐκβλαστάνει
*ἐξαλέασθαι· ἐκκλίνειν (Hes. op. 105) AS
ἐξαλέεινεν· ἐξέκλινεν
*ἐξαλείφθησαν· ἀπώλοντο (Gen. 7,23) AS
*ἐξαληλιμμένος· ἀπαλειφθείς AS ἢ κεχρισμένος S
ἐξαλίζεται· συναθροίζεται s
ἐξαλῖσαι· κυλῖσαι. ἐκκομίσαι (Ar. Nubb. 32)
ἐξ ἀκαλαρρείταο· ἐκ τοῦ πρᾴως ῥέοντος (Η 422)
*ἔξαλλα· διάφορα (Sap. 14,23) λαμπρά. ἀλλόφυλα (2. Regn.
6,14) AS ἢ ἐξόχως (Dan. 11,36)
ἐξάλματα· πηδήματα r (p)
*ἐξαλοῦνται· ἐκπηδήσουσιν (Mich. 2, 12 ..) ASvg
ἐξάλειπτρον· σκεῦος ἀργυροῦν, φιάλῃ παραπλήσιον, ἐξ οὗ ἐν
τοῖς συμποσίοις ἠλείφοντο μύρῳ (Ar. Ach. 1063)
ἐξάλμενος· ἐξαλόμενος (Ο 571)
ἐξ ἁλός· ἐκ τῆς θαλάσσης S ἢ ἔξω τῆς θαλάσσης (λ 134)
ἐξάλφεις· εὑρίσκεις
ἐξαλύξωμαι· φυλάξωμαι. Σοφοκλῆς Αἴαντι Μαστιγοφόρῳ
(656 v. l.)
ἐξαλφήσεις· ἐκτιμηθήσῃ μεγάλως. ἀπὸ τοῦ {ἀλφαίνειν}. καὶ
γὰρ {ἀλφηστὴς} ὁ ἔντιμος· τινὲς δὲ ἐκλάμψεις
ἐξάπινα· ἐξαίφνης (Lev. 21,4 ..)
ἐξαμβλίσκει· διαφθείρει ἐγκυμονούμενον
ἐξαμβλωθείς· ἐκτρωθείς
ἐξαμβρακοῦται· ἐκλύεται. ἀπὸ τοῦ {ἀμβρακεύειν}, ὅ ἐστι
καρτερεῖν
*ἐξαμαρτάνει· πλημμελεῖ AS
ἐξαμβλίσκοντα· διαφθείροντα
ἐξαμείψει· ἐκτελέσει. πορεύσεται. ἐναλλάξει
ἐξαμοιβάς· ἑτέροις καὶ ἑτέροις
ἐξαμοῦν· ἐκθερίζειν
ἐξ ἀμφοῖν· ἐξ ἀμφοτέρων
ἐξαμφοτερίσας· τὸ ἀμφίβολον ποιῆσαι. καὶ τὸ δύο πραγμά-
των ἐκπεσεῖν
*ἐξαμβλοῦμεν· ἐκτιτρώσκομεν (Eur. Andr. 356) AS
ἐξανάξει· ἀνάξει πρὸς τὸν ἥλιον
ἐξανδήρισον· ἐκπέρασον
ἐξανδραποδίζεται· αἰχμαλωτίζεται
ἐξανεμοῦσθαι· ἐπαίρεσθαι. ἢ ξηραίνεσθαι. ἢ μετεωρίζεσθαι
†ἐξανέσασα· ἐπιστρέψασα
ἐξανεχώρει· λεληθότως ὑπέφευγεν
ἐξανθῆσαι· ἐκζέσαι
ἐξανθήσει· ἀνθήσει (Ps. 102,15)
ἐξανέψιοι· ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοί, ἢ αἱ μητέρες
ἐξανήσας· [ἐξαντήσας]
ἐξανίησιν· ἀναπέμπει r
ἐξανόμεναι· [ἐκκενούμεναι]
ἐξάντες· ἐξεναντίας. ὁτὲ δὲ τὸ ὑγιές
ἐξάντης· ὁ τῆς νόσου ἔξω ὤν
ἐξαντῶν· ἀντιάζων. ... τῆς κόῤῥης καὶ τοῦ πώγωνος οἷον
ὑπογενειάζων. ἢ οὕτως· {ἐξαντῶν} κατὰ τῆς ὑγείας αὐτοῦ
ἐξορκῶν}· τὸν ὑγιαίνοντα γὰρ {ἐξάντη} ἔλεγον
*ἐξ ἀντύγων· ἐκ τῶν περιφερειῶν τοῦ ἅρματος (Eur. Rhes.
567) A (gn)
ἐξανύω· ἐξανύσω. ἐκτελέσω. *[κατεργάσομαι (Λ 365) p (g)
a) ἐξάνω· ἄνωθεν b) {ἐξάγῃ}· ἐξενέγκῃ
ἐξαπαλλαγῇ· ὑποχωρήσῃ (Thuc. 4,28,4)
ἐξαπαλλάξει· ἐκπορθήσει, ἐκκενώσει (Υ 30)
ἐξαπατᾷ· χλευάζει. *[δελεάζει. φενακίζει As
ἐξαπάτερθεν· ἐκ τοῦ ἑτέρου
ἐξαπάφω· ἐξαπατήσω (ψ 79)
ἐξαπαφών· ἐξαπατήσας
*ἐξαπίνης· αἰφνιδίως. ἐξαίφνης (Ε 71) APvg
ἐξαποπειρῆσθαι· πειρᾶσθαι
ἐξ ἀπίης γαίης· ἀλλοτρίας, ἢ ξένης. ἢ μακρὰν οὔσης (Α 270)
*ἐξάπινα· {αἰφνιδίως} r. g.
ἐξαποινᾶσθαι· παραλογίζεσθαι
*ἐξ ἀπόπτου· ἐπὶ τοῦ ὑψηλοῦ τόπου Ag, ὅθεν ἔστιν περισκο-
πεῖν τὰ ὑποκείμενα (Greg. Naz. or. 3 p. 49) A
ἐξαπορηθῆναι· ἐξαφανισθῆναι. [ἐν ἀπορίᾳ γενέσθαι (2. Cor.
1,8) Avg
ἐξ ἀποτρόχου· ἐκ περιδρόμου (Ar. fr. 637)
*ἐξ ἀπροσεξίας· ἐξ ἀμελείας A
*ἐξάπτεσθαι· κρατεῖσθαι τοῦ ἅρματος (A)
ἐξᾶραι· οὕτως λέγεται, ὅταν τι τῶν ὀρνέων εἰς μετέωρον ὕψος
αἴρηται
*ἐξαράξαντες· ψοφήσαντες, κρούσαντες Avgn
ἐξαράξασθαι· διῶξαι
ἐξᾶρεν· ἐκτός ἐστιν
*ἔξαρθρος· ἐκμελής (4. Macc. 9,13) Avgn
ἐξαρῆξαι· ἐκφορῆσαι
*ἐξαρκεῖ· ἐπαρκεῖ (Eur. Hipp. 278) Avg
ἐξαρκέσει· ἐκποιήσει
ἐξαρκῆ· ἀρκοῦσαν
ἐξ ἀρακίων· ἐκ φιαλῶν
*ἔξαρνος· ἀρνούμενος APvgn
*ἐξάρξατε· προκατάρξατε. καταλέξατε (Ps. 146,7) APvg
ἔξαρον· ἆρον. ἐξάλειψον (Sir. 36,6)
ἐξαρτηδόν· μετὰ τοῦ ἐκκρέμασθαι
*ἐξαρτίζει· πληροῖ. τελειοῖ gn
ἐξαρτῆσαι· ἐκκρεμάσαι. τελειῶσαι
ἐξαρτύειν· παιδεραστεῖν
ἐξαρύσαι· ἐξαντλῆσαι
ἐξαρώμεναι· ἐξ ἀγκῶνος φλεβοτομούμεναι
ἑξᾶς· εἶδος {νομίσματος} παρὰ Συρακουσίοις
ἐξασελγαίνωμεν· ἀναπληρώσωμεν ...
ἐξαυαίνεται· ἀποθνήσκει (Ar. fr. 612)
ἐξαύδα· *ἔξειπον Av (gn), λέγε. (Α 363) r φώνησον. βόησον
ἐξαῦσαι· ἐξελεῖν {Εὔπολις} (s)
ἐξαυστήρ· κρεάγρα (Aesch. fr. 2?)
*ἐξαυτῆς· παραυτίκα Avgn
ἐξαῦτις· μετὰ ταῦτα r ἐκ δευτέρου (Α 223) n
ἐξαφάζων· ἔξω ἑαυτοῦ γιγνόμενος. καὶ περιβλέπων
†ἑξαφολέκτης·
ἑξαφορήσωσιν· εὐπορίσωσιν
ἐξαφύουσιν· ἐξαντλήσουσιν
ἐξέβλω· ἐξέτρωσεν
ἐξεγένετο· ἐξεποίησε
ἐξέγρετο· ἐξηγέρθη
ἐξέγρης· ἐξηγέρθης
ἐξεγρύτευσας· ἐξηρεύνησας
ἐξεδεδιῄτητο· ἔξω τῆς νομίμου διαίτης ἐγεγόνει (Thuc.
1,132,2)
*ἐξεδιῄτησεν· κακῶς διῴκησεν Avgp (b)
ἐξεδίφησεν· ἐξεζήτησεν
†ἐξεδίωσεν· ἐπόρθησε. κατέκοψεν
*ἐξ ἑδέων· ἐκ τῶν καθεδρῶν (Α 533) An
ἐξ ἕδρης· ἐκ καθέδρας. ἢ ἐκπρεπής (Τ 77)
ἔξεδρον· τὸν οὐκ αἴσιον οἰωνόν, οὐκ εὔθετον ὄρνιν. οὐκ ἐν
δέοντι τὴν ἕδραν ἔχοντα
ἐξεδύοντο· ἀπεδίδυσκον (Γ 114) r
ἐξέθανεν· ἐλιποθύμησεν. {ἐξέπνευσεν}
*ἐξέθει· ἐξέτρεχεν Agn
ἐξεθίαζε· χορείας ἐπετέλει
*ἐξέθυσεν· ἀνεῖλεν (Eur. Or. 191) Avgn
*ἐξέθορεν· ἐξεπήδησεν (Φ 539) Avgn [ἐξέπνευσεν]
*ἐξαιθριασθέν· λαμπρυνθέν A (g)
ἐξέθρωσκεν· ἐξεπήδα r
ἐξέθωψεν· ἐξεθώπευσεν (Soph. fr. 773?)
ἐξεῖ· ἔξω. Λάκωνες
ἕξεια· τὰ ἑξῆς
ἐξειδεῖς· περισσοί. ἐκπρεπεῖς
ἐξείη· ἔξοδος. κέρδος
*ἑξείης· ἐφεξῆς (Α 448) n
ἐξεικάδιοι· οἱ ἐκ τῆς αὐτῆς εἰκάδος καὶ τάγματος τοῦ αὐτοῦ
*ἐξείκοιτο· παραγένοιτο A
ἐξ †εἴκλω· ἀπὸ δείπνου
*ἐξεικονισμένον· μεμορφωμένον (Exod. 21,22) Avg
ἐξείλατο· ἐῤῥύσατο (Sap. 10,1 ..)
ἐξειλεγμένων· ἐκλεκτῶν Avg (n)
ἐξειλλεῖν· ἐκβάλλειν
†ἔξειον· ἐπιζήμιόν τι καταδικάζειν τοῖς ἑκουσίως ... οἱ δὲ ἀπό-
λυσιν ἐγκλήματος
ἐξείπω· φανεροποιήσω (Ι 61)
*ἐξείνισσα· ἐξένισα (Γ 207) np
ἔξειρα· σκορπίος, ὁ ἰχθῦς
*ἐξείρετο· ἠρώτα (Ε 756) r. n
ἐξερεείνων· ἐξερευνῶν (μ 259)
ἐξειρύσας· ἑλκύσας
*ἔξεισιν· ἐξέρχεται (Eur. Alc. 215) r. Avg
*ἐξειλώτισεν· ὡς ἐπὶ †τοῦ λωτοῦ †ἐξεπόρθησεν A
ἐξείς· ἀφιείς
ἔξειτι· ἐξελεύσεται
ἐξεκαρυκεύθη· ὠψοποιήθη καὶ συνεκόπη· {καρύκη} γὰρ
ἔδεσμα ἐκ πολλῶν συγκείμενον
*ἐξεκαλέσω· {παρῃτήσω} [ἐκ τῶν προμαχόνων] A
ἐξεκέδασεν· ἐξεπέτασεν
ἐξεκήλησεν· ἐξηύλησεν. ἔθελξεν
ἐξεκηρίωσας· ἐξέστησας
ἐξεκήρανεν· ἐξέφθειρεν
ἐξεκνημώθη· ἐξεφθάρη
ἐξεκοδόαξεν· ἐξέχεεν
ἐξεκδούαζεν· [ἐξήνεγκεν]
ἐξεκόμπασεν· ἐξέπληξεν
†ἐξεκ.νόθη· κατηντλήθη
ἐξεκορήθη· ἐξεκαλλύνθη
ἐξεκκλησίασεν· συνήθροισεν (Lev. 8,4 ..)
ἐξεκυλίσθη· ἔπεσεν. ἀπεῤῥίφη (Ζ 42) r
*ἐξεκώμασεν· ἐξεπόρνευσεν Avgn
ἐξελάαν· ἐξελάσαι. ἀποδιῶξαι (Θ 527)
*ἐξελαθῆναι· ἐκδιωχθῆναι A
ἐξελατέους· ἐκδιωκτέους
ἐξελάσωμεν· ἐκβάλωμεν
ἐξέχεα· ἐξήρασα
ἐξέλειπεν· ἐπαύσατο (Gen. 18,11 ..)
*ἐξελέσθαι· σῶσαι (Isai. 44,20 ..) As
ἐξέλιπον· ἐξώλισθον (Ps. 77,33 ..)
*ἐξελεύθεροι· οἱ τῶν ἐλευθερουμένων υἱοί A
†ἐξελθεῖν· ἐξωθεῖν
ἐξέλεψεν· ἐξέγλυψεν. ἐξελέπισεν
ἐξελιγμός· κίνησίς τις παρὰ τοῖς τακτικοῖς, ἡ ἐνόπλιος ...
*ἐξελίσσουσι· κινοῦσιν (Eur. Troad. 3) An
ἐξελκόμενος· περιαγόμενος. περισυρόμενος (Ep. Iac. 1,11)
ἔξελον· ἐξαίρετον ἔδωκαν (Λ 626)
ἐξελύθη· ἐπαύσατο τῆς ὁρμῆς (Ε 293)
ἐξελύτρωσας· [ἐγύμνωσας] ...
ἐξελώπισεν· †ἀπήνθησεν. ἐξεσκύλευσεν, ἐξέδυσεν (Soph. Trach.
925)
*ἐξ ἐμέθεν· ἐξ ἐμοῦ (Α 525) Agn
ἐξέμεν· ἐξαφεῖναι (Λ 141)
ἐξεμέτρει· ἐπὶ ἅλωνος ἐμέτρει
ἐξεμήμεκεν· ἀπήρασεν. ἐξέχεεν
ἐξέμμορεν· ἔλαχεν (ε 335)
ἐξέμολεν· ἐξῆλθεν (Λ 603) r
ἐξεμοῦντες· ἀποβάλλοντες
*ἐξεμούσωσεν· ἐξεπαίδευσεν (Eur. Bacch. 825) As
ἐξέμπαλιν· ἐπαριστέρως
ἐξ ἐναντίων· ἐξ ἀντικειμένων (Greg. Naz. c. 2, 2, 8, 202)
ἐξενάριξας· ἐσκύλευσας (Π 692)
ἐξενάριξεν· ἐσκύλευσεν. ἀπέκτεινεν (Ε 151)
ἐξ ἐνάρων· ἐκ τῶν σκύλων (Ι 188)
ἐξ Ἐνετῶν· πόλις Παφλαγονίας (Β 852)
*ἐξ ἐνοπῆς· ἐκ τῆς μάχης vg, ἢ βοῆς (Ρ 714) An
†ἐξεντισμέναι· κεκοσμημέναι (Ar. Lys. 43)
*ἐξ ἐπάλξεων· ἐκ τῶν προμαχώνων (Eur. Phoen. 1009) Avgn
*ἐξέπαλτο· ἐξεπήδησεν (Α)
ἐξεπατάγησαν· ἐξεφώνησαν
ἐξεπατάχθη· ἐξεπλάγη
*ἐξ ἐπαφῆς· ἐκ ψηλαφήσεως An
ἐξέπερσεν· ἐξεῖλεν. ἐπόρθησεν
*ἐξεπέτασεν· ἥπλωσεν A ἀνέῳξεν (Prov. 13,16)
ἐξέπελεν· ἐξεγένετο
ἐξ ἐπιδρομῆς· ἐξαίφνης
ἐξέπινεν· προέπινεν
*ἐξ ἐπιπολῆς· ἄνωθεν g, ἄριζος
ἐξεπιτάξ· ἐξεπίτηδες
ἐξ ἐπιδιφριάδος πυμάτης· ἐξ ἄκρας τῆς ἄντυγος τοῦ δίφρου.
ἐκ τῆς ἐπιβάσεως τοῦ παραβάτου γάρ. τοῦ δίφρου καὶ τοῦτο
τὸ μέρος (Κ 475)
ἐξεπλάγη· ἐθαύμασεν. ἐξέστη
*ἐξέπλει· ἐξέπλεεν Avgp
*ἐξεπολεμοῦντο· τὰ πολεμίων καὶ ἐχθρῶν ἔπραττον A
*ἐξεπολέμωσε· πολεμίους εἰργάσατο Avgp
ἐξεπράθομεν· ἐξεπορθήσαμεν (Α 125) r
*ἐξεπράξατο· ἐφόνευσεν (Eur. Bacch. 1161 v. l.) A
ἐξεπύρωσεν· ἐξέφλεξεν
ἐξ ἐράνου· ἔρανος εὐωχία
ἐξεργάσῃ· διαφθείρῃ
ἐξερέεινεν· ἠρώτησεν (Ι 672)
ἐξερεείνων· ἐξερευνῶν (μ 259) r
ἐξερέῃς· ἐξηγῇ
ἐξερεύειν· ἐξευρεῖν
ἐξέρευκα· ἐξηρεύνηκα
ἐξερεύμην· ἐξαίρετα ἐλάμβανον (ξ 232)
*ἐξερέω· λέξω (Α 212) n. [ἢ τὴν ἐπιθυμίαν ἐπλήρωσαν]
ἐξ ἐρέβευς· ἐκ τοῦ σκότους (Θ 368)
ἐξ ἐρέβευσφιν· ἐκ τοῦ {ἐρέβους}, ὅ ἐστιν σκότους (Ι 572)
ἐξέραμα· {ὁ ἔμετος} (2. Petr. 2, 22)
*ἐξερεύξεται· ἐξενέγκῃ (Exod. 7,28) A
†ἐξέρεκτα· ἐκπέση
†ἐξερίπῃ· ἐκπέσῃ (Ξ 414) n
ἐξ ἔρον ἕντο· ἐξήνεγκαν τὸν ἔρωτα, τουτέστιν τὴν ἐπιθυμίαν
ἐπλήρωσαν (Β 432)
*ἐξερπετεῖν· ἐξιέναι Avgn
ἐξερύσαι· ἐξαγαγεῖν. ἑλκύσαι (Ε 666)
ἐξέροιτο· ζητοίη. καὶ διηρώτα
*ἐξερπύσαι· ἐξολισθῆσαι A
ἐξέρρον· ἐξεπορεύοντο
ἐξέῤῥωσας· ἐπ' ἐμὲ ἀφῖξαι. ἤτοι ἐπὶ τῶν νεύρων
*ἐξερύησαν· ἔφυγον (1. Macc. 9,6) (vg)
ἐξερύοι· ἐξέλκοι (Κ 505)
ἐξερύσασκεν· ἐξεῖλκεν (Κ 490)
†ἐξέῤῥω· ἐκφῦναι
*ἐξερῶ· ἐξάξω (Eur. Or. 560) (nv)
ἔξεσα· ἔξωθεν. Λάκωνες
ἐξεσίη· ἡ κατὰ πρεσβείαν ἔξοδος (Ω 235)
ἐξεσίας· πρεσβείας
ἔξεσκον· ὑπῆρχον
ἐξεσίην· δημοσίαν ἐκπομπήν. χρείαν. ἀγοράν. λῆμα. πρεσβείαν.
δημηγορίαν. ἀπαίτησιν. χρήματα (φ 20)
ἐξέσμων· ἔσμηχον. καὶ {ἔσμων} δὲ τὸ αὐτό
ἐξεστηκότα· εἰς δίκην κεκληκότα ...
ἐξεστηκὼς οἶνος· ὁ ὀξίνης
*ἐξέσσυτο· ἐξώρμησεν, ἐξήρχετο (Η 1)
ἐξέσται· ἐπ' ἐξουσίας ἔσται
*ἐξέστην· ἐθαύμασα. ἐξεπλάγην (Habac. 3,2) Ag
*ἔξεστιν· δυνατόν {ἐστιν} (Eur. Hec. 435 ..) Avgn
*ἐξέστησεν· εἰς ἔκστασιν ἤγαγεν Avg
ἐξέστρεψεν· μετέβαλεν
ἐξ ἑστίας ἄρχεσθαι· παροιμία
ἐξετάζεται· ἀριθμεῖται [οὐ δεόντως]
ἐξέταμον· ἐξέκοψαν (Α 460) r
*ἐξετανύσθη· ἡπλώθη (Η 271) r Ap
ἐξέτασις· βασανισμός (Sap. 1,9 ..)
*ἐξετασμός· κρίσις. Agbps ἐρώτησις (Prov. 1,32)
ἐξετέλειον· ἐπλήρωσαν (Ι 492)
ἐξέτειον· ἐκ τούτου τοῦ ἔτους, οἷον {ἐπέτειον}
*ἐξέτηξας· ἀνήλωσας (Ps. 38,11) Av
*ἐξέτηξεν· ἐλέπτυνεν (Ps. 118, 139) r (g)
*ἐξ ἔτι τοῦ· ἐξ ἐκείνου τοῦ χρόνου (Ι 106) vgn
ἐξετμήθη· διεκόπη
*ἐξετόξευσεν· ἐξέπεσεν (Eur. Andr. 365) A
ἐξετράπησαν· ἐξέκλιναν
ἐξετρίβετο· σφόδρα ἐκοσμεῖτο
ἐξευασμένου· τεθνεῶτος, γενομένου ...
ἐξευγενίσω· ἐλευθεροποιήσω
ἐξευδίασεν· εὐδίαν ἐποίησεν
ἐξέτρωσεν· ἐξήμβλωσεν, ἔῤῥιψε τὸ βρέφος
ἐξ εὐετηρίας· ἐξ εὐδαιμονίας
ἐξ εὐηγεσίης· ἐξ εὐδαιμονίας (τ 114)
ἐξευμαρίσθη· παρεσκευάσθη
ἐξευμενίσασθαι· ἐξιλεώσασθαι, ἐξιλάσκεσθαι
*ἐξευμενίσονται· ἐξιλεώσονται (4. Macc. 4,11) Agn
ἐξ εὐνῆς· ἐκ κοίτης (Χ 190)
*ἐξ εὐπατριδῶν· ἐξ εὐγενῶν Avg
†ἐξεύχομαι· ἀφίξομαι
*ἐξ εὐωνύμων· ἐξ ἀριστερῶν (Exod. 14,22) Ag
*ἐξεφαάνθη· ἐφάνη (Δ 468) As
ἐξεφάνη· φανερὸς ἐγένετο
ἐξέφαινον· ὑπέφαινον
ἐξέφατο· [δεδαπάνητο]
ἐξεφαύλιζον· ἐξευτέλιζον
*ἐξ ἐφημερίας· ἐκ τοῦ συνεχοῦς (ev. Luc. 1,5) ASvg
ἐξέφθιτο· ἐξέφθαρτο. δεδαπάνητο (ι 163)
*ἐξεφόρουν· ἐξέφερον ASgp
ἐξέφρηκεν· ἀφῆκεν
*ἐξέφυ· ἐβλάστησεν r. ASvgn
*ἐξεφύρθης· ἐμιάνθης (Ierem. 3,2) AS(vg)
*ἐξεφύσησα· διεσκόρπισα. [ἐξεφυσίασα]. ἐβδελυξάμην (Mal.
1,13 ..) AS(vg)
†ἐξεχαρυβδαάνθη· ἀνεπόθη†
ἐξέχεαν ὅρκια· οἷον παρέβησαν
ἐξέχειν· ἀνατέλλειν ἥλιον
ἔξελ' ἐμένα· χωρὶς ἐμοῦ. Λάκωνες
*ἐξέχεσθαι· ἐξέχειν AS
ἐξεχύθησαν· ἠφανίσθησαν (Lam. 4,1)
*ἐξαψάμενος· κατασχών. περιπλακείς ASgn
ἐξέωσαν· ἐξώρισαν, κατέβαλον, ἢ *ἐξέβαλον ASvgnP
*ἔξηβος· ἔξω τῆς ἥβης. τριάκοντα πέντε ἐτῶν AS
ἐξηγεῖσθαι· ἡγεῖσθαι
*ἐξηγήσατο· ἡρμήνευσε (en. Ioan. 1,18) AS
ἐξηγητής· ὁ περὶ ἱερείων καὶ διοσημειῶν ἐξηγούμενος
ἐξηγοῦ· καθηγοῦ (Eur. Bacch. 185)
*ἐξηγορίαν· ἐπαγγελίαν (Iob 22,22) ASvgn
ἐξηγορηκώς· ἐξειρηκώς
*ἐξῆπται· ἤρτηται. κρέμαται gΣ
ἐξέθυψεν· ἐξέκαυσεν
ἐξήϊα· θυμιάματα
*ἐξῃκασμένοι· ὁμοιωθέντες (Eur. Phoen. 162?) ASg
Ἐξηκεστίδης· μοχθηρὸς συκοφάντης
Ἐξήκεστος· ἡταιρηκώς. ὅθεν καὶ τοὺς εὐρυπρώκτους ὁμωνύ-
μως {Ἐξηκέστους} ἔλεγον
Ἐξηκεστιδαλκίδαι· παρὰ τὸν Ἐξηκεστίδην καὶ Ἀλκίδην
*ἐξήμβλωσεν· ἐξέτρωσεν gn ἐξέφθειρεν r οὐ διέ
ἐξήλατον· εὐποίητον. ἢ [ἓξ πτυχὰς ἔχον (Μ 295) (b)
ἐξήλατος· συντετριμμένος
*ἐξήλεγκτα· φανερῶς γενόμενα AS
ἐξηλευθέρωται ὁ δοῦλος, ὁ δὲ πράγματος ἀπολυθεὶς {ἠλευθέ-
ρωται}
ἐξήλατον· ψιλῶς μὲν ἐξ ἐλασμάτων καὶ πτυχῶν συγκείμενον·
δασέως δὲ ἑξάπτυχον (Μ 295)
*ἐξηλιασμένον· κεκαυμένον (Ag) v ὑπὸ τοῦ ἡλίου (2. Regn.
21,13)
*ἐξ ἠλιθιότητος· ἐξ ἀναισθησίας ASvgn
†ἐξηλήμβωρ· ἔβλεπε. Λάκωνες
ἐξηλοιῶμεν· ἐξεκαθάραμεν
ἐξήλυξεν· ἐξέφυγεν (Eur. Hec. 1194)
*ἐξημεροῖ· πραΰνει (4. Macc. 1,29) ASvgn
*ἐξήμβλωσεν· ἐξέτρωσεν gn ἐξέφθειρεν r οὐ διέσωσεν
*ἐξήμευσε· ἀπεκίνησε AS
*ἐξημμένοι· ἐκδεδεμένοι. ASg ἢ ἐνδεδυμένοι S(n)
ἐξημερῶσαι· ἡμεροποιῆσαι (Eur. Herc. 20)
ἐξημοιβά· ἀλλακτὰ διὰ τὸ πλῆθος (θ 249)
ἐξημοιβαί· ἕτεραι
*ἐξῆν· ἐξεγένετο. ἢ δυνατὸν ἦν Avg
ἐξημάρευσε· ἐπέρασεν
ἐξηνδρωμένον· ὀρθιάζοντα
ἐξινήσαμεν· ἐξεβάλομεν
ἐξηνηθησάμην· [διῆλθον. ἀνέγνων. ἐξεφόρησα]
ἐξηνέριξας· [ἐσκύλευσας. ἀνεῖλες]
*ἐξήνιοι· ἀλλότριοι, παρὰ τὸ ἔξω ἡνίων γενέσθαι· {ἡνία} δὲ τὰ
λῶρα· AS(vg) ἀνυπότακτοι Svg (A)
*ἐξήνιον· ἔξω τοῦ ζυγοῦ AP
ἐξηντληκέναι· ἐξαπαντλῆσαι (Eur. Med. 79)
*ἐξηπάτησεν· ἐξεπλάνησεν (Sus. 56) ASn
*ἐξήπαφεν· ἠπάτησεν (ξ 379) r. AS
ἐξεπέδου· ἔλυε τὰ πέδα
ἐξηπειρῶσθαι· ἤπειρον γενέσθαι
ἐξηπέτριπται· δεδαπάνηται. Λάκωνες
ἐξήπιλεν· [ἐξεγένετο]
ἐξηρεύξατο· προεβάλετο (Ps. 44,1) r
*a) ἐξηρμένην· ὑψουμένην Sg b) {ἐξῃρημένην}· περιῃρη-
μένην AS
ἐξήριπεν· ἐξέπεσεν (Hippocr. med. off. 12, III 314,6 L.)
*ἐξῄρηνται· ἐξηρήμωνται ASn
*ἐξηρτημένοι· κρεμάμενοι ASg ἢ κεκοσμημένοι (Exod. 28,7?)
*ἐξηρώησαν· ἐξώρμησαν (Ψ 468) r. (S)
ἑξῆς· ἐφεξῆς
*ἐξησκημένον· δυσνόητον n
*ἐξησκληκότες· ξηρανθέντες AS (vg)
ἐξητασμένος· δεδοκιμασμένος
*ἐξῄτησαν· ᾔτησαν. ἐδυσώπησαν. παρεκάλεσαν AS
ἐξηυλημένον· ἄχρηστον. αἱ γὰρ παλαιαὶ γλωσσίδες τῶν
αὐλῶν ἐξαυλίδες ἐλέγοντο, καὶ αἱ κατατετριμμέναι
†ἐξήχμησαν· ἠρήμωνται· διὰ τὸ τὰ ξόανα ἀπολελοιπέναι
αὐτούς· ἢ ὅτι οὐκ ἐπέθυον αὐτόθι οἱ βάρβαροι τῷ θεῷ
*ἐξηχεῖτο· ἐξηκούετο (3. Macc. 3,2) ASvgn
*ἐξήχηται· ἐξῆλθεν. ἐκηρύχθη (1. Thess. 1,8) AS
ἐξίατρος· ἐκθυτικός
ἐξιεροῦν· χρήματα θεοῖς ἐπαγγέλλεσθαι
ἐξιθυίω· †ἔξω καθίσω
ἐξιθύνει· ὀρθοῖ (Ο 410) (S)
ἐξικνεῖσθαι· χωρεῖν
ἐξικμάζεται· ἐξόλλυται
ἐξικνεῖται· ...
ἐξικνούμενον· ἐξαρκοῦν. εἰσδυόμενον
ἑξικόρ· ἑκτικός
*ἐξίκοιτο· παραγένοιτο N (p)
*ἐξιλάσεται· προσεύξεται. πραϋνεῖ (Lev. 4,20 ..) AS
*ἐξιλάσκεσθαι· ἐξευμενίσασθαι (Lev. 17,11 ..) ASPb
*ἐξίλασμα· ἀντίλυτρον. ἀνακτητικὸν δῶρον (Ps. 48,7 ..)
ASvgn
ἐξίλλειν· ἀπείργειν, κωλύειν. κτείνειν. ἐκβάλλειν ASn
ἐξίμεναι· ἐξαφεῖναι. ἐξελθεῖν (λ 531 v. l.)
ἐξίνε· [ἐπεσβέννυεν]
ἐξινώμενον· ἐκκενούμενον. ἐκστραγγιζόμενον· λέγεται δὲ ἐπὶ
τῶν χολὴν καθαιρομένων (com. ad. 1004 K.)
ἐξιποῦται· ἐκπιέζεται
ἐξιπόμενος· [καθαιρόμενος χολήν, ἢ ἐξεμῶν, ἢ ἐκρέων]
ἐξιονθίζω· "ἐξιονθίζω τρίχα" (Soph. fr. 661) ἐκδίδωμι. ἔστι γὰρ
ἴονθος ῥίζα τριχῶν, ἢ {τὸ} ὑπερέχον
ἕξις· ἦθος, ἢ ἐκ τοῦ ἔχειν. φρόνησις. συνήθεια (Hebr. 5,14)
ἐξίθμη· ἔξοδος
*ἐξιστορήσαντες· ἀναζητήσαντες ASvn
*ἐξ ἰσοστασίου· ἐξ ἴσου· ἐκ τοῦ ὁμοίου AS
*ἐξιστακέναι· θαυμάσαι (Act. 8,11) ASvg
*ἐξίσταντο· ἐθαύμαζον (Act. 2,7) ASs
ἐξίστασθαι· διαφθείρεσθαι
ἐξίσταται· ἐκπλήττεται (Iob 36,28)
ἐξίστη· ἐξέπληττε
ἔξιστον· ἔχθιστον
ἐξίστιον· ἱερεῖον
ἐξίταλα· ἀναλώματα
ἐξίτηλα· ἀσθενῆ. *ἀνόητα n ἄχρηστα. *ἀδόκιμα. S ἐγγὺς
ἀφανισμοῦ ASvgn
*ἐξιτηλία· μωρία (A) S
ἐξίτηλον· ἐξολλύμενον. ἀμαυρόν. *ἢ τὸ ἀπολλύμενον· παρὰ
τὸ {ἐξιέναι}, ὅ ἐστι ἐξελθεῖν AS ἢ ἀνόητον S
*ἐξίτηλος· ὑπερήφανος. βλάξ (ASPn) διεφθαρμένος S(n)
ἐξιτήρια· ἡμέρα, ἐν ᾗ τὰς ἀρχὰς ἀπετίθεντο Ἀθήνησιν
*ἐξιτήριον· ἀποτακτικόν ASvg
ἐξιτητός· ἐκπορευόμενος r
*ἐξιχνεύει· ἐξερευνᾷ. ἀναζητεῖ (Sir. 18,4) A
*ἐξιχνιασάμην· ἐξηρεύνησα, AS ἀνεζήτησα (Iob 5,27?)
ἓξ μέτρα· ἑξάμετρα
ἐξώβλητον· ἐξόριστον. ἀπόβλητον
*ἐξ οὗ δή· ἀφ' οὗ δὴ χρόνου (Α 6) n
ἐξοδῆσαι· ἐξοδεῦσαι
ἐξοδίαν· ἐκστρατείαν (1. Esdr. 4,23)
ἐξόδιοι νόμοι· δι' ὧν πάντες ἐξελεύσονται (Cratin. fr. 276)
*ἔξομπλον· ἴσον {ὑπόδειγμα} AS
*ἐξονομακλήδην· ἐξ ὀνόματος καλῶν (Χ 415) S
ἐξονομάσεις· ὀνομάσεις
*ἐξονομήνῃς· ἐξ ὀνόματος [εἰπών. ἢ] ἐξείπῃς (Γ 166) ASn
*ἕξοντες· ἔχοντες AS
ἐξ ὄνυχος· παροιμία
ἐξοπλίσας· ὁπλίσασθαι κελεύσας
*ἐξ ὀπός· ἐκ τῆς φωνῆς (Greg. Naz. c. 2, 1, 34, 80) nT
ἐξορίζειν· ὀρὸν ἐκπιέζειν τυροῦ
ἐξ ὀρίου· [ἐπιτηδείου ἀνέμου]
ἐξορίζομαι ...
ἐξόριστος· τῶν ὅρων ἐκτός (Dem. 21, 105)
*ἐξορμᾷ· ἐκπηδᾷ. ἔξεισιν AS ἐκτρέχει Sb
*ἐξοθύνει· παρορμᾷ AS
ἐξορμενίζεις· ἐκκεκαύληκας. ἐκκέχυσαι
ἐξορύξαι· ἐκφθεῖραι (1. Regn. 11,2)
ἐξορχήσομαι· χλευάσω, ὑβρίσω
*ἐξοσιοῦν· δικαιοῦν AS
*ἐξοσιούσθω· ὅσιος γινέσθω (Eur. Bacch. 70) AS
*ἐξωστρακίσθη· ἐξωρίσθη· ἐπειδὴ εἰς ὄστρακον ἔγραφον
AP (S) g τὰς ἐξορίας g
ἐξότολον· [φανερόν]
*ἐξ οὗ· ἀφ' οὗ (Α 6) ASv
ἐξουδένωσας· ἀπεδοκίμασας (Iud. 9,38 ..)
*ἐξουδενώκασι· κατευτέλισαν (1. Regn. 8,7) AS
ἔξουθα· ἐκτός
*ἐξουθενεῖ· παρακρίνει ASn
ἐξουθενούμενοι· κατευτελιζόμενοι
ἐξουλάς· ἐκβολάς
ἐξουλῆς δίκη· ἐξουλῆς δικάζεταί τις, ὅταν φάσκῃ κατέχεσθαι
αὐτοῦ κτῆμά τι ἐπιβάλλον αὐτῷ· ὅπερ {ἐξίλλειν} λέγεται,
τουτέστιν ἐκβάλλειν
*ἐξ οὐρίου· ἐξ ἐπιτηδείου ἀνέμου ASvgn
*ἕξουσιν· ἐφέξουσιν (Ν 51) n(S)
*ἐξοφρυωμένοι· ἐπηρμένοι. ὑπερήφανοι ASn (v)
*ἐξ ὀχέων· ἐκ τῶν ἁρμάτων (Γ 29) AS
*ἐξοχετευόμενα· ἐκρέοντα, ἢ ἐκτὸς ἔχοντα τοὺς ὑδρηγούς AS
ἔξοχος· ἔνδοξος r ἢ ἄριστος (Β 480 ..)
ἐξοχώτατος· ὑπέρτατος
*ἐξόχως· ὑπερβαλλόντως ASg καλλίστως. [πάνυ (3. Macc.
5,31?) ASgn
ἔξοχον· ἐκπρεπές (Ζ 194 ..)
ἐξπέδιτον· ...
ἐχυδαροῦται· ἐξυδατοῦται
ἐξυδατισθέν· ὡς ὕδωρ
ἐξ ὑμάλων· ἐξ ὁμοίων
*ἐξ ὑπαρχῆς· ἐξ ἀρχῆς ASvg
ἐξ ὑπερκρεμῶν· ἐξ ὑπεροχῆς, ἐκ κορυφῆς
ἐξύπισθα· ἐκ τοῦ ὀπίσω (Lyr. ad. fr. 67 Bgk)
*ἐξ ὑπογύου· ἐκ τοῦ σύνεγγυς r. ASvg
ἔξυσ' ἀσκήσασα· ὑφάνασα (Ξ 179)
*ἔξυσεν· ἐδημιούργησεν AS
*ἐξυφήνας· κατασκευάσας g
ἔξω ἀμέλγεται· ἐκθλίβεται
ἐξωβάδια· ἐνώτια. Λάκωνες
*ἐξώγκουν· ἔθαπτον (Eur. Or. 402) Sgn ἐμεγάλυνον
*ἐξώγκωσεν· ὕψωσεν ASvg
†ἐξωγύρου· εὐκαταπρήστου AS
ἔξω Γλαῦκε· τοὺς χειμαζομένους ἐν θαλάσσῃ φασὶ λέγειν.
παροιμιῶδες δέ· ἐπεὶ δοκεῖ ὁ Γλαῦκος φανεὶς χειμῶνα σημαίνειν
ἐξώδια· [ἔξοδος. ἐξώδια]
ἐξώκοιτος· εἶδος ἰχθύος. {ὁ} καὶ {ἄδωνις}
*ἐξώκειλεν· ἐξέπεσεν. r. Sn ἐκ μεταφορᾶς τῶν πλοίων AS
*ἐξώκειλον· ἐξῆλθον S (APn)
*ἐξώκοιτος· ἔξω κοιταζόμενος r. AS
ἐξωλίμας· οὐκ αἰσίους
*ἐξώλης· κίναιδος r. ASv(g)
ἐξώλιγξε· ὤλισθεν [ἐξώλλυται ἀπόλλυται]
*ἐξώμβρησεν· ἐπήγαγεν ὀξέως AS ἢ ἐπήνεγκεν (Sir. 1,19) (g)
ἐξωμίς· χιτὼν ὁμοῦ καὶ ἱμάτιον. τὴν γὰρ ἑκατέρου χρείαν
παρεῖχεν· καὶ χιτῶνος μὲν διὰ τὸ ζώννυσθαι, ἱματίου δὲ ὅτι τὸ
ἕτερον μέρος ἀνεβάλλετο. παρ' ὃ καὶ οἱ κωμικοὶ ὁτὲ μὲν {ἔνδυθι}
ὁτὲ δὲ {περιβαλοῦ} ...
*ἔξωμος· χιτὼν δουλικός ASvg
*ἐξωμόσατο· ἀπηγόρευσεν r. ASgn
ἐξωμοσία· ἄρνησις μεθ' ὅρκου
*ἐξ ὠνίων· ἔξω τῶν πρασίμων AS πραγμάτων S
ἐξώπαζεν· ἐξέπεμπεν
ἐξώπιον· ἔκτοπον. ἔξω
*ἐξωραϊσμένον· κεκοσμημένον ASn, κεκαλλωπισμένον g
ἐξώργισα· ἐξεθύμωσα [ἐξώροις]
*ἐξώροις· γραίαις AS ἢ γέρουσιν
*ἔξωρον· τὸν παρηκμακότα, ἄκαιρον AS, ἢ παλαιόν
*ἐξώσθη· ἐξεβλήθη r. AS
*ἐξώσθησαν· κατεβλήθησαν. κατέπεσαν g
*ἔξωσον· ἄπωσαι, ἔκβαλε (Ps. 5,10 ..) ASvgn
ἐξώσω· ἀπώσω, [ἐκβαλῶ (Ioel 2,10) r
ἐξώστρα· ἐπὶ τῆς σκηνῆς τὸ ἐκκύκλημα· {Φρύνιχος}
ἐξωστρακίσθη· [...]
*ἔξωθε πάγης· ἔξω παγίδος AS
ἔξω τριακάδος· οἱ μὴ μεταλαμβάνοντες παῖδες ἢ ἀγχιστεῖς
κλήρου τελευτήσαντός τινος Ἀθήνησιν ἐκαλοῦντο
ἐξωτικὰς δίκας· τὰς ξενικάς
*ἐξ ὠτειλῆς· ἐκ τοῦ τραύματος (Δ 140) ASn
ἐξώτρυνεν· ἐξέπεισεν
ἐξώφελλεν· ἐπιπολὺ ηὔξησεν (ο 18)
ἐξωχέτευται· [ἐπιπολὺ ηὐξήθη]
*ἐξῴχοντο· ἐξεπορεύοντο r. ASPn
ἕο, ἑοῖο, ἕθεν· ταῦτα ἰσοδυναμεῖ· καὶ ὀρθοτονούμενα δηλοῖ
ἑαυτοῦ ἢ ἑαυτῆς, ἐγκλινόμενα δὲ αὐτοῦ, αὐτῆς S
*ἔοι· ἔσται. εἴη Sn, γένοιτο g, ὑπάρχοι (Ξ 333) ASvgn [αὐτοῦ,
αὐτῆς]
*ἔοικεν· ὡμοίωται SPg πρέπον ἐστί n δοκεῖ. ἁρμόζει. φαίνεται
(Α 119 ..) SPn
ἔοικέ τοι· πρέπει σοι (Ι 70)
*ἐοικός· πρέπον. ὅμοιον ASvg
*ἐοικότα· καθήκοντα. *πρόσφορα Σp ὡμοιωμένα
*ἐοικώς· ὡμοιωμένος (Β 20) ASn
*ἕοιμι· ἐμβάλλοιμι vgn
*ἑοῖο· τοῦ αὑτοῦ. ἢ ἑαυτοῦ (Β 662) AS
*ἑοῖσι· τοῖς ἑαυτοῦ (Α 83) ASvgn
ἑοῖσιν· ἰδίοις. οἰκείοις (Μ 222)
ἐόληται· τετάρακται. ἐπτόηται. ὠδύνηται
†ἔολον· πρόσφορον. χρηματιστόν
ἐολότων· εἰλημένων S
*ἔολπεν· ἐλπίζει. προσδοκᾷ. οἴεται (φ 317) (AS)
*ἑόν· ἴδιον gn τὸν ἑαυτοῦ. Sn ἑαυτόν "ἑὸν γένος"
*ἐόντα· ὑπάρχοντα, [ὄντα (Α 352) n
*[ἐόντες· ἐξ ἔθους ἐπιφοιτῶντες] A
*ἔοργας· εἰργάσω (Γ 57) n
*ἔοργεν· ἔπραξεν ASvg εἴργασται A διέθηκεν (Β 272)
ἐοργίζεται· τορυνᾶται. {ἐόργη} γὰρ ἡ τορύνη
†ἔορτα· ἔδοξε. κρεμνᾶται†
ἐορτάς· ἀρεσκούσας. καλάς
Ἔορτος· [ἢ] {Ἐορδός}· Μακεδών, ἀπὸ ἔθνους
ἔορ· θυγάτηρ. [ἀνεψιός r
ἔορες· προσήκοντες, [συγγενεῖς r
ἐοσσητήρ· ἐπίκουρος. τιμωρός. ἀντὶ τοῦ {ἀοσσητήρ}
*ἑοῦ· τοῦ ἑαυτοῦ (Α 496) AS
ἐοχμόν· {καθ' ἃ συνδέδεται ὁ τράχηλος} p
ἐπάβολος· ἐπιτυχών
*ἐπαγαλλιάζων· ἐπιχαίρων AS
*ἐπαγγείλωσιν· κελεύσωσιν
ἐπαγγεῖλαι· ἐκκαλέσαι. ἐντυχεῖν
*ἐπαγγελία· ὑπόσχεσις (Rom. 4,13 ..) AS καὶ {ἐπάγγελμα}
(2. Petr. 3,13)
ἐπαγγέλλῃ· κελεύεις
ἐπάγει· ἐπιφέρει. ἐνποιεῖ. θηρεύει
ἐπαγείρειν· ἐπισυναθροίζειν (Α 126) r. b
ἐπάγη· ἐστερεώθη. ἐπήχθη (Κ 374) *ἐνεφυτεύθη g συνεπλάσθη.
ἐγένετο. ὡς καὶ {ἁρματοπηγὸς} λέγεται
ἐπαγίνησεν· ἐπῆγεν
ἐπαγκομίζεσθαι· ἐπανάγεσθαι
†ἔπαγλος· κατόθριξ†
ἐπαγορίαν ἔχει· ἐπίμωμός ἐστιν
ἔπαγρον· ἀγρευτικόν, ἄγριον. ἐν τῷ ἀγρεύειν εὐτυχῆ
ἐπαγλάϊξον· ἄκρατον ἐπίχεον (Lyr. ad.)
ἐπαγχάσασθε· ἐπαναχωρήσατε
ἐπαγασσαμένη· ἐκπληγεῖσα
ἐπάγω· ἐπιφέρω (Gen. 6,17 ..)
{ἐπαγωγά·} ἐπαγόμενα. τὰ ἐπαχθέντα. *[ἐφολκά g ἢ ἀπατη-
τικά (4. Macc. 8,15) ASvg
*ἐπαγωγάς· αἰχμαλωσίας (Sir. 10,13?) AS
*ἐπαγωγή· συμφορά. πειρασμός. ἤτοι τὸ ὁπωσοῦν κακῶς
ἐπαγόμενον (Sir. 3,28) ASvg
ἐπαγώγιον· ἀνηρτισμένον
ἐπαγωγή· αἰφνίδιος ... Κασάνδρᾳ (trag. ad.?)
*ἐπαγωνιεῖται· φιλονικήσει r ASvgn
*ἐπᾴδοντος· φαρμακοῦ (Ps. 57,6) r. ASvg
*ἐπαείρει· ἐπαίρει AS αἴρει A
*ἐπαΐεις· ἐπακούεις ASP
*ἐπαειράμενον· ἀφαιρούμενον AS
*ἐπαείρας· ἐπεγείρας (Κ 80?) AS
†ἐπαεσσούριον· κατήγορον
*ἐπ' αἶαν· ἐπὶ γῆν (Θ 1) AS
ἐπαΐχδην· [ὅσον ἐπιψαῦσαι]
ἐπαιγίζοντα· σφοδρότερον πνέοντα ἄνεμον· {καταιγίδες} γὰρ
αἱ τῶν ἀνέμων ἐμβολαί (ο 293)
ἐπαιγίζων· ἐπικαταιγίζων, τουτέστι ἐπιπίπτων (Β 148)
ἐπαιδεύσατο· τὸν υἱὸν ὁ πατήρ, {ἐπαίδευσε} δὲ ὁ διδάσκαλος
ἐπαινέσαντος· εὐφημίσαντος
ἐπαινή· ἐπαινετή. ἢ δεινή, καὶ φοβερά (Ι 457)
ἐπαΐειν· αἰσθάνεσθαι
ἐπαίας· [μετεωρήσας]
ἐπαίμονες· [ἀπόγονοι]
ἐπαΐξας· ἐπιδραμών, *[ἐφορμήσας (Β 146) (S)
ἐπαίνους· τὰς κρίσεις. καὶ τὰς συμβουλίας. καὶ τὰς μαρτυρίας
Σοφοκλῆς Θυέστῃ Σικυωνίῳ (fr. 231)· καὶ †ἀλκέοι ταῖς ἐπαινέ-
ταισιν
ἐπ' Αἰνύρων ὁδόν· Αἴνυρα χωρίον τῆς Θρᾴκης ἀπὸ Αἰνύρου
ὀνομασθέν (Archil. p. 439 Bgk.)
*ἐπαΐοι· αἰσθάνοιτο. ἐπακούοι AS
*ἐπαΐοντα· ἐπακούοντα ASvg
ἐπαῗραι· προτρέψασθαι
ἐπαίσαι· [λαβεῖν]
*ἐπαίρων· κουφίζων. ὑψῶν AS(g)
ἐπαΐσαι· αἰσθέσθαι. ἐπακοῦσαι. πεισθῆναι
ἐπᾶισας· *ἔτυψας, ἐπάταξας, ἔπληξας (Iob 4,19) (ASvg)
ἔδειρας. ᾖσας, ἔψαλας
ἐπαίσιοι· καθήκοντες. ἐπιβάλλοντες
ἐπαΐσσων· ὁρμῶν. ἐπερχόμενος (Κ 369)
ἐπάϊστος· φανερός. κατάφωρος (Hdt. 2, 119,3 ..)
ἐπαϊών· ἐπακούσας
*ἔπαιτοι· αἴτιοι (Α 335) n
*ἐπ' ἀκινήτοισιν· ἢ τάφοις. ἢ λίθοις (Hes. op. 750) AS
Ἐπακμόνιος· Ποσειδῶν ἐν Βοιωτίᾳ
ἐπακοντισμός· βόλου ὄνομα
ἐπάκοοι· οἱ μάρτυρες. καὶ οἱ ἐπισκοποῦντες τὰς δικαστικὰς
ψήφους
Ἐπάκριος· Ζεύς. ὁ ἐπὶ τῶν ἄκρων τῶν ὀρῶν ἱδρυμένος. ἐπὶ γὰρ
τῶν ὀρῶν τοὺς βωμοὺς αὐτῷ ἵδρυον ὡς ἐπιπολύ
ἐπ' ἀκροτάτῳ· ἐπ' ἄκρῳ (Β 793)
ἐπάκρισεν· ἐπέδραμεν
Ἐπακταῖος· Ποσειδῶν ἐν Σάμῳ
*ἐπακτήρ· κυνηγός r. ASvgbp
ἐπακτήρεσιν· [ἀλλεπαλλήλοις, συνεχέσιν]
*ἐπακτῆρες· κυνηγοί, οἱ τοὺς κύνας ἐπάγοντες g καὶ δίκτυα
καὶ δόλους (Ρ 135)
*ἐπακτόν· ἔξωθεν (Eur. Phoen. 343) ASvgn
Ἐπάκτιος· ὁ Ἑρμῆς ἐν Σικυῶνι
ἐπακτὸς ὅρκος· {οὐκ} ἐγχώριος, ἀλλ' ἀπὸ ξένης ἐπηγμένος·
ἢ ἐφ' ὃν ἕτερος ἄγει, οὐκ αὐθαίρετος
ἐπακτούς· ἐπηγμένους
ἐπακτρίδας· τὰς ἁλιάδας· {ἐπακτρεῖς} γὰρ οἱ ἁλιεῖς καὶ
καθόλου οἱ κυνηγοί. καὶ {ἐπακτροκέλης} δὲ εἶδος πλοίου
ἐπακτρεῖς· παροιμία· δοῦναι μὲν εἰς ἐπακτρέων, λαβεῖν δὲ μή.
[καὶ οἱ κυνηγοὶ {ἐπακτρεῖς}]
*ἐπακτῶν· ἔξωθεν προσγινομένων. ἢ ἐπὶ τῶν αἰγιαλῶν ἢ τῆς
πέτρας· {ἀκτὴ} γὰρ ἡ πέτρα καὶ ὁ αἰγιαλός AS
ἐπάκτωσαν· ἔκλεισαν, [ἐφράξαντο (Archil. fr. 187) r
ἐπαλαζονευόμενον· καταθρασυνόμενον
ἐπαλείφων· γυμνάζων (vg)
ἐπαλείφοντας· γυμνάζοντας
ἐπαλάσσετο· κατεπίμπλατο (Λ 169)
ἐπαλλάξαντες· *ἐφαμματίσαντες. ἐπιπλέξαντες. (Ν 359) Sgp
ἐναλλάξαντες AS ἐξ ἀντεμβολῆς ἐπεκτείναντες
ἐπαλλαχθεῖσα· ἐπαλλάξασα. Σοφοκλῆς Κολχίσιν (fr. 322)
*ἐπαλλήλων· ὁμοίων Avgb (S)
*ἔπαλλεν· ἔσειεν n
ἐπάλθημεν· ...
*ἐπαληθείς· πλανηθείς (δ 81) AS
*ἐπ' ἀλλοδαπῆς· ἐπὶ ξένης AS
ἐπάμων· δοῦλος, λάτρις
ἐπαλαστήσασα· σχετλιάσασα, δεινοπαθήσασα, ἐπιχαλεπή-
νασα (α 252)
ἐπαλῖναι· ἐπαλεῖψαι
ἐπαλλακεύετο· παλλακῇ ἐχρῆτο
ἐπάλλησεν· ἐφθάρη
ἐπάλμενος· πηδήσας AS, ἐφορμήσας r, ἐφαλόμενος (Η 260) s
*ἐπάλξεις· οἱ προμαχῶνες τῶν τειχῶν (Μ 258) q. vgnp
*ἔπαλξις· πύργος ASvg. οἱ τῶν τειχῶν προμαχῶνες
†ἐπαλογῆς· σπουδῆς. ἀνταποδόσεως (Sir. 2,2)
Ἐπαλουσία· ἡ Ἀθηνᾶ
ἐπάλταξε· παλτῷ ἔβαλεν
ἐπάλυνεν· ἐλεύκανεν. ὕγρανεν, ἀνέδευσεν. ἢ ἐπεπάσθη. ἢ ἀπὸ
τῆς {πάλης}, ἐλεύκανε χιόνι (Κ 7)
ἐπᾶλτο· ἐφήλατο. ἐπέδραμεν (Φ 140) [ἐκραδάνθη. ἐσείσθη.]
ἐπαμβλήδην· ἀναβαλλόμενος. ἀνακρουόμενος
ἐπαμειβόμενον· ἐπαλλαττόμενον
*ἐπαμείψομεν· ἀνταλλάξωμεν, ἀντιδῶμεν (Ζ 230) ASn
ἐπαμέτραιον· μέτρον τι παρὰ Κνιδίοις
ἐπ' ἁμεροφάντῳ· ἐπὶ ἡμέραι φανέντι
ἐπαμήσατο· ἐπεβάλετο (ε 482)
ἐπαμησόμεθα· ἐπιφορήσομεν
ἐπ' ἀμνηστείᾳ· ἐπ' ἀμνησικακίᾳ
ἐπαμοιβαδίς· ἐναλλάξ (ε 481)
ἐπάμονες· [ἀπόγονοι.] ἀκόλουθοι (r)
*ἐπαμῦναι· βοηθῆσαι (3. Macc. 1,27) r. ASvg
†ἐπαμφάδησεν· ἐθαύμασεν. περιεβλέψατο
*ἐπαμφιάζοντες· ἐπενδύοντες AS
ἐπαμφιέσας· ἐγκρύψας
*ἐπαμφίσκοντες· ἐνδύνοντες A (g)
*ἐπ' ἄμφω· ἐπὶ τοῖς δυσίν vgn
*ἐπάναγε· ἐπάνελθε AS. ἐπίστρεφε (Sir. 17,26)
*ἐπάναγκες ἔχω· ἀνάγκην ἔχω AS
ἐπαναγνῶναι· ἐξαναγνωρίσαι
ἐπαναζεῦξαι· ἐπανελθεῖν
ἐπαναθεῖναι· μεταθέσθαι
ἐπανακροῦσαι· εἰς τοὐπίσω χωρῆσαι. ἐπὶ τῶν κωπηλατούν-
των, ὅταν στρέψαντες τὴν πρύμναν ἀνακρούωνται, ἵνα εἰς
τοὐπίσω χωρήσῃ τὸ πλοῖον (Ar. Av. 648)
*ἐπαναλήψομαι· ἐπαναλαμβάνω ἄνωθεν ASvgp
ἐπαναλύων· ἐπαναστρέφων
ἐπαναπτήσιμον· ἐπαναπτῆναι θέλοντα, καὶ πορευθῆναι
ἐπαναρύεται· μετὰ κρίσιν θύει, κρέα δίδωσιν
ἐπανάστασις· ἐπανέγερσις
ἐπανατείνει· ἐπανατείνεται. ἐφήπλωται
*ἐπ' ἀναφορέων· ἐπ' ὤμων (Num. 4,10) AS
*ἐπαναχθέντα· ἐπανακομισθέντα (2. Macc. 12,4) AS(n)
*ἐπανεῖτο· ἐνεργεῖτο AS
ἐπανεῖπαν· ἐπεκήρυξαν
*ἐπανελέσθαι· ἐπαναλαβεῖν AS
ἐπανελθεῖν· ἀναβῆναι
*ἐπανελθών· ὑποστρέψας. δεύτερον ἐλθών (Prov. 3,28) AS
ἐπανερέσθαι· ἐπερωτᾶν (Hippocr. prognost. 2, II 114,8 L.)
ἐπ' ἀνέρι· ἐπ' ἀνθρώπῳ (Greg. Naz. c. 2, 1, 1, 236)
ἐπάνεισιν· ἐπαναστρέφει r, ἀνακάμπτει
ἐπανέρχεται· ἐπαναστρέφει. ἐκ δευτέρου ἔρχεται
ἐπανέστησαν· μετ' αὐτοὺς ἀνέστησαν (Β 85)
*ἐπανέχειν· ὑψοῦν ASgpb
*ἐπάνηκε· ὑπόστρεψον (Prov. 3,28) r. ASvg
*ἐπανήραντο· ἐπανέλαβον. παρὰ τὸ ἆραι AS
ἐπ' ἄνθεσιν· ἐπὶ τὰ ἄνθη (Β 89)
ἐπανθρακίδες· τὰ ἐπ' ἀνθράκων ὀπτώμενα ἰχθύδια
*ἐπανιτέον· ἐπανοδευτέον ASvgPn
ἐπανιών· ἐπαναστρέφων r
*ἐπαντέλλων· ἀναφέρων AS ἀνατέλλων (Eur. Phoen. 105)
*ἐπ' ἀντολαῖς· ἐπ' ἀνατολαῖς (Eur. fr. 482) AS
*[ἐπάξιοι· ἀκούοι AS]
*ἐπάξονται· ἐπιφέρουσι, βαστάζουσιν (Exod. 28,39) AS
ἐπαοιδία· φαρμακεία, γοητεία
*ἐπαοιδοί· φαρμακοί AS, γόητες (Exod. 7,11 ..) S(g)
ἐπ' ἄπειρα· δυσνόητα. [πολλά (b)
*ἐπ' ἀπήνην· τὴν ἅμαξαν (Ω 590) AS
ἐπαποδρόμιον· [ἡ] ἱερεία, παρὰ Κρησίν
*ἐπαπόρησις· ἀπορία ASg
ἐπάρας· κουφίσας. ὑψώσας
ἐπαράς· κατάρας (Ι 456)
*ἐπαράσαι· κουφίσαι AS
ἐπαράσασθαι· ...
*ἐπαραμένοι· οἱ παρὰ μοῖραν ἀπολλύμενοι ASP
ἐπάρασας· [ἀπέδυ, ἐπώλησας]
*ἐπάρατος· ἐπικατάρατος r SPn (A)
ἐπάργεμος· ἀποκεκρυμμένος. ἢ νόσος ὀφθαλμῶν. Ἐπάργεμα
γὰρ λέγεται τὰ ὄμματα, ὅταν ᾖ τετυφλωμένα ὑπὸ λευκωμάτων·
καὶ πάντα δὲ τὰ τυφλὰ καὶ ἀφώτιστα οὕτως λέγονται (Aesch.
Ag. 1113)
ἐπάργεμα· ὄμματα τετυφλωμένα r
ἐπάργυρον· μισθωτήν r
ἐπάρη· ἐκεντήθη
*ἐπαρήγουσαν· βοηθοῦσαν (2. Macc. 13,17) ASgn
ἐπαρήξει· βοηθήσει
ἐπαρήρει· ἐφήρμοστο (Μ 456)
*ἐπαρίστερα· κακά. ἀηδῆ AS
*ἐπαρκεῖ· ὑπουργεῖ. χορηγεῖ. βοηθεῖ AS
ἐπαρκές· αὔταρκες
ἐπάρκιοι· ἔμπειροι. βοηθοί
†ἐπάρισμα· ἀφανῆ. ἄσημα
ἐπαρμένοι· [οἱ παρὰ μοῖραν ἀπολλύμενοι]
ἐπαρμόν· χῶμα κάθυγρον
ἐπαρξάμενοι· σπείσαντες (Α 471) Svgn ἐπιστάντες AS
ἐπαρξόμενος· ἐπαρχὰς ληψόμενος
ἐπάριτοι· τάγμα Ἀρκαδικὸν μαχιμώτατον. καὶ οἱ παρὰ Ἀρ-
κάσι δημόσιοι φύλακες
*ἔπαρσις· ὑπερηφανία (Zach. 12,7 v. l.) (AS)
ἐπαρτέας· ἑτοίμους. ἀπηρτισμένους (τ 289)
*ἐπαρτᾷ· ἐπικρεμάζει AS
ἐπαρτέϊ νηί· εὐτρεπεῖ νηί (Greg. Naz. c. 1, 2, 2, 224)
ἐπάρουρος· ἐπίγειος. ἢ κηπουρὸς ἐπιμίσθιος (λ 488)
ἐπαρτηΐαν· παρασκευήν
*ἐπαρτήσας· κρεμάσας ASgn
*ἐπαρυστρίδες· ἐλαιοχύται (Zach. 4,2) vgn ἢ ἀντλητῆρες Agn
ἐπαρχία· φυλή. ἢ πατρίς
ἐπαρώμενοι· καταρώμενοι
*ἐπᾷσαι· ᾆσμα εἰπεῖν γοητικόν. ἐπιλαλῆσαι (Ierem. 8,17 v. l.)
AS
*ἐπάσαντο· ἐγεύσαντο (Α 464) ASg ἐκτήσαντο
*ἐπασθμαίνων· πνευστιῶν (4. Macc. 6,11) AS
ἐπάσιοι· [καθήκοντες]
ἐπασκεῖν· σέβεσθαι. ἁγνεύειν.
ἐπασκηταί· ἀθληταί
ἐπάσκιον· ἡ χώνη. Σικελοί
*ἔπᾳσμα· {ᾆσμα γοητικόν} n
ἐπ' ἀσπίδα· εἰς εὐώνυμα
ἔπασσεν· ἐποίκιλλεν S. ὕφαινεν (Χ 441)
*ἐπασσύτεροι· ἄλλοι ἐπ' ἄλλοις (Α 383) As
*ἐπασσύτερον· ἀλλεπάλληλον (Δ 423) r. AS
ἐπ' ἀσφαλοῦς· ἀσφαλεῖς
ἐπάσω· ἐκτήσω. Αἰσχύλος Πρωτεῖ Σατυρικῷ (fr. 215)
ἐπάταξαν· *ἔτυψαν AS ἐτροπώσαντο. ἐνίκησαν (Iud. 3,29 ..)
ἐπάτερθεν· ἐπέκεινα
ἐπαίτια· ἐπιτίμια (Sol. legg.)
ἐπαύλια· ἡ [δὲ] δευτέρα τῶν γάμων ἡμέρα οὕτως καλεῖται,
ἐν ᾗ κομίζουσι δῶρα οἱ οἰκεῖοι τῷ γεγαμηκότι καὶ τῇ νύμφῃ.
ἴσως ἀπὸ τοῦ {ἐπαυλίζεσθαι} τὴν νύμφην
ἔπαυλις· *μάνδρα βοῶν AS. ἢ οἴκημα. ἢ *αὐλή AS. ἢ στρα-
τοπεδεία. καὶ ἡ ποιμενικὴ αὐλή
ἔπαυλος· ἐπίσκηνος. ἔνοικος. [χαράδρα]
ἐπαύλους· ἐπαύλεις. μάνδρας (ψ 358)
ἐπαύρασθαι· ἀπολαῦσαι p ἐπιτυχεῖν. [ἐπιτελεῖν]. ἐπιψαῦσαι
ἐπαυρεθέντα· ἐπιβάλλοντα
ἐπαύρῃ· ἐπιτύχῃ. ἐπιψαύσῃ (Λ 391)
*ἐπαυρεῖν· ἀπολαῦσαι A
*ἐπαυρίσκονται· ἐπιτυγχάνουσιν (Ν 733) AS
*ἐπαύροι· ἀπολάβοι g. μεταλαμβάνοι
ἐπαύρους· τοὺς χειμάῤῥους ποταμούς
ἐπ' αὐτατῶν· παρ' αὑταῖς
ἐπαύρωνται· ἐπαίσθωνται (Α 410)
ἐπ' αὐτοφώρῳ· ἐπ' αὐτόπτῳ. ἐπ' ὄψει
ἐπ' αὐτοφανέσι· ἐπ' αὐτοφώρῳ. *Ἐπ' αὐτοφώρῳ δὲ ὁ φανε-
ρῶς καταληφθείς, ὑπεύθυνος γενόμενος, ἢ ἐπ' αὐτῷ τῷ κλέμ-
ματι εὑρεθείς, ἔτι κατέχων αὐτό AS
ἐπαυχεῖ· ἐπεύχεται
*ἐπαφᾶται· ψηλαφᾷ ASvgPn ἐπιψαύει ASP
ἐπαφῆκεν· ἐπαπέλυσεν Avg. ἐπέδωκεν. ἐξέβλυσεν
ἐπαφησαμένη· ἁψαμένη
ἐπάφησεν· ἐπαφήσατο
*ἐπαφίησιν· ἐπαπολύει A
*ἐπαφώμενος· ψηλαφῶν r. ASPg
ἐπαχθεῖς· ἐπίπονοι. ἀηδεῖς
*ἐπαχνώθη· ἠνιάθη, ἐλυπήθη AS
ἐπαχνώθη· [τὰ αὐτά]
*ἐπάχνωσεν· ἐλύπησεν ASP ἠνίασεν
*ἔπεα· λόγοι n, ῥήματα
ἔπεα πτερόεντα· τὰ ἔπη πτηνὰ εἶπε, διὰ τὸ ταχέως προ-
φέρεσθαι τοὺς λόγους. τὰ ἁρμοστά· πτερῶν γὰρ οὐδὲν εὐαρ-
μοστότερον (Α 201 ..)
*ἔπεα ηὔδα· λόγους AS
†ἐπεβάρος· ἐπανέκαμψεν
*†ἐπέβεις· ἐπιβάται A
*ἐπέβησαν· ἐπήρχοντο (χ 424) AS
ἐπεβήσατο· ἐπέβη (Κ 513)
ἐπέβησεν· ἐπιβῆναι ἐποίησεν (Θ 129)
ἐπέβρισεν· ἐπεβάρησεν (Μ 414) b
ἐπεγκανάξαι· ἐπεμπιεῖν. ἢ ἐπιχέαι
ἐπεγκλάσας· τοῖς ὄμμασί πως διανεύσας
ἐπέγναψαν· ἐπεκατέκλασαν. ἐπέγναμψαν
*ἐπέγνω· μετενόησεν AS
ἐπέγραψεν· ἐπεχάραξεν. *ἐπέγλυψεν AS. ἐπέξυσεν (Δ 139)
*ἐπέγρετο· ἐπεγείρετο (Κ 124) AS
ἐπ' ἐδάφους· ἐπὶ γῆς (Iob 9,8)
ἐπεδέετο· ἐδέετο, ἔχρῃζεν
ἐπέδησεν· κατέσχεν. ἐδέσμευσεν (Δ 517)
ἐπεζάρηκεν· ἐπεβάρυνεν
*ἐπεζάρει· ἐπεβάρει. ἐπέκειτο AS. ἐπεκράτει (Eur. Rhes. 441)
ἐπεζήτει· ἠνώχλει. ἐπεχείρει. ἐπετήρει
ἐπεζήτουν· τὰ αὐτά (1. Macc. 7,13)
ἐπεζύγωσε· προσέκλεισεν
ἐπέθελγον· κατεδαπάνων
*ἐπεθείαζεν· ἐχόρευεν. ἐθαύμαζεν ὡς θεόν ASvgn
*ἐπέθρωσκον· ἐπεπήδων ASvg
ἐπέθεντο· ἐπέκειντο. ἀντέκειντο (Ps. 58,3)
ἐπει· *λέγει SP. ὅτι. ἢ ἐπειδή (Β 115) Ag ἢ ἐπειδάν. ἢ ἐπεί τι.
ἢ εἰ δὲ μή
ἐπεί· ἀφ' οὗ χρόνου "ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν" (α 2)
ἐπεὶ ἄρ τινα· ἐπὰν τινά (Θ 269)
*ἐπεὶ ἂρ τμάγεν· ἐπεὶ διεχωρίσθησαν (Π 374) S
ἐπιβουλεύων· λοιδορῶν, ἐφυβρίζων
ἔπειγε· πορεύου. σπεῦδε (Eur. Or. 799 ..)
ἐπείγει· κατάγει. καθέλκει (Μ 452 ..)
ἐπείγεται· σπεύδει, σπουδάζει
ἐπειγωλὴ καὶ ἔπειξις· ἡ σπουδή r
ἐπείγω· σπουδάζω r
*ἐπὶ δὲ ᾔνεον· ἐπῄνουν, καὶ συγκατετίθεντο (Γ 461) AS
ἐπειδήπερ· ἐπειδή
ἐπειδή· ἐξ ὅτου
ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· εὐθέως ἀπὸ τῆς
γενέσεως ὑπὸ τῶν μοιρῶν κατεκρίθη (Τ 9)
ἐπιείξω· ὑπείξομεν
*ἐπειή· ἐπειδή ASp
ἐπείθετο· ἐπείσθη (Α 33)
ἐπειδὴ πρῶτα· ἐπειδὴ ἅπαξ (Α 235)
ἐπειὴ πολὺ φέρτερος· ἐπειδὴ πολὺ κρείττων (Δ 56)
*ἐπεί κε· ἐπειδάν (Α 168) Sn
ἐπεί κ' ἕωμεν πολέμοιο· ἐπειδὰν πληρωθῶμεν τοῦ πολέμου
(Τ 402)
*ἐπειλημμένη· κρατοῦσα (Gen. 25,26) ASvg
ἐπεὶ μάθον· ἐπεὶ ἔμαθον (Ζ 444)
ἐπεικτάς· ὑπόσχεσις. σπουδή
ἐπεί μ' ἔτεκες· ἐπειδή μ' ἐγέννησας (Α 352)
ἐπεκέκλετο· ἐπεκαλεῖτο (Ι 454)
*Ἐπειοί· οἱ Ἠλεῖοι (Β 619) A. καὶ οἱ πλησιόχωροι
*Ἐπειός· ὁ Ἠλεῖος. ἀπὸ πόλεως AS
ἐπεὶ οὐδὲ ἔοικεν· ἐπεὶ οὐδὲ πρέπει (Α 119)
ἐπεὶ οὐ ἕθεν· ἐπεὶ οὐκ αὐτῆς (Α 114)
ἐπεὶ οὔ ποτε· ἐπειδὴ οὔποτε (Ε 441)
ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν· ἐπεὶ οὔκ εἰσί μοι αἴτιοι (Α 153)
ἐπεὶ οὔ τοι· ἐπεὶ οὐδαμῶς σοι (Α 515)
ἐπείπασθαι· ἐξειπεῖν
Ἐπειός· οὕτως ἐκαλεῖτο Κρατῖνος ὁ Κωμικός· ἴσως διὰ τὸ
ταξιαρχῆσαι τῆς Οἰνηίδος φυλῆς καὶ δειλότερος φανῆναι. καὶ
γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν. [σημαίνει] (Com. ad. 31)
ἐπεί ῥα· ἐπειδή (Α 458)
ἔπειραν· ἔπηξαν (Α 465)
ἐπειράτιζες· ἐπείραζες
ἐπειρᾶτο· ἐπείραζεν. ἐδοκίμαζεν (Δ 5)
ἔπειρεν· ἐπέρα (Υ 479). ἐνεῖρεν. ἐκέντησεν (Ι 210)
ἐπείρη· ἐπειρᾶτο
ἐπειπών· ἐπιβοήσας
*ἐπειρῶντο· ἐσπούδαζον. ἐβούλοντο (φ 184) AS
*ἐπεισάκτου· ἀλλοτρίου r. AS(gn)
ἐπεί σε λέοντα γυναιξίν· ... (Φ 483)
*ἔπεισιν· ἐπελεύσεται S. ἐπέρχεται (Α 29) ASPn
ἐπέρχονται· ἐπικαταλαμβάνουσιν (Iob 37,9)
*ἐπεισκρινόμενον· ἐπεισερχόμενον (A) S
*ἐπισπεῖν· ἐπακολουθοῦντας ἔχειν S
*ἐπεισρεύσαντα· ἐπεισελθόντα S(A)
*ἐπεισφρήσαντες· ἐπεισενέγκαντες An
*ἔπειτα· μετὰ ταῦτα (Α 121) Avgn. τάχιστα (λ 598) A. ἀντὶ
τοῦ δή Avg
ἐπεὶ φίλον ἄϊον ἦτορ· ἐπεὶ ᾐσθόμην τῆς ψυχῆς ἀλγησάσης
(Ο 252)
*ἐπεῖχεν· προσεδόκα. προσεῖχεν (Act. ap. 3,5) AS
ἐπεί χ' ἕωμεν πολέμοιο· ἐπειδὰν πληρωθῶμεν τοῦ πολέμου
(Τ 402). παρὰ τὸ "{ἐξ ἔρον ἕντο}" (Α 469 ..)
*ἐπειχθῶμεν· σπουδάσωμεν AS
*ἐπεῖχεν· ἐπέκειτο AgP(S)
ἐπέκελσεν· ἐπώκειλεν (ν 114)
*ἐπέκεινα· παρεκεῖ. ἀνωτέρω. ἐξωτέρω (Iesai. 18,1 ..) ASvg
ἐπέκερσαν· ἐπέκειραν (Π 394?)
ἐπεκεκήκαστο· ἐπωνείδιστο
*ἐπέκλυεν· ἐπήκουεν (ε 150) r. A
ἐπέκλωσαν· ἐπήγαγον
*ἐπεκλώσαντο· ἐπικατέκλωσαν. ἐπεμοιράσαντο. ἐκύρωσαν. ἐπε-
κλήρωσαν (Ag). ἐπεμοίραναν (α 17 ..) (ASn)
ἐπεκονίθη· κατωρύχθη
ἐπεκραίαινεν· ἐπετέλει (Β 419)
ἐπεκρήηνεν· ἐπετέλεσεν. ἐπεκύρωσεν, ἐβεβαίωσεν (Callim. h.
Dian. 40)
ἐπεκύλλωσεν· ἐπηύξησεν. ἐπὶ τῶν διαρτιζόντων, {οἳ} κατα-
λείπουσιν ...σταῖς, ἵνα τῷ δοκοῦντι μικρὸν προστίθηται. καὶ
τοῦτό ἐστιν {ἐπικυλλῶσαι}
*ἐπεκώμασεν· ἐπεδήμησεν, ἐπῆλθεν, ἐκ μεταφορᾶς τοῦ {κώμου},
ὅ ἐστι ἐνθουσιῶντος πλήθους AS
ἐπελάνθανεν· εἰς λήθην ἦγεν
ἐπελαύνειν· ἐπιπέμπειν
ἐπέκτασις· ἡ ἐπιπολὺ τάσις
ἐπέλαχεν· ἐκληρώσατο
ἐπελέξατο· τὰ γεγραμμένα ἀνέγνωσεν
*ἐπέλετο· ἐγένετο. ἐφάνη AS
ἐπελήκεον· ἐκρότουν τοῖς ποσί (θ 379)
*ἐπελήσθην· ἐληθαργήθην (Ps. 30,12) ASvg
ἐπέλιξεν· ἐπέδραμεν
ἐπέλυσας· ἐξείλου
ἐπελώβευον· ἐπετίμων. διέπαιζον τοῖς λόγοις. ἐπέσκωπτον.
ὕβριζον (β 323)
ἐπεμαίετο· ἐφήπτετο n, ἐπέψαυεν. ἐπεθύμει (Ε 748)
ἐπέμαρψε· κατέλαβεν
ἐπεμάσσατο· συνετάραξεν (Υ 425 v. l.?). ἐφήψατο, ἐψηλάφη-
σεν (π 172)
*ἐπεμβάλλεται· τρώγει AS
ἐπεμβεβαώς· ἐπιβεβηκώς (Ι 578)
ἐπεμβαίνει· ἀναβαίνει
ἐπέμεινεν· ἐπεκάθισεν
*ἐπεμήνατο· ἐμάνη (Ζ 160) gn
ἐπεμάνην· ἠράσθην
ἐπεμήνιεν· ἐπωργίζετο (Ν 460)
*ἐπέμυξαν· ἐπεμυκτήρισαν (g) n, ἐπεμύχθισαν AS. ἐξεφαύλισαν
(Δ 20 ..)
ἐπεμύξατο· ἐπεστέναξεν, ἐπεγόγγυσεν
ἐπ' ἔναρ· εἰς τετάρτην. Λάκωνες
*ἐπενάσθην· ἐπῳκίσθην AS
*[ἐπ' ἐναύων· ἐπὶ τῶν ἀγκυρῶν] AS
ἐπενδίεσαν· ἐπηφίεσαν
ἐπενδόμενοι· ἐπερειδόμενοι
ἐπενείματο· ἐπῆλθεν
ἐπενεγκεῖν· ἔτι ἐνεγκεῖν
*ἐπένειμεν· ἐπέβαλλεν Ab(S)
*ἐπενήνεον· ἐπεσώρευον AS [ἐπεσωρεύθησαν] (Η 428)
ἐπενήνοθεν· *ἐπήνθει (Β 219) AS. ἔπεστιν. ἐπῆν (θ 365)
*ἐπενήχετο· ἐπεκολύμβα. ἐπεφέρετο ASvg
*ἐπένοντο· ἐνήργουν (Ω 124) AS
*ἐπέντυεν· εὐτρέπιζεν (Θ 374) AS
ἐπενώτισεν· ἐφώρμησεν. Ἀμφιτρύωνι δευτέρῳ (Archipp. fr. 5)
ἐπεξέλευσις· ἐκδίκησις
*ἐπεξέρχεται· ἐκδικεῖ (Sap. 14,31) AS
*ἐπέοικεν· πρέπον ἐστίν (Α 126) (n)
*ἐπεπαιώνιστο· ἐπεφήμιστο AS
ἐπέπαστο· ἐπεπλήρωτο. *ἐκτήσατο (Greg. Naz. c. 2, 1, 1,
172) gS
ἐπέπηλεν· ἐκλήρωσεν
*ἐπέπιθμεν· ἐπεπιστεύκειμεν (Β 341) AS
ἐπέπληγον· πλήσσοντες ἐν τῷ τρέχειν (Ε 504)
ἐπεπλήξατο· ἔπαισεν
ἐπεπολέμωτο· πολεμίως διέκειτο
*ἐπεπωλεῖτο· ἐπεπορεύετο (Δ 231) vgn
*ἐπέρασα· ἐπώλησα (Φ 78) AS
*ἐπέραστος· ἐπιθυμητός A, ἐράσμιος ASvg
*ἐπερειδόμενος· ἐπιστηριζόμενος (Prov. 3,18?) APvgn
ἐπέρεισαν· [ἐπεβάρησαν]
ἐπέρεψα· ἐπεσκεύασα. ἐπεκόσμησα. ἐπεστέγασα (Α 39)
*ἐπερηρεισμένα· ἐποικοδομηθέντα ASg
*ἐπερείσασθαι· ἐπιστηριχθῆναι ASPb
*ἐπερείδεται· ἐμπήγνυται. εἰσβαίνει AS
*†ἐπεῤῥίσσαι· φιλοποιῆσαι (Ω 335) AS
ἐπέρχομαι· τολμῶ. ἐγχειρῶ
ἐπέῤῥοον· [ἔθαπτον. ἐκήδευον]
ἐπέῤῥισεν· [ἐφεστιάσατο]
ἐπεῤῥόθησε· [ἔσεισεν]. ἔκραξεν (Eur. Hec. 553 ..). [ὑγίασεν
ἐποίησεν]
ἐπεῤῥώοντο· ἤλουν· καὶ ἔστιν οἷον μετὰ ῥώμης ἐκινοῦντο καὶ
ἤλουν. καὶ ἐπηκολούθουν (υ 107)
ἐπεῤῥώσαντο· ἐῤῥωμένως *ἐπεσείσθησαν (Α 529) gn. ἢ ῥώ-
μην καὶ ἰσχὺν ἐπέβαλον. ἢ ἐῤῥωμένως ὠρχήσαντο (Hes.
Theog. 8)
†ἐπεῤῥώπτην· ὑπηρέτην
*ἔπερσεν· εἷλεν. ἐπόρθησεν (α 2) n [ἔθαπτεν. ἐκήδευεν]
ἐπέρτερα· μείζω. καὶ ὑψηλότερα
*ἐπερόνησεν· διέτρησεν ASb
ἔπεσαν· [ἐγεύσαντο]
*ἐπέσαξεν· ἔστρωσεν (Gen. 22,3) ASvg
ἐπεσβολίαι· λοιδορίαι. ἐπιτιμήσεις. πολυλογίαι. κακολογίαι
(δ 159)
ἐπεσβόλος· λοίδορος. πρόγλωσσος. τοῖς ἔπεσι βάλλων (Β 275)
ἕπεσθαι· ἀκολουθεῖν (Eur. Troad. 422) b
*ἔπεσι· λόγοις Pvgn, λέξεσιν (Α 77)
*ἐπέσκαζεν· ἐχώλευεν (Gen. 32,31) AS
ἐπεσκεμμένως· συνετῶς (Greg. Naz. or. 6,1 p. 190 d)
*ἐπέσκεψαν· ἐπέβλεψαν, ἐπεῖδον n
ἐπέσπεν· ἠκολούθησεν
ἐπέσπερξα· ἐφώρμησα
ἐπεσσεύοντο· ἐπῄεσαν. ἐφώρμων. ἐπηκολούθουν r μετὰ σπου-
δῆς (Β 86)
*†ἐπέσσηθον· ἐπελέκων. ἐπελέπτυνον AS
ἐπέσσευον· ἐτάβλιζον n. ἐδαπάνιζον
ἐπεσσύμενος· ἐπελθών. ἐπορούσας, ἐφορμήσας (Ξ 147)
ἐπεσσύμενον· πορευόμενον. [προθυμούμενον (Μ 388) (A)
*ἐπέσσυται· ἐφορμᾶται (Α 173) An
ἐπέσσυτο· ὥρμα. ἐπῆλθεν (Ε 438)
*ἐπεστενάχοντο· ἐπέστενον (Δ 154). καὶ ἤχουν A
ἐπεστέψαντο· ἐπεστεφάνωσαν. πλήρεις ἐποίησαν, *ἐπλήρω-
σαν (Α 470) ASn
ἔπεστιν· ἐπέτυχεν (4. Macc. 1,10)
*ἐπεστιασόμεθα· εὐωχούμεθα AS
*ἐπέστιον· ἔποικον AS. κατάλυμα S
*ἐπεστράτευσαν· ἐπολέμησαν (Iesai. 29,7 ..) ASvg
ἐπ' ἐσχαρόφιν· ἐπὶ ἐσχάρᾳ (ε 59)
ἕπ{εται}· ἀκολουθεῖ ASvg. συνεπάγεται. πρέπει
ἑπέται· ἀκόλουθοι, θεράποντες. {ἐφέται}· οἱ τὰς φονικὰς δίκας
δικάζοντες
ἐπετέτακτο· ἐν τάξει ἢ ὄπισθεν ἠκολούθει (Xen. Hell. 1, 6,
30)
*ἐπέτειον· ἐπὶ τοῦ νῦν ἔτους (Deut. 15,18) ASvgn
ἐπέταξεν· ἐνετείλατο (Ps. 106,29)
*ἐπέτελλεν· ἐνετέλλετο (Δ 229) n
*ἐπετέλλετο· παρήγγειλε ASn. παρετίθετο (Δ 301) An
*ἐπετέμετο· [παρήγγειλεν A ἐπετίμησεν]
*ἐπετήδευσεν· ἐμηχανήσατο. [ἐσπούδασεν (Esth. 8,12 m) AS
ἐπετιμήσατο· τιμωρίαν ἐπέθηκεν
ἐπετοξάζοντο· *ἐτόξευον, ἐστοχάζοντο AS. ἐφώρμων τόξοις
καὶ δόρασι βάλλειν ἢ τιτρώσκειν (Γ 79)
ἐπέτρεψεν· ἐπέτρεπεν. ὑπεχώρει (Κ 116)
ἐπέτριψαν· ἦραν
*†ἔπεττον· ἐπίτινων† AS
ἐπέβεις· [ἐπιβάται. ἐπίβησαν
ἐπεβήσαντο· ἐπήρχοντο
ἐπεβήσατο· ἐπέβη
ἐπεβῆσαι· ἐπεβῆναι ἐποίησεν
ἐπέβρυσεν· ἐπεβάρυσεν]
*ἐπετώθαζεν· ἐπενέβη. ἐπέπληττεν. ἐπέχαιρεν ASPvg
*ἕπευ· ἕπου, ἀκολούθει (Κ 146) S
ἐπευθόμεθα· ἠκούομεν (S)
*ἐπευκτή· ἐπιθυμητή (Ierem. 20,14) r. ASvg
ἐπευνακτοί· οἱ συγκοιμηταί
ἐπ' εὐνάων· ἐπὶ τῶν ἀγκυρῶν (Ξ 77)
*ἐπεύξατο· ἐκαυχήσατο (Υ 388) n
ἐπ' εὐρέα· ἐπὶ τὰ πλατέα (Β 159)
ἐπ' Εὐρυγύῃ ἀγών· Μελησαγόρας (fr. 330,2 J.) τὸν Ἀν-
δρόγεων Εὐρυγύην εἰρῆσθαί φησι τὸν Μίνωος, ἐφ' ᾧ τὸν
ἀγῶνα τίθεσθαι ἐπιτάφιον Ἀθήνησιν ἐν τῷ Κεραμεικῷ. καὶ
Ἡσίοδος· Εὐρυγύης δ' ἔτι κοῦρος Ἀθηνάων ἱεράων (fr. 104 Rz.)
ἐπ' εὐσεβίῃ· ἐπ' εὐσεβείᾳ (Greg. Naz. c. 2, 1, 10, 3 ..)
ἐπεύχεο· καυχῶ (ψ 59)
ἐπεύχεται· καυχᾶται (Ε 119)
ἐπεφάνη· ἐπ' αὐτοφώρῳ ὤφθη (ep. Tit. 2,11)
*ἐπευφήμησεν· ἐν εὐφήμῳ βοῇ εἶπεν (Α 22) (gn)
ἐπάφεσαν· ἐφῆκαν
ἐπέφλυσεν· βλαστῆσαι ἐποίησεν
*ἔπεφνεν· ἐφόνευσεν ASn, ἀνεῖλεν, ἀπέκτεινεν (Δ 397) ASvg
*ἐπέφραδεν· διεσάφησεν gn εἶπεν (Λ 795) g
*ἐπέφραδον· εἶπον ASn. ἐπέγνωσαν (Κ 127)
*ἐπέφρασαν· διεσήμαναν AS. εἶπον A
*ἐπεφύοντο· ἐπήρχοντο ASvgn
*ἔπεχε· ἐπίκεισο ASPgn. πρόσεχε. κάτεχε. [ἐπίμενε (Sir. 5,1 ..) vg
†ἐπεχερ· ἀκόλουθον
*ἐπέχει· ἐπιμένει (Iob 27,8) ASvg
ἐπέχεται· κωλύεται
ἐπεχείρεον· ἐπετίθεσαν. ἐπεχείρουν (ω 386)
ἐπεχθισμένου· βάρος βαστάζοντος b
*ἐπέχοντες· κρατοῦντες (ep. Phil. 2,16) AS
*ἐπεχωρίαζεν· ἐπεδήμει AS
*ἐπέχραον· ἐπεβάρησαν ASg ἐπῆλθον (β 50)
ἐπέχραον· ἐπέθεντο. ὥρμησαν. ἄθροι ἐπέστησαν (Π 352)
ἔπεψεν· ἐπραΰνθη n
ἐπέων· λέξεων, λόγων (Λ 702 ..)
†ἐπεβαλλομένη· ἐνθεαζομένη
ἐπηβολή· μέρος. ἢ {ἐπιβολή}
ἐπήβολος· *ἔμπειρος AS ἐπιστάτης. δεσπότης A. μέτοχος. ἐπι-
βολὴν ἔχων. δεσπόζων (β 319)
*ἐπηβόλους· ἐπιτευκτικούς (gn), ἐπιτηδείους n, ἢ ἐπιτυχεῖν
μέλλοντας· {βάλλειν} γὰρ τὸ ἐπιτυγχάνειν AS
*ἐπήγαγεν {λίβα}· ἐπήνεγκεν {ἄνεμον} (Ps. 77,26) AS
ἐπήγαγον· ἐπηγαγόμην εἰς τὸ πεῖσαι (ξ 392)
ἐπηγανίδες· †ἐπινύγματα
ἐπηγγελλόμην· παρεκάλουν. ἐπέστελλον. Σοφοκλῆς Ἠλέκτραι
(1018)
*ἐπήγετο· ἐπεφέρετο ASvg
ἐπηγκενίδες· τὰ διηνεκῆ τῆς σχεδίας ξύλα. αἱ εἰς μῆκος καθηλού-
μεναι σανίδες. οἱ δὲ τὰ παραθέματα, ἢ πλάγια (ε 253)
ἐπηγμένως· κατασπουδαζόντως
ἐπηγορίαν· ὀνομασίαν r
*ἐπῄει· ἐπήρχετο (Eur. Phoen. 1164) r. ASv
*ἐπῄεσαν· ἐπήρχοντο (λ 233) r. Agn
ἐπηετανόν· συνεχές. ἀδιάλειπτον. παρατεταμένον διὰ παντὸς
τοῦ χρόνου. δαψιλές (δ 89 ..)
*ἐπηετανῶν· ἀδιαλείπτων AS
†ἐπιεθανις· λεπτὸν πρόβατον
ἐπ' ἤϊα· ἐπὶ σιτία
ἐπήκοοι· κριταί. καὶ οἱ μάρτυρες. καὶ οἱ δικάζοντες
Ἐπήκοος· Ἀφροδίτη ἐν Καρχηδόνι
ἐπηκουρία· [βοήθεια. συμμαχία]
ἐπήκρισεν· ἐπ' ἄκρον ἤγαγεν. τέλος ἐπέθηκεν (Aesch. Choe.
932)
*ἐπήλεγεν· ἐπῇρεν. ἐκίνησεν AS
ἐπηλήθισεν· ἠλήθευσεν
ἐπῆλθε· κατέλαβεν
ἐπῆλθέ μοι· ἦλθέ μοι
ἐπηλύγαιον· ἐπινεφές. σκοτεινόν
ἐπηλυγασάμενος· ἐπίπροσθεν {ποιησάμενος}
ἐπήλπιζον· ἠλπιδοποίουν
*ἐπηλυγίζονται· ἐπισκιάζονται ASn. ἐπικρύπτονται
ἐπήλυδας· νεωστὶ ἐλθόντας ἐξ ἑτέρας γῆς. ἐπιλεκτούς. ἢ οὐκ
ἰθαγενεῖς
*ἔπηλυς· ξένος APgn, νεωστὶ ἐλθών ASn, ἄλλοθεν ἐλθών g
ἐπηλυσία· ἐπῳδὴ φαρμάκων. ἢ ἔφοδός τινος
ἐπήλυσις· ἔφοδος. ἐπαγωγή
*ἐπήλυθεν· ἐπῆλθεν g
*ἐπήλυτος· ἔποικος An. προσήλυτος r
ἔπηλις· τὸ πῶμα τῆς λάρνακος (Soph. fr. 944)
ἐπ' ἤματος· τὸ ἐν μιᾷ ἡμέρᾳ ποιῆσαί τι
*ἐπημοιβοί· ἐνηλλαγμένοι (Μ 456) g
ἐπ' ἤματι· ἐν μιᾷ ἡμέρᾳ (Τ 229)
ἐπημοιβοί· διπλοῖ. παράλληλοι. ἀλλασσόμενοι
ἐπημύει· ἐπικατακλίνει (Β 148). [ἐπιστενάζει. ἐπιγογγύζει.]
ἐμπίπτει
*ἐπήμυνον· ἐβοήθουν r. ASPn
*ἐπήν· ἐπειδάν (Α 168) r. Sn
*ἐπῄνεον· ἐπῄνουν (Γ 461) AS
ἐπήνθησεν· ἐβλάστησεν
ἐπήνιον· [προσορμηστήριον. τόπος παραθαλάσσιος]
ἐπήν κεν· ἐπάν, ὅταν (Greg. Naz. c. 1, 2, 15, 17)
ἐπήνυσεν· ἐπετέλεσεν r
ἔπηξεν· ἔστησεν (Ν 570) r
*ἐπήπυον· ἐπεβόων (Σ 502) ASg
*ἐπήρατε· καλέ AS
*ἐπηρᾶτο· ἐκρέμασεν AS
ἐπήρατον· ἐπέραστον (Σ 512)
*ἐπηράτου· ἐπεράστου (Ι 228) ASvgn
ἐπηρεάζει· βιάζει
ἐπήρεια· βία
ἐπῆρεν· ἀνέπεισεν (4. Regn. 14,10)
*ἐπήρετο· ἐπηρώτα r. AS
ἐπήρετμοι· ἐπίκωποι (β 403)
ἐπηρέσιον· [τὸ προσκεφάλαιον]
ἐπηρέσσατο· εὐαρέστους ἐποίησεν
ἐπηρεφέας· ἐπεστεγασμένας
ἐπηρεφέος· [ἐπεστεγασμένους]
*ἐπήρθη· ὑψώθη (2. Regn. 5,12 ..) AS
*ἐπήρκεσεν· ἐβοήθησεν (Β 873) g
ἐπῆρξε· κατῆρξεν
*ἐπῆρσεν· ἐφήρμοσεν. ἐπέρασεν (Ξ 167) AS
*ἐπηρτημένην· ἐπικειμένην ASPg. ἐπικρεμαμένην SP (Av)
ἐπήρτυεν· ἐφήρμοζεν (θ 447)
*ἐπήρωσεν· ἐκάκωσεν (4. Macc. 18,21) AS
ἐπησθεῖεν· ἐπιχαρεῖεν
*ἐπησθέντες· χαρέντες ASn
*ἐπῄσθετο· {ἔγνω} AS
ἐπήσκηται· ἐπικεκαλλώπισται. κεκόσμηται (ρ 266)
ἐπιστάν· [ἐπὶ πολὺ ἀνατεταμένον]
ἐπῇσται· ἐπιδέδεται ἐπῳδῇ
ἐπητέος· εὐλογίστου. εὐγνώμονος, συνετοῦ. πρᾴου (φ 306 v. l.)
ἐπητές· αἴσιον
ἐπητής· σώφρων. λόγιος. ἀληθής. δίκαιος. φρόνιμος. παρὰ τὰ
ἔπη. πρᾷος. χρηστός (ν 332)
*ἐπήτριμα· ἄλλα ἐπ' ἄλλοις, πυκνά (Σ 552) g
ἐπίτριπτος· λόγιος. πανοῦργος
*ἐπηύδων· ἐπεφώνουν ASPn
ἐπηύρουν· ἐπέτυχον r παρὰ τὸ {ἐπαυρεῖν}
ἐπήορα· κρεμάμενα. μετέωρα
*†ἐπήωρσαν· ἐφόρμησαν n
ἔπι· ἔπεστιν (Α 515) S, ἔνεστι. καὶ ἐπὶ τόπῳ ἡ πρόθεσις ἐπί·
"αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει" (ι 140)
ἐπιαλές· τερπνόν
ἐπιάλης· ὁ {ἐφιάλτης}· ὃν Αἰολεῖς †{ἐφέλην}, ἄλλοι {ἐπιάλ-
λην}, καὶ {ἐπωφέλην} καλοῦσιν
*ἐπιαλμένον· ἐφαλλομένον (Η 15) S
ἐπιανδάνει· συναρέσκει (Η 407)
†ἐπιανέω· ἐπιτρέπω
ἐπὶ ἂρ τμάγεν· [ἐπειδὴ ἐχαρίσθησαν]
Ἐπίασσα· Δήμητρος ἐπώνυμον
ἐπίασσεν· ἐβόησεν
ἐπίαχον· ἐπεβόησαν (Ξ 148)
*ἐπιβάθρα· ἐπίβασις (AS) g
ἐπίβαθρον· μισθὸς τῆς βάσεως τῆς εἰς τὴν ναῦν, τουτέστιν
ναῦλον (ο 449)
ἐπίβδαι· αἱ μεθέορτοι ἡμέραι· ἀπὸ τοῦ ἐπιβιβάζεσθαι ταῖς
ἑορταῖς οὐκ οὔσας ἐξ αὐτῶν. ἢ {ἐπίδαι} κατὰ πρόσθεσιν τοῦ
β, διὰ τὸ ἐπὶ τῇ δαιτὶ καὶ ἑορτῇ ἄγεσθαι αὐτάς
*ἐπιβαλεῖ· ἐπιρρίψει (Prov. 20,26 ..) AS
ἐπίβαλοι· πτέρναι
ἐπιβαλλόμενος· ἐπιβολὴν κατὰ πρόθεσιν ἔχων. ἐπιθυμῶν
(Ζ 68)
ἐπίβαμα· ὑποπόδιον
ἐπίβασιν· ἀνάβασιν. *βάδισιν (Ps. 103,3) AS
ἐπιβασκέμεν· [φθονεῖν]. ἐπιβιβάζειν (Β 234)
ἐπιβατεύουσιν· ἀμφισβητοῦσι q. ζητοῦσι
ἐπιβάτην· τὴν πτέρναν τοῦ ποδός
ἐπιβάτης· *ἐπὶ νῶτον βαίνων AS. ἢ ὁ μὴ κωπηλάτης, ἀλλὰ
πλέων μαχητής (Ezech. 27,29)
ἐπιβατόν· ὁδευομένην
ἐπιβήματα· εἴδη χορικῆς ὀρχήσεως
Ἐπιβήμιος· Ζεὺς ἐν Σίφνῳ
ἐπιβήσει· [ἐπιβαρήσει Sn. ἐπισχύσει] S
ἐπιβήσομαι· καταφύγω
ἐπίβησον· μετασχεῖν ποίησον (Θ 285)
*ἐπιβιβῶ· ἀναφέρω (Ose. 10,11) AS
ἐπιβατικά· ἃς ἡμεῖς λέγομεν {παρενθήκας}, ἐπὶ τῶν ἐμπορι-
κῶς πλεόντων
ἐπιβλάς· [συννεφὲς νιφετῷ]
ἐπίβλημα· πῶμα. ἢ [ῥάκος (Matth. 9,16) r
ἐπιβλής· μοχλός (Ω 453) Sp
ἐπιβλήτης· δοκός. μοχλός
ἐπιβλύξ· συνεχής (Pherecr. fr. 130,4)
ἐπιβοᾷ τὸν Μύσιον· ὅταν θρηνῶσιν αἱ Μυσαί, τὸν Μύσιον
[τὸν] Ὕλαν ἀνακαλοῦνται
ἐπιβλαί· περόναι
*ἐπιβόλαια· ἐπιβλήματα (Ezech. 13,18 ..) AS
Ἐπιβολεύς· ὁ Ἡρακλῆς παρὰ Θουρίοις
ἐπιβολή· *ὁρμή (AS). ἐγγραφή. *[ζημία A
ἐπιβουλεύει· ὁρμᾷ. ζημιοῖ
ἐπίβουλος· ἐχθρός (ASgn). ἐπηρεάζων (A). λοίδορος (3. Regn.
5,18)
ἐπιβόλως· φρονίμως
ἐπιβότορι· ποιμένι S, βοσκήτορι. ἐνόρχει, μὴ ἐκτετμημένῳ,
ἐπιβαίνοντι
ἐπιβοῶνται· ἐπικαλοῦνται
ἐπιβρέμοντες· ἐπηχοῦντες
ἐπιβρέξαι· ἐπαρύτειν. βρέξαι
[ἐπὶ βρεχμόν]· ἐπὶ βρέγμα. ἐπὶ στόμα καὶ κεφαλήν (Ε 586)
*ἐπιβρίσει· ἐπισχύσει. ἐπιβαρήσει (Ε 91) Ag
*ἐπιβρίθων· ἐπιβαρῶν (Iob 29,4) ASvg
ἐπιβρέμει· ἐπιφωνεῖ (Eur. Bacch. 151)
ἐπιβρῖσαι· ἐπαγαγεῖν. ἐπελθεῖν. ἐπιστηρίξαι. ἐπιβαρεῖν. ἐφορ-
μῆσαι. βιάσασθαι
*ἐπιβυσάτωσαν· φραξάτωσαν ASn. φιμωσάτωσαν AS
ἐπιβωμίζοντι· θύοντι
ἐπιβώσομαι· ἐπικαλέσομαι (n), ἐπιβοήσομαι (α 378)
ἐπίβωτος· λεῖος, ὁμαλός
ἐπιβώτορι μήλων· βοσκήτορι τῶν ποιμνίων. ἐπιστάτῃ. ἢ
ἐφιππαστῆρι. οἱ γὰρ τῶν βασιλέων υἱοὶ πρῶτον ἐπὶ τῶν
κριῶν ἱππεύειν ἐμάνθανον (ν 222)
ἐπιγαμία· *συγγένεια ASb. ἢ τὸ παρ' ἀλλήλων ἄγεσθαι
ἐπίγαμος· πατρωὸς {ἐπιγήμας}
*ἐπιγάνυσθαι· χαίρειν AS (ng)
ἐπίγαυρον· ἰσχυρόν (s)
ἐπιγαυρωθείς· ἐπαρθείς
ἐπιγεινομένοις· ἐπιγενομένοις (Κ 71)
ἐπιγελαστάς· ὁ καταγελῶν. Λάκωνες
ἐπιγλωσσώμεναι· ἐπιλαλοῦσαι
ἐπιγλωσσῶ· ἐποιωνίζου διὰ γλώττης. Αἰσχύλος Ἡρακλείδαις
(fr. 77)
ἐπιγνάμψασα· ἐπικατακλάσασα. συμπείσασα. στυγνάσασα
(Α 569)
ἐπιγνάμψω· ἐπικλάσω
ἐπίγνωθι· μάθε, γνώρισον (Gen. 31,32 ..)
ἐπιγνώμη· συγγνώμη. διάγνωσις
*ἐπιγνώμονος· συνετοῦ. γνῶσιν ἤτοι γνώμην ἔχοντος AS
ἐπιγνώμων· ἐπόπτης
ἐπειγομένων· ἐπὶ πάντων σπευδόντων
ἐπιγονή· γέννημα (Am. 7,1)
ἐπὶ γούνασι· παρὰ γόνασιν (Ζ 92)
ἐπιγουνίδα· τὸ ἐπάνω τοῦ γόνατος g. Λέγει δὲ τὸν μηρόν,
ἀφ' οὗ ἐκδεκτέον τὴν τοῦ σώματος εὐεξίαν (ρ 225)
*ἐπιγράβδην· ἐπ' ἄκρων ξύσαι, ἐπιξεστικῶς (Φ 166) r. ASn
ἐπιγράμματα· αἱ ἐπιγραφαί
ἐπιγραφεύς· ζωγράφος
ἐπιγράψαι· ἐπιτελεῖν. ἐπιξύσαι (Ν 553)
ἐπιγράφεται· ξύεται, χαράσσεται. *ὀνομάζεται AS
ἐπιγύων· τῶν πρυμνησίων κάλων, ἅ τινες πείσματα καλοῦσιν
ἐπίδαιτρον· ὄψον
ἐπιδαιτήσομαι· ἐπιστελῶ. εὐωχηθήσομαι
†ἐπιδακρυνθέντα· ἐπιγραφέντα
ἐπίδαλον· λοιμικόν
Ἐπιδαύριον· τὸ Τροιζηνικόν
*Ἐπιδαύριοι· ἔθνος Πελοποννήσου AS
Ἐπίδαυρος· πόλις ἐν Ἄργει (Β 561)
ἐπιδαψιλεύσει· μεγαλοψυχήσει
ἐπιδαψιλευόμενος· μεγαλοψυχούμενος. ἐπιχορηγὼν πλου-
σίως
*ἐπιδεᾶ· ἐνδεῆ. ἐλλιπῆ ASvgn
*ἐπιδείκνυται· φανεροποιεῖ AS
*ἐπιδεικτιῶντα· ἐπιδείκνυσθαι θέλοντα AS, [ἢ θέλων]
ἐπίδειξις· ἐπιδεικτικός
ἐπιδινήσας· συστρέψας. συσσείσας
ἐπὶ δὲ κληῖδ' ἐτάνυσσεν ἱμάντι· τὴν δὲ κληῖδα παρήγαγε
τῷ ἱμάντι (α 442)
ἐπιδεκτικός· ἐπίδεκτος
ἐπιδέξιος· καλός, ἀγαθός. εὔμορφος
*†ἐπιδεξιπολίης· ἐκ τῶν δεξιῶν μερῶν περιστρέψας A
ἐπίδεσον· ἐπίστρεψον
ἐπιδευεῖς· ἐνδεεῖς S, χρῄζοντες (Ν 622)
ἐπιδεύετο· ἐπιδεής, ἢ ἐλλιπὴς ἦν (Ω 385)
ἐπιδεύσω· [ἐπικρύψω]
*ἐπὶ δ' ἕψονται· ἐπακολουθήσουσιν (Δ 63) ASn
†ἐπιδεῦσαι· ἐπιστρέψαι
ἐπίλεκτον· ἐπίσημον. μέγα
ἐπιχειλέα σκύφον· τὸν μὴ κενόν
ἐπὶ Δελφινίῳ· τοῦτο δικαστήριον, ἐφ' οὗ οἱ ὁμολογοῦντες
πεποιηκέναι φόνους ἐκρίνοντο
ἐπιδεχόμεθα· προσδοκῶμεν
ἐπιδειπνίς· Μακεδονικὸς κώθων, ἥδυσμα. †ἐθισμός
ἐπιδημεύεις· ἐν τῷ δήμῳ ἀναστρέφεις (π 28)
ἐπιδημία· παρουσία
*ἐπιδήμιον· κοινόν, δημόσιον Σ ἢ ἐμφύλιον ASg
ἐπιδημίου· ἐνδήμου. ἐμφυλίου. καὶ μὴ πρὸς πολεμίους γινο-
μένου (Ι 64)
ἐπίδημον· ὡς ἐπὶ πολὺ [ἢ] τὸν ὑπὸ δήμου τεταγμένον. ἢ *ἐν
τῷ δήμῳ ὄν (n)
ἐπὶ Δηλίῳ μάχη· Δήλιον, τὸ ἐν Βοιωτίᾳ τοῦ Ἀπόλλωνος
ἱερόν, ὃ ἐτείχισαν Ἀθηναῖοι. καὶ περὶ αὐτοῦ Βοιωτοῖς μαχεσθέν-
τες ἡττήθησαν Ἱπποκράτους στρατηγοῦντος
*ἐπιδικάζεται· ἀντιποιεῖται ASvg
ἐπίδικος· †ἥτις οὐκ ἔστιν ἄνευ δικασίας. παῖς, εἰς πλείους συγ-
γενεῖς καὶ οὐσίας ἐστὶ δικάζοντες†
ἐπὶ δή· [ἐπὶ πολύ]
*ἐπιδίφρια· τὰ ἐπὶ τῷ ἁρματείῳ δίφρῳ (ο 51) (r) g
ἐπιδιφριάδος· ἐκ τῆς περιφερείας τοῦ ἅρματος (Κ 475)
†ἐπίδναι· πέλειαι ἢ πίλαι†
ἐπίδοκα· προσδόκιμα
ἐπιδοκίδες· προσδοκίαι
ἐπίδοξα· προσδοκώμενα
*ἐπίδοξος· προσδόκιμος Σ
*ἐπιδορατίς· ὁ σίδηρος τοῦ ἀκοντίου, τὸ ἄνω ASvg {μέρος} vg
ἐπιδορπίσασθαι· ἐπιδειπνῆσαι
ἐπιδορπίσματα· τραγήματα, ἐπίδειπνα
ἐπίδοσις· ἡ προῖξ. καὶ *αὔξησις vS (Ag)
ἐπιδούριτον· ἐπιπαραστροφίδα
ἐπιδραμέτην· ἐπεδίωκον. ἐπήρχοντο (Ψ 418)
ἐπιδράμωμεν· ἐπιδιώξωμεν
ἐπιδράττονται· κρατοῦνται
*ἐπιδρομάδην· παρέργως. κατὰ σπουδήν (Greg. Naz. c. 2, 2,
7,304) ASPvg
ἐπιδρομή· ἔφοδος. ἁρπαγή. *ἐπίβασις (AS)
ἐπίδρομον· κατωφερές, καθ' ὅ ἐστιν ἐπιδραμεῖν κατερχόμενον
ἀπὸ τοῦ τείχους. ὡς· "καὶ ἐπίδρομον ἔπλετο τεῖχος" (Ζ 434).
καὶ τὸ ἱστίον τὸ ἐν τῇ πρύμνῃ κρεμάμενον, ὃ καλοῦσι σίφαρον
καὶ ἔλασσον
ἐπιδυοχεῖν· ἐπιπωμάζειν
ἐπιδώμεθα· ἐπιδῶμεν θεούς, ἴδωμεν (Χ 254)
Ἐπιδώτας· Ζεὺς ἐν Λακεδαίμονι
*ἐπίεζεν· ἐξεπίασεν (Π 510) S
ἐπιεικέα· τὸν ἀστεῖον. ἢ τὸν ἀψευδῆ. ἄλλοι τὸν ἐγχωροῦντα
καὶ πρέποντα (Ψ 246)
ἐπιεικές· *καθῆκον, πρέπον, προσῆκον (Α 547) ASvg, ἱκανόν.
ἐπεοικός. προσηνές. εὔγνωμον. μέτριον. εὐφυές. σπουδαῖον.
πρᾷον. ἀγαθόν
*ἐπιεικτά· φορητά, ὑποχωρητά (θ 307) g
*ἐπιεικεύσατο· ἠγάθυνεν (2. Esdr. 9,8) AS
ἐπιεικῶς· πάνυ, λίαν πρᾴως (1. Regn. 12,22 v. l.)
ἐπιειμένε· ἠμφιεσμένε, ἐνδεδυμένε (Α 149)
ἐπιείξας· ἐπιδεικτικῶν. κενοδοξῶν
ἐπιεισαμένη· ἐφορμήσασα (Φ 424) S, ὁμοιωθεῖσα
ἐπιείσεται· ἐπελεύσεται
ἐπιείστορε· ἐπιμάρτυρας. δυϊκῶς ἡ λέξις
*ἐπιέναι· ἐπελθεῖν r. ASPvg
†ἐπὶ ἐπιτοῦτο· ὑπέρθεσις. Λάκωνες†
ἐπίεσσαν· ἐπήρχοντο
ἐπιέπεται· ἀκολουθεῖ
ἐπιέσασθαι γῆν· ταφῆναι (Alcae. fr. 129,17 L. -- P.?)
ἐπιεσάμενος· λαβόμενος
ἐπιέψω· ἐπιτελέσω
†ἔπιξα· ὄρνεα. Κύπριοι
ἐπιζάξ· ἐπὶ τὰ ἀριστερά. καὶ ἐπ' εὐθείας. καὶ ἐπὶ τὴν σύντομον.
καὶ ἐπίτηδες. ἐκ πλαγίου. ἢ συντόμως. Ἀθηναῖοι
ἐπιζαφελές· θυμῶδες, ὀργίλον S. χαλεπόν. ἰσχυρόν. ἐπίκοτον
*ἐπιζαφελῶς· ηὐξημένως ἄγαν (Ι 512) AS
ἐπιζευκτήρ· σπεῖρα. καὶ σειρά
ἐπιζύγιον· μέρος τῆς νεώς
†ἐπιζυγκεῖν· ἐπισκαρδαμύττειν. ἐπιστέγειν. ἐπικατακλείειν
ἐπιζυγοῦσα· ἐπικλείουσα. μύουσα
ἐπιζυγῶν· ἀπολαμβάνων. συνέχων
ἐπηγορέων· κατηγορῶν
ἐπίηλεν· ἐπεξέτεινεν. ἔπεμψεν. ἐπήγαγεν. ἐπηύξησεν (χ 49)
ἐπίηρα· τὴν μετ' ἐπικουρίας χάριν r μεγάλην (Α 572), ἢ ἐκ τῆς
περιουσίας ὡς Ἀντίμαχος (fr. 143 Wyss)
ἐπιήρανα· ἐπικουρητικὰ τῆς ψυχῆς· "ποδῶν ἐπιήρανα θυμῷ
ποδάνιπτρα" (τ 343)
ἐπιήρανος· ἐπίκουρος. ἐπιθυμητός
ἐπίηρος· βοηθός. χάριν ἀποδιδούς
ἐπιήρανα· ἐπιχάριτα
ἐπιθαγγάνει· [ἐφάπτεται]
Ἐπιθαλαμίτης· Ἑρμῆς ἐν Εὐβοίᾳ
ἐπιθάλπωντι· ἐπιφλεγμαίνωσιν
ἐπιθαλπές· τερπνόν s
*ἐπὶ θάτερα· ἐπὶ τὰ ἕτερα ASvg
*ἐπιθαρσύνων· προτρεπόμενος (Δ 183) (n)
*ἐπιθάνατος· προσδοκώμενος ἀποθανεῖν Σ
ἐπιθεάζει· θεοὺς ἐπικαλεῖται
ἐπίθετα· τὰ {μὴ} πάτρια ἱερὰ παρὰ Ἀθηναίοις
ἐπιθειάσας· κατευξάμενος (Thuc. 2, 75, 1)
ἐπίθεος· σημεῖον ἐν θυτικῇ
ἐπίθεσις· ὁ τῶν δύο ἀριθμὸς παρὰ τοῖς Πυθαγορικοῖς
ἐπίθετον· ἡ στοιβή
*ἐπίθεμα· τὸ ἐπιτιθέμενον S
*ἐπιθεῖναι· κλεῖσαι (Ε 751) g
*ἐπιθέτωσαν· ἀντικείσθωσαν AS
ἐπιθήκη· φερνή ... "μείζων δ' ἐπιθήκη" (Hes. op. 38o)
*ἐπίθημα· πῶμα (Ω 228) (ASn)
*ἐπιθήσει· ἐπιβαλεῖ (Δ 190) AS
*ἐπιθήσοντας· ἐποξύνοντας. ἐπιφέροντας AS
*ἐπιθειάσας· τὸ θεῖον δεξάμενος ASvgn θεοφορηθείς n
*ἐπιθιγγάνει· ἐφάπτεται ASPvgn
†ἐπιθλάσας· συντόμως εἰπών
*ἐπιθολοῦσιν· ἐπισκοτοῦσιν. ταράττουσιν AS (vg)
ἐπιθράνιον· μέρος τι τῆς νεώς
ἐπιθρέξαντος· *ἐπιδραμόντος An, ἐπιξύσαντος (Ν 409)
ἐπιθορνύμεναι· σπερμαίνουσαι καὶ ζωογονοῦσαι· {θόρος} γὰρ
τὸ σπέρμα
ἐπιθρᾶξαι· †ἐπιθρύξαι. ἐπινύξαι
Ἐπιθριδάκια· ἑορτὴ Ἀπόλλωνος
ἐπιθρώσκει· ἐφάλλεται, ἐπιπηδᾷ
*ἐπιθρώσκουσιν· ἐπιπηδῶσιν (Ε 772) (gn)
ἐπὶ θρωσμῷ πεδίοιο· ὁδῷ πεδίου μὴ ἐπιδρόμῳ (Κ 160)
ἐπιθυμελίαν ἀγῶνα· τὴν τῶν διαφραγμάτων στάσιν
ἐπιθυμίδες· τὰ παντοδαπὰ στεφανώματα
*ἐπιθυμῶν· ὀρεγόμενος (Luc. 16,21) An
ἐπιθύω· ὥρμημαι
*ἐπίθωνται· σπουδάζουσιν. ἐπιτίθενται (Gen. 11,6 ..) AS
ἐπιθωτάζοντες· [ἐπιχλευάζοντες]
ἐπιθωΰσσειν· ἐπικελεύεσθαι
ἐπιισθέντες· [ἐπιχαρέντες]
ἐπιείκελον· ὅμοιον (Α 265 ..)
*ἐπιΐστορα· ἔμπειρον (φ 26) vgn
*ἐπικαγχάζων· ἐπιγελῶν ASvg
ἐπὶ κάρ· ἐπὶ κεφαλήν· δι' οὗ δηλοῖ τὸ καταφερὲς τοῦ ῥεύματος.
*ἐπὶ κάρα (Π 392) vgn
ἐπικαρπία· καρποφορία
Ἐπικάρπιος· Ζεὺς ἐν Εὐβοίᾳ
*ἐπίκαιρος· εὔκαιρος A (vg)
ἐπικάρπιον· καρπόν
ἐπικάρσια· "ἐπικάρσια δὴ προπεσοῦμαι" (Com. ad. 640) πλά-
για, οὐ κατ' εὐθεῖαν φερόμενα
ἐπικαρυκεύεται· ἀρτύει
ἐπικαχλάζεται· διακινεῖται
*ἐπεί κε λάβῃσιν· ἐπὰν λάβῃ (Ι 324) AS
†ἐπικέλια· ἔπερα ἱμάτια
ἐπικαταδαρθεῖν· ἀφυπνῶσαι
ἐπικεῖραι· διακόψαι. διαφθεῖραι
ἐπικεκλιμένας· ἐπικειμένας. ἐπικεκλεισμένας (Μ 121)
ἐπικεκόνημαι· ἐξέφθαρμαι, ἀπόλωλα
ἐπικέλσαντες· ὁρμήσαντες, ἢ ἐπὶ τὸ ξηρὸν ἀγαγόντες τὴν
ναῦν (ι 138)
*ἐπικερτομέων· ἐπισκώπτων (Π 744) ASvgn
*ἐπικεύσω· κρύψω (Κ 115) ASgn
*ἐπὶ κεφαλήν· ταχέως g
ἐπικέφαλον· τὸ ἐπικεφάλιον
*ἐπικεχήνασι· προσέχουσιν AS
*ἐπικήδειον· ἐπιθανάτιον (Eur. Troad. 514) r. ASvgn
*ἐπίκηρα· ἐπίνοσα. μοῖρα. ἢ ἐπιθανάτια Avgn
ἐπικηραίνειν· ἐπιδυσμεναίνεσθαι
*ἐπικήραν· ἐπιμοίραν. ἐπιθανατίαν A σαθράν (AS)
ἐπικηρότατοι· ἐπισαθρότατοι
ἐπικηρυκεύεται· προκηρύσσεται ns
*ἐπικίδναται· σκορπίζεται g ἐφορμᾶται. [ἐφαπλοῦται (Β 850)
An
*ἐπικίδνανται· ἐφαπλοῦνται S
Ἐπικιχράδας· ὁ Ζεὺς ἐν Κῷ
ἐπικλασθῆναι· συμπαθῆσαι, ἐλεῆσαι
Ἐπικλείδια· ἑορτὴ Δήμητρος Ἀθήνησι
†ἐπικλενύσας· ἀπελθὼν λάθρα
ἐπικλέπτοιτο· ἐπιθυμοίη
ἐπικλεηδόνα· ἐπικληδόνα
ἐπίκλην· ἡ ἐπίκλησις παρὰ Ἀττικοῖς
*ἐπίκλην· ἐπωνυμίαν ASg
*ἐπίκλημα· μέμψις ἢ ἔγκλημα (Eur. Or. 569) ASgn
*ἐπίκληρος· ἐνούσιος γυνὴ. [δέσποινα Sb, εἰς ἣν κατήντησαν
πολλοὶ κλῆροι ASn
ἐπίκλητος· *ἐπίξενος ASn. ἔξωθεν ἐπεισερχόμενος (Am. 1,5)
ASgn. δαιτυμών. καὶ οἱ σύμμαχοι
*ἐπικλινής· ἐπιπίπτων A. προσρέπων An
Ἐπικλόπειος· Ζεὺς οὕτως καλεῖται
ἐπίκλοπος· δόλιος, πανοῦργος. ἢ ἐπιθυμῶν τοῦ κλέπτειν
(φ 397)
*ἐπίκλυσις· ἐπιῤῥοή r. AS (vg)
ἐπικλυτόν· ἐπονείδιστον. ἐπίδοξον
ἐπὶ κοινῆς· ἀντὶ τοῦ κοινῇ
ἐπὶ κνάφου ἕλκων· διαφθείρων. τὸ γὰρ πρότερον οἱ γναφεῖς
ἀκανθῶν σωρὸν συστρέψαντες, τὰ ἱμάτια ἐπὶ τοῦ σωροῦ
ἔκναπτον· ὁ δὲ σωρὸς ἐλέγετο {γνάφος}. ὁ οὖν Κροῖσος τὸν
ἐχθρὸν περιέξαινε ταῖς ἀκάνθαις καὶ οὕτως ἔφθειρεν (Hdt.
1,92,4)
ἐπικοιμητηριάσασθαι· ὑπηρετικὸν ὄνομα
Ἐπικοίνιος· Ζεὺς ἐν Σαλαμῖνι
ἐπικομπῶν· ἐπικαυχώμενος (Thuc. 8, 81, 3)
†ἐπικόκκουρος· ὁ παρατηρητὴς ἐν σταδίῳ παρὰ Λάκωσιν
ἐπίκοπος· χάραγμα ἐκ δευτέρου πληγέν
ἐπίκορον· ἐπίκοπον. Πάφιοι
*ἐπὶ κόῤῥης· ἐπὶ κεφαλῆς, ἢ γνάθου ASvg
†ἐπίκοῤῥι· ἐπὶ κονδυλίῳ†
ἐπικόῤῥιστον· κατακονδύλιστον
ἐπίκοτα· ἐπίμομφα, ἃ πᾶς ἄν τις μέμψαιτο. Σοφοκλῆς Ναυ-
πλίῳ καταπλέοντι (fr. 395)
ἐπικότως· ἐπιστρεφῶς
*ἐπίκουρος· βοηθός (Eur. Andr. 509 ..) r. Avg
*ἐπικουρίας· βοηθείας S, συμμαχίας (Sap. 13,18) ASb
*ἐπικουρήσοντας· βοηθήσοντας (Ε 614) A
*ἐπίκουροι· βοηθοί b, σύμμαχοι (Β 130) Sn. [ἐπίσκοποι. [καὶ
ἧλοι ξύλινοι S]
ἐπικράδιον· ἐπικάρδιον
ἐπίκρανα· περικεφάλαια, καλύμματα. ἐπιστύλια
*ἐπικρανεῖς· ἐπιτελέσεις. ἐπιμεληθήσῃ ASn
ἐπικρανής· ἐπιμελητής
ἐπικρᾶναι· τῇ κεφαλῇ ἐπινεῦσαι. τελέσαι
ἐπίκρανος· [ἐπιμελητής. ἐπίχαρις]
ἐπικρατεῖ· ἐξουσιάζει (1. Macc. 14,17)
ἐπικρατίδιον· στημονικὸν κάλυμμα ἄχρι τῆς κεφαλῆς
ἐπικρατύνειν· ἐπισχύειν, ὀχυροῦν
Ἐπικρήναια· ἑορτὴ Δήμητρος παρὰ Λάκωσιν
ἐπίκρηνον· κεφαλόδεσμον r
ἐπικρήνωμεν· ἐπιτελέσωμεν
ἐπικριδόν· ἐπίλεκτον
ἐπικρίνασθαι· ἀριθμῆσαι καθ' ἕνα ἕκαστον
ἐπίκροκον· σπαθητόν s
ἐπίκρουμα· ἐπίπληγμα, ἢ ἐπιχάραγμα· διὰ τὸ παρωνομάσθαι
τῷ Ἄργει· "Ἐπίκρουμα χθονὸς Ἀργείας." Σοφοκλῆς Ἰνάχῳ
(fr. 265)
ἐπικτένια· τὰς ἠλακάτας. καὶ τοῦ ποδὸς τὸ πρὸς τοῖς δακτύ-
λοις μέρος
ἐπὶ κτέρεα· ἐντάφια (Ω 38) r
ἐπίκτητον· ἔξωθεν r ἐπανελθόν
ἐπικύλλωμα· ἐπικορύφωμα
ἐπικύθριον· τὸ πῶμα τῆς χύτρας
*ἐπικυδέστερος· ἐπικρατέστερος. ἐνδοξότερος ASvg
Ἐπικυκλίδιος· Ζεύς
*ἐπικύψ· ἐπικύψας AS
ἐπίκωλος· τὸν πόδα σκάζων
ἐπικωμάζω· χλευάζω r μυκτηρίζω
†ἐπικωμάσας· κρατήσας ταῖς θριξίν
*ἐπίκωμος· ὁ ἐπᾴδων τῇ φίλῃ. ἢ ἀπὸ οἴνου ᾄδων AS. ὑβριστής
Svgn. συγχαίρων gn
ἐπίκωπα· [ἐπίμεμπτα]
ἐπικωπητήρ· τροπωτήρ
*ἐπιλαμφθέντες· φωτισθέντες AS
ἐπὶ λείαν· ἐπὶ λῃστείαν (Sol. legg.)
ἐπιλεγόμενος· ἐπιλογιζόμενος
*ἐπιλειψάσης· καταλιπούσης. παρελθούσης A
*ἐπιλείψει· καταλείψει (Hebr. 11,32) AS
ἐπιλεξαμένη· ἐπικαλεσαμένη (Aesch. Suppl. 49?)
ἐπιλεξάμενος· διαλεγείς. ἐνθυμηθείς
*ἐπιλελησμένη· ἐπιλανθανομένη (Prov. 2,17 ..) AS
ἐπιληΐδες· οὕτω τῶν ἑσπερίων ... τινὲς ἐκαλοῦντο
ἐπιλήμητος· ὁ τετυφλωμένος
*ἐπιλημένος· κατέχων. τετυχηκώς A
ἐπιληπτικός· πασχικός. κατεχόμενος
ἐπίληπτος· καταφανής. καὶ ὁ τῇ ἱερᾷ νόσῳ συνεχόμενος
*ἐπιλήπτῳ· ὑπαιτίῳ AS. δαιμονιζομένῳ A (S)
ἐπὶ Ληναίῳ ἀγών· ἔστιν ἐν τῷ ἄστει Λήναιον περίβολον
ἔχον μέγαν καὶ ἐν αὐτῷ Ληναίου Διονύσου ἱερόν, ἐν ᾧ ἐπετε-
λοῦντο οἱ ἀγῶνες {τῶν} Ληναίων, πρὶν τὸ θέατρον οἰκοδομη-
θῆναι
†ἐπιλησμονείη· ἐπιλαθείη†
ἐπιλήσονται· ἐπιλανθάνονται (Η 452)
ἐπιλλίζουσα· καταμωκωμένη
ἐπιλλίζουσι· διανεύουσιν. ἐγκελεύονται (σ 11)
ἐπιλίγδην· *ἐπιράγδην {ἐξ} ἐπιδρομῆς AS {ὅσον} ἐπιψαῦσαι,
ἐπιξύσαι, ἐφάψασθαι [ὅσον] ἐξ ἐπιπολῆς. ἐπιγράβδην, ἐξ ἐπι-
γραφῆς (Ρ 599)
Ἐπιλίμνιος· Ποσειδῶν
ἐπιλίημι· ἐπιτρέπω
ἐπιλινᾶν· ἐπιπορεύεσθαι τὰ ἑστῶτα λινὰ καὶ ἐπιβλέπειν
ἐπιλιπές· ἐλλιπές
ἐπιλιτρίς· τὸ μέσον τοῦ ζυγοῦ
ἐπιλοβίς· μέρος τοῦ ἥπατος
ἔπιλλοι· ὕπουλοι
ἔπιλλος· παράστραβος, ἡσυχῆ διάστροφος· παρὰ τοὺς {ἰλλούς},
οἵ εἰσιν οἱ ὀφθαλμοί· δενδίλλων εἰς ἕκαστον (Ι 180)
Ἐπιλύκειον· ἀρχεῖον τοῦ πολεμάρχου Ἀθήνησιν
ἐπιλύγεον· [ἐπινέφελον, σκοτεινόν]
*[ἐπιλύς· ξένος] AS
Ἐπιλυσαμένη· ἐλευθερία. καὶ μία τῶν Εἰλειθυιῶν. καὶ ἐπώνυ-
μον Δήμητρος, παρὰ Ταραντίνοις καὶ Συρακουσίοις
ἐπὶ Λειψυδρίῳ μάχη· οἱ φυγάδες Ἀθήνηθεν, {ὧν} οἱ Ἀλκ-
μαιωνίδαι ἡγοῦντο, κατιέναι θέλοντες, πολλάκις ἔπταιον, καὶ
Λειψύδριον τειχίσαντες ...
ἐπιλώγεον· τὸ μέγα ἄχυρον
ἐπιμαίεσθαι· ἐπιζητεῖν. ἐπιλαμβάνεσθαι. ἐπιψαύειν
ἐπίμαλθα· ἀγαθά. προσηνῆ. ἢ μαλακά. ἢ ἀσθενῆ λίαν
ἐπὶ μάστακα· τὸ στόμα. ἐν τῇ Ὀδυσσείᾳ (δ 287)
ἐπίμαστον· ἐπαίτην, ἐπιζητοῦντα τροφήν. [ἐπὶ τοῦ {μα-
σάσθαι}] ἐνδεᾶ τῶν ἀναγκαίων. [ἐνδεής] (υ 377)
ἐπίμαστον κακόν· ἐπισπαστόν, ἐφειλκυσμένον. δεινόν
ἐπίμαστος· ἐπίληπτος. ὀχληρός. δραπέτης. πεινητικός, τρο-
φὴν ἐπιζητῶν, ἐνδεής (υ 377)
ἐπὶ μακρὸν ἄϋσεν· μεγάλως ἐφώνησεν (Ε 101)
ἐπιμάρτυρος· μάρτυς ἐπὶ τοῖς γινομένοις (Η 76)
ἐπιμασσάμενος· ἐφαψάμενος, ψηλαφήσας (ι 446)
ἐπιμάσσεται· ἐπαύξεται ἐπὶ πλέον, ἀπὸ τοῦ {μάσσονος}, ὅ
ἐστι μακροτέρου· οἱ δὲ ἐφάψεται, ψηλαφήσει (Δ 190). ἢ οἷον
οὐ λιμώσσει, ἀλλὰ καὶ προσεπιμάσσεται πλείω. Σοφοκλῆς
Αἰχμαλώτισιν (fr. 52)
ἐπιμαχία· ἡ τοῖς ἀμυνομένοις [βοήθεια (Thuc. 1, 44,1) r
ἐπίμαχοι· ἐπίκουροι, βοηθοί
ἐπίμαχον· χωρίον, ᾧ οὐ δύναταί τις προσιέναι μαχόμενος
(Thuc. 4, 31,2)
*ἐπιμέλεια· σπουδή (Prov. 3,22) AS
ἐπιμειλίξαι· δοῦναι
ἐπιμελείας οἶκος· ἔνθα τὰ δημόσια ἔγγραφα ἔκειτο
ἐπιμελῶς· συνεχῶς. [σπουδαίως AS
ἐπιμέμφεται· ἐγκαλεῖ. ἐπιδεῖται. ἐπαιτιᾶται (Α 65)
ἐπιμερής· ἀριθμὸς οὕτως λέγεται, ὅταν ὁ μείζων τοῦ ἐλάττονος
ὑπερέχῃ μέρει τινί
ἐπίμερος· [μοιχεύεται]
ἐπίμεστα· πλήρη, τουτέστιν ἐπὶ κεφαλῆς, καὶ μὴ ἀπεψημένα.
Φερεκράτης· "βριθομένης ἀγαθῶν ἐπίμεστα τραπέζης" (fr. 190)
ἐπιμάξας· ἐπισπάσας
ἐπιμετρίδα· τὸ ἐπίμετρον, ὃ προσάπτεται τῷ χιτῶνι
ἐπὶ μήδεα κείρει· τὰ βουλεύματα ἐπικόπτει. ἢ *τὰ ἔργα
ἐπιτέμνει χειρί (Ο 467) AS
ἐπιμηλίς· πόρπη. καὶ ἀπίου γένος
ἐπιμήνιοι· οἱ ἱεροποιοί. Ἐκαλεῖτο δὲ καὶ θυσία τις {ἐπιμή-
νια}, ἡ κατὰ μῆνα τῇ νουμηνίᾳ συντελουμένη
ἐπὶ μηρῶν· ... (Gen. 50,23)
*ἐπιμίλεια καὶ δώσω· τὰ ἀπόθετα χρήματα (Ι 147) n
*ἐπιμίξ· ἀναμεμιγμένως (Ψ 242) ASvgn
ἐπίμονοι· κάτοχοι
ἐπὶ μοῖραν· ἐπὶ θάνατον s
ἐπιμόριος· ἀριθμὸς ὑπερέχων ἑτέρου μέρει
ἐπίμορτος· σπόριμος γῆ. ἢ ἐπιμεριστή. λέγεται οὕτω καὶ ὁ
{ἐπὶ} μέρει ἐργαζόμενος (Sol. legg.). {Μορτὴ} γὰρ τὸ μέρος
ἐκαλεῖτο καὶ {ἑκτήμοροι} οἱ τὸ ἕκτον τελοῦντες
*ἐπιμορφάζουσι· σχηματίζονται (r) AS
ἐπίμοχθον· ἐπίπονον (Sap. 15,7)
ἐπιμοχθῆσαι· σὺν μόχθῳ ἐπιπονῆσαι
ἐπιμυλίδας· ἐπιγονατίδας (Hippocr. Mochl. 1, IV 340,11 L.)
ἐπίμυξις· στεναγμός r
*ἐπιμύσας· καμμύσας. κλείσας AS
†ἐπιμωρέων· ἀδικουμένοις ἐβοήθουν
ἐπινάξαι· ἐπιπακτῶσαι
ἐπινάκτιον· τὸν ἐπιδιδόμενον ἔξω ναύτην
ἐπινειμάτω· ἐπαναγνώτω
ἐπινείσεται· ἐπελεύσεται
*ἐπινέμησις· ἐπιμερισμός r. AS
ἐπινένακται· τέτρωται, συντέτριπται τὰς φρένας
ἐπινενύχθαι· παραφρονεῖν
ἐπινενυγμένον· τὸ ἐπίτριπτον
*ἐπινεφρίδιον· τὸ ἐπὶ τῶν νεφρῶν λίπος (Φ 204) Sg
*ἐπὶ νῆας· ἐπὶ τὰς ναῦς (Α 12) n
*ἐπὶ νηόν· ἐπὶ τὸν ναόν n
ἐπὶ νέωτα· εἰς ἕτερον ἔτος
†ἐπινήαται· ἐφέλκεται
ἐπίνητρον· ἐφ' ᾧ τὴν κρόκην τρίβουσιν
*ἐπινίκιον· νικητήριον AS. βασιλέως σύμβολον ASPp
*ἐπίνειον· μικρὸς λιμὴν AS. [λίμναι] καὶ αἱ περὶ αὐτὸν στοαί AS
ἐπίνοια· ἐπιτήδευμα (Sap. 14,12)
ἐπινομίς· ἐν τοῖς ναυτικοῖς λέγεται
ἐπίνομοι· κληρονόμοι
*ἐπινυκτίς· φυλακὴ δοκοῦντι ἀδικεῖν AS
ἐπινύσκειν· [διδάσκειν]
†ἐπίνυσεν· ἐσωφρόνισεν (Ξ 249) AS
†ἐπιξενοδοκεῦμαι· ἐπιμαρτυροῦμαι
ἐπίξενος· ἐπιχθόνιος
ἐπιξενοῦσθαι· μαρτύρεσθαι. πορεύεσθαι. Σοφοκλῆς Ἀχαιῶν
Συλλόγῳ (fr. 149) καὶ Αἰσχύλος Κρήσσαις (fr. 120)
ἐπίξηνον· ξύλον, ἐφ' οὗ τὰ κρέα τιθέντες ἔκοπτον, οἷον τὸ
κρεωκόπον ξύλον {καὶ τὸ παρ' ἐνίοις ἐπίκοπον}
ἐπιξήνου δίκη· ἣν συνηγορεῖ {ἐπὶ ἐπιξήνῳ}, καὶ ἡττηθεὶς
ἀπόλλυται
ἐπίξομεν· ἐφήξομεν
ἐπίξυλον· [τὸ] ἐπιπαραστροφίδα τοῦ ὑφαινομένου ἱματίου.
[καὶ τὸ παρ' ἐνίοις ἐπίκοπον]
ἐπιξύνῳ· ἐπικοίνῳ (Μ 422) [γάρ ἐστιν τὸ ξανθόν]
ἐπὶ ξυροῦ· *ἐπὶ κινδύνου ASvgn. ἢ ἐπὶ τοῦ ὀξυτάτου, ἢ
ἀκροτάτου (Κ 173)
Ἔπιοι· [οἱ Ἴλιοι A]
ἐπίορα· χωρίου μέρος ἐν Σικελίᾳ
†ἐπιοραντές· τερπνόν. ἁρπαλέον
ἐπιορκία· ψεῦσμα (Sap. 14,16) r
ἐπίορκον· ὅρκου μὴ φροντίζοντα
ἐπιορεξάμενος· ἐπιδούς
ἐπιόσσομαι· ἐφορῶ. προαγορεύω. ἐπισημαίνομαι
ἐπίουρα· ὅρια (Κ 351)
ἐπίουροι· ἐπίσκοποι. καὶ ἧλοι ξύλινοι
ἐπίουρος· εἰ μὲν προπερισπωμένως περισσὴ ἡ πρόθεσις· {οὖρος}
γὰρ ὁ φύλαξ. εἰ δὲ προπαροξυτόνως πάλιν ὁ φύλαξ, ἀπὸ
ξυλίνου ἐπιούρου (Ν 450)
*ἐπιοῦσα· ἐπερχομένη (Prov. 3,28 ..) r. Ag
ἐπιοψάμενος· ἐπιδών. ἐπιλέξας
ἐπιόψονται· προχειρίσονται. προΐδωσιν. ἐπιλέξονται
ἐπίπαγος· τὸ ἐπὶ τῶν ἑψομένων, ἡ γραῦς
ἐπιπαιδειάζειν· τὸ μὴ {ἐν καιρῷ} θύειν φρατρίαν. Λάκωνες
ἐπίπταιμα· ἐπίπταισμα, πρόσκομμα
ἐπιπαιωνίζουσα· ἀλαλάζουσα
ἐπὶ Παλλαδίῳ· δικαστήριον, ἔνθα ἐδίκαζον οἱ ἐφέται τοῖς
ἀκουσίων φόνων δικαζομένοις
ἐπιπαματίδα· τὴν ἐπίκληρον
ἐπιπάξ· συντόμως. ἐπίτομος ὁδός, καὶ ἡ ἐπ' εὐθείας. καὶ εἰκῇ.
ἢ ἐπὶ τὰ ἀριστερά
ἐπίπαππος· ὁ τοῦ πάππου πατήρ
ἐπὶ παρατάξεως· ἐν πολέμῳ
ἐπιπαστάς· ἑταίρας ἐπώνυμον
ἐπίπαστα· τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. οὕτως γὰρ
ἤσθιον αὐτά (Ar. Equ. 103)
ἐπίπαστον· [τὸν βρόχον· ὅταν γὰρ ἐπισπασθῇ σχοινίον, συν-
άγεται καὶ ἀποπνίγει]
*ἐπίπεδον· ἐπὶ τὴν γῆν. χαμόγαιον ASvg. ἰσόπεδον
ἐπιπείθηται· πεισθῇ (Α 218)
ἐπιπεῖν· καταλαβεῖν
ἐπὶ πείραι· ἐπὶ διαπείραι ἢ ἐπὶ λῃστείαι καὶ πειρατικῇ βλάβῃ
(Ar. Av. 583)
ἐπιπείρει· μοιχεύεται, ἢ μοιχεύει
ἐπιπελάνιαι· ὀλαί. καὶ πόπανα
*ἐπὶ παιπαλοέσσῃ· ἐπὶ τραχείᾳ (Μ 168) AS
†ἐπίπεται· φθίνει καὶ συμπίπτει
ἐπίπετρον· εἶδος βοτάνης παρὰ Θεοφράστῳ (h. pl. 7, 7,4)
ἐπιπήχη· τῶν πηχῶν τὰ ἄνω
ἐπιπίσσειν· ἐπιπάσσειν
ἐπιλίσσασα· σείσασα. διατινάξασα
ἐπιπειθείη· ἀναπεισμονή· †σα (Semon. fr. 1,6?)
*ἔπιπλα· ἱμάτια γυναικεῖα A. ἢ χρήματα AS, ἢ σκεύη, τὰ S
μὴ ἔγγεια, ἀλλ' [ἐπιπόλαια S
*†ἐπίπλαδον· φέρεσθαι †AS
*ἐπὶ πλακός· ἐπὶ μνήμης πάσης (Prov. 3,3 v. l.) ASg
ἐπίπλατορ· πλακοῦντος εἶδος
ἐπιγλέποι· ἐπόψεται
*ἐπιπλεῖ· ἐπιπλέει A
ἐπίπλευρα· τὰ παρὰ τοῖς μαστοῖς ὑπὸ τὰς μασχάλας
ἐπιπλήξειν· ἐπελθεῖν. ἐπιτιμῆσαι (Ψ 580). ὑβρίσαι
ἐπίπλοον, ἐπίπλοιον· ὁ πιμελώδης ὑμὴν ἐπὶ τῆς κοιλίας καὶ
τῶν ἐντέρων, ἐπίπλους λεγόμενος (Philet. com. fr. 17)
ἐπιπλομένων· κυκλουμένων. πληρουμένων. *ἐπερχομένων
(Hes. scut. 87) (Sg)
*ἐπιπλώσας· πλεύσας (Γ 47) r. Avgn
ἐπιπνείηται· ἐπιθυμῇ
ἐπιπνείουσι· ζῶσι. πνέουσιν (Hes. Theog. 872) n
ἐπιπνεῦσαι· ἐφορᾶν, ἐπισκοπεῖν
ἐπιπνεύων· ἐπιβλέπων. Αἰολικῶς. καὶ Ἀλκαῖος. ἤπου σύναγ'
ἄνδρων †δὰσμενον στρατὸν νομισμένοι† πνέοισα (Alcae. fr.
382 L. -- P.)
*ἐπιπνοίας· ἐπιπνεούσης AS
ἐπίπνοι· οἱ ὑπὸ θεοῦ κατεχόμενοι
ἐπιποθῶ· ἐπιθυμῶ (ep. Rom. 1,11)
Ἐπιπολαία· οὕτως ἐν Λακεδαίμονι ἡ Δημήτηρ ἱδρυμένη τιμᾶ-
ται
*ἐπιπολάζει· ἐπιπλέει APvgn
*ἐπιπολαιοτέρων· τῶν μὴ βαθέων AS
*ἐπιπολάσαντες· ἐπάνω τοῦ ὕδατος περιφερόμενοι AS
ἐπιπόλαιον· τὸν ἐπίπλουν ὑμένα (Eubul. fr. 95)
ἐπιπολῆς· ἀνωτάτω. *{τὸ} ἐπάνω ἐπιπλέον vg
Ἐπιπολίαιος· Ἑρμῆς ἐν Ῥόδῳ, ὡς Γόργων ἱστορεῖ (515 fr.
21 J.)
ἐπιποληΐδες· αἱ περόναι, αἷς αἱ γυναῖκες περονῶνται
ἐπιπόλισον· ἐποικοδόμησον
*ἐπίπονον· καματηρόν (Sir. 7,15) ASvg. [ἢ Ζεὺς ἐν Μιλήτῳ]
Ἐπιποντία· ἡ Ἀφροδίτη
ἐπιπόρπαμα· τὸ ἐπάνω τῆς πόρπης. καὶ τῶν ἱππέων ἡ τὰς
χλαμύδας συνέχουσα πόρπη. [ἐπειδὴ τῆς πόλεως ἐπίσκοπον ..]
ἐπὶ πότμῳ· ἐπὶ θανάτῳ
*ἐπιπρηνές· ἐπικάτω κατεστραμμένον (A)
ἐπιπρηνής· ἐπὶ στόμα. λοξός. ἐπικλινὴς *ἐπ' ὄψιν n
ἐπιπρητήν· αἰγὸς ἡλικία
ἐπιπρίων· τοὺς ὀδόντας τρίζων
ἐπιπροίηλεν· ἐξέτεινε. παρέθηκεν (Λ 627)
ἐπίπροικος· ἐπὶ προικὶ ἐκδοθεῖσα
ἐπίπροικα· τὸ δεύτερον ἐπὶ προικὶ δῶρον
†ἐπακούη· ἐπικαλοῦ
ἐπιπροσθεῖ· ἀντιπίπτει
ἐπὶ πρύμνῃσιν· ἐπὶ ἄκραις (Ν 762)
ἐπιπρῴρους· τὰς μὴ κατὰ πρύμναν προσεσχηκυίας
ἐπιπτάρνυμαι· μετακαλῶ. κατέχω· ἐπισχετικὸν γὰρ ὁ πταρ-
μὸς πολλάκις
ἐπιπτέσθαι· ἐπιπτῆναι (Δ 126)
ἐπιπτύξαι· ἐπερεῖσαι
Ἐπιπυργῖτις· ἡ Ἀθηνᾶ οὕτως ἐν Ἀβδήροις ἐκαλεῖτο
*ἐπιπωλεῖται· ἐπιπορεύεται (Γ 196) n
ἐπίρεγμα· ἐπίθυμα
ἐπιρέκων· ἐπισπεύδων
ἐπιρέζεσκον· ἐπετίθεσαν. ἔθυον (ρ 211)
Ἐπιρνύτιος· Ζεὺς ἐν Κρήτῃ
ἐπιρέξαι· ἐπιθῦσαι. ἐπαγαγεῖν
ἐπιρρέπῃ· *ἐπιβαρῇ (S) b. ἐπικρατῇ. ἐπιστήκῃ. ἐπικρέμηται
(Ξ 99)
ἐπιρρεπής· ἐμβριθεστέρα
ἐπίρρημα· ποιημάτιον τετράμετρον
ἐπιρρήματα· οὕτω προσαγορεύεται τὰ μετὰ τὴν παράβασιν
τασσόμενα τετράμετρα, ὑπὸ τοῦ χοροῦ λεγόμενα μηδέπω τοῦ
ἑξῆς μέλους ἐπεληλυθότος. ἄλλοι δὲ ἐπῴδια μεταξὺ τῶν χορι-
κῶν μελῶν ἰαμβεῖα βραχέως ἐπιλεγόμενα καὶ ἐφύμνια
ἐπιρρήξας· ἐπαγαγών
ἐπὶ ῥηγμῖνι· ἐπὶ τῷ αἰγιαλῷ (Α 437)
ἐπιρρήσσει· ἐπικλείει
ἐπιρρήσεσκον· ἐπεσπῶντο. ἐπεβάλλοντο. ἐπέκλειον μεθ' ὁρ-
μῆς (Ω 454)
ἐπίρρησις· ψόγος (Archil. fr. 8 Bgk.)
*ἐπιρρησσέσκοντο· ἔπραττον A. ἐπέκλειον
†ἐπίρρηται· ἐπικάτακται
*ἐπίρρητον· ἐπίψογον. αἰσχρόν (ASvgn)
*ἐπίρρητος· ἐπὶ κακῷ λεγόμενος, ἐπ' αἰσχρότητι ASn
ἐπιρριείσκοντο· [ἔπραττον]
*ἐπιρροήν· ἐπίρροιαν ὑδάτων ASvg
ἐπιρροιζεῖν· ἐπισίζειν. ἐπισεύειν. ἐπεγκελεύειν
*ἐπιρρόθησαν· ἐπήχησαν An, ἐπεβόησαν (Eur. Hec. 553
v. l.?) A
ἐπιρρόθητα· ἐπίψογα
*ἐπίρροθος· ἰσχυρός AS. ἐπίκουρος A. βοηθός (Δ 390) ASn
ἐπιρρόγανον· ἀπόμακτρον
ἐπὶ ῥοπῆς· ἐπὶ μικροῦ
ἐπιρρύσασα· ἐπιθεμένη. ἐπιστάξασα
*ἐπιρρωγολογοῦσι· καλαμωμένοις ἀμπελῶνα AS
*ἐπιρρωννύς· ἐνισχύων r Avg, ἐκ τῆς ῥώσεως ἢ ῥώμης A
*ἐπιρρώννυσιν· ἰσχυροποιεῖ r. ASvg
ἐπίρρωσις· *βεβαίωσις. διόρθωσις AS. ὑγεία r
*ἐπιρρυθμίζει· διατυποῖ. ἐπανορθοῦται AS
ἐπιρύσμιον· ἐπιρέον
ἐπιρύζειν κύνας· ἐπαφιέναι. καὶ παρορμᾶν
ἐπιρρώπια· εὐτελῆ
ἐπιρρωσθῆναι· ἐπιθέσθαι. ἐπισωθῆναι. ἐπείγεσθαι
ἐπίσακτον· [ἀλλότριον]
ἐπίσαλον· ἡ ἐξ ... ἐπικινουμένη
ἐπίσαμον· λευκόν
†ἐπισαχθής· χρεωφειλέτης
ἐπισείειν· ἐκφοβεῖν. ἀνατείνεσθαι
ἐπισειούσης· ἐπικελευομένης. ἀπὸ τῶν τὰς ἡνίας ἐπιχαλών-
των. Σοφοκλῆς Ἀχαιῶν Συλλόγῳ (fr. 150)
ἐπίσειον· ἐφήβαιον. καὶ τὸ αἰδοῖον ἀνδρός τε καὶ γυναικός
ἐπίσειστος· εἶδος κουρᾶς
†ἐπισέπτυλον· ἐπίταξον
ἐπισέληνα· πόπανα μηνοειδῆ (Plat. com. fr. 174,10)
ἐπίσημα· τὰ ἐπὶ προσώπῳ σημεῖα. *ἢ εὔφωνα. ἢ εὔμορφα AS
*ἐπίσημος· ἐπιφανής. ἔνδοξος ASvg. προφανέστερος (Eur. Hip-
pol. 103 ..)
ἐπισθέντες· [ἐπιχαρέντες]
ἐπίσθμιον· σκέπασμα περὶ τὸν τράχηλον
ἐπίσιγμα· ἐπεγκέλευμα κυσίν
ἐπισίδιον· [ἐπισιτιζόμενον]
ἔπισιν· [ἐπέρχεται. ἐπιτρέχει. ἐπινικᾷ]
ἐπισινές· βλαβερόν
ἐπισινής· ἀσθενής r
ἐπισίνιος· ἐπίβουλος r
ἐπισίξαι· ἐφορμῆσαι
*ἐπισίξας· ἐπαφεὶς ἐπὶ ὁρμήν S. ἢ ἐπιτάξας AS
ἐπισίτιος· ὁ τροφῆς χάριν ἐργαζόμενος (Plat. rep. 4,420 α)
*ἐπισιτισμόν· ἐφοδιασμόν (Gen. 42,25 ..) AS
ἐπισίττειν· κυνηγετικῶς παρορμᾶν
ἐπισίφλιον· αἰσχρόν. μωμητόν
ἐπισκαλμίς· τὸ ὑπὸ τῷ σκαλμῷ σανίδιον
ἐπισκαφεύς· ὁ μετὰ τὸν ἀροτῆρα ἐπισκάπτων
Ἐπισκάφια· ἑορτὴ παρὰ Ῥοδίοις
*ἐπὶ σκέλος· εἰς τὰ ὀπίσω AS
*ἐπισκέπτει· ἐπιβλέπει, ἐφορᾷ n
*ἐπισκευασάμενοι· εὐτρεπισθέντες (Act. Ap. 21,15) AS
Ἐπίσκηνα· ἑορτὴ ἐν Λακεδαίμονι
*ἐπισκήνιον· τὸ ἐπὶ τῆς σκηνῆς καταγώγιον AS
*ἐπισκήπτει· σημειοῦται. μέμφεται ASPg. προνοεῖται. ἐντέλ-
λεται S. ἐπιτιμᾷ gn
*ἐπισκηπτέτω· ἐπιμεμφέσθω An
ἐπισκήπτω· ἐπαρῶμαι. καὶ ἐνερείδω τὴν γνώμην, ἐπισκη-
ρίπτω (Eur. Phoen. 774?)
ἐπισκήψασθαι· ἐπιβαρῆσαι
*ἐπισκηψάμενον· ἐπισημειωσάμενον (ASvg)
ἐπισκιασμόν· κάλυμμα
ἐπίσκοιος· ἐπίσκοτος
ἐπίσκοπα· τυγχάνοντα τοῦ σκοποῦ
*ἐπισκοπή· ἐκδίκησις (Lev. 19,20 ..) (A) S
*ἐπίσκοπος· βασιλεύς. ἐπήκοος. φύλαξ. ἐπόπτης ASn(g). κατά-
σκοπος (Κ 342 Ω 729) An (g)
*ἐπισκύζονται· ὀργίζονται (Ι 370) gnp
*ἐπισκυκλεῖν· εἰσφέρειν AS. συνάπτειν S (vg)
*ἐπισκυκλήσας· συνάψας AS
ἐπισκύνιον· *τὸ ἐπάνω τῶν ὀφθαλμῶν ὀφρύδιον AS, ἢ τὸ
μεσόφρυον (Ρ 136)
ἐπίσκυρος· ὁ μετὰ πολλῶν σφαιρισμός. [καὶ ἄρχων, βραβευ-
τής. βοηθός. ἐπίσκοπος, ἔφορος, ἐπήκοος]
†ἐπισμηγεῖν· ἐπικόπτειν. ἐπικωλύειν
ἐπισμῇ· ἐπιτρίβει, ἀπὸ τοῦ {σμήχειν} ἢ τρίβειν ἢ πλύνειν·
λοιδορεῖ, πλήττει. {σμῶξαι} γὰρ τὸ πατάξαι (Ar. Thesm.
389). ἔνθεν {σμῶδιξ αἱματόεσσα} (Β 267)
ἐπισμυγερῶς· ἐπιπόνως (δ 672)
ἐπισμυκτόν· ἐπιμυκτηρισμόν
ἐπίσπαστον· αὐθαίρετον, ὅπερ ἑαυτῷ τις ἐπισπᾶται κακόν
(σ 73)
*ἐπίσομαι· ἐπελεύσομαι (Λ 367) AS
ἐπὶ σοί· κατὰ σοῦ (Ε 244)
ἐπισπάσει· ἐπιτεύξεται. Σοφοκλῆς Ἀτρεῖ ἢ Μυκήναις (fr. 137),
ἀπὸ τῶν ταῖς λίνοις λαμβανόντων
*ἐπισπάσθω· ἑλκυέτω τὸ δέρμα (1. Cor. 7,18) ASvgnp
*ἐπισπᾶται· {ἐφέλκει} A
ἔπισπε· [εἰπέ]
ἐπίσπαστρον· βρόχον r
ἐπὶ σπείρας σχοινίον· τὸ ἀναγκαιότατον. ἐν γὰρ χειμῶσι
τοῖς σχοινίοις πιστεύουσι. δηλοῖ οὖν τοὺς ἀναγκαίους φίλους
*ἐπισπέρχειν· ἐπισπεύδειν AS. ἐπείγειν (S)
ἐπισπέρχουσαι· ἐπισπεύδουσαι. ἐπειγόμεναι
ἐπισπερχῶς· μετὰ σπουδῆς
ἐπισπέσθαι· ἐπακολουθῆσαι (Ξ 521)
*ἐπισπομένη· ἐπακολουθοῦσα (Sn)
ἐπίσπῃ· ἐπισπάσηται. πληρώσῃ. *καταλάβῃ (Β 359) ASn
ἐπίσπορα· τὰ λάχανα
ἔπισσα· ὕστερον γενομένη. νεωτέρα (Hecatae. 1, 363 J. Cal-
lim. fr. 735)
ἐπισσεύας· ἐφορμήσας (ξ 399)
ἐπισσεύουσα· παρακελεύουσα
ἔπισσον· τὸ ὕστερον γενόμενον
ἐπισσοῦ· ἐφώρμησας
ἐπίσσοχον· ἀκόλουθον
†ἐπισσυτέρη· ὁρμητικωτέρα. ταχεῖα. †τομωτέρα
ἐπίσσωτρα· τὰ ἐπικείμενα τοῖς τροχοῖς σιδήρια, ἐπὶ τὴν γῆν
σοούμενα (Ε 725)
ἐπισταδόν· ἐφεστῶτες (μ 392). ἢ ἐφιστάμενοι ἐμπείρως. ἢ
κατὰ τάξιν ἑστῶτες
ἐπισταδόν· *ἐφεστηκώς. ἢ προστασία AS ἢ κατὰ τὸ ἑξῆς
(ν 54)
ἐπισταθμία· ὑποδοχὴ ξένων
ἐπίσταμαι· δύναμαι. οἴομαι
*ἐπιστάμεθα· δυνάμεθα (Ν 223) S
ἐπισταμένως· ἐμπείρως (Η 317). δυνατῶς. ἐπιστημόνως, συν-
ετῶς
*ἐπιστασίαν· προστασίαν AS. παραμονήν S (An)
ἐπίστασις· *γνῶσις ASg. ἢ μέρος τι τῆς νεώς
ἐπιστατέον· ἐπανοδευτέον. γνωστέον
ἐπιστάτῃ· μεταίτῃ. ἀπὸ τοῦ {ἐφίστασθαι} τῇ τραπέζῃ
(ρ 455)
ἐπιστατήρ· τὸ στόμα τῆς νεώς
ἐπιστατῆρες· ἀγορανόμοι. καὶ οἱ τῶν ποιμνίων νομεῖς
Ἐπιστατήριος· Ζεὺς ἐν Κρήτῃ
ἐπιστάτης· ἐφέτης ἢ ἐπαίτης, ἀπὸ τοῦ {ἐφίστασθαι}. ἢ ἐπί-
τροπος. ἢ διδάσκαλος. καὶ ὁ τακτικός. καὶ ὁ βραβευτής. καὶ
ἄρχων τις Ἀθήνησι. καὶ ὁ ἐφεστηκώς
ἐπιστῇ· ἐφιστῇ
*ἐπιστείβοντες· πατοῦντες n
*ἐπιστελεῖ· [μέμψει ἢ] πέμψει AS
ἐπιστέφει· κεραννύει. οἰκοδομεῖ
ἐπιστεφέας οἴνοιο· ἐπεστεφανωμένους (Θ 232)
ἐπιστεφές· πλῆρες. κεκραμένον
*ἐπίστῃ· εἰδῇς (Gen. 47,5 ..) ASvg
*ἐπίστηθι· γνῶθι ASPn
ἐπίστημα· στήλη (Isae. fr. 159 Tur.)
*ἐπιστήμης· γνώσεως (Exod. 31,3 ..) AS (g)
*ἐπιστημονικώτατος· ἀκριβής. εἰσηγητής. ὑφηγητής ASvg
*ἐπιστήμων· σοφός (Sir. 10,25 ..) r. AS (vg)
ἐπιστῆναι· φανῆναι. ἐπικηδεύειν
*ἐπίστηται· γινώσκηται (Π 243?) ASn
ἐπισίγματα· ἐπικελεύσματα. Σοφοκλῆς Ἀθάμαντι (fr. 8). ἐπι-
στάλματα
ἐπισίξαι· ἐφορμῆσαι
ἐπὶ στίχας· κατὰ τάξεις. ἢ κατὰ τὸ ἑξῆς (Γ 113)
ἐπίστιον· οἴκημα. κατάλυμα (Hdt. 5, 72,1)
ἐπίστιον· ἐποίκιον (ζ 265)
ἐπιστολαί· ἐντολαί, ἐπιταγαί. Αἰσχύλος Προμηθεῖ(3). δια-
γράμματα. καὶ ἐπιστάλσεις
ἐπιστομίζων· φιμῶν. ἐλέγχων
ἐπιστιχθεῖσαν· παρασημειωθεῖσαν στιγμῇ
ἐπίστρατα· ἀποπίπτοντα τῶν πεμμάτων. καὶ ἕρματα
*ἐπιστραβὴς ὄχημ' ἀκινδύνως φέρων AS
ἐπὶ στρατόν· ἐπὶ στρατιάν
ἐπιστροφάδην· *ἐπιστρεφόμενος AS. ἰσχυρῶς. ἢ [μετὰ ἐπι-
στροφῆς g τοῦ σώματος, οἷον ἐπεστραμμένως. καὶ ἐνεργῶς
(Κ 483)
ἐπιστρέφομαι· πλανῶμαι. *φροντίδα ποιοῦμαι (g)
ἐπίστροφος· ἐπιστροφὴν ποιούμενος, καὶ φροντίζων. ἢ εἰς
ἑαυτὸν ἐπιστρέφων τοὺς ἀνθρώπους. ἢ ἐπιμελητής
ἐπιστροφαί· διατριβαί. δίαιται. Αἰσχύλος Φρυξίν (fr. 271)
ἐπιστροφίς· τρίχες συνεστραμμέναι. ἢ ὅταν ἡ ὀσφὺς ᾖ στρεβλή
†ἐπιστύξῃ· ἐπαφῇ
†ἐπιστυνιής, ἐπισυνιής· ἢ ἐπιμελητής†
ἐπισυρόμενοι· προκυλινδούμενοι
*ἐπισύστητε· συνάχθητε (Ierem. 20,10) ASvg
ἐπιστώθη· ἐπείσθη. ἐπληροφορήθη (Ps. 77,8)
*ἐπισφαλής· βλαβερός (Ag) s(p). ἐπικίνδυνος r. Anps
ἐπίσφατον· ἐπιμωμητόν. ἢ †συνομιλητόν. ἢ ἐπὶ κακῷ ὠνο-
μασμένον
ἐπισφελίτης· ὁ θρανίτης· {σφέλας} γὰρ τὸ ταπεινὸν διφρίον,
τὸ ὑποπόδιον. τοιοῦτος δὲ καὶ ὁ θρᾶνος. ἔχει δὲ τὴν ἄνω ἕδραν
*ἐπισφοραῖς· δῶρα, ξένια. *καταδίκαις ASn
ἐπισφύρια· τὰ καλύπτοντα τὰ σφυρά (Γ 331)
ἐπισφραγίζω· σφραγίζω
*ἐπεισφρήσας· ἐπεισενεγκών n
ἐπίσχειν· κρατεῖν. ἢ κωλύειν (Ρ 465)
ἐπίσχεο· ἐπέχου
ἐπίσχες· ἀπέχου (Eur. Phoen. 92 ..)
ἐπισχεδόν· σύνεγγυς.
ἐπισχερώ· ἐφεξῆς Sgn, κατὰ τὸ ἑξῆς (Λ 668)
ἐπισχεσίη· πρόφασις (φ 71)
*ἐπισχοίης· ἐπιβάλοις (Ξ 241) S
ἐπισχόμενον· καταστοχαζόμενον (χ 15)
ἐπισχύρους· ἐπικούρους
ἐπισχών· προσάγων (Ι 489)
ἐπίσωτρα· ἡ ἔξω τοῦ τροχοῦ ἐπιφάνεια (Ε 725)
*ἔπειτα· εἶθ' οὕτως. ἢ μετὰ ταῦτα
†ἐπιτάδιος· ὁ ἐραστής r
ἐπὶ τὰ κανᾶ· τοῖς ἐπιτηδείοις
ἐπιταδόν· πολυχρόνιον
ἐπιταλαιπωρεῖν· ἐπικάμνειν. ἢ ἐπιπονεῖν (Thuc. 1, 123, 1)
ἐπὶ τὰ Μανδροβούλου· παροιμία ἐπὶ τῶν ἀεὶ ἐπὶ τὸ χεῖρον
τρεπομένων, ἀπὸ Μανδροβούλου τινός (Plat. com. fr. 54)
†ἐπιταξίδις· σιδηραῖ τινες, ὡς ἄγκυραι
ἐπιτάρροθος· ἰσχυρός. *βοηθός ASvg σύμμαχος (Ε 808)
*ἐπὶ τὰ πρόσω· ἐπὶ τὰ ἔμπροσθεν Av
ἐπίταρχον· ἐπιτάφιον, ἐντάφιον
ἐπίταυρον· [ἰσχυρόν]
ἐπεὶ τὰ χερείονα· ἐπεὶ τὰ κακά (Α 576)
ἐπιτελής· ὡραία γαμεῖσθαι
ἐπιτεῖλαι· ἐντείλασθαι (Δ 64)
ἐπίτειλον· ἔντειλον, ἐπίταξον, πρόσταξον (Ω 112) r
ἐπιτεθυμμένων· ἐκκεκαυμένων
ἐπιτειμήτωρ· ἔκδικος r, τιμωρός (ι 270)
ἐπιτεῖναι· μεγαλῦναι, μακρῦναι
*ἐπιτείνεται· ἐπὶ τῷ ὄντι πλεονάζει, ἢ αὔξει AS, ἢ εἰς ἐπίδοσιν
ἄγεται (Sap. 16,24) S
*ἐπιτειχίζουσιν· ἐποικοδομοῦσιν A (vg)
ἐπιτεκταντῆρες· οἱ παρασκευασταί
ἐπιτέλλει· ἐντέλλεται. ἐπέρχεται
ἐπιτέλλειν· ἐντέλλεσθαι
ἐπιτέλλεο· ἐντέλλου (Α 295)
ἐπιτελέωμα· τὸ ἐπὶ θυσίᾳ γινόμενον
ἐπιτελεῶσαι· ὅπερ νῦν ἀφιερῶσαι λέγομεν
ἐπιτελείωσις· αὔξησις
ἐπιτερῆ· ἐκπιάσματα ἐλαιῶν r
ἐπιτέρεναι· εἶδος ἄρτων
ἐπιτέρμιον· ἐπὶ τοῦ τέρματος, οἷον ἐπὶ τοῦ τέλους (Aesch.
Niob. PSI 1208, 5)
Ἐπιτέρμιος· Ἑρμῆς
*ἐπιτετανύσθαι· ἡπλῶσθαι AS
ἐπιτέτραπται· ἐπ' ἐξουσίας ἐστίν (Ε 750)
*ἐπιτετράφαται· ἐπιτετραμμένοι εἰσίν (Β 25) r g
*ἐπιτέταται· αὔξει S
*ἐπιτέτατο· ηὔξανεν. ἤκμαζεν (Ο 413) S
ἐπιτέτροφεν· ἐπιπέπηγεν
*ἐπιτετυφωμένον· ἐπικεκαυμένον ASgn
*ἐπίτευγμα· ἐπιτυχία r. ASgn
*ἐπίτευκται· ἐν ἐπιτυχίᾳ ἐστί AS
*ἐπιτευξόμενος· ἐπιτυχών AS
ἐπιτεχνήσεως· μηχανῆς (Thuc. 1, 71,3)
ἐπίτηδες· ἑκούσιον. ἐπιμελές. ὀξυτόνως δὲ καὶ ἐπιτηδείους
(Α 142)
ἐπιτήδειον· ἕτοιμον. ὠφέλιμον
ἐπιτήδειος· ὁ φίλος g {ἀνεπιτήδειος} ὁ ἐχθρός
*ἐπιτηδείως· ἐπιμελῶς. ἁρμοδίως AS
ἐπιτήδευμα· ἐπίνοια. ἔργον, ποίημα
ἐπὶ τῇ ἐμῇ αἰτίᾳ· ὃ νῦν τῷ ἐμῷ κινδύνῳ
ἐπιτιμᾷ· τιμωρεῖται. ἢ τὴν τιμὴν αὔξει
ἐπιτιμήτορα· βοηθόν. τιμωρόν
*ἐπίτειλον· παράγγειλον (Ω 112)
ἐπιτίμιον· πρόστιμον. τιμωρία (Antiph. 3 α 4)
ἐπίτιμον· *πλούσιον Σ. τιμωρόν. τιμητόν
ἐπιτμήγειν· ἐπιτέμνεσθαι. σπεύδειν
ἐπίτονος· δεσμός, ᾧ κατησφάλισται ... τὸν ἱστὸν τῆς νεώς
(μ 423)
ἐπὶ τὸ αὐτό· ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον
*ἐπιτοθάζει· κολακεύει. χλευάζει, ἐπιγελᾷ n
ἐπιτολή· ἀνατολὴ ἄστρου, ἢ *φανερώσεως Σ
ἐπὶ τοῦ ἐνεστῶτος· ἐπὶ τοῦ παρόντος, ἢ τοῦ ἐνισταμένου
ἐπὶ τούτοις· πρὸς τούτοις
ἐπιτραπεζώματα· τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα
(Plat. com. fr. 74)
ἐπιτραπεζίδιος· ὁ παράσιτος
ἐπὶ τραφερήν· ἐπὶ τὴν ξηρὰν γῆν (Ξ 308)
ἐπιτρέχων· συντόμως
ἐπιτρέψαι· ἐπιτροπὴν δοῦναι. (φ 279). [ἢ ἀπολέσαι]
ἐπιτρίβεται· ἐπιφέρεται
*ἐπιτριβόμενοι· ἐπαιρόμενοι (An) g
*ἐπιτρίμματα· ποικίλματα A
*ἐπιτριμμοί· ἀλλεπάλληλοι (Σ 211) AS
*ἐπιτρίψεις· συντρίψεις. συντελέσεις (Ps. 92,3 v. l.) ASg
ἐπιτροπάδην· ἐπιθέτως. οὐκ ἐκ ψυχῆς. [ἐπεσπευσμένος]
ἐπιτροπή· ἔφοδος
ἐπίτροπος· ὁ προστατῶν χωρίων καὶ ὅλης τῆς οὐσίας καὶ
ὀρφανῶν
*ἐπιτροχάδην· ταχέως (Γ 213) ASvg
ἐπιτρόχαλον· πυκνῶς. καὶ ταχέως
ἐπίτροχον· ῥᾴδιον. ἕτοιμον. γοργόν
ἐπιτρύζουσιν· ἐπιγογγύζουσιν. ἐπιλέγουσιν (Callim. fr. 1,1)
ἐπιτρύσσειν· ἐπίμεινον. Λάκωνες
ἐπιτυφῇ· ἐπικαῇ. ἐπιπυρωθῇ (Ar. Lys. 221)
ἐπιτυφῶ· ἐπαπολύω. Συρακούσιοι
ἐπιτυφῶσα· ἐπιπυριάσασα
ἐπιτυχόντων· εὐτελῶν
ἐπὶ τῷ δήμῳ· ἐπὶ τῇ τοῦ δήμου καταλύσει (Sol. legg.?)
ἐπιτωθάζοντες· *χλευάζοντες AS, ἐπιγελῶντες. [ἢ ἡμεροῦν-
τες]
ἐπὶ Φαληνίου· τὸν Ἀλκιβιάδην φησὶ ὁ Ἀριστοφάνης (fr.
554) ἐπὶ Φαληνίου γεγενῆσθαι, σκώπτων παρὰ τὸν φάλητα·
ἐπασχητία γάρ [ὁ φαλής]
ἐπιφάμεναι· συγκαταθέσθαι
*ἐπίφατος· ὁ πρὸς εὐμορφίαν φαινόμενος. ἐπιθέτης AS
ἐπιφάτνιος· ὁ ἑωσφόρος ἀστήρ
*ἐπιφαύσκοντα· ἀνατέλλοντα AS, φαίνοντα (Iob 31,26)
ἐπιφημισμοῖς· ὀδυρμοῖς (s)
ἐπιφερομένους· ὡρμηκότας
ἐπιφέρει· προσήκει
ἐπιφέρεται· ἀλαζονεύει
ἐπιφημητῆρες· οἱ εὐφημοῦντες. ἢ ἐπιφωνοῦντες. ἢ συγκατα-
τιθέμενοι
ἐπιφημίζουσα· εὐφημουμένη. ἐπιφημιζομένη
ἐπιφημίσμασιν· οἰωνίσμασιν (Thuc. 7,75,7)
ἐπ' ἰφθίμῳ· ἐπὶ τῇ ἰσχυρᾷ (Γ 336)
ἐπιφλέγει· ἐπικαίει (Β 455)
*ἐπιφοιτᾷ· παραγίνεται ASgps
*ἐπιφοιτήσεως· ἐπελεύσεως ASvgn. παρουσίας
*ἐπιφοράς· καταδίκας (g)
ἐπιφορήματα· τραγήματα μετὰ τὸ δεῖπνον (Ar. fr. 774)
ἐπιφόριμα· ἐπίδρομα
ἐπίφορον· τὴν φέρουσαν σῦν, ἔγκυον. Λάκωνες. καὶ ἀμπέλου
ὄνομα
ἐπίφορος· τοῦ τεκεῖν ἐγγὺς οὖσα
ἐπιφράγματα· τὰ ὑπὸ τὸ στόμα
ἐπιφραδέστερον· [συντομώτερον]. συνετώτερον r
*ἐπιφρασαίμεθα· σκεψαίμεθα (Ν 741) AS
ἐπιφράσασθαι· ὑπονοῆσαι. ἢ ἐπινοῆσαι
ἐπιφράδμων· ψευδολόγος
ἐπίφρενα· ὑποχόνδρια
ἐπὶ φρεσί· ἐν ταῖς διανοίαις (Α 55 ..)
ἐπίφρονα· φρόνιμον, [συνετόν (π 242) n
ἐπιφρονέουσιν· ἐπακούουσιν (α 351 v. l.?)
ἐπιφροσύνη· σωφροσύνη r ἐπιλογισμός (ε 437)
*ἐπίφρων· φρόνιμος (g)
ἐπιφυέσθω· βλαστησάτω
*ἐπιφυλλίς· βοτρύδιον μικρόν r. vg, ἐπὶ τέλει βλαστάνον (Iud.
8,2)
*ἐπιφύοιντο· ἐπιγίνοιντο AS
ἐπιφωνεῖ· βοᾷ, κράζει
ἐπιχαλκίδα· τὴν τὸ κανοῦν φέρουσαν εἰς τὰς θυσίας θερά-
παιναν
ἐπιχαλκῖται· ὁπλῖται
ἐπίχαλκον στόμα· τὸ τῶν αὐλητῶν, διὰ τὴν φορβειάν,
οἱονεὶ ἐπιστομίδα (Alcae. com. fr. 20)
ἐπίχαλκος· ἀσπίς· ἔχει γὰρ χαλκῆν τὴν ἐπιβολήν· ἔνιαι δὲ
βόειαί εἰσιν (Amips. fr. 17)
ἐπὶ Χαριξένης· ἐπὶ μωρίαις ἡ Χαριξένη διεβεβόητο, ἀρχαία
οὖσα· ἔνιοι δὲ καὶ ποιήτριαν αὐτὴν ἐρωτικῶν λέγουσιν. Ἔστι
δὲ καὶ παροιμία {οἷα τὰ ἐπὶ Χαριξένης} (Ar. Eccl. 943)
ἐπίχαρις· ἡ παρὰ Ἀττικοῖς ἅβρα
ἐπίχαρμα· *χάρμα, ᾧ τινι χαίρει τις (Iud. 4,12 ..) AS. καὶ ὁ
ἐπίχαρτος
ἐπιχαίρειν· συγχαίρειν
ἐπιχαταί· [ἐνδεεῖς]
ἐπίχειρα· τὰ ὑπὲρ τὸν μισθὸν διδόμενα τοῖς χειροτέχναις
*ἐπεχείρεον· ἐπετίθεσαν
ἐπιχειρεῖ· τολμᾷ
ἐπίχειρον· ἀνταπόδοσις
*ἐπιχειρονομοῦντες· ταῖς χερσὶν ὡς νόμοις χρώμενοι (Phil.
leg. spec. 4,215) AS
†ἐπιχερία· χάριν ἐπιφέρουσα
ἐπιχητίας· ἐνδεής
†ἐπιχιλάδιον· τὸ χιλιοστόν
ἐπιχειλές· τὸ ἐλλιπές
ἐπιχειλοῦντες· πληροῦντες
ἐπίχνουν· ἐπεσκοτισμένον
*†ἐπιχθεῖσθαι· βεβαιοῦσθαι AS
*ἐπὶ χθονί· ἐπὶ γῇ (Α 88) Avgn
ἐπιχοά· κατάχυσις
ἐπίχρονος· ἐπίχαρτος
ἐπιχρίσας· περιχέας
ἐπιχρισταί· ἐπιχρωννύμεναι
ἐπιχρώζω· χρίω
*ἐπίχυσις· κονίασις AS
ἐπίχυτον· εἶδος πέμματος, καὶ νομίσματος ἐξ ἀργύρου καὶ
μολύβδου κεχυμένον
ἐπιχώνια· κάρυα
ἐπιχώρησον· ὕπαγε. μείωσον
ἐπιχώρια· συκοφαντικά. εἰς τοῦτο γὰρ Ἀθηναῖοι κωμῳδοῦν-
ται (Ar. Ach. 523)
*ἐπὶ χώρας· ἐπὶ τόπου (Exod. 14,27) ASvg
*ἐπιχωρεῖ· ἐπιγειτνιᾷ AS
ἐπὶ ψαμάθοις· ἐπὶ ταῖς παραθαλασσίαις ψάμμοις (Α 486)
*ἐπιψαῦσαι· ἐφάψασθαι ASPn
ἐπιψαύσῃ· ἐπιθίγῃ, ἅψηται (θ 547)
*ἐπιψίσει· ἐπιψιεῖ. ἐπιψωμιεῖ ASn
*ἐπιψηφιεῖται· ψῆφον παρέχει καὶ νίκην {τοῖς ἡμετέροις} AS
*ἐπιψηφιζόμενος· ἐπικρίνων ASgn
ἐπιωγαί· οἱ ἀνειμένοι τόποι καὶ ἀλίμενοι, ὑπαγωγὰς δὲ ἔχον-
τες καὶ ὑποσκέπην καὶ καταγωγάς (ε 404)
ἐπιωγάς· ἀνειμένοι τόποι, ἐφ' οὓς δύναται ἡ ναῦς ἐπέρχεσθαι
(ε 404)
*ἐπιών· ἐπιπορευόμενος (Σ 546) r. An
*ἐπλάγχθην· ἐπλανήθην AS
ἐπλαζόμην· ἐπλανώμην
ἐπλάδα· κατέδευεν
ἐπλακίζετο· τὰς κοιλίας ἐξεῖλεν
ἐπλατάγησεν· ἐψόφησεν, ἔνθεν τὸ {πλαταγώνιον} παίγνιον
ξύλινον, ᾧ ψοφοῦσιν
ἔπλει· ἐπορεύετο (Eur. Or. 63) s (vg)
*ἔπλεο· ἐγένου (Α 418) ASgn
ἔπλετο· *ἐγένετο Agnps. ἠνύετο. [ὑπῆρχεν (Α 506) r
*ἔπλευ· ἐγένου (Ι 54) n
*ἐπλήγην· ἐμάνην (Ps. 101,5 v. l.) ASvg
*ἔπληντο· ἐπλησίαζον r. ASn ἤγγιζον (Δ 449)
*ἐπλήσθη· ἐγεμίσθη (Υ 156) ASvg
ἐπλίνθευσαν· οἱ αἰχμάλωτοι πλίνθους ἐβάσταζον, ἕως τοῦ
λύτρα εἰσενεγκεῖν
ἐπνύθη· [ἠγέρθη. ἀνεβίωσεν]
ἔπνυτο· [ἐφρόνησεν]
*ἐποβελία· τόκος AS
ἐπόγδοον· τόνος μουσικός r
ἐπογκίαι· αἱ τοῦ πλοίου παρενθῆκαι
*ἔποι· λέγοι A Pn
ἐποίθετο· [ἠρώτα]
ἐποιθόμην· [ἠρώτουν. ἐμάνθανον]
Ἐποικιδίη· Δημήτηρ ἐν Κορίνθῳ
ἐποικτίσας· οἰκτείρας r
ἐποίπνυον· διηκόνουν. ἐπορεύοντο. ἐθεράπευον. [ἐνήργουν
(Σ 421) r
ἐποίνασεν· λύτρον ἀπέδοτο. ποινὴν ἔλαβεν τοῦ νεκροῦ
*ἐποίσει· ἐπενέγκοι (Α 89) r. ASgn
*ἐποισθήσεται· ἐπενεχθήσεται ASvg (n)
ε ποιπνύοντα· ἐνεργοῦντα (Ξ 155)
*ἐποίχεται· ἐπιπορεύεται ASvg ἐργάζεται A
*ἕποιτο· ἀκολουθοίη (Δ 314) ASvg bs
ἐποιχόμεναι· διακονοῦσαι. ἐπιπορευόμεναι. ἐργαζόμεναι. ὑφαί-
νουσαι. αἱ γὰρ ἡρωΐδες ὀρθαὶ ὕφαινον (ε 62)
ἐποιχνεῖ· ἐπιφοιτᾷ
ἐποκεῖλαι· ἐπὶ τὸ ξηρὸν ἐλθεῖν
ἔπολμις· εἶδος μάντεως
*ἐπολυώρησας· πολὺ ἐφύλαξας (Ps. 11,9) ASvg
*ἐπολολύζει· θρηνεῖ S
*[ἐπόλια· αἰγίδια] AS
*ἑπόμενοι· ἀκολουθοῦντες APvgn
ἐποπίζεο· ἐντρέπου. ἐπιστρέφου. κατασκεύαζε. φυλάσσου
(ε 146)
*ἔποπος· ὄρνεον (Zacch. 5,9) Agn
*ἐπόπται· θεαταί AS
ἐποπτεύοι· [ὑπολάβοι. νομίζοι]
Ἐπόπτης· Ζεύς. ἢ θεατής
*ἐποπτεύσαντες· θεωρήσαντες (1. Petr. 3,2) AS
†ἐπορβεῖται· φθονεῖ
ἐπ' ὄρει· ἐπὶ τῷ ὄρει
*ἔπορεν· ἔδωκεν vgnps ἐχαρίσατο (Ζ 168)
ἐπ' ὀργῇ· ἐπὶ τρόπῳ
ἐπορεξάμενος· ἐφορμήσας. ἐπελθών. ἐπιλαβόμενος (Ε 335)
*ἐπόρησεν· διεπέρασεν A
ἐπόρθμευεν· ἔπλεεν
*ἐπόρθουν· κατέσκαπτον ASvg. ἐδίωκον (Gal. 1,13)
ἐπορθρεῦσαι· ἐπαγρυπνῆσαι
ἐπόρκιον, ἐπορκίσει· ἐπιορκίσει
*ἔπορσον· ἐφορμῆσαι ποίησον (Ε 765) ASps
ἐπορσύνετο· ἡτοιμάζετο r
*ἔπος· ῥῆμα, λόγος (Β 361). φωνή Ag
*ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· τόν τε λόγον εἶπε καὶ τὰ μέρη
αὐτοῦ διεξῄει (Α 361) S
†ἐπισσόμενος· προσορώμενος
ἐποστρακίζειν· ὀστράκοις παίζειν
ἐποτούδιζε· κατέβαλλεν ἐπὶ γῆν (Sophr. fr. 141)
ἐπ' ὅτευ· διατί. ἢ ἐπὶ τίνος
ἐποτρύνει· παροξύνει ASvgn. παρορμᾷ (Ζ 439)
ἕπου· ἀκολούθει (Eur. Phoen. 1274 ..)
ἐπ' οὖδας· ἐπὶ τὸ ἔδαφος (Eur. Med. 1195 v. l.)
ἐπουδαῖοι· ἐπιχθόνιοι
*ἐπ' οὔρεϊ· ἐπὶ τῷ ὄρει (Greg. Naz. c. 2, 1, 1, 2) ASg
ἐπούρισας· ἐφώρμησας (Eur. Andr. 610)
ἐπούρισεν· ὥρμησεν. ἀπέπεμψεν
ἔπουρος· εἶδος ἰχθύος
ἕπουσαν· *ἐπ' εὐθείας ἤγαγεν APn ἢ συνεργοῦσαν (Κ 516)
ἑπούσῃ· πονουμένῃ. φοιτώσῃ. [ποιουμένῃ]
ἕπουσιν· *{ἐνεργοῦσιν} (Ο 555) ASvg. ἀκολουθοῦσιν
†ἐπουτίς· θυσία παρὰ Ῥοδίοις
ἐποφρύδιον· μέτωπον
ἔποχοι· οἱ ἐπὶ τῶν ὀχημάτων διαβαίνοντες
ἐποχωτέρα· ἐπιμονωτέρα
ἐπόχεται· [ἐπιπορεύεται]
ἔποχος· ὁ ἐπὶ τοῦ ὀχήματος
*ἐποχούμενος· βασταζόμενος r. ASPvgnp
ἔποψ· ἐπόπτης. δυνάστης. καὶ εἶδος ὀρνέου
Ἐπόψιος· Ζεύς. καὶ Ἀπόλλων
*ἐπόψομαι· θεωρήσω An
*ἐπὶ τὸ σίνεσθαι· ἐπὶ τὸ βλάπτειν AS
*ἔπραθον· ἐπόρθησαν (Σ 454) S
ἐπράνιξε· κατέβαλεν
ἔπρασσεν· ἐπραγματεύετο (Dan. 6,4)
ἐπρέσβευε· πρεσβύτατος ἦν
ἔπρηξεν· [ἔπεσεν. ἐκρύβη]
ἔπρηξας· *ἐτέλεσας (Σ 357) AS, ἐπλήρωσας, ἐφύσησας. ἐκύρ-
τωσας
*ἐπρίατο· ἠγόραζεν (Prov. 31,16) r ASvgbp
*ἔπρησεν· ἔκαυσεν (Θ 217) ASvg
*ἐπρυτάνευεν· ἐδιοίκει nΣ
*ἔπρωσεν· ἐμοίρασεν Σ
*ἑπταβόειον· ἑπτάβυρσον (Η 220) rg
ἑπτὰ γράμματα· τὸ ὀργίλον. ἢ σκληρόν. καὶ Σάραπιν
ἐπτάγρυτο· ἐπτάρνυτο
ἑπτάενον· ἑπταετῆ
ἐπταικότα· πεσόντα
ἐπταικώς· σφαλείς ASvgn. ἢ πεπτωκώς (2. Macc. 14,17)
ἐπτακέναι· κεκρυφέναι
ἑπταπόδην· τηλικοῦτον τῷ μεγέθει, ἑπτὰ ποδῶν {μέγεθος}
ἔχοντα (Ο 729)
Ἑπτάπορος· ποταμὸς ἐν Τροίᾳ (Μ 20)
ἑπτάπους σκιά· τοῖς ποσὶ κατεμέτρουν τὰς σκιάς, ἐξ ὧν τὰς
ὥρας ἐγίνωσκον (Ar. fr. 675)
*ἑπτάστομον· ἑπτάπυλον (Eur. Phoen. 287 ..) AS
ἔπτατο· διεφορήθη. ἠφανίσθη (Ν 592)
*ἑπτάτονος· ἑπτάχορδος (Eur. Alc. 446) AS
ἕπταχα· εἰς ἑπτὰ μέρη (ξ 434)
ἑπτάχορδα· παλαιὰ μέλη δι' ἑπταχόρδου ᾀδόμενα (Ar. fr.
659)
ἑπτάπεκτος· ἡ βαθείας τρίχας ἔχουσα
*ἐπτέρνισεν· ἐσκέλισεν (Ose. 12,4) ASvgp
ἐπτερύγη· ἀνέπτη
ἐπτερύξατο· προσετρίψατο
ἔπτηξαν· ἐκρύβησαν. ἔπεσαν. [ἐφοβήθησαν (Iob 38,17) r(p)
ἔπτη· [ἔπτηξαν] {ἐπετάσθη} (Iob 20,8)
ἐπίστην· [ἐξεπλάγην]
ἐπτόημαι· πεφόβημαι r (vg)
ἐπτοιῆσθαι· τὸ ὀργᾶν πρὸς συνουσίαν
ἐπτόκασεν· [ἐκάλυψεν]
ἕπτυσχλοι· ἀνδρεῖον ὑπόδημα (Hermipp. fr. 67)
ἐπτύσσοντο· ἐκραδαίνοντο (Ν 134)
ἐπύθετο· *ἤκουεν. ἠρώτα. ἐμάνθανε ASvg τὸ αὐτὸ καὶ †τὸ
ἐπιθμός†
ἐπύκασεν· ἐνεκάλυψεν (Sapph. fr. 100 L. -- P.)
*ἐπυλλίοις· στίχοις AS
ἐπυστιᾶτο· ἐπυνθάνετο
*ἐπῳάζουσι· νεοττεύουσιν S ἐπὶ τοῖς ᾠοῖς βοῶσιν ASg
ἐπωβελία· παραβόλιον τῆς δίκης. ἔστι δὲ τὸ ἀκόλουθον τῷ
τῆς καταδίκης τιμήματι ὄφλημα, ὡς Δίδυμος, τὸ ἕκτον μέρος
τοῦ τιμήματος· οἱ δὲ τὸ †ιτ#
ἐπῴζειν· ἐπικαθῆσθαι τοῖς ᾠοῖς. Αἰσχύλος Νιόβῃ μεταφορι-
κῶς· ἐφημένη τάφον τέκνοις ἐπῴζει ... τοῖς τεθνηκόσιν (fr. 157,
PSI 1208)
*ἐπῳδός· ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισίν Σ
*ἐπωμάδιον· τὸ ἐπὶ τῶν ὤμων r. g
*ἐπώκειλαν· ἐπανέπαυσαν (Act. ap. 27,41 v. l.) r. ASn
*ἐπωμίδα· ὡς λέντιον AS, ἱερατικὸν περιβόλαιον (Exod. 25,7)
r. Sg
ἐπ' ὤμων· ἐπὶ τῶν ὤμων (Α 46)
ἐπώνασθε· [ἐπώνυμος] ...
ἐπώνυμοι· οἱ τῶν φυλῶν ἐπώνυμοι ἥρωες, οἵπερ ἦσαν δέκα
*ἔποπα· ἀλεκτρυόνα ἄγριον AS
ἐπωπᾷ· ἐφορᾷ, ἐποπτεύει
ἐπωπάζει· τὰ αὐτά
Ἐπωπέτης· Ζεὺς παρὰ Ἀθηναίοις
ἐπώπῃ· ἐπόπτῃ, ἐφορῶντι
ἐπωπίδες· ἐπίσκοποι. ἀκόλουθοι. παρὰ Λακεδαιμονίοις
Ἐπωπίς· Δημήτηρ παρὰ Σικυωνίοις. [καὶ {Ἐπωτίς}]
ἐπώρεον· ἔθαπτον
ἐπωρεῖν· [πενθεῖν, κλαίειν]
ἐπωρεύει· ὡραῖα συντελεῖ
ἐπωριάζειν· μεριμνᾶν
ἐπώρουσαν· ἐφώρμησαν (Δ 472) (r)
†ἐπωρυδόν· ἐπιρρεόντως r
*ἐπωρύετο· ἐπένθει ἢ φωνὴ θηρίων ASn
ἐπώχατο· ἐπικεκλιμέναι ἦσαν (Μ 340)
*ἐπωρώθησαν· ἐτυφλώθησαν (ep. Rom. 11,7) ASvg
ἐπωστρίδες· αἱ κατὰ Σάμον ταῖς γυναιξὶ τὴν δεξιὰν χεῖρα
ἐπέχουσαι κατὰ τὴν ὀσφύν
Ἐπωφέλης· ὁ καλούμενος Ἐφιάλτης
*ἐπῴχετο· ἐπορεύετο (α 143) vgn
εραι· [εἰσπνεῖ. ἡ κοιλία.] γῆ. *καλὴ [γῆ] {καὶ} ποθεινή A.
ἐπιθυμεῖ (Eur. Med. 974) ASvg
ἐράασθε· ἐπιθυμεῖτε (Π 208)
ἔραδος· παρὰ τὸ ἐρίζειν. †παιδίονα νῖκος συνδρομή. λοιδορία.
ἀνεξικακία
ἐρᾳδιούργησεν· ...
ἔραζε· χαμᾶζε. *εἰς τὴν γῆν. χαμαί (Μ 156) ASvgn
*[ἔραζεν· ἔθαζεν. ἐποίησεν S]
ἐραίσθη· ἀπώλετο. διεσκεδάσθη. διεχωρίσθη
*ἔραμαι· ἐρῶ, ἐπιθυμῶ (Γ 446) n
*ἐράμενος· ἐπιθυμήσας AS
*ἔρανα· ἐκ συνεισφορᾶς δῶρα ASg. ἢ †δόσις πολλῶν αὐτῶν†
γινόμενα συμπόσια
†ἐράναι· βωμοί†
ἐρανέμπολοι· οἱ ἐξ ἐράνων ἐμπολῶντες
*ἐρανίζεται· συλλέγει ASvg
ἐράνιζε· ἀνῄρει. ἐσκύλευεν
*ἐράνιον· ἐκ συνεισφορᾶς δῶρον r. pΣ {ἢ ἀνταπόδοσις}
*ἐραννῆς· ἐπεράστου. καλῆς ASnT. τιμίας (Ι 531)
ἔρανον· συνεισφορά r. δῶρον. εὐωχία. ἢ ἀνὰ μέρος δεῖπνον. ἢ
ἐκ συμβολῆς δεῖπνον
*ἐράνου· συλλογῆς ASb
ἔραζε· [εἰς γῆν. χαμαί]
ἐράπεδα· ἃ ἡμεῖς δαπέδα
ἐράπτομεν· ἐβουλεύομεν (π 379)
ἐραπτήρ· [θηρευτής]
ἐράραστον· [ἐράσμιον]
*ἔρας· γῆς A (Sg)
ἐρᾶσαι· κενῶσαι
ἐρασιχρημάτους· φιλαργύρους r
ἐράσμιον· ἐπίδοξον, ἐπέραστον, ἀγαπητόν, *ἐπιθυμητόν n
ἐραστής· φίλος. [ἐπιθυμητής r. p ἢ {ὁ} παρὰ τὸν μικρὸν τοῦ
ποδὸς δάκτυλος
ἐρατά· ἐραστά. καλά. ἐαρινά. ἐπέραστα, ἐράσμια (Γ 64)
*ἐρατίζων· ἐρῶν b. ἐπιθυμῶν (Λ 551) Sbs
ἐρατεινή· ἐρασμία. ἐπιθυμητή r
†ἐρατεινεύειν· στρατεύεσθαι. ἢ δυσφορεῖν
Ἐρατινοί· ἔθνος ὑπεράνω Ἀράβων
ἐρατινόν· ἐπέραστον. ἔνδοξον.
ἐρατόν· ἐράσμιον. ἡδύ. ποθεινόν, ἐπιθυμητόν
ἐρατοθέν· [ἀνεπανάσατο]
ἐραχάται· οἱ δεσμεύοντες
ἔραχος· τὸ δράγμα. Βοιωτοί
ἔραται· ἐπιθυμεῖ. ἐρᾷ (Ι 64)
†ἔρθει· φθέγγεται
ἔρβως· εὔρως
ἔργα· ποτὲ μὲν τὰ περὶ τὴν ταλασιουργίαν· ποτὲ δὲ τὰ κατὰ
τὴν γεωργίαν. ἢ ἐργάζει
ἔργαθεν· ἐκώλυσεν r
Ἐργαῖος· ἀέριος Ζεύς r
ἔργανα· ἐργαλεῖα, σκεύη χειρῶν
ἐργαλεῖον· ἐργαστήριον παρὰ Ταραντίνοις
Ἐργάνη· ὡς δαπάνη. ἐργασία. [{ἐργατική}· †δόρυ τεχνῖτις.
ἐργάτις]. παρὰ δὲ Σαμίοις ἡ Ἀθηνᾶ ἐλέγετο ὡς ...
ἐργαστῖναι· αἱ τὸν πέπλον ὑφαίνουσαι
ἐργάται· οἱ παρ' ἡμῖν ἐργαστικοὶ παρὰ Ἀττικοῖς. τοὺς παρ'
ἡμῖν ἐργάτας ἐκεῖνοι μισθωτούς
Ἐργάτια· ἑορτὴ Ἡρακλεῖ τελουμένη παρὰ Λάκωσιν
ἐργατίναι· ἐργάται
ἐργᾷ· ἐργάζῃ (Gen. 29,27 ..)
ἐργάτις· τὴν Νεοβουλείαν λέγει, καὶ {παχεῖαν} (Archil. fr.
184)
ἐργατῶνες· οἱ ἐν τοῖς ἀγροῖς τόποι, ἔνθα οἱ οἰκέται κοιμῶνται,
οἱ παρὰ Ἀττικοῖς †{ἐργαῶνες}· παρὰ δὲ Κρησὶν {ἐργάτωνες}
οἱ ἐπὶ τῆς ταφῆς τῶν τεθνηκότων τεταγμένοι
ἔργει· κωλύει
ἔργεσθαι· κωλύεσθαι
ἐργεῖται· [οἱ ἐπ' ἀγρὸν οἰκέται]
ἐργέτην· ἐργασίαν
ἔργετος· φραγμός
ἔργμασι· κωλύμασι. περιφράγμασιν
*ἔργματα· πράγματα (Eur. Or. 160) (ASvg)
ἔργνυσι· κρύπτει. κατακλείει s
ἐργομωκῶν· ἐμπαίζων (r)
ἔργον· [διόρθωμα. στήριγμα. βάσις. ἐνώτιον. ὄχημα.] ὁ δὲ
ποιητής, ὅταν ψιλῶς λέγῃ μηδενὸς συμφραζομένου, τὸ κατὰ
γεωργίαν δηλοῖ
ἔργον· δυσχερές, *δύσκολον A. ἢ ποίημα
ἐργότρυς· κατάσκοπος ἔργων r
ἐργύλον· ἐργάτην. Ἴωνες
ἐργῶδες· ὀχληρόν. *[δύσκολον AS
*ἐργωδέστερον· δυσκαταληπτότερον. σπουδαιότερον APgn(v).
ἢ πλέον τι APSn
*ἔρδε· πρᾶττε (Δ 29) Sg
*ἔρδοι· πράττοι (Ξ 261) Avgn
ἔρδειν· πράττειν (Ο 148). θύειν. [πράσσειν]
ἐρδόμενον· θυόμενον
ἐρδόντων· πλουτούντων. θυόντων. τελούντων. πρασσόντων
*ἔρεαι· ἐρευνᾷς AS
ἐρέας· τέκνα. Θεσσαλοί
*ἐρεβεννή· σκοτεινή [ἐρέβη] (Θ 488) Avgn
ἐρέβινθος· {εἶδος ὀσπρίου}. τὸ αἰδοῖον r
ἐρεβίνθινος Διόνυσος· οὐδενὸς ἄξιος. παρά τινα παροιμίαν
{ἐρεβίνθινος ζωμός} (Com. ad. fr. 862)
*ἔρεβος· σκότος r. ASvgn. ζόφος, [νύξ (Π 327) s
*†ἔρει· ἀνιᾷ. ἀπολλύει AS
ἐρέειν· ἐρωτᾶν. [ζητεῖν. λέγειν S
ἐρέεινεν· (δ 137) ...
ἐρεείνων· ...
*ἐρεείνω· ἐρωτῶ Anp(S)
ἔρεζεν· ἔθυεν (Β 400) ἔπραττεν
ἐρέεσφι· τέκνοις
ἔρεθε· ἐρέθιζε (Γ 414)
ἐρέθει· ἐρεθίζει, παροξύνει
*ἐρεθέντα· ἐν ὕδατι ἀποπνιγέντα (Φ 282) AS
*[ἐρεθωτι· ληφθέντι] AS
*ἐρέθιζε· παρόξυνε (Α 32) Pn
ἐρεθίζει· παροξύνει A [νηρύεται]. λυπεῖ (Deut. 21,20). †μηρύε-
ται
*ἐρεθισμός· παροξυσμός (Deut. 31,27 ..) n
Ἐρεθίμιος· ὁ Ἀπόλλων παρὰ Λυκίοις. καὶ ἑορτὴ Ἐρεθίμια
ἐρέθοιμι· ἐρεθίζοιμι. [ἐρωτήσοιμι]
*ερέθονται· κρέμανται (Β 448) r. AS
ἐρέθων· [διακόπτων. κατεπείγων. ἀπὸ τούτου καὶ {ἐρεγμὸς}
ὁ κύαμος ὁ διακεκομμένος]
*ἐρεῖ· λέγει ASn. ἐρωτᾷ n
ἔρειδε· συντόμως ἔσθιε. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων
ἐρείδει· ἐπιστηρίζει, ὑποστηρίζει (Prov. 29,23)
*ἐρείδει· στηρίζει PS
ἔριθος· ἐρεθιστής. παροξυντικός r
*ἐρεικόμενος· περισχιζόμενος (Ν 441) Sg
*ἔρειο· ἐρώτησον (Λ 610) g
ἐρείσματι· ὑποβαστακτῆρι
ἐρεῖσαι· ἐπερεῖσαι, [ἐπιστηρίξαι (Eur. Rhes. 487) r
ἐρεισάμενος· ἐπερεισθείς, ἐπιστηριχθείς (Β 109)
†ἐρεκρούων· στηρίζων
*ἐρείομεν· ζητήσομεν. [ἐρωτήσομεν (Α 62) r
Ἐρεμβοί· νομάδες. Αἰθίοπες, Ἄραβες, [Ἰνδοὶ r Ἀράβιοι (δ 84)
ἐρεμνή· σκοτεινή (AS). μέλαινα. οἱ δὲ ἐρεβεννὴ παρὰ τὸ ἔρεβος.
καταπληκτική (Δ 167) (S)
*†ἐρέμοισιν· ἀποκλείσμασιν AS
*ἔρεξα· ἔπραξα (Ι 453) (A)n. ἔθυσα (n)
*ἐρέοντο· ἠρώτων (Α 332) r. AS
ἐρέοι· εἴποι
ἐρέουσα· ἐροῦσα, λέξουσα, [φέρουσα (A). ἀγγέλλουσα (Α 419)
*†ἔρεπτα· τροφεῖα r. ASgb
ἐρέπτει· ἐρέφει
ἐρεπτόμενοι· *ἐσθίοντες ASgn. ἀπὸ τοῦ τῆς {ἔρας} τουτέστι
τῆς γῆς ἅπτεσθαι r. ἐπὶ γὰρ τῶν νεμομένων τετραπόδων τάς-
σεται ἡ λέξις (Ε 196)
*ἐρεσσέμεναι· κωπηλατεῖν (Ι 361)
*ἔρεσθαι· πυνθάνεσθαι. [ἐρωτᾶν (α 405) ASvgp
ἐρησιμετρίην· τὴν γεωμετρίαν
Ἐρέσιος· Ἀπόλλων
ἐρεσκίη· [θρησκία]
†ἐρεσμεῖ· καταπνεῖ
†ἐρεσμεί· κώπη
†ἐρεσμίονες· αἱ χεῖρες
ἐρέσσει· [{ἐρεσχελοῦντες}· φλυαροῦντες.] ἐλαύνει κώπῃ
ἔρεσσον· ἤλαυνον. ἐκωπηλάτουν (ι 490)
ἐρεσχελεῖ· ἀηδίζεται. ὀχλεῖται. ἐρεθίζει. ἀδολεσχεῖ. *χλευάζει,
παίζει, σκώπτει (Σ). διαμάχεται (AP)
*ἐρεσχελία· φιλονεικία. φλυαρία Σ (A). ἔνστασις (A)
ἑρετή· ἐπιθυμητή
*a) ἐρέταις· κωπηλάταις (An). b) {ἐρευταί}· κατάσκοποι
*ἐρετμαῖς· κώπαις g [ἐρετμαί]
ἐρετμόν· κώπη (λ 77) (Avg). καὶ τὸ ἀνδρεῖον αἰδοῖον
ἔρετο· ὡρμήθη
*ἐρετμῶσαι· κώπαις ἁρμόσαι (Eur. Med. 4) Ag
Ἐρέτρια· πόλις {Εὐβοίας} (Β 537) r
ἐρετριάζει· σκώπτει. ἢ παίζει
Ἐρετριακὸς κατάλογος· ἐπὶ Διφίλου ψήφισμα ἐγράφη ἐξ
Ἐρετρίας καταλέξαι ὁμήρους τοὺς τῶν πλουσιωτάτων υἱούς.
τοῦτο οὖν τὸ ψήφισμα ἔχει ἐπιγραφὴν {Ἐρετριακὸς κατά-
λογος} (Com. ad. fr. 29?)
Ἐρετριέων ῥῶ· Ἐρετριεῖς τῷ {ρ} κατακόρως χρῶνται
ἐρέτανεν· ἤλαυνε τὴν ναῦν
ἐρετίνης· ναύτης
*ἐρεύγεται· ἀναβάλλει (Lev. 11,10) Agn
*ἐρεύγετο· ἐβρύχετο. ἔβρυεν (ι 374) A
*ἐρευγομένη· βράττουσα (Ρ 265) (n)
ἔρευε· ἐρεύνα
ἐρεύθει· ἐρυθρὸν ποιεῖ
*ἐρεύξεται· βρύσεται (Osc. 11,10 ..) g
ἐρεύθεται· πίμπλαται. λάμπεται (Sapph. fr. 105a 1 L. -- P.)
ἐρευθιόωντες· ἐρυθριῶντες
ἔρευθος· ἐρύθημα. αἰδώς. ἄνθος
*ἐρεύθων· ἐρυθριῶν, [φοινίσσων, ἐρυθραίνων (Λ 394) n
ἐρευνᾶν· ζητεῖν
ἐρεῦσαι· ἐρυθρὰν ποιῆσαι τῷ αἵματι (Σ 329), ἢ βρέξαι
ἐρεύσομεν· ζητήσομεν
Ἐρεχθεύς· Ποσειδῶν ἐν Ἀθήναις
ἐρεχθομένη· σαλευομένη. †ἐλαμβανομένη. *βαρυνομένη (Ψ 317)
(Avg). ὑπὸ τῶν ἀνέμων [ταρασσομένη (n)
ἐρέχθων· διακόπτων (ε 83) ...
*ἔρεψα· ἐστεφάνωσα Agn, ἔστεψα. ἐστέγασα gn, ᾠκοδόμησα.
[ὠρόφωσα (Α 39) g
*ἐρέψιμον· στεγάσιμον Sn(g), ἢ βοσκηματῶδες χωρίον
ἐρέψομεν πρὸς αἰετόν· στεγάσομεν πρὸς ἀέτωμα (Ar. Av.
1110)
ἐρέω· λέξω. ἀπαγγελῶ (Β 257). σημαίνω (Ψ 226). ἐπερωτῶ
ἐρέων· μαντευσόμενος. ἐρωτήσων. ζητήσων
ἔρημα· ἀφύλακτα n. δειλά. οἰκτρά (Ε 140)
†ἔρημαι· βούλομαι ἐρωτῆσαι
ἐρήμη· μονομερὴς δίκη, ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ
τὴν κρίσιν καταδιαιτηθῇ
ἐρήμῃσιν· νομάσιν
Ἐρημήσιος· Ζεὺς ἐν Λέσβῳ
ἐρήμωσον· ἀποσκέδασον
ἐρημία· ἡ ἐκπύρωσις (Eur. Troad. 26)
*ἐρημικῷ· εἰς τὰς ἐρήμους διάγοντι (Ps. 101,6) An(g)
ἐρημόθωκος· ἐρημόδομος
ἔρημον· μάταιον. καὶ τὸ πλανᾶσθαι
*ἐρήμους· ἀπεριστάτους A
ἐρήμους λόγους· τοὺς ἀπόρους. ματαίους
ἐρηρέδαται· ἐρηρεισμέναι εἰσί (Ψ 284). [καὶ ἐνήρμοσται]
*ἐρηρεῖσθαι· ἡρμόσθαι. ἠσφαλίσθαι Avgn
*ἐρίηρες· εὐάρμοστοι (Γ 378) r (A)
ἐρηρετλᾶται· [ἐρηριασμένοι εἰσίν]
ἐρήριπται· πέπτωκεν (p)
*ἐρήρεισται· πέπηγεν Avg
ἐρηρεισμένος· ἀσφαλής. πεπηγμένος r
ἐρήρισται· ἐρίζει (Clem. Al. Protr. p. 63 P.)
*ἐρίσαντες· φιλονεικήσαντες (Ν 109) A
ἐρήσεο· ἐρωτήσειας
*ἐρήσομαί σε· ἐρωτήσομαί σε (Greg. Naz. or. 3 p. 98 D) r.
APgnps
†*ἐρήτυεν· παρεσκεύαζεν A (vg)
ἐρητύειν· παύειν. [κωλύειν n. πραΰνειν. [κατέχειν (Β 75) n
ἐρήτυθεν· διακατέσχον (Β 99)
*ἐρήτυον· ἐπεῖχον. ἐκώλυον (Β 97) AP
ἐρητύσαι· πραῧναι r. ἀνακόψαι. ἀναπαῦσαι. [κωλῦσαι r
ἐρ{ι}· πολὺ μέγα. ἰσχυρόν
ἐριαύχενες· [μεγάλοι.] γαῦροι. μεγαλαύχενες. μεγάλοι, ἀπὸ
μέρους (Λ 159)
ἐριβρεμέτης· μεγαλόψοφος, μεγαλόηχος
ἐριβρεμέτεω· μεγάλα βροντῶντος (Ν 624)
ἐρίβοια· νύξ r. καὶ μεγάλως τιμωμένη
ἐρίβρομον· μεγαλόηχον (Greg. Naz. c. 1, 1, 1, 23) r
ἐριβώλακι· μεγαλοβώλῳ. *εὐγείῳ (Α 155) A
ἐρίβωλος· μεγαλόβωλος (Φ 154 ..) r
ἐρίγδουποι· μεγαλόψοφοι
ἐριγδούποισι· μεγαλοκτύποις (Greg. Naz. c. 2, 2, 7, 7) r
*ἐρίγδουπος· μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν
(Η 411) Avg
ἐρίγηρυς· μεγαλόφωνος r. ps
ἐριγνύειν· κρύπτειν. κατακλείειν
ἔριγεν· ἔφριττεν
ἔριδα· ἔριν. μάχην (Ε 861)
Ἐριδάντας· Ἡρακλῆς παρὰ Ταραντίνοις
*ἐριδαίνωσιν· ἐρίζωσι. φιλονεικῶσιν
*ἐρίδεται· μανθάνει. ἐξετάζει A
ἐριδήσασθαι· ἁμιλληθῆναι. φιλονεικῆσαι (Ψ 792)
ἔριδι· φιλονεικίᾳ (Α 8)
Ἐριδίμιος· Ζεὺς ἐν Ῥόδῳ
ἐριδία· ἅμαξα
ἔριδας· τὰς ἐν οὐρανῷ ἴριδας. Ἀττικῶς
*ἐριδμαίνουσιν· ἐρεθίζουσιν (Π 260) g
*ἐριδόμενος· ἐπιστηρίζων APv. ἐπακολουθῶν (Prov. 30,28) A
ἐρίδων· βαστάζων (b)
Ἐριέντης· Ἀφροδίτης ἐπώνυμον
*ἐριζέμεναι· ἐρίζειν gn. φιλονεικεῖν (Α 277) n
ἐριζώοισι· πάνυ ζῶσιν (Greg. Naz. c. 2, 1, 32, 18)
ἐρίηρες· μεγάλως τιμώμενοι. ἀγαθοί. πρόθυμοι. εὐχάριστοι,
*εὐάρμοστοι Ap n T. μεγαλωφελεῖς. [μεγάλως θάλλοντες]
(Γ 378 ..)
ἐριθάκη· ἡ ὑπὸ τῶν μελισσῶν παρατιθεμένη τροφή. καὶ τὸ
ἐγκοίλιον τῶν ἰχθύων τῶν μαλακῶν. καὶ τὰ τῶν ὑῶν ἔμβρυα
ἐριθαλές· εἶδος δένδρου
ἐριθαλῶν· πολυθαλῶν
ἐριθαλεῖς· μεγάλως θάλλοντες
Ἐριθασεύς· Ἀπόλλων ἐν τῇ Ἀττικῇ
*ἐριθεύει εἰκῆ· ἐργάζῃ μάτην gn
ἐριθεύς· ὁ ἐριθακός, τὸ ὄρνεον
*ἐριθηλέα· μεγάλως θάλλουσαν (Greg. Naz. c. 1, 1, 27, 32) A
*ἐριθηλές· μεγάλως καὶ καλῶς ἢ πάνυ θάλλον (Ρ 53) rg
ἐριθηλέων· μεγάλως θαλλουσῶν (Ε 90)
*ἐριθεῖαι· ἐργασίαι. ἐρεθισμοί (2. Cor. 12,20)
*ἔριθοι· οἱ γεωργοί. παρὰ τὸ τὴν ἔραν ἐργάζεσθαι, ἥτις ἐστὶ
γῆ vgn. καταχρηστικῶς δὲ καὶ οἱ ἐριουργοί (Σ 550) ἢ μισθωτοί
a) ἐρίθοισιν· ... (Σ 560) b) *{ἔριθοι}· ἐργάται A γεωργοί
ἑρικάνην· φραγμόν n
ἐρικάς· ὁ ἐρεγμός, Κρῆτες δὲ †ὠστριμάς· λέγουσι δὲ οὕτως καὶ
τὰ {ἰτρία}. τὰ ὑπό τινων λάγανα
ἑρίκεα· φράγματα
ἐρίκει· σχίζει (g) πρίζει. ῥηγνύει. ἐσθίει
ἑρίκεος· φραγμοῦ s
Ἐρίκη· θυγάτηρ τοῦ Ἀναγύρου
ἐρικευθές· πυθμήν
*ἐρικνωμένον· ῥυτίδας ἔχον r. Avg
ἐρικόμενος· σχιζόμενος (Ν 441)
ἐρίκη· εἶδος φυτοῦ
*ἐρικτά· σῖτος πεφρυγμένος· καὶ κοπτόμενος εἰς ἄλφιτα gn.
σχιστὰ ἄλευρα (Lev. 2,14) Avgn
*ἐρικτόν· κοπανιστόν (Lev. 2,14) r. Ag
*ἐρικυδέα· λίαν ἔνδοξα A (g). μεγάλως ἔνδοξα (Γ 65) A
ἐρίμη· [ἔξοδος]
*ἐριμύκων· μεγαλοφώνων (Ψ 775) A. ἢ μυκώμενος, μεγάλως
μυκῶν (A)
ἐρινάδες· ὄλυνθοι. ἢ συκαῖ ἄῤῥενες
ἐρινάζειν· συκᾶς περιάπτειν τοῖς ἐρινοῖς r εἰς τελεσφορίαν
†ἐρινάς· νέας βοῦς
ἐρινάξαι· [τὸ λεγόμενον] {ἐρινάσαι}· ἀπὸ {τῶν} λεγομένων
{ἐρινεῶν}. οὕτω δὲ λέγεται συκῆ φέρουσα ὀλύνθους, ἐξ ὧν οἱ
ψῆνες γίνονται. Ψῆνες δέ εἰσι τὰ ἄνθη τῶν ἐρινῶν. γίνονται δὲ
ἐπὶ τῶν φοινίκων ἐρινοί
ἐρινάσει· ἐρωτήσει. ἐρευνήσει
ἐρίνεμος· ἄνεμος μετὰ συστροφῆς
*ἔρινε· ἐρώτα A
*ἐρινεός· ἀγρία συκῆ (Ζ 433) nps
ερινον· νέφος
ἐρινός· ὄλυνθος ἢ σῦκον ἄῤῥεν
ἐρινύας· τὰς ἁμαρτίας νῦν n
Ἐρινύς· *δαίμων καταχθόνιος r Avg. ἢ Ἀφροδίτη n ἢ εἴδωλον
ἐρίξει· κωλύσει
*ἐριοῖ· ἐργάζεται A
ἐριούνης· *μεγάλως ὠφελῶν An, ἢ μεγάλην ὄνησιν καὶ ὠφέ-
λειαν τοῖς ἀνθρώποις παρέχων (Υ 34)
ἐριούνιον· †πόρον τὸν ὑποχθόνιον
ἐριούνιος· πολυωφελής. ἀγαθός (Ω 360) r
ἐρίπει· καταβάλλει
ἐρίπεια· †σκηνώματα ἐπίπεδα †καὶ τὰ ἐπὶ τὴν ἔραν [τὴν]
καταπεσόντα
ἐριπεῖν· καταπεσεῖν
ἔριπες· δαλοί
ἐρίπεσθαι· φθίνειν
ἐριποῦσα· πεσοῦσα (Ε 357)
*ἐρίπιον· τὸ ἡμίπτωτον οἴκημα (Eur. Bacch. 7) Avgn. ἢ πτῶ-
μα An
*ἐριπίων· πτώσεων τῶν τειχῶν Avg
*ἐρίπνας· ὑψηλὰ μέρη ... (Eur. Phoen. 1168) Ag
ἐριποῦσα· [καταπεσοῦσα]
*ἔριπε· κατέπεσεν (Ε 68) APvg
ἐρίπναι· αἱ ἀπεῤῥωγυῖαι πέτραι r
ἐρίπνη· κορυφή. ἄκρα. κρημνός
ἐριπών· ἀνατρέπων. καταπεσών (Ε 309)
*ἔρις· φιλονικία (Α 177). μάχη r. vgn
*ἐρίσαι· παῖξαι A
ἐρίσει· *ὑποστηρίξει A στερεώσει. παίξει. φιλονικήσει
ἔρισεν· ἔπεσεν. ἤρεττεν
ἐρισθενέος· μεγαλοσθενοῦς (Τ 355). μεγαλοδυνάμου
ἐρισθενές· μέγα. ἰσχυρόν
ἐρίσμασιν· εἰρεσίαις
*ἔρισμα· στήριγμα (Prov. 14,26) APv
ἐρίσκηπτα· ἱερὰ βοτάνη, εἰς ἣν ἂν εἶρις ἐπισκήψῃ
ἐριστάφυλον· καλλιστάφυλον. πολύν. ἢ τὸν ἐξ εὐγενοῦς στα-
φυλῆς ἢ μεγάλης (ι 111)
†ἐριστήρ· μαρσίππιον, σάκκος. ἢ ἔρκτης καὶ πράκτης
ἐρισύβη· ὁ ὡς κονιορτὸς κατερχόμενος καὶ ἀφανίζων τὸν σῖτον
(Deut. 28,42 ..)
ἐρισφάραγος· μεγαλόηχος. ὑψηλόφωνος (Pind. fr. 15?)
ἐριταρβής· μεγάλως δειλός r
ἐρίτιμον· ἰσχυρῶς τετιμημένον, *ἄγαν ἔντιμον Agn, μεγαλότι-
μον (Β 447) g
ἑρίτω· [λαμβανέτω]
ἐριφίας· χίμαρος
ἐριφήματα· ἔριφοι. Λάκωνες
Ἐρίφιος· ὁ Διόνυσος
Ἔριφος· [ὁ μικρὸς αἴξ, ὁ ἐν τῷ ἔαρι φαινόμενος, ἤγουν ὁ πρώϊ-
μος· χίμαρος δὲ ὁ ἐν τῷ χειμῶνι]
*Ἐριφύλης· τῆς χρυσίου προδεδωκυίας τὸν ἴδιον ἄνδρα An (g)
Ἐριφύλλιον· τὸν Ἀπόλλωνα καὶ τὸν Ἑρμῆ(ν)
ἐρίφυλλος δρῦς· ἡ πλατύφυλλος r καὶ ἡ καλουμένη φελλός
†ἔριψ· σωμάτιον
ἐρίψαι· ἀφανίσαι. στεγάσαι. καταρρῖψαι
*ἐρίψιμα· πτώσιμα APvgn
ἐριωδία· ἅμαξα
ἐριώδυνον· μεγαλώδυνον r
ἐριώδων· μεγάλους ἔχων ὀδόντας r
ἐριῶλαι· ἀνέμων συστροφαί, αὖραι, πνοαί
ἐριώπιδος· εὐώπιδος
ἐριωπιζόμην· [ἢ τεχνητευόμην. ἢ σύμμικτα σχήματα εἶχον]
Ἐριῶπις· μεγαλόφθαλμος. καὶ ἡ Ἀγχίσου γυνή
*ἔρκαδε τεῖχος· ἔπιπτεν A
ἐρκάζειν· σκώπτειν
ἑρκάνη· φυλακή (ps)
ἕρκατος· [φραγμός]
*ἕρκεϊ χαλκείῳ· τῷ τῶν ἀσπίδων κυκλώματι (Ο 567)
ἑρκεῖαι· οἰκίαι. τείχη. φραγμοί. σκηναί
ἑρκίοις· τειχίοις (b)
ἑρκείου Διός· τοῦ ἀσφαλίου. ἢ τοῦ κατὰ τὴν οἰκίαν. ἔστι δὲ
{ἕρκειος Ζεὺς} παρὰ Ἀθηναίοις (χ 334)
ἕρκεσι· δικτύοις. Σοφοκλῆς Ἀθάμαντι δευτέρῳ (fr. 2)
ἑρκῖται· οἱ ἐν ἀγρῷ οἰκέται
Ἑρκύνια· ἑορτὴ Δήμητρος
ἕρκη· ὅπλα. Σοφοκλῆς Τρωίλῳ (fr. 573)
*ἑρκίον· κύκλος αὐλῆς (σ 102) Ab. οἰκία. τειχίδιον Avg. στε-
φάνη δώματος An
ἑρκόπεζα· τὰ τῶν νεῶν ἔξωθεν περιτιθέμενα πρὸς τὸ μὴ
ὑπερβατὰ εἶναι, ἀκανθώδη ξύλα
ἕρκος· *ἀσφάλεια (Δ 299) An. τεῖχος Avgn. περίβολος. περί-
φραγμα (Α 284) Ag ὡς τῶν ὀδόντων τὰ χείλη (Δ 350) A
ἕρκος ἤγουν φραγμός "αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος"
(ω 224). καὶ λίνον· "ἕρκει ἐνιπλήξωσιν" (χ 469)
ἕρμα· ἔρεισμα (Δ 117) A. [ἢ ἕργμα]. ἢ τὸν πετρώδη καὶ ἐπι-
κυματιζόμενον, ὥστε μὴ βλέπειν, τόπον τῆς θαλάσσης· καὶ
Ἀνακρέων· "ἀσήμων ὑπὲρ ἑρμάτων φορεῦμαι" (fr. 38 Bgk) καὶ
τὸ τὴν ναῦν ἔρεισμα στηρίζον. καὶ τὸ σκήνωμα τῆς νεώς
ἑρμαῖ· παραφυάδια δένδρων ἄχρηστα. οἷς παίζοντας {ἑρμο-
μαχεῖν} λέγουσιν
*ἕρμαιον· εὕρημα, ἢ κέρδος Avg
Ἕρμαιος λόφος· τοὺς σωροὺς τῶν λίθων {ἑρμᾶς}, τοὺς ἐν
ταῖς ὁδοῖς γινομένους εἰς τιμὴν τοῦ θεοῦ· ἐνόδιος γάρ (π 471)
ἕρμακες· αἱ ὕφαλοι πέτραι r. ἢ αἱμασιαί
ἕρμακον· ὄρνεον
ἑρμάσαι· ἐλαφρῶς περιελίξαι
ἑρμάσει· †μαλάσσει. στηρίζει
ἕρματα· περιφράγματα. *ὑπερείσματα (Α 486). ἐνώτια r.
Agn, ἀπὸ τοῦ {εἴρεσθαι} (Ξ 182) r καὶ ὕφαλοι πέτραι A
Ἕρμειος· ἀπὸ δήμου. λέγονται γάρ τινες {Ἕρμειοι} τῆς Ἀκα-
μαντίδος φυλῆς
ἕρμεον· [σωρὸς λίθων]
ἑρμή· [ἔξοδος]
ἑρμηνεύοντες· φράζοντες
Ἕρμηνοι· Σειληνοί
*Ἑρμῆς· κήρυξ {θεῶν} A
Ἑρμῆς ἀμύητος· Ἀθήνησιν ἐν τῇ ἀκροπόλει
Ἑρμῆς· τὸν Ἑρμῆν ἐπὶ πόσεως ἰδέας ἔλεγον, καθάπερ Ἀγαθοῦ
δαίμονος καὶ Διὸς σωτῆρος. καὶ ἐν τοῖς κλήροις· οἷον ἀγαθὸς
οἰωνός. καὶ πέμματος εἶδος κηρυκειοειδές
Ἑρμῆς τρικέφαλος· Ἀριστοφάνης ἐν Τριφάλητι (fr. 553).
τοῦτο ἔφη παίζων κωμικῶς, παρόσον τετρακέφαλος Ἑρμῆς ἐν
τῇ τριόδῳ τῇ {ἐν} Κεραμεικῷ ἵδρυτο
Ἑρμῆς στροφαῖος· ὁ παρὰ στρόφιγγι τῆς θύρας ἱδρυμένος
ἔρμια· [πόδες κλίνης]
ἑρμῖνα· πόδα κλίνης. ἀπὸ τοῦ {ἐνείρεσθαι} τῷ ἐνηλάτῳ. ἢ
ἀπὸ τοῦ Ἑρμᾶς ἐγγεγλύφθαι (ψ 198) n
Ἑρμιόνη· καὶ ἡ Δημήτηρ καὶ ἡ Κόρη ἐν Συρακούσαις. καὶ
πόλις ἐν Ἄργει (Β 560). καὶ ἡ θυγάτηρ Μενελάου (δ 14)
ἑρμίς· τόρνος. *ποὺς κλίνης Ag
ἑρμοκοπίδαι· οἱ περικόψαντες τοὺς Ἑρμᾶς Ἀθήνησιν, ἐπὶ
Ἀριμνήστου ἄρχοντος, τοῦ Πελοποννησιακοῦ ἐνεστῶτος πολέ-
μου
Ἕρμος ἢ Ἕρμοι· δῆμος Ἀττικῆς. καὶ [ποταμὸς Λυδίας r
Ἑρμοῦ κλῆρος· ὁ πρῶτος ἑλκόμενος κλῆρος Ἑρμοῦ νομίζεται
(Eur. fr. 39)
Ἑρμοχύμιος γῆ· ἡ Αἴγυπτος τὸ πρότερον οὕτως ἐκαλεῖτο
Ἑρμοῦ ψῆφος· τὰ ἐν ταῖς ὁδοῖς ἕρμαια
Ἑρμώνιος χάρις· παροιμία ἀπὸ Ἕρμωνός {τινος τῶν} τῆς
Λήμνου τυράννων, {ὃς} ἐπελθόντων τῶν Ἀθηναίων, μὴ δυνά-
μενος αὐτοῖς ἐναντιοῦσθαι, ἔφη τὰ προστασσόμενα ὑπ' αὐτῶν
διὰ χάριν ποιεῖν. τάσσεται οὖν ἐπὶ τῶν κατ' ἀνάγκην τι
ποιούντων, καὶ προσποιουμένων χαρίζεσθαι
ἔρνατις· ἀναδενδράς
ἔρνη· κέρατα. ἢ *βλαστήματα Av
ἐρνοκόμων· παραδεισαρίων (Greg. Naz. c. 1, 2, 1,243)
ἔρνος· *κλάδος. στέλεχος Avgn. δένδρον εὐθαλές. *βλάστημα
Avgn. φυτόν (Ρ 53)
ἔρνυγας· ἔρνη. βλαστήματα. κλάδοι
ἔρξεν· ἔπραξεν
†ἔρξιν· ἡ ἔδρια†
ἔρξον· ποίησον, πρᾶξον (Δ 37) δῆσον. πνῖξον. θῦσον. κώλυσον
ἐρόεντα· ἐπέραστα
ἔριοι· †καινοί
†ἐρόδανα· ἔργον ἐρινάξει
Ἐροιάδαι· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς
ἔροιτο· ἐρωτήσειεν Avg, ἐπύθετο (α 135)
*ἐρόμενος· ἐρωτῶν g, πυθόμενος
*ἐρομένῳ· φίλῳ A. ἐρωτῶντι Avgn
*ἔρον· ἐπιθυμίαν, Αἰολικῶς. ἔρωτα (Α 469) n
*ἐρόντι μάλα· λίαν, πάνυ A
*ἔροτιν· ἑορτήν A
*ἐροῦντες· λέγοντες APs (b) [Κύπριοι]
ἐρούα· [πορεύου] ἀναπαύου. {Κύπριοι}
ἔροψ· ὄρνις ποιός
*ἕρπε· βάδιζε (Eur. Hec. 1019 ..) AP
ἔροτις· ἑορτή. πανήγυρις
ἐρπεδόεσσα· ἐπίπεδος
*ἕρπει· βαδίζει τῇ κοιλίᾳ vgn περιπατεῖ A. παραγίνεται
ἑρπετά· τὰ ἄποδα, παρὰ τὸ εἰς τὴν ἔραν πεπτωκέναι· κα-
ταχρηστικῶς δὲ καὶ τὰ λοιπὰ τῶν ἀλόγων ζῴων καὶ ἄνθρω-
ποι· γήϊνα γὰρ καὶ ἐπίγεια πάντα
ἑρπύζει· ἑρπυστάζει· [παρὰ τὸ πορεύεσθαι.] *{ἐκ} μετα-
φορᾶς. βαδίζει (Agn) ἢ πορεύεται
ἑρπυλλίς· τέττιξ r
ἑρπύσῃ· βαδίσῃ
*ἑρπυσμός· ἡ φωνὴ τῶν χοίρων n
ἔρυξ· τὸ ἕρκος τῶν πρασιῶν
ἔρυμα· φρούριον. ἀσφάλισμα. κώλυμα
ἔρυμα· ἀσφάλεια (Δ 137)
ἔρρα· ζιζάνια
ἐρράγη· ἐσπάσθη. [ἐσχίσθη (g) ἠνοίχθη (Num. 16,31 ..)
ἐρράδαται· ἐῤῥασμένοι εἰσίν (υ 354)
ἐρράδατο· ἔῤῥαντο. πέφυρτο (Μ 431)
*ἔρρει δέ· ἔρεε δέ Ag. ἐλθὲ ὧδε A
ἐρραθάγει· ἐκρότει
ἐρραθάμιζε· †ἐρόφη
ἐρράσθαινεν· ὕγραινεν, κατέβρεχεν
ἐρραίσθη· διεφθάρη (Π 339)
ἔρρε ὡς ... ταχέως
ἐρραγέως· [ταχέως]
ἔρραος· κριός
ἐρράχιζον· διέκοπτον
*ἐρράπτομεν· ἐβουλεύομεν (π 379)
ἐρραχώθης· ὑβρίσθης, ἐρραπίσθης
ἔρρε· *φθείρου gn ἀπαλλάσσου (Θ 164)
ἔρρει· ἀπόλωλεν, ἔφθαρται (Eur. Phoen. 1272 ..). οἱ δὲ ἔρρα
ἐρείδων· τύπτων
†ἐρρεγένοντο· ἔρεψαν
*ἔρρεις· ἐφθάρης Agn
ἔρεξα· ἔπραξα (Ι 453)
ἐρρέσθη· [διεφθάρη] r
ἔρρετε· φθάρητε
ἐρρετός· φθόρος r
*ἐρρέτω· ἀπίτω. [οἰμωζέτω Ag. †ὀζεσάτω A
ἐρρέξομαι· φθέγξομαι
ἐρρήεντα· δροσώδη. καταψυκτικά
ἐρρήσει· ἥξει, εἰσελεύσεται
Ἑρρηφόροι· οἱ τῇ Ἕρσῃ ἐπιτελοῦντες τὰ νομιζόμενα
ἐρρίγασι· φοβοῦνται, εὐλαβοῦνται (Greg. Naz. c. 2, 1,1,310)
*ἔρριγε· φοβεῖται (Ag) φρίττει (Η 114)
ἐρρίγοι· φοβηθείη, φρίξειεν
ἔρρικεν· [ἥκει]
ἐρρίζωται· ἵδρυται (η 122) r
ἐρρικνωμένον· ἐσπιλωμένον r
ἔρρ' ἰών· εἰς φθόρον, εἰς ὄλεθρον (Eur. fr. 1125)
*ἔρριπτο· ἔκειτο (2. Macc. 3,29) Avg
ἔρρον ἐρρεντί· ἀπολώλασιν ...
Ἔρρος· ὁ Ζεύς
*ἐρρύησαν· ἔβρυον (Prov. 3,20) A
ἐρρύθημα[]
ἐρυθρά· πυρρά
ἐρρύξει· κράξει b
ἐρυσάμενος· σπασάμενος (Α 190)
*ἐρύσομεν· ἑλκύσωμεν (Α 141) A [φυλάξομεν, σώσομεν]
*ἐρρώγασιν· ἐσχίσθησαν (Ios. 9,13) A ὑγιαίνουσιν
*ἔρρωμαι· ὑγιαίνω np νήφω (3. Macc. 3, 13 ..)
*ἐρρωμενέστερον· ὑγιεινότερον APvg (n)
ἐρρῶσθαι· ὑγιαίνειν (3. Macc. 7,1 ..) r
ἐρρωγότες· διεσκορπισμένοι. διεστῶτες
*ἔρρων· μετὰ φθορᾶς παραγινόμενος n ἢ μόλις παραγινόμενος
(Σ 421). ἢ φθειρόμενος
ἐρρώοντο· κίνησιν ἐλάμβανον (Ψ 367)
ἐρρωπίζομεν· Ἴων Ὀμφάλῃ (fr. 31). Τινὲς {ῥωπίζειν} ἀπέδο-
σαν τὸ ἀτεχνεύεσθαι καὶ †ἀματεύεσθαι, κακῶς· ἔστι γὰρ {ῥῶ-
πος} ὁ λεπτὸς φόρτος καὶ ποικίλος καὶ †βέβαιος, καὶ τὰ ἐκ τῶν
ῥωπῶν πλέγματα, κανᾶ καὶ σῆστρα κυρίως
ἐρρώσαντο· ἐτάχυναν (Ω 616)
*ἐρρῶσθαι φράσας· οἰμώζειν εἰπών Ag
*ἔρρωσο {ἐν κυρίῳ}· ὑγίαινε {ἐν θεῷ} Avgp
ἔρσαι· οἱ ἐν τῷ χειμῶνι γινόμενοι ἔριφοι. καὶ τὰ ἁπαλὰ τῶν
προβάτων (ι 222) αἱ καὶ δρόσοι
ἐρσαῖα· ἐαρινά. νέα. ἁπαλά. δροσώδη
ἐρσαίη· δροσώδης
ἔρσεο· διεγείρου
ἔρση· δρόσος (Ψ 598). νοτία. ὁμίχλη
ἔρσῃ· ὁρμήσῃ
*ἐρσήεις· δροσώδης (Ξ 348) r. A [νεαρόν]
*ἐρσῆεν· ἁπαλόν g. δροσῶδες. {νεαρόν} r. vg
ἐρσήεντα· καλόν. ἔνικμον. δροσινόν
ἔρτις· κρημνός
*ἐρυγαί· ἐρεύξεις (r) A
ἐρυγάστωρ· μεγαλογάστωρ
*ἐρυγγάνων· ἐρευγόμενος A
ἐρυγεῖν· φωνεῖν
*ἐρυγή· ἔκβρασις ASPg [ἐρυγήτωρ] φωνὴ καὶ βοή τις
ἐρυγεία· ζῷον. στάχυς. βοτάνη
ἐρυγμήλη· ἐπίθετον ῥαφάνου
ἐρυγμαίνουσα· ἡ βοῦς. καὶ ὁ ταῦρος {ἐρυγμαίνων}. ἀπὸ
τῆς ἐρυγμῆς
ἐρύγμηλον· *ἐρευγόμενον g καὶ μεγάλως μυκώμενον (Σ 580)
ASg, μεγαλόφωνον (p) καὶ μέγα πρόβατον τέλειον
ἐρυγμός· [πόλεμος]
*ἐρύεσθαι· σῴζειν n σῶσαι (Ι 248)
ἐρύειν· ἕλκειν (Ρ 235) [πλήθειν]
Ἐρυθῖνοι· πόλις καὶ χώρα ἐν Παφλαγονίᾳ (Β 855). καὶ εἶδος
ἰχθύος
ἐρύετο· ἐφύλασσεν (Ζ 403)
*ἐρυθαίνει· πυῤῥὸν ποιεῖ. ὅθεν καὶ {ἐρύθημα} ἡ ῥίζα ἡ λεγο-
μένη {ἐρυθρόδανον} ASvgn
*ἐρύθημα· βαφή (Isai. 63,1) r. An
ἐρυθήνας· βάψας (Sap. 13,14 v. l.) r
*ἐρύθμισεν· ἐκανόνισεν (Isai. 44,13) ASvg
Ἐρυθρά· πόλις ἐν Βοιωτίᾳ (Β 499)
Ἐρυθραί· πόλις Ἰωνίας
*ἐρυθραίνετο· ἐρυθρὰ ἐγένετο, πυῤῥά AP
*ἐρυθροδανωμένα· πυῤῥά AS. κόκκινα. πυροειδῆ (Exod.
25,5 ..)
ἐρυΐσκετο· ἔῤῥεεν. ἐχεῖτο
ἐρύκειν· κατέχειν. κωλύειν
*ἐρυκέμεν· τὰ αὐτά (Θ 206) Sn
ἐρύκοις· ἀποκωλύοις
ἐρυθρόπους· ὀρνέου εἶδος (Ar. Av. 303)
ἐρύκεσθαι· κωλύειν r
*ἔρυμα· ὀχύρωμα (Eur. Bacch. 55). φυλακή Ag. κάλυμμα (Eur.
Phoen. 983) ASn. φύλαγμα (Δ 137) Sgp
Ἐρύμανθος· πόλις Ἀρκαδίας. καὶ ποταμός. καὶ ὄρος
ἐρυμνόν· ἰσχυρόν A μέγα. ὑψηλόν, καὶ [ὀχυρόν (AS) g. οὗ
ταχέως οὐδεὶς ἐπιβαίνει A. ἢ σκοτεινόν (Ag) [ἐπιβαίνει]
ἐρυμνῶδες· λύπην καὶ φλεγμονὴν παρέχον. ἢ ὑπερήφανον
Ἐρυμός· Ζεύς. καὶ ζυγός. καὶ ζεύγλη
ἐρύμυλον· [τὸν μεγάλως μυκώμενον ταῦρον]
†ἐρυνόν· σκοτεινόν. ἠσφαλισμένον
ἐρύξας· ποιήσας. κωλύσας
*ἔρυξαν· κατέσχον, ἐκώλυσαν (Γ 113) r. ASg
ἐρύοντα· ἕλκοντα (Δ 467). κυρίως λύοντα
ἐρύουσιν· ἐρύσουσιν. ἑλκύσουσιν. ἐξ οὗ τὸ κατέδονται· οὕτω
γὰρ οἱ γῦπες ἐσθίουσιν (Ο 351)
ἐρυκομένη· κατεχομένη. κωλυομένη
ἐρύσαι· καθελκύσαι (Ρ 419). [κατασχεῖν]
ἐρύσαιτο· φυλάξαιτο (Ω 584)
*ἐρυσάμενος· ἐκσπάσας A, ἑλκύσας (Μ 190) r. Ag
ἐρυσάρματες· ταχεῖς. ταχεῖαι. καὶ *οἱ ἕλκοντες τὰ ἅρματα
(Π 370) (S)
*ἐρύσατο· ἔσωσεν (Ε 344) Sb
ἔρυσεν· εἷλκεν (Ν 598)
ἐρύσειεν· ἑλκύσειεν. [φυλάξειεν]
ἐρυσίβη· νόσος τις {ἐξ} ἀέρος ἐπιγινομένη τοῖς φυτοῖς καὶ καρ-
ποῖς
ἐρύσιμον· κάρδαμον ἄγριον r
ἐρυσίπτολις· σωσίπολις
ἐρυσίπτολι· ῥυομένη τὴν πόλιν, καὶ φυλάσσουσα (Ζ 305)
ἐρυσμός· πόλεμος
ἐρύσονται· περιποιήσονται. ἑλκύσωσιν
ἔρυσος· σπυρίς, κάλαθος
ἐρύσταζεν· εἷλκεν
*ἔρυτο· ἐρύσατο A. ἔσωσεν n. ἐφύλαξεν (Ε 23) r. s
ἐρύφαζε· κατεπάτησεν. ἐτόξευσεν
ἔρχατο· καθειργμένοι ἦσαν (ι 221)
ἐρχανήεντα πυλῶνα· τὸν πεπυκνωμένον, καὶ συνεχόμενον
ἔρχαο· [ἔρχου. πορεύου]
ἔρχαται· πέφρακται. συνέχονται (Π 481)
ἔρχατος· φραγμός
ἐρχατόωνται· συνέχονται (ξ 15)
Ἑρχιά· δῆμος φυλῆς τῆς Αἰγηΐδος
*ἔρχεο· ἀπέρχου n ἔρχου (Ζ 270)
*ἐρχθέντα· ἐν ὕδατι πνιγέντα (Φ 282) ASgn
a) ἔρχομαι· ἀπέρχομαι. b) {ἔρχομαι λέξων}· μέλλω λέ-
γειν
ἐρῶ· λέξω, εἴπω, *λέγω r PS
ἐρωάζει· ἡσυχάζει
ἐρωγάς· [ἐρωδιός]
*ἐρῳδιός· εἶδος ὀρνέου (Κ 274) (A) gn
*ἐρωή· ὁρμή (Π 302) An. ὑποχώρησις p. ῥεῦσις. κώλυσις S
ἐρωδία· ἅμαξα r
ἐρωῆσαι· ἡσυχάσαι r. χωρῆσαι. κωλῦσαι. ὑποχωρῆσαι (Τ 170)
ἐρωήσει· χωρήσει. ῥεύσει. καὶ τὰ ὅμοια (Α 303)
*ἐρώει· [ὑπεχώρει] ὑποχώρει (Β 179) S
*ἔρωι· ἔρωτι AS
ἐρωτίδα· ἐρωμένην (Theocr. 4,59)
ἔρωκε· [κώλυε]
*ἔρωμαί σε· ἐρωτήσω σε ASvn
ἐρώμεθα· ἐρωτήσωμεν Avn. πυθώμεθα. ἀγαπώμεθα
*ἐρωμένη· ἀγαπωμένη (Av) g. ἀγαπηθεῖσα (A)
*ἐρώμενος· ἀγαπώμενος r. A. [ἐρωτήσας]
ἐρωμένους· *[ἐρωτῶντας An]. ἠγαπημένους
†ἐρωμήσει· ῥωμαλέως βαδίσει
ἐρῶν· ἐρωτῶν. *ποθῶν. λέγων A
ἐρωπεύομεν· προεπωλοῦμεν
ἔρως· πόθος AS. ἀγάπη. φιλία
ἐρώσει· [ῥεύσει]
ἔρωσις· ἐρώμενος
*ἔρωτι· προθυμίᾳ S
ἐρώτιον· ἐρώμενον. Ταραντίνοις
ἐς· εἰς. ἐν. ἐκ. πρός. ὑπέρ
ἐσαθρεῖν· ἐνατενίζειν
ἐσανύριζεν· ᾔκαλλεν
*ἐς ἀεί· διαπαντός Avg p
ἐσάκουσεν· εἰσήκουσεν (Θ 97)
†ἐσαλάλαζεν· ἐποτνίαζεν
ἐσάμεθα· ἐθεωροῦμεν. Λάκωνες
ἔσαν· ἦσαν (Β 311). ἐπορεύοντο
ἔσα· [εἱμαρμένη]
ἐς ἅπασαν· εἰς ἅπασαν
ἐς Αὐλίδα· ἐς τὸν λιμένα (Β 303)
*ἐς ἀῶ· εἰς μίαν ἡμέραν (Eur. Or. 1004) ASg
*ἐσαώθην· ἐσώθην vgn
*ἐσαώρας· εἰς καιρούς Ap
ἐσάωσεν· ἔσωσεν (Θ 500)
*ἔσβη· ἐσβέσθη (Ι 471) r. gn
ἔσβηκε· πέπαυται πνέων. ἐσβέσθη
ἔσβηνες· εἶδος ποτηρίου
ἐς βόθυνον· εἶδος παιδιᾶς παρὰ Κρατίνῳ (fr. 170)
ἔς γε μίαν· κατὰ τὸ αὐτό (Β 379)
*ἐς δ' ἄγε· εἰσήγαγε δέ (Λ 646) vg
ἐς δέ· εἰς δέ
*ἐς δεκάδας· εἰς δεκανίας (Β 126) ASvg
ἐς δ' ἐρέτας· εἰς ταύτην δὲ κωπηλάτας (Α 142)
*ἐς δῆριν· εἰς μάχην (Greg. Naz. c. 2,1,42,15) vg
ἐς δόκον· εἰς ἐνέδραν
ἐσδραμύλιξον· εἴσδραμε
*ἐσεβάσθησαν· σεβάσμασι προσεκύνησαν (Rom. 1,25) Avg
Ἐσεβών· διαλογισμός. καὶ πόλις Μωαβιτικῆς. χωρία ἄκαρπα
ἐσεμάσσατο θυμόν· καθήψατο τῆς ψυχῆς. *[ἐλύπησεν As
εἰς τὸν θυμόν (Ρ 564). [ἐμάστιξεν]
†ἐσεμάχθην· ἐβλάβην. [ἐκολάσθην ps
ἐς ἔνας· εἰς τρίτην
ἐσεργνῦσι· ἐγκλείουσιν (Hdt. 2,86,7)
*ἔσεσθαι· γενήσεσθαι (Ε 644 ..) Svgn
ἔσευα· ὥρμησα. {ῥυῆναι} ἐποίησα (Ε 208). ἐδίωξα. εἰς φυγὴν
ἔτρεψα
ἔσευαν· ὤρχηντο. *ἐσπούδαζον S
†ἐπεσφάσσεται· λαθεῖν. Λάκωνες
ἐσέφθην· ἐσεβάσθην. ἡσύχασα. ᾐσχύνθην. Σοφοκλῆς Δαιδάλῳ
(fr. 167)
ἐσέχυντο· ἀθρόως προσῇσαν (Μ 470)
*ἔσῃ· γίνῃ (τ 254 ..) Avg
ἐς ἠγάθεον· ἄγαν θαυμαστόν (Φ 58?)
ἐσήκασθεν· συνεκλείσθησαν, κατὰ σηκοὺς ἠλάσθησαν. κυρίως
ἐπὶ προβάτων (Θ 131)
ἐσήλατο· *εἰσῆλθε ASvg λαθών A. ἢ ἔσεισεν. κατέβαλεν. ἐτί-
ναξε. κατέπεσεν
ἐσημήναντο· ἐφανεροποίησαν (r. p)
*ἐσημειώθη· ἐτυπώθη (Ps. 4,7) AS
ἐς θατύν· εἰς θεωρίαν
ἔσθενεν· ἴσχυεν (3. Macc. 3,8)
*ἐσθήματα· ἱμάτια (Avgn)
ἐσθῆτα· [ὁρατά]
ἔσθιε· ἀνάλισκε, τρῶγε
*ἐσθλά· ἀγαθά (Β 272) Avgn
ἐσθλαί· ξύλινα παίγνια. Ἀμαθούσιοι. καὶ †{λαίεσθλα}· ὀρθά
ἔσθοντο· [ἔγνωσαν]
ἔσθορεν· εἰσεπήδησεν (Μ 462)
ἔσθος· περίβλημα. *ἱμάτιον vS. οὐδετέρως (Ω 94)
*ἔσθ' ὅτε· ἔστιν ὅτε. ἢ ἴσως. ἐνίοτε ASvg. πολλάκις
*ἔσθων· τρώγων (Ω 476) ASvg
ἐσιάλλοντι· ἐκτείνουσιν. ἐκπέμπουσιν
*ἐσιγάθη· ἐσιωπήθη (Eur. Phoen. 349) ASvgn
*ἐσιώθην· ἐσώθην AS
ἐς γωνίαν· εἰς κοπρῶνα
ἐσιναμώρεον· ἐσίνοντο. †μεμωρημένοι ἦσαν (Hdt. 8,35,1)
ἐσίνετο· ἔβλαψεν
ἐσίνευσεν· ἐσίμηνεν
ἐσιτήριον· τὸ ἐν μέσῳ αὔλημα r
ἐσιτέσκοντο· ἐμέτρουν τὸν σῖτον. ἤσθιον
ἐσίχναι· συγχαράξαι καὶ συμπηκτεῦσαι. Λάκωνες
*ἔσκαζεν· ἐχώλαινεν AS
*ἐς καιρόν· εὐκαίρως (Eur. Phoen. 106 ..) AS
*ἐσκάλευεν· ἐκινεῖτο ASvg. ὤρυσσεν. ἀνελογίζετο vg
*ἔσκαλλον· ἀνεζήτουν. ἀνηρεύνουν (Ps. 76,7) ASg
ἐς κάλλος γράφειν· καλλιγραφεῖν
ἐσκατάμιζεν· ἐσκάριζεν
*ἔσκεν· ἦν, ὑπῆρχεν (Γ 180) vgn
ἐσκένιψε· διέφθειρε. διεσκέδασεν
*ἐσκευώρησεν· ἔβλαψεν. ἐπεβούλευσεν (A) Svg
*ἐσκήνωσεν· ὤκησεν (Ev. Io. 1,14) ASvg
*ἐσκέψαντο· ἔγνωσαν vgn
†ἐσκίδαμαν· ἐπέτυχον. Λάκωνες
*ἐσκίδνατο· ἐσκορπίζετο ASvgn. ἐσκεδάζετο vg
ἔσκιμψεν· ἐνέσκηψεν
ἐσκίμψαντο· ἐστηρίχθησαν
ἐσκλείει· εἰσάγει
ἔσκλεπεν· διέτριβεν
*ἐσκληκότα· ἀντὶ τοῦ προσλιπαροῦντα {προσεσκληκότα· με-
τῆκται δὲ} ἀπὸ τῶν προσξηραινομένων Σ οἱ δ' ἀφινήσονται
Νέδαν ἐσκληκότα. [ἐπὶ τῶν προσξηραινομένων]
ἐσκλητόρ· ὁ δοκιμαζόμενος
ἔσκλητος· ἡ τῶν ἐξόχων συνάθροισις ἐν Συρακούσαις
ἐσκνᾶσθαι· ξυρῆσαι
ἔσκον· ἤμην, ὑπῆρχον (Η 153)
ἐσκολυμμένον· ἀποσεσυρμένον
*ἐς κόρακας· εἰς ἔρημον AS. εἰς τὸ σκότος vg. εἰς ὄλεθρον ASvg
ἐσκοράκισεν· ἐλοιδόρησεν
ἐσκορδινήθη· ἐχασμήσατο
ἐσκοροδισμένος· σκόροδα βεβρωκώς. Ἀριστοφάνης ἐν Ἀχαρ-
νεῦσι (166) παίζει ἅμα μὲν ὅτι σκοροδοφαγοῦσιν οἱ Θρᾷκες,
ἅμα δὲ ὅτι παροξύνονται οἱ ἀλέκτορες πρὸς τὰς μάχας, ὅταν
ἐμφάγωσι τῶν σκορόδων
ἐσκόροδοι· τόρμοι
ἐς κουλεόν· εἰς τὴν ξιφοθήκην (Α 220)
ἐσκύζοντο· ἐμέμφοντο
ἐσκυθισμένης· κεκαρμένης
†ἐσκύκληνται· διεσκεδασμένοι εἰσίν
ἐσκύλατο· διεσπάσατο
*ἐσκύλευον· ἐγύμνουν τῶν ὅπλων AS
ἐσκύλευσεν· ἐρήμωσεν (2. Macc. 9,16 ..)
ἐσκύλωσεν· ἀπὸ τοῦ σκῦλον, τὸ κεκαλύφθαι
ἐσλῶν· ἀγαθῶν (Sapph. fr. 137 L. -- P. ..)
ἐσμασσόμενος· ἐμβαλλόμενος
ἐσματτευόμενον· ζητοῦντα, ἐρευνῶντα. κακοπαθοῦντα (Hip-
pocr. Art. 38)
ἐς μέσον· τὸ δίκαιον
ἐς Μενέλαον· εἰς Μενέλαον
ἐς μέσον ἀμφοτέροισι· μεσολαβήσατε τὸ πρᾶγμα ἢ τὴν
δίκην (Ψ 574)
ἐς μέσον συνῄεσαν· εἰς τὸ φανερὸν ἀλλήλοις ὡμολόγησαν
ἐσμέν· ὑπάρχομεν
*ἐσμιλευμένος· κατακεκομμένος r. vgn
*ἑσμός· ὄχλος g. πλῆθος. συναθροισμός ASPg. κυρίως δὲ ἐπὶ
μελισσῶν ἀθροίσμασιν AS
ἔσμιον· νόστιμον
ἐσμολίω· ἐξελεύσομαι
*ἑσμός· ὄχλος [δεσμός.] πλῆθος Σ. [Κρῆτες]
ἔσμυξα· ἔφθειρα
ἐσμυριγμέναι· μεμυρισμέναι (Archil. fr. 30?)
ἐσμυρνισμένον· διασμυρνισθέντα
ἐσμυρνισμένον· χρίσματα ἔχον. σμύρνης ἐνεστυμμένον (Macc.
15,23)
ἔσμωξεν· ἐπάταξεν, ἔπαισεν
*ἔσο· γενοῦ ASvg
ἐς ὅ· †ἐξ ὅσου
ἐσόβδην· εἰς ἐμφάνειαν (Callim. fr. 218?)
ἐς ὄλεθρον· εἰς Ἅιδην
ἐσόμεθα· βιώσομεν
*ἐσομένους· γενησομένους ASv
*ἔσονται· γενήσονται (Α 546) n
*ἔσοπτρον· κάτοπτρον (Sir. 12,11) ASg
a) ἐσόρα· {βλέπε} ps b) {ἐσοπίσω}· ὄπισθεν, ὀπίσω
ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν· ἐντὸς βέλους γενέσθαι (Ε 118)
ἐς ὃ ἄν· μέχρις ὅτου. ἄχρι
*ἐσοφισάμεθα· ἐτεχνασάμεθα AS
ἐσπάθα· ... τὸ μὲν γάρ ἐστι σπάθῃ καθυφαίνειν· τὸ δὲ δια-
φορεῖν τὰ οἰκεῖα. ἔστιν οὖν διέφθειρεν. ἢ ὕφαινεν, ἀπὸ τῆς
σπάθης (Ar. Nubb. 53)
*ἐσπαθημένος· πεπυκνωμένος pΣ
ἐς πάνδοκον· εἰς τὸν πάντας δεχόμενον (Greg. Naz. c. 2, 1,
1,388)
ἐσπάραξαν· διέφθειραν
ἐσπαργάνωσε· περιετύλιξεν, ἔδησεν, ἔσφιγξε πρὸς τὴν ζώνην
ἐσπάργων· ἐν περιστάσει ἦσαν
ἐσπάρθαι· εὖ συγκεκρίσθαι
ἐσπάριξεν· ἔσπαιρεν
*ἐσπάσατο· εἵλκυσεν (1. Chron. 11,11 ..) (AS) vgp
*ἐσπασμένη· γεγυμνασμένη (1. Chron. 21,16) AS
ἕσπεο· ἠκολούθεις (Κ 285)
ἐσπερέθοντο· [ἕσπερον] ἔσπειρον
ἑσπέρια· δυτικὰ p μέρη
Ἑσπερίδων μῆλα· ἐν Λακεδαιμόνι ἄβρωτά τινα μῆλα
ἑσπέριον ξένον· τὸν ἑσπέρας ἥκοντα
ἑσπέριος· ἕσπερος
ἐσπερξάμην· ἠπείλησα. ὠργίσθην
*ἕσπερον κέλευθον· τὴν {πρὸς} ἑσπέραν ὁδόν (Eur. Or. 1003
v. l.) ASvgn
ἔς περ ὀπίσω· εἰς τὸ μέλλον (υ 199)
ἕσπερος· ὁ ἀστήρ r. S "ἕσπερος, ὃς κάλλιστος" (Χ 318) p
*ἔσπερχεν· ἤπειγεν g. ἤλαυνεν
ἔσπετε· *εἴπατε (Β 484) AS, ἐξηγεῖσθε. [ἀκολουθεῖτε n. ἱστο-
ρεῖτε. ἀκούσατε
*ἕσπετο· ἠκολούθησεν (Γ 376) AS (n)
*ἔσπευσεν· ἐτάχυνεν (Gen. 18,7) g
ἐς Πηλῆ' ἱκέτευσε· πρὸς Πηλέα ἀφίκετο (Π 574)
†ἐσπινθεύετο· ἠξήροντο†
ἔσπισε· [προσήνεγκεν, ἔθυσεν]
ἐς πλησίον ἄλλον· εἰς ἄλλον τὸν ἐγγύς, πρὸς τὸν πλησίον
(Β 271)
ἐς πόθ' ἕρπες· πόθεν ἥκεις. Πάφιοι
ἑσπόμεθα· ἠκολουθήσαμεν (Α 158)
ἑσπόμενοι· ἀκολουθοῦντες
*ἐσπωμένου· ἀποσπῶντος. ἁρπάζοντος A
†ἐσπόδηρεν· ἠσφάλισεν
†ἐσπόζεται· ἐκτένισεν
ἐς πῦρ κορίζομεν· εἰς πῦρ ἐξαίνομεν
ἕσσας· καθίσας
*ἑσσάμενος· ἐνδυσάμενος (β 3) r. gT
ἕσσασθαι· περιβαλέσθαι
ἔσσεσθαι· [ἐννηνέχθαι]
*ἔσσι· ὑπάρχεις (Α 176) n
ἕσσεν· ἐνέδυσεν (Π 680). εἷσεν, ἐκάθισεν
ἔσσευαν· ἐδίωκον
ἐσσεύαται· ἔρχονται
ἐσσεύοντο· ἔτρεχον. *ἐδίωκον. ὥρμων (Β 808) AS
ἔσσευται· ὥρμηται
ἐσσήματο· [ἐλύπησεν]
ἐσσήν· βασιλεύς. ἡγεμών
ἐσσῆαι· ἐκχέαι
ἐσσείῃ· ἐκχεύσῃ n
ἐσσήτιοι· μάντεις
ἔσσεται· γενήσεται (Α 239)
*ἐσσεῖται· ἔσται (Β 393) n
ἐσσίνευσεν· [ἐσίμηνεν]
ἐσσίταλα· πρόσοδος. ἐμπολή
ἕσσο· ἐνεδέδυσο (Γ 57)
ἑσσόν· ἱμάτιον
ἐσσοημένον· τεθορυβημένον. ὡρμημένον
*ἐσσομένοις· μεταγενεστέροις (Β 119) Sn
ἐσσοῦσθαι· ἐνηνέχθαι
*ἐσσύμενον· προθυμούμενον (Ζ 518) (A)
ἐσσυμένως· ταχέως. *προθύμως gn. ἠπειγμένως (Ο 698)
ἔσσυντο· ἐπορεύοντο. ὥρμων
ἔσσυτο· ὥρμησεν (Ξ 519) r. ἔθανεν
ἐσσύτερον· ἰσχυρότερον
†ἐσσυρευτόν· βλοσυρόν. †δοκερόν
ἐσύλα· ἀφῄρει. ἐπονηρεύετο. ἐσκύλευεν. ἐγύμνου. ἐλάμβανεν
(Ε 164)
ἐσταθευμένος· ἠρέμα ὑπὸ πυρὸς ὠπτημένος. {σταθεῦσαι}
γὰρ τὸ τῷ πυρὶ ἡσυχῆ χλιᾶναι κρέας ἢ ὁτιοῦν
ἕστα· ἐνδύματα
*ἔσται· γενήσεται (Α 325 ..) ASn. ἢ μέχρι τέλους AS
ἔσται μήν· ἔσται δή
ἕστακε· κεῖται (Eur. Phoen. 832)
ἐστάλαξεν· ἔσταξεν (Mich. 2,11)
*ἕσταμεν· ἑστήκαμεν (λ 466)
*ἐσταλμέναι· ἐστολισμέναι ἢ φοροῦσαι ...
ἐς τὰ λωπία· ἡ τῶν ἱματίων ἀγορά, ὑπὸ Ταραντίνων
ἐσταλάδατο· ἐστολισμένοι ἦσαν (Hdt. 7,90 v. l.)
†ἐστάμενον· περίστειλον
*ἔσταξεν· ἔῤῥανεν S(A)
*εσταν· ἕως οὗ. ὅτε ἄν Avg ἢ ἔστησαν (Α 535) An
ἑσταότα· ἱστάμενον (Β 170)
ἑστᾶσιν· ἑστήκασιν (Ε 196)
ἔστασαν· ἐδάνεισαν σταθμῷ
ἕστατο· ἐκάθητο
*ἐστε· ὑμεῖς ὑπάρχετε ὀξυτόνως A. βαρυτόνως δὲ γίνεσθε
ἐστείρωται· συνείληται. συνέστραπται
*ἐστείλατο· ἔπεμψεν (2. Macc. 5,1) AS
ἔστειλα· [ἔστειλα] ὁμοίως r
*ἐστείλαντο· συνέστειλαν n. ἢ ἀπέστειλαν
ἔστελσεν· ἔστειλεν
ἐστέλλετο· ἡτοιμάζετο
ἐσταλμένον· ἐξεφθαρμένον
ἐστελεχώθη· ἐπάγη
ἐστεφάνωται· περιέχει (Σ 485)
ἐστέφθαι· κεκοσμῆσθαι, ἐστεφανῶσθαι
ἔστη· στολή. Κύπριοι. ἠγέρθη, ἵστατο (Ε 108)
ἐστηλίτευται· δεδημοσίευται
ἐστήλωτο· εἱστήκει
ἑστήξεται· σταθήσεται
ἐστηρίξαντο· ἐνήρεισαν
*ἐστηρίσατο· ἐστερέωσεν (Isai. 59,16) AS
ἔστησαν· εἵλοντο
*ἑστία· βωμός. ἢ οἰκία Agn
*ἑστιάθη· εὐωχήθη. εὐφράνθη ASvgn
Ἑστίαια· ἡ πάλαι Παλλαντία ὀνομαζομένη (Β 537)
Ἑστίαι θύομεν· ἦσάν τινες θυσίαι, ἀφ' ὧν οὐχ οἷόν τε ἦν
μεταδοῦναι ἢ ἐξενεγκεῖν
*ἑστιᾶν· τρέφειν. ἀριστίζειν ASgnp
ἑστίασεν· ηὔφρανεν [ἢ τροφή]
ἑστίασις· εὐωχία. τροφή. [οἰκία]
Ἑστίας χῶρος· μέρος τοῦ ἥπατος ἐν θυτικῇ
ἑστιατήρ· ὁ †δοκιμαζόμενος
*ἑστιατορία· εὐωχία (Dan. 5,1) (Avgn) S
*ἑστιάτωρ· ὁ δειπνίζων. [ὁ εἰς εὐφροσύνην καὶ εὐωχίαν καλῶν
AS. ἤγουν τροφεύς (Phil. Ioseph. 205)
ἐστίβακα· πεπάτηκα
ἑστιᾶχος· οἰκουρός. οἰκῶναξ. καὶ Ζεὺς παρ' Ἴωσιν
ἔστιβεν· ἐπάλυνεν
ἐστιγμένην οἰκίαν· ὑποκειμένην χρεώσταις
Ἑστίη· πῦρ. καὶ ἡ γῆ. καὶ ἡ θεός
ἔστιν ἄρα· ἔστιν ὡς ἔοικεν
ἐστίχαται· ἔρχεται
*ἔστιχον· ἐβάδιζον (Π 258) ASn
ἐστιχόωντο· ἐπορεύοντο. *ἠκολούθουν. εἵποντο AS στοιχη-
δόν (Β 92)
*ἑστιώμενοι· ἐσθίοντες, εὐωχούμενοι Avg
*ἑστιῶν· ἀριστοποιῶν g
*ἑστιῶντος· ἀριστοποιοῦντος AN
ἕστο· περιβέβλητο (Ψ 67) r b
*ἐστοιβασμένη· συγκειμένη σύνθεσις (Ios. 2,6) r. ASg
ἔστ' ὅκα· ἐνίοτε παρὰ Ταραντίνοις
ἐστόμφασα· ἠλαζονευσάμην· {στόμφος} γὰρ ἡ ἀλαζονεία
ἐστόν· *ἐστίν An, ὑπάρχετε, ἐστέ (Α 259)
ἐς τὸν λιμένα· εἰς τὸν λιμένα. Ἀριστοφάνης ἐν Βαβυλωνίοις
(fr. 85). παρὰ τὴν παροιμίαν· Ἀττικὸς ἐς λιμένα. οἱ γὰρ
Ἀθηναῖοι συντόνως ἤλαυνον καταπλέοντες διὰ τὸ θεωρεῖσθαι
ὑπὸ τῶν ἐκ τῆς γῆς
ἕστορα· τὸ κοίλωμα τοῦ ἁρματίου, ἤτοι ζυγοῦ, ἔνθα ὁ τράχη-
λος τῶν ἵππων ἐντίθεται, ἢ τὸν πρὸ τοῦ κρίκου τοῦ ῥυμοῦ
{τόπον}· οἱ δὲ κατὰ Ἀρίσταρχον τὸν πάσσαλον τὸν πεπη-
γότα περὶ ἄκρον τῶν ῥυμῶν, περὶ ὃν δεσμεῖται καὶ εἰλεῖται
τὰ ζυγόδεσμα (Ω 272)
ἐστόρεσαν· ἔστρωσαν (Ω 648) (g)
*ἐστορέσθη· [ἐστορήθη]. ἐστρώθη ASvgn
ἐστόρχαζον· ἔκλειον
ἐστρέβλουν· ἐβασάνιζον
ἐστρατόωντο· ἐστρατοπεδεύοντο (Γ 187)
Ἐστρῆνες· [Σειρῆνες]
ἔστυγμαι· κατεστύγνωμαι r
ἔστυγεν· κατεπλάγη (Ρ 694)
ἔστυγον· ἔδεισαν. ἐμίσησαν. κατεστύγνασαν (κ 113)
ἐστυφέλιξε· διέσεισε (Ε 437). προεπηλάκισεν (ρ 234)
ἐστω· *γενέσθω (Α 144) ASvgn. ἀίδιον ὑπάρχον, ὕπαρξις
ἕστωρ· σφήν. ἔμβολος. γόμφος. στῦλος, ἐν ᾧ ὁ ζυγὸς προσδεῖ-
ται
*ἐσύλα· ἐγύμνου. ἀφῃρεῖτο (Δ 105) r. n
*ἐσύλευον· ἐσκύλευον (Ε 48) A
*ἐσφάδαζον· διηπόρουν. ἐφρόντιζον AS
ἐσφάλιξεν· ἔσφηλεν. ἔδησε. {σφαλὸς} γὰρ ὁ δεσμός
ἔσφαλτο· διημαρτήκει r
ἐσφαράγιζον· ἐδόνουν. μετὰ ψόφου ἤχουν (Hes. Theog. 706)
ἐσφηκωμένον· ἐσφιγμένον
*ἐσφήκωντο· ἐδέδεντο ASn, ἐσφιγμένοι ἦσαν S. συνεσφιγμένοι
(Ρ 52) Avg
ἔσφηλεν· σφαλῆναι ἐποίησεν. *κατέβαλεν ASvgn
ἐσφίκωνται· [καταπεπλεγμένοι ἦσαν, καὶ συνεσφιγμένοι]
ἐς φοινικίδα {καταξῆναι}· αἱματόῤῥυτον ποιῆσαι (Ar.
Ach. 320)
ἐς Φρεάτου· ἕν τι τῶν ἀρχαίων δικαστηρίων Ἀθήνησιν ἐν
{Φρεάτου} λεγόμενον, ἔνθα ἐκρίνοντο οἱ φυγάδες οἱ δράσαντες
ἐν τῇ φυγῇ ἀκούσιον φόνον ἑστῶτες ἐπὶ πλοίου
†ἔσφυται· εἰσπέμπεται
*ἐσχαλάα· [λυπεῖται Sg]
ἐσχάρα· βωμὸς ἰσόπεδος, οὐκ ἐκ λίθου ὑψούμενος. ἢ *ἱστία
AS. σιδηρᾶ φακαραῖα. [τὸ πῦρ, καὶ ὁ τόπος αὐτοῦ AS. χυ-
τρόπους ἢ πυρφόρον σκεῦος ASvgn
ἐσχάραι· πυραί. *ἐπὶ ἐδάφους ἀνθρακιαί rASg καὶ αἱ τῶν
γυναικῶν φύσεις. ἐξώστρας τετράγωνα
ἐσχατογοράων· [ἐσχρὰ ἀγορεύων, δημηγορῶν]
*ἐσχαρίτην· ψωμίον ἐπὶ κλιβάνου (2. Regn. 6,19) ASvg
ἐσχάριον· κοῖλον θυμιατήριον
ἔσχαρος· ἰχθῦς
ἐσχαρίτης· ἄρτος ἔγκρυπτος r
ἐσχατιά· ἄκρα, τὸ ἔσχατον μέρος ASvgn χωρίου, τὸ συνάπ-
τον τοῖς ὄρεσιν. [ἐρημία ASvgn
ἐσχατιή· ἐρημία. ἄκρα r. τελευταία
ἔσχατον· ἐσώτατον (φ 9). πρῶτον. τελευταῖον. *ὕστερον,
ὕστατον (A)
ἔσχατος Μυσῶν· παροιμία, ἣν ἐξηγοῦνται οὕτως· Μετὰ {τὰ}
Τρωϊκὰ λοιμοῦ καὶ ἀκαρπίας τὴν Ἑλλάδα κατασχόντων,
μαντευομένων περὶ τούτων, χρῆσαι τὴν Πυθίαν ἐ{πὶ τὸν
ἔσχατον Μυσῶν πλεῖν}
ἐσχάτως· ὑπεραγόντως. [ἄκρως (Men. fr. 729 Koe.) p
*ἔσχεν· ἐπέσχεν (Β 275) S
*ἐσχεδιάζομεν· ἠγγίζομεν (Bar. 1,19 v. l.) AS
ἐσχεδίασε· δυσχερές τι διέλυσεν. *ἑτοίμως εἶπεν ASn
*ἔσχεθεν· κατέσχεν (Μ 184) n
ἐσχεθέτην· συνέσχον (Μ 461)
ἔσχεν· [ὑπέσχεν], ἐπέσχεν, κατέσχεν (Men. fr. 846 Koe.)
ἐσχελύνασεν· ἐφλυάρησεν
ἐσχετλίαζεν· ἤλγει. ἐλίσσετο
*ἔσχετο· κατεσχέθη AS. ἠκολούθει S
ἐς χεῖρα· παραχρῆμα (Eur. Heracl. 429?)
ἔσχον· προσέσχον. κατήχθησαν
ἔσχοντο· κατεσχέθησαν. *ἐπαύσαντο (Γ 84) AS(vg)
ἔσω· ἐντός, ἔνδον
ἐσωληνευόμην· συμπεριεφερόμην
ἐσομματώσασθαι· εἰσηγήσασθαι
ἔσοπτρον· κάτοπτρον. [καθρέπτην r
ἐσωρῆαἱ· ὑπουργῆσαι τοὺς αὐτούς ...
ἔσωσεν· ἐῤῥύσατο, ἐλυτρώσατο (Ier. 38,7 ..)
†ἐτράβλιζον· ἔτρωγον
ἐτά· ἀληθῆ S. ἀγαθά
ἐτάζεσθαι· ἀριθμίζεσθαι. κρίνεσθαι. βασανίζεσθαι
ἔται· *ἑταῖροι n. συνήθεις. *πολῖται Snp. δημόται. φίλοι. ἐπί-
κουροι (Ζ 239. Ι 464)
*ἑταίρα· φίλη (Ι 2). πόρνη ASvg. καὶ ἑταιρεύουσα
Ἑταίρας ἱερόν· τῆς Ἀφροδίτης Ἀθήνησιν. ἀπὸ τοῦ τὰς
ἑταίρας καὶ τοὺς ἑταίρους συνάγειν
*ἑταιρήσας· πορνεύσας r. ASvg
Ἑταιρεῖος· Ζεὺς ἐν Κρήτῃ (Hdt. 1,44,2)
ἑταιρίζειν· συνεργεῖν (p) s
*ἑταιρικῆς· πορνικῆς A
ἑταιρικός· πρὸς ἑταίρας εὐφυής
*ἑταιρίδων· πορνῶν (Ose. 4,14 ς#) AS (vg)
ἑταιρίσαιτο· συνεργὸν λάβοι (Ν 456)
*ἑταιρίστριαι· τριβάδες ASvg
ἑταιρίσοιτο· [προσλάβοιτο]
ἑταῖροι· φίλοι· "κακά περ πάσχοντες ἑταῖροι" (μ 271). καὶ συν-
εργοί. ναῦται (Α 179)
ἑταῖρον· συνεργόν. *φίλον (Δ 491) Ag. παράνυμφον A
*ἑταῖρος· ὁ φίλος A {καὶ ἕταρος ὁ αὐτός} r.
ἑτερόφθαλμος· [μονόφθαλμος]
Ἐταιφίλη· ἡ Περσεφόνη r
ἐτάθη· διέτριβεν. [ἐτάθη]. [ἡπλώθη r. ἐκρεμάσθη
ἐταλαιπώρησα· ἐκακοπάθησα (Ps. 37,7) r
*ἐταλάνισα· τάλας, ἄθλιος· παρὰ τὸ ὑπομένειν A τὰ ἀβού-
λητα. [ἐθρήνησα Avg
*ἐτάλασας· ὑπέμεινας (Ρ 166) Sb
ἐτάλασεν· ἐτόλμησεν. ὑπέμεινεν
ἔταμον· ἐποιησάμην s
ἔταμνον· ὁμοίως
*ε τανηλεγέος· μακροκοιμήτου (Θ 70) AS
ἐτανθόριζον· [ἔτρεμον]
ἐτανόν· ἀληθῶς. σφόδρα
ἐτανταλίχθη· ἐσείσθη
ἐταντάλιζεν· ἔτρεμεν
ἐτανύσθη· ἐξετανύσθη, *ἡπλώθη (Η 271) r A
ἐτάρβει· ἐδεδίει
*ἑτάρη· φίλη ἑταίρα. συνεργός (Δ 441) n
ἑταρίσσαιτο· ἑταῖρος, συνεργὸς γένοιτο (Ν 456)
ἐτάρπη· ἐπλήσθη, ἐκορέσθη
ἔτας· τοὺς κατ' ἐπιγαμίαν οἰκείους. καὶ πολίτας (Ζ 239)
ἔτασιν· ἐξέτασιν ἢ βάσανον (Iob 31,14)
ἐτασμός· ἐξέτασις. ἢ ὁ ἀριθμὸς παρὰ τοῖς Πυθαγορικοῖς
†ἐταυτῶς· ἀληθῶς
ἔταφεν· ἐθαύμασεν. ἐθάμβησεν
ἐτεα· ἔτη p. ἀγαθά. ἀληθῆ (Υ 255)
ἐτεὰ τύχη· ἀγαθὴ τύχη
ἐτεαὶ τύχαι· ἀληθεῖς τύχαι
ἐτεθήλει· ἔθαλλεν
ἐτεθήπεα· ἐξεπλάγην. ἐθαύμασα (ζ 166)
ἐτεθήπει· ἐξεπέπληκτο. ἐτεθαυμάκει
ἔτεια· ἐπέτεια. νέα
*ἔτειον· τὸ κατ' ἔτος AS, ἐτήσιον (Eur. Rhes. 435)
*ἔτειρε· κατεπόνει (Ε 796) ASvg. ἠνία
ἐτεκμήραντο· ἐπὶ τέλος ἤγαγον (Ζ 349)
ἐτεκμηρίωσεν· ἐβεβαίωσεν
ἐτεκνώθη· τέκνον ἔσχεν (Eur. Phoen. 868)
*ἐτεκτήνατο· κατεσκεύασεν r. Sp (Avg)
ἐτεκτόνουν· κατεσκεύαζον οἱ τέκτονες
ἐτέλεθεν· ἐγένετο
*ἐτέλει· ἐτέτακτο ASgn
*ἐτελείετο· συνετελεῖτο (Α 5) (An)
*[ἔτελλεν· ἔπεσεν AS]
ἐτελέσθη· ἐγένετο (Ο 228) r
*ἐτελέσθησαν· μετέσχον ASvgn. ἐκοινώνησαν (Ps. 105,28) Sv
ἐτέλεσεν· ἔλαβεν. ἐπλήρωσεν (Δ 160)
*ἔτελλεν· ἔλεγεν ASn. ἐπέτασσεν, προσέταττεν (Α 25)
ἐτελεσιούργει· ἐτελείου. ἔτελλεν
ἐτέλει· ἐλάμβανεν. ἐπλήρου
ἐτελίς· χρύσοφρυς ὁ ἰχθῦς
†ἔτεμεν· ἤμελγεν
Ἐτεοβουτάδαι· γένος Ἀθήνησι πάνυ λαμπρόν
Ἐτεόκρητες· οἱ αὐτόχθονες (τ 176)
ἐτεόν· *ἀληθές (Β 300) SbpsT. ἐπέτειον. ἢ νέον. πρόσφατον
ἐτεοδμώων· τῶν εὖ {καὶ} γνησίως δουλευόντων (π 305 v. l.)
ἑτεραλκέα δῆμον· τοῖς ἑτέροις τὴν ἀλκὴν διδοῦντα. ἢ τὸν
παρεχόμενον ὄχλον εἰς βοήθειαν (Ο 738)
ἑτεραλκέα νίκην· ἑτεροκλινῆ Spg, ἑτερορρεπῆ. τὴν τοῖς προ-
τέροις νενικημένοις ἀλκὴν περιποιοῦσαν (Θ 171)
ἑτερεγκεφαλᾶν· παραφρονεῖν (Ar. fr. 778)
ἑτερήμεροι· διηλλαγμένοι. παρ' ἡμέραν ζῶντες (λ 303)
*ἑτερήμερος· ὁ μίαν παρὰ μίαν ἡμέραν ... (Greg. Naz. c. 1,
2,15,31) vgn
ἑτερήρυσμος· οἶος, μονότροπος
ἑτερήρεα· ἀμφίβολα
ἑτερήσας· [πορνεύσας]
ἑτερόκλιτον· ἐφ' ἑτέρῳ [ἕτερον] κείμενον κανόνι. ἑτέρωθεν
κεκλιμένοι καὶ {οὐ} συνέχοντες
ἑτερόγναθος· σκληρόστομος. ἀπειθής. ἐπὶ τῶν ἵππων (Xen.
r. equ. 1,9)
ἑτερόζυγοι· οἱ μὴ συζυγοῦντες
ἑτερογενές· ἀλλογενές, ἀλλόφυλον
(*)ἑτερόδοξος· ὁ αἱρετικός
*ἑτεροδοξία· τὸ ἄλλως δοξάζειν ἤπερ ἔχει ἡ ἀλήθεια Avgp
ἑτερόθρουν· ἀλλόφυλον
ἑτεροῖον· ἀλλοῖον r (ps)
*ἑτεροίως· ἄλλως πως ASvg
ἑτεροκλινές· πλάγιον. καταρρεπές
Ἐτεοκληείης· τοῦ Ἐτεοκλέους (Δ 386)
ἕτερον· ἄλλον. ἢ ἀλλοῖον. ἢ ἓν τῶν δυοῖν. ἢ ἀριστερόν. νέον.
δεύτερον
ἑτερομάσχαλος· χιτὼν δουλικὸς ἐργατικός· ἀπὸ τοῦ τὴν
ἑτέραν μασχάλην ἔχειν ἐῤῥαμμένην
ἕτερον πόδα· τὸν ἕνα πόδα [πόδα] τὸν εὐώνυμον
*ἑτερορεπές· ἐπὶ τὸ ἕτερον ῥέπον καὶ βαροῦν (AS)
ἑτερόρυσμα· ἀνόμοια
ἑτερομόλιος δίκη· εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον
ἐτέρορεν· [ἐτρύπησεν. ἐνέγλυψεν. ἔτεμεν. ἔφρασεν. ἔξυσεν]
*ἑτέρωσε· εἰς τὸ ἕτερον μέρος (π 179) r. ASvg
ἑτερόστοιχα· ἀσύμφωνα
ἑτερουατίδα· τρυβλίον μόνωτον
*ἑτερόφθαλμος· μονόφθαλμος (Dem. 24,141) ASvgn
*ἑτεροφυές· ἀλλοφυές vg
ἑτερόφυλος· ἀλλόφυλος
*ἐτέρσατο· ἐξηράνθη ASn
ἔτερσεν· ἐφόβησεν
*ἐτέρσετο· ἐξηραίνετο (Λ 267) ns
*ἑτέρωθεν· ἀλλαχόθεν Avgn. ἐκ τοῦ ἐναντίου (Α 247)
ἑτερώνιον· ὡσαύτως ἑτέρωθεν, ἀλλαχόθεν, [εἰς τὸ ἕτερον
μέρος]
*ἑτέρωσε· εἰς τὸ ἕτερον μέρος (Δ 492) ASvgn
*[ἔτεσιν· ἑταίροις. πολίταις] AS
ἐτεστράφησαν· [ἔκλιναν]
*[ἐτεταί· οἱ πολῖται] AS
ἐτέταλτο· ἐντεταλμένον ἦν, ἐπετέτραπτο (Β 643)
*ἔτετμε· κατέλαβεν AS(g), εὗρεν (Δ 293)
*ἐτετάχατο· [τετραμμένοι ἦσαν, ἢ] τεταγμένοι {ἦσαν} An (vg)
*[ἐτετάχοντο· ὁμοίως] S
ἐτετεύχατο· πεποιημένοι {ἦσαν} (Λ 808)
ἐτέτυκτο· κατεσκεύαστο. ἦν (Ε 78)
ἐτέτυξο· ἐτύγχανες (Μ 164)
ἐτήτυμον· ἀληθές (Α 558). ἢ ἀληθῶς
ἐτεύξατο· ἔτυχε. κατεσκεύασεν
*ἔτευξε· τὸ αὐτό (Σ 483) Ss
*ἔτευχεν· ἐποίει (Ν 209 ..) n
*ἐτέφρισεν· ἐνέπρησεν (AS)
ἐτεωνεῖ· ἀληθεύει
ἐτεώνια· ἀληθῆ
Ἐτεωνός· πόλις Βοιωτίας (Β 497)
ἔτη· χρόνοι r
*ἐτήσιον· κατ' ἔτος γινόμενον (Eur. Alc. 336) g
*ἐτήτυμος· ἀληθής (Χ 438) AS
*ἐτητύμως· ἀληθῶς A
*ἔτι· πάλιν S. ἀκμήν r. AS
*ἓ ταρχύσωσιν· αὐτὸν θάψωσιν (Η 85) AS
*ἐτισεν· ἐτίμησεν (Α 354) vg
ἐτιθηνήσατο· ἔθρεψεν r
ἐτιθήνευσεν· ἐτρόφησεν. ἐτιθηνήσατο
*ἐτιμησάμην· τιμῆς ἄξιον ἡγησάμην AS
*ἐτιμογράφησεν· ἐγγράφως καὶ ὡρισμένως αὐτοὺς ἐζημίωσεν
(4. Regn. 23,35) AS
*ἐτίναξεν· διέσεισεν (Ν 243) S
*ἐτίομεν· ἐτιμῶμεν (Ε 467) n
*ἔτισας· ἐτίμησας (Α 244) A
*ἐτίσατο· ἐτιμωρήσατο (Β 743) ASvg
*ἐτίταινεν· ἔτεινεν ASn. εἷλκεν (Θ 69) S
*[ἐτίταλλον· ἔτρεφον] r. AS
*ἐτιτίει· ἐτίμα AS
*ἐτιτρωσκόμεθα· ἐβαλλόμεθα AS (vg)
ἐτήτυμα· ἀληθῆ (Hes. op. 10). ἢ ἀλλαχοῦ ...
*ἔτλης· ὑπέμεινας (Ρ 153) r. ASvgn
ἔτμαγον· [ἐφοβήθησαν]. ἔτεμον r
ἔτμηξεν· διεῖλεν. διεσκέδασεν
ἐτνήρυσις· ἔπαιξεν Ἀριστοφάνης (fr. 779), ἀντὶ {τοῦ} φάναι
τὴν †σανίδα τὴν ἐτνήρυσιν εἰπών· παρὰ τὸ ἔτνος. ἔστι δὲ
ἐτνήρυσις ...
ἐτνίτας ἄρτος· οὕτως ὁ λεκιθίτας
ἔτνος· ἐρεγμός. ἕψημα ἀθηρῶδες p *καὶ εἶδος ὀσπρίου ASvg.
[{ἔτνη δὲ πῦρ ὡσεὶ ποταμὸς χεόμενον ἐν Σικελίᾳ] (ASvg)
ἕτοιμος· εὔτροπος. ηὐτρεπισμένος (Σ 96). ταχύς
ἐτονθόρυζον· ἐψιθύριζον r
*ἐτόπαζον· ὑπενόουν. ὑπώπτευον S(n)
*ἔτορεν· ἔτρησεν r AS. ἔτρωσεν. διέτρησεν (Λ 236)
ἔτος· ἐνιαυτός (α 16 ..)
ἐτός· μάτην r p
†ἔτουσα· σταλαγμός
ἔτραπεν· παρέτρεψεν ἀλλαχόσε (Ε 187)
ἔτραπεν· ἐνίκα
*ἐτράπετο· ἐτρέπετο (Α 199)
ἔτρεψεν· ἐπέτρεψεν. ἠπάτησεν. παρέτρεψε (Δ 381) Ἀρχί-
λοχος (fr. 166?)
ἔτρεμεν· ἐφοβήθη (Κ 390)
ἔτριβον· κατανήλισκον
ἐτριακάδιξεν· εἰς τριακάδας ἐνέγραψε. Σικελοί
*ἐτρέψατο· ἐφυγάδευσεν (Ex. 17,13) ASvgps
ἐτρίβην· συνετρίβην
ἐτρόπωσεν· ἐνίκησεν, κατέβαλεν (Iud. 20,35 v. l. ..)
*ἐτροφοφόρησεν· ἔθρεψεν (Deut. 1,31) r. ASvg
ἐτρύγη· ἐξηράνθη, ἐπὶ λίμνης
ἐτρύφη· ἐκλάσθη. διέπεσεν
*ἐτρύχοντο· ἐταλαιπώρησαν. κατεπονοῦντο (Sap. 11,11) ASvg
*ἐτρώθη· ἐπλήγη r. AS
ἔτρωσεν· ἔβλαψεν. ἔφθειρεν (Eur. Hipp. 392)
ἔττασαν· ἔστησαν
ἐττημένα· σεσησμένα (Pherecr. fr. 211)
ἐττία· ἑστία
ἐττῶν· ἐκ τῶν
ἐτύγχανεν· ἐπετύγχανεν (ξ 231)
*ἐτύθη· ἐσφάγη r ASvg
*ετυκτο· ἐτύγχανεν ASn
ἐτύλιξεν· ἐνείλησεν r
†ἐτυμᾶναι· σιτοποιῆσαι
ἐτυμβοχόησεν· ἔθαψεν
ἐτυμόδρυς· ἡ τὰς γλυκείας βαλάνους ἔχουσα
ἔτυμον· ἐτήτυμον, *ἀληθές ASnp
ἐτυμώνιον· ἀληθές
ἐτύμως· ἀληθῶς (Eur. Or. 1357) p
*ἐτυμπανίσθησαν· ἐκρεμάσθησαν ASvg. ἐσφαιρίσθησαν (Hebr.
11,35) S
*ἐτυρώθη· ἐσκληρύνθη (Ps. 118,70) r. ASvg
ἐτύφωσεν· ἐνέπρησεν r
*ἐτύχθη· ἐποιήθη n. ἐγένετο ASvgn. κατεσκευάσθη vgn, ἐτε-
λειώθη (Δ 470) [ἐπτοήθη]
*ἐτύχθης· ἐγένου gn. καὶ τὰ ὅμοια
ἔτυψεν· ἔθιγεν
*ἐτώσια· μάταια. ἄπρακτα (χ 256) ASvg. [ἀληθῆ]
*εὖ· καλῶς (Β 253) ASvg. ἰσχυρῶς. δασέως δὲ [αὐτοῦ S. ἢ
αὐτῆς (Ω 293 ..)
εὖα· ἐπευφημιασμὸς ληναϊκὸς καὶ μυστικός. καὶ {ἔα}
εὐαγγέλια· μηνύματα. κηρύγματα (2. Regn. 18,25 ..)
Εὐάγγελος· ὁ Ἑρμῆς
*εὐαγές· ἁγνόν vg. καθαρόν (s). εὐσεβές, ὅσιον vg. εὔοπτον (S).
ἅγιον
εὐάγκαλον· εὐβάστακτον r εὐπροσαγκάλιστον (Aesch. Prom.
350)
*εὐαγοῦς· ὁσιωτάτης ASvgn
*εὐάγωγον· εὐχερές Avgn. καλῶς, εὐκόλως ἀγόμενον ASp
*εὔαδεν· ἤρεσκεν (Ξ 340) ASn. ἢ ἀρέσκει
εὐαές· εὔπνουν (Soph. Phil. 828)
εὐαδής· [εὐήνεμος. οἱ δὲ {εὐαής}]
εὐαεῖ· εὐκράτῳ
*εὐάζει· θρηνεῖ (A), καλῶς ὑμνεῖ (AS), ἐπιφθέγγεται ASbs
εὐαής· εὐήνεμος
εὐαίων· ἀγήρως. εὔμοιρος
*†εὐαλῶς· εὐχερῶς θηρώμενος ASn
εὐαλδῆ· εὐαυξῆ
Εὐαλωσία· Δημήτηρ, ὅτι μεγάλας τὰς ἅλως ποιεῖ καὶ πληροῖ
εὐάλωτον· εὐθήρατον (Prov. 24,63) r. g
εὐαμερία· θεοσημία
εὐάν· ὁ κισσός, ὑπὸ Ἰνδῶν
Εὐάνασσα· ἡ Δημήτηρ
*εὐανδρείας· καλῆς ἰσχύος (2. Macc. 8,7 ..) ASvg
εὐανδρία· πλῆθος νέων
a) εὐανδρίας ἀγών· ... b) ... βάραθρον οὕτως ἐκαλεῖτο ἐν
τῇ Θεσπρωτίᾳ
εὐάνθεμον· ἠράνθεμον
*εὖ ἂν ἔχοι· καλῶς ἂν ἔχοι Avg
εὐάνιος· ὁ μηδενὶ ἀνιώμενος. πρᾷος. πειθήνιος
*εὐάντητος· καλῶς ὑπαντῶν ASPvgn
*εὐαπόδεικτος· φανερός ASvgp
εὐάρεστον· πάνυ ἀρέσκοντα
†εὐάρητος· †ὄνειρος εὔτακτος
εὐαρχιῶ· ἀπάρξομαι
εὐαρχίσασθαι· ἀπάρξασθαι
εὐάρης· [εὔοπτος]
Εὔας· Διόνυσος
*εὐαφές· εὐμάλακτον r. Avg (S)
*εὗ ἀφείδησεν· †ἀφρόντισεν αὐταῖς †ἰσχυρόν A
†εὐάσκεται· εὐωδεῖται
*εὖ βεβηκότι· εὐσταθεῖ (ASvgn)
*Εὐβοίας μυχόν· τὸ ἐνδότατον τῆς Εὐβοίας (Eur. Troad. 84)
AS
Εὐβοεύς· ὁ Παλαμήδης, ὁ πολλῶν εὑρετής· ἢ ἐπίφθονος
Εὐβοίης· ὄνομα τῆς Τυχίου μητρός
εὐβοϊκά· τὰ καστάνια
εὐβοσίης· εὐτροφίας
*εὔβοτοι· εὔτροφοι (Avgn). εὐανθεῖς (ο 406) (AS)
Εὐβουλεύς· ὁ Πλούτων παρὰ [δὲ] τοῖς πολλοῖς, ὁ {δὲ} Ζεὺς
ἐν Κυρήνῃ
*εὐβουλία· φρόνησις Ss (An), σύνεσις (Eur. Phoen. 721)
*εὔβουλος· φρόνιμος s, συνετός (Eur. Rhes. 105) S (An)
εὐγάλακτες· εὔτροφοι
εὔγαμος· ἐπίθετον Ἀθηναίων
*εὖγε· καλῶς. ὁσίως (Iob 31,29 ..) Avgs
εὐγενής· ἐλεύθερος τῷ γένει (Eur. Phoen. 442 ..)
εὐγένιος· εὐγενής. καὶ εἶδος ἀμπέλου
εὐγενέστατος· εὐγενέστερος τῷ γένει
*εὐγηρότατος· καλὸς γέρων ASvg
εὔγματα· καυχήματα (χ 249)
*εὐγμένος· εὐξάμενος ASgn
εὐγνάπτοις· καλῶς κατεσκευασμένοις (σ 294)
*εὖ γνοίης· εὖ μάθοις AS
εὐγνωμόνως· εὐδιαθέτως (Clem. Al. Strom. 5,722 P.)
*εὐγνωμοσύνη· εὔνοια (Esth. 8,12 f) vg (AS)
*εὔγνωστος· δῆλος, φανερός (Prov. 3,15 ..) ASn
*εὐδαιμονεῖ· εὖ πράττει (Eur. Andr. 420) Avgn
εὐδαίμονες· θεῖοι. μακάριοι
*εὐδαιμονία· πλοῦτος. μακαριότης, εὐτυχία ASg
*εὐδαιμονίζει· μακαρίζει r. A
εὐδαίμων γῆ· ἔχουσα πλοῦτον, Ἀραβία
Εὐδαλαγῖνες· αἱ Χάριτες
εὐδάμας· εὐδάμαστος
Εὑδάνεμος· ἰθαγενεῖς παρὰ Ἀθηναίοις
εὖ δ' ἀσπίδα θέσθω· εὐθετισάτω τὴν ἀσπίδα (Β 382)
εὖ δέ· καλῶς δέ (Β 383)
*εὗδε· ἐκοιμήθη (Κ 155)
εὐδαρκής· εὐόφθαλμος ps
εὐδείελον· εὔδηλον. εὖ πρὸς δείλην κείμενον, οἷον πρὸς δύσιν.
[εὐπεριόριστον (β 167 ..) p
*εὕδειν· καθεύδειν n, κοιμᾶσθαι
εὐδείπνοις· θυσία τις παρὰ Ἀθηναίοις ἐπ' Ἠριγόνης. καὶ αἱ
τοῖς νεκροῖς ἐπιφερόμεναι σπονδαί, ἤγουν χοαί (Aesch. Choe.
485)
εὕδεις· κοιμᾶσαι (Β 23) (n)
εὕδῃσι· ἡσυχάζῃ (Ε 524)
*εὔδια· εἰρηνικά n
*εὐδιάβολον· διαβολῆς ἄξιον Avg
εὐδίαιον· τὸ γυναικεῖον μόριον· ἀπὸ τῶν ἐν τοῖς πλοίοις γινο-
μένων τρημάτων διὰ τοὺς ὄμβρους. οἱ δὲ τὸν βρόχον ... ἢ
τὸν χείμαρρον εὐφημιζόμενοι
εὐδιάλλακτος· ταχέως καὶ καλῶς διαλλαττόμενος
εὐδικίας· δικαιοπραγίας. δικαιοσύνας (τ 111)
*εὐδινά· πραέα. [πραέα] κατεσταλμένα ASvg
εὔδιον· ὃν ἡμεῖς σκεπεινὸν τόπον
εὐδιόωσαν· γαληνιῶσαν n
εὔδμητον· εὖ κατασκευασμένον. *εὖ ᾠκοδομημένον (Α 448)
Svn (Ag)
εὐδόκησαν· ἐβούλοντο, *ἠθέλησαν (g). ἠγάπησαν (Iud. 19,25
v. l.)
*εὐδοκία· παρὰ τὸ καλῶς καὶ εὖ δεδόχθαι προσαγορεύεται
(Sir. 1,27) Avg
εὐδοκιμεῖ· {χρησιμεύει} r
*εὗδον· [ἔλεγον n]. ἐκοιμῶντο An, ἐκάθευδον (Β 2) (g)
εὕδοντι δ' αἱρεῖ πρωκτός· παροιμία ἀπὸ τῆς {εὕδοντι
κύρτος αἱρεῖ}. λέγουσι δὲ ὅτι, ὅταν τοὺς κύρτους καθῶσιν,
αὐτοὶ μὲν καθεύδουσιν, ὁ δὲ κύρτος αἱρεῖ τοὺς ἰχθῦς. Κρατῖνος
Ἀρχιλόχοις (fr. 4)
*εὐδράνεια· ἰσχύς (Sap. 13,19) g
εὐέδρως· εὐθέτως. βεβαίως
*εὖ δρῶσι· καλῶς ποιοῦσιν Avgn
†εὐδυκήμερος· εὔστοχος
Εὐδώρου σύλας· ἱερόσυλος ὁ Εὔδωρος (Com. ad. fr. 754)
†εὔεδνα· ἀγλαΐα
Εὐδωσώ· ἡ Ἀφροδίτη ἐν Συρακούσαις
εὐέθωκεν· εἴωθεν
*εὐειδέα· εὔμορφα (Γ 48) AS (n)
*εὐΐους· Διονυσιακούς (Eur. Bacch. 238) AS
εὐείκαστος· εὔκολος εἰς τὸ εἰκασθῆναι r
*εὔεικτον· εὐπειθῆ r. ASvg
*εὐεκτεῖ· εὐρωστεῖ. ὑγιαίνει (Prov. 17,22) ASvg
*εὐεκτικῶς· σχετικῶς ASvg
εὖ εἱμένος· εὖ ἠμφιεσμένος (ο 331)
εὐέλιον· ἐλλιπὲς ἐν ἱερείῳ
εὐείρῳ· εὐπόκῳ
†Εὐελίδης· αὐθάδης. καὶ ὁ Ζεὺς ἐν Κύπρῳ
†εὐελιέστερα· εὐάγωγος
εὔελον· εὐήλιον
*εὐέμπτωτος· εὐχερῶς πίπτων AS(vg)
*εὖ ἐντύνασα· εὖ κοσμήσασα (Ξ 162) A
*εὐεξία· ὑγίεια r ASvg. εὐφυΐα
*εὔεξος· εὐφυής ASn
*εὐεπής· εὔλαλος r. gS (Avgn)
εὐεπιβούλευτος· ῥᾳδίως καὶ εὐχερῶς ἐπιβουλευόμενος
εὐεπίγνωστος· εὐκατάληπτος
εὐεργέα· καλῶς κατασκευασμένα (θ 567 v. l.)
Εὐεργεσία· Ἥρα ἐν Ἄργει
*εὐεργέος· εὖ εἰργασμένου (Ε 585) S
εὐεργέτης· *ἀγαθοποιός r. APn. ἢ Διονύσου ἐπίθετον
εὐεργία· τορύνη. εὐπιστία
εὐερκείας· ἀσφαλείας (Plat. legg. 6,778 c)
εὐερκέος· εὐστίχου. εὐπεριβόλου (Ι 472)
εὐερκές· ἀσφαλές
εὐερμία· εὐτυχία. ἔμπαλιν δὲ {δυσερμία} ἡ δυστυχία
εὐερμής· εὐτυχής
*εὐερνές· εὐθαλές A, καλῶς βλαστῆσαν
*εὐερνέστατα· εὐστελεχῆ AS
*εὐερνεῖς· καλῶς βλαστάνοντες A
εὐερνής· εὐμήκης r
εὐεστώ· εὐθηνία· ἀπὸ τοῦ {εὖ εἶναι}. καὶ εὐδαιμονία· ἀπὸ τοῦ
εὖ {ἑστάναι} τὸν οἶκον. ἢ ἀπὸ τοῦ δαψιλεῖν τὰ πρὸς τὸ ἐς-
θίειν. εὐετηρία
*εὐετηρία· εὐθηνία q ASvg. καλὸς ἐνιαυτός SPn. ἢ καλῶς δια-
κεῖσθαι q ASvg. καλοκαιρία n
εὐδές· [εὔυπνον, εὐήνεμον]
εὔζηλος· ἐπὶ καλῷ ζηλουμένη
*εὐζωΐα· καλὴ ζωή (g) Ps
*εὐζωΐου· καλῆς ζωῆς ASn
*εὔζωνοι· εὔοπλοι Svg ἔνοπλοι (Ios. 4,13)
εὐζώνοιο· καλῆς n. ἀπὸ μέρους (Α 429)
εὔζωνος· εὔτοκος. καλή
εὐζώνως· εὐστόλως. μὴ ἔχων φορτίον
*εὔζωρον· εὐκέραστον (Eur. Alc. 757) ASvgn
*εὐηγενέος· εὐγενοῦς (Λ 427) ns
εὐηγενέων· εὐγενῶν. εὐδαιμόνων (Ψ 81)
εὐηγεσίη· εὐαρχία. εἰ μὲν δασέως παρὰ τὸ {εὖ ἡγεῖσθαι}· εἰ
δὲ ψιλῶς εὐδαιμονίας. {Ἠγὸν γὰρ τὸν} †εὐδαίμονα Ἴωνες λέγου-
σιν (τ 114)
*εὐηγορεῖν· εὐλογεῖν (ASgns)
*εὐηγορία· καλολογία r. ASPps. καλορρημοσύνη ASPps
*εὐήθεια· μωρία, ἄνοια r. ASvgn
εὔηθες· ἁπλοῦν. *μωρόν, ἀνόητον ASvg. ἀσύνετον (2. Macc.
2,32)
*εὐήθης· βλάξ. χρηστοήθης q ASv. ἀνόητος r. ASvg
εὐήθης γύη· καλὰς †ὑπ' αὐτὸ ἔχουσα διατριβάς
εὐήθως· ἀνοήτως r
*εὐήκεος· τῆς καλῶς ἠκονημένης (Χ 319) ASn
εὔηκες· [εὐήκοον.] ὀξύ. εὐεκτοῦν. εὖ ἠκονημένον. ἀκμάζον.
εὐρωστοῦν. εὔπλευρον
εὐηκέστατοι· εὖ ἥκοντες
εὐήκης· ἀκμάζουσα. εὐεκτοῦσα. [εὐήκοος]
εὖ ἥκων· πλουτῶν. εὖ πράττων. σῳζόμενος. εὐδαίμων
εὐηλάκατος· περὶ βέλη ἢ ἔργα εὐπρεπής
εὐήμικτον· [εὐπαγές]
εὐήλατον· *καλῶς ἐληλαμένον ASp, ἢ ἐλαυνόμενον r
εὐήλατος· ὁ πεδεινὸς καὶ εὐάροτος χῶρος. εὐέλατος
εὐημερία· εὐδαιμονία r
εὐημονία· ἐμπειρία ...
Εὐηνίνης· Εὐήνου θυγατρός (Ι 557)
εὐήνιον· *καλῶς ἡνιοχούμενον r. ASvg. ἐπὶ μηδενὶ ἀνιώμενον,
πρᾷον
*εὐηνέμους· εὐδινούς. καλούς. ἀχειμάστους AS
εὐήνορα· ἀγαθά. λαμπρά. ὀνήσιμα
εὐήνορα χαλκόν· τὸν εὖ εἰς ἀνδρείαν διατιθέντα ἐν τῷ κα-
θοπλίζεσθαι. εὐόρατον. καλόν. λαμπρόν, στίλβοντα (ν 19)
Εὔηνος· ποταμὸς Αἰτωλίας (Hes. Theog. 345)
*εὐήνυτα· εὐκατόρθωτα ASvgn
εὐηπελεῖς· πρᾷοι. εὐήνιοι
εὐηπελία· εὐθηνία. εὐεξία (Callim. h. Cer. 136) r
εὐήρεας ἵππους· εὐαγώγους. καὶ [εὖ ἡρμοσμένους S
εὐῆρες· εὐέλαστον. εὖ πεποιημένον πρὸς τὸ ἐρέσσειν (λ 129)
εὐηργημένοι· τετορυνημένοι
εὐηρότατον· εὔδιον. καλὴ γῆ S. εὐήροτον. *εὔγειον An
εὖ ἴσθι· καλῶς γίνωσκε
*εὖ ἤσκηται· καλῶς κατεσκεύασται (Κ 438) AS
εὐητηρία· [εὐδαιμονία. καλὸς ἐνιαυτός]
εὐήτριον· εὐκοίλιον
εὐηφενέων· εὖ πλουτούντων (Ψ 81 v. l.)
εὐηχές· εὔφωνον. εὔφημον ps
εὐήρεια· εὐχέρεια. εὔπλοια
εὐθαλέοντι· εὐδαιμονοῦντι
†εὐθαλεῖς· εὐθησαυροφύλακες†
εὐθεῖν· ἐλθεῖν s
εὐθενεῖν· εὐπαθεῖν
εὐθενής· εὐπαθοῦσα. ἰσχυρά
εὔθῃ· ἥκῃ
εὐθέρα· μέρος τι τῆς νεώς
εὐθετίζει· εὖ διατίθησιν, ὀρθῶς
εὐθήμονα· εὔθετον. εὐσχήμονα
*εὐθηνῶν· καὶ εὐδαιμονῶν, [πλουτῶν (Iob 21,23 ..) AS
*εὐθίκτως· εὐψηλαφήτως (2. Macc. 15,38) r A (S)
*εὔθραυστα· ἀσθενέστερα (Sap. 15,13) AS (g)
*εὐθρόοισιν· εὐήχοις ASvg
εὐθύ· ὀρθόν. ἁπλοῦν. ἐγγύς. παραχρῆμα. εἰς εὐθεῖαν
*εὐθυβόλῳ· πλεομένῳ ἐξ εὐθείας ASn
*εὐθυβόλως· εὐστόχως r. An. εὐσκόπως n
εὐθύδημον· ἁπλοῦν δημότην. Εὐριπίδης Ἀντιόπῃ (fr. 227)
*εὐθυεπείαις· ὀρθολογίαις (A) vgp
εὐθύκαινα· ἡ σχοῖνος· διὰ τὸ {εὐθέως κτείνειν}. καὶ δύναται
εἶναι {εὐθύκταινα}
εὐθυκρέων· παχύς
εὐθυκτέανον· εὖ πεφυκυῖαν, εἰς ὀρθόν
εὐθυμία· εὐθημοσύνη. [ἀμεριμνία n χαρά
εὔθυμον· ἁπλοῦν. εὔπνουν. εὐμενῆ. καλῶς διακείμενον
εὔθυμος· καλόψυχος. [εὔψυχος (Avgn) S
εὔθυνα· δικαία διόρθωσις. ἐξέτασις
*εὐθῦναι· ἐξετάσαι. διορθῶσαι ASg
*εὐθύνας· τιμωρίας. δίκας ASvg. τὸ δοῦναι λόγον ἐφ' ἑκάστῳ
ἁμαρτήματι ASP. [Ἀριστοτέλης ἐν τῇ Πολιτείᾳ (rep. Ath.
56,1)· Λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέ-
μαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται, καὶ οὗτοι δοκιμάζονται
ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν, καὶ εὐθύνας διδόασιν
ἐπὰν παρεδρεύωσιν]
*εὐθυνθῇ· δικασθῇ AS (vg)
εὐθύνει· διοικεῖ. ἐλέγχει. ζημιοῖ. κυβερνᾷ
*εὐθύνοιτο· κρίνοιτο ASvgn
†εὐθύνιον· εὔτακτον. εὐπειθές
εὐθύνονται· κρίνονται. *[ἐρωτῶνται. δίκας εἰσπράττονται
AS(p), ἢ ἀπαιτοῦνται n. ἢ ἡνιοχοῦνται
εὔθυνος· εὐθυντήρ. δικαστικός. [χρεώστης n. κυβερνήτης.
διορθωτής
εὐθυντής· τὰ αὐτά. καὶ {εὐθυντήρ} r
εὐθυντηρία· τὸ ἐν τῷ ἐδάφει σύμμαγμα ὑπὸ τῶν ἀρχιτεκτό-
νων. καὶ μέρος τι τῆς νεώς
εὐθύνω· τιμωροῦμαι
*εὐθυρρήμων· ἑτοιμολόγος ASnps
εὐθύς· ἀντίον
εὐθύτριχας· ὀρθότριχας
εὐθυφερές· εἰς ὀρθὸν φερόμενον
*εὐθὺ φέρεσθαι· ἐναντίον ὁρμᾶν AS
†εὔϊα· δέδια†
εὐϊάδες· ἄμπελοι Ss
εὐϊσατία· εὐπιστία s
εὔϊρον· πρόβατον μαλακόν
εὐΐλατος· ἵλεως (Ps. 98,8)
*εὐϊλατεύειν· εὐμενῆ εἶναι (Deut. 29,20) ASvgn
*εὖ ἴσθι· καλῶς γνῶθι (Eur. Hipp. 656 ..) ASvgn
*εὐΐων· Διονυσιακῶν (Eur. Bacch. 791) AS
εὐκαλεῖ· ἀτρεμίζει
εὐκαλεία· ἡσυχία. {εὐκαμία}
εὔκαλον· ὅσιον
*εὐκατάπρηστον· εὔκαυστον, εὐχερῶς καιόμενον (Avg)
*εὐκατάτροχος· εὐκατάφορος AS
εὐκεάτοιο· ξηρᾶς (ε 60)
εὐκέατον· ξηράν. εὔσχιστον. εὔκαυστον
*εὔκηλα· εὐπρεπῆ AS
εὐκηλήτειρα· ἡσυχάστρια (Hes. op. 464)
εὔκηλος· ἥσυχος (Α 554). πρᾷος. σῶος (γ 263). εὐόμιλος. στά-
σιμος. [εὔδοξος]
*εὐκλεᾶ· ἔνδοξον (Eur. Phoen. 1251 ..) AS
εὐκηλία· ἡσυχία
εὔκλεια· εὐδοξία, ἐνδοξότης (Eur. Andr. 321 ..)
*εὐκληρία· εὐημερία. εὐτυχία g. [εὐκαμία. ἡσυχία] A
ἐὺ κληῖσ' ἀραρυῖα· εὔκλειστος καὶ ἀσφαλής (Ω 318)
εὔκηλον δρυός· εὔσχιστον. εὔξυλον. εὔκαυστον (Ion trag. fr.
28)
Εὐκλῆς· ὁ Ἅιδης. καὶ ὀνομαστός. καὶ εὐειδής
ἐϋκλειῶς· ἐπιφανῶς (Χ 110)
Εὐκλέος· Διὸς ἱερὸν ἐν Μεγάροις καὶ ἐν Κορίνθῳ
εὔκυκλος· εὔχωρος
*εὔκμητον· εὐπαγῆ (AS)
ἐυκνήμιδας· *εὐόπλους A ἢ εὔοπλοι ἀπὸ μέρους τῶν ὅπλων,
ἤγουν τῶν κνημίδων (Γ 156)
εὔκολος· εὐχερής. καὶ ὁ ἐναντίος τῷ δυσκόλῳ. καὶ Ἑρμῆς
παρὰ Μεταποντίοις
εὐκολίδες· [εὖ] τῆς εὐκολίας ποιητικαί
εὐκομιδής· εὖ ἠγμένος. εὐκόμιστος, ἐν ἐπιμελείᾳ ...
εὐκόμιστος· ἐπιμελείας εὖ τετυχηκώς· {κομιδὴ} γὰρ ἡ ἐπι-
μέλεια
εὔκομοι· εὔτροφοι. καλλίκομοι
εὐκλεΐζεσθαι· ἐνδοξάζεσθαι
*[εὔηραξ· πλάγιον] SP
εὐκράς· εὐκέφαλος. εὔκρατος (Eur. fr. 197)
*εὐκρινές· εὐχερές AS. σαφές vg. εὐδιαίρετον (vg)
*εὐκρινῆ· εὔκολα ASn
εὐκρινής· ὁ ἐξ ἀῤῥωστίας ἀναλαμβάνων. καὶ ὁ νεκρός
*εὐκταίως· ὑγιῶς ASvg
εὐκτάζου· εὔχου
εὐκταῖον· τὸ κατ' εὐχὴν ἀποδιδόμενον
εὐκτιτόν· καλῶς κατεσκευασμένον, εὖ ἐκτισμένον (Β 592)
ἐυκτιμένη· εὖ οἰκουμένη (Ι 129 ..)
ἐυκτίμενον· εὖ οἰκούμενον (Β 501 ..)
*εὐκτόν· εὐχῆς ἄξιον r. AS
εὐκυβεῖν· ὅπερ νῦν {εὐβολεῖν}. Ἄμφις ἐν Γυναικομανίᾳ (fr. 11)
*εὐκύκλους· στρογγύλας (Ε 453) ASn (vg)
εὐλάβεια· σεμνότης r
*εὐλαβεῖσθαι· φυλάττεσθαι. φοβεῖσθαι (2. Macc. 8,16) ASvgn
*εὐλαβεῖτο· ἐφοβεῖτο AS. ἐφυλάσσετο (Exod. 3,6)
εὐλάζει· σαπριᾶι. σκωληκιᾶι S
εὐλαί· οἱ ἐν τοῖς τραύμασι γινόμενοι σκώληκες (Χ 509)
Εὐλοχία· Ἄρτεμις
*εὐλάς· σκώληκας (Τ 26) Avgn
εὐλῶν· σκωλήκων (Hippocr. mul. aff. 1,75, VIII 166 L)
εὐληματεῖ· λήματος καὶ ἀνδρείας εὖ ἔχει. Αἰσχύλος Κερκυόνι
σατυρικῷ (fr. 106)
εὐληνής· εὐέριος n
εὔληρα· ἱμάντες, ἡνίαι. λέγεται παρὰ τὸ εἱλεῖσθαι ταῖς χερσίν
(Ψ 481)
εὔληρον· ἱμάς
εὐληρωσίων· πληγῶν
*εὔληπτον· εὐκόλως λαμβανόμενον ASg
*εὐληπτότερον· εὐχερέστερον ASvn
†εὔλητο· ἐπέφυρτο. ἐτετάρακτο
*εὐλογείτω· ἐπαινείτω (Ps. 144,21) ASPn
*εὐλόγησεν· ὕμνησεν (Iob 29,13 ..). εἴρηται δὲ παρὰ τῇ γραφῇ
καὶ κατὰ ἀντίφρασιν ἀντὶ τοῦ [ἐβλασφήμησεν (3. Regn.
20,10) n
εὐλογιστία· εὐβουλία (4. Macc. 5,22)
εὐλύτρωσον· ἀπάλλαξον
εὐλογχεῖν· εὐμοιρεῖν
εὔλοφος· ῥᾴδιος. εὐχερής
εὔλωστοι· εὐυφεῖς
*εὖ μάλα· καλῶς πάνυ (χ 190 ..) ASvgn
εὐμάρεια· *εὐχέρεια g (APn). ἡσυχία. ἀπόπατος
εὐμάριδες· εἶδος ὑποδήματος
εὐμαρές· εὐχερές. ὑγιές n. ῥᾴδιον. ἀσφαλές (Eur. Alc. 492)
εὐμειλές· εὐμείλικτον
ἐυμελίω· τοῦ εὖ ποτε τῇ μελίᾳ χρησαμένου, οἷον πολεμικοῦ·
μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν. ἢ
καλοῦ, ἀπὸ τῶν μελῶν τοῦ σώματος. ἢ εὐκτήμονος, πολυχρη-
μάτου (Δ 47)
εὐμενέσι· φίλοις b
εὐμένεια· φιλία. διαλλαγή. συγχώρησις
εὐμενές· ἀγαθόν. σπουδαῖον
εὐμενέτειρα· εὐμενής
εὐμενέτῃσι· φίλοις. προσηνέσι. τοῖς οἰκείως ἔχουσι, καὶ ἰδίοις
(ζ 185)
*εὐμενῶς· πρᾴως. ἱλαρῶς (Sap. 6,16) ASvgP
ἐυμελίης· εὔοπλος, ἀπὸ τῆς μελίας (Ρ 9)
*εὐμελίω· πολεμικοῦ (Δ 47) ASgn
εὐμετάβλητον· ἀλλοπρόσαλλον
Εὐμενής· Ἀφροδίτη
εὐμεζέος· εὐφυοῦς τοῖς αἰδοίοις
εὐμείλιχοι· εὐμείλικτοι. εὐαφεῖς. {μείλιχος} γὰρ ὁ ἡδύς
εὐμερδής· εὔρωστος
εὐμολπία· εὐφωνία. εὐυμνία n
Εὐμολπίδαι· οὕτως οἱ ἀπὸ Εὐμόλπου ἐκαλοῦντο, τοῦ πρώτου
ἱεροφαντήσαντος. πολλοὶ δὲ γεγόνασιν ὁμώνυμοι Εὔμολποι
εὐμοίρησεν· εὐτύχησεν. ἐκληρώσατο
εὐμόχθων· τῶν ἐπ' ἀγαθῷ ἱδρώτων
εὔμωλα· εὔθετα. εὔοπλα
εὔμωλος· ἀγαθὸς πολεμιστής. εὔοπλος
εὐμωλύτατον· ἁπαλόν. νεώτατον
εὐναί· ἄγκυραι "ἐκ δ' εὐνὰς ἔβαλον" (Α 436) καὶ κοίτη (ξ 14)
εὐναῖαι· αἱ ἄγκυραι, ἀπὸ τοῦ εὐνάζεσθαι αὐτάς (trag. ad. 589).
εὐναὶ ...
εὐναῖος· λαγώς. Σοφοκλῆς Δόλοψι (fr. 176). κατεπτηχώς
*εὐνάς· κοίτας. ἢ ἀγκύρας ASvgn
*εὐναστήριον· συνοίκησιν (Eur. Or. 590) AS
*εὐνάτορα· κοιμώμενον ASvgn
Εὐνεῖδαι· γένος ἀπὸ Εὔνεω κεκλημένον, τοῦ Ἰάσονος υἱοῦ, οἷον
γένος ὀρχηστῶν καὶ κιθαριστῶν. ἐνταῦθα γὰρ ᾤκησαν οἱ ἀπό-
γονοι αὐτοῦ. οἱ δὲ γένος τι Ἀθήνησι κιθαριστῶν
*εὖ ναιομένων· καλῶς οἰκουμένων n
Εὔνεως· Ἰάσονος καὶ Ὑψιπύλης υἱός
εὐνή· *κοίτη ASvg. στρωμνή s, *κλίνη g. ἄγκυρα p
*εὐνηθέντας· κοιμηθέντας (θ 292) An (gS)
εὐνηθῆναι· κοιμηθῆναι (Ξ 331) r
εὐνήτης· ἀνήρ s
ἐΰνητον· εὖ κατασκευασμένον (Ω 580)
εὐνήτων· καλῶς νενησμένων (Greg. Naz. c. 2, 1, 45, 248) (r)
εὔνιδες· χῆραι
εὐνικές· εὐκρινές
εὐνίκμητον· εὐλίκμητον
εὐνίκῳ· εὐκρινεῖ. πολὺ νικώσῃ
*εὖνις· ἐστερημένος. ὀρφανός. ἐνδεής (ι 523?) Ag
*εὔνοια· φιλία (Eur. Troad. 7 ..) v (ASg)
*εὐνοϊκῶς· φιλικῶς r. ASvgn
*εὐνομουμένη· καλῷ, ἀγαθῷ νόμῳ διοικουμένη (Dem. 24,139)
ASvg
Εὔνοστος· ἀγαλμάτιον εὐτελὲς ἐν τοῖς μυλῶσιν, ὃ δοκεῖ ἐφορᾶν
τὸ ἐπίμετρον τῶν ἀλεύρων, ὅπερ λέγεται νόστος· ὡς {Κεράων}·
ἀπὸ τοῦ κεράσαι
εὔνουν· συνετόν. ἢ γνήσιον φίλον (Eur. Alc. 511)
εὐνουχίαι· κάλαμοι
εὐνοῦχος· σπάδων, τομίας. [κάλαμος]
εὐνόως· προσηνῶς
εὖ νυ· ἀκριβῶς δέ (Θ 32)
*εὖνιν· ἐστερημένον (Χ 44) AS
εὔξατο· ἐκαυχήσατο (Θ 254)
εὔξεινος· εὐμενής. *καὶ ὄνομα πελάγους APgn
*ἐϋξέστῃ· καλῶς ἐξεσμένῃ (Ω 280) (n)
*εὔξοος· καλῶς ἐξεσμένος (Β 390 ..) (Sgp)
εὔξουν· εὐποίητον
*εὐοδία· εὐπραξία (Prov. 25,15 ..) AS
*εὔοδμος· εὐώδης r. ASvgn
εὐόδμων· ἡδέων
*εὔοδος· ἀγαθή (Prov. 11,9) AS
εὐοδώσει· κατευθυνεῖ (Gen. 24,40) r
*εὐοδωθῇ· ἑτοιμασθῇ (1. Paral. 13,2 ..) AS
*εὐοδῶται· προθύμως εἰς τὸ παρέχειν (1. Cor. 16,2) ASn
*εὑόμενοι· φλογιζόμενοι (Ι 468) AS
εὐοίαιον· [οὕτως εὐφημιζόμενοι λέγουσι τὸν καλούμενον χεί-
μαρρον, τὸ τῆς νεὼς τρῆμα]
εὔομφα ὀνόματα· ...
εὐόργητος· ὁ τῇ ὀργῇ εὖ χρώμενος
εὐοργία· εὐπειστία
εὐόργοις· "ὄχλος γὰρ οὐδὲν τοῖσιν εὐόργοισ' ἔπος" (Archil. II
p. 439 Bgk) νῦν ἐπὶ ψόγου, τοῖς μὴ ὀργιζομένοις ἐφ' οἷς δεῖ,
ἀλλὰ πάντα εὖ φέρουσιν. ἔσθ' ὅτε δὲ ἐπὶ ἐγκωμίου
εὐωχεῖται· εὐφραίνεται
*εὐόρμου· ἐπιτηδείου ... (Φ 23)
εὐοχθεῖν· εὖ ἔχειν, εὐθυμεῖν. πλήρη εἶναι. εὐτροφεῖν· {ὀχὴ} γὰρ
ἡ τροφή
εὐπαλές· ῥᾴδιον
εὐπαράφοροι· ἐξεστηκότες. †ὅμοιοι
*εὐπαθεῖν· εὐεργεῖν AS
*εὐπαθείας· εὐθαρσίας A
*εὐπαθοῦντες· εὔρωστοι (Ps. 91,14) AS
*εὐπαρακολούθητοι· ὀξεῖς εἰς τὰ πράγματα, καὶ οὐ νωχελεῖς
ASvgn
*εὐπάρεδρον· καλῶς παραμένον (1. Cor. 7,35) Avb (gS)
*εὐπάροιστοι· εὐπαράγωγοι ASvg
*εὐπάρυφα· καλῶς ὑφασμένα Sn (Avg)
εὐπάρυφος· ἀγαθοῦ πατρὸς θυγάτηρ ἢ υἱός
†εὐπαρύφων· εὐμεταχειρίστων
εὐπατέρειαν· ἀγαθοῦ πατρὸς θυγατέρα (Ζ 292)
*εὐπατρίδαι· αὐτόχθονες An {καὶ μὴ} ἐπήλυδες
εὐπατρίδες· [οἱ αὐτόχθονες οὐχὶ ἐπίλυδες]
εὐπειθεῖς· πειθηνίους (r)
*εὐτειχῆ πάγον· {πόλιν} καλῶς τετειχισμένην, καὶ ἐν ὄρει
κειμένην (Eur. Andr. 1009) AS
εὐπέκτων· εὐπόκων
*εὐπερίστατον· εὔκολον, εὐχερῆ (Hebr. 12,1) ASP (g)
*εὐπέταστον· πλατύ. εὐρίπιστον ASn
*εὐπετές· εὐχερές r. SP (g) s
*εὐπετῶς· εὐχερῶς Avgn. ῥᾳδίως g. εὐκόλως vgn. εὐθέτως g.
ἀρτίως
εὐπηγής· εὖ τεθραμμένος. εὐπαγὴς τῷ σώματι (φ 334)
εὔπηκτος· εὐπαγής, καλῶς πεπηγμένη (np)
εὐπινῆ· πεπινωμένον
*ἐυπλοκαμῖδες· καλλιπλόκαμοι (β 119) Avg
εὔπλουτον κανοῦν· εὖ ἔχον πλούτου, διὰ τὰς ἐπ' αὐτῷ
ὀλάς (trag. ad. 213). {πλοῦτον} γὰρ ἔλεγον τὴν ἐκ τῶν κριθῶν
καὶ τῶν πυρῶν περιουσίαν· καὶ {οὐλοχύτας} τὰ κανᾶ, ἃ οἱ
Δωριεῖς {ὀλβάχνια} (Dinoloch. fr. 13 K.)
εὐποιοί· εὐποιητικοί. δίκαιοι
Εὐπορία· ἡ Ἄρτεμις ἐν Ῥόδῳ
εὐπόρητος· ὁ καλῶς διοικῶν
εὐπραγία· εὐποιΐα (p)
εὐπότμως· εὐτυχῶς
εὖ πράσσειν· εὖ πράττειν, εὐτυχεῖν
*εὐπρέμνοις· εὐστελεχέσιν ASvgn
*εὐπρέπεια· εὐμορφία (2. Regn. 15,25 ..) (A) Sp
*εὐπρεπῶς· εὐκόσμως (1. Esdr. 1,10 ..) r. ASvg
εὔπρηκτον· ἐξεργαστικόν
ἐῢ πρήσσεσκον· ὑπηρέτουν (θ 259)
*εὔπρηστον· εὐφύσητον (Σ 471) gn
εὔπρῳρον· εὐπρόσωπον. εὐκέφαλον
*εὐπρόσιτοι· εὐχερεῖς AS. εὐπρόσδεκτοι S (Avg)
*εὐπρόσιτος· ᾧ τις εὐκόλως προσέρχεται· {ἀπρόσιτος} δέ, ᾧ
ἀμήχανον προσελθεῖν AS
εὐπροσφθέγκτους· εὐήχους
Εὐπυρίδαι· δῆμος καὶ τόπος Ἀθήνησιν
εὔπωνος ὄμβρος· εὔποτος
εὐραί· πλῆμναι
*εὔπυργον· εὖ τετειχισμένην (Η 71)
*εὔπωλον· καλοὺς πώλους ἔχουσαν (Ε 551)
εὐράξ· ἐκ πλαγίου n (AS). ἐκ δεξιῶν (Λ 251)
*εὐρεῖα· μεγάλη n. πλατεῖα (Δ 182) Avn
ἐυρεῖος· καλῶς ῥέοντος n, μεγάλως
ἐυρείταο· τοῦ καλῶς ῥέοντος (Ζ 34)
*εὑρεσιεπίαις· εὑρεσιλογίαις Avn (g). ἐτυμολογίαις
*εὑρεσίλογος· φλύαρος r. ASvg
εὐρέσφι· [γυναιξίν]
εὕρημα· ἐπιτυχία. ἐπινόημα
εὑρήματα· *βουλεύματα ASvg. ἢ τὰ ἐν τοῖς μετάλλοις εὑρισκό-
μενα
εὔρημον· καλλιεπές
†εὑρήσει· λοιδορήσει
†εὑρητοῖς· τοῖς ἀτιμασθεῖσιν
*εὐρίζων· πλατύνων Avg
*εὐρίζων ἀγαλλιάματι· καλὰς ῥίζας ἔχοντι καὶ χαροποιούς
(Ps. 47,2) A (vg)
εὔρινος· εὔπνους r
*εὐρινοτάτην· εὐοσφραντικωτάτην AS
Εὐρίπιος· Ποσειδῶν
εὔριπος· θαλάσσιος τόπος r †πολύχροος τὸ πλάτος τῆς μεσό-
τητος †τῶν ὑδάτων. ἢ [ὁ εὐχερῶς μεταβαλλόμενος (Aeschin.
3,90?) r
εὐρίπους· δοχὰς ὑδάτων
εὐρόεντα· [πλατεῖα. σκοτεινά]
†εὐροῖ· τράπεζα ἐπιμήκης, ἐν τοῖς †σκήδεσι παρατιθεμένη
*εὖρος· πλάτος. καὶ ἄνεμος· ἀπηλιώτης (Β 145 ..) AvgS
εὔροος· ἰσχυρῶς ῥέων (Φ 130)
εὔροον· καλῶς ῥέοντα (Η 329)
εὐρύ· μεγάλως. πλατέως (Ε 545)
*εὐρυάγυια· μεγάλη καὶ πλατεῖα ῥύμη ASP {πλατυάμφοδον}
(Β 12) g
Εὐρύαλος· ὁ Ἀπόλλων [πλατυάμφοδον]
Εὐρυάνασσα· ἡ Ἥβη. [καὶ ἡ πλατεῖα, καὶ ἡ μεγάλη ἐν τῷ
πλανᾶσθαι ὁδός]
Εὐρυβάλινδος· ὁ Διόνυσος
Εὐρυβάτης· πανοῦργος s, ἀπατεών, [κέρκωψ s
*Εὐρυβάτου πρᾶγμα· δεινός τις ἦν ἄνθρωπος ὁ Εὐρυβάτης
(Dem. 18,24) ASn
†Εὐρυθίωνι· τάφος ἐπ' Εὐρυθίωνι. καὶ ἑορτὴ Δήμητρος. καὶ
παιγμάτια ἐν τοῖς σκοτοταρίοις
εὐρυκακέει· [κωλύειν, κατέχειν]
εὐρύκλενα· [σχοῖνος ταχέα ἔχουσα τὰ ἄκρα]
Εὐρυκλῆς· ὁ ἐνγαστρίμυθος. ἦν [δὲ] δὲ γένος μάντεων, οὓς
ὁμωνύμως {Εὐρυκλεῖς} ἔλεγον (Ar. Vesp. 1019)
εὐρυκόας· μεγαλόνους. μέγα ἰσχύων. εὐήκοος. εὔνομος. εὔτονος.
εὐμενής
εὐρυκόωσα· εὐρυνόμος. ἢ πολυάστερος νύξ. ἢ μεγάλη. ἢ πολλὰ
κοιλώματα ἔχουσα· {κώους} γὰρ οἱ ἀρχαῖοι τὰ κοιλώματα
ἔλεγον
εὐρυκαήσσειν· [κωλύειν, κατέχειν]
*εὐρυκρείων· μεγάλως βασιλεύων (Α 102 ..) vgn
Εὐρυμᾶς· Ὠλένιος τὸ γένος, διάβολος δέ, ὅθεν ἀνῃρέθη ὑπὸ
Πολυδεύκους. κεῖται {ἡ} ἱστορία παρὰ Φερεκύδῃ (3,164 J.)
(Archil.)
Εὐρυμέδων· ὁ Περσεύς. ἢ Ποσειδῶν. ἢ ἀετός. καὶ Ἑρμῆς
εὐρύμναν· [εὐρύχωρον]
εὐρυμνάσαι· [ἐρευνῆσαι]
*εὐρύ· πλατύ. μέγα ns
εὔρυναν· πλατύτερον ἐποίησαν (θ 260)
εὐρύνειν· αὔξειν. [ἰχνεύειν]
Εὐρυόδεια· μεγαλάμφοδος. καὶ ἡ Δημήτηρ οὕτως ἐν Σκαρφίᾳ.
καὶ ἡ γῆ
εὐρυοδείης· ὁμοίως (Π 635)
εὐρυκακέω· [κωλύω, ἐπέχω, κατέχω]
εὐρυμέτωπον· πλατυμέτωπον (Κ 292)
εὐρυπόροιο· πλατεῖς πόρους ἐχούσης, ἢ μεγάλους (Ο 381)
εὐρυπυλές· μεγαλόπυλον (Ψ 74)
εὐρυπύλω· πλατείας ἔχοντος πύλας
εὐρυσάκης· ὁ μεγάλην ἔχων ἀσπίδα r καὶ γενναῖος
εὐρυσθενέα· μεγάλως ἰσχύοντα
εὐρυσθενές· μεγάλως ἰσχύον, μεγαλοδύναμον, μεγαλοσθενές
(Η 455)
Εὐρυσθεύς· Σθενέλου καὶ Νικίππης υἱός (Τ 123) (n)
εὐρύστερνος· ὁ μεγάλα στήθη ἔχων. καὶ συνετός
*εὐρυτέρα· πλατυτέρα r. Avg (n)
*εὐρύχωρον· μεγάλως πολύχωρον (Isai. 30,23) n
εὐρώεντα· *πλατέα ASn. ἀναπεπταμένα. *σκοτεινά (Υ 65)
ASn. καὶ ἃ περὶ τοὺς ἄρτους γίνεται
εὐρώεντος· σκοτεινοῦ, ἀπὸ τοῦ {εὐρῶτος}
εὐρύοπα· μεγαλόφθαλμον. ἢ μεγαλόφωνον. ἢ τὸν μεγάλως
ἐφορῶντα. οἱ δὲ τὸν μεγάλους ἤχους ἀποτελοῦντα διὰ τῶν
βροντῶν (Α 498)
εὐρωΐαν· εὐεξίαν. ὑγείαν
Εὐρωπία· ἡ Ἥρα
*Εὐρώπη· χώρα τῆς δύσεως ASPn. ἢ σκοτεινή r
εὐρῶπις· ἡ πατρίς
εὐρωπόν· σκοτεινόν r. πλατύ
εὐρωστίαν· ῥῶσιν. ὑγείαν
*εὐρώστως· ὑγιῶς ASvg. ἰσχυρῶς (Sap. 8,1 ..)
*Εὐρώτας· ποταμός ASn
εὐρωτίαν· ἰόν. μελανίαν
*εὐρωτιῶν· ἠφανισμένος. ἐκ μεταφορᾶς τῶν ἄρτων, ὅταν ἄζυμοι
ὄντες χρονίσωσιν, ἢ ὑγροὶ τῷ ἡλίῳ καὶ μὴ ξηρανθέντες (Ios.
9,5) AS
*εὐρωτιῶντες· σαπέντες A
ἐΰς· ἀγαθός S, καλός s μέγας. εὐτυχής (Β 819)
εὖσαι· καῦσαι
†εὔσαμα· ἀναφώνημα εὐαστικόν, καὶ βακχικὸν ἐπίφθεγμα. καὶ
γὰρ τὸ βακχεύειν {εὐάζειν}, καὶ {σαβαῖοι} βακχεύοντες
εὕσανα· χύτρα. ὄρυγμα, ἐν ᾧ τοὺς ὗς βυθίζουσι. καὶ τὰ ἐγκαύ-
ματα
εὐσέληνος· εὐφεγγής
εὐσέλανον Διὸς οἶκον· ἤτοι παρὰ τὸ σέλας, ἢ παρὰ τὴν
σελήνην· ἵνα ᾖ ἀπὸ μέρους ἔναστρον
εὔσελμος· εὔζυγος
ἐϋσέλμοιο· εὐκώπου. εὐκαθέδρου. εὐσανιδώτου (Β 170)
*ἐϋσέλμου· ὁμοίως (μ 358) ASvg
ἐϋσέλμων· τὰ αὐτά (Η 419 ..)
εὗσεν· ἐμάδισεν (ι 389)
*εὔσημον· εὔδηλον, φανερόν (1. Cor. 14,9) AS(vg)
*εὐσθένεια· δύναμις r. S (Agv)
εὔσκαιροι· ταχεῖς
ἐΰσκαρθμοι· εὔποδες n, *εὐκίνητοι gn, ταχεῖς· {σκαρθμὸς} γὰρ
ἡ κίνησις, τὸ δὲ {σκαίρειν} τὸ κινεῖσθαι (Ν 31)
εὔσκοπος· ἄνετος (n)
εὔσμακτον· εὔχαρι
εὐσμερδής· εὔρωστος
εὐσμίλωτα· εὖ κατασκευασμένα· ἀπὸ τῆς λατυπικῆς {σμίλης}.
δύναται δὲ καὶ τὰ σμιλάκινα εὔβαφα
εὔσοια· εὐθηνία· σωτηρία
εὔσοοι· ἀσφαλῶς σῳζόμενοι
εὕσοντας· ἐκδέροντας
εὔσους· ὁ διευτυχῶν. καὶ ἥρως ἐγχώριος. καὶ εὐκίνητος. εὐφόρος
εὐσότρου· [εὐδρόμου]
εὐσπαλές· εὐσταλές
εὔσπλαγχνον· εὔκηλον
εὐσπάρτεος ἱστός· οὗ μήτε ἀραιὸς μήτε πυκνὸς ὁ στήμων
τυγχάνει
εὔσπολον· εὐείμονα. εὐσταλέα
εὐσταλεῖ· ἀτρεμεῖ
*εὐστάθεια· παγιότης. {τὸ} ἐρηρεισμένον (Sap. 6,24) Avg
*εὐσταθειῶν· ἡδονῶν AS
ἐϋσταθέος· καλῶς βεβηκότος. εὐποιήτου (Σ 374)
*εὐσταθής· βέβαιος r. AS
*εὐσταθήσουσιν· ἡσυχάσουσιν AS
*εὐσταθῶς· ἑδραίως. καλῶς ἑστώς A (ps)
*εὐσταλεῖς· καλῶς ἐσταλμένους AS
*εὐσταλής· καλῶς ἐστολισμένος gp(n)
εὐσταλέσιν· εὐσχήμονα γὰρ ἐστολισμένα
εὐστείλεον· καλὴν λαβὴν ἔχουσαν
εὐστέφανος· εὐκέφαλος. εὔκοσμος· γυναικεῖος γὰρ κόσμος ἡ
στεφάνη (Φ 511) καὶ ἐπὶ πόλεως μεταφορικῶς εὔπυργος,
*εὔτειχος (g). καλὸν στέφανον ἔχων (Τ 99) A
*εὐστιβές· καλῶς πεπατημένον ASn. τετριμμένον S (Avgn)
εὐστόν· τὸ σειόμενον
εὔστομον· ἀπὸ μέρους, εὐπρόσωπον
εὕστρα· βόθρος, ἐν ᾧ τοὺς ὗς εὕουσι. καὶ ὁ στάχυς, ὅταν μήπω
πέπειρος ὢν ἀποφλογισθῇ
ἐϋστρέπτοισιν ἱμᾶσι· σειραῖς δερματίναις
ἐϋστρόφῳ· καλῶς ἐστραμμένῳ (Ν 599)
εὐσύμβολον· εὐσυνάλλακτον
*εὐσυναλλάκτως· εὐμεταδότως (Prov. 25,10) ASPg(v)
εὐσύνοπτον· φανερόν, *εὐθεώρητον, σαφές gSp (A)
εὔσφυρος· καλλίσφυρος. ἀπὸ μέρους, καλή (Hes. Theog. 254)
εὐσχήμονες· εὐσχημόνως καὶ εὖ σχήματα ἐν ὀρχήσει ποιοῦντες
*εὐσχημόνως· εὐλαβῶς ASvg
*εὐσχολῶ· σχολὴν ἄγω ASn
εὐσωπία· ἡσυχία
εὔσωτρον· εὐκύλιστον· {σωὴ} γὰρ ἡ ἐφορμὴ καὶ φορά, ἧς εἶδος
ἡ κύλισις
*ἐυσώτρου· εὐδρόμου (Ω 578 v. l.) ASPg
*εὖτ' ἄν· ὅταν. ὁπόταν (Α 242) ASP [εὖγε]
εὐταλεῖ· [ἀτρεμεῖ]
εὐταξία· εὐκοσμία (2. Macc. 4,37 ..)
εὖτε· ἡνίκα, ὅτε. καὶ καλῶς
εὖτε κενοῖο· ὁπότε †αὐτοῦ (Greg. Naz. c. 1, 2, 9, 124 v. l.?)
εὐτέκμαρτον· καλῶς τυπούμενον
εὐτελές· ὀλίγης δαπάνης. καὶ σύντομον
εὐτελής· σύντομος· {πολυτελὴς} γὰρ ὁ πολλὴν σκευωρίαν
ἔχων χρόνου καὶ ἀναλωμάτων (Men. fr. 800 Koe.)
εὐτέλεια· ταπείνωσις. πενιχρότης
εὖτε πυκασθῇ· ὅτε σκεπασθῇ (Greg. Naz. c. 1, 2, 14, 13)
*εὖτέ τις· ὁπότε τις (Greg. Naz. c. 2, 2, 1, 89) n
εὐτεχνία· σοφία, σύνεσις
†εὐτμαδιέων· εὐτυχημένων
*ἐυτμήτοις· εὖ κατασκευασμένοις (Φ 30) ASn
*εὐτονία· ἀνεξικακία S(A). καρτερία. ὑπομονή (Eccles. 7,8)
*εὔτονος· εὐμενής S. γενναῖος r. ASvps
εὐτόνως· ἰσχυρῶς. ἐλαφρῶς
*εὐτραπελία· κουφότης. μωρολογία Avgn (S). αἰσχρολογία
(Eph. 5,4)
*εὐτράπελος· γελοιώδης r. AS
εὐτρεπῆ· ἡτοιμασμένον
εὐτρεπής· ἕτοιμος. δίκαιος
Εὔτρη· πόλις Ἀρκαδίας
Εὐτρηἵους· τοὺς ἀπὸ Εὔτρης, τῆς πόλεως τῆς Ἀρκαδίας.
Δωρικῶς δὲ εἴρηκε Τηλεκλείδης (fr. 57). θέλει γὰρ εἰπεῖν Εὐτρη-
σίους
*ἐϋτρήτοισι· καλῶς τετρημένοις (Ξ 182) S
εὐτρόσσεσθαι· ἐπιστρέφεσθαι. Πάφιοι
εὐτρόχαλον· εὔκυκλον. ταχινόν [εὐτυχές, εὐεργές]
εὐτυκάζου· εὔτυκον ἔχε, ἕτοιμον (Aesch. Sept. 150)
{εὐτυκές· εὐεργές}. εὐχερές. εὐποίητον. ῥᾴδιον
εὐτυκῶς· ῥᾳδίως καὶ τὰ ὅμοια
εὐτυκίσων· εὐτυκῆ ποιήσων
Εὔυπνος· ὁ Ζεὺς [ἢ καλὸς ὕπνος.] παρὰ Δελφοῖς
εὐφάλαρα· λαμπρά
εὔφαλον· [ἐπιθαλάσσιον. βραχυθάλασσον]
Εὐφάμιος· ὁ Ζεύς
εὐφάρμακον· εὔχροον
εὐφημίαν· σιωπήν. εὐλογίαν
εὔφαπτον· [ὑπὸ θεοῦ κατεχόμενος]
εὐφεγγεῖς· λαμπρούς
εὖ φερόμενοι· εὐδοκιμοῦντες (Thuc. 5, 15,2)
*εὔφημα· καλά ASps. ἐπαινετά
*εὐφημεῖ· καλὰ λαλεῖ, ἢ ἐπαινεῖ APvgn
εὐφημῆσαι· βοῆσαι μετ' εὐφημίας (Α 22)
Εὔφημος· ὁ Ζεὺς ἐν Λέσβῳ
εὐφημοῦσι· στένουσι. κωκύουσι, κατὰ ἀντίφρασιν
εὐφήμως· ἡδέως
εὐφήμοις γόοις· δυσφήμοις, κατὰ ἀντίφρασιν. Αἰσχύλος
Γλαύκῳ Ποτνιεῖ (fr. 40)
εὔφλεκτα· εὐκαῆ ξύλα
*εὐφορία· εὐθηνία S. καλὸς ἐνιαυτός A (S)
εὐφορῶν· καλῶς φέρων
a) *εὐφραδής· {καλῶς φράζων} vgn b) Πάταικος ἐπιτραπέζιος
Εὐφράτης· ποταμός, παρὰ Ἰουδαίοις Ἐδδεκελ (Dan. 10,4 θ#).
καὶ ἰχθύς
εὐφρόνη· νὺξ καὶ εὐφροσύνη (Eur. Rhes. 518) s
εὐφρονέων· εὖ τὰς φρένας διακείμενος. φρόνιμος. χαίρων
εὐφροσύνη· εὐθυμία
εὔφρων· ἡδύς n, αἰδέσιμος. *ἱλαρός ASvgn. καλόφρων (Ο 99?)
AP
*ἐϋφρονέων· καλῶς φρονῶν (Α 73) n
εὐφυΐα· ὀξύτης. γνῶσις r
εὐφυής· ὁ ἐξ ἑτοίμου λέγων, καὶ σκώπτων. μέτριος. σπουδαῖος.
ὡραῖος. ἐπιεικής
εὐχάς· τάγματα
εὐχατῆσαι· ἐπικαυχήσασθαι
εὐχατότερον· πλουσιώτερον
εὔχεαι· καυχᾷ. αὐχεῖς. λέγεις (Λ 388)
εὔχιλον· εὔτροφον. εὔχορτον
εὔχεο· ἐκαυχῶ. ηὔχου (Γ 430)
εὐχερής· εὔκολος r(g) εὔστομος
εὐχέρεια· κουφότης
εὔχεσθαι· ἱκετεύειν (Ζ 240). καυχᾶσθαι. αὐχεῖν. λέγειν
*εὔχεται· καυχᾶται (Α 91) Avgn
εὐχετάασθαι· εὔχεσθαι (Ζ 268)
εὐχετίαζον· ηὔχοντο
εὐχήμονα· εὐχῆς ἄξιον
εὐχόμεθα· φαμέν (Δ 405)
*εὐχομένης· καυχωμένης (Α 397) n (A)
εὖχος· *καύχημα ASvg. βούλησις. νίκη (Ε 285)
εὔχους· χώνη. Σαλαμίνιοι
εὔχρηστος· χρήσιμος
εὐχωλή· *εὐχή ASPgn. καύχησις (Δ 450) Sgn. θυσία sΣb. νίκη.
τέρψις. χαρά
*†εὐχώλησεν· ἐχώλησεν †Agn
*εὔψυχος· ἱλαρός (Eur. Andr. 764 ..) ASvp
*εὕω· καίω, φλογίζω r. AS sp
*εὐώδεϊ· εὐόσμῳ (Γ 382) n
*εὐωδία· εὐοσμία (Gen. 8,21 ..) (A)
*†εὔολον· συνετόν (A)
εὔωνον· *εὔπρατον, εὐαγόραστον ASvg. ἢ ὃ μὴ ἄξιον λόγου
Εὐώνυμον· *ἀριστερόν (Act. ap. 21,3) (Avgn)P. καὶ δῆμος
φυλῆς τῆς Ἐρεχθηΐδος
*εὐώνῳ· εὐτελεῖ ASPn
εὐῶπα· εὐόφθαλμον. φίλον
εὐῶπι· Οὖπις θεὰ παρθενικὴ ἐν Τροιζῆνι (Call. h. Dian. 204)
*εὐωρεῖ· παίζει ASvg ps
εὐωρεῖν· τὸ μηδενὸς ἔχειν λόγον, ἢ μηδενὸς φροντίζειν
εὐωρία· ὀλιγωρία, ἀμέλεια
εὐωριάζειν· ὀλιγωρεῖν, μὴ ἔχειν φροντίδα. παρακούειν (Soph.
fr. 517)
εὐώροιο· δικαίας
εὔωρος· καταφρονητικός. ἢ φροντιστής
εὔωρος· γῆ ἡ τὰ ὡραῖα ἔχουσα. ἢ ὥριος. ἢ ὀλίγωρος
εὔωρος γάμου· Σοφοκλῆς Ἔριδι (fr. 190). ἤτοι ὥριος. ἢ ὀλί-
γωρος. οὕτω γὰρ λέγουσι κατὰ ἀντίφρασιν· ὡς ὁ αὐτὸς ἐν
Σκυρίοις (fr. 517) χρῆται τῷ εὐωριάζειν
εὐωχηθέντα· εὐφρανθέντα
*εὐωχία· εὐφροσύνη r. S
ἔφαιδον· [διῄρουν ἱερεῖον]
ἐφαιδύνθησαν· ἱλαροὶ ἢ λαμπροὶ ἐγένοντο
ἐφαίνετο· ἔδοξεν (Eur. Hipp. 1217)
*ἔφαλον· ἐπιθαλάσσιον βραχυθαλάσσιον (Β 538) (An)
ἐφαλῶν· προσηλῶν
*ἐφαλλόμενος· πηδήσας AS
ἐφαμεροφαρίῳ· [ἀνεφημέρῳ. Ταραντῖνοι]
ἐφάμην· ᾠήθην. *ἔλεγον Avgn. ὑπέλαβον. ἐδόκουν (Γ 366)
*ἐφάμιλλον· ὅμοιον (Dem. 20,102?) r. ASvgn
Ἐφάμιος· [Ζεύς]
*ἔφαν· εἶπον (Γ 161) An (g)
ἐφάπτεται· προσεγγίζει
ἔφανεν· ἔδειξεν, ἐφανέρωσεν
ἐφαπτίδας· πόρπας (Ezech. 26,16 Aqu.)
ἐφαπτός· ὑπὸ θεοῦ κεχαρισμένος
ἐφάργνυσαν· ἔφραξαν
ἐφαρδμόν· ἀρδευτὸν πεδίον
ἐφατίξαντο· ἐψηφίσαντο
*ἔφασαν· διηγοῦντο. ἔλεγον (Ο 700) ASvg
*ἔφασκεν· ἔλεγεν (μ 275) APvps (g)
ἐφάτισαν· εἶπον. διεφήμισαν
*ἔφατο· εἶπεν (Α 33) A
*ἐφαύλιζον· εὐτέλιζον ASnp
*ἐφαύλισα· ἀπέβαλον, φαῦλον ἡγησάμην (Iob 31,13) AS
*ἐφαύλισεν· ἀπεδοκίμασεν (Gen. 25,34 ..) AS
*ἐφ' αὑτάς· πρὸς αὑτάς A
ἐφάψαι· δῆσαι ἱμάντα
ἐφέασθεν· ἐγέλασαν. διεχύθησαν
*ἐφ' ἑαυτοῦ· καθ' ἑαυτοῦ A
ἐφέβοντο· ἔφευγον (Ε 527)
ἐφεγρήσσων· ὁ ἀγρυπνῶν
ἐφεδές· ἐπίπεδον, ταπεινόν, χαμαί
ἐφεδέται· ἀρχή τις ἐν Σάμῳ
ἐφέδρα· πόα τις, ἣν καὶ {ἵππουριν} καλοῦσι. καὶ κίονος μέρος.
καὶ οἱ γλουτοί. καὶ ὄργανα ἰατρικὰ εἰς καταρτισμούς (Hip-
pocr. fract. 8; 3,444 L.)
ἐφ' ἕδρανα· ἐφ' ὧν καθῆντο {οἳ} τὰς λύρας ἔχουσι. Φρύνιχος
Ταντάλῳ (fr. 7)
ἐφέδριζεν· †ἐδιέσκευεν. ἔπαιζεν
ἐφεδρίζειν· παίζειν τὴν λεγομένην {ἐφεδριασμὸν} παιδιάν,
ὅταν περιαγαγὼν τὰς χεῖράς τις κατὰ νώτου, ἐκ τῶν κατόπιν
βαστάζῃ τὸν νικήσαντα. ταύτην δὲ τὴν παιδιὰν Ἀττικοὶ {ἐν
κοτύλῃ} λέγουσιν· ἄλλοι δὲ ... τὴν συναφὴν τῶν χειρῶν,
παρὰ τὸν κρίκον
*ἐφεδρήσσων· παρακαθήμενος (Greg. Naz. c. 2,1,1,87) (Ags) T
ἐφεδριστῆρας· τοὺς ἐπικαθημένους ἐν τῇ εἰρημένῃ παιδιᾷ
*ἔφεδροι· ἐπιτηροῦντες ASs
ἔφεδρον· [τὶ] ὀστοῦν τι ἐν ἡμῖν
ἔφεδρος· *ταβλιστὴς τρίτος. ἐνεδρεύων ASPvg. καὶ ὁ ὑφ' ἡμῶν
{ἐπίκληρος}. καὶ δίφρος τις. καὶ ὁ ἐπιδίφριος [καὶ] χειροτέχνης
*ἐφέζεται· ἐπικαθέζεται ASvgn
*[ἐφηβία· νεότης g]
ἐφείλατο· [ἐφίλησεν]
ἐφεῖτο· ἐνετείλατο r [ἐνετέλλετο]
*ἐφείω· ἐπενέγκω r. ἐπιβάλω (Α 567) n
ἐφέλης· ἐπίαλτος
ἐφελγύνοντες· ἀλγύνοντες
ἔφελλεν· [ἐπεχείρησεν]
ἐφέλκυσον· ἕλκυσον
ἐφέμεν· παρεῖναι
*ἐφενάκιζον· ἐχλεύαζον ASPn (vg)
ἐφεπτᾶσθαι· ἐπακολουθῆσαι. Λάκωνες
*ἐφέξει· σταθῇ vg. ἀποκαθέξει. παύσει n
*ἔφεξιν· χάριν. ἕνεκα. κώλυσιν. ἢ πρόφασιν AS (vg)
ἔφεξιν· [χάριν, ἕνεκα]. ἐποχήν. πρόφασιν. Εὐριπίδης Πειρίθῳ
(fr. 599). [ἔπεξις]
ἐφέξω· πέμψω
ἐφέξεται· [ἐπικαθέζεται]
ἐφέπειν· ἐπακολουθεῖν (r). ἐπιπορεύεσθαι
ἔφεπε· ἐφεῖπε. κατήπειγεν (Λ 496)
ἐφέπεσκεν· εἷπεν. περιέτρεχεν
ἐφέπεσκον· ἐπεπορεύοντο (μ 330)
*ἐφεπόμενοι· ἐπακολουθοῦντες (Avg)
ἐφ' ἑπταπόδην· ζυγὰ νεώς, ἢ θρόνον, ἢ ὑποπόδιον ἑπτὰ
πόδας ἐπὶ †δώδεκα (Ο 729)
ἔφεπεν· ἐπεδίωκεν (Λ 177) s
ἐφέποντες· ἐπερχόμενοι. ἐπιδιώκοντες. ἐπιπορευόμενοι (ι 121)
*ἔφερβεν· ἔτρεφεν (Eur. Or. 869) ASvgn
*ἐφ' ἕργμασιν· ἔργοις n
ἔφερσεν· ἐκύησεν
ἔφες· ἄφες. ἐπιβαλοῦ. *ἐπίπεμψον (Ε 174) gnp
ἐφέσει· ὀρέξει
ἐφέσεως· ἐπιθυμίας, ὀρέξεως
Ἐφέσια· ἀγὼν ἐν Ἐφέσῳ ἐπιφανής (Thuc. 3, 104,3)
Ἐφέσια γράμματα· ἦν μὲν πάλαι {ς#}, ὕστερον δὲ προσέθεσάν
τινες ἀπατεῶνες καὶ ἄλλα. Φασὶ δὲ τῶν πρώτων τὰ ὀνόματα
τάδε· ἄσκιον, κατάσκιον, λίξ, τετράξ, δαμναμενεύς, αἴσιον.
Δηλοῖ δὲ τὸ μὲν {ἄσκιον} σκότος, τὸ δὲ {κατάσκιον} φῶς, τὸ
δὲ {λὶξ} {γῆ, {τετρὰξ} δὲ ἐνι}αυτός, {δαμναμενεὺς} δὲ ἥλιος,
{αἴσιον} δὲ ἀληθές. Ταῦτα οὖν ἱερά ἐστι καὶ ἅγια
ἐφέσασθαι· ἐπικαθῆσθαι
ἐφεσίαν· ἀντιποίησιν. ἐπιθυμίαν
*ἐφέσιον· ἐγκλητεύσιμον AS
*ἔφεσις· ἔκκλησις Ag. ἐπιθυμία, ὄρεξις. καὶ ἡ ἐκ δικαστηρίου εἰς
ἕτερον δικαστήριον μεταγωγή ASvgn
ἐφεσπερεύεσθαι· ἑσπέρας ἐγρηγορέναι (r)
*ἐφεσπόμεθα· ἀκολουθοῦμεν S (vg)
ἐφέσσατο· ἐπεβάλλετο (Greg. Naz. c. 1, 1, 8, 115)
ἐφέσσαι· ἐπικαθίσαι τῇ νηΐ (ν 274)
ἐφέσσεσθαι· ἐφέζεσθαι, καθέζεσθαι (Ι 455)
*ἐφεστιασάμενος· εὐωχηθείς, εὐφρανθείς ASvg
ἐφέστιοι· ἔνοικοι, ὅσοι ἑστίαν καὶ οἶκον ἔχουσι. ξένοι, ἐπίδημοι.
οἰκέται. Σκυθῶν βασιλέως ἀποστάται
ἐφέστιος· αὐτόχθων r. ἢ πολίτης. ἢ *ἔνοικος (Β 125) r. n
†ἐφέστα· τὸ †ἑσπερινὸν δίκτυον
*ἐφεστρίς· χλανίς r. gn
ἐφεστρίδες· τὰ ἐπιβλήματα (r)
ἐφέται· δικαστῶν εἶδος Ἀθήνησι, {ἐπὶ} τῶν ἐφ' αἵματι διω-
κομένων
ἐφέτας· τοὺς ἡγεμόνας τῶν Περσῶν καταχρηστικῶς (Aesch. Pers.
79). κυρίως δὲ οἱ τὰς φονικὰς δίκας Ἀθήνησι δικάζοντες
*ἐφέτην· καταληπτήν AS
ἐφετίνδα· εἶδος παιδιᾶς, ὅταν σφαῖραν ἄλλῃ προτείναντες
ἀλλαχῇ βάλλωσι. καὶ πεποίηται παρὰ τὸ φενακίζειν (Cratin.
fr. 415?)
ἐφετίς· παιδίσκη. διάκονος
ἐφετμή· *ἐντολή r. ASg. ἐπιστολή, νουθεσία, πρόσταγμα (Ξ
249) b
*ἐφετμῶν· τὰ αὐτά (Α 495) Ag
ἔφευξαν· ἔφυγον
ἐφέψει· καταλήψεται (S)
ἐφεψιώμενοι· ἐπιπαίζοντες, ἐπισκώπτοντες
ἐφεψιόωνται· ἐπιπαίζουσιν. ἐπικαταλαμβάνουσιν. ἐφήδονται
(τ 331)
ἐφέωται· ἐφεῖται
ἔφη· *εἶπεν Avgn. ἔδοξεν. ἀπεκρίθη
*ἐφηβίαν· νεότητα (2. Macc. 4,9) ASg (r)
ἔφηβοι· οἱ ἡβῶντες. ἐλέγετο δὲ καὶ ἐπὶ παρθένων
*ἔφηβος· παῖς μικρός, ἐν τῇ ἀκμῇ ASvgn
*ἐφήβων· νεωτέρων (2. Macc. 4,12) n
*ἐφήδεσθαι· ἐπιχαίρειν, ἐπιτέρπεσθαι ASvgp
*ἐφήδοιτο· τέρποιτο ASvn
*ἐφηδόμενοι· χαίροντες An
ἐφήθη· [συνεχωρείσθη]
ἐφησθείς· ἐπιχαρείς
ἐφήκατο· ἐνετείλατο
*ἐφῆκεν· ἐξεκαλέσατο ASgn. ἐφώρμησεν. [ἔπεμψεν (Α 445) r. sn
(Ag)
ἐφήκει· ἐφορμᾷ. ἐπέρχεται
ἐφήλιδες· περόναι. καὶ πάθος ἐπὶ προσώπου τραχύτητα
{παρέχον}. καὶ αἱ τοῦ ἡλίου ἐπικαύσεις, αἱ καὶ {ἐφήλεις}
*ἔφηλος· [ἔφυλος] ἡλοφόρος. ἢ [ἐφήλιδας [ὡς ἥλους] ἔχων εἰς
τὴν ὄψιν (Lev. 21,20) ASgn
ἐφήλωσεν· ἠπάτησεν (Aesch. Ag. 492) r. s
ἐφήμερα· μετάβολα. φθαρτά
*ἐφ' ἡμέραι· ἐφ' ἑκάστης ἡμέρας AS
*ἐφημερία· ἡ τῆς ἡμέρας λειτουργία (I Esdr. 1,2 ..) r. AS
ἐφημέριοι· ἄνθρωποι θνητοί, ἐπιθετικῶς
ἐφημερίων· ἀνθρώπων
ἐφήμερον· τὸ κώνειον. καὶ μύρον τι. καὶ ζῷον οὕτω καλούμενον,
ὅπερ ζῇ μίαν ἡμέραν
†ἐφημίαι· ἀγροί. καὶ βέλτιον ἀφημίαι
*ἐφημοσύνη· ἐντολή (Ρ 697) (AS)
ἐφ' ἡμῶν· ἐπὶ ἡμῶν. ἐν τοῖς χρόνοις ἡμῶν
ἐφήμως· [εὐφήμως]
*ἔφηνεν· ἔδειξεν r. gn. ἐποίησε φανερόν (Β 318) r. n
ἐφήσεις· ἀναπείσεις (Α 518)
ἐφῆπται· περιῆπται. πρόσκειται. ἐπίκειται (Β 15)
*ἔφησθα· εἶπας (Α 397) ASg
*ἐφησθεῖεν· ἐπιχαρεῖεν ASvgn
*ἐφήσθης· ἐχάρης AS (vg)
*ἐφήσομαι· ἐπιθήσομαι. ἐντελοῦμαι ASg. ἐπισκήψω A. ἐπισκέψο-
μαι (Ψ 82) S. πέμψω, ἀποστελῶ APn
*†ἑφθά· ἐμάλασσε διὰ τοῦ καίεσθαι AS
*ἑφθαλέας· {ὀπτοῦ ἐξ οὗ καὶ ἑφθοῦν τὸ ὀπτᾶν} g Σa
*ἔφθης· προέλαβες. ἔφθασας (λ 58) (ASg)
ἐφθιᾶ· [ἀπέθανεν]
ἐφθίεται· [ἔφθιται. τεθνᾶσιν]
*ἐφθίατο· ἐφθάρησαν (Α 251) r (Sn)
ἐφθίσθη· ἀπέθανεν
*ἔφθιτο· ἐφθάρη SP, ἐτελεύτησεν (Σ 100)
ἑφθόν· τὸ ὠπτημένον (Num. 6,19 ..) r
ἐφίαλεν· ἐπεχείρησεν
*ἐφιάλτης· ὁ ἐπιπηδῶν S (Agn)
ἐφιγμένους· ἐπιτυχόντας
ἐφιδύειν· ὀκνεῖν
*ἐφίει· ἐπιπέμπει ASn
*ἐφιείς· ἐπιβάλλων, ἐπιπέμπων (Α 51) gn, συγχωρῶν ASvg
*ἐφίεμαι· ἐπιθυμῶ r. ASvg. καταλαμβάνω
ἐφιέμεναι· ἐνδιδόναι n
*ἐφιέμενοι· ἐπιθυμοῦντες (Eur. Rhes. 46) Agn
ἐφιέντα· ἐπιθυμοῦντα
ἐφιέμενος· *ἐπιθυμῶν APs. ἐντελλόμενος (ν 7)
ἐφιέρεια· τὰ ἐπὶ τοῖς ἱερείοις ἀποθυόμενα
*ἐφιζάνει· ἐπικαθέζεται r. ASvg
ἐφίημι· ἐφιέναι κελεύω, ἐπιτρέπω
*ἐφίησιν· ἐπιτρέπει ASgn
*ἐφικέσθαι· καταλαβέσθαι ASvgn
ἐφικνεῖται· καταλαμβάνει r
ἐφικνούμενος· νοῶν. φθάνων. ἐγγίζων. παραγενόμενος. ἢ
γνούς
ἐφίκοιτο· παραγένοιτο r. *νοήσοι ASvgn
*ἐφικτόν· δυνατόν. καταληπτόν (2. Macc. 15,38) r. ASvgn
ἐφίλατο· ἐφίλησεν. φίλον ἐποιήσατο (Ε 61)
ἐφίληθεν· ἐφιλήθησαν (Β 668)
ἐφινίους· τὰς ἐπὶ τοῦ ἰνίου σάρκας
Ἔφιπνος· Ζεὺς ἐν Χίῳ
ἔφιππος· ἀγὼν γυμναστικὸς παρὰ Λάκωσιν
ἐφ' ἵππων· ἐπὶ τῶν ἵππων (Ε 249)
*ἐφίεσαι· ὁρμᾷς AS
*ἐφιστάνουσιν· ἐκζητοῦσιν Avgs
ἐφιστορεῖν· ἐπερωτᾶν
ἐφίτυσεν· ἐγείνατο, ἐγέννησεν
ἔφλα· ἐμάλασσεν (Ar. Plut. 718). συνεμίσγετο. συνῆν
*ἔφλεγεν· ἔκαιεν σφοδρῶς n
ἔφλιβεν· ἔθλιψεν, ἔθλιβεν
ἔφλιδεν· διέῤῥεεν. ἐῤῥήγνυεν
ἔφλυεν· ἀνέβαλλεν. ἔστι δὲ τῶν πεποιημένων (Φ 361)
ἐφλυάρει· ἐλήρει
ἐφλυήρει· ἐλήρει, ἐμωρολόγει
ἐφνιδίως· [ἀθρόως, ἄφνω]
ἐφόβει· εἰς φόβον ἦγεν
ἐφόβηθεν· ἐφοβήθησαν, ηὐλαβήθησαν (Ε 498)
ἐφόβησαν· ἐδίωξαν
*ἐφοδευσάτωσαν· κατασκοπησάτωσαν (Deut. 1,22) ASvg
*ἐφόδια· ἁρμόδια ASn εἰς ὁδόν Sn
Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς (Ps. 107,9) καὶ {Ἐφραῒμ}
ὁ παράκλητος· {κεφαλὴ} δὲ ἡ διάνοια
ἐφοδεία· τὸ ἐπιέναι τὰς φυλακὰς τὸν ἄρχοντα
ἔφοδος· *ὁρμή ASn. ἄφιξις. *ἐπιδρομή ASvg. παρουσία.
*βλάβη AS
*ἐφοίτησε· παρεγένετο n (vg)
ἐφολκά· τὰ ἀγαγεῖν δυνάμενα (Thuc. 4, 108,5)
ἐφόλκαιον· ἐφολκίδα. πηδάλιον (ξ 350)
*ἐφόλκια· μικρὰ καράβια, παρὰ τὸ {ἕλκεσθαι} ὑπὸ τῶν κωπη-
λατῶν ἢ τῶν μεγάλων πλοίων ASvg
*ἐφολκίδα· ἐπάχθειαν. σκάφος (Eur. Andr. 200) An
ἐφόλκιον· διὰ τοῦ {ι} τὸ πηδάλιον, ἀπὸ τοῦ {ἐφέλκεσθαι
ἐφομαρτεῖτον· ἐπιδιώκετε. ἐπισπεύδετε. *ἐπακολουθεῖτε (Ψ
414) n
ἐφομαρτεῖτον· ὁμοζυγεῖτε
ἐφοπλίζει· παρασκευάζει, ἑτοιμάζει
ἐφόπτης· θεατής. αὐτόπτης
Ἐφόρκιος· Ζεύς, ἐν †Κιτάνω τάματι
ἐφορμήν· ὅθεν ἄν τις {ἐν} πολέμῳ ἐφορμήσειεν
*ἐφορμήσαντα· ἐπελθόντα AS
ἔφορος· ἐπίσκοπος, ἐπιστάτης, θεατής. *θεός Ab. ἐπόπτης
ASvg
ἐφόρμῳ· νεωλκίῳ
ἐφορεύειν· ἐποπτεύειν, ἀπὸ τῶν ἐν Σπάρτῃ ἐφόρων
*[ἐφοστρίδες· εἶδος ἱματίου ASv]
*ἐφ' ὅτῳ· ἐφ' ᾧτινι, ἐπί τινι Avgn
*ἐφουδ βαρ· ἱερατικὸν ἔνδυμα ASg. τὸ δὲ βαρ μικρὸν λέγεται
(1. Regn. 2,18 ..) S
*ἐφουδ Ἑλληνικῇ ἐπωμίδι προσέοικε. γίνεται γὰρ τοῦτον τὸν
τρόπον· ὑφανθὲν ἐπὶ βάθος πηχυαῖον, ἔκ τε χρωμάτων παντοίων,
καὶ χρυσοῦ συμπεποικιλμένου, ἀπερίπτυκτον τὸ μέσον τοῦ
στέρνου καταλιμπάνει, χειρῖσι τε ἠσκημένον, καὶ τῷ παντὶ
σχήματι χιτῶνα εἶναι πεποιημένον Σb. τοῦτο τὸ {ἐφοὺδ} ἦν,
τὸ ἔχον τοὺς δώδεκα λίθους, καὶ ... εἰς αὐτὸ ἐπηρώτων, ὅτε
ἀπήρχοντο εἰς πρᾶγμα
ἔφρασεν· ἐδήλωσεν ps
ἐφρασάμην· συνῆκα, ἔγνων (ρ 161)
ἐφράσθη· συνῆκεν, ἔγνω, ἐνόησεν (Eur. Hec. 546)
†ἔφρικα· πεπλήρωτο. ἀνεγνωρίσθη†
ἔφριξεν· ὀρθὰ δόρατα ἔσχεν (n). ἐδειματώθη. ἐπεῤῥώσθη
(Ν 339)
*ἐφρύαξαν· ἐκινήθησαν S. ἐπήρθησαν vgn. συνήχθησαν (Psalm.
2,1) A
ἐφρύγη· ἡμίφλεκτος ἐγένετο
ἐφρυκτωρήθησαν· ἐπυρσεύοντο (Thuc. 3, 80,2) (r)
*ἔφυ· ἐγένετο (ψ 190) ASvgn
ἔφυγον κακόν, εὗρον ἄμεινον· νόμος ἦν Ἀθήνησιν ἀμφιθαλῆ
παῖδα ἀκάνθαις μετὰ δρυείων στεφάνων στέφεσθαι, καὶ τὸ
λίκνον ἄρτων ἀναλαμβάνειν πλῆρες, εἶτα ἐπιλέγειν· {ἔφυγον
κακόν, εὗρον ἄμεινον}· τὸ γὰρ ἐκ τῶν δρυῶν καὶ ἀκανθῶν
ἅμμα κακὸν ἔλεγον
*ἐφ' ὑγρήν· ἐπὶ τὴν θάλασσαν (α 97 ..) ASv
*[ἐφύξα· ἐφύσα ASvg]
*ἔφυδρος· ὕδωρ ἄγων (ξ 458) g
ἐφ' ὕδωρ λαχεῖν· λαγχάνει τις ὕδωρ παρατηρήσων τὸ ἐν
ταῖς δίκαις
ἐφυμνεῖς· ἐπάιδεις. Σοφοκλῆς Ἀλεάδαις (fr. 87)
ἐφύμνια· ᾠδαί
*ἐφύπερθεν· ὑπεράνωθεν (ι 383) ASvgn
ἐφυπνῶσαι· καθευδῆσαι
Ἐφύρη· ἡ νῦν Κόρινθος (Ζ 152) gn. καὶ Κίχυρος καλουμένη ἐν
τῇ Ἠπείρῳ (α 259), καὶ ἡ Οἰνόη
*ἔφυρον· ἔβρεχον ASvgn, ἐμόλυνον S. ἔπλυνον (Ω 162) Avgn
Ἐφύρους· τοὺς Ἀκαρνᾶνας (Ν 301)
ἔφυς· ἐβλάστησας. ἐγένου (Eur. Alc. 686)
ἔφυρσαν· ἐπάτησαν
ἐφυσίασεν· ἀνέπνευσεν
ἐφυσίησεν· ἀνέπνευσεν
ἐφυσίησα· ἐπυῤῥίησα. ἐπεῤῥώσθην
Ἔφυροι· ἔθνος
†ἐφώδει· ἐπέληγε. Λάκωνες
*ἐφώδευσεν· ἐπέρασεν (Iudith 7,7) AS
*ἐφωδιάσθημεν· τὰς χρείας τῆς ὁδοῦ ἐλάβομεν (Ios. 9,12) AS
Ἐφωδίων· Ἐρατοσθένης διὰ τοῦ {τ} Ἐφωτίων ἀναγράφει (fr.
21 Str.) Μαινάλιον περιοδονίκην παγκρατιαστήν· ὁ δὲ Πολέ-
μων διὰ τοῦ {δ} (Ar. Vesp. 1191)
ἐφ' ᾧ πάρει· ἐπὶ ποίῳ σκοπῷ πάρει, καὶ παραγέγονας ἐνταῦθα
(Matth. 26,50 v. l.)
ἐφωπλίζοντο· παρεσκευάζοντο
ἐφωράθη· ἠλέγχθη n. ἐθριαμβεύθη
*ἐφώρμησεν· ἐνέσκηψεν ASn
ἐφωσιωμένα· τὰ νομιζόμενα
*ἐφώτισεν· ἐδίδαξεν (4. Regn. 12,3) ASs
*ἐφ' ὅτῳ· ἐφ' ᾧ, ἢ ἐπὶ τίνι p
ἔχαδε· κατέσχεν. ἐχώρησεν (Δ 24)
*ἐχάζετο· ὑπεχώρει, ἀνεχώρει (Γ 32) n
*ἐχάζετο κῆρ' ἀλεείνων· ἀνεχώρει τὸν θάνατον ἐκκλίνων
(Γ 32 ..) An
ἐχάλασεν· ἐνέδωκεν. ἀφῆκεν
ἐχαλέφθη· ἐχαλέπηνεν
*ἐχάλεψεν· ἐκάκωσεν (Greg. Naz. c. 2, 1, 13, 132) n
ἐχάνδανεν· ἐχώρει (Ψ 742?)
ἔχανεν· *ἤνοιξεν (Gen. 4,11) AS. ἐκάλει. †συνεῖχεν
ἐχάνη· σκεῦός τι ὁδοιπορικόν
*ἐχαράκωσεν· ἐκύκλωσεν. ἐπολιόρκησεν (Ierem. 39,2) S
*ἐχάραξαν· ἤρξαντο (4. Regn. 17,11) AS
ἐχάσατο· ἀνεχώρησεν. ἀπέστη (Ν 193)
ἔχε· ἐγεγαμήκει (Ν 173)
ἔχεαι· συνέχῃ (σ 123)
*ἐχέγγυος· ὁ ἀσφαλὴς ἐγγυητής vgbp
ἐχεγγύῳ· πιστῷ. βεβαίῳ. ἐξ αὑτοῦ ἔχοντι τὴν ἐγγύην (Eur.
Andr. 192)
ἐχέγγυοι· ἀξιόπιστοι
†Ἐχεδημία· ἡ νῦν Ἀκαδημία καλουμένη
Ἐχεδωρίδες· αἱ νύμφαι
ἔχεεν· ἔχωσε Σ, χῶμα ἤγειρεν (Ζ 419)
ἔχει· *κατέχει (Α 82) n, κρατεῖ. νέμεται. διείργει. τημελεῖ. ἀξιοῖ.
βαστάζει, φέρει. ὑπομένει
ἔχες· ἔχεις, ἢ εἶχες
ἐχειμάσθην· ἐταράχθην. τὴν ζάλην ὑπέμεινα (Soph. Ant. 391)
ἐχειμίων· ἐρίγουν. καὶ {ἐχείμων} {Λάκωνες}
ἔχει τέλος· τετελεύτηκε [Λάκωνες]
ἐχειρούργει· ἔπραττεν
ἐχεκήλην· κηλήτην
*ἐχέμεν· ἔχειν (Δ 302) ASn
*ἐχεμυθεῖ· ἔχει ἐν ἑαυτῷ τὸν λόγον ASvg. σιωπᾷ (A) S
ἐχενηΐς· εἶδος ἰχθύος r. p
*ἐχεμυθεῖν· σιωπᾶν An, λόγους στέγειν
ἐχέμυθος· ἔχων ἐν ἑαυτῷ τὸν λόγον, ἤτοι κρατῶν τὸν λόγον
σιωπῇ
*ἐχεπευκές· ἔχον πικρίαν (Α 51) ASn
ἐχέπωλοι· ἱππικοί. ἱπποτρόφοι
*ἐχερμάζομεν· τὴν γῆν εἰργαζόμεθα AS
ἐχεσαμία· ὅτε θέρους ὄντος ψακάζῃ, ἢ βροντήσῃ
*†ἐχέσκει· ἀνιᾶται AS
*ἔχεσκε· κατεῖχεν (Γ 219) ASn
ἔχεσφιν· ἅρμασιν
ἔχεται· ἕπεται. ἀντιλαμβάνεται
ἐχέτλαις· ἀροτριάμασιν. αὔλαξιν
ἐχέτλη· ὃ κατέχει ὁ ἀροτὴρ τοῦ ἀρότρου. καὶ ἡ αὖλαξ. καὶ ἡ
σπάθη τοῦ ἀρότρου
ἐχετλεύειν· ἀροτριᾶν
*ἔχετο· ἐγαμεῖτο (Ζ 398) ASvgn
Ἔχετος· ὄνομα βασιλέως τυράννου. οὗτος βασιλεὺς Ἠπειρωτῶν
ὠμότατος, Αὐχήνορος καὶ Φλογίας παῖς, γνοὺς τὴν θυγατέρα
ἐφθάρθαι, ἐτύφλωσε, καὶ ἠνάγκασεν ἀλεῖν σίδηρον, τινὲς δὲ
χαλκᾶς κριθάς· ἐκαλεῖτο δὲ Μετώπη. καὶ εἰς τοσοῦτον ὠμότατος
ἦν, ὥστε καὶ τὰ ὦτα ἀφαιρεῖν καὶ τὰς ῥῖνας καὶ τὰ αἰδοῖα τῶν
παριόντων. μέμνηται καὶ Ἀπολλώνιος (4,1093) τῆς ἱστορίας
(σ 85)
*ἔχευαν· ἔχεαν AS. κατέχυσαν (Γ 270)
ἐχεύατο· ἐξεχύθη, *[διεχύθη (Η 63) n
ἔχευε· κατέχυσεν (Ι 215)
ἔχε φρεσί· μνημόνευε (Β 33)
*ἐχέφρων· συνετός gn. ἔχων φρένας n, σώφρων (Ι 341)
*ἔχε φύζα· [ἐφύσα A] εἶχε φυγή (Ι 2) ASn
*ἔχεων· ἐχιδνῶν A (vg)
ἔχει· κατέχει (α 53 ..)
*ἔχθεα· ἔχθρας n, μίση (Γ 416)
*ἐχθαίρειν· μισεῖν (Σ)
ἔχθεται· μισεῖται
*ἐχθειάσας· μεγάλως θαυμάσας SP
*ἐχθοδοπήσεις· ἐχθροποιήσεις vgn (A)
*ἐχθίστων· μεμισημένων, μυσαρῶν ASg(v). ἐχθροτάτων (Σ)
ἔχθιμα· μισήματα. Σοφοκλῆς Τυροῖ α# (fr. 590)
ἔχματα· στηρίγματα r
ἐχθοδοπῆσαι· διεχθρεῦσαι (Α 518)
ἐχθοδοπός· ὁ ἔχθραν ποιῶν r
ἐχθοῖ· ἔξω
ἐχθραίνειν· μισεῖν (1. Macc. 9,51)
*ἔχθος· [πόνος.] μῖσος. (Eur. Phoen. 879) r Σps
ἔχθρασμα· ἔχθρα
ἐχθῦσαι· ἐξεμέσαι
ἐχθύσσῃ· ἐκφυσήσῃ. ἐκπνεύσῃ
ἔχιγγος· [σκότωσις]
ἐχῖνος· μικρὸν τῆς θαλάσσης ζῷον, ἢ τὸ πετεινόν
Ἐχινάων· νήσων, αἳ καλοῦνται {Ἐχινάδες} (Β 625)
ἐχῖνοι· πέμμα νησιωτικόν, ὡς πλακοῦς. καὶ κοιλίας μέρος τῶν
μηρυκαζομένων ζώων. καὶ τῶν πτηνῶν ἡ κοιλία. καὶ σκεῦος
μαγειρικόν. καὶ τῶν δρυῶν οἱ κύτταροι. καὶ τῶν πλατάνων ὁ
καρπός. καὶ τῶν κιονοκράνων μέρος. καὶ τοῦ χαλινοῦ μέρος.
καὶ οἱ τῶν τειχῶν ἀγκῶνες. καὶ λοπάς. καὶ ζῷον θαλάσσιον
ἐδώδιμον. καὶ εἶδος ῥοιῶν. καὶ μύες. καὶ [οἱ ἀκανθόχοιροι (p)
ἔχλυσεν· [ἔκλυσεν]
ἐχμάζει· κωλύει. ἡσυχάζει. στηρίζει. κρατεῖ. δεσμεύει
ἔχμασον· ἐπίσχες, κατάσχες
ἔχματα· κωλύματα, ἀπὸ τοῦ {ἐπέχειν}, ἐρείσματα ὑδάτων
(Φ 259)
ἔχμενος· ὑποτεταγμένος
ἔχναυον· ἐπέκνιζον
ἐχνόαζεν· πρῶτον ἤκμαζεν
ἔχοιτο· συνέχοιτο. *ἀντέχοιτο ASgn
*ἐχολώσατο· ὠργίσθη (Ο 155) r Ss
*ἐχόλωσεν· εἰς ὀργὴν ἤγαγεν (Σ 111) n
*ἐχόμενα τρίβου· πλησίον, ἐγγυτάτω (Ps. 139,6) ASvgp
*ἐχόμενοι· ἐγγίζοντες (Gen. 41,23 ..) Ss
ἐχόμενος· ἀντεχόμενος. *πλησίον An {ὤν} A (Num. 22,5 ..)
ἐχόμην· ἐξειχόμην (ι 435 ..). ἀπειχόμην
*ἔχον· εἶχον. [ἤλαυνον. ἐφύλασσον (Ε 749) n
ἔχονσι· ἔχουσι. Κρῆτες
*ἔχου· μεταποιοῦ. φρόντιζε AS
*ἔχραε· ἐπεβάρησεν (ε 396) Ss
*ἔχραε κήδειν· ἐπεβάρησε πρὸς τὸ βλάπτειν (Φ 369) n
ἔχραον· ἐπέκλυσαν. ἐπέθεντο. ἐβάρησαν κατὰ βίαν. ἀθρόοι
προσῆλθον (β 50?)
†ἔχρας· ἔφυ†
ἔχραυσεν· ἐπέτυχεν
ἐχραύτιζεν· ἴξευεν
ἔχρῃζεν· ἐδεῖτο. ἱκέτευεν
*ἐχρηματίσθη· προεφητεύθη (Act. ap. 10,22) AS s
*ἐχρῆν· ἔδει. ἔπρεπεν S
ἔχρησεν· ἐμάντευσεν. [ἠθέλησεν s. *ἔδωκε χρησμόν (Eur. Hec.
1268) ASvg
ἔχριμψαν· ἔπεσαν. ἐπλησίασαν
ἔχρισεν· ἐκέντησεν. ἐπήλειψεν (γ 466)
ἐχρωματίσθη· συνεχρώισθη. Σοφοκλῆς Ἀθάμαντι (fr. 9)
ἐχρέωντο· ἐλάμβανον. ἐξελάμβανον
ἐχρωτίσθη· ἐχρωματίσθη
ἐχύη· ἐχύθη
ἐχύμισαν· ἤρτυσαν (Ar. Thesm. 162)
ἐχυρά· πιστή, καὶ βέβαιος, ἀσφαλής, ἰσχυρά, *ὀχυρά ASb
ἐχυρῶσαι τῷ διὰ χειρὸς ὅρκῳ· συνθέσθαι. [καὶ κρατηθῆναι]
ἐχυρόν· δυσαντίρρητον. ἀσφαλές q
ἐχυρόφρονες· αἱ σπουδαῖα φρονοῦσαι. ἢ [ἀσφαλεῖς ἐν φρο-
νήσει p
*ἐχυρῶς· ἰσχυρῶς Agn, ἀσφαλῶς r ASvgn
*ἐχώλαναν· ἔκλιναν ASvgsp
ἐχώμεθα· ἀπεχώμεθα (Ξ 129). *ἀντεχώμεθα. ἀντιλαμβανώμεθα
AS
ἔχων· φέρων. [οἰκῶν. κατέχων (Α 14) n
*ἐχώσατο· ὠργίσθη r. n, ἐχολώθη (Α 64) AS
ἐψαθήλατο· ἐκνήσατο
ἐψάκασεν· ἔσταξεν
ἐψαλάξατο· ἔψαυσεν. ἐκινήθη
†ἑψάναι· αἱ τῶν λαχάνων δέσμαι
ἑψάνη· ἑψητήριον. λοπάς
ἕψατο· ἠκολούθησεν
ἕψεαι· ἐπακολουθήσεις (Ω 733)
ἑψία· παίγνια r
ἑψίη· γέλως. παιδιά r
ἕψειν· τὸ τὰς τρίχας βάπτειν (Com. ad. fr. 288)
ἕψημα· ὅπερ ἔνιοι {σίραιον} καλοῦσιν, ἄλλοι {γλυκύ} (Plat.
com. fr. 149)
ἕψεο· ἀκολούθει, ἕπου
*ἕψεται· ἀκολουθήσει (Δ 415) ASvgn
ἐψεύσθη· ἠπατήθη. ἀπέτυχεν
ἑψητήριον· ἑψάνη r. ἡ λοπάς rp
ἑψητοῖς· τὰ μικρὰ ἰχθύδια ... (Ar. Vesp. 679)
ἑψιήσεται· καταπαίξεται
ἑψία· γέλως, παιδιά, χλεύη. ἔφοδος· ἀπὸ τοῦ {ἕπεσθαι}. ὁμιλία.
Σοφοκλῆς Ἀθάμαντι δευτέρῳ (fr. 3)
ἑψιᾶται· γελᾷ. [παίζει r. p γυμνάζεται
ἑψιατέον· παικτέον r. p
ἑψιάτιμον· γυμναστικόν. παιγνιῶδες p
ἑψιάωνται· [ἀκολουθήσωσιν]
ἔψιδδεν· ἔκλαυσεν
ἑψιαάσθων· παιζέτωσαν. [ἀκολουθείτωσαν] (ρ 530)
ἑψίονται· ἀκολουθήσουσιν
ἐψιλωμένη· ἐὰν μὲν μακρῶς, ἔσται τετραμμένη καὶ ψιλή, ὅπερ
ἔνιοι {ἑτερόμαλλον}· ἐὰν δὲ βραχέως, ἔσται δασεῖα παρὰ τὰ ψίλα
{ἃ} τοὺς κροσσοὺς περὶ τὰ ἄκρα δηλοῖ
ἑψίωνται· [ἀκολουθήσουσιν]
ἑψιόωντο· ἔπαιζον (Callim. h. Cer. 38)
ἔψισεν· ἐψώμισεν (Hippon. fr. 33 Bgk.) (p)
ἐψίσθη· ἀπέθανεν
*ἑψόμενον· ἀκολουθησόμενον n
ἔψυθεν· ἐψεύσατο
ἔψυξεν· ἀπέπτυσεν. ἀπεδίωξεν
*ἐψυχαγώγησας· παρεμυθήσω. ηὔφρανας AS (vgp)
ἕψομαι· ἀκολουθήσω, ὀπαδήσω (Κ 108)
ἐψωμένω· παίζοντες
*εω· ψιλούμενον τὸ ὑπάρχω (Α 119) ἀνατολήν ASvg. ἢ ἰδίῳ An
εω· *τῷ ἑαυτοῦ (Κ 204) ASn. συγχωρῶ, παραχωρῶ, ἀφῶ
ἐῴα· ἀνατολή. καὶ ἡ τοῖς προβάτοις περιτιθεμένη διφθέρα. καὶ
θυσία ἐν Κύπρῳ
ἕωθεν· {ἅμ'} ἡμέρᾳ, ὄρθρου. πρώϊμα
ἑωθινὴ δίκη· ὡς μέν τινες ἡ ἕως τινὸς τιμήματος· ὡς δέ τινες
ἀπὸ τόπου· ἔνιοι ἀπὸ τῆς ὥρας, τῆς ἕω, ὃ καὶ βέλτιον
*ἑωθινός· ὀρθρινός ASvgb
*ἐῴκει· ὡμοίωτο (Β 58) r. ASg
*ἑῷ· τῷ ἑαυτοῦ AS. τῷ ἰδίῳ. Ag
ἑωλοκρασία· χθεσινὴ μέθη. ἕωλος κρᾶσις, ἣ παρ' Ἀθηναίοις
κατεχεῖτο τοῖς παννυχίζουσι, διὰ τὸ μὴ δύνασθαι στέγειν τὸ
παννυχίζειν (Dem. 18,50)
*ἕωλον· χθιζόν, ἐχθεσινὸν [{}ον}· ἀνατολικόν, ὀρθρινόν (b)]. διὰ
δασέος. [δὲ] ψυχρόν Avg
*ἐώλπει· ἤλπιζεν (Τ 328) ASn
ἑῶμεν· ἅδην ἔχωμεν, *κορεσθῶμεν (Τ 402) ASn. ἀφῶμεν
*†ἐωμοῦ· ἱματίου γυναικείου AS
εων· ἰδίων αὐτοῦ δασέως (Ω 211) ψιλῶς δὲ *ὑπάρχων (Α 131)
Avgb
*ἐωνημένων· ἀγορασάντων ASvgn, ἢ ἠγορασμένων
ἐῳνοχόει· διηκόνει. ἐνέχει (υ 255)
ἐών περ· καίπερ ὤν
*ἐῶν χαίρειν· παραπεμπόμενος AS
*ἔῳξεν· ἀνέῳξεν r ASvg
†ἐώρα· νόσος
ἑῷος· ὀρθρινός, πρωϊνός
ἐῶργεν· [εἴργασται]
*ἐωρηθήτω· κρεμασθήτω ASgnps
*ἐωρίζεται· μετεωρίζεται. ἀναπατεῖ AS
*ἐωρούμενος· κρεμάμενος. ὑψούμενος ASvgps
ἔωρτο· [ἐκρέματο]
*ἕως· ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα r. ASvgp
ἕως· ὄρθρος, ἡμέρα. ἀπὸ τοῦ ἕως ταύτης ἡμᾶς κατακεκλίσθαι,
ἢ διὰ τὸ ἵεσθαι ἐν αὐτῇ
ἕως ῥά· οὕτω δή
ἔωσας· τὸ χαλᾶν τὸ αἰδοῖον ...
*ἑωσφόρος· ἀνατολικὸς ἀστήρ ASvg, ὁ τὸν ὄρθρον φέρων.
[λέγει δὲ τὸν φωσφόρον (Ψ 226) (vg)
Ζα· μέγα. ἰσχυρόν. πολύ. ὅθεν καὶ {ζάπλουτος} ὁ μεγαλόπλου-
τος
ζάβατος· [πίναξ ἰθυηρὸς παρὰ Παφίας]
ζαβάλλειν· ἐξαπατᾶν gp
ζαβλεμέως· μεγάλως πεποιθώς
ζάβοτον· πολύφορβον. πολύκτηνον
ζαβρόν· πολυφάγον (p) n
Ζάγκλη· δρέπανον. Sps. καὶ ὄνομα πόλεως
ζάγρη· βόθρος. λάπαθον
Ζαγρεύς· Διόνυσος {παρὰ ποιηταῖς} ..... δοκεῖ γὰρ {ὁ Ζεὺς}
μιγῆναι τῇ Περσεφόνῃ, ἐξ ἧς χθόνιος Διόνυσος
a) [ζαγῶσαι· ὑποπτεῦσαι. Δωρικὴ ἡ λέξις.] b) [ἀντὶ τοῦ
ἐπισχεῖν, κατασχεῖν]
ζάει· κινεῖ καὶ πνεῖ. Κύπριοι
ζαέντες· πνέοντες
Ζαβουλών· ῥύσις νυκτερινή, τουτέστι χύσις σκότους
ζαές· μέγα, πολύ. λαμπρόν. [ἰσχυρόν Sp
ζαὴν ἄνεμον· σφοδρῶς, μεγάλως πνέοντα (μ 313) p
ζαής· μεγάλως πνέων, πολύπνους (Μ 157)
*ζαθέην· ἄγαν θείαν ASvgn. θαυμαστήν (Α 38) vg
ζάθεον· ἄγαν θεῖον. εὐῶδες
ζαθέου· ἄγαν θείου. θαυμαστοῦ (Greg. Naz. c. 1, 2, 1,488)
ζαθερές· μεσημβρινόν. ἰσχυρῶς θερμόν q. p
*ζάθεοι· θεῖοι (Eur. Bacch. 121) ASvgn
ζαιός· εἶδος ἰχθύος n
ζακαλλές· περικαλλές S#
ζακελτίδες· κολοκύνται. ἢ γογγυλίδες
ζάικλον· [δρέπανον]
ζακόρια· θυσία Ἀφροδίτης
ζάκοροι· νεωκόροι. *[ἱερεῖς. παρὰ {τὸ} τὸν ναὸν σαροῦν
(ASvgn)
ζακόρων· νεωκόρων. ἱερέων
*ζάκοτον· ἄγαν ὀργίλον (Γ 220) ASvgn
ζακυνθίδες· κολοκύνται q S#. pn
Ζάκυνθος· νῆσος. καὶ πόλις (ι 24)
ζακρεεῖς· [εὔχρηστοι]
ζάκτι· †κριμνοῦ ἐν ἔτνει ἑφθῷ
ζάλ· [μέγα. ἰσχυρόν. πολύ]
ζάλα· θόρυβος
ζάλαινε· μώραινε
ζάλακες· ἐχῖνοι S#
†ζαλαύδα· κινοῦ
Ζαλείης· πόλις. (Δ 103) n [καὶ θάλασσα]
ζαλεῦ· μιμοῦ
ζάλη· συστροφὴ ἀνέμων μεγάλων. ἔνιοι δὲ μετὰ ὄμβρου πνοή,
*[ταραχὴ ὑδάτων AS, ἢ κλόνος
ζάλον· πηλόν S# n
ζαμάτιον· τρυβλίον S# np
ζάματος· πίναξ ἰχθυηρὸς παρὰ Παφίοις
Ζάλμοξις· τοῦτον Ἡρόδοτος (4,95) μέν φησι τοὺς περὶ τὸν
Πόντον οἰκοῦντας Ἕλληνας λέγειν δοῦλον Πυθαγόρου γενέσθαι,
εἶτα ἐλευθερωθέντα καὶ πλεύσαντα ἀπελθεῖν, καὶ ἀφρονεστέραν
μαθόντα .... δίαιταν καὶ Ἑλληνικήν, τοὺς πρώτους τῶν
Ἀστῶν συνάγειν καὶ εὐωχεῖν, λέγοντα, ὡς οὔτε αὐτός, οὔτε
οἱ συμπόται τεθνήξοιντο. ἄλλοι δὲ {τὸν αὐτὸν} τῷ Κρόνῳ
εἶναι λέγουσιν
*ζαμβύκη· μουσικὸν ὄργανον ASvgnp
ζαμενής· [μεγάλως πεποιθώς.] εὔψυχος. μέγα μένος ἔχων
ζαμενές· [μεγάλως ἔμψυχος], σφοδρῶς πνέον
*ζαμενής· ἄγαν ἰσχυρός ASvg
*†ζαμένοισιν· σφοδροῖς n(T)
ζαμήτας· μεγαλουργός
Ζάμολξις· [...]
ζαμία· βλάβη S. ζημία
Ζάν· Ζεύς S#
ζανίδες· ἡγεμόνες S#
†ζαροῦν· καθεύδειν S#
ζάπεδον· μέγα ἔδαφος
ζαπιμελόν· μεγάλως πῖον, λιπαρόν
*ζάπλουτος· πλούσιος πάνυ (Eur. Andr. 1282?) (A) g S (n)
ζαπότην· ἰσχυροπότην
ζάρηκες· ἐπίθετον πελαργῶν
Ζαρῆτις· Ἄρτεμις. Πέρσαι
ζαρτός· ζωμὸς τριπτός
ζατές· ζητῇς
ζατήσασθαι· αἰσθέσθαι S#
ζατράπης· ὁ βασιλεύς S# n
ζατρεφές· εὐτραφές p
*ζατρεφέων· εὐτραφῶν gn. μεγάλως τεθραμμένων (Η 223)
ζατῶσαι· φωρᾶσαι. [[φράσαι p. ζημιῶσαι S#]. ὑπονοῆσαι
Ζαυάνας· θεός τις ἐν Σιδῶνι
ζαυκίτροφον· τὸ σεμνόν
*ζαφλεγές· σφοδρῶς, ἰσχυρῶς Ab {λάμπον} b
*ζαφεγγεῖς· λαμπροὶ καὶ ἐπιφανεῖς ASvgn πάνυ
ζαφελές· ἄγαν σκληρόν. ἢ μεγάλως ηὐξημένον. [πολύφλογον].
ἄγριον. θυμῶδες. ἰσχυρόν
ζαφελῶς· μεγαλοκότως (Ι 516)
ζαφλεγέες· σφόδρα λάμποντες. εὐθαλεῖς. μεγάλως πνέοντες ἢ
μεγαλοφεγγεῖς (Φ 465)
ζαφορῆσαι· μεγάλως φορτίσαι
ζαφόρος· πολυφόρος S#
†ζαγμά· ἡνία S#
ζαχραεῖς· ἐξαπιναίους
ζαχρεές· [ἰσχυρόν.] εὔχρηστον
ζαχρειῶν· ἰσχυρῶν ἐν ταῖς μάχαις. *[ἰσχυρῶς πνεόντων n.
μεγάλως ἐμπελαζόντων (Ε 525)
*ζαχρηεῖς· πάνυ χρειώδεις (Μ 347) ASn
ζαχρειῶν· μεγάλως ἐπικειμένων (Ε 525)
ζβίχ· λευκόν
Ζέα· ἡ †ἐκάτη παρὰ Ἀθηναίοις. καὶ εἷς τῶν ἐν Πειραεῖ λιμένων,
οὕτω καλούμενος ἀπὸ τοῦ καρποῦ τῆς ζειᾶς· ἔχει δὲ ὁ Πειραεὺς
λιμένας τρεῖς κλειστούς
†ζενυται· σέσακται
ζεγερίαι· μυῶν γένος (Hdt. 4, 192,3)
ζεῖ· ταράσσει. ἰσχυρῶς καίεται (Φ 362)
ζέει· φλέγει
ζειά· οἱ μὲν σίτου εἶδος, οἱ δὲ τὰς ὀλύρας
ζειγάρη· ὁ τέττιξ παρὰ Σιδήταις
ζείδωρος· βιόδωρος, *[ἡ {τὰ} πρὸς τὸ ζῆν δωρουμένη A (S) np
γῆ. {ἄρουρα}· (Β 548 ..)
ζείναμεν· σβέννυμεν
Ζειποίτης· ....ὁ περιχύτης r. p
ζείουσαν· ἀφρίζουσαν
ζειρά· οἱ μὲν εἶδος χιτῶνος, οἱ δὲ ζώνην· βέλτιον δὲ ἄλλο τι
ἐπιβόλαιον κατὰ τῶν ὤμων φορούμενον, ἐοικὸς ἐφαπτίδι· καὶ
Ἡρόδοτος μαρτυρεῖ ἐν ζῳ# (7, 69,1) καὶ Θεόπομπος ὁ Χῖος
(115, 304 J.)
ζειρατίς· ἱμάτιόν τι Σύρων
ζειρίς· ἀρωματοποιόν n
ζείρη· μίτρα. ταινία. διάδημα. †πέρα, ἤγουν ποδεᾶ†
Ζειρηνίς· Ἀφροδίτη ἐν Μακεδονίᾳ
ζειρόν· ποικίλον r. S# s
ζεῖρος· εἶδος σταφυλῆς
ζειροφόρος· ὁ Ἅιδης παρὰ Ἀντιμάχῳ (frg. 98 Wyss) q
ζειροφόρους· ζωνοφόρους
ζέλλειν· βάλλειν S# (r)
*Ζέλεια· πόλις Τροίας (Β 824) r
ζέλκια· λάχανα. Φρύγες καὶ ὁ πρασοειδὴς ἰχθὺς {ζελκάνη} S#
ζέμελεν· βάρβαρον S# ἀνδράποδον. Φρύγες
ζέσις· θερμότης
ζέρεθρα· βάραθρα, [κοῖλοι τόποι S#
ζέσεν· ἐθυμώθη. ὑπερεπόλασεν
Ζεῦ ἄνα· ὦ ἄναξ. κατ' ἀποκοπήν (Γ 351)
ζεύγελα· διάβροχα ξύλα. καὶ τῶν βοῶν ἢ ἡμιόνων ζευκτά. καὶ
τέμαχος ἐκ πλευρᾶς ἡλισμένης
*ζευγηλάτης· γεωπόνος AS
ζεῦγοι· βρόχοι ὀρνίθων
ζευγηλάτης· μεταβάτης. ἡνίοχος (Soph. frg. 559)
ζευγήτης· [μεταβάτης]
*ζευγύας· βοηλάτας
ζευγίσιον· τῆς ἐν Ἀθήναις πολιτείας τίμημα οὕτω καλούμενον.
ἦν δὲ διῃρημένη ἡ πολιτεία εἰς τέσσαρα τιμήματα
ζεύγλας· ζυγοί, ἢ μέρη τοῦ ζυγοῦ. καὶ ζευκτῆρες ἱμαντόδεσμοι.
καὶ τροπωτῆρες μεταφορικῶς. Εὐριπίδης Σκυρίαις (fr. 685)
*ζεύγλη· ζυγός A. ἢ τὸ ἄκρον τοῦ ζυγοῦ np, καθ' ὃ ἐντίθησι
τοὺς τραχήλους τὰ ζῷα ASvgn
*ζευγλόδεσμον· ὁ ἱμὰς τοῦ ζυγοῦ AS
ζεῦγος· πᾶν τὸ ἐζευγμένον. καὶ ὄχημα. καὶ ἐπὶ τριῶν, καὶ τες-
σάρων ἔτασσον
ζεῦγος τριπάρθενον· Εὐριπίδης Ἐρεχθεῖ (fr. 357). καὶ Σοφο-
κλῆς Σισύφῳ· {Χαρίτων τριζύγων} (fr. 502). Ἀριστοφάνης
Ὥραις καταχρηστικῶς ἐπὶ τῶν τριῶν τὸ ζεῦγος ἔθηκε· {ζεῦ-
γος τρίδουλον}· (fr. 576). παραδέδοται δέ, ὅτι καὶ {τριζύ-
γοις} ἅρμασί τινες ἐχρήσαντο· καὶ ὅτι τάσσουσι τὸ ζεῦγος
ἐπὶ γ# καὶ δ#
Ζευξαντίδαι· γένος ἰθαγενῶν παρὰ Ἀθηναίοις
ζευξίλεως· ζευκτὴς λαοῦ. ἢ ᾧ ὑπεζευγμένοι εἰσὶ λαοί. Σοφο-
κλῆς Ἀνδρομέδᾳ (frg. 129)
ζεῦμαν· τὴν πηγήν. Φρύγες
Ζεὺς καταχθόνιος· ὁ Ἀΐδων, ἤγουν ὁ Ἅιδης
ζεύσασθαι· γεύσασθαι
ζεφύρια· ὑπηνέμια ᾠά
ζεφυρίη· ἡ πνοὴ τοῦ ζεφύρου
*ζέφυρος· ἄνεμος, ὁ καλούμενος λίψ nps
ζηβήνη· [ὁλοσίδηρον ἀκόντιον]
*ζηλήμων· φθονερός n. ζηλότυπος (Avg)
ζηλοῖ· φθονεῖ. ἐρίζει. μισεῖ. μιμεῖται
ζηλοτυποῖ· ζηλοῖ
*ζηλοτυπία· ἐπὶ γυναικὸς ἀντιζήλου (Num. 5,15 ..) ASn
*ζηλότυπος· ὁ ἀντιζηλῶν ASn
*ζήλου· μίμου ASvgn. μεταδίωκε (Ps. 36,1)
ζηλῶ· μακαρίζω. Σοφοκλῆς Φιλοκτήτῃ ἐν Τροίᾳ (frg. 640)
ζηλῶ σε· μακαρίζω σε (Eur. Or. 1673) ASn. μιμοῦμαί σε
ζηλωτής· ἐρεθιστής. μιμητής
*ζηλωτός· μακαριστός (Eur. Or. 247 ..) ASvgn. r
ζημία· θυσία τις ἀποδιδομένη ὑπὲρ τῶν γινομένων ἐν Θεσμο-
φορίοις
Ζηνὶ φόως ἐρέουσα· σημαίνουσα τῷ Διῒ τὸ τοῦ ἡλίου φῶς.
Τρεῖς δέ εἰσι σημασίαι τοῦ φωτός· ἑωσφόρου, ἡμέρας, ἡλίου
(Β 49)
ζητεῖν· βούλεσθαι. Ἀττικοί
Ζητήρ· Ζεὺς ἐν Κύπρῳ
ζητόρων· ζητούντων· γράφουσι δὲ ἔνιοι {ζητητόρων}
ζητρεῖον· τὸ τῶν δούλων κολαστήριον (Eupol. frg. 93). q. np
ζητρόν· τὸν δημόκοινον
ζία· [κριθή, ἢ σίτου γένος]
*ζιβύνη· ὁλοσίδηρον ἀκόντιον ἢ λόγχη ἢ σπάθη ἢ μάχαιρα
(Isai. 2,4 ..) n
ζιβύνια· r λογχίδια μικρά
Ζιβυθίδες· αἱ Θρᾷσσαι, ἢ Θρᾷκες γνήσιοι
ζίγγος· ὁ τῶν μελισσῶν ἦχος r. S#. ἢ τῶν ὁμοίων
ζίγλας· κῶλα
ζίγνις· ἡ χαλκὶς σαύρα
ζίεται· ζητεῖ r
ζιγνῶσαι· σκυθρωπάσαι S# sp. r
ζίλαι· ὁ οἶνος παρὰ Θραιξί
*ζιραί· χιτῶνες ἀνάκωλοι (Xen. Anab. 7,4,4) AS
ζιτᾶνα· καταπύγονα
ζοάσεις· σβέσεις
†ζόες· ζῇ
ζόασον· σβέσον
ζοάσω· σβέσω
ζόη· τὸ ἐπάνω τοῦ μέλιτος
ζοής· ἰσχυρός. ἢ σφοδρῶς πνέων
ζοπαδασπίδας· [λαθροφάγους]
ζόρξ· ἡλικία ἐλάφου, ἢ δορκάς
ζορωτέρα· ἀκρατεστέρα
ζούγωνερ· βόες ἐργάται. Λάκωνες
ζούϊον ἢ ζοῦον· θηρίον. ἢ ἐρυσίπελας
ζοῦσαι· δραχμαί
ζούσθω· ζωννύσθω
ζόφεον· μέλαν. σκοτεινόν
*ζοφερή· σκοτεινή r. As
ζοφοδορπίδας· σκοτόδειπνος, λαθροφάγος (Alcae. frg. 429
L. -- P.) r. p
ζοφοειδές· σκοτοειδές (r)
ζοφομηνία· ὅταν κρύβηται ἡ σελήνη q
ζόφον ἠερόεντα· τὸν {ἐν} Ἅιδου τόπον ὁμιχλώδη (Ο 191).
Λέγει δὲ ὁ ποιητὴς καὶ τὸ σκότος καὶ τὴν δύσιν ζόφον (Μ 240)
ζόφος· *σκότος Avgn, ἀχλύς, ὁμίχλη. δυσθυμία. δυσμή
ζυγά· τὰ ἐπιτιθέμενα τοῖς αὐχέσι τῶν ζώων r καὶ οἱ πήχεις
τῶν κιθαρῳδικῶν ὀργάνων, εἰς οὓς οἱ κόλλοπες ἐνίενται {ἔστι
δὲ ἐν τῇ {ἐνάτῃ} τῆς Ἰλιάδος (187). καὶ τὸ κατὰ μετώπου
{ἐν} τοῖς χοροῖς {καὶ} τοῖς στρατιωτικοῖς τάγμασι}
ζύγαινα· βοῦς θηλεία καὶ ἰχθὺς ποιός. [ἔστι δὲ ἐν τῇ τῆς
Ἰλιάδος καὶ τὸ κατὰ μετώπους τοῖς χοροῖς τοῖς τραγικοῖς
τάγμασι]
ζύγαστρον· κιβώτιον r
*ζύγαστρον· κιβωτός n p, σορός n †ζυγός (Soph. Trach. 692)
ζυγείς· γαμήσας (Eur. Phoen. 338?)
Ζυγία· ἡ. Ἥρα καὶ εἶδος κώπης
Ζύγιος· Ζεύς. καὶ ὁ ὑπὸ ζυγὸν ἵππος. καὶ ὁ τρίτος ἐρέτης
†ζυγηλεῖ· μύει. †ὁρμᾷ. σκυθρωπάζει
ζυγόδεσμον· ὁ ἱμὰς τοῦ ζυγοῦ, ὃν ἔνιοι {ζυγοδέτην} (Ω 270)
*ζυγομαχεῖν· τὸ τοῖς οἰκείοις διαφέρεσθαι ASvn. ἢ ἀπλη-
στεύεσθαι A
*ζυγόεις· βότρυς (ns)
*ζυγώθρισον· ζύγωσον. ἢ κινήσας διάστησον (p)
ζυγός· τρυτάνη τοῦ ζυγοῦ. καὶ ὁ περικείμενος ἱμὰς τοῖς δακτύ-
λοις ἐπὶ τῶν σανδαλίων
*ζυγούμενον· ἐξισούμενον (An) S
ζυγοφορούμενον· ἐν ζυγῷ σταθμιζόμενον
ζύγωνερ· τοὺς ἐργάτας βοῦς. Λάκωνες
ζυγώσω· δαμάσω. κλείσω. καθέξω. Αἰσχύλος Κίρκῃ σατυρικῷ
(fr. 115)
ζύθιον· {ἐξ} ἀλφίτου πόσις r
*ζύθος· οἶνος ἀπὸ κριθῆς γινόμενος r. AS
†ζυγητή· ἡ κλείς
ζύμη· φύραμα
ζυμίης· ἄρτος. Ἀθήνησι {ζυμίτης} ἄρτος οὕτως καλεῖται
ζωάγρια· λύτρα θανάτου, ζωῆς ἀγρεύματα, καὶ οἷς ζωὴ
ἀγρεύεται. ὅθεν καὶ κρεάγρα καὶ πυράγρα, οἷς λαμβάνεται
†ὁδοῖς πῦρ, κρέα
*ζωάγρια τίνειν· τὰ ὑπὲρ ζωῆς †παρεχόμενα δῶρα παρέχειν
(Σ 407) An
*ζωαρκές· ἀρκοῦν πρὸς ζωήν r. ASvgn
*ζωᾶς· ζωῆς (Eur. Med. 976) ASpb
ζώγη· εἶδος βοτάνης
ζωγορίτης· ὁ ὀπὸς τοῦ ὀποβαλσάμου
ζώγρει· ζῶντα λάμβανε, ἄγρευε (Ζ 46)
*ζωγρεῖ· ζῶντας λαμβάνει ASvg
ζωγρεῖται· ζῶν πιάζεται, λαμβάνεται
*ζωγρήσεται· †ζωογονήσεται (Deut. 20,16 v. l.) AS
ζωγρία· θῆκαι νεκρῶν r
*ζωγρίαν· ζῶντας ..(Deut. 2,34) A
ζωή· ἡ πρὸς τὸ ζῆν χορηγία
ζῶγρον· ἐγρήγορον (s)
ζῶγρος· τόπος ἐν ᾧ θηρία ἐμβάλλεται
ζωγύς· [ἢ {ζωτύς}] θώραξ n {λαγαρός}
ζωδιωτὸς χιτών· {ὁ ποικίλος} r
ζωή· τὸ μέλιτι ἐφιστάμενον καὶ τῷ γάλακτι, ὃ καλεῖται
γραῦς. καὶ ἡ πρὸς τὸ ζῆν χορηγία. ἢ χρόνος τοῦ εἶναι
ζωήν· οὐσίαν (ξ 208)
ζωθάλμιον· ζώσιμον. [βιώσιμον r.
ζωπυρεῖν· θάλλειν ποιεῖν
ζώιλλος· [στρόφη]
*ζῶμα· θώραξ g. χιτών (Δ 187) q
ζῶμα φαεινόν· τὸν χιτῶνα. ἀπὸ τοῦ {ζώννυσθαι}. ἄλλοι
τὸν θώρακα, οἱ δὲ {κυρίως} ζῶμα (ξ 482)
ζωμεύματα· ὑποζώματα, σχοινία κατὰ μέσην τὴν ναῦν δες-
μευόμενα (Ar. Equ. 279)
ζωμήρυσις· ζωμάρυστρον
ζωμίλη· ἄνηθον r
ζώνας τε συλλαβὰς πέπλων· ἀντὶ τοῦ αἷς ζώννυμαι καὶ
τοὺς πέπλους συλλαμβάνω (Aesch. Suppl. 457)
ζώνη· ὁ ὑπὸ τὴν γαστέρα τόπος (Β 479) r καὶ ὁ τόπος, {εἰς}
ὃν ζωννύμεθα. καὶ τοῦ θώρακος ἡ λεγομένη θωρακοζώνη
(Λ 234)
Ζώϊλος· ὄνομα κύριον r
*ζώνιον· γυναικεῖον ζῶμα ASn
*ζώννυσθαι· καθοπλίζεσθαι (Λ 15) r. vgn
*ζωννύσκετο μίτρην· ζωννύσκετο τὴν χαλκῆν λεπίδα (Ε 857)
An
ζωνογάστορες· οἱ τὰς γαστέρας ζωννύμενοι r
ζώντειον· τὸν μύλωνα, οἷον ζεώντειον, ὅπου τὰς ζειὰς ἔκοπτον
(Ar. frg. 93) qr
ζωογόνος· ζωοποιός r
*ζωοδότειρα· ζωὴν παρέχουσα (ASvg) rp
*ζωόν· ζῶντα (Ε 515) ASn
ζώοντες· ζῶντες (Ζ 138)
ζωοπώλας· ὁ τὰ ἱερὰ ζῶα πιπράσκων. καὶ ὁ τόπος {ζωο-
πώλιον}
*ζωοτρόφος· ζωοποιοῦσα AS (r)
ζωοφθόρος· καὶ σαλαμάνδρα q. καὶ ἀγγεῖον νεκροῦ
ζώπισσαν· τὴν ξηρὰν ῥητίνην
ζωπύρα· βοτάνη, ὑπὸ ἐνίων {κλινοπόδιον}. ἢ *[ἀνθρακιά
AS. [φυσητῆρα]
*ζώπυρα· φυσητῆρας ASvgn ζωτικὰς ὅθεν οἱ χαλκευταὶ τὸ
πῦρ ἐκφυσῶσι (4. Macc. 8,13) vg
*ζωπυρεῖ· ἀναζῆν ποιεῖ r. ASvgn
ζωπυρήσεις· ἐκκαύσεις (Ar. Lys. 682)
ζωπυροῦν· ἐξάπτειν ποιεῖν
Ζωπύρου τάλαντα· Κρατῖνος ἐν Πυλαίᾳ (fr. 176). Ζώπυρος
ὁ Πέρσης, βασιλεῖ χαριζόμενος, μαστιγώσας ἑαυτόν, τῆς ῥινὸς
καὶ τῶν ὤτων ἀφελόμενος, εἰσελθὼν εἰς Βαβυλῶνα, προὔδωκε
τὴν πόλιν
ζωρόν· ἄκρατον (r)
ζωρός· ἐνεργής. ταχύς S
ζωρότερον· *ἀκρατότερον Avgn. ἔνιοι δὲ τάχιον, καὶ ἄμεινον
ἐπιστρεφέστερον νοεῖν (Ι 203)
ζώσατο· τὴν ζώνην περὶ τὴν ὀσφὺν ἔσφιγξε. κατὰ γὰρ τοὺς
Ὁμήρου χρόνους οὐδέποτε γυμνοὶ ἠγωνίζοντο, ἀλλ' ἀπὸ τῆς
ιε# Ὀλυμπιάδος (σ 67)
*ζωστάς· ζώνας N
*ζῶς· ζῶντας (Ε 887) ASbp
Ζώστειρα· Ἀθηνᾶς ἐπίθετον ἐν Βοιωτίᾳ
Ζωστήρ· *ᾧ ἐπάνω τοῦ θώρακος ἐχρῶντο gp. ζώνη, ζῶμα.
περίζωμα, τὸ ἀπὸ τῶν μηρῶν καὶ μέχρι τῶν βουβώνων συ-
ζευγνύμενον τῷ θώρακι (Δ 132 ..). καὶ Ἀπόλλων παρὰ Ἀθη-
ναίοις. καὶ τόπος, ἔνθα Λητὼ ἐλύσατο τὴν ζώνην. καὶ τὸ
φῦκος
ζῶστρα· τὰ ζώματα, καὶ ζώνας. ἢ χιτῶνας ζωστούς, ἢ χλαίνας
ἀνδρείους. τινὲς δὲ τὰ [ἐνδύματα (ζ 38) p
Ζωτεάτας· Ἀπόλλων ἐν Ἄργει, ἀπὸ τόπου
Ζωτελιστής· Ἀπόλλων ἐν Κορίνθῳ
ζωτικός· οἷός τ' ἐνεργεῖν
*ζωυφίοις· μικροῖς ζώοις. ἢ κνωδάλοις. ἢ πτηνοῖς. ἢ σφηξίν
ASn
*ζωροπόται· μεθυσταί. [ἀκρατοπόται (Greg. Naz. c. 1, 1, 7,
77) rN
*ζωώσας· ζωοποιήσας vgp. r
Ἦ· ψιλούμενον καὶ περισπώμενον σύνδεσμον δηλοῖ παραπλη-
ρωματικὸν ἴσον τῷ δή. καὶ ἀντὶ ἀπορηματικοῦ τοῦ ἆρα. καὶ
ῥῆμα ἴσον {τῷ} {ἔφη}· ἦ ....... Ὅμηρος μὲν ἐπὶ προειρημένοις
λόγοις ἐπιφέρει τὸ ἦ δηλοῦν τὸ ἔφη
ἢ· ψιλούμενον καὶ βαρυνόμενον δηλοῖ σύνδεσμον διαζευκτικόν,
καὶ συναπτικὸν {ἴσον} τῷ εἰ
ἣ· δασυνόμενον καὶ βαρυνόμενον ἄρθρον θηλυκὸν προτακτικόν·
καὶ ἀντωνυμίαν ἀναφορικήν· καὶ σύναρθρον τρίτου προσώπου
ἀπὸ συζυγίας τῆς ἐμή, σή, δηλοῖ
ᾗ· δασυνόμενον καὶ περισπώμενον ἄρθρον θηλυκὸν ὑποτακτικὸν
δοτικῆς πτώσεως σημαντικόν· ἢ καὶ ἀντωνυμίαν σύναρθρον
τρίτου προσώπου ἀντὶ τοῦ ἑῇ
ἥ· ἥτις (Α 2 ..)
ἦ· εἶπεν. ἀληθῶς, ὄντως. *ἦ· γένηται Avg. ἢ ἔφη. ἤμην A
ἦα· ἤμην r καὶ ἐγενόμην. *ἢ ἦλθον ASvg. ἢ ὑπῆρχον rn (Ε 808)
ἦαρ· αἷμα. ψυχή r. Ss
*ἥατο· ἐκαθέζοντο (Γ 149) ASvg
*ἡβᾷ· ἀκμάζει (Eur. Or. 696) ASvgn
ἠβαιόν· *μικρόν g, οἷον ἄβαιον, {οὗ} οὐκ ἔστιν ἐπιβῆναι διὰ
σμικρότητα. ἢ ὀλιγοχρόνιον (Β 380) τὸ δὲ αὐτὸ δηλοῖ καὶ τὸ
βαιόν
ἡβᾶν· *ἀκμάζειν r. A, νεάζειν. εὐωχεῖσθαι, μεθύσκεσθαι
*ἡβάσκοντες· ἐκ δευτέρου νεάζοντες n, ἢ αὐξάνοντες (Greg.
Naz. c. 1, 2,1, 291) g
ἥβη· *νεότης, ἀκμή· r, AS καὶ δ' ἔχει ἥβης ἄνθος (Ν 484)
[καὶ ἡ θεός· r. μετὰ δέ σφισι πότνια Ἥβη (Δ 2). ἔστι δὲ Διὸς
καὶ Ἥρας θυγάτηρ, γυνὴ Ἡρακλέους. καὶ ἀκολασία. καὶ
ἄμπελος
*ἡβήσας· τριχώσας (τ 410) ASvg
ἡβητής· ἀκμάζων r, νεανίας, ἧλιξ
ἠβολεῖν· †ἀργεῖν p
ἡβητήρια· ἑστιατήρια. [καταλύσεις (p)
ἤβολον ἦμαρ· καθὸ ἀπαντῶσιν εἰς ταὐτόν. ἢ εὔκαιρον. ἱερόν
(Callim.? frg. 767 Pf.)
*ἡβόωντα· ἀκμάζοντα (Ι 446) Ags
*η βρέτας· ἀνδρὸς ἄγαλμα, ξόανον ASvg
*ἡβώοιμι· ἀκμάζοιμι (Η 157) r. ASn. [ἀκμάσεσιν]
ἡβώωσα· ἀκμάζουσα, θάλλουσα (ε 69)
ἠγάζοντο· ἐθαύμαζον
*ἠγαθέοισι· τοῖς πάνυ θείοις (Greg. Naz. c. 2,2,7,5) T(g)
ἠγάθεον· ἄγαν θεῖον r. εὔδαιμον, μακάριον (Ζ 133)
ἠγαλέον· κολοβόν. κατεαγός. κοῖλον. εὔθλαστον
ἠγάλλοντο· ἐγαυρίων (Hdt. 1, 143,3)
ἠγάμην· ἀπεδεξάμην (Plat. rep. 2, 367 e?)
ἠγάνεα· πέμματα τὰ ἀπὸ τηγάνου
ἠγανές· καθαρόν. νέον
ἠγάνεος· νεανίσκος
η γάρ· τί δέ. αὕτη γάρ. *[ὄντως γάρ n
ἢ γὰρ {ἄν}· ἐπεὶ ἄν (Β 242)
ἦ γάρ κεν δειλός· ὄντως {γὰρ ἂν} δειλός (Α 293) n
ἦ γάρ με· ὄντως γάρ με (Α 355)
ἦ γὰρ ὀΐομαι· ὑπολαμβάνω γάρ (Α 78)
ἠγάσατο· ἐξεπλάγη (Γ 181)
ἠγαλλιάσατο· ...... (Ps. 16,9)
ἠγάσθη· ἐθαύμασεν. †ἐχάρη. δυσηρέστησεν
ἤγαστο· ἐνεμέσησεν, ἐφθόνησεν, ὠργίσθη. ἐθαύμασεν. ἐνετράπη
ἠγγυᾶτο ὁ λαμβάνων [ἤγετο]
ἥ γε· αὕτη (Α 496) n. ἥτις
ἠγειρέθοντο· [συνηθροίζοντο. ἀνήγοντο]
ἡγεῖ· ἄρχεις
*ἤγειρεν· ἀνέδειξεν n, ἀνέστησεν (Luc. 1,69) g
ἡγεῖσθαι· δοκιμάζειν. δοκεῖν
*ἡγείσθην· ἦρχον (Β 731 ..) ASn
*ἡγεῖτο· ηὐθέντει A, ἦρχεν (Sap. 7,12) Avgn
ἡγέμαχος· πολέμαρχος
*ἦγέ μιν· ἤγαγεν αὐτόν ASvg
ἡγεμονεύεσθαι· ἄρχεσθαι (Thuc. 3, 61,2)
Ἡγεμόνη· Ἄρτεμις. καὶ Ἀφροδίτη. καὶ ναῦς τις οὕτω καλεῖται
*ἡγεμονικόν· ὁ νοῦς r. ASvgn
ἡγεμών· ἄρχων rq. ὁδηγός
*ἦγεν· ἔφερεν (Τ 273) AS
ἡγεόμην· ἡγούμην n, ἠρχόμην (Ε 211)
*ἠγερέθοντο· ἠγείροντο A. συνηθροίζοντο (Β 304) r Sb
*ἠγερέεσθαι· συναθροίζεσθαι (Κ 127) r. Anps
ἤγερθεν· συνηθροίσθησαν (Α 57) N
*ἡγεσίης· ὁδηγίας (Greg. Naz. c. 2,2,7,320) (r) g (p)
ἤγεσθ' ἀεί· ἐφέρεσθ' ἀεί
ἤγετο· ἦρχεν. ἤρξατο
ἡγήλασαν· συνήγαγον
ἡγηλάζει· ἄγεται. ἐλαύνει. ἐπιμελεῖται. θεραπεύει. ἄγει (ρ 217)
ἡγηλάζειν· ἄγειν. ἐλαύνειν
ἡγήσατο· ἦρξεν. ὁδηγὸς ἐγένετο (Α 71)
ἡγητηρία· παλάθη σύκων· ἐν γὰρ τῇ ἑορτῇ [παρὰ] Πλυντη-
ρίων φέρουσι παλάθην συγκειμένην ἐξ ἰσχάδων διὰ τὸ τοὺς
αὐτόχθονας ἥμερον καρπὸν φαγεῖν πρῶτον τῶν σύκων· παρὰ
τὸ {ἡγήσασθαι} οὖν τῆς τροφῆς κέκληται {ἡγητηρία}
ἡγητήρ· ἡγεμών r. ἄριστος
ἡγήτορες· ἡγεμόνες. βασιλεῖς (Β 79 ..). ὁδηγοί. ἄρχοντες
*[ἠγιᾶτο· ἐνεκάλει] A
*[ἡγιλάζει· διάγει] A
ἠγίνεον· ἦγον (Σ 493) S
ἠγκάζοντο· ἐλάμβανον (Ρ 722)
ἠγλαϊσμένον· φωτεινόν, [λαμπρόν r
ἠγμένος· τεθηρευμένος. πειθήνιος
ἠγμένους· ἀγομένους
*ἡγνικότες· καθαρίσαντες (1. Petr. 1,22) ASvg
ἠγνόει· ἠπείθει. ἠγανάκτει
ἠγνοίεις· ἠπείθεις
ἠγνοίησεν· ἠπείθησεν r. *[ἠγνόησεν n. ὡς [ἔφαθ'] Ἕκτωρ
δ' οὔτι θεᾶς ἔπος ἠγνοίησεν (Β 807)
*ἤγνωσεν· ὠδυνήθη
†ἤγομεν· ηὔξομεν
ἠγόν· κατεαγός
ἠγωνίασεν· ἐφοβήθη r
ἤγοντο· ἐλαύνοντο
ἠγόμην· διῆγον. Σοφοκλῆς Θυέστῃ δευτέρῳ (frg. 233)
*ἠγόρευεν· ἐδημηγόρει (Eur. Or. 898 ..) AS
*ἠγορόωντο· διελέγοντο (Δ 1) ASgN
ἡγοῦ· παρακελευστικῶς· ἄρχε, ἡγεμόνευε, διάκρινε
ἡγοῦμαι· ἡγεμονεύω r. νομίζω p, ὑπολαμβάνω r, λογίζομαι (p).
προκρίνομαι
ἤγουν· ἤτοι r. ἤγουν [ἠγοδαίμων β#]
*ἤγρετο· ἠγέρθη (Β 41?) ASgn
*ἠγροικισάμην· ἀγροίκως ἔπραξα ASvgn
*ἥδω· εὐφραίνω. [τέρπω AS
ἠδαίμων· [αἰγιδίων]
ἠδ' αἰγῶν· αἰγιδίων. [ἠδαιμόνουν] (Α 41)
ἠδ' ἄκρας· καὶ τὰς ἐξοχάς
ᾗ δ' ἄν· ᾗτινι δὲ ἄν
ἠδαξήσατο· ἐκνήσατο
ἠδάφωται· κατῴκισται
ἠδέ· ἀντὶ τοῦ καί r ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ (Δ 258) καὶ *[αὕτη n.
ἔφη δή.
ᾔδεα· ᾔδειν, [ἐπιστάμην (Ξ 71) S
*ἠδὲ βίηφι· τῇ αὐτοῦ ἰσχύι (Μ 256 ..) ASn
ᾔδεε· ᾔδει, ἠπίστατο vnS. ᾔδεε μαντοσύνας (Β 832) [ἢ μάται]
*ᾔδεες· ᾔδεις AS
*ἥδει· τέρπει Avg
ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν· τῆς χελώνης
ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν
τὴν παροιμίαν [Δήμων φησὶ] λέγεσθαι
*ἠδ' ἐπίκουροι· καὶ βοηθοί (Β 815 ..) AS
ᾔδεσαν· ἠπίσταντο, ἐγίνωσκον
ᾐδέσθη· ἐνεθύμησεν
*ἥδεται· εὐφραίνεται vg, τέρπεται (Or. 1523) ASvg
*ἠδὲ τοκήων· καὶ τῶν γονέων (Γ 140) AS
ἤδη· ἐπὶ μὲν παρῳχημένου χρόνου ἀορίστου· ἤδη γάρ ποτ'
ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν (Α 260), ἐπὶ δὲ ἐνεστῶτος· ἤδη
γὰρ νῦν ἔλπομ' Ἄρηΐ γε πῆμα τετύχθαι (Ο 110)
ἦ δή· ἀληθῶς δή n. καὶ {δή} (Α 573)
*ἢ δηθὰ στρεύγεσθαι· {ἢ} ἐπὶ πολὺ ἀναβάλλεσθαι (Ο 512)
AS
*ἤδη μοι· πρὸ τούτου μοι (Ζ 361) AS
ἠδημόνησεν· ἐξεκάκησεν
*†ἠδημόνως· αἰδεσίμως ASs
*ᾔδησθα· ᾔδεις (τ 93) SN
ἡδέα· γλυκέα
ἠδίκησεν· ἔβλαψεν
*ἠδικηκότες· ἀδικήσαντες As
*ἠδίκτον· συνδοκτικόν ASgh
*ἡδίονος· ἡδυτέρας AS
*ἥδιστα· ἡδέα r. ἡδέως r. ASg. εὐθύμως. [γλυκέως. ἢ κατα-
θύμιον A
*ἡ δόκωσις· ἡ στέγη (Eccl. 10,18) ASvg
*ἠδολέσχουν· ἐμερίμνων g. ἐμελέτων r (Ps. 76,7)
ἥδομαι· τέρπομαι. ἐσθίω
*ἡδονή· ἐπιθυμία r. ASvgn
*ἥδονται· τέρπονται ASg
*ηδος· ἡδονή. καὶ ὄφελος (Σ 80) ASvgn. καὶ ἔφη ἐκεῖνος A. καὶ
ὄξος S
*ἠδ' ὥς· κατὰ τοῦτο δέ, οὕτως.
{ἦδος·} ὠφέλημα. ἥδυσμα, ἀπὸ τοῦ ἔδειν· τινὲς δὲ ἡδονήν
(Α 576 ..) καὶ ὄξος
ἥδρασα· ἐθεμελίωσα, *ἐστήριξα (ps), ἔπηξα (Greg. Naz. c.
2,1,34,7)
*ηδω· ἶρις, ἤγουν [τόξον (Iob 36,30) p
*ἡδυεπής· ἡδυλόγος (Α 248) vgn
*ἡδυεποῦς· τοῦ γλυκεροὺς λόγους ἔχοντος A
ἡδύκωμος· εἶδός τι ᾠδῆς
ἡδυλίσαι· συνουσιάσαι
ἡδυλισμός· συνουσία
ἥδυμον· ἡδύ. εὐῶδες. [τερπνόν s
ἡδυγέων· ὁ σικυός
*ἡδυνθείη· γλυκανθείη (Ps. 103,34) ASvg
ἡδυντῆρες· οἱ ἅλες. Ἐρατοσθένης (frg. 53 Strecker)
ἡδύοσμος· ὁ ἀρωματίτης κάλαμος r
†ἡδύπημα· ὁ θάνατος
ἡδυπαθεῖ· μιαίνεται ἡδονῇ
*ἡδυπαθής· φιλήδονος r. ASvgn. πάθει χαίρων ASg, καὶ ἡδό-
μενος τῷ πάθει
*ἡδυπαθῶν· ἐν ἡδονῇ ὤν AS
ἡδυπνοΐς· {εὐώ}δης πόα. καὶ ἡ λιβανωτίς
ἡδύπνουν· νεογνὸν καὶ ἁπαλὸν πρόβατον γαλαθηνόν, τὸ
μήπω πόας γευσάμενον, †η ὁ Ρέμων †φησὶν ὑπὸ τοῦ Πυθίου
κληθῆναι
ἡδυποτίς· ἔκπωμα ποιόν. καὶ τὸ κρόμμυον
ἡδύραβδον· κινάμωμον r. s
*ἡδύς· γλυκύς r. g
ἡδύσματα· ἀρτύματα (Exod. 30,23 ..) (r. ps)
*ἡδυσμός· ἡδύοσμος (Exod. 30,34) AS
†ἡδύτεραι· αἱ τρυγόνες
*ᾖε· ἤϊε. (Μ 371) A
ἥττω· ἥσσω [ἥτις αὐτόν]
ἦες· ὑπῆρχες
ἠέ· βαρυνομένης μὲν τῆς προτέρας ἀντὶ τοῦ ἤ σύνδεσμον δηλοῖ
διαζευκτικόν· ἠὲ διατμῆξαι κοῖλον δόρυ (θ 507) περισπωμένης
δὲ ἀπορηματικὸς ἔσται σύνδεσμος· ἦ ἑκὼν μεθιεῖς (δ 372)
ἠέα· ἀγαθά
ᾔει· ἐπορεύετο, ἤρχετο (Κ 286)
ἠείδετο· ὡμοιοῦτο
ἠεῖδος· πνῖγος
ἠείδεν· ἐγίνωσκεν
ἤεικτο· ὡμοίωτο (δ 796 ..)
ἤειρεν· ἐβάσταζεν
ἠέλδεται· ἱμείρεται (ο 66)
†ἠελέεσσιν· ἀντὶ τοῦ ἐλεοῦσιν
ἠέλμεθα· συνήμμεθα
*ἠὲ κολοιῶν· ἢ τῶν κολοιῶν (Ρ 755). εἶδος ὀρνέου A, καὶ
ἰχθύος
*ἠὲ κροσσόν· πέζαν AS
ἠελίοιο πύλας· τοὺς κύκλους, δι' ὧν τὰς πορείας ποιεῖ ὁ
ἥλιος (ω 12). οἱ δὲ ἀλληγορικῶς τοὺς ὀφθαλμούς (Pythag.)
ἠελίου αὐγή· ὁ φωτιζόμενος ὑπὸ τοῦ ἡλίου τόπος (Θ 480 ..).
ὁμοίως δὲ ἔχει καὶ τοῦ πυρός {αὐγή} (Ι 206 ..)
*ἠέ μιν· ἢ αὐτόν (Χ 175) ASn
*ἦεν· ἦν, ὑπῆρχεν (Α 381 ..) gS
ἠέξετο· ηὔξετο
ἢ ἔπει· ἢ λόγῳ (Α 395)
ἠέ πῃ· ἤ πῃ, ἤ που (Ζ 378)
*ἡ ἐπιοῦσα· ἡ αὔριον ἐρχομένη (Prov. 27,1) A
ἠέρα· ἀορασίαν. ὁμίχλην. σκοτίαν (Θ 50) r
*ἠερέθοντο· μετεωρίζοντο AS, ἐκρεμῶντο (Β 448 v. l.) A
ἠέρθη· ἠγέρθη. ὥρμησεν
*ἠέρι· ἀορασίᾳ AS. ἀέρι (Γ 381) Avgn
*ἠερίη· ἑωθινή, ὀρθρινή (Α 497) AS. [βλάβη]
ἠέριοι· ὀρθρινοί (ι 52) (r)
ἠέριον· μέγα. [λεπτόν. μέλαν r
ἠερέθονται· *μετέωροί εἰσιν N, εἰς ἀέρα αἴρονται. ἢ *[ἐρεθί-
ζονται N. ὁρμῶσιν. [ἀθροίζονται]. αἰωροῦνται. πλανῶνται
(Γ 108)
ἠερέθοντο· ᾐωροῦντο. καὶ τὰ ὅμοια (Β 448 v. l.)
†ἠέρεθον γάρ· εἰς ἀέρα διαίρονται
ἠεροειδέα· μέλανα. ἢ ἀναπεπταμένον. σκοτεινόν (Ψ 744)
ἠεροειδές· ἀερῶδες. μέγα. διὰ τοῦ ἀέρος ἔκτασιν τῶν ὀφθαλμῶν
μηδενὸς ἐμποδίζοντος, ὥστε καὶ τὰ διεστῶτα ἐκ πολλοῦ ὁρᾶν
(Ε 770). δηλοῖ δὲ καὶ τὸ ζοφῶδες, καὶ σκοτεινόν, καὶ ἀερῶδες
τῇ χροιᾷ
ἠερόεν· ἀερῶδες. σκοτεινόν r
ἠερόεντα· σκοτεινόν n. ἀερώδη (Θ 13) Sn
ἠεροποίναν· ἐπιτιμῶσαν ...
ἠερόπομπα· κατὰ τὸν ἀέρα φαινόμενα (r)
ἠαροπότης· αἱμοπότης r
ἠεροφοῖτις Ἐρινύς· ἡ ἐν τῷ ἀέρι φοιτῶσα, ἢ ἀέρα ἠμφιεσμένη,
ἢ ἀοράτως φοιτῶσα, ἢ ἀεροπλάνος. οἱ δὲ ὅτι ἐν Ἅιδου ἐν
σκοτίᾳ (Ι 571 ..)
ἠεροφώνων· μεγαλοφώνων. πληρούντων φωνῆς τὸν ἀέρα
(Σ 505)
ἤερτο· ἐκρέματο
ἠερτίζων· αἴρων
a) ἠέρχαται· {καθειργμένοι ἦσαν b) {ἤισκε}·} ὡμοίωται
*ᾔεσαν· ἐπορεύοντο ASvg, ἤρχοντο AS
ἠέ τευ· ἤ τινος (Ν 252)
ἠέ τῳ· ἤ τινι (Ν 327)
†ἠέψεα· οἱ δὲ γήτεια καρτά
Ἤζακας· γένος στικτὸν παρὰ Πάρθοις
ἠζάνθη· ἐξηράνθη S
ἤην· ἦν, ἤμην (Λ 808)
ἠήρ· ὁμίχλη (Hippocr. aer. loc. 5 ..)
ἠή· τὶ ἐπίφθεγμα
*ἠθάδες· συνήθεις (ASvgn). τιθασοί (Eur. Andr. 818)
*ἠθάς· τιθασός S. γνώριμος r, συνήθης r. S
ᾔθετο· ἐπεκαίετο. ἐμελαίνετο
ἤθε· μακάρι. ὄφελον
ἤθεα· τοὺς συνήθεις τόπους, καὶ διατριβάς (Ζ 511)
ήθεα διφῶν· ὄστρεα ζητῶν (Π 747)
ἠθεῖ'· προσφώνησις νεωτέρου ἀδελφοῦ πρὸς πρεσβύτερον. οἱ
δὲ ἄδελφε, ἥδιστε, φίλτατε (Ζ 518)
ἠθεῖε· ὦ θεῖε, ὦ θαυμάσιε (Κ 37)
ἠθείη· ὡραία
ἠθεῖος· ἀδελφός. συγγενής. φίλος. ἢ καὶ πατρὸς ἀδελφός. ἢ
[σεπτικὴ προσαγόρευσις πρὸς πρεσβύτερον (p) ....
ἠθικῆς φιλοσοφίας· διορθωτικῆς ἠθῶν
ἠθικόν· κατηχητικόν r
ᾗ θέμις· ὡς δεῖ, ὡς δίκαιον, ὡς πρέπει, ὡς χρή (Β 73 ..)
*ἤθεος· ἤθους (Greg. Naz. c. 2,1,1,179) g
ηθέσει· ἀηθεῖ. ἀγνοεῖ. παρορᾷ
*ἦ θήν· ἀληθῶς δή. ἀλλ' ὅμως. πλήν. ἀλλ' οὖν (Λ 365)
ἠθημένος· διυλισμένος· {οὕτως Ἐπίλυκος} (frg. 6)
*ἦ θήν μιν· ἤπου αὐτόν (Ο 288) ASn
ἠθήνιον· ἠθάνιον. ἠθμός. [ἠθημένος]
ἤθησεν· ἐφθάρη
*ἤθιραι· τρίχες A
†ἠθλίομαι· ἀκολάστως διαγήοχα
ἠθμάριον· διυλιστήριον
ἠθμούς· κοσκίνους
*ἠθολόγος· θεατριστής r. ASvgn
*ἠθοποιεῖ· λόγους ἁρμόζοντας τῷ ἤθει ποιεῖ gn
*ἠθοποιΐα· πρὸς ἦθος μιμήσασθαι AS
*ἦθος· γνώριμος τρόπος, ἀναστροφή AS (vgn)
ἤθροιζεν· [ἐθρύβει.] συνῆγεν
ἤθυρον· ἔπαιζον r
ᾔθυσσεν· ἐρρίπιζεν. ἔνυσσεν
ἢ θωήν· ἢ ζημίαν (Greg. Naz. c. 2, 2, 6, 29)
ἠθῶν· κατηχήσεων
ἤϊα· βρώματα· r θώων πορδαλίων τε λύκων τ' ἤϊα πέλονται
(Ν 103) καὶ [ἄχυρα· r ἠΐων θημῶνα τινάξῃ (ε 368) καὶ ἐφόδια
(ε 266). καὶ ἐπορευόμην· ἤϊα πολλὰ θεοὺς γουνούμενος (δ 433)
ἠίδει· ᾔδει (ι 206)
*ἤϊεν· ἐπορεύετο (Α 47) ASn
ἠΐδημεν· ἠπιστάμεθα, ᾔδειμεν
ἠΐθεοι· ἄφθοροι. παῖδες ἄγαμοι (Σ 567)
ἠίθεος· ὁ ἀκμάζων νεανίας. ἀγένειος (Χ 127). [πατρὸς ἀδελφὸς
καὶ μητρός. φίλος.] νέος. ἄπειρος. ἄγαμος. παρθένος
†ἤιθισας· ἔδοξας. ἐπύθου
†ἠΐθεσαν· ἐπορεύοντο. ἐπυνθάνοντο
ἠικανός· ὁ ἀλεκτρυών
ἤϊκτο· ἐφίετο. [ὡμοίωτο (δ 796) rp
ἠίλλοντο· ἐστράβιζον. [ἤλλοντο]
ἤϊμεν· ἐπορευόμεθα
*ἤϊξεν· ὥρμησεν (Δ 78) Svg
ἤϊον· ἐπορευόμην. καὶ παρειάν, ἢ γνάθον
ἠϊόεντι· ἠϊόνας ἔχοντι gp. ἢ ἰοειδεῖ. [καλὰς ἔχων ἠιόνας (Ε 36) r
ἠϊόνα· ἀκτήν, *αἰγιαλόν (Η 462) ASvg
ἠϊόνες· ἀκταί, αἰγιαλοί (Ρ 265). ὀφθαλμῶν τὰ ὑποκάτω. διὰ
τὸ {δι' αὐτῶν} φέρεσθαι τὰ δάκρυα, ὡς καὶ κατὰ τῶν τῆς
θαλάσσης αἰγιαλῶν τὰ κύματα
ἠιόνησας· κατήντλησας (Aesch. frg. 425)
ἤϊος· πορεύσιμος. παιανιστής
ἠιόσιν ἁρματεύσας· τῷ ἅρματι σύρας, ἐν τοῖς αἰγιαλοῖς
ἐλαύνων (Eur. Or. 994) A
*ἥιρει· κατελάμβανεν (Δ 23) ASn
†ἠϊερέθησαν· ἐκρεμάσθησαν
*ἤϊσαν· ἐπορεύοντο (Κ 197) r. (vg) s
*ἧισιν· ταῖς ἑαυτῶν (Σ 430) ASg
ἦισεν· ᾖσεν
ἧισιν· ἰδίαις αὐτῶν· {ᾗσιν ἐνὶ φρεσίν} (Θ 446)
ἠΐστωτο· ἔφθιτο
ἤιστωσας· ἀφανῆ ἐποίησας (Soph. Ai. 515)
ἤισχυνεν· ἐπαροίνησεν. ἐλυμήνατο. ἐπαρῴνει
ἠϊχθήτην· ἐφάνησαν. ὥρμησαν (Ω 97)
ἠϊόεντι· ἀφρώδει (Ε 36)
ἠϊώμεθα· πεπληρώμεθα. ἐπισεσιτίσμεθα
*ἠϊών· ἀκτή. ψάμμος S. ὄχθα AS
ἠισθόμην· ἤκουσα
a) ἦκα· πράως, ἡσύχως (Γ 155) r. b) {ἧκα} r. AS,
ἔπεμψα (Ε 125) ASvgn
ἠκάδα· ἠνδρωμένην γυναῖκα
ἠκαῖον· ἀσθενές
*ηκεν· ὄντως γάρ {ἂν} (Α 255). ἢ ἐνέβαλεν, ἢ ἔπεμψεν (Δ 498 ..) S
ἠκαῖος· ἀριστερίας. ἰσχυρός
ἤκαχεν· ἔβλαψεν. *[ἐλύπησεν (Π 822) ASn
ἠκαλέον γελόωσα· πράως, οὐκ ἐσκυθρωπακυῖα (Callim. frg.
768 Pf.)
*ἦ κε· ὄντως ἄν (Η 125) A
ἠκέα· ὀξέα
ἥκει· ἔρχεται AS. ἢ ἦλθεν A. ἢ ἠχεῖ
ἧκεν· ἀφῆκεν g, ἔβαλεν, ἔπεμψεν An, ἐπαφῆκεν (Α 382 ..) Agn
ηκες· ὀξύ. ἢ ἦλθες
*ἠκεσάμην· ἐθεράπευσα As
*ἠκέσατο· ἰάσατο, ἐθεράπευσεν (Ε 402) r. Agnp
*ἠκέστας· ἀκεντρίστους. ἀδαμάστους (Ζ 94) (r) n
ἠκή· ἀκωκή, ἐπιδορατίς, ἀκμή
*ἥκιστα· οὐδαμῶς r. ASvg, οὐδ' ὅλως An. ἐλάχιστα gSn
*ἥκιστος· ἐλάχιστος SN. ἐλάσσων r. βραδύτατος (Ψ 531)
*ἥκοντα· παραγενόμενον, ἐλθόντα ASvg
*ἠκριβωμένος· ἔμπειρος (r) AS
*ἠκρίβωτο· ἀκριβῶς ᾔδει AS
*ἠκρωτηριασμένον· τῶν ἄκρων ἀφῃρημένον (Dem. 18,296)
(ASvg)
ἡ κύων ἐν τῇ φάτνῃ· παροιμία, πρὸς τοὺς μήτε αὐτοὺς
χρωμένους, μήτε ἑτέρους ἐῶντας
ἠλαιέ· μάταιε (β 243)
ἠλαιθερές· τὸ ἐν ἡλίῳ τεθερμασμένον
ἠλαίνει· μωραίνει
ἠλακάτη· τὸ δεκτικὸν τῶν ἐρίων ἐργαλεῖον r. ἠλακάτη τετά-
νυστο ἰοδνεφὲς εἶ{ρος. ἔχουσα} (δ 135) καὶ ἄτρακτος· ἠλάκατα
στρωφῶσα (ρ 97) καὶ τὸ βέλος, ἐν συνθέτῳ· χρυσηλάκατος
κελαδεινή (Υ 70). διὰ δὲ τοῦ {ε} {ἠλεκάτη}
ἠλακατῆνες· θαλασσίων ἰχθύων οἱ κητώδεις
ἠλακάτη· δόναξ. ὁμοίως καὶ {πολυηλάκατα} τὰ τῶν ποτα-
μῶν χείλη (Aesch. frg. 8). ἔνιοι δὲ κοινῶς τὰ γόνατα ἔχοντα,
ὡς στάχυν, ὡς κάλαμον
Ἠλακάτεια· ἀγὼν ἐν Λακεδαίμονι ἀπὸ Ἠλακάτου, ὃς ἦν
ἐρώμενος [ἠρώμενος] Ἡρακλέους, ὥς φησι Σωσίβιος (frg.
595,16 J).
ἡ Λακεδαιμονίων· ἡ Μεσσηνία τῇ Λακεδαιμονίᾳ προσετέθη
ἡ λαλιά σου· ἡ λάλησις (Cant. 4,3 ..)
ἤλαλκεν· ἤμυνεν, ἐβοήθησεν
ἠλασάμεσθα· ἠλάσαμεν, ἐπὶ ἀπελάσεως (Λ 682)
ἤλασαν· ἔσκαψαν (Μ 6) [ἀπήλασαν (Α 154 ..) r
ἤλασεν ἐκ χειρὸς ἔτρωσεν (Ν 614 ..). ὤρυξεν
ἠλασκάζει· ἐκκλίνει. κρύπτεται. πλανᾶται περὶ τὸν αὐτὸν
εἱλούμενος τόπον (ι 457)
ἠλάσκειν· κρύπτειν. ἀποδιδράσκειν. πλανᾶσθαι
ἠλάσκουσι· περὶ τὸν αὐτὸν εἱλοῦνται τόπον, ἐν κύκλῳ
πλανώμενοι (Β 470)
ἠλάσκωσι· πλανῶνται n
*ἠλάστει· ἐχαλέπαινεν AS
*ἠλάστεον· ἐχαλέπαινον SN, ἐδεινοπάθουν (Ο 21) p [περιεφέ-
ροντο]
ἠλᾶτο· ἐπλανᾶτο (γ 302) S
*{ἥλατο}· ἔδραμεν, ἐπήδησεν (Act. Ap. 14,10) ASvg
ἤλαυνε· τὸν στρατὸν ἦγεν
†ἠλαύνομεν· ἐκακολογοῦμεν
ἤλγησεν· ὠδύνησεν, ἐλύπησεν
ἤλδανεν· ἠλλοίου. ηὔξανεν (σ 70)
ἠλδόμεναι· ἐφιέμεναι (Ψ 122)
ἤλεγξεν· ᾔσχυνεν
ἠλεέ· †τὸ ἐκ †"{φρένας ἠλεέ}" μωρέ, ματαιοποιέ (β 243). {ἠλεός,
ὅστ' ἐφέηκε} (ξ 464)
*ἤλειτεν· ἥμαρτεν (Ι 375) Ag
*ἠλεκάτη· ἐργαλεῖον γυναικῶν ASvg (r)
*ἤλεκτρον· ἀλλότυπον χρυσίον Σ p
ἤλεκτρος· μέταλλον χρυσίζον. Φασὶ δὲ αὐτὸ ἀπὸ τοῦ ἐν τῇ
Κελτικῇ χώρᾳ Ἠριδανοῦ τοῦτο κομίζεσθαι τῶν αἰγείρων. τὰ
δάκρυα τῶν Ἡλιάδων
ἠλέκτωρ· ὁ ἥλιος ἐπιθετικῶς. ἤτοι ὁ λαμπρός, παρὰ τὴν τοῦ
ἠλέκτρου οὐσίαν, περὶ οὗ φησιν· χρυσοῦ τ' ἠλέκτρου τε
(δ 73). ἢ οἷον ἀλέκτωρ, ἄλεκτρος, ἀμέτοχος κοίτης (Ζ 513)
ἠλέλιζον· ἐτίνασσον
ἠλέματος· μάταιος r. p
ἠλεμίστρια· θρηνήτρια
*†ἠλέμνια· ἡ φαρμακός (Dem. 25,79) ASvgnps
*†ἠλενομένῳ· ὀδυνωμένῳ AS
ἠλεής· ἄφρων, ἠλίθιος
ἠλεός· *ὁ μωροποιός (ξ 464) ASg. μάταιος Sp, ἄφρων, ἠλίθιος
ἠλεύατο· *ἐξέκλινεν, ἀπέφυγεν AS. ἐφυλάξατο. ὑπεχώρησεν
(Ν 184 ..)
ἠλεώτερος· ὁ μάταιος
[ηληθμῷ· κηληθμῷ]
ἠλήλατο· ἐπεπήγει. [ἐμπέπηγεν (Ε 400) AS. [ἦλθε, παρεγέ-
νετο]
ἡλιάδες· αἱ κατάχρυσοι κλῖναι
ἡλιαίης· θέρμης. αὐγῆς
ἡλιαία· τὸ δικαστήριον r. διαφέρει δὲ ἐκκλησία καὶ βουλὴ καὶ
ἡλιαία
ἡλιάσαι· ἐν τῷ ἡλίῳ ἁπλῶσαι, ἢ θερμαίνεσθαι ἐν ἡλίῳ
ἠλίβατον· ὑψηλήν, ἄβατον, ἧς ἐστιν ἀλιτεῖν βαίνοντα, δυς-
πρόσβατον. ἄλλοι δὲ ἣν ἥλιος πρώτην βάλλει. οἱ δὲ τὴν ἁλὶ
βεβηκυῖαν. Στησίχορος (frg. 83) δὲ {Τάρταρον ἠλίβατον}
τὸν βαθὺν λέγει. ἔνιοι ἡλίφατον ἀποδιδόασιν, ἡλίῳ φαινόμενον
*ἠλίβατος· ὑψηλή (Ο 273) gn
*ἠλιβάτοισιν· ὑψηλοῖς (Greg. Naz. c. 2, 1, 1, 560) (ASv)
*ἡ λιγνύς· ὁ καπνός r. AS
ἡλίζοντο· ἡθροίζοντο r
†ἠλίηνεν· κατέκλυσεν
ἤλιθα· ἀθρόως, δαψιλῶς, χύδην. παρὰ τὸ {ἅλις}. οἱ δὲ μάτην,
εἰκῆ (ε 483)
ἠλίθιον· μάταιον, ἀναίσθητον q, *[μωρόν, ἀνόητον, ἄφρονα
(Plat. Phaed. 95 c) ASvg
ἠλιθιότης· παντελῶς ἀπόγνωσις (Plat. Theaet. 176 e ..)
*ἥλικα· ἴσον τῷ χρόνῳ ASn
ἥλικες· ὄρχεις
ἥλισκεν· [ἔπεσεν]
*ἡλίκην· μεγάλην. τηλικαύτην ASn
ἡλικία· μέγεθος σώματος r. μέτρον τι (Matth. 6,27 ..)
ἡλίκον· ποταπόν. *[μέγα ASvg. ὁποῖον
ἠλίνδησε· κατεπάλαισεν
ἠλινδημένη· γεγυμνασμένη
*ἧλιξ· ἡλικιώτης Svgn
ἡλιόκαυστος· κεκαυμένος ἐν τῷ ἡλίῳ
Ἦλις· ὄνομα πόλεως (Β 615)
Ἥλιος· ὁ θεός. καὶ τὸ ἄστρον. καὶ ἡ αὐγή. καὶ τόπος, ἐξ οὗ
[καὶ] ὁ ἥλιος ἀνατέλλει. διὰ δὲ τὸ μέτρον τρισυλλάβως ἐνίοτε
(θ 271), τὸ γὰρ πλεῖστον τετρασυλλάβως {Ἠέλιος}
*ἠλισγημένους· μεμολυσμένους. ἠρτυμένους (Malach. 1,7) ASvg
*ἡλίσκοντο· ἐλαμβάνοντο. εὑρίσκοντο (Thuc. 4,26,7) ASn
*ἤλιτεν· ἥμαρτεν (Ι 375) Sgn, ἠδίκησεν, ἠσέβησεν
*ἠλιτήσας· ἁμαρτήσας AS
*ἠλιτόμηνα· ἐλαττούμενα τοῖς μησίν (Greg. Naz. c. 1, 2,1,
649) n
ἠλιτόμηνις· ὁ μάτην ἐγκαλῶν
ἠλιτόμηνον· πρόωρον r. ὠμόν. [οὐκ ἐν τῷ δέοντι μηνὶ τεχ-
θέντα r. λιπόμηνον, τὸν ἀλιτόντα, καὶ διημαρτηκότα τῶν
μηνῶν ἐν τῇ κυήσει (Τ 118)
ἠλκάζοντο· ἠμύνοντο
ἥλκησεν· ἡλκοποίησεν. ἥλκωσεν. καὶ ὠδύνησε τὴν ψυχήν· ἢ
μετὰ βίας καὶ ὕβρεως εἵλκυσε, καὶ ἐβιάσατο (λ 580)
ἤλλαξεν· ἄλλον ἐξ ἄλλου ἐποίησεν (Eur. Bacch. 438)
ἥλους· [ἥλους] λόγχας. καρφία. κέντρα
ἠλόα· ἔτυπτε, δράγματα ἔτριβεν
*ἧλοι· περόναι A. [ἐπίβουλοι]
ἧλον· κατακεκαυμένον. λάγνον
ἧλοι· καρφία σιδηρᾶ
ἦλος· τόπος οὕτω καλούμενος, ἐν ᾧ οὐδὲν φύεται. καὶ τὸ μαινό-
μενον καὶ ἐπίβουλον (Ο 128) καὶ σύμπτωμα ἐν σώματι γενόμενον
ἤλυθε· ἐφοίτα
ἠλύγη· σκιά. καὶ {ἐπηλυγισμὸς} ἐπισκιασμός, σκότος
ἠλυγισμένος· κεκρυμμένος. ἐπεσκιασμένος. {ἠλύγη} γὰρ ἡ
σκιὰ καὶ [τὸ σκότος r
ἠλυγίων ὀρέων· ἐν σκότῳ κατεχομένων
†ἠλυκῦσαι· σπαράξαι. φράξαι
ἤλυθον· ἦλθον, παρεγένοντο (Δ 221 ..)
ἤλυξεν· ἐξέφυγεν g. ἐξέκλινεν (Λ 476)
†ἠλύξων· φυγών s
ἠλύσθη· ἔπεσεν (Ψ 393)
ἠλυσίη· ὁδός
ἠλύσιον· μακάρων νῆσος (δ 563) r. εἴρηται δὲ ἐν ἴσῳ τῷ {οὐ
λύσιον}· [ὅπου οὐ διαλύονται ἀπὸ τῶν σωμάτων αἱ ψυχαί r.
καὶ οἱ μέν φασι περὶ Αἴγυπτον εἶναι, οἱ δὲ περὶ Λέσβον. Ἄλλοι
κεκεραυνωμένον χωρίον ἢ πεδίον· τὰ δὲ τοιαῦτά εἰσιν ἄβατα,
καλεῖται δὲ καὶ {ἐνηλύσια}· Πολέμων δὲ Ἀθηναίους φησὶ καὶ
ἄλλοι τινὲς τὸ κατασκηφθὲν χωρίον *ἢ ἱερόν S. Καὶ παράδεισος
ASvgn
ἤλυσις· ἔλευσις. πορεία. σύνοδος
ἦλφεν· εὗρε τιμήν
ἦλφον· εὗρον (Φ 79)
*ἥλω· ἐλήφθη (χ 230) ASvg, ἐκρατήθη. ἐφωράθη, ἐκλάπη AS.
*ἥλωκεν· ἥττηται ASps
ἠλώμην· ἐπλανώμην (δ 91)
Ἠλώνη· πόλις ἐν Θεσσαλίᾳ (Β 739)
ἥλωσαν· ἐνικήθησαν. ἐλήφθησαν
*ἧμα· ἀκόντισμα (Ψ 891) gp
Ἠμαθίη· Μακεδονία (Ξ 226)
Ἠμαθία· τὸ αὐτό r
*ἠμαθόεις· ἀμμώδης (Β 77 ..) (ASg)
ἠμαθόεντος· τὴν ψαμμώδη, ἤτοι πολλὴν ἄμαθον ἔχοντα· ἐξ
οὗ ὁ πολύαμμος δηλοῦται. ἢ παρ' ὃν ῥέει Ἠμαθόεις ποταμός.
ἢ μεσημβρινοῦ. ἢ ἀπὸ Ἠμάθου ἥρωος (Β 77)
ἠμάθυνε· διέφθειρε. κατέσκαψεν
*ἧμαι· κάθημαι (Σ 104) ASn
ἤμαιθον· ἡμιωβέλιον. διώβολον παρὰ Κυζικηνοῖς
*ἦ μάλα· ὄντως λίαν (Γ 204 ..) Agp
ἠμάλαψε· ... κρύψαι, ἀφανίσαι. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ
(fr. 427)
ἠμάλδυνεν· ἠφάνισεν (Greg. Naz. c. 2,2,7,292) r
ἡμμάτιζεν· ᾐώρει. ἔπνιγεν
†ἠμάλιον· μέγα
*ἦμαρ· ἡμέρα (Δ 164 ..) ASvg
*ἦ μάν· ἀληθῶς δή (Ν 354) S
ἦμαρ ἀναγκαῖον· τὴν εἰς ἀνάγκην δουλείας ἄγουσαν, τουτ-
έστιν ἀναγκαίαν, ἢ κίνδυνον (Π 836)
ἥμαρτεν· ἀπέτυχεν r. ἠγνόησεν
ἡμάρτανεν· ἀπετύγχανεν (Κ 372)
ἡμάρταζεν· ἐστέρησεν. ἐματαίου
ήμασιν· *ἀκοντίσμασιν (Ψ 891) n. ἡμέραις
ήματα· δασέως μὲν βλήματα, ῥίμματα, ἀκόντια· ψιλῶς δὲ
ἡμέρας, ἡμέραι
*ἤματα πάντα· πάντα χρόνον (Θ 539 ..) AS
ἠματίη· δι' ὅλης {τῆς} ἡμέρας (β 104 ..) r
ἠμάτιοι· ἡμερινοί, αὐθημερινοί
*ἤματι τῷ· {ἐν} ἐκείνῃ τῇ ἡμέρᾳ (Β 351 ..) ASg
*ἤματος· ἡμέρας (κ 86) ASgn
ἠμαυρώθη· ἠμβλύνθη. ἠφανίσθη
ἤμβλυνεν· ἐτύφλωσεν
ἤμβλωκεν· ἠγόνησεν. ἐτύφλωσεν
ἤμβροτον· ἥμαρτον (Π 336 ..)
ἤμβροτεν· ἀπέτυχεν, ἥμαρτεν (φ 421)
*ἤμβροτες· ἀπέτυχες τοῦ σκοποῦ (Ε 287) Sn
ἡμέας· ἡμᾶς (Θ 211 ..)
ἡμεδαποί· *ἐπιχώριοι AS. ὁμόφωνοι. ἐνθάδιοι (Greg. Naz. c.
2,2,3,138)
ἡμεδαπῆς γῆς· ἡμετέρας γῆς
ἡμεδαποῖο· ἡμετέρου (Greg. Naz. c. 2, 2, 1, 90)
ἡμεδαπόν· τὸ ἀντικείμενον τῷ {ἀλλοδαπῷ}. τὸ ἐπιχώριον.
δηλοῖ δὲ καὶ τὸ ἡμέτερον
*ἠμείβετο· ἀπεκρίνετο (Α 292) ASvg
*ἠμείφθη· ἠλλάχθη, ἠλλάγη ASvgn
*ἤμειψα· ἤλλαξα ASvg
*ἠμελημένος· ῥᾴθυμος AS
ἤμειβον· ἤλλασσον
ἥμεθα· καθήμεθα (Ο 740)
ἡμεκτεῖ· δυσφορεῖ
ἦμεν, εἶμεν· ὑπαρχειν (*L 698)
ἡμένη· καθημένη r (Α 358). *ἐν κόλποις βαστάζουσα AS
ἦμεν· [ἄν]
ἡμένη πελειάς· παροιμία ἐπὶ τῶν ἁπλουστάτων, κατὰ ἀντεξέ-
τασιν τὴν πρὸς τὰς παλευτρίας πελειάδας
ᾗ μὲν κλέος, ᾗ δὲ καὶ ἦσθα· παροιμία ἐπὶ τῶν ὁμοίων τῇ
περὶ αὐτῶν φήμῃ
ἦ μέν μοι· ὄντως μέν μοι (Α 77)
ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· οὕτως ἔφη,
ἤτοι ἐπεὶ τὰ φύλλα τῆς αἰγείρου ἀλλήλοις ἀντέστραπται, οὕτω
καὶ {αἱ} Ἀλκίνου θεράπαιναι προσεῖχον τοῖς ἔργοις πάνυ,
ἀλλήλοις ἀντεστραμμέναι· ἢ ὥσπερ πυκνὰ τὰ τῆς αἰγείρου
φύλλα, οὕτω κἀκεῖναι θλιβόμεναι ἐκρέκοντο (η 106)
ἢ μεμάασι· προθυμοῦνται (Κ 208)
ἥμενον· καθήμενον (Α 330 ..)
Ἡμέρα· Ἀρτέμιδος ἐπίθετον
ἡμέρα· τὰ γενέθλια (Iob 3,3)
ἡμέριον· ἄνθρωπον. ἢ ἀνθρώπινον
ἡμερίς· ἄμπελος· ἀπὸ τοῦ ἐξημεροῦν ἡμᾶς (ε 69) rs. καὶ ἡ
κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν
ἡμερίσιν· ἀμπέλοις
*ἡμερίων· ἀνθρώπων (Greg. Naz. c. 2, 1, 45, 252)
ἡμερόδρυς· εἶδος δρυός
*ἡμεροδρόμος· ἀλληγορικῶς ὁ ἥλιος ASp
ἡμεροῖ· πραΰνει
ἡμεροκαλλές· τῶν σπορίμων ἄνθος. ἢ στεφάνωμα. οἱ δὲ ἐρίου
βάμμα φοινικοῦν. οἱ δὲ ἄνθος πρὸς μίαν ἡμέραν ἀκμάζον (Cratin.
fr. 98). οἱ δὲ τὴν νάρκισσον βοτάνην
ἡμερόκοιτος· ὁ κλέπτης (Hes. op. 605) r(vg)
ἡμερολόγιον· μέρος τι τῶν περὶ τὴν κύστιν
ἥμερον· τὸ ἔλαιον r
ἥμερος ὕλη· ἡ λεπτόφυλλος δρῦς
ἡμερότητος· πραΰτητος (Plat. rep. 3, 410d) (r)
ἡμεροῦν· Κράτης τὸ τὴν γῆν ἐξημεροῦν καὶ ἐργάζεσθαι. τιθέασι
δὲ καθόλου ἐπὶ τοῦ γεωργεῖν τὴν λέξιν
ἤμερσεν· ἐστέρησεν. ἀφείλετο r. τὸ δὲ αὐτὸ καὶ {ἡμάρτιζεν}
ἠμερτόν· [ἐπέραστον]
†ἡμερωλίας· τοὺς ἐν αὐλῇ διακόνους
ἡμερωρεῖν· ἡμεροφυλακεῖν p
ἡμερωσάμενοι· πραΰναντες
ἡμέων· ἡμῶν (Γ 101)
*ημην· ἀλλ' οὖν. ἀλλ' ὅμως. [ὄντως δή gA. ἢ ἐκαθήμην Sgn
†ἥμυνεεν· ἥμαξεν
ἡμιάρτιον· εἶδος ἄρτου ἡμικυκλῶδες (Sophro fr. 27)
ἠμείβετο· ἀπεκρίνετο (Α 292)
*ἡμιδαής· ἡμίκαυστος (Π 294) ASg
ἡμιδανάκιον· νόμισμα ποιόν
ἡμιδαπός· [ἐπιχώριος. ἡμέτερος]
ἡμιδεᾶ· τὰ οὐχ ὁλόκληρα
ἡμιδιπλοίδιον· ἱμάτιον μικρόν· οἱ δὲ ἀναβόλαιον γυναικεῖον
σύμμετρον, ὅπερ ἔνδοθεν ἐφόρουν (Ar. Eccles. 318)
ἡμιδωδέκατον· τὸ ἡμίχουν
ἡμίεκτον· τὸ τετραχοίνικον, ὅ ἐστιν ἥμισυ τοῦ ἑκτέως. ὁ γὰρ
μέδιμνος χοινίκων τεσσαρακονταοκτώ· οὕτως ἕκτον ὀκτὼ
χοίνικες. καὶ τὸ ἡμιωβέλιον (Crates frg. 20)
ἡμικόγγιον· μέτρον οἴνου. οἱ δὲ ἡμιχοίνικον
ἡμίκοπον· ἡμίπλευρον
ἡμίκραιρα· ἡμικεφάλαιον. σιαγόνος τὸ ἥμισυ (Ar. Thesm. 227)
ἡμικύκλιον· ἡμισφαίριον
ἡμίκυπρον· ἥμισυ μεδίμνου (Hippon. fr. 24)
Ἡμιλάμιον· μέρος Μεσαπίων
ἢ Μιμαλλόνες· μαινάδες νύμφαι, αἱ βάκχαι
ἡμιμέγιστον· ἡμιμναῖον
ἡμίμιτρον· ὕφασμα, ὃ ἐκάλυπτε τὸ ......
ἡμίνα· κοτύλη (Sophro fr. 105)
*ἥ μιν ἀνώγει· ἥτις αὐτόν ... (Ν 329) AS
*ἡμῖν ἀπό· ἀφ' ἡμῶν (Α 67) An [ἡμῶν· ἡμῶν] λέγεται δὲ
καὶ {ἡμῖν} αὐτοῖς
ἡμιόγδοον· οἱ δύο χοεῖς
ἡμιολία· ἡ δίκροτος ναῦς. *[τὸ ἥμισυ τοῦ κεφαλαίου ASvn
ἡμιόλιον· πλοῖον μικρόν r
ἡμιόλιος· †δρικητής. καλεῖται δὲ καὶ ἀριθμός τις, καὶ λόγος ὁ
τὸ ἥμισυ ἔχων {καὶ ἄλλο ὅλον}
ἡμιόνιον· πόας εἶδος. καὶ ὄρνις ποιός
*ἡμίονος· μούσμων ἢ μοῦλα A
ἡμίοποι· οἱ μὴ τέλειοι αὐλοί· τίθεται δὲ {καὶ} ἐπὶ ἄλλων μὴ
τελείων (Aesch. fr. 91)
ἡμίοπος· αὐλὸς ὁ ὑποτεταγμένος τῷ τελείῳ. μεταφορικῶς δὲ
{ἡμίοπος} θράσος
*ἡμιπέλεκκα· τὰ μὴ ἑκατέρωθεν ἐστομωμένα (Ψ 883) AS
ἡμιπέλεκκον· τριμναῖον ἢ τετραμναῖον ἢ πεντάμνουν· τὸ γὰρ
δεκάμνουν {πέλεκυς} καλεῖται παρὰ Παφίοις
*ἡμιπέλεκκα· πελέκεις μονοστόμους (Ψ 883) ASgn
ἡμίπολον· τὸ ἥμισυ τοῦ πόλου [ἤγουν τοῦ οὐρανοῦ]
*ἡμισείας· τὸ ἥμισυ μέρος (Thuc. 5,20,3 ..) AS
ἡμισάλευτος· ἐξ ἡμίσεος σεσαλευμένον. σαλεύονται γὰρ αἱ
κινήσεις. τάσσεται δὲ ἐπὶ τῶν μεθυόντων
ἡμίσικλον· νομισμάτιον
ἥμισυ, †ἢ {ἥμισυ}· τὸ ἡμίεκτον· καὶ συνημμένως {ἥμισυ} τὸ
ἡμίεκτον. ἔστι δὲ καὶ νόμισμά τι
ἡμισύθλαστον· ἡμισύθραυστον
ἥμισυ τρίτον· δύο ἥμισυ. Ἀρχίλοχος (fr. 167)
ἡμιτιεύς· ἡμισευτής
ἡμίτιον· τετράχουν
ἡμίτομος· ἔκπωμα
ἡμιτύβιον· λινοῦν ἔνδυμα, ἢ σινδόνιον δίκροσσον
†ἡμιτύγια· τὰ ἡμισυδελφάδη. Λάκωνες
*ἡμιτυμπάνιστος· ἡμιθανής ASp
*ἡμιφάριον· ἥμισυ ἱματίου ASvg
ἡμίφατον· ἥμισυ ...
ἠμί· φημί. ἐνίημι
ἠμίφθη· [ἠλλάχθη]
*ἡμίφλεκτος· ἡμίκαυστος AS
ἡμιφωσώνιον· σινδόνων ῥάκος
ἡμίχα· ἡμιστατῆρα
ἡμίχους· μέτρον μεδίμνου {εἰκοστὸν} τέταρτον
*[ἤμιψα· ἤλλαξα] ASvg
ἡμιωβόλιον· τὸ ἥμισυ τοῦ ὀβολοῦ
ἡμίωμον· ἐξωμίδα
*ἡμμένοι· συνημμένοι. κατέχοντες AS
*ἠμοιρηκώς· μὴ μετέχων ASvgp
*ἥμονες· ἀκοντισταί ASvg. ῥήτορες (Ψ 886). ὀρχησταί n
ἠμορίς· κενή. ἐστερημένη. Αἰσχύλος Νιόβῃ (fr. 165)
ἠμόριξεν· ἄμοιρον ἐποίησεν
ἤμορος· ἄμοιρος
*ἦμος· ἡνίκα, ὁπηνίκα, ὅτε (Α 475) AS
*ἤμων· ἐθέριζον (Σ 551) Σ
ἡμοσύνη· βλῆσις, ἀκόντισις. ἐμπειρία
ἤματι τῷδε· ἐν αὐτῇ ἡμέρᾳ (υ 116)
ἤμπισχε· περιέσχε. περιέβαλεν
*ἠμπέσχετο· ἐνεδύσατο. ἐφόρησεν. περιεβάλλετο (Eur. Med.
1159) Avg
ἠμπισχόμενον· περιβαλλόμενον
ἤμπλακεν· ἠδίκησεν. ἥμαρτεν
ἤμπλακες· *ἀπέτυχες (Eur. Alc. 824) np. ἠδίκησας. [ἥμαρτες p
ἠμπολημένον· ὠνητόν
ἠμπόλησεν· ἀπέδοτο
ἠμύει· κλίνει AS. πίπτει. πνίγει (Β 148)
*ἠμύνατο· ἐτιμωρήσατο, ἐξεδίκησεν (Act. Ap. 7,24) ASvg
ἠμύνοντο· ὑπερεμάχουν (Μ 179)
ἠμύσειε· κλιθείη. πέσειεν (Β 373) n
ἠμφιγνόουν· ἐδίσταζον ἐπιγνῶναι (Plat. Soph. 236 c)
ἤμυσαν· ἐξέκλιναν (Θ 308)
*ἠμφιάσαντο· ἐφόρησαν (4. Regn. 17,9 v. l.) ASvg
ἠμφίσταντο· περιίσταντο
*ἡμωδίαν· αἱμωδίαν AN
*ᾑμωδίασαν· ἐνάρκησαν. αἱμωδίασαν (Ierem. 38,29) AS
ην· ψιλούμενον μὲν καὶ περισπώμενον ῥῆμα σημαῖνον ἀντὶ τοῦ
ὑπῆρχεν. [ἢν] δασυνόμενον δὲ καὶ ὀξυνόμενον ἄρθρον θηλυκὸν
ὑποτακτικόν· καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου
ην· *τὴν ἑαυτοῦ Sn. ἤμην. *[ἐάν ASn
ἣν ἀρετὴν διαείσεται· τὴν ἑαυτοῦ ἀρετὴν διαγνώσεται
(Θ 535)
ἥνας· κόψας
*ἤνασσεν· ἐβασίλευσεν (Κ 33 ..) S
*ἣν ἄτην· τὴν ἑαυτοῦ Sn. βλάβην (Α 412) n
*ἥνδανεν· ἤρεσκεν n, [ηὔξανεν] ὡς τὸ· [ἥνδανε θυμῷ (Α 24)
ἤγουν ἤρεσκε τῇ ψυχῇ An
ἦν δ' ἐγώ· ἔφην δὲ ἐγώ p
ἠνδραποδίσατε· κεκλόφατε
ἠνδρωμένη· ἀνδρὸς πεπειραμένη· ἡ παῖς γὰρ ἔμπαις ἐστίν,
ὡς ἠνδρωμένη (Cratin. frg. 287) ἀντὶ τοῦ συνελθοῦσα ἀνδρί
ἠνέγκατο δόξαν· ἠγάγετο δόξαν (Ps. 28, 1 ..)
ἠνείκαντο· ἤνεγκαν (Ι 127)
ἤνεις· [ἐνιαυσίας τῇ ἡλικίᾳ. ἀδαμάστους. ἀνιῶνται γὰρ δαμα-
ζόμεναι (Ζ 94)]
ἠνεκές· μακρόν. δι' ὅλου (Callim. frg. 26,8 Pf.)
ἠνεμοειδές· ἠχῶδες
ἠνεμόεν· ὑψηλόν, μετέωρον
ἠνεμόεσσα· καταπνεομένη ὑπὸ τῶν ἀνέμων (Β 606) r
ἠνεμόεσσα· *ὑψηλή (AS). καταπνεομένη ἀνέμοις (Β 606)
*ἤνεμος· ἄνεμος n
*ἡ νεοθηλής· νεωστὶ βλαστήσασα ASvgnp
ᾔνεον· ἐπῄνουν r, [συγκατετίθεντο (Γ 461) n
*ἠνείπαπε· ἐπέπληξεν (Β 245) r. n
*ἤνερθεν· κάτωθεν (Λ 252) AS
*ἤνεσε· συγκατέθετο ASn, ἢ κατέθετο (Sir. 47,6)
ἠνέσχετο· κατεδέξατο (r)
ἠνήνατο· ὑπερηφάνησεν (Σ 450 v. l.) r
*ἡνίαι· λῶρα χαλινοῦ (Nah. 2,4). ἐξουσία (1. Maccab. 6,28) A
*ἠνιάθη· ἐλυπήθη vg. ἐθλίβη v
*ἡνίαις· [χώροις. τόποις. ἢ] λώροις vgn τῶν χαλινῶν v
*ἡνία σιγαλόεντα· λῶρα πεποικιλμένα (Ε 226 ..) AS
ἠνιδάικτος· ἡμιθανής
*ἡνίκα· ὅτε, ἢ ὅταν (Prov. 1,26 ..) ASvg
*ᾐνίξατο· ὑπεσήμανεν (Plat. Theaet. 152 c ..) ASvgn
*Ἠνιοπῆα· ὄνομα κύριον (Θ 120) ASn
*ἤνοπι· λαμπρῷ (Π 408) AS
ἤνιος· τελείου. νέου. παρὰ τὸ {ἦνις}
ἡνιοχάρτης· διδάσκαλος ἱππικῆς τῶν νέων. Λάκωνες
*ἡνιοχεῖς· ἐλαύνεις ἵππους (AS), ὁδηγεῖς
ἡνιόχησον· διοίκησον, οἰκονόμησον, κυβέρνησον
ἠνίπαπε· διὰ λόγων ἐπέπληξεν, καὶ καθήψατο, *ἐλοιδόρησεν
(Β 245) (A)
ἤνις· ἐνιαυσίας. ἀδαμάστους (Ζ 94)
ἤνοιγεν· ἐκέλευσεν
ἤνοισται· προσηνέχθη, προσήνεκται
ἦνον· ἤνυον (γ 496)
ἤνοπα· λαμπρὸν πάνυ. ἔνηχον. διαφανῆ (Π 408). καὶ ὄνομα
κύριον (Ξ 445)
ἠνορέην· ἀνδρείαν, εἶδος ἀρετῆς (Ζ 156)
ἠνορέηφι· τῇ ἀνδρείᾳ (Δ 303) [{ἠνόησεν}· ἀνδρεία]
ἦνθον· ἦλθον
*ἥν ῥα· ἥν τινα δή (ξ 7) S
ἧνται· κάθηνται (Eur. Bacch. 38)
*ἤντεον· ἀπήντων (Η 423) ASn (vg)
ἤντετο· ἀπήντησε, συνήντα, ἤντησεν (Π 788)
ἤντησα· συνήντησα, [ἀπήντησα (Δ 375) r
ἠντία· ἀντεῖχεν, συνήντα
*ἠντίασας· συνήντησας, [ἀπήντησας r. AS
ἤντησεν· ἀπήντησεν (Ζ 399). ἱκέτευσε. Θουκυδίδης (2,40,4
v. l.) δὲ τὸ {ἠντιώμεθα} ἐπὶ τῷ ἐναντιώμεθα
*ἠντιβόλει· παρεκάλει (Lys. 1,25) ASvg
ἤν τινα· ἐάν τινα (Η 39)
ἧντο· ἐκαθέζοντο (Γ 153)
*ἤν τοι· ἐάν σοι. ἢ ἐάν τινά σοι (Ο 32) AS
ἤντοτε· [ὑπήντησεν]
ἦν τοι ὅτ' ἦσαν· ἔν τινί ποτε {χρόνῳ} ἦσαν
ἤ νυ· ἢ ἄρα (σ 331)
ἢ νῦν· ἢ ἐπὶ τοῦ παρόντος (Α 27)
ἤνυσα· πεπόρευμαι
ἤνυσεν· ἐπέρανεν, ἐπέρασεν. (δ 357) ἐτέλεσεν. ἔκτεινεν. κατέβαλεν
(Eur. Troad. 600)
*ἤνυστρα· αἱ κοιλίαι τῶν βοῶν AS, ἢ τὸ παχὺ μέρος αὐτῶν S
ἤνυστρον· ἡ πρώτη κοιλία τῶν μαρυκαζομένων ζῴων (Ar.
Equ. 356). οἱ δὲ ὑπογάστριον ἡδυσμένον. οἱ δὲ τὸ κόλον
ἤνυτον· ἤνυον. ἐτέλουν (Eur. Bacch. 1100)
ἠνώγεα· ἐκέλευον (ι 44)
*ἠνώγει· ἐπιτάσσει, [κελεύει (Ζ 170) r. AS
*ἤνωγον· ἐκέλευον (Ι 578) An
ἤνωρ· ἄρχων
{ἧξις·} εἰσέλευσις, παρουσία (Eur. Troad. 396 v. l.)
ἡνῶσθαι· συνῆφθαι
*ἥξει· ἐλεύσεται. ἔλθῃ (Hebr. 10,37) ASvg
ἧξεν· συνεπείσθη, ὑπήκουσεν (Sap. 18,25)
*ἠξίου· παρεκάλει (Dem. 18,87 ..) r. ASv
*ἠξίωσε ναίειν· ἄξιον ἡγήσατο οἰκεῖν (Eur. Alc. 571) ASvn
ἢ ὁδόν· ἢ ἐπὶ ὁδόν· ἢ εἰς ἐνέδραν (Α 151)
ἦ οἵ· οἵτινες ἀληθῶς
*ἠοῖ· τῇ ἡμέρᾳ (Η 331 ..) S
ἠοῖαι· ὁ κατάλογος Ἡσιόδου n
ἠοίην· ὀρθρίαν. ἢ τὴν πρὸς ἀνατολήν. ἢ [τὸν ἀπὸ πρωΐας
μέχρι ἕκτης ὥρας χρόνον (δ 447) n
Ἠοίην· τὸν Ἄδωνιν. Πανύασις
ᾔομεν· πορευόμεθα. ἢ ἐπορευόμεθα (κ 251 ..)
ᾐόνητο· ἐλέλουτο. καὶ ἤντλητο
ᾐόνησας· κατήντλησας
*ἠοῦς· ἡμέρας (Θ 508) vgn
ἢ οὐχ ἅλις· ἢ οὐχ ἱκανόν (Ε 349)
ἠπανᾷ· ἀπορεῖ. σπανίζει
ἠπανία· ἀπορία. ἀμηχανία r
ἠπανεῖ· ἀπορεῖ. σπανίζει. ἀμηχανεῖ
ἧπαρ· ἔξω τοῦ σπλάγχνου ἡ βαθύγειος γῆ [καὶ ἀλήθεια]
ἠπάτηνται· πεπλάνηνται
*ἡπατικός· ὁ τὸ ἧπαρ ἀλγῶν r. ASvg
*ἤπαφεν· ἠπάτησεν. ἐχλεύασεν ng. ἐπλάνησεν (ξ 488)
ἠπεδανός· οἷον ἀπέδανος ἤγουν ἄπους. χωλός. *[ἀσθενής.
ἀναίσθητος. ἠλίθιος (Θ 104 ..) ASvg
ἠπέδιζον· ὡμάλιζον. ἠδάφιζον (Clidem. 323,16 J.)
ἤπια· [μαλθακά, προσηνῆ, ἥμερα]
*ἠπείθησαν· οὐκ ἐπείσθησαν (Rom. 11,31 Idt. 2,6) S
*ἠπείθησεν· ἀντεῖπεν (4. Regn. 5,16) AS
ἠπείλησεν· *ηὔξατο Sn. ἐκαυχήσατο r. ὡρίσατο (Ι 682)
ἠπειόδωρος· [ἤπεια καὶ προσηνῆ δωρουμένη κατὰ τὴν τρο-
φήν]
ἠπείροιο μελαίνης· τῆς Ἀκαρνανίας (ξ 97 ..)
ἤπειρος· γῆ. χέρσος. πᾶσα ἡ ἔρημος. καὶ ὁδὸς ἄπειρος
*ἠπειρώτης· ὁ ἐν γῇ οἰκῶν (Thuc. 1,9,4 ..) AS (vgn). r
ἠπεροπεύειν· ἐξαπατᾶν, καὶ ψεύδεσθαι, ἤτοι παραλογίζεσθαι
(Γ 399 ..)
†ἤπερ· ὄπα
ᾗπερ δή· ὃν τρόπον δή (Ι 310)
ἠπερόπευεν· ἐξηπάτα
ἠπεροπεύοντα· ἐξαπατῶντα
ἠπεροπεύσας· ἐξαπατήσας (Hes. op. 55)
*ᾗ περ οὖν· ὡσπερεί, καθάπερ οὖν ASvg
ἥπετο· ἠκολούθει
*ἢ πέφαται· ἢ πεφόνευται (Ο 140) ASvg
ἠπειγμένως· συντόμως r. σπευδόντως
ἦ πῄ με· ἆρά με. [ἦ πού με (Γ 400) n
*ἤπια· πραέα S, προσηνῆ, μαλθακά, ἥμερα AS, χρηστά (Δ 218 ..)
ἠπίαλος· ῥῖγος πρὸ πυρετοῦ r. ἐκαλοῦντο δὲ οὕτω καὶ οἱ
ψυχροί (Ar. frg. 332. Phryn. frg. 69)
ἠπιαλῶν· ῥιγῶν. τὸ γὰρ πρὸ τοῦ πυρετοῦ ῥῖγος {ἠπίαλόν}
φασιν (Ar. Ach. 1164)
ἠπιάργυρον· τὸ βάλσαμον r
ἠπιήθη· ἐταπεινώθη
ἠπιόδωρος· ἤπια, καὶ χρηστά, καὶ [προσηνῆ δωρουμένη vg.
κατὰ τὴν τροφήν (Ζ 251)
ἠπιόλιον· ῥιγοπυρέτιον
*ἤπιον· προσηνές, πρᾷον g. ἥσυχον, μαλθακόν, [ἐπιεικῆ n,
ἥμερον (κ 337)
ἠπίτρια· ῥάπτρια
*ἠπιότητι· πραότητι AS
ἠπίταδες· ἐπίτηδες
ἠπιστάμην· ἠδυνάμην. ᾔδειν
ἠπίστησεν· ἠπείθησεν q. οὐκ ἐπείσθη
*ἠπίως· πρᾴως Avg
*ἠπιώτατος· πραότατος A
ἤπλακεν· [ἥμαρτεν]
ἡ πληθύς· οἱ ἐν τῷ πλήθει. ἢ [πλῆθος (Β 278 ..) n
ἢ ποθέν· ἀντὶ τοῦ ποῦ
*ἠπορεῖτο· ἠμηχάνει (Gen. 32,8 ..) ASg
ἦ που· ὄντως που (Γ 43)
ἠπύει· φωνεῖ (κ 83)
ἤπυεν· ἔκραξεν, ἤχει, ἐκήρυσσεν (ι 399)
*ἠπύτα· φωνητής, [βοητής, {κήρυξ} ASn. [μεγαλόφωνος (Η
384) n
*ἣ πυμάτη θέεν· ἥτις ἐσχάτη περιέτρεχεν (Ζ 118) AS
ἤπυσεν· ἤχησεν. ἐσάλπισεν
Ἠπυτίδης· Ἠπύτου υἱός (Ρ 324)
ηρ· τὸ ἔαρ. καὶ τὸ πρωΐ. καὶ ἐπὶ τοῦ ἆρα. καὶ {ἦρα} τὸν ἀέρα.
καὶ τὴν γῆν. ἢ ἀλκή. καὶ οἶνος
ηρα· ἤτοι ὄντως. ἢ χάριν, βοήθειαν, ἐπικουρίαν· πατρὶ φίλῳ
ἐπὶ ἦρα φέρων Διΐ (Α 578) ἢ ἔφη
ἦ ῥα ἄν· ἆρα ἄν (η 22 v. l.?)
ἠράβησεν· ἤχησεν
ηραίνει· ληρεῖ
Ἡραῖον· Ἡρακλέα n
*ἦ ῥα καί· δή, οὕτως εἶπεν (Γ 310) Avgp
ἦ ῥα, καὶ ἐξ ὀχέων· οὕτως εἶπεν, καὶ ἐκ τῶν ἁρμάτων (Δ 419)
†ἤρακεν· ἠνίασεν
Ἡρακλεία λίθος· ἣν ἔνιοι {μαγνῆτιν} λέγουσιν· οὐκ ὀρθῶς.
διαλλάττουσι {γάρ.} καὶ ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον
Ἡρακλεία ἐστίν, ἡ δὲ ἑτέρα παραπλήσιος ἀργύρῳ. ὥστε
Πλάτων ἁμαρτάνει τὴν αὐτὴν ὑπολαμβάνων μαγνῆτιν καὶ
Ἡρακλείαν ἐν Ἴωνι (533 d). καὶ γὰρ αὐτὸς ἀλλαχοῦ (Tim.
80 c) ἑτέρως καὶ ἑτέραν φησί. κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας,
τῆς ἐν Λυδίᾳ πόλεως. διὸ καὶ Σοφοκλῆς (fr. 732) {δίαν
λίθον} αὐτὴν καλεῖ, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡρακλεῶτιν
Ἡράκλεια λουτρά· Ἡρακλεῖ πολλὰ μογήσαντί φασι τὴν
Ἀθηνᾶν θερμὰ λουτρὰ ἀναφῆναι, οἷς χρήσασθαι αὐτόν· τινὲς
δὲ καὶ αὐτὸν τὸν Ἡρακλέα κατασκευάσαι φασὶν ἑαυτῷ τὰ
λουτρὰ θερμά· ἄλλοι δὲ Νύμφας αὐτῷ ποιῆσαι ἐν Σικελίᾳ
(Ar. Nubb. 1051)
*Ἡράκλεις· ὡς καλῶν τὸν Ἡρακλέα εἰς βοήθειαν [λίθον] {τῆς}
γενομένης βίας (Ar. Ach. 284) A
Ἡρακλέους θυσία· παροιμία, ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις
χρωμένων
ἠρανέων· βοηθῶν. χαριζόμενος
ἠρανίσθην· ἔρανον συνήγαγον
ἤρανος· βασιλεύς, ἄρχων. σκοπός, φύλαξ
ἤραντο· ἤροντο. [ἠρώτων]
ἦ ῥά νυ· ἆρά γε (Δ 93 ..)
ἦ ῥά νύ τοι· ἀληθῶς δή σοι (Κ 401)
ἤραξεν· ἔσχισεν. συνέτριψεν. ἔῤῥηξεν
ἤραρεν· ηὐφράνθη. *[ἥρμοσεν r. ASn. εὐτρέπισεν (Δ 110)
ἠράρομεν· ἡρμόσαμεν. ἠρήσαμεν
ἤραρον· ἔφραξαν. ἔδησαν. ἥρμοσαν
*ἠρασάμην· ἠράσθην (Ξ 317) ASn
Ἡράσιος· μὴν παρὰ Λάκωσιν
ἦ ῥά τί μοι· ἀληθῶς δή μοι. *[ἆρά τί μοι (Ε 421) An
ἦ ῥά τί οἱ· ἆρά τι αὐτῷ
ἦ ῥά τι ...· οὐχ ὅτι δήποτε
*ἠρατο· προπαροξυτόνως μὲν [ἔλαβεν, ἀπηνέγκατο (Ξ 510) n
προπερισπωμένως δὲ *{ἠρᾶτο} ηὔχετο ASvn, κατηρᾶτο r
ἠρᾶτον]· ἡρέα· [τὸν στράτιον
ἠργάνθη· ἐλευκάνθη. ἐπιάνθη
ἠργμένον· ἀρξάμενον r. [εἰργόμενον. κωλυόμενον]
*ἠρδαλωμένος· λεπρός. μεμιασμένος (Sir. 22,1) ASvgn
ἠρέα· [ἡσυχῆ. πρᾴως. ἱλαρῶς]
*ᾕρει· [ἄρχει] A. κατελάμβανεν (Δ 23) Sns
ἣ ῥεῖ· ἥτις ῥεῖ, ἥτις ῥέει
ἤρειδε· σφοδρῶς κατηγόρει. ἐκ μεταφορᾶς τῶν ἐλαυνόντων
*ᾑρεῖτο· ἠγάπα (1. Regn. 19,1) AS
*ἠρέμα· ἀτρέμα. ἡσύχως. σχολαίως ASvgn
*ἠρεμεῖ· ἡσυχάζει ASvgn
*ἤρεμον· ἥσυχον. πρᾷον AS, ἥμερον (1. Tim. 2,2)
ἠρεμῶν· ἡσυχάζων
*ἦρεν· ἐπῆρεν (Iud. 9,48 v. l. ..) ASp
ἤρεσεν· ἐμείλισσεν
†ἤρεσθαι· κόπτεσθαι, τὰς τρίχας ...
Ἠρεσίδες· κόραι αἱ λουτρὰ κομίζουσαι τῇ Ἥρᾳ
*η ῥ' ἐτεόν γε· ὄντως [μεγάλως] μετ' ἀληθείας (Ο 53) vn
*ᾑρετισάμην· ἠγάπησα AS, ἐπεθύμησα, ἠθέλησα, ἠράσθην
(Ps. 118,30 ..)
*ἤρετο· ἠρώτα ASvgn, ἐπύθετο (Thuc. 3, 113,3 ..) n
*ἠρεύγετο· ἐμυκᾶτο AS. ἔβρυξεν
ἠρέχθεται· πλανᾶται. ἀμηχανεῖ
*ᾑρήκασιν· [εἶπον] πεπορθήκασιν ASg
*ᾑρηκότων· πεπορθηκότων An(g). [εἰπόντων]
*ᾑρηκώς· νενικηκώς AS. [εἰπών]
*ᾑρημένοι· ἐκλελεγμένοι (ASvg). θελήσαντες (n). ἐπικριθέντες
(ASv) g(n)
†ἤρηντο· ἁρμόστως πράττειν
a) ἠρήρει· {ἐπεπύκνωτο (Μ 56) b) {ᾕρει}·} ἐκράτει
*ἠρήρειστο· ἥρμοστο gn. ἤριξεν. [ἐπέπηκτο (Γ 358 ..) r. gn
†ἤρης· ἄφρων
ἠρήσατο· *ηὔξατο (Α 351) gS. κατηράσατο
*ἤρθρωσας· ἐτράνωσας AS (vg)
ἦρι· πρωΐ. αὔριον (Ι 360 ..) *[ἔαρι vgn ὄρθρῳ
*ἠρία· μνημεῖα AS
ἠριγένεια· ἡ τὴν ἡμέραν γεννῶσα· r ἢ τῷ ὄρθρῳ, ἢ τῷ ἦρι
γεννωμένη (Α 477 ..) καὶ παρ' Αἰσχύλῳ (fr. 426) ἡ λέαινα
{ἠριγένεια} ἢ ἡ ἐν τῷ ἀέρι τίκτουσα, ἢ ἡ ἐν τῷ ἔαρι
ἠριγένιον· τὴν ἠρύγγιον πόαν
Ἠριδανός· ποταμός r
ἠριεργής· τυμβωρύχος r
ἠριεύς· νεκρός r
*ἠριθεύετο· εἰργάζετο (Tob. 2,11) AS
ἠριθευμένων· πεφιλοτιμημένων
ἤρικεν· ἐῤῥάγη, [διεσχίσθη (Ρ 295) Sn [ἔπεσεν]
Ἠρικεπαῖος· ὁ Διόνυσος
*ἦρι μάλ'· ὄρθρου (Ι 360 ..) An
ἠρινόν· νέον (Eur. Hipp. 77 v. l.)
ἠρινός· ὀρθρινός r
ἤρινε· [χώριζε]
ἠρισάλπιγξ· ὀρνέου τι εἶδος
Ἦριν· τὴν Ἶριν
ἠρινόθερμον· τὸ ἄνθεμον
ἠρινολόγοι· οἱ τέττιγες
ἠρινοτόκου· ἀπὸ τῶν ποιμνίων τῶν κατ' ἔτος φόρους τελούν-
των ἔαρι
*ἠρινῶς· ἐαρινῶς Sn
*ἠρίον· μνῆμα r. [τάφος (Ψ 126) vgs
*ἤριπε· κατέπεσεν (Δ 462) ASn
ἠριπότην· ἡμέραν ἐξ ἡμέρας ......
ἤρισεν· [ἔσχισεν, ἔῤῥηξεν. ἔπεσεν. *ἠγάπησεν. συνέζευξεν AS,
ἥρμοσεν] A
ηρισμένος· ἐστηριγμένος
ἠρίστριον· ἱμάτιον ἠρινόν [ἠπίστρεον]
ἠρίφακον· θαμνίσκον. Λάκωνες
ἤριψε καὶ {ἤριξεν}· κατέβαλε. κατέπεσεν
ἠρίχθη· ἐῤῥάγη
ἠρίομεν· ἐζητοῦμεν
*ἤρκεσεν· ἐβοήθησεν An καὶ ἤρκεσεν
*ἦρκται· ἤρξατο (Iob 13,15) ASvgn
ἡρμαλώσατο· συνέλαβεν
†ἠρμανίζετο· οὐκ ἦν ἁρμόζον
ἥρμαζεν· ἐσκέπασεν. ὠχύρωσεν
ἠρμένος· [ἐπικριθείς]. κρεμασθείς
ἡρμοσμένου· εὖ κατεσκευασμένου
ἤρξατο· συνεφώνησεν
ἤρνευεν· ἐκυβίστα
ἤρνυντο· ἐποίουν
†ἠροικάκαι· κοιλώματα τῆς γῆς
†ἠροίησεν· ἀπεσόβησεν
*ἠρόμην· ἠρώτησα (Eur. Or. 1183) AS (vp. r)
ἦρον· εἰρήνην
*ἤροντο· ἠρώτων ASvg
ἠροπᾶν ἦμαρ· [δι' ὅλης τῆς ἡμέρας]
ἦρος· συνθήκη. ἐκεχειρία. *ἔαρος p
*ἤροσα· ἠροτρίασα ASg
Ἠροσάνθεια· ἀνθολογία. ἑορτὴ γυναικεία λαμπρά, ἀγομένη
ἐν Πελοποννήσῳ κατὰ τὸ ἔαρ
ἤροσεν· ἐγέννησεν (Soph. O. R. 1497)
ἠρόχια· τὰ θεοδαίσια. οἱ δὲ ἑορτήν· οἱ δὲ ἱερά
*ἤρου· ἠρώτησας (Eur. Or. 1072) Avgp
ἠρῶ· κατηρῶ
ἠρούσταζον· ἐνήδρευον
ἠροῦτο· ἠροτριᾶτο. ἐσπείρετο
Ἡροφίλη· Σιβύλλης ὄνομα
ἦῤῥεν· ἀπώλλυτο
ἤῤῥηκεν· ἥκει. ἀφῖκται. παρ' Ὁμήρῳ δὲ μετὰ δυσχερείας· ἔρρ'
ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων (κ 72)
ἦρσεν· ἥρμοσεν r
ἦρσαν· ἐπότισαν. [ἥρμοσαν]
ἤρτα· ἐκρεμάννυεν
ἠρταλέοντο· ὡπλίζοντο
ἠρτάμησεν· ἐσπάραξεν. διοίκησεν. ἤρτυσεν
*ἤρτηται· κρέμαται ASvg
ἠρτιάζομεν· ἐπαίζομεν (Ar. Plut. 816 v. l.)
ἠρτήσαντο· ἐτάξαν. ἡρμόσαντο
ἤρτισται· ἥρμοσται. ἀνήρτηται
*ἦρτο· ἀντὶ τοῦ ἐπῆρτο r. S
ἤρτυε· παρεσκεύασεν (γ 152) S
ἠρτύνετο· *παρεσκευάζετο (Β 55) g (AS). ἡτοιμάζετο. ἡρμό-
ζετο. κατηρτίζετο (Κ 302)
ἠρτυλημένος· ἠρτυμένος
†ἠρύγμαι· αἱ καμπυλότητες τῶν σκελῶν. καὶ πόας εἶδος
ἠρυγγαίνετο· δεδάσυντο
ἠρύγγιον· λεπτόν τι κάρφος ἀκανθῶδες, ὃ καὶ ἐπὶ τοὺς σωροὺς
εἰώθασιν ἐπιτιθέναι τοῦ σίτου
*ἤρυγεν· ἐμυκᾶτο (Υ 403) ASn. ἔπτυεν
*ἠρύγετο· ἐπτύετο. [ἐμυκᾶτο AS
†ἠρυγκήμεθα· ἐμπεφορήμεθα. εἰλήφαμεν
*[ἠρύγων· μυκώμενος] AS
ἠρυθεύετο· [ἐφιλονείκει (Tob. 2,11) S]
*ἠρυθροδάνωται· πεπύρρωται. κεκοκκίνωται ASvg
*ἠρύκακεν· ἐκώλυεν (Φ 594) r. S
Ἡρακύλον· τὸν Ἡρακλέα Σώφρων (frg. 142) ὑποκοριστικῶς
*ἤρυκεν· ἐκώλυεν Ag
Ἥρυλλον· ὑποκοριστικῶς τὸν Ἡρακλέα (trag. adesp. 590)
*ἠρύσατο· ἤντλησεν r. ASvg
ἤρυσεν· [ἐβόησεν ἢ ἐβόα. ἐμυκᾶτο. ἰδίωμα φωνῆς]
ἤρυτο· [ἐρύσατο]
ἤρυτεν· ἐπὶ τῶν λουομένων. ἤντλει
ἤρχατο· καθεῖρκτο
ἦρχεν· *ἡγεῖτο r. v. κατῆρχεν. ὠφέλει
ἦρχεν· ἐπὶ τοῦ ἤρξατο, {χειρῶν ἀδίκων}
Ἡρῷσσαι· αἱ λεγόμεναι †Ἔννοιαι (Callim. frg. 66,1 Pf.)
ἡρῶιον· μνημεῖον
ἥρωες· οἱ διαφέροντες ἀρετῇ. *[ἡμίθεοι ASvg. ἄνδρες γενναῖοι
Sg
ἠρώησαν· ἀνεχώρησαν, [ὑπεχώρησαν r, ἐξεχώρησαν (Ψ 433)
ἠρωήσουσιν· [μεθύσουσιν] (Ξ 101)
†ἡρώπτει· σκοπεῖ
*ἥρως· *δυνατός AS, ἰσχυρός. *[γενναῖος n. σεμνός
ἥρως ποικίλος· ἐπὶ τῶν μεμαστιγωμένων. ἢ ὄφεις
ἠρώτιζον· ἠρώτων
ἡρώων· πάντων τῶν κατ' ἐκεῖνον χρόνον ἀνδρῶν· τοῖσι δὲ
κρατῆρα κεράσατο Μούλιος ἥρως (σ 423)
ἧς· ἄρθρον θηλυκὸν ὑποτακτικόν, ἀντὶ τοῦ τῆς σύναρθρον
ἀντωνυμίαν δηλούσης· ἧς τε πλείστην μὲν καλάμην χθονὶ
χαλκὸς ἔχευεν (Τ 222) καὶ τῆς ἑαυτοῦ καὶ τῆς ἑαυτῆς· ὡς
οὐδὲν γλύκιον ἧς πατρίδος, οὐδὲ τοκήων (ι 34)
ἧσαι· †παύσαι. καθέζῃ (Β 255)
*ἦσαν· ὑπῆρχον AS [ἐκάθισαν E. ἢ ἔασαν]
ἦσάν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι· παροιμία ἀπὸ χρη-
σμοῦ ἐπὶ τῶν προγεγονότων (Anacr. fr. 85)
*ἧσας· ἥδυνας S. [ἢ ἰάσασθαι καὶ θεραπεῦσαι]. [ἢ χάριν ἐποίη-
σας ASg
ἥσατο· [ἔκτισεν, ἱδρύσατο. ἐκήδετο, ἐτεχνάσατο.] ἥσθη, εὐ-
φράνθη, διεχύθη (ι 353)
*ἥσειν· πέμψειν (θ 203) AS [θεραπεύειν]. [ἀφήσειν S [τέρψειν.
κορέσαι]
ᾖσεν· ὕμνησεν
ἦσεν· εἴασεν
*ἦσθα· ἦς, ὑπῆρχες (Ε 898) r. ASvgn [ἐκάθισεν]
ἧσθε· [ὑπήρχετε]. καθέζεσθε (β 240)
*ἡσθείς· τερφθείς, χαρείς ASvg
ᾔσθετο· ἐπειράσθη. *[ἔγνω (Eur. Med. 26) v. ἐθεώρει
*ἥσθην· ἐχάρην (Ar. Ach. 2 ..) ASv. ἐκαθέζοντο S, δυικῶς
(Δ 21)
ᾔσθου· ἐνόησας, ἔγνως
a) ἠσὶ ἢ φησί· λέξει, b) *{ᾖσι}· ὑπάρξῃ (θ 580) AS
*Ἡσίοδος· ποιητοῦ [ὄνομα r (AS)
ἤσκαιρεν· ἐσκίρτα
ἤσκει· ἐθεράπευεν. ἐπονεῖτο. ἐκόσμει, [ἐμελεῖτο] ἐπεμελεῖτο.
εἰργάζετο
ἤσκειν· [ἐργάζεσθαι, ἐπιμελεῖσθαι]
*ἠσκημένος· μεμελετηκώς. πεπαιδευμένος r. ASvg
Ἠσιονεῖς· οἱ τὴν Ἀσίαν οἰκοῦντες r Ἕλληνες (Callin. fr. 5)
ἠσίπεπον· εὐτραφές
ἤσιχερ· δαψιλής
*ἠσμένισαν· ἐχάρησαν (1. Regn. 6,19) ASvg
ἠσμά· [νόστιμα]
*ἧσο· καθέζου (Δ 412) r. S
ἦ σοί· ἆρα σοί
ἤσπαιρεν· ἐσκάριζεν. [ἔστιλβεν, ἔλαμπεν. †ἀπέπνιγεν]. ἔσπαι-
ρεν (Ν 571)
*ησπικότες· βοηθήσαντες AS
*ἡσσήθη· ἡττήθη (Eur. Andr. 917) (ASg)
ἡσσόνων· ἐλαττόνων (Iob 5,4)
*ἡσσωμένων· ἐλαττόνων A. ἡττόνων AS. ὑστέρων (Eur.
Phoen. 1258)
*ἧσσον· ἧττον, χεῖρον (1. Cor. 11,17) Avg. ὕστερον
*ἡσσόνων· ἐλαχιστοτέρων (Iob 5,4) Avg
ἧς οὔτι χάριν ἴδε· παρ' ἧς οὐδὲ μίαν χάριν ἔσχεν, οὐδὲ παιδο-
ποιίας, οὐδὲ συμβιώσεως (Λ 243)
ἤστην· [ἐκαθέζοντο]. δυϊκῶς ὑπῆρχον (Ε 10) Avg
ἠστηνεῖν· ἐρᾶν. ἐρᾶσθαι
ἡστόν· ἡδύ (r) p
ἧστο· ἐκαθέζετο (Α 512) r
ἠστόχησεν· οὐκ ἐπέτυχεν (1. Tim. 6,21)
ἡσυχία· γαλήνη. ἠρεμία (Eur. Alc. 77)
ἥσυχος· ἀπράγμων (Eur. Bacch. 636)
ἤστραψεν· ἔλαμψεν (Soph. fr. 520)
*ἥ σφιν· ἥτις αὐτοῖς (Δ 444 ..) n
ἡσυχαῖον· τὸ μεθ' ἡσυχίας (Soph. fr. 855,6) r
Ἡσυχίδαι· γένος Ἀθήνησιν ἰθαγενῶν
ἤσχαλον· ἐλυποῦντο (Hdt. 9,117 v. l.) r
*ἠσχάτισεν· ὑστέρησεν (Iud. 5,28) ASvg
ἠσχολήθημεν· σχολὴν ἐποιήσαμεν
ἡσσόνων· ἡσσωμένων
ἥσω· ἀφήσω. ἐάσω. ἀκοντίσω
ἠτάκτησεν· μετὰ ἀταξίας ἔπραξεν
*ἢ τὰν ἢ ἐπὶ τᾷ· ἢ ταύτην {ἢ} ἐπὶ ταύτῃ Avg
ἤτᾳς· ἤλγυνας
ἦ τ' ἄν· ἐπεὶ ὥς (Ε 201 ..)
*ἤτασεν· ἐβασάνισεν (Gen. 12,17 ..) ASvg
ἦ τάχα· οὕτως γὰρ ἴσως (σ 73)
ἦ τάχα κεν· ἦ τάχα ἄν, ἴσως ἄν (Greg. Naz. c. 1, 1, 7, 92)
ἥ τε· ἥ τις (Γ 287 ..)
*ᾔτεεν· ᾔτησεν (Ε 358) ASn
ᾔτει· παρεκάλει r
ἢ τεόν· ἢ τὸ σόν (Α 138). {εἰ} ἀληθές (Β 300)
ἡτέρα στροφή· ἐπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων ἐν τοῖς μέλεσιν
ἡ τετράγωνος ἐργασία· οἱ ἑρμαῖ (Thuc. 6,27,1)
ἦ τ' ἐφάμην· ὑπέλαβον (Γ 366)
†ἠτιγώνιον· τέττιγι ὅμοιον. καὶ ἡ κερκώπη
†ἠτίηθι· ἐκνίσθη
†ἠτίζουσιν· αἰτιῶνται. ἐπιφημίζουσιν
ἠτίμωσεν· ἄτιμον ἐποίησεν
*ἠτιμωμένον· ἠφανισμένον (1. Regn. 15,9) AS (vg)
ἠτίμασεν· ἠτίμασεν. ὕβρισεν (Α 11)
ἥτιος· βολῆς
ἥτις· ὅστις
ἤτοι· σύνδεσμος ἰσοδυναμῶν τῷ δέ. τινὲς δὲ καὶ ἀντὶ τοῦ {μὲν}
χρῶνται
ἤτοι· καὶ δὴ οὕτως
ἤτοι ὅ γε· οὗτος δέ (Α 68)
ἤτοι ὁ μέν· καὶ δὴ οὗτος (n)
ἦτορ· *ἡ ψυχή (Α 188) r. ASvg, θυμός. στῆθος
ἠτρεμεῖ· ἡσυχάζει
*ἦτρον· ὁ περὶ τὸ ὑπογάστριον τόπος g, τὸ ὑπὸ τὸν ὀμφαλὸν
{μέρος} ASvgn
*ἤτριον· ὑμενῶδες ἔνδυμα g
ἢ τρὶς ἕξ, ἢ τρεῖς κύβοι· παροιμία ἐπὶ τῶν ἢ ἐπιτυγχανόν-
των ἢ ἀποτυγχανόντων. πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς
τὰς παιδιὰς κύβοις, καὶ οὐχ, ὡς οἱ νῦν, δύο. ἔστι δὲ ὁμωνυμία
ἧττα· ἡ τροπή r
*ἧττον· μικρότερον vg. ἀντὶ τοῦ οὐδ' ὅλως
*ἥττονες· καταδεέστεροι (Iob 20,10) ASvgn
ἥττοσιν· ἐλάσσοσι. καταδεεστέροις
ἠΰ· ἀγαθόν. ἰσχυρόν. (Ρ 456 ..) [τάσσεται δὲ καὶ ἐπὶ τοῦ {ὡς}]
*ηὔγει· ἔλαμπεν (Iob 29,3) Avg
*ἠϋγένειος· μέγα τὸ γένειον ἔχων. ἢ εὔτονος. [ἢ εὔγονος] ἢ
εὐγενής ASg. ἢ καλογένειος (Ο 275 ..)
*ηὔδα· ἔλεγεν Ag, εἶπεν (Α 92 ..) g
ηὐδάξατο· ἔχρησεν (Hdt. 2,55,2). εἶπεν (Hdt. 5,51,2)
*ηὐδόκησεν· ἐθέλησεν (Iud. 11,17 v. l.) A
ἠυθεμείλιον· εὐθεμείλιον
*ηὐθύνθη· ὑπὸ ἔγκλημα ἔπεσεν (Iud. 14,7 v. l.) [ηὔθυνεν]
ἠΰκομος· καλὴ, ἀπὸ μέρους. εὔκομος, καλλιπλόκαμος (Α 36).
[εὔκομος, καλή]
ηὔληται· πεφύσηται. [λελύπηται] τετάρακται. στρέφεται
*ἠϋκόμοιο· καλλικόμου (Β 689) S
*ηὐλίσθησαν· ἐσκήνωσαν. ᾤκησαν (Nehem. 23,20) vg
*ἠΰν· ἀγαθόν g, καλόν (Ε 628)
*ηὔνασας· ἐκοίμισας. ἔπαυσας g
*ηὐπόρησεν· ἐπλούτησεν (Sap. 10,10) AS
*ἠΰς· καλός S, ἀγαθός ASvg. μέγας v. [γενναῖος vg. ἀνδρεῖος
(Β 653 ..)
ἢ ὕστερον· μετὰ ταῦτα (Α 27)
ἠΰτε· *καθάπερ ASvg. ὥστε. ὥσπερ, ὡς. ὅτε. καθά (Β 87)
*ἠΰθ' ὁμίχλη· καθάπερ ὁμίχλη, σκοτία, ὑδατώδης ἢ παχὺς
ἀήρ (Α 359)
*ηὐτομόλησαν· προσέδραμον τοῖς πολεμίοις (Ios. 10,1) Avg
ηὔχει· ἤλπιζεν
Ἡφαιστία· Ἀθηνᾶ. καὶ πόλις τῆς Λήμνου
Ἡφαιστιάδαι· Ἀθηναῖοι
ἡφαιστόδαπτα· πυρίκαυτα
Ἡφαίστοιο· τοῦ πυρός (Β 426)
Ἥφαιστος· ὁτὲ μὲν ὁ θεός· Ἥφαιστος ποίησεν ἰδυίῃσιν πρα-
πίδεσιν (Α 608), ὁτὲ δὲ μετωνυμικῶς τὸ πῦρ. παρά τισι δὲ ὁ
ἥλιος
ἤφασσεν· ἐψηλάφα (Hdt. 3,69,6)
*ἠφειδηκότες· μὴ φεισάμενοι ASvg. καταπτύσαντες gp
ἠφείδουν· οὐκ ἐποιοῦντο φροντίδα, οὐκ ἐφείδοντο (Thuc.
2,51,5)
*ἠφείθη· εἰάθη. συνεχωρήθη ASvg
*†ἠφερήφων· ἐξ ἀμφοτέρων τῶν μερῶν στεγάζων AS(g)
ἠφίαλεν· ἐπεχείρησεν
*ἠφίει· ἔπεμπεν. ἀπέλυεν AS
*ἠφίεσαν· ἔπεμπον A εἴων
ἡφιστοῖο· [τοῦ πυρός]
*ἠφρονεύσαντο· ἐμώραναν (Ierem. 10,21) (r) ASvg
ἠφυσάμην· ἐφειλκυσάμην (η 286)
ἤφυσεν· διέτεμεν κόλον. ἀπήντλησεν. διέκοψεν (Ν 508). ἔπιεν.
ἐξεφύσησεν. *[ἐξήνθησεν AS
ἡ χάραξ τὴν ἄμπελον· παροιμία (Ar. Vesp. 1291)
ἤχανεν· ἐπένετο p
ἠχεῖ· φωνεῖ, ψοφεῖ
ἠχεῖον· τὸν χαλκόν. οἱ δὲ μουσικοὶ τὸ πρὸς τῇ μαγάδι χάλ-
κωμα
*ἠχέτα· ἠχητικός (Greg. Naz. c. 2, 1, 55,19) A (S)
ἠχέται· ἡδύφθογγοι τέττιγες
*ἠχή· φωνή, ἦχος Avg, βοή S (Eur. Phoen. 1378 ..)
ἤχησεν· ἐψόφησεν
ἠχήεσσα· ἠχώδης, εὔηχος. θορυβώδης (Α 157)
ἠχηταί· κήρυκες. κράκται. ᾠδοί. [τέττιγες ἡδύφθογγοι]
ἠχήεντα· εὔηχα (δ 72)
ἠχῆνες· κενοί. [πτωχοί (g)
ἦχθαι· τεθηρεῦσθαι
*ἤχθαιρεν· ἐμίσει (Ρ 270 v. l.) ASp. r
ἤχθηρεν· ἐμίσησεν (Ρ 270 v. l.) r
ἤχθετο· ἔβριθεν. ἔτεμνεν. ἠνιᾶτο. *[ἐβαρύνετο (Eur. Hipp.
1402) AS (vg)
ἠχθισμένην· βεβαρημένην
ᾗχι· *ὅπου gp. ἵνα. ἐνθάδε, ἐν ᾧ τόπῳ (Α 607)
†ἤχλαν· τὴν λυπηράν
ἤχλυσεν· *ἐσκότισεν (Greg. Naz. c. 1, 2, 14, 113) g. ὁμίχλης
ἐπληρώθη, ἐκαλύφθη ἀχλύι (μ 406)
ἤχθετο· ἐλυποῦτο. ἐθυμοῦτο
ἦχος· φωνή. κτύπος. *[ἐκφώνησις Avg
ἤχου· [ἐνθάδε]
ἠχώ· μακρὰ φωνή, ἀνακλωμένη ἀπὸ στεῤῥῶν καὶ ἀντιτύπων,
ἐπὶ τὸν προέμενον πάλιν ἐπανιοῦσα
ᾗ χροιῇ· τῷ ἑαυτῆς χρωτί (Ξ 164)
ἠχὼ πετραίαν χυτρόπωλιν· λέγει [οἱ] δὲ τὴν Αἴγιναν,
ἐπειδὴ ἐκεῖ ὄστρακα πολλά ἐστι· νῆσος γὰρ ἡ Αἴγινα (Com.
ad. frg. 669)
ἥψατο· ἐλάβετο. προσέφυγεν (Α 512). παρεκράτησεν
ἡψήσατο· ἑψητῷ βάμματι ἐβάψατο
*ἥψησεν· ἐμαγείρευσεν (1. Regn. 9,24) ASvg
ἠώα· ἡ κέδρος, ἐθνικῶς
*[ἠωήματι· μίᾳ ἡμέρᾳ] (Ζ 422) AS
ἠῶθεν· πρωΐ, ἅμα ἡμέρᾳ, *[ὄρθρῳ (Η 372 ..) ASvg
ἠῶθι πρό· ὑπ' αὐτὸν τὸν ὄρθρον. πρὸ ἡμέρας, πρὸ τῆς ἀνα-
τολῆς (Λ 50)
*ἠώκοιτον· ὀρθρινὸν ὕπνον ASg
ᾐών· παραθαλάσσιος {τόπος}
ἠῷος· ὀρθρινός r
*ᾐωρεῖτο· ἐκρέματο r. ἐκινεῖτο g
ἤωρτο· ἀπεκρεμνᾶτο. ἀπήρτητο
ἠώς· ἡμέρα, τὸ πρῶτον φῶς, [ἤγουν αὖγος.] φῶς. *ὄρθρος g.
[τὸ αὖγος] ἀνατολή Avg. ἡμέρα. καὶ ὁ ἀπὸ ἀνατολῆς μέχρι
μεσημβρίας χρόνος· ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ
(Θ 66), καὶ ὅλη ἡμέρα· ἥδε δέ μοι νῦν ἠὼς [ἡ] ἑνδεκάτη (Φ 155)
καὶ τὸ λυκόφως· παννυχίη μέν ῥ' ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον
(β 434)
Θάασσεν· ἐκαθέζετο (Ι 194) S(n)
θαάσσει· κάθηται. διατρίβει
θάβακον· θᾶκον. ἢ θρόνον
Θαβώρ· ὄρος Συρίας (Hos. 5,1 ς#)
θάγῃ· θήξῃς
θάεο· θεώρει
*θαζόμενος· σκώπτων (Plat. rep. 5,474a) AS
θαίβει· ἐλαύνει
†θαιμός· οἰκία. †σπόρος, φυτεία
θαιροδύται· οἱ ἐν τῷ ζυγῷ δακτύλιοι, δι' ὧν οἱ ῥυτῆρες ...
θαιροδύτης· ὁ δακτύλιος τοῦ ζυγοῦ
θαιρός· ὁ διήκων ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω στροφεὺς τῆς
θύρας (Μ 459), ἢ ἄξων. Σοφοκλῆς Τριπτολέμῳ (fr. 539)
*θακεύουσι· κάθηνται εἰς τὰς χρείας ASn
*θᾶκος· καθέδρα, θρόνος AS (vg)
θαλάμη· τρώγλη, [θυρὶς] κατάδυσις (ε 432) p
θαλάμαι· στῆλαι ἐπικείμεναι τοῖς αἰδοίοις τῶν ἀποκόπων
θαλαμηπόλος· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον δια-
τρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφα-
γωγός, τοῦ θαλάμου ἐπιμελουμένη (η 8 ..)
θαλάμιαι κῶπαι· p αἱ κατωτάτω. καὶ οἱ ταύτην ἔχοντες τὴν
χώραν {θαλαμιοὶ} λέγονται
θαλαμιός· [ὁ κατωτάτω θαλάμιος] ἐρέτης ὁ κατωτάτω ἐρές-
σων ἐν τῇ νηῒ {θαλαμιὸς} λέγεται, ὁ δὲ μέσος {ζύγιος}, ὁ δὲ
ἀνώτατος {θρανίτης}
θαλάμοιο νέοιο· κατασκευασμένου νεωστί· ὑπὸ γὰρ τῶν
γάμων αὐτὰς τὰς ἡμέρας θαλάμους ἐπήγνυον· ὡς οὐκ ἔκπαλαι
αὐτοῦ γεγαμηκότος (Ρ 36)
θάλαμος· *οἶκος Agn. μυχός. νυμφικὸς οἶκος
θαλάμων ἄνασσα· Ἀφροδίτη
θάλασσα κοίλη· ἡ χειμέριος. καὶ τὸ θέατρον (Com. ad. fr.
864 K.)
θαλασσεύς· ἁλιεύς
θαλάσσια ἔργα· ναυτικά (Β 614)
θαλάσσιος Ζεύς· ἐν Σιδῶνι τιμᾶται
θαλασσωθείς· ἁγνισάμενος
θαλάσσια· τὰ τῆς θαλάσσης (Β 614)
θαλαττοκοπεῖς· ματαιολογεῖς p
θαλαττοπορῆσαι· πλεῦσαι διὰ θαλάσσης
θαλέθει· θάλλει, ἀνθεῖ
θαλέεσσι· πιότητι, λιπαρίαις (Callim. fr. 337)
*θαλέθοντες· θάλλοντες (Ψ 32) ASgn
θαλέθοντα· θάλλοντα, βλαστάνοντα, ἀνθοῦντα. εὐτροφοῦντα
*θαλεία· {ὡς} παιδεία. [εὐθυμία n. ἡδονή. καὶ [ἡ Μοῦσα n
θαλείας· πότους, μέθας. †λινᾶς πήρας
θαλίῃ· εὐδαιμονίᾳ, εὐθηνίᾳ. ἀκμῇ. εὐφροσύνῃ (Ι 143)
*θαλεῖον· καθαρόν g
θαλεραί· οἰκτραί
*θάλλει· ἀκμάζει S, ἀνθεῖ (Eur. Phoen. 812)
θαλεροί· ἀκμάζοντες, ἀνθοῦντες (Γ 26). πολλοί. πρόσφατοι.
ἀθρόοι. ὑγροί. οἰκτροί
θαλερὸν δάκρυον· τὸ πολὺ καὶ {μὴ} ξηραινόμενον, ἀλλ' ἐπὶ
τῶν ὀφθαλμῶν ἀεὶ θάλλον (Β 266 ..)
*θαλερός· ταχύς. ἰσχυρός ASn
θαλέων· [τῶν θάλλειν ἐπιτηδείων]
θαλέων· τῶν *[θάλλειν ποιούντων n ἡδονῶν. παιγνίων. ἡδέων.
*[τῶν πρὸς τὸ θάλλειν ἐπιτηδείων (Χ 504) S
θαλία· εὐθηνία. εὐωχία. πανήγυρις. τέρψις, εὐφροσύνη
*θαλίη· τὰ αὐτά (Ι 143) An
θαλλικοποιοί· οἱ τὰ σκυτούμενα κιβώτια, καὶ τοὺς δερματί-
νους ῥίσκους ἐργαζόμενοι
Θαλλιγόνους· οἱ πολλοὺς καὶ ἐνδόξους ἔχοντες {ἐκγόνους} g,
ἢ γένος ἐν ὅπλοις ἔνδοξον
θάλλικα· σάκκου εἶδος
θαλλίς· μάρσιππος μακρός
*θαλλόν· ὃ ἐσθίουσιν οἱ βόες (ρ 224) AS
*θαλλός· κλάδος ἐλαίας. [ἄνθος AS. γέννημα S. καὶ πᾶν τὸ
θάλλον. κυρίως δὲ κλάδος ἐλαίας ASvg, ἢ φοίνικος [βλάστημα
An
*θάλλουσα· αὐξάνουσα (Gen. 40,10) A
θαλλοφόρος· ὁ πομπεύων Ἀθήνησι, καὶ ἐλαίας κλάδον φέρων.
λέγουσι δὲ καὶ γέροντας θαλλοφόρους, πρὸς οὐδὲν ἄλλο χρησί-
μους ἢ πρὸς τὸ θαλλοφορεῖν (Ar. Vesp. 544)
θάλπει· [ἀκμάζει, ἀνθεῖ]
*θαλπιώθ· ἐπάλξεις (Cant. 4,4)
θάλπος· *καῦμα ([Plat.] Ax. 366 d) S παραμυθία
θάλπω· *θερμαίνω An. παραμυθοῦμαι
θαλπωρή· *παραμυθία Sn. σκέπη. *χαρά ASvg. σωτηρία S
ἡδονή. *[θάλψις ASvg. ἐλπίς. ἀσφάλεια. *[ἢ διάχυσις ASvg
(Ζ 412)
θαλυκρέονται· ψεύδονται S
θαλυκρόν· ἰταμόν (S). λαμπρόν. βλοσυρόν. ἀναιδές. [πανοῦρ-
γον. θερμόν (S). χλιαρόν (Callim. fr. 736?)
θαλύνειν· θάλπειν. †ποιεῖ
θαλύεσθαι· φλέγεσθαι (S)
*θαλύσια· αἱ τῶν καρπῶν ἀπαρχαί (Ι 534) ASvgn
θαλύσιος ἄρτος· ἀπὸ τῆς ἅλω πεττόμενος πρῶτος
θαλυσσόμενος· φλεγόμενος
θαλύψαι· θάλψαι. πυρῶσαι
*θάλωμεν· βλαστήσωμεν An. βλαστάνωμεν
*θαμά· θαμινά, [συνεχῆ P
θαμάκις· πλειστάκις, [πολλάκις S
*θαμά· τὰ πυκνά AS. καὶ θαμέα τὰ αὐτά
θαματροχεῖ· οὐχ ἡσυχάζει
θαμβαλέον· φοβερόν. θαυμαστόν
*θαμβεῖ· ἐκπλήττει (n)
θάμβος· θαῦμα. *[ἔκπληξις (Γ 342 ..) Avgnp
*θαμέας· πυκνούς, συνεχεῖς (ξ 12) A
*θαμέες (Κ 264) Sn καὶ θαμειαί· (Α 52) S τὰ αὐτά· καὶ {θα-
μειάς} (Τ 383)
*θαμίζεις· συνεχῶς ἔρχῃ ASgn, πυκνάζεις (Σ 386) (v) Σ
θαμίζεται· ὁμιλεῖ (Soph. fr. 462,3)
θαμίζει· συνεχῶς διατρίβει καὶ παραμένει {τὴν} ἑαυτοῦ ναῦν
φυλάσσων
*θαμινά· πυκνά ASvg, πολλά
*θαμινῶς· συνεχῶς, πυκνῶς Sg (n)
θάμιξ· ἀλώπηξ
θάμνους· δενδρώδεις τόπους, δασεῖς (ε 476)
θάμνισον· ἀποκάλυψον
*θάμνοι· δασέα καὶ πυκνὰ δένδρα. καὶ οἱ σύνδενδροι τόποι
(Λ 156) ASn
θάμνος· πυθμὴν δένδρου. ἢ ῥίζα πολλοὺς κλάδους ἐκπέμπουσα.
ἢ καθ' ἕνα τόπον τῆς ὕλης συντροφὴ καὶ ἡ συνεχὴς φυτεία.
καὶ ἡ περιοχὴ τῆς ἐλαίας. καὶ ὄρμενοι. καὶ οἱ σύμφυτοι ἢ δεν-
δρώδεις ..... *ἢ βάτος. ἢ ξύλον ἀκανθῶδες ASvg
θαμύντεραι· πυκνότεραι
θάμυρις· πανήγυρις, σύνοδος, ἢ πυκνότης τινῶν. καὶ {ὁδοὺς
θαμυρὰς} τὰς λεωφόρους. ἔστι δὲ καὶ κύριον ὄνομα
θαμυρίζει· ἀθροίζει, συνάγει
Θάμυρις μαίνεται· παροιμία, ἐπὶ τῶν κατὰ σύνεσιν παρά-
λογόν τι πραττόντων
θανάτοιο μέλαν νέφος· περιφραστικῶς αὐτὸς ὁ θάνατος
(δ 180)
θάνατος· ὅ τε θεός· καὶ ὃ πάσχομεν, τέλος ἔχοντος τοῦ βίου.
ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. καὶ ὁ σωματοειδὴς
θεός. καὶ ἡ δυσωδία
*θανατῶν· θανάτου ἐπιθυμῶν (Ios. b. Iud. 3,208) ASvg
*θανεῖσθαι· ἀποθανεῖσθαι (Eur. Troad. 430) AS
*θάνοιεν· ἀποθάνοιεν (Eur. Troad. 391) Avg
θᾶξαι· μεθύσαι
θαέοντα· διδασκόμενον. θεωροῦντα
θαεῦνται· ὁμοίως
θάπαν· φόβον
θάπτρα· μνῆμα. Κρῆτες
*θαῤῥαλέως· εὐθαρσῶς ASg. ἀνδρείως (3. Maccab. 1,4 ..) g
Θαργήλια· Ἀπόλλωνος ἑορτή. καὶ ὅλος ὁ μὴν ἱερὸς τοῦ θεοῦ.
ἐν δὲ τοῖς Θαργηλίοις τὰς ἀπαρχὰς τῶν φυομένων ποιοῦνται,
καὶ περικομίζουσι· ταῦτα δὲ θαργήλιά φασι· καὶ μὴν {θαργη-
λιών}. καὶ τὴν εὐετηρίαν ἐκάλουν {θάργηλον}. καὶ Ἀρχίλοχός
φησιν}· †ὡς φαίε† νῦν ἄγει Ταργήλια (frg. 113) καὶ ὁ {θάργηλος}
χύτρα ἐστὶν ἀνάπλεως σπερμάτων. [καὶ παρὰ Μιλησίοις ᾀδο-
μένη ἐπὶ φρονήσει]
Θαργηλία· ἔστιν ἡ Θαργηλία Μιλησία μὲν τὸ γένος, εὐπρεπὴς
δὲ τὴν ὄψιν, καὶ τἆλλα σοφή, ὥστε στρατηγεῖν πόλεις καὶ
δυνάστας. διὸ καὶ πλείστοις ἐγήματο τῶν διασημοτάτων
θάργηλος· χύτρα ἱεροῦ ἑψήματος
θαρνύει· [ὀχλεύει]. ὀχεύει. σπείρει. φυτεύει
θαῤῥιά· τρασιά
θάρνυσθαι· ὀχεύειν
θάρνυται· μετεωρίζεται· θάρνυσθαι γὰρ τὸ συγγίνεσθαι. τοῦτο
δὲ νῦν δηλοῖ τὴν διὰ λόγων ἔντευξιν καὶ ὁμιλίαν. σημαίνει δὲ
καὶ [ὀχεύει S [{θαρσύνεται}·], περὶ συνουσίαν ὁμιλεῖ
*θάῤῥος· θάρσος Agn
(*)θαρσαλέον· ῥᾴδιον
*θαρσαλέως· ῥᾳδίως (ASg)
*θάρσος· [{ἢ θάργος}]· τὸ θράσος. ἀνδρεία. δυναστεία (Ε 2 ..)
θαρσύς· θρασύς
*θάρσυνος· τεθαῤῥηκώς (Ν 823) Σ
θάρσει· θάῤῥει. θράσει (Ζ 126 ..)
θαῤῥῶ· θρασύνομαι
Θασία ἅλμη· εἰς ἣν ὄψα ὀπτώμενα ἔβαπτον. καὶ ῥαφάνου
εἶδος. οἱ δὲ βάμμα τι
†θάσωμεν· καθήμεθα
Θάσιος παῖς Ἀγλαοφῶντος· ... | ...· ἔστι δὲ σεμίδαλις, ἐπὶ τοῖς ἔργοις γενομένη, ἀπὸ Ἀγλαοῦ,
τοῦ ἐξ ἀρχῆς ποιήσαντος, Θασίου ὀνομασθεῖσα
*θᾶσσε· κάθισον s
*θᾶσσον· θᾶττον, [τάχιον S, ταχύτερον (An)
*θάσσονας· ταχίονας (Ν 819) AS
*θάσσοντας· καθημένους (ASg)
*θάσσουσα· σπεύδουσα (ASvg)
*θάσσω· παρακαθέζομαι (Eur. Or. 85 ..) AS
*θάσσων· ταχύτερος (Ο 570) ASgn. καθεζόμενος Ag
*††θαστρεύεσθαι· ἀναβάλλεσθαι (Ο 512) AS
θᾶτας· θῆτας, τοὺς δούλους. Κύπριοι
*θάτερα· τὰ ἄλλα AS, ἑκάτερα, ἕτερα μέρη ( Eur. Bacch. 1129)
*θατέρου· ἑνός gS
θατῆρας· θεατάς
*θᾶττον· εὐθύς, [τάχιον, ταχέως gn
θᾶττον ἢ Βούτης· παροιμία ἐπὶ τῶν {ῥᾳδίως ἐπιτελουμένων,
ὅτι τῶν} ἐν τῇ στοᾷ μαχομένων τις ἦν, ᾧ ἐπεγέγραπτο Βούτης
{οὗ ἐφαίνετο τὸ κράνος καὶ ὁ ὀφθαλμός.} Τάσσεται οὖν ἡ
παροιμία ἐπὶ τῶν ῥᾳδίως συντελουμένων· καὶ γὰρ ὁ Βούτης
ῥᾳδίως κατεσκεύαστο, ἅτε οὐχ ὁλοκλήρου τοῦ σώματος γε-
γραμμένου
θαυλακίζειν· [μετὰ βοῆς ἀπαιτεῖν τι. {Ταραντῖνοι}]
Θαύλια· ἑορτὴ [Ταραντῖνοι] ἀχθεῖσα ὑπὸ Κτεάτου· παρ' ὃ
καὶ {θαυλίζειν} λέγειν τοὺς Δωριεῖς ...
Θαυλωνίδαι· γένος ἰθαγενῶν Ἀθήνησι
θαυμάζειν· θεᾶσθαι. καὶ μανθάνειν
θαῦμα· ἔκπληξις. ξένισμα
θαυμαίνει· θεωρεῖ. θαυμάζει
θαυμαλέον· φοβερόν. θαυμαστόν
Θαυμακίη· πόλις (Β 716)
θαυμανέοντες· θεώμενοι, ὀψόμενοι· ἀέθλια θαυμανέοντες (θ 108).
τὸ δὲ καθ' ἡμᾶς θαυμάζειν θηεῖσθαι λέγει· θηεῖτο δὲ κούρη
(ζ 237) {καὶ} {θηητὸς} ὁ θαυμαστός
θαυμάσιος· θαυμαστός
θαύματα· ἃ οἱ θαυματοποιοὶ ἐπιδείκνυνται (Plat. rep. 7,514b})
θαυματιζομαι· ἐκπλήττομαι
Θαύλιος ἢ Θαῦλος· Ἄρης Μακεδονιος
θαῦνον· θηριον
θαυλεα· οὐρα, κερκος
θαυσικριον· θεωρειον
θαχθημεν· θωρηχθηναι, Δωριεις
θαγαι· κατορÚξαι, καῦσαι, ἀπο τοῦ θαλπεσθαι (Eur. Alc. 729 ..)
θάψινον· τὸ ξανθόν, ἀπὸ τοῦ ξύλου τῆς θάψου, [ὃ βάπτει] ᾧ
ξανθίζουσι τὰ ἔρια καὶ τὰς κεφαλάς. τοῦτό τινες (Sapph. frg.
210 L. -- P.) Σκυθικὸν λέγουσι. καὶ ὁ ποταμός, παρ' ᾧ φύεται
τὸ ξύλον, Θάψος καλεῖται. ἔστι δὲ καὶ {ῥίζα θαψία} καλουμένη
*θεά· ὦ Μοῦσα (Α 1) n
*θέα· σκόπει (ASvgn) θεώρει, [ὅρα n
*θεάμονας· θεατάς ASvgn
θέαν· *ὄψιν. θεωρίαν (Eur. Hipp. 825) n. ὄμματα
θεαγγελεῖς· οἱ τὰς πανηγύρεις ἐπαγγέλλοντες
θεαγής· ὅσιος, [θεοσεβής r
θέαγον· τὸ θεῖον, ᾧ καθαίρουσι. Σαλαμίνιοι
θέαμα· θεώρημα (Eur. Med. 1167 ..)
θεανὴ νόσος· ἡ ἐκ θεοl, θεία. Σοφοκλῆς Τυροῖ α# [ῥοιτοῦ]
(fr. 589)
θεανῶσται· οἱ ξυστῆρες ὑπὸ Θετταλῶν
θέα παρ' αἰγείρῳ· τόπος αἴγειρον ἔχων, ὅθεν ἐθεώρουν.
εὐτελὴς δὲ ἐδόκει ἡ ἐντεῦθεν θεωρία· μακρόθεν γὰρ ἦν καὶ
εὐώνου ὁ τόπος ἐπωλεῖτο (Cratin. fr. 339)
θεατόν· τὸ ἐκλεκτόν. [ὁρατόν (n), καὶ θεωρητόν
θέατρον· θέαμα (1. Cor. 4,9). ἢ σύνταγμα
*θέει· τρέχει (Ν 141) ASv
*θεείου· θείου (Θ 135) ASn
*θέειν· τρέχειν, δραμεῖν (Β 183) Avgs
θέεν· ἔτρεχεν (Ζ 118)
*θεηγόρων· θείων. ἢ ἐκ θεοῦ †λαμβάνων AS(v) gp
θεήλατον· ὑπὸ θεοῦ πεπληγμένον, ἢ *[πεμφθέν (Eur. Or. 2 ..)
ASvg
*θέῃσι· τρέχῃ (Χ 23) AS
*θειαζόντων· μαινομένων ASvg
*θίασος· χορός v
θειασμοῦ· [εὐωχίας] ἐνθουσιασμοῦ
θειασμῷ· [εὐωχίαις] μαντείαις (Thuc. 7, 50,4)
*[θειασῶται· χορευταί] ASv
θεῖα· [ἴγδια. καὶ θεοῖς ἐοικότα. Κύπριοι]
*θέειν δρομαῖς· ....AS
θείης· ποιήσεις (Ω 661)
θειητόν· θαυμαστόν (Hes. Theog. 31) r
θειλόπεδα· ὁ τόπος, ἐν ᾧ ξηραίνεται ἡ σταφυλή. εἴρηται δὲ
ἀπὸ τοῦ {θέρεσθαι} ἐν τῷ ἡλίῳ καὶ τῷ {πέδῳ} (η 123) r
†θεῖνιν· δραμεῖν ἢ ὁ αἰγιαλός
*θειμωνειαί· οἱ σωροὶ τῶν δραγμάτων AS
*θεῖναι· ποιῆσαι (Δ 26) r. n
*θείναν· βρῶσιν, ἀνάλωμα (Sap. 12,5) AS
θείνει· [ποιεῖ. τρέχει]. κτείνει. *[παίει (σ 63) s
*θεῖνες· οἱ σωροί, ἤτοι βουνοὶ τῆς ψάμμου ASvgn
*θεινομένην· τυπτομένην (Α 588) ASn
*θεινῶν· αἰγιαλῶν A
*θείομεν· ποιήσωμεν (Ψ 486) ASn
*θεῖον ἄπυρον· θεάφιον (Avn) ἄκαυστον
θεῖός μοι· ἐκ θεοῦ μοι (Β 56)
θεῖος νόος μευ· ἐκ θεοῦ μοι νοῦς
θεῖος ὄνειρος· θεόπεμπτος (Β 22)
θεῖον δύσονται ἀγῶνα· τὸ τῶν θεῶν ἄθροισμα, ἐν ᾧ αὐτῶν
τὰ ἱερά (Η 298)
θειοῦται· θείῳ καθαίρει (ψ 50)
θεῖον· τὸ ἐκ θεοῦ ἀφιγμένον. καὶ τὸ ἄξιον λόγου, ὥστε θαυμά-
ζεσθαι (Δ 192). καὶ τὸ θεάφιον
θείου πλῆτο· τοῦ κεραυνίου πυρὸς λέγει. ὀδμὴν γὰρ ἔχει ὁ
κεραυνὸς θείου (μ 417)
†θεῖται· ᾄδεται. †κομίζει
θειάσω· [καθάρω]
θειώσω· καθαρῶ (χ 482)
†θέκλεον· θαυμαστόν (Ψ 107)
θέλγει· *ἀπατᾷ. θάλπει ASg, ἀπὸ τοῦ εἰς τὸ θέλειν ἄγειν.
μαλάσσει. κηλεῖ. τέρπει (Ω 343 ..)
*θέλγητρα· εἰς ἡδονὴν ἄγοντα (Eur. Or. 211) ASvg
θέλγμα· θαῦμα
Θελγῖνες· οἱ Τελχῖνες. [γόητες s, πανοῦργοι, φαρμακευταί
*θελγόμενον· ἀπατώμενον. λέγεται δὲ ἐπὶ τῶν ἡδυνομένων τοῖς
ᾄσμασι ASv
θέλειν· δύνασθαι (Φ 366?)
θελεμόν· [οἰκτρόν.] ἥσυχον (Aesch. Suppl. 1028) (g)
θελεμῶς· ἡσύχως [οἰκτρῶς]
θέλυμνον· ὅλον ἐκ ῥιζῶν (Empedocl. frg. 21,6?)
†θελερόν· θελεκτόν. †καὶ τὸ θέλγον τὰ ὄμματα ἐπὶ κακώσει
*θελητής· προαιρετικός (Mich. 7,18) ASvg
θέλκαρ· θέλγμα
θέλκτρον· φίλτρον. χαρά. θαυμαστόν. καὶ τὸ ἐφηδῦνον μετά
τινος ἀνάγκης
*θελκτήριοι {λόγοι·} θεραπευτικοί ASvgn, ἄγοντες εἰς ἀπά-
την S (Eur. Hipp. 478)
θέλξας· καταπραΰνας
Θελξινόη· Ἥρα τιμᾶται παρὰ Ἀθηναίοις
θέλω· χρῄζω. βούλομαι. εὐδοκῶ
θέμα· ἕξις. τόπος. στάσις. μνῆμα
*θεμάν· ἄνεμος AS νότος ASvgn. ἢ ἀνατολή (Ezech. 21,2)
θεματίζει· *ἀποτίθεται AS. κυβερνᾷ
θέμεθλα· ἕδραι. βάθρα. θεμέλια Avg θέσεις. [ῥίζαι (Ξ 493) Avg
θέμειλα· θεμέλιοι
θεμελιωθέντα· ἐκ ῥιζῶν ἀρθέντα
θέμεναι· καταβαλοῦσαι
θέμενος· ἐνθείς. καταβαλών
θεμερή· βεβαία. σεμνή. εὐσταθής
θεμερόν· σεμνόν. ἀφ' οὗ καὶ τὸ σεμνύνεσθαι {θεμερύνεσθαι}
θεμερόφρονας· συνετούς, σώφρονας
θεμερῶπις· ἐρασμία {Ἁρμονίη} (Empedocl. fr. 122,2).
*θέμις· δίκαιον ASvg. ἄξιον. πρέπον Svg. καὶ δίκη n, ἢ [προσή-
κει. καὶ ἡ τιμή. καὶ τὸ ἀξίωμα. καὶ τὸ ἁρμόζον· S ᾗ θέμις ἐστί
(Β 73). καὶ [νόμος n
θεμισσέτω· μαστιγούτω, νομοθετείτω. Κρῆτες
*θέμισις· δικαιοσύνη AS. παραμυθία
θέμιστα· ἔννομα r, νόμιμα
*θέμιστας· νόμους S. δίκας (Α 238) AS
θέμιστες· μαντεῖα, χρησμοί (π 403). δίκαια. νόμοι (ι 112)
θεμιστεύει· ἄρχει, κελεύει ἃ βούλεται, δικάζει (ι 114)
θεμιστευτόν· νομοθετητόν
θεμιστεύοντα· δικάζοντα (λ 569)
*Θέμιστι· τῇ Δίκῃ (Ο 87) An
Θεμιστιάδες· Νύμφαι (Pherecyd.)
θεμίστειον· δίκαιον
*θεμιστός· δίκαιος Ag [βασιλεὺς ὅσιος]
†θεμινήσασα· πρακτική, ἀνυσίμη, ἀποτελεσίμη
*θεμιστισία· ὁσία s
θεμιστοπόλοι· ἄρχοντες. δίκαιοι (Hes. fr. 7?)
θεμιστόρων· συνετῶν (r)
θέμηλα· [θεμέλαι] ἕδραι, βάθρα, θεμέλια
*θέναρ· τὸ κοῖλον τῆς χειρός (Ε 339), καὶ τοῦ ποδός ASvg
θεμούς· διαθέσεις. παραινέσεις
†θεμῶν· θελήμων
θέμωσεν· ἤγγισεν. ἐγγίσαι ἐποίησεν, ἠνάγκασεν (ι 486)
θεναρίζει· τύπτει
θένει· [κόπτει, τύπτει]
θένιοι· οἱ προσήκοντες
θεοβλάβειαν· οὕτως Αἰσχίνης εἶπεν (3,133)
*θεοδέκτρια· θεὸν δεδεγμένη AS
Θεοδαίσιος· Διόνυσος
θεοδμήτων· ὑπὸ θεοῦ ᾠκοδομημένων Avg δεδομημένων, [θεο-
κτίστων AS (Θ 519)
θεοδόσια· ὑπὸ θεοῦ δεδομένα
θεόθυτα· ἱερόθυτα (Cratin. fr. 417)
Θεόδωρος· Θεοδώρους ἔλεγον οἱ κωμικοὶ τοὺς εὐρυπρώκτους,
ἀπὸ Θεοδώρου τινὸς οὐκ εὖ τὴν ἑαυτοῦ ὥραν χρησαμένου
(Com. adesp. 310)
*θεοειδεστέρας· θεῖον εἶδος ἢ ὁμοίωμα {ἐχούσης} ASvg
θεοειδής· καλός, θεοῦ εἶδος ἔχων (Β 623) s
θεοείκελα· θεῖα, θαυμαστά, *[θεοῖς ὅμοια (ASvg)
*θεόθεν· ἐκ θεοῦ (π 447) r. ASvg
†θεοεπεῖς· ἐκ θεοῦ ἑπόμενοι, ἢ λεγόμενοι
θεοὶ Μολοττικοί· ἤτοι {ὅτι} διάφοροι οἱ κύνες οἱ Μολοττικοί·
ἢ ὅτι ψυχοπομπεῖόν ἐστιν ἐν Μολοσσοῖς
θεοίνια· θυσία Διονύσου Ἀθήνησι. καὶ {θεὸς θέοινος} Διόνυσος
θεοὶ ξενικοί· παρὰ Ἀθηναίοις τιμῶνται, οὓς καταλέγει Ἀπολ-
λοφάνης ἐν Κρησί (fr. 7)
θεοῖο· τοῦ θεοῦ (Α 28)
Θεοκήρυκες· γένος τὸ ἀπὸ Ταλθυβίου, παρὰ Ἐλευθερίοις
*θεοκλυτεῖται· παρὰ θεοῦ ἀκούει AS
*θεοκλυτήσαντες· θεοῦ ἀκούσαντες. θεὸν ἐπικαλεσάμενοι Agn
θεοκλυτοῦσαι· θεὸν ἐπικαλούμεναι
θεοκόλος· ἱέρεια
*θεοκυδῆ· δόξαν θείαν ἔχουσαν AS
*†θεομητεῖ· θεοφορεῖται, θεῖα φρονεῖ AS (vg)
θεόμορος· σώφρων
*θέοντες· τρέχοντες (Ψ 387) vgn
θεοξένια· κοινὴ ἑορτὴ πᾶσιν τοῖς θεοῖς ...
θεόπαιστος· ὑπὸ θεοῦ παιόμενος ps. ἢ κιθάρα ὑπὸ θεοῦ ἐνδι-
δομένη
θεοπίς· [ἀληθής. ἡδεῖα. ἀγαθή. ἰσχυρά]
θεοπλάγκτους· δεισιδαίμονας
θεοπομπεῖν· ἐνθουσιᾶν
θεοπρεπεῖς· θεῷ ἁρμόζοντας (p)
*θεοπρόπιον· μαντεῖον ἐκ θεοῦ (Α 85) r. ASvgn
*θεοπρόποι· προφῆται, μάντεις ASn, ἐκ θεοῦ προλέγοντες
*θεοπτίαν· θεοφάνειαν (r) gn
*θεοπτίας· θείας θεωρίας Avg
θέορτος· ὁ ὑπὸ θεοῦ παρορμώμενος
*θεόρρυτον· ἐκ θεοῦ προϊόν, προχεόμενον (r) ASvgrv
θεός· σημεῖον [ἢ ἀρχή]
θεόσδοτος· ἐκ θεοῦ δεδομένος (Hes. op. 320) r
θεός, θεός· ἔθος ἦν, ὅτε κατάρχοιντό τινος, λέγειν θεὸν ἐπιφη-
μιζομένοις
θεόσεπτον· εἰς σεβασμόν ...
*θεοσέπτωρ· θεοσεβής (Eur. Hipp. 1364) ASvgn
†θεοσκνεῖ· θεοὺς τιμᾷ s
*θεοστυγεῖς· μισούμενοι ὑπὸ θεοῦ (Rom. 1,30) A (Sn)
*θεοτερπέος· θεοὺς τέρποντος ASn
*θεότευκτον· θεοκατασκεύαστον r. Avgn
*θεουδέα· θειώδη (Greg. Naz. c. 1, 1, 8, 60) g
θεουδής· *δίκαιος s. εὐσεβής ns. εὐγνώμων. θεοῖς ἀρέσκων
θεόσσυτον· θεοτίμητον
θεουδής· θεῷ ἀρέσκων (ζ 121 ..) T
θεοῦ δόσεσι· {ὑπὸ} θεοῦ δεδομένοις
*θέουσα· τρέχουσα (Ζ 394 ..) (A)
θεουργική· θεοὺς ποιοῦσα {ἀπαντᾶν}
θεοφάντορας· [ὑπὸ θεοῦ πεφημισμένους] [θεολόγους (r)
θεώμενα· [ἐκ θεοῦ μένοντα]
θεόφατα· ἐκ θεοῦ σημαινόμενα (r)
θεόφατα· λόγια, πεπρωμένα. πολλά. ἄφατα. ὑπὸ θεοῦ πεφη-
μισμένα
θεοφατίζει· μαντεύεται. περιττολογεῖ
θεόφιν μήστωρ ἀτάλαντος· θεοῖς ἴσος ἐν τῷ βουλεύεσθαι
(Η 366)
θεόφιν· [θεοῖς S. ἐκ θεοῦ. τὸ γὰρ σχῆμα τοῦτο πληθύει· {πας-
σαλόφιν, ζυγόφιν}
θεόφοβος· θεοσεβής
θεοφραδία· θεοῦ r γνώμη s, ἢ [φράσις r
θεοφραδίαις· θεοῦ γνώμαις, λόγοις, φράσεσι
*θεόφρονος· θείου (Greg. Naz. c. 2, 1, 17, 103) AS
θεοφροσύνη· αἱ περὶ τὸ θεῖον διατριβαὶ καὶ [οὐ] μαντεῖαι (s)
*†θεπτάνων· ἁπτόμενος (Eur. Bacch. 1318) AS
*θεραπαινίς· δούλη r. AS (v) g
θέραπες· ὁμιλητῆρες
θεραπευσία· θεραπεία. ἱκετεία
θεραπευτής· ἰατρός (Plat. rep. 1, 341 c ..) s
θεραπίς· θεραπεύουσα
θεραπηΐας· τὰς βωμολοχίας
θεράπναι· αὐλῶνες. σταθμοί (Eur. Bacch. 1043)
θεραπαινίδες· ἔριθοι (s)
Θεραπνατίδεια· ἑορτὴ παρὰ Λάκωσι
θεράπνη· θεραπαινίς, δούλη
θεράπνιον· θεραπαινίδιον, δουλίδιον
θεράποντες Διός· βασιλεῖς (λ 255)
θεράποντες· οἱ ἐν δευτέρᾳ τάξει φίλοι· ἀπὸ τοῦ θεραπεύειν·
*[δοῦλοί τε καὶ ὑπηρέται (Ε 48 ..) A
θέραψ· θεράπων, οἰκέτης, δοῦλος, ἀκόλουθος
θέρει· πρωΐ. *[θερμαίνει PA
Θερελίμνιον· τόπου ὄνομα. καὶ Ἀπόλλων. καὶ Ζεύς
θέρεσθαι· θερμαίνεσθαι, καίεσθαι r, θάλπεσθαι, πρὸς ἥλιον
χλιαίνεσθαι
θερέσιμον· θεριστικόν
θερήγανον· μέρος τῆς ἁμάξης· οἱ δὲ τὴν ἅμαξαν τὴν ἄγουσαν
τὰ θέρη
θέρηγνον· τὸ ἐπὶ τῶν ἁμαξῶν παράπλεγμα, τὸ ἐπὶ τῇ ἀστα-
χύων παρακομιδῇ γινόμενον
*θέρηται· [θέρεται.] [καίηται (Ζ 331) n
θερίζει· ἐνδιατρίβει τῷ θέρει, καὶ ἀλοᾷ
*θερίκλειον· ποτήριον gns. κόνδυ
θερινή· θέρος
θερίσας· τὸ θέρος ἀγαγών
θέριστρον· λεπτὸν ὕφασμα, *θερινὸν ἱμάτιον (Gen. 24,65)
ASvg
*Θερσίτης· ὄνομα κύριον (Β 212) ASn
θερσίχθων· θερμαίνων γῆν, καίων
θέρμα· πυρετός (Aristoph. frg. 690) s. ἄδεια. καὶ ἐκεχειρία
θερμαστρῆθεν· ἐκ καμίνων [καὶ τὸ ἐπάνω ἐν τῇ κλίνῃ
πάντων]
θέρκταρ· [θέλγμα]
θερμάστραι· κάμινοι (Callim. h. Del. 144)
θερμαστρίς· σκεῦος παραπλήσιον καρκίνῳ, ᾧ χρῶνται οἱ
χρυσοχοῖ. καὶ ὄρχησις ἔντονος καὶ διάπυρος τάχους ἕνεκα
θέρμει· θερμαίνει
θέρμεσθαι· θερμαίνεσθαι
θέρμης· ὁ θέρους πνέων
θέρμον· τὸ θέρος. Βυζάντιοι
θερμόπλα· ἵππου νόσημα περὶ τοὺς πόδας
*θερόμενος· θερμαινόμενος An
θέρονται· καίονται. χλιαίνονται, θερμαίνονται
θέρος· σῖτος. τοῦ θερίζειν ἡ ὥρα (λ 192)
θερσόμενος· θερμανθησόμενος. ἀπὸ τοῦ {θέρω} ἐνεστῶτος
(τ 507)
†θερουρότερος· ὁ χλωρὸς σῖτος ἀμηθείς
†*θερτήρια· ἑορτή τις AS
θέσαι· [θησαυρίσαι]
θεάσατο· [ἐνεδύσατο]
θέσθαι· ὑποθέσθαι (Hyperid. fr. 198 Tur.). θησαυρίζεσθαι (ν 207)
*θέσθω· εὐτρεπιζέσθω (Β 382) np
θέσκελα· *θαυμαστά Avg. θεοείκελα. ἢ θεοκέλευστα. [θεῖα Avg.
θαυμάσια (Γ 130)
θέσεις· πράξεις. καὶ {θεῖναι} ποιῆσαι (Δ 26)
*θέσμιον· δίκαιον (Eur. Troad. 267) ASvgn. r
θεσμοθέται· ἄρχοντες. *[νομοθέται. νομοφύλακες ASn, οἱ τῶν
νόμων ἐπιμεληταί
*θεσμόν· θεῖον νόμον ASn. ἔθος, νόμον (ψ 296) n
*θεσμοῖς· νόμοις (Sir. 28,19 v. l.) (r. gs)
*θεσμοποιεῖς· νομοθετεῖς (Eur. Phoen. 1645) ASvg (n)
θεσμούς· *νόμους g θείους. ἢ τὰς συνθέσεις τῶν ξύλων
*θεσμοφόρια· τὰ μυστήρια τῆς Δήμητρος An. ἢ ὄνομα ἑορτῆς
ASgn
*θεσμοφόρος· ὁ θεσμοὺς φέρων, ἤτοι νόμους AS (vg)
θέσπιν· θείαν φωνήν (α 328) r
θεσπέσιον· θεῖον, παραγώγως. ὅταν δὲ λέγῃ· γνώσεαι εἰ {καὶ}
θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις (Β 367) τῇ θεότητι λέγει, εἰ μὴ
κατὰ συνεκδοχὴν ἀκούοιμεν {θεσπεσίῃ}, τῇ ἐκ θεῶν βουλήσει
*θεσπέσιος· θεῖος. θαυμαστός r. ASvg (n)
θεσπεσίῃ· μεγάλῃ, πολλῇ. θείᾳ. τῇ ἐκ θεοῦ βουλήσει (Β 367)
*θεσπεσιώτερον· ἀξιολογώτερον ASgn
θεσπιαοιδός· ποιητής
θεσπέσιοι· θεῖοι
θεσπιδαές· θείως καιόμενον, ἢ δαιόμενον
*θεσπιδαὲς πῦρ· τὸ θείως καιόμενον πῦρ (Μ 177 ..) ASn
θέσπιδες· θυσίαι. θεοσέβειαι
*θεσπίζει· μαντεύεται, προφητεύει, ἐνθεάζει. νομοθετεῖ AS
θέσπιν· θείαν, ἡδεῖαν, θαυμαστὴν φωνήν (α 328. Eur. Med.
425)
θεσπιόφημον· ... παροιμίαν τινά ...
θεσπίσαι· προστάξαι. μαντεύσασθαι
*θέσπισμα· θεῖον δόγμα Avgn. νομοθεσία r. n
θεσπίσματα· μαντεύματα. καὶ τὰ ὅμοια (Eur. Or. 1666 ..)
θέσπις· ἀγαθή. ἀληθής. ἰσχυρά. ἡδεῖα
θεσπιῳδός· ἀληθὴς μάντις (Eur. Hec. 677)
Θέσπιος· ποταμὸς n Βοιωτίας
Θεσπρωτοί· ἔθνος περὶ Θεσσαλίαν
Θεσσαλαί· αἱ Κῷαι παρὰ Φιλήτᾳ (fr. 16 K.) καὶ αἱ φαρμακίδες
*Θεσσαλὸν {νόμισμα}· τοῦτο παροιμιῶδες, τασσόμενον ἐπὶ
ἀπάτης Σ
†θεσσαλώπας· ἐναγισμός τις παρὰ Λάκωσι
θέσσαντο· ἐξῄτησαν. [ἐκάθισαν.] ἱκέτευσαν. [ἐνεδύσαντο]
θέσσεσθαι· αἰτεῖν. [καθῆσθαι.] ἱκετεύειν
θεσσόμενος· δεόμενος. ζητούμενος. ἱκετεύων
*Θεστορίδης· Θέστορος παῖς n ὁ Κάλχας (Α 69) r
θέσφατα· θεόφατα. μαντεύματα ἐκ θεοῦ λεγόμενα. εἱμαρμέναι
ἐκ μαντείας λεγόμεναι (Ε 64)
θέσφατον· πολύφατον. ὑπὸ θεοῦ πεφατισμένον. θεῖον. μέγα.
*ἀργόν. ἄπρακτον An. τὸ ἐκ θεοῦ μάντευμα. προφητεία
(Θ 477) ASvg
θεσφατοῦται· θεσφατίζει, μαντεύεται. περισσὰ λαλεῖ
θετή· ποιητὴ θυγάτηρ
θετήρ· τολμητής. πράκτης
θέτης· ὁ προθέμενός τι
*θετικῶς· τὸ ὀφειλόμενον γενέσθαι AS
Θέτις· ἡ μήτηρ Ἀχιλλέως. καὶ ἡ θάλασσα. ἡ δὲ αὐτὴ λέγεται
{Τηθύς}
*θετόν· εἰσποιητόν, οὐ γνήσιον Avgn
Θετταλικὰ πτερά· τοῦτο εἴρηται διὰ τὸ πτέρυγας ἔχειν τὰς
Θεσσαλικὰς χλαμύδας. {Πτέρυγες} δὲ καλοῦνται αἱ ἑκατέρωθεν
γωνίαι διὰ τὸ ἐοικέναι πτέρυξι
Θετταλικὴ ἔνθεσις· ἡ μεγάλη (Hermipp. fr. 41)
Θετταλικὸς δίφρος· διάφοροί εἰσι τῷ κάλλει οἱ Θετταλικοὶ
δίφροι· ἴδιον γάρ τι γένος αὐτῶν κατεσκεύασται (Eupol. fr. 58)
θετταλίς· ὑπόδημα ποιόν. [Κρῆτες] (Lysipp. fr. 2 K.)
Θετταλὸν σόφισμα· παροιμία ἐπὶ τῶν σοφιζομένων λεγομένη
καὶ μὴ εὐθυμαχούντων (Eur. Phoen. 1408)
θεῦ· δεῦρο. τρέχε
θεύγεσθαι· θέλγεσθαι. Κρῆτες
θευμορία· ἀπαρχή. θυσία. ἢ ὃ λαμβάνουσιν οἱ ἱερεῖς κρέας, ἐπει-
δὰν θύηται. θεοῦ μοῖρα
θευμοριαζέτω· θεῷ γέρας ἀναφερέτω
Θευξένια· Ἀπόλλωνος ἑορτή
*θεύσεσθαι· δραμεῖσθαι AS. διώξεσθαι (Λ 701)
*θεύσεαι· δραμεῖ (Ψ 623) (S) n
θευσόμεθα· δραμούμεθα. φευξόμεθα. πλευσόμεθα
θεῦτιν· †σκαράδιν. Ἱππῶναξ (fr. 115 Bgk.)
*θέων· βαδίζων, [τρέχων (Ζ 54 ..) AS. r
θεώματα· τὰ περικαθαρτήρια
θεῶν ἀγορά· παροιμία ἐπὶ τῶν τολμώντων λέγειν ἐν τοῖς
τοσοῦτον ὑπερέχουσιν, ὅσον οἱ θεοὶ τῶν ἀνθρώπων. καὶ τόπος
Ἀθήνησιν ἀπὸ τοῦ συναγερθῆναι προσαγορευθείς
θεῶν ἐπὶ Καλλικολώνῃ· τόπος ἐστὶ τῆς Τροίας ὑψηλός
(Υ 53)
θεῶν ἐν γούνασι κεῖται· παράκειται τῷ θεῷ, καὶ ἐν τῇ
δυνάμει αὐτοῦ καὶ ἐξουσίᾳ κεῖται (Ρ 514)
θεωρία· ὄψις, [θέα r
θεωρίδες· αἱ περὶ τὸν Διόνυσον Βάκχαι (trag.)
θεωρικὰ χρήματα· τὰ εἰς θεῶν τιμὰς καὶ ἑορτὰς διδόμενα ἐν
τοῖς Παναθηναίοις καὶ Διονυσίοις. ἅτινα ἐν τῷ θεάτρῳ ἐδίδοτο,
καὶ ἐκ τοῦ θεάτρου συνήγετο ἀπὸ †μισθομένου τόπου
θεωρικὸν ἀργύριον· τὸ εἰς θεῶν τιμὴν καὶ ἑορτὴν διδόμενον,
θεωρίας ἕνεκα, τοῦ καὶ τοὺς πένητας μετέχειν τῶν θεωριῶν. καὶ
πάντα τὰ διανεμόμενα θεωρικὰ ἐλέγετο
θεωρικῶς· ὡς θεωρὸς ἐστεφανωμένος· θεωροὺς δὲ ἐκάλουν τοὺς
τοῖς θεοῖς τὰς ἀπαρχὰς ἀπάγοντας. ἐστεφάνουν γὰρ οὗτοι
τὰς ἀπήνας
Θεώριος· ὁ Ἀπόλλων r
Θεωρίς· κύριον ὄνομα. καὶ θεωρία. καὶ ἡ Σικυωνία τὸ γένος
{Σοφοκλέους} ἐρωμένη
θεωροί· οἱ θεοπρόποι. καὶ οἱ θεώμενοι, ἢ οἱ φροντίζοντες περὶ
τὰ θεῖα. λέγουσι δὲ καὶ τὴν ὁδόν, δι' ἧς ἴασιν ἐπὶ τὰ ἱερά, {θεω-
ρίδα}· καὶ τὰ διανεμόμενα ἀργύρια ἐν ταῖς ἑορταῖς {θεωρικά}
*θεωρούς· θεωρητάς (2. Macc. 4,19) AS ἐπόπτας
*Θηβαῖοι· ἔθνος {Βοιωτίας} ASn
Θήβανις· ἄνεμος
Θηβάνας· [θήρα] ἐκ τοῦ Πλακίου κόλπου πνέουσα {ζάλη}
*Θήβη· πόλις Βοιωτίας (Δ 378 ..) r. n [καὶ κιβώτιον (Exod.
2,3 v. l.)]
θῆβος· θαῦμα S# s
θηγάνει· ὀξύνει (Aesch. Ag. 1535)
θηγάνεον· ὀξύ, [ἠκονημένον r
θηγάνη· ἀκόνη rp. λέγουσι δὲ καὶ [{θήγανον} {τὸ αὐτό} r
θήγειν· ἀκονᾶν, ὀξύνειν (Eur. Or. 1036) (n)
†θήγεια· θαυμαστά. ψευδῆ
†θηγή· θήκη. [θέσις. τάξις S# s
θηγόν· ... οἱ δὲ ὀξύ, ἀκονητόν
*θήγει· ἀκονᾷ ASg, ὀξύνει (Ν 475) g
θηεῖσθαι· θαυμάζειν p
θηεῖτο· ἑώρα. ἐθαύμαζε (ε 75)
*θηεύμενοι· θεωροῦντες (Hdt. 7, 146,3) n
*θηεῦντο· ἐθαύμαζον (Η 444 ..) r. ASgn
θήῃ· ποιήσῃ (ο 51 ..)
θήῃς· ποιήσῃς (Ζ 432 v. l.) S#
†θήημος· ἔθιμος
†θηήμων· ἐθίμων
θηήσασθαι· θεάσασθαι. θαυμάσαι
θηήσεται· θαυμάσεται
θηητήρ· θαυμαστής r. θεατήρ (φ 397)
θηητής· [ἀπατεών.] θεωρός
θηητόν· θαυμαστόν. καλόν. καταθύμιον. περικαλλές. σύμφορον
θηητός· θαυμαστός r
θῆκαι· οἱ ἀπόθετοι τόποι (Eur. Hec. 1147). *[ἢ σοροί AS (g)
*θήκατο· ἐπέθηκεν (Κ 31) g s
θηκία· τὰ ἐντάφια r. δηλοῖ δὲ καὶ θησαυρόν. καὶ τάφον. καμψίον.
γλωσσοκομεῖον
θηκτόν· ὀξύ, [ἠκονημένον (Eur. Med. 40) p
θηλαί· τῶν μαστῶν τὰ ἄκρα [τῶν μαστῶν]. καὶ τῶν χειλῶν
τὰ ἐκπτυσσόμενα
θηλαμίνου· νεογνοῦ
θηλαμών· τροφός r. ns
θήλαντο· ἐθήλασαν s
θηλάστρια· τροφός r. ἔστι δὲ Ἰακόν. Σοφοκλῆς Ἀλεξάνδρῳ
(fr. 94)
θήλεα· ἱμάντων τὰ τετρημένα, εἰς ἃ διωθεῖται τὰ ὀξέα. καὶ τῶν
σπονδύλων τὰ κοῖλα
*θηλή· μαστός r. ASvgn
θηλητήρ· [κυνηγός]
*θῆλυ· ἀσθενές (Eur. Med. 928). γυνή ASn
θηλυγενής· ὁ ἐναντίος τῷ ἀῤῥενωπῷ
*θηλυδρίας· ὁ τεθηλυμμένος r. ASvgn
θηλυδριῶδες· τὸ κατακεκλασμένον (Ar. Thesm. 131)
*θηλυμανεῖς· πόρνοι (Ierem. 5,8) (AS) vg
*[θηλύματα· μέλιτι βεβρεγμένα ἄλφιτα] AS
θηλύνει· μαλάσσει
θῆλυς ἐέρση· ἡ τὰ φυτὰ θάλλειν ποιοῦσα δρόσος, καὶ θρε-
πτική (ε 467)
θηλύτεραι· αἱ γυναῖκες (Θ 520)
θηλυτεράων· θηλειῶν, τῶν μόνων ἐγκυμόνων πλησιαζουσῶν
ἀνδράσι. μόναι γὰρ αἱ γυναῖκες ἔγκυοι οὖσαι πλησιάζουσιν
ἀνδράσι, τῶν δὲ ἄλλων ζῴων οὐδέν (λ 386 ..)
θηλυφόνον· τὸ ἀκόνιτον
θηλώ· τροφός, τήθη
θῆμα· θήκη. τάφος r. ἀνάθημα. Σοφοκλῆς Σαλμωνεῖ (fr. 498)
*θημωνιαί· οἱ σωροὶ τῶν δραγμάτων (A) S (vg)
θημωνιά· ἀπόθεσις
θημών· πᾶν τὸ σεσωρευμένον, οἷον ἀχύρων ἢ πυρῶν (ε 368)
θημῶνες· θημωνιαί S#n
θήν· δή (Θ 448) n, ἤ που (Ρ 29)
*†θήνιον· γάλα (Iob 15,7) Aps
θῆξαι· ὀξῦναι, ἀκονῆσαι
†θῆξις· ῥοπή. στιγμή. τάχος
θηπαλέος· βωμολόχος
θήπει· ψεύδεται
θηπητής· ἀπατεών s
θηπόν· καταθύμιον. [θαυμαστόν r
θήπω· ἐπιθυμῶ. [θαυμάζω r. s
θήπων· ἐξαπατῶν, κολακεύων (Hippon. fr. 14). θαυμάζων
θήρ· θηρίον. ὁ λέων· ἀπὸ τοῦ θοῶς ὀρούειν
*θήρα· κυνηγία ASgn, ἄγρα AS
*θήραμα· εὕρεμα ASvgn {ἄγρευμα} Avgn
θηρᾶν· ζητεῖν. εὑρεῖν. μηχανᾶσθαι
θῆρας· τοὺς σατυρίσκους
*θήρατρον· δέλεαρ. [ἄγκιστρον (Xen. Mem. 3, 11,7) ASvgn
*θηράτρων· θηρατικῶν AS
θήραυλος· [ἀγρός τις]
Θηραῖον πέπλον· τὸ ποικίλον {ἱμάτιον} s οἱ Ἀττικοί· δοκεῖ
δὲ ἀπὸ Θήρας τῆς νήσου προσηγορεῦσθαι
θηρία· τὰ ζῷα s. καὶ ἐπὶ τῶν ἵππων οὕτω λέγουσι
*θηρητήρ· κυνηγός (Λ 292) (r. n)
*θηρί· λέοντι (Γ 449) n
Θηρίκλειος· κυλίκων εἶδος· ἀπὸ Θηρικλέους κεραμέως
θηρίον· πάθος τι σώματος, ὃ καὶ καρκίνος καλεῖται (Hippocr.
loc. hom. 29 ..)
Θηρίτας· ὁ Ἐνυάλιος παρὰ Λάκωσιν
θηριώδης· ἀγριαινόμενος (Hippocr. Epid. 2, 1,3)
θηροειδεῖς· ἐφαπτίδες ποικίλως διηνθισμέναι
θηροθῆραι· θηρευταί s
*θηρολέξης· ὁ τὰς λέξεις θηρώμενος r. ASvgp
θηρολέτης· κυνηγός (Greg. Naz. c. 2,1, 87,7) S#
θηρός· λέοντος (Κ 184)
θηροσύνας· κυνηγίας
θηρότις· θηρεύτρια
θηροφόνος· θηροκτόνος ps. Ἄρτεμις
*θηρώμενοι· θηρῶντες A, ἀγρεύοντες ASvgn
θής· δοῦλος rs, μισθωτός p. παράσιτος. ἢ ὁ τὴν μισθαρνικὴν
ἐργαζόμενος παρὰ Ἀθηναίοις
*θὴρ ὥς· ὡς θήρ (Eur. Hec. 1173)
θῆσαι· θρέψαι, θηλάσαι
θησαίατο· θαυμάσειαν (σ 191)
θησάμενοι· αἰτησάμενοι. Κρῆτες
*θήσαντο· ἐθαύμασαν (Ο 682 ..) AS
θήσασθαι· θεάσασθαι. θηλάσαι. *[εὐωχηθῆναι. μεθυσθῆναι AS
θησάσθω· κοιμηθήτω
*θῆσσαν {τράπεζαν}· δουλικὴν {τροφήν} (Eur. Alc. 2) AS
θήσατο· ἐθήλασεν (Ω 58)
θησαυρίσασαν· συνάξασαν
θησαυρός· εἰς ἀγαλμάτων καὶ χρημάτων [ἢ] ἱερῶν ἀπόθεσιν
οἶκος
θήσει· ὑποθήσεται. ποιήσει (λ 101)
Θησεῖα· ἑορτὴ Ἀθήνησι
Θήσειον· νεὼς Θησέως, ἐφ' ὃν οἱ ἀποδιδράσκοντες κατέφευγον.
δηλοῖ δὲ καὶ φυτόν τι ποιόν· καὶ τὸ δεσμωτήριον παρὰ Ἀθη-
ναίοις
θήσεται· ποιήσεται
θήσω· [ἥσω.] αἰτήσω. Βοιωτοί
θησόμενοι· αἰτησόμενοι
*θήσω· ποιήσω (Eur. Hec. 869) A
†θηταλά· θαυμαστά, ψεύδεσιν ὅμοια
*θητεῖαι· μισθώσεις A, {ἐπὶ} μισθῷ δουλεῖαι (Σa)
*θητεύει· δουλεύει μισθῷ (Eur. Alc. 6) (A) Sn
θητικόν· τὸ ἔσχατον τίμημα παρὰ Ἀθηναίοις
θητόν· βωμόν (s)
*θῆτας· μισθωτούς r
θίασε· [χόρευσε]
θιαγόνες· ἄρτοι, οἳ παρετίθεντο τοῖς θεοῖς
θιάκχα· [ἄνθη ἐν Συκιῶνι]
θιάλλαι· [θῆμνες]
θιάρατος· εὐκτός
†*θιάσαι· χορεῦσαι ASn
θιασεῦσαι· σπεῖσαι. προσενέγκαι
θίασον· εὐωχίαν. καὶ πλῆθος, οὐ μόνον τὸ Βακχικόν, ἀλλὰ καὶ
τὸ ἐρανικόν
θίασος· *χοροῦ σύστασις ASn, ἢ σύλλογος Ap. καὶ τὸ ψιλὸν
πλῆθος· ἔσθ' ὅτε δὲ καὶ τὸ Βακχικόν· ἢ ἑσμὸς γυναικῶν (Eur.
Bacch. 56 ..)
θιασῶνες· οἶκοι, ἐν οἷς συνιόντες δειπνοῦσιν οἱ θίασοι
*θιασῶται· χορευταί (r). AS(g) n
Θίβεις· γόητές τινες
*θίβις· πλεκτόν τι AS κιβωτοειδές S, ὡς γλωσσοκομεῖον (Exod.
2,3 ..) Ss
θίβωνος· κιβωτοῦ. Κύπριοι
θιβρήν· φιλόκοσμον, καλλυντικήν, ὑπερήφανον, καταφερῆ, καὶ
θρασεῖαν (Euphor. fr. 93 Scheidw.) καὶ παρὰ μὲν Νικάνδρῳ
τὴν ἔμπυρον, καὶ καυστικήν (Ther. 35). [τινὲς δὲ χαλεπήν (s)
θιβρόν· τρυφερόν. καλόν. σεμνόν. ἁπαλόν
*θιγεῖν· ψαῦσαι p. ἅψασθαι n, ἅπτεσθαι (Eur. Alc. 1117) ASvg
θιγμάτων· μιασμάτων
θίγωνος· [κιβωτοῦ]
θίημι· ποιῶ, {φιλῶ} s
θιδρακίνη· θίδραξ καὶ *θρίδαξ AS
θήϊον· θεῖον τὸ ὀρυκτόν. Κρῆτες
θιῆσαι· ποιῆσαι. φιλῆσαι
θίκελιν· τὴν γογγυλίδα. Λάκωνες
θίλα· ὁ θημών
*[θιμῶνες· θιμωνίαι] AS
θίν· ὁ αἰγιαλός, ἀπὸ τοῦ θείνεσθαι. καὶ θῖν' ἁλὸς (Α 316 ..)
πολλάκις τὸ αὐτὸ λέγει. καὶ ἀρσενικῶς Ὅμηρος ὁ {θίν}, καὶ ὁ
σωρός· πολὺς δ' ἀμφ' ὀστεόφιν θίς (μ 45) καὶ ἄμμος
*θῖνες· ψάμμοι. ὑψηλοὶ τόποι. [καὶ αἱ τῶν καρπῶν συγκομιδαί
(AS)
*θινί· αἰγιαλῷ (Δ 248) gn
*θινομένη· τυπτομένη (Α 588) ASn
*θινῶν· αἰγιαλῶν. ἢ σωρῶν A πυρῶν (Gen. 49,26. Iob 15,7)
*θίξεσθαι· ἅψεσθαι ASs
θίξις· ἔφαψις
θιός· θεός. Κρῆτες
θιπόβρωτος [κακῶς δίχα τοῦ {ρ} λέγεται] καὶ {θριπόβρωτος}·
ὁ ὑπὸ σητῶν βεβρωμένος
θίς· ὄχθος. [βουνὸς ἀμμώδης (S). [αἰγιαλός Snp. θάλασσα s.
σωρὸς p κυμάτων. τὸ κάτω βάθος τῆς θαλάσσης. ἢ ὀστέων
σωρός
θιγάνα χῶμα σωροειδές
θισπῶσαι· εἰκάσαι
*θλαδίας· εὐνοῦχος (Deut. 23,2). Anp [καὶ οἱ τῆς ψάμμου
σωροί g (n)]
θλάσας· κλάσας, συνθλάσας
θλάσπις· πόα ἣν ἔνιοι σαύριον
θλίβει· ὠθεῖ, *[πιέζει r Σ
*θλίβεται· πατεῖται. τοῦτο δὲ ἐπὶ σταφυλῆς. λέγεται γὰρ καὶ
ὅτε τις ὀλιγωρεῖ AS πιέζεται
θλιβίας· θλαδίας. σπάδων
θλῖψις· στένωσις. λύπη (Prov. 1,27 ..)
*θνάναι· ἀποθανεῖν Avg
θνησίδια· νεκριμαῖα (p)
θνήσκοντας· ἀποθνήσκοντας (Α 56)
θοάζει· *τρέχει. μαίνεται (Eur. Troad. 307) AS. σκιρτᾷ. †κτεί-
νει. σπεύδει. *[ταράττει Ans. κάθηται. [χορεύει A. ἀνύει.
ἥδεται. τελεῖ. πλάττει. φοβεῖται. πλανᾶται. θεοφορεῖται (Eur.
Bacch. 65)
Θόαξος· Ἀπόλλων ... {τῆς Λακωνικῆς}
*θοας· ὀξείας. [ταχείας [τῆς Λακωνικῆς] ὁρμάς ASvgn. ἢ ἡγε-
μὼν Αἰτωλίας (Δ 527) A [ἢ {ἐπὶ νῆας}, ἢ τὰς ταχείας ναῦς
(Α 12 ..)]
*θοή· ταχεῖα ASvg. ἡ νὺξ μέλαινα S. δεινή. [ὀξεῖα ns. ἰσχυρά
θοὴν διὰ νύκτα· θείαν. ταχεῖαν. ὀξεῖαν (Κ 394)
θοὴν ἀλεγύνετε δαῖτα· τὴν ἀγαθήν (θ 38)
*θοηρός· τεταραγμένος [ἐστίν] AS
θοῇσι· ταχείαις· νηυσὶ θοῇσιν (Ι 435 ..) ὅταν δὲ εἴπῃ· νυκτὶ
θοῇ (Μ 463 ..) ταῖς †τιναῖς, ἢ ταχείαις· ἔνιοι δὲ κατὰ σχῆμα
ὀξεῖα. τῆς γὰρ γῆς σκιά ἐστιν· αὕτη γὰρ κωνοειδής. τὸ δὲ
θοὸς ὀξύνεται
θοία· ζεῦγος ἡμιόνων p
*θοἰμάτιον· {τὸ} ἱμάτιον Avgps
*θοινᾶται· εὐωχεῖται ASn
*θοινᾶσθαι· εὐωχεῖσθαι (Eur. Alc. 542) n
*θοίνη· εὐωχία vg, τροφή n, καὶ τρυφή vg. ἢ τράπεζα (Sap.
12,5) s (AS)
*θοινητήριον· κατάβρωμα, τροφή (Eur. Rhes. 515) Anp
θολία· πέτασος εἰς ὀξὺ συνηγμένος. σκιάδιον
θολερεῖν· ταραχίζεσθαι
θολερόν· *ταραχῶδες vg. ἀκάθαρτον, βορβορῶδες, *[τεταραγ-
μένον vgAS
θολερῶς προβαίνεις· μὴ καθεσταμένην καὶ ἀσφαλῆ πορείαν
ἔχων, ἀλλ' ἀστάτως καὶ τεταραγμένως προϊών (Com. ad.
865?)
†θολερόφρον· μέγα ......
θ' ὁλκάζει· χαλιναγωγεῖ
θολόν· τεταραγμένον {ὕδωρ}
*θολος· στρογγυλοειδὴς οἶκος ASvg, δι' ὀστράκων †εἰλημμένος
(A) S. ἢ τὸ τῆς σηπίας μέλαν S
θόλος· κυρίως μὲν καμάρα· καταχρηστικῶς δὲ οἶκος εἰς ὀξὺ
ἀπολήγουσαν ἔχων τὴν στέγην κατασκευασμένος· ἢ ὅπου οἱ
πρυτάνεις καὶ ἡ βουλὴ συνεστιῶντο. θηλυκῶς δὲ ἔλεγον τὴν
θόλον. καὶ τόπος, ἐν ᾧ τὰ συμποτικὰ σκεύη ἀπόκειται
*θολοῦσα· σκοτοῦσα ASvgn
θολῶσαι· πληρῶσαι. στεγάσαι. *[ταράξαι. σκοτίσαι (As)
†θονανία· ὀξεῖα
θοόν· ὀξύ. λαμπρόν. σκοτεινόν. ἰσχυρόν. *[ταχινόν ASvg
θορᾶ· [κατεπήδησεν]
θόρανδε· τὸ ἔξω Πάφιοι ..
Θοράτης· Ἀπόλλων παρὰ Λάκωσιν
*θόρε· ἐπήδησεν (Θ 320 ..) ASgn
θορεῖν· πηδῆσαι, ὁρμῆσαι. ὀχεῦσαι
θορηνεύς· ὁ ξιφίας ἰχθύς
Θορικός· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. ὠνομάσθη δὲ ἀπὸ
Θορίκου [Κύπριοι]
Θόρναξ· ὑποπόδιον. ἢ ἱερὸν Ἀπόλλωνος ἐν τῇ Λακωνικῇ,
ἀπό τε Θόρνακος {Θορνάκιος Ἀπόλλων}
θόρνυσθαι· γεννᾶν, μίγνυσθαι. ὀχεύεσθαι, σπερμαίνειν [γεν-
νᾶν]
θόρισμα· δέλεαρ ἰχθύσι
θορός· βάτης, ἀφροδισιαστής. *ὀχεία, [ἡ ἔκκρισις τοῦ σπέρ-
ματος ASvg
θορροῖο· ὀχετοῦ
θόρυβος· ζάλη, [ταραχή r
*θορών· πηδήσας, ὁρμήσας n(p), δραμών
θοῦ· θές. ἐπίστησον (Ps. 140,3?)
Θουκυδίδης· ἱστοριῶν συγγραφεύς. ὄνομα κύριον
θοὐλκότατον· βαρύτατον
θουμός· [λόγος, μῦθος] ἑστίασις
θουράς· ἡ ὀρεκτικῶς ἔχουσα, καταφερής. καὶ †θουραι
θουραίην· ἀνδρείαν. θρασεῖαν. ἰσχυράν
θουρήεντος· λάγνου
θοῦριν· βάτην
θουρήτιες· αἱ τῶν ζῴων μίξεις
θούρητρα· ὀχεῖα
θούριδες· νύμφαι. Μοῦσαι. Μακεδόνες
θούριδος ἀλκῆς· τῆς πολεμικῆς S. ἀπὸ τοῦ θορεῖν, ὅ ἐστι
πηδῆσαι (Δ 234 ..), ἀφ' οὗ καὶ {θοῦρος} Ἄρης (Ε 507)
θουριομάντεις· τοὺς περὶ Λάμπωνα. φασὶν γὰρ εἰς Σύβαριν
τὴν ἀποικίαν Λάμπωνα ἀγαγεῖν· τινὲς δὲ ... μάντιν ὄντα (Ar.
Nubb. 332)
θουριῶν· ἐνεργῶν
θοῦρον· *πηδητικόν vgAn, ὁρμητικόν An, πολεμικόν g (Ε 30 ..).
θρασύ. μέγα. ἐῤῥωμένον (Eur. Rhes. 492)
θούσχοινοι, ἢ θοόσχοινοι· ἁρπάγαι, ἀντλητῆρες
θοωθείς· [πλασθείς]
*θοώκους· συνέδρια (Greg. Naz. c. 2,1,1,153) gn
θοωθείς· [πλησθείς. ἑστιαθείς]. παροξυνθείς. [εὐωχηθείς]
θοῶς· σφοδρῶς. *[ταχέως (Γ 325 ..) ASns
Θόωσα· μήτηρ Κύκλωπος (α 71)
θοῶσαι· ὀξῦναι. λαμπρῦναι. ποιῆσαι. πυρῶσαι
θοώτατος· ταχύτατος, τάχιστος
θραίειν· λοιδορεῖν. Λάκωνες
Θραικία· Ἀφροδίτη
†θραννομένη· προορῶσα
θρανεύεται· [συντρίβεται S]
θρακτικόν· πορευτόν
†θραμβόν· καπυρόν
θράμις· κριός
θρανίαι· θρόμβοι
θρανίον· δίφρος. ὑποπόδιον. πάσσαλος. θρόνος. καὶ τὸ ὑπὸ
τοῖς φατνώμασι σανίδωμα. καὶ λάσανα. καὶ νεὼς μέρος. καὶ τὸ
ὑπὸ τὴν δοκὸν †τι ...
θρανογράφους· τοὺς εὐτελεῖς τοιχογράφους
θράνων· δίφρων
θρανίτιδες κῶπαι· αἷς οἱ θρανῖται χρῶνται ἐν ταῖς κατα-
φράκτοις ναυσί
θρᾶξαι· ταράξαι. λυπῆσαι. Εὐριπίδης Πειρίθῳ (fr. 600)
θραξεῖται· ταράξεται. πορεύσεται
θρασεῖαν· ὀξεῖαν
*[θράσις] θραῦσις· φθορά. θάνατος. ἀῤῥωστία. ἧττα ἐν πο-
λέμῳ ASvg
θράσκειν· ἀναμιμνήσκειν
†θρασύτην· τὸ ἀποδημοῦντα θρασύνεσθαι
θράσος· δαίμων. ἀλαζονεία, φρύαγμα. ὀξύτης. μάχη
*θρασυκάρδιος· εὔτολμος ASvg, θρασύς (A), τολμηρός (Κ 41)
Anps
θρασυμέμνονα· θρασὺν κατὰ τὸ μένος. γενναῖον. εὔτολμον,
τολμηρόν (Ε 639).
{θρασύστομον·} ἀλαζόνα. τραχύν. σκληρόν. ἀπηνῆ. φλύαρον,
ταραχώδη. ὑβριστήν
*θράττειν· ἐνοχλεῖν Σ, [ταράττειν pΣ
†θράττης· ὁ λίθος ὑπὸ Θρᾳκῶν
*θράττεύομαι· συντρίβομαι A, συγκόπτομαι AS
θράττον· ὕπερον. [κόλουρον]
*θραύει· συντρίβει Avgs
θραῦλον· κόλουρον. †ἄπυρον
θραῦρον· †ῥαγανόν. θραυόμενον
θραύσει· [θραύει] ἀμήσει. ἀπολεῖ (Num. 24,17)
a) *θραῦσις· *ὀργή. πληγή (Num. 17,12) ASvgn b) {θραύστης}· σφῦρα ἡ τοὺς βώλους θραύουσα
θραῦσμα· λύπη. πληγή. κατάπτωμα γῆς. καταστολή (Nah.
2,10(11)). παῦσμα (A), παῦσις
θραχθείς· ταραχθείς
*θρεκτικώτατος· ὀξύτατος {ἐν δρόμῳ} A
θρέκτος· δρόμος ταχινός s. ἀπὸ τοῦ θρέξαι καὶ δραμεῖν
θρέειν· θροεῖν
θρεομένη· θρηνοῦσα (Eur. Med. 51) S
θρέμματα· βοσκήματα, *πρόβατα gn. τέκνα ps
θρέξαντες· ἐλαφρῶς ἐπελθόντες (Ν 409)
θρεόμενον· ὀλοφυρόμενον
*θρέπτρα· τροφεῖα p. τροφῶν ἀμοιβάς (Δ 478) AS
θρεπτῆρες· τρέφοντες (r)
θρέπτειρα· τροφός (Eur. Tro. 195) AS
θρεπτός· τρόφιμος, ὑπὸ τῶν τρεφουσῶν
θρεκτοῖσι νόμοις· ἀντὶ τοῦ τροχαίοις Σοφοκλῆς Ὀδυσσεῖ
μαινομένῳ. ἔνιοι δὲ {κρεκτοῖς} (fr. 425)
†θρέξατο· ἐφυλάξατο. ἐσεβάσθη
θρεσκή· ἁγνή. πάντα εὐλαβουμένη
θρεσκός· περιττῶς δεισιδαίμων
θρέττε· τὸ ἀνδρεῖον. ἢ θρασύ (Ar. Equ. 17) p
θρεφθῆναι· τραφῆναι (Eur. Hec. 600) r. παγῆναι
θρέψαι· πῆξαι (ι 246). καὶ τὸ σύνηθες. ἐκτρέφειν (Eur. Phoen.
804)
*θρηνεῖ· πενθεῖ, ὀλολύζει A, ὀλοφύρεται (Eur. Hec. 675)
*θρῆνυν· ὑποπόδιον (Ξ 240) ASgn
θρήικια· ὑποδημάτων εἶδος ps Περσικῶν
θρῆνος· γόος
θρής· [ἡμίονος]
θρῆνυν ἐφ' ἑπταπόδην· τόπος τῆς νηὸς βάσιν ἔχων (Ο 729)
θρῆνυς· ὑποπόδιον. καὶ ἡ ἐν τῷ μέσῳ πλοίου σανίς, ἀπὸ τοίχου
εἰς τοῖχον n
θρησκεία· σέβασμα (Ep. Iac. 1,26)
θρησκεύει· σέβεται S, θεραπεύει. προσεδρεύει. *[ὑπηρετεῖ τῷ
θεῷ Avg, λατρεύει S
*θρησκός· ἑτερόδοξος r. ASvgn. εὐσεβής (Ep. Iac. 1,26)
θρήσκω· νοῶ r
†θρησόμενος· θερισόμενος. θερμανθησόμενος
θρήττανον· [τῆς ἁμάξης, ἐφ' ᾧ τὰ ἀγόμενα ἐπιτίθεται]
θρῖα· φύλλα συκῆς, ἢ ἀμπέλου r. ASvn {ὡς Ἀπολλόδωρος} n
καὶ τὰ ἐν αὐτοῖς δεσμούμενα βρώματα
θριάζειν· φυλλολογεῖν. ἐνθουσιᾶν, ἐνθουσιάζειν. Εὐριπίδης
Λικυμνίῳ (fr. 478) καὶ Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ (fr. 428)
θριαί· αἱ πρῶται μάντεις. καὶ νύμφαι. καὶ αἱ μαντικαὶ ψῆφοι
θριαμβεῦσαι· θορυβῆσαι. βοῆσαι
*θριαμβεύσας· πομπεύσας (Col. 2,15) ASvgn
θρίαμβος· *πομπή. ἐπίδειξις νίκης ASvg. ἢ Διονυσιακὸς ὕμνος,
Ἴαμβος
†θριάτιον· ἁπαλωτέρα τροφή
Θριάσιαι· πύλαι οὕτω καλοῦνται Ἀθήνησιν
θριγκός· *ἡ στεφάνη Avg τοῦ τείχους. [περίφραγμα AS καὶ
[περίβολος Sn (η 87). ἤγουν τὸ ἀνώτατον {τῆς} τοῦ τείχους
οἰκοδομῆς ἐφ' οὗ καὶ ἡ στέγη κεῖται. καὶ ὁ ὑπὸ τὸν κλινόποδα
τοῦ τοίχου τόπος. ἢ περιχαράκωμα. καὶ {τριγχός}
*θριγκοῖς· φραγμοῖς (ρ 267) gn
θριδακίναι· εἶδος μάζης παρὰ Ἀττικοῖς. καὶ αἱ παρ' ἡμῖν
θρίδακες, [ἤτοι μαρούλια np
θριῆσαι· μαντεῦσαι
†θριλιδεῖν· θρυλλεῖν
θριήβολοι· ἱερεῖς
Θρινακία· ἱερὰ Ἡλίῳ, ἡ νῦν Σικελία, τρία ἄκρα ἔχουσα (λ 107 ..)
[Λιλύβαιον, Πάχυνον, Πελωριάδα· ἐν ᾗ φασι τὰς Ἡλίου βοῦς
εἶναι]
θρῖναξ· *πτύον σίτου ASvgn. ἢ τρίαινα
θρινία· ἄμπελος ἐν Κρήτῃ
†θριμμός· γογγυσμός
θρῖον· *βρῶμα σκευαστόν ASgn. διττὴ αὐτοῦ ἡ σκευασία· ἡ
μὲν διὰ ταρίχου, ἡ δὲ διὰ ᾠῶν ἐπιχεομένου μέλιτος. συκῆς δὲ
φύλλα οὐχ ἁπαλὰ ἐπετίθετο· ἔχουσι γάρ τινα ὀσμήν. διὸ καὶ
θρῖον ἐκλήθη
Θριοῦς· δῆμος φυλῆς Οἰνηΐδος
θριπόβρωτος· οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο ξύλοις ὑπὸ
σητῶν βεβρωμένοις, κατασημαινόμενοι ὁπότε βούλοιντο. Φιλο-
στέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι
†θρίσκειν· τὸν θροῦν
*θρησκεία· λατρεία p
θρόα· [ἄνθη. ἀπὸ τοῦ θορεῖν ἄνω]
θριπήδεστον· ξύλον [ὑπὸ θριπῶν βεβρωμένον r. οἱ γὰρ ἐν
τοῖς ξύλοις σῆτες οὕτως ἐκαλοῦντο
θρίττε· [ἀνδρεῖον. θρασύ. ἔστι δὲ ἀμετάφραστον]
θρίψ· γλίσχρος, φειδωλός
Θριώ· δῆμος. ἑορτὴ Ἀπόλλωνος· καὶ ἡ σύντροφος αὐτοῦ
Θριῶζε· εἰς Θριάσιον πεδίον
θροεῖ· λαλεῖ. ψοφεῖ. θορυβεῖ. ἠχεῖ
{θροεῖται·} ἐκπλήττεται r
†θρόδακα· θρίδακα. †Κύπριοι
*θρόμβοι {αἵματος·} αἷμα παχὺ πεπηγὸς, ὡς βουνοὶ {αἵματος}
(Luc. 22,44) ASn
θρόνα· ἄνθη. καὶ τὰ ἐκ χρωμάτων ποικίλματα (Χ 441) S
θρονίτις· πρώτιστος
Θρόνιον· πόλις {Λοκρίδος} (Β 533) r
θρόνον τετράπουν· ... καὶ τὸν ἱερὸν δίφρον. καὶ ἐκπεποικιλ-
μένον
θρόνος· ἀνάκλιτος [δίφρος r
θρόνωσις· καταρχὴ περὶ τοὺς μυουμένους (Plat. Euthyd. 277d)
θρόος· σκληρὰ φωνή. λαλιά. θροῦς. θόρυβος (Δ 437). φθόγγος.
ψόφος. ἢ τεθραυσμένη φωνή
θρώισκει· πηδᾷ, σκιρτᾷ (r)
θρωσμός· ὑψηλὸς τόπος (Κ 160 ..) r (ASvg)
*θροῦς· ὁ διὰ στόματος ἦχος n. λαλιά ASvg. ψιθυρισμός (Sap.
1,10)
θρυαλλίς· ἐσχάρα. λύχνος. ἀκτίς. καὶ τῶν φυομένων τι, ἐξ
οὗ ἐλλύχνια γίνεται. ἢ στυππίον ἐκ βοτάνης. ἤγουν *τὸ ἐλλύχ-
νιον ASvgn
θρίαμβοι· τρόπαια
θρυλισμός· φωνή
θρυγανᾷ· κνᾶται. ξύει
θρυγανίς· ψίαθος
θρύδεσα· [ἀπὸ τῆς Θρύου πόλεως]
θρυλλεῖ· [ταράσσει, ὀχλεῖ]
θρυλλήματα· ἄσημοι φωναί
θρυλλίχθη· συνετρίβη. [συνεθραύσθη r. n. ἀπεδρύφθη (Ψ 396)
*θρύλλοι· ψιθυρισμοί. ὁμιλίαι ASvgn
θρυμματίς· ἡ ὑφ' ἡμῶν ἐνθρυμματίς
θρυμίς· ἰχθὺς ποιός
θρύμματα· κλάσματα ἄρτου r
Θρύον· πόλις ἐν Ἀρκαδίῃ (Β 592), ἣν Θρυόεσσαν Ὅμηρος
λέγει (Λ 711) n. καὶ εἶδος βοτάνης (Φ 351)
Θρυόνιον· [πόλις Λοκρίδος. ἢ Θρόνιον]
θρύπτακον· κλάσμα ἄρτου. Κρῆτες
*θρύπτεται· μαλακίζεται, τρυφᾷ, στρηνιᾷ. κλᾶται ASn
θρυπτεύεται· ὑπερηφανεύεται
θρύψαι· θραῦσαι. κόψαι. κλάσαι. καὶ ἀνακλάσαι. μαλάξαι
θρύσκα· ἄγρια λάχανα
θρύψιχος· τρυφερός r, μαλακός. αἰσχρός. [χαῦνος r
θρυψίχρως· τρυφερός
θρώσκει· πηδᾷ, ἀφάλλεται. κολυμβᾷ
Θρῶ· [λιμός]
θρῶναξ· κηφήν. Λάκωνες
θρώπτει· σκώπτει (r)
θρώσκει· *πηδᾷ ASgn. σκιρτᾷ. τρέχει. [ἅλλεται n. πίπτει.
ὀχεύει, ἔγκυον ποιεῖ, γεννᾷ
θρῶσις· διαίρεσις. σπαρτίον, σειρά. καὶ ἡ κάτω σχοῖνος τοῦ
δικτύου
θρώσσει· γεννᾷ. φοβεῖται
θρώσκω γνώμαν· Καλλίστρατος ἀντὶ τοῦ αἰσθάνομαι νοῦν
κεῖσθαι λέγει. τινὲς δὲ ἀντὶ τοῦ ὀροῦσαι κατὰ τὸ πληθυντικόν
θρώσκων κνώδαλα· ἐκθορίζων, καὶ σπερματίζων. γεννῶν.
Αἰσχύλος Ἀμυμώνῃ (fr. 15)
θρωσμός· ὑψηλὸς τόπος r. ASvgn βουνοειδής n, ἀφ' οὗ κατα-
βαίνοντα θορεῖν ἔστι (Λ 56)
*θόωσον· ὄξυνον AS
θύα· ἀρτύματα. Κύπριοι. ἔνιοι τὰ ἀρώματα. Καλλίμαχος (fr.
564). Εὔπολις (fr. 108,2) τὰ πέμματα. λέγεται δὲ καὶ τὰ θυό-
μενα ταῖν θεαῖν
θυαλοῦν· τὸ θυτοῖς διαλαβεῖν. θυμιᾶσαι
θυάματα· τὸ θύμον. καὶ θυμιάματα
θυᾶν· καπρᾶν. ἐπὶ ὑός
θύανον· τὴν θυώνην. πέμμα δέ ἐστιν ἀντὶ βοός
θυάρπαξ· ἱερόσυλος s
†θύας· πηδήσας m
*θυγατριδῆ· ἐγγόνη. θυγάτηρ θυγατρός ASpm
θυγατριδοῖ· τέκνα θυγατρός
θύει· μαίνεται. [ἀπάρχεται] ἐνθουσιᾷ (Α 342) n
†θύειται· εὐθύνει. †εὐφραίνεται. [θύειται]
θυήεις· τεθυωμένος. [τεθυμιαμένος (Θ 48) m
*θύελλα· ἀνέμου συστροφή r. ASvgn. καὶ ὁρμή, [ἢ καταιγίς
(Ζ 346) S
θύελλαι· τῶν ἀνέμων καταιγιδώδεις πνοαί, καὶ συστροφαί
(ζ 171)
*θύεσσι· θυσίαις. ἢ θυμιάμασι (Ι 499) AS
θύεστον· ποτὸν τὸ ἀπὸ ἀρωμάτων r [ὡς Ἡρόδοτος]
θύεται· ἱεροσκοπεῖ {ὡς Ἡρόδοτος} (9,33,1 ..)
θυέων· θυσιῶν (ο 261)
θύη· θύματα n. ἀρώματα
θυηέντων· εὐόδμων r
θυηλάς· *ἀπαρχάς (Ι 220). ASvgn. ἢ τὰς διὰ θυμάτων μαν-
τείας
θυηκόοι· ἱερεῖς
θυηλήν· θυσίαν
θυλήματα· τὰ ἐπιφερόμενα ἄλφιτα εἰς θυσίαν n
*θυηπόλος· ὁ περὶ τὰς θυσίας ἀναστρεφόμενος ASvgn ἱερεύς
(Greg. Naz. c. 1, 1, 2,75) vgn
Θυιάς· Βακχίς· οἱ δὲ μαινάς
Θύϊος· Ἀπόλλων ἐν Μιλήτῳ
θυιόεν· πλῆρες
θυιόεντες· ἀνθοῦντες
θυιωθείς· μανείς. ὁρμήσας
*θυλάκια· ἀσκοὶ δερμάτινοι (Tob. 9,5) ASn
θυλακίζειν· τὸ ἀπαιτεῖν τι ἑπόμενον μετὰ θυλάκου. Ταραντῖνοι
θύλαξ· προσκεφάλαιον r
θυλακοτρώξ· μῦς. οἱ δὲ ἀκρίς
θυλακοφόροι· οἱ μεταλλεῖς, θυλάκοις περιφέροντες τὰ βρώματα
καὶ πήραις· ὅθεν ἐκαλοῦντο καὶ πηροφόροι (Aristoph. fr. 789?)
*θυλήματα· βεβρεγμένα μέλιτι ἄλφιτα ASn, ἢ θυμιάματα ἐπὶ
βωμῶν n
θυλίδες· οἱ θύλακοι
θύλλα· κλάδους, ἢ φύλλα. ἢ ἑορτὴ Ἀφροδίτης
θυλλίς· θύλακος. γωρυτός. ἔλυτρον
*[θύλον· ὀλέθριον. ὥριμον] AS
θῦμα· ἱερεῖον, σφάγιον, ὁλοκαύτωμα
*†θυμαδέων· ἀθυμῶν AS
θυμαίνει· ὀργίζεται s
*θυμαλγέα· λυπηρά, τὴν ψυχὴν ἀλγεῖν ποιοῦντα ASvgn,
χαλεπόν (Δ 513)
θυμάλωπες· οἱ ἀπὸ τῆς θυμιάσεως σπινθῆρες
θυμάλωψ· ἡ λιγνυώδης τοῦ πυρὸς ἀναφορά r. τινὲς δὲ ξύλον
κεκαυμένον, δαλόν
θυμαμοργάς· ἡ νόσος. Ἐρετριεῖς
*θυμαρέα· τῇ ψυχῇ ἀρεστήν (Ι 336) ASn(r)
θυμαρές· εὐάρεστον r. εὔκρατον (ρ 199)
θυμάρμενον· καταθύμιον. ἡδύ
θύματα· σφάγια. ἀπαρχαί. ἱερεῖα. ὄργια
Θύμβρα· τόπος τῆς Ἰλίου παρὰ τὸν Θύμβρον λεγόμενον ποτα-
μὸν οὕτως ὀνομασθεὶς τῆς ἀρχαίας πόλεως ἀπέχοντα σταδίους
δέκα, ὅπουγε καὶ ἱερὸν Ἀπόλλωνος Θυμβραίου (Κ 430. Eur.
Rhes. 508)
Θυμβραῖος· Ἀπόλλωνος ἐπίθετον ἀπὸ τόπου (Eur. Rhes. 224)
*Θύμβρις· ὄνομα ποταμοῦ r. ASn
θυμβροφάγος· ἀντὶ τοῦ δριμυφάγος· ἡ γὰρ θύμβρα δριμύ
ἐστι βρῶμα (Ar. Ach. 254)
θυμέλαι· οἱ βωμοί. καὶ τὰ ἄλφιτα τὰ ἐπιθυόμενα
θυμέλη· οὕτως ἔλεγον ἀπὸ τῆς θυηλῆς τὸν βωμόν. οἱ δὲ τὸ
ἐπίπυρον, ἐφ' οὗ ἐπιθύουσιν, ἢ *[ἔδαφος ἱερόν ASs
θυμηγερέων· ἀνακτώμενος τὴν ψυχήν, καὶ τὸν θυμὸν συλ-
λέγων (η 283)
θυμηδέα· θυμῷ ἁνδάνοντα (π 389)
*θυμηδία· ἡδύτης, τέρψις Sp, ἀρέσκεια. παρὰ τὸ ἡδύνειν (AS)
*θυμηρέα· καταθύμια g, ἀρέσκοντα
Θυμαιτάδαι· δῆμος φυλῆς Ἱπποθοωντίδος τῆς Ἀττικῆς
*θυμῆρες· ἡδύτερος (Sap. 3,14), ἀρέσκον ψυχῇ· ASgn {θυμὸς}
γὰρ ἡ ψυχή (ρ 199) Ag
θύμιζε· προθυμοῦ. ὀργίζου
*θυμικώτερος· ὀργιλώτερος S μετὰ θυμοῦ (A)
θυμιχθείς· πικρανθείς
θυμοβόρον· χαλεπόν. ὑπὸ τοῦ θυμοῦ ἐσθιόμενον, ἢ τὴν ψυχὴν
κατεσθίοντα
θυμοβόροιο· ψυχοφθόρου (Η 301) (r)
θυμοδακής· [λεοντόψυχος] ἁψικάρδιος. λυπῶν τὴν ψυχήν
(θ 185)
θυμοειδής· ὀργίλος. θυμώδης r
θυμολέοντα· γενναῖον, ἤτοι ἀνδρεῖον κατὰ τοὺς λέοντας, ἢ
λεοντόθυμον (Ε 639)
θυμόμαντις· ὁ τὸ ἀποβησόμενον συλλογιζόμενος καὶ προγι-
νώσκων. ψυχόμαντις. καὶ συνετῶς προορῶν τὰ ἀποβησόμενα
(Aesch. Pers. 224)
θυμὸν ἔδων· λυπούμενος πάνυ, καὶ δακνόμενος τὴν ψυχήν
(κ 379)
*θυμὸν ἀχεύων· τὴν ψυχὴν λυπούμενος (Ε 869 ..) Avgn
θυμοραιστέων· τῆς ψυχῆς φθαρτικῶν. ἀνθρωποφάγων (Π 591)
θυμοραιστής· θυμοφθόρος· {ῥαῖσαι} γὰρ τὸ φθεῖραι καὶ ῥῆξαι
(Ν 544)
*θυμός· ψυχή ASvgn. ἢ προαίρεσις gn ὀξύτης. πνεῦμα. [ἐπιθυ-
μία. ὀργή. λογισμός v
θύμον· τὸ σκόροδον
*θυμόσοφος· ὁ ἐκ φύσεως εὐμαθής, καὶ εὐφυής ASg, ὀξυμαθής,
ἐκ φύσεως σοφός
*θυμοφθόρα· τὰ τὴν ψυχὴν διαφθείροντα (Ζ 169) ASvg
θυμῷ· ἐν ψυχῇ (Α 24)
θυμώδης· θυμῷ παρείξας καὶ ἰσχυρῶς θυμούμενος (Prov.
11,25 ..)
*†θυνάσαι· τέμνειν A, κόπτειν ἀφειδῶς AS
θυνᾶται· εὐωχεῖται. κατεσθίει
*θῦνε· ὥρμα. ἤγαγε (Ε 87) ASm
θύνει· ὠθεῖται. φέρεται. τρέχει. †χαίρει. ὁρμᾷ
θυννάδες· τεμάχη ταρίχου
θυννάζοντες· κεντοῦντες. τοὺς γὰρ μεγάλους θύννους τριόδου-
σιν ἐλάμβανον (Ar. Vesp. 1087)
*θυνᾶσαι· ἀπολαῦσαι. ἐνθουσιάσαι S
θυννίδες· θύννων τεμάχη, ὑποκοριστικῶς
θύννον· τὸν ὅρκυνον r λέγουσι· τὴν δὲ [πηλαμίδα {θυννίδα} r
θῦνον· ἔσπευδον. ἔτρεχον (Β 446 ..)
θῦνος· πόλεμος. ὁρμή. δρόμος
*θυοδόκοι· βωμοί, οἱ τὰ θυμιάματα δεχόμενοι (Eur. Andr.
1157) (An)
Θυόεις· χωρίον ἐν Εὐβοίᾳ
*θυόεν· εὐῶδες AS. τεθυμιαμένον (Ο 153)
θυόεν νέφος· ἀνεμῶδες. *[τεθυμιαμένον AS, εὐῶδες (Ο 153)
*θυοκοχθεῖς· μάντεις A
θύον· ὄνομα δένδρου (ε 60)
θύος· ἱερεῖον. θῦμα
θυοσκεῖν· ἱεροῖς *παρέζεσθαι, ἢ θεοῖς (Aesch. Ag. 87)
θυοσκόος· εἶδος μάντεως διὰ σπλάγχνων τὸ μέλλον δηλοῦντος.
οἱ δὲ τὸν δι' ἐμπύρων ἱερῶν τὰ σημαινόμενα νοοῦντα (φ 145 ..)
*θυοσκόπος· ὁ διὰ τῶν σπλάγχνων ἢ θυμάτων μαντευόμενος A
θύπτης· ὁ τυρός
*θύραθεν, θύρασιν· ἔξωθεν, ἔξω vg
θύραζε· *τὰ [ἔξω τῆς θύρας (Ε 694) Avgps, ἐπὶ θύρας, ἢ [εἰς
τὴν θύραν r. [ἢ [εἰς τὴν γῆν n]
θύραζε Κᾶρες, οὐκέτ' Ἀνθεστήρια· παροιμία, ἥν οἱ μὲν
διὰ τὸ πλῆθος οἰκετῶν Καρικῶν εἰρῆσθαί φασιν, ὡς ἐν τοῖς
Ἀνθεστηρίοις εὐωχουμένων αὐτῶν καὶ οὐκ ἐργαζομένων
*θύραθεν· ἔξωθεν (Eur. Andr. 952) vgA
*θυραία· ἀλλοτρία, ξένη vgn AS
θυραία· ... καὶ ἡ μεταξὺ δύο οἰκιῶν θύρα
*θυρεός· εἶδος ἀσπίδος (AS). καὶ {θυραῖος} ὁ ξένος AS ὁ
ἀλλότριος, καὶ ὁ ἐξωτικός n
θυραίων· ἀλλοτρίων, καὶ μὴ συνοίκων (Eur. Alc. 814)
θυράγματα· ἀφοδεύματα
θύραν· τὴν πτύχας ἔχουσαν
θύραξ· [πύργος. χιτών]
θύραυλοι· τῶν ποιμένων οἱ ἀπόκοιτοι
θυράξαι· [ἔξω τῆς θύρας]
*θυραυλοῦσι· πρὸ θυρῶν διατρίβουσι (Philo Agric. 37) AS
θυργανᾶν· κνήθειν
Θυργωνίδαι· δῆμος ... τῆς Ἀττικῆς
θύρδα· ἔξω. Ἀρκάδες
Θυρεατικοί· στέφανοί τινες παρὰ Λακεδαιμονίοις
*θύρεθρα· θύραι. [θυρεός] (Β 415) (AS)
θυρεός· *ἀσπίς, ἢ σκουτάριον vg(A) Sp. καὶ ὁ ἐπικείμενος τῇ
θύρᾳ τοῦ Κύκλωπος λίθος ἀντὶ θύρας (ι 240)
*θύρετρα· θυρώματα (Β 415) ASn
θύρετραι· [θύραι]
θυρετρεᾶς φλιᾶς
θυρηβόλιον· τὴν ἐπ' ἀγρῷ οἴκησιν
θύρηθ' ἔα· ἔξω ἤμην (ξ 352)
θυρίς· ὀπὴ μικρά. θυρίδας Ἀττικοὶ τὰς τῶν γραμματείων
πτυχάς. καὶ δίθυρον λέγουσιν, οὐ τρίθυρον, ἀλλὰ τρίπτυχον
θυροιγόν· θυρωρόν
θυροκοπιστικὸν ἢ θυροκοπικόν· οὕτως ἐκαλεῖτο ....
Θυροποιός· οὕτως ἐκαλεῖτο Ἀριστομένης, ὁ κωμικὸς ποιητής,
σκωπτικῶς (Com. ad.)
*θυραυλεῖν· ἔξω θυρῶν αὐλίζεσθαι A
θύρσος· *[ῥάβδος ASn, βακτηρία *[βακχική, ἢ κλάδος ASn.
καὶ αὐλητὴς οὕτως ἐκαλεῖτο
θυρσοπλῆγες· οἱ ἐν τοῖς Βακχείοις ἐνθεαζόμενοι
Θύρσος· αὐλητὴς ἦν γυναῖκα ἔχων ἑταίραν
Θύρσου γυνή· Ἀριστοφάνης ἐν Νήσοις οὐ τοῦ αὐλητοῦ
μνημονεύων, ἀλλ' ἀντὶ τοῦ φύλλα εἰπεῖν καὶ κλάδους (fr. 396)
*θύρσοι· κλάδοι, λαμπάδες, λύχνοι (Idth. 15,12 ..) (AS)
θυρῶνας· τὰς σανίδας. καὶ τὰς εἰσόδους
θυρωρός· ὁ παράνυμφος, ὁ τὴν θύραν τοῦ θαλάμου κλείων
(Sapph. fr. 110 L. -- P.)
θῦσαι· ἀπάρξασθαι. θυμιᾶσαι. θυσιάσαι (Ι 219)
θύσανοι· *κροσσοί (Avg). κόρυμβοι (Β 448)
θυσάνουρος· δασύκερκος. ἄρσην
θύσθλα· αἱ κράδαι. ἔνιοι μὲν τὰ φερόμενα τοῖς βωμοῖς Βακχικά.
οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου. ἄλλοι κλάδους. *οἱ δὲ ῥάβδους,
[νάρθηκας n, θύματα, χοάς (Ζ 134)
θυσιάδες· ἔνθεοι. τὴν τῶν Βακχῶν φωνὴν {θυσιάδα} φασί.
ἐλέγοντο δὲ καὶ αἱ τῇ Περσεφόνῃ ἱερούμεναι
θύσκα· κυρτία
θυσπολίαι· θυηπολίαι
*θυσανόεσσα· κροσσωτή. αἰθερία· {θύσανος} γὰρ ὁ κροσσός
(Ε 738) r. AS
*θυσάνοις· κροσσοῖς (Ξ 181) n
θύσσα· [ὅπλα νήϊα]
θύσσεται· τινάσσεται
θυσσόμεναι· σειόμεναι, τινασσόμεναι
Θύστα· Θυῖα
*†θυσσῶν· θηριωδῶς ὁρμῶν (Eur. Bacch. 871) A
Θυστάδες· Νύμφαι τινές. αἱ ἔνθεοι. καὶ Βάκχαι
θύστας· ὁ ἱερεὺς παρὰ Κρησί
*θυτηρίοις· θυμιατηρίοις AS(vg)
*θύστινον· τρίχινον. οἱ δὲ μεσοτριβῆ
θύτης· μάντις, ἱεροσκόπος
θῦψαι· τὸ ἐπικαῦσαι· ἀφ' οὗ τὸ τεθυμμένον. ἄλλοι τυφῶσαι,
καῦσαι
θύψαντα· πῦρ καύσαντα
θυώδεα· εὐώδη, εὔοσμα, θυμιάματος ὀσμὴν ἔχοντα (ε 264)
θυῶεν· εὐῶδες
θύωμα· μύρον. [ἄρωμα (Hdt. 2, 40,3) r
*θύων· σπεύδων (Φ 234), θυσιάζων ASn
θυωθείς· [εὐωχηθείς]
Θυώνη· ἡ Σεμέλη
Θυωνίδας· ὁ Διόνυσος παρὰ Ῥοδίοις. τοὺς συκίνους φάλητας
θυωρεῖσθαι· [θυωθεῖσθαι. [εὐωχεῖσθαι r]
θυωρίτης· τραπεζίτης
θυωρόν· τράπεζαν τὴν τὰ θύη φυλάσσουσαν. καὶ τοὺς ἱερεῖς
καὶ μυρεψοὺς οὕτω
Θωμᾶς· ἄβυσσος. ἢ δίδυμος
θωας· [*ταχείας AS.] ζημίας. *[θῆρας ἐξ ὑαίνης καὶ λύκου
γεννωμένους (ASvgp)
*θῶες ὄρεσφιν· θηρία μικρὰ {ὅμοια μεγάλων} ἐν τοῖς ὄρεσι
(Λ 474) An
θωή· ζημία, βλάβη, ὅθεν ὁ ἀζήμιος {ἀθῷος} r.
θωθῆναι· φαγεῖν. γεύσασθαι
θωκεῖ· κάθηται. ὁμιλεῖ
*θῶκος· καθέδρα An, θρόνος Sn, σύλλογος (Θ 439)
θῶμα· θαῦμα
θωμένους· θοινωμένους, εὐωχουμένους
θωμεῦσαι· συμμῖξαι. συνταγεῖν
θῶμιγξ· λεπτὸν σχοινίον r. p
θώμιγγες· δεσμοί, ὁρμιαί, σχοινία, χορδαί, *[σπαρτία κανά-
βινα (g)
†Θῶμις· ὁ Κάνωπος, πόλις ...
θωμίζει· νύσσει. δεσμεύει
†θώμισσον· τὸν μισθόν
θωμιχθείς· μαστιχθείς s
θωμός· σωρὸς σταχύων r, ἢ κορμός
θῶνται· θοινῶνται, εὐωχοῦνται. εὐθηνοῦνται
†θῶξαι· μεθύσαι. πληρῶσαι. *θηριωδῶς βοῆσαι (Eur. Or. 168) A
θωός· ὄρνις ποιός
*θῶπες· κόλακες rg. εἴρωνες (Greg. Naz. c. 2,2,1,5)
*θωπικός· κολακευτικός r. ASvg
*θωπεία· κολακεία AS (vg) n
θώπτει· σκώπτει. θεραπεύει
*θωρηκτάων· ὁπλιτῶν (Μ 317 ..) ASg
θώραξ· *ὅπλον. πύργος. χιτών. στῆθος. σῶμα. λωρίκιον ASvg.
σφραγιδοφύλαξ. καὶ ἔρεα στέμματα. καὶ τὸ στῆθος ἡμῶν
θώρηκες· τὰ αὐτά (Ν 265)
θώρηκος γύαλον· περιφραστικῶς τὸν θώρακα (Ε 99). *[τινὲς
δὲ τὸ κοῖλον τοῦ θώρακος, ἢ τὸ κύτος n. Γύαλον δὲ λέγεται τὸ
κοῖλον. [{θωρηκτῇσι}· τεθωρακισμένοις] {Ζητοῦσι} δέ, πῶς
πληγέντος κατὰ τοῦ ὤμου τοῦ Διομήδους φησί· θώρηκος
γύαλον; πρὸς οὓς λεκτέον, ὅτι πᾶν τὸ {γύαλον} λέγεται.
τὸ δὲ {θώρηκος γύαλον}, ὅτι ἁλυσιδωτοί, ἢ λεπιδωτοί.
ἀνάγκη γὰρ τοὺς λεπιδωτοὺς καὶ κοίλους λέγειν· τόν ῥ' ἐφόρει
γυάλοισιν ἀρηρότα, θαῦμα ἰδέσθαι (Ο 530)
θωρηκτῇσι· τεθωρακισμένοις (Φ 429)
θώρηξις· οἰνοποσία. καθόπλισις
θωρήσσεσθαι· καθοπλίζεσθαι r, ἀπὸ μέρους τοῦ σώματος.
μάχεσθαι. ἑτοιμάζεσθαι (Λ 715)
*θωρηχθῆναι· καθοπλισθῆναι (Α 226) pn
Θωρυκίων· οὗτος τελώνης ἦν (Ar. Ran. 363)
θώς· εἶδος θηρίου, λύκῳ ὅμοιον
θώσασθαι· εὐωχηθῆναι. [μεθυσθῆναι]
θῶσθαι· δαίνυσθαι. θοινᾶσθαι. εὐωχεῖσθαι. Αἰσχύλος Δικτυουλ-
κοῖς
θωστήρια· εὐωχητήρια καὶ ὄνομα {ἑορτῆς} (Alcm. fr. 23,81)
θωτάζει· ἐμπαίζει, [χλευάζει s
θῶται· εὐθηνεῖται. θοινᾶται. [τρέχει]
*θωΰσσειν· βοᾶν (s) μέλπειν. [κηρύσσειν (s) θηριωδῶς ὁρμᾶν (S)
θωχθείς· θωρηχθείς. [μεθυσθείς r. Σοφοκλῆς Διονυσίσκῳ (fr. 175)
θώψ· κόλαξ A, ὁ μετὰ θαυμασμοῦ ἐγκωμιαστής
θώψεις· θωπεύσεις. Αἰσχύλος Σισύφῳ πετρακυλιστῇ (fr. 234)
θώων· εἶδος θηρίου, ὡς λύκος (Ν 103)
ια· *μία ASgn, καὶ μόνη S, καὶ αὕτη ASg. καὶ φωνή (Eur. Rhes.
553) p, καὶ βοή. καὶ τὰ ἄνθη τὰ πορφυροειδῆ. *ἢ [βέλη ASvgn
Ἱά· δασυνόμενον τὸ ἄλφα, καὶ ὀξυνόμενον τὸν θεὸν σημαίνει
καθ' Ἑβραίους
Ἰάκωβος· πτερνιστής. πόνος. καὶ Ἰωάννης καὶ Ἰάκωβος Βοα-
νεργὲς ἐκαλοῦντο, ὅ ἐστιν υἱοὶ βροντῆς
Ἰακάρ· ὁ κύων ἀστήρ
ἰάγχετον· [στεφάνωμα]
ἰάδει· [καθεύδει]
ἰάδος· [στρεβλός]
ἴα· εἶδος [ἄνθος] βοτάνης
*[ι] ἄειρε· πρόσφερε (Ζ 264) ASgp
†ιάζετο· ἵδρυτο
Ἰαζήρ· ἰσχύς
†ἰακλητί· πλευρά
ἰαθενεῖ· διαπορεῖ ἐπί τινι κακῷ. Κῷοι
ἴαθος· πρόθυμος
ἰαθμός· κοίτη. ὕπνος. καὶ ὅπου τὰ κτήνη κοιμᾶται. καὶ αὐλή.
οἱ δὲ {ἰαυθμός}
ἰαίνεσθαι· διαχεῖσθαι
ἰαίνεται· χολοῦται, πικραίνεται. παρὰ τὸν {ἰόν}. Φρύνιχος
Αἰγυπτίοις (fr. 1)
*ἰαίνομαι· εὐφραίνομαι (τ 537) m (p)
ιαιφόνος· μιαιφόνος (Ε 844)
*†ἰακαῖς· βοαῖς (Eur. Tro. 337 ..) AS
ἰάκχα· στεφάνωμα εὐῶδες ἐν Σικυῶνι
ἰακχάζει· φυλλολογεῖ. καταβοᾷ
Ἴακχον· τὸν Διόνυσον ASn .. ἢ μίαν ἡμέραν τῶν μυστηρίων,
ἐν ᾗ τὸν Ἴακχον ἐξάγουσι. καὶ ἡ ᾠδή, ἣν οἱ μεμυημένοι ᾄδουσι·
καὶ ἥρως, {οὗ} καὶ ναὸς ἐν τῇ Ἀττικῇ καὶ ἄγαλμα. τινὲς δὲ
καὶ αὐτὸν τὸν Διόνυσον οὕτως ἔλεγον
ἰᾶλαι· εὑρεῖν, ἐντυχεῖν, [πέμψαι r
†ἰάλασι· δεσμοῖς (Ν 572)
ἰαλεμίζειν· θρηνεῖν (r)
ἰάλεμοι· θρῆνοι. ὀρφανοί, στερόμενοι. *[θρηνητικοί (ASn).
ἄνανδροι (ASvgn). δυστυχεῖς
*Ἰάλεμος· υἱὸς Καλλιόπης. καὶ ὁ κακοδαίμων. καὶ ὁ καλός καὶ
ὁ στερόμενος καὶ ὀρφανός. ἔνιοι δὲ οὐδενὸς ἄξιος Σ [καὶ ἰάλεμος
χρόα. οἱ δὲ οὐδενὸς ἀξία]
*ἰαλεμώδη· ψυχρά, οὐδενὸς ἄξια p. Σ. καὶ παροιμία· ψυχρότε-
ρος καὶ οἰκτρότερος Ἰαλέμου
*ἰαλέμων· θρήνων. δυστήνων gn, ἀθλίων (Eur. Or. 1390)
†ἰαλία· φωνή. Κρῆτες
ἰάλιον· ἐρέβινθον. ἢ τὴν θάλασσαν. Κρῆτες
ἰαλλίς· χιὼν ἐθνικῶς
*ἴαλλε· προὔπεμπε (ο 475) Sn
ἰάλλει· παρέχει. ἐκτείνει. πέμπει. ἐπιβάλλει. εὑρίσκει. δίδει
ἰάλλοις· ἐμβάλλοις. πέμποις (Greg. Naz. c. 2, 1, 54,14)
*ἴαλλον· ἔπεμπον ASn. ἔκτεινον S ἐξέτεινον (Ι 91) Sn
†ἰάλοι· θάλαμοι
Ἰαλύσια· τὰ ἐν Ἰαλυσῶι νομίσματα
*ἰάλλω· προπέμπω r .. ASvg (n)
ἴαμα· θεραπεία r. ASg
ἰαμβαυλεῖν· τὸ δι' αὐλοῦ παριαμβίζειν ἅμα τῇ κιθάρᾳ καὶ
ᾠδῇ
Ἰάμβη· γυνή τις, ἐφ' ᾗ ἡ Δημήτηρ ἐγέλασε πενθοῦσα. ἀφ'
ἧς ἰαμβίζειν
ἰαμβίζειν· τὸ λοιδορεῖν, κακολογεῖν· ἀπὸ Ἰάμβης τῆς λοιδόρου
ἰαμβύλος· λοιδορητικός
ἰαμβίς· Αἰσχύλος Θεωροῖς (fr. 81). τοῖς κιθαρί-
ζουσιν ὁ αὐλὸς συνῄει· καὶ αἱ τοιαῦται κιθαρίσεις ἐλέγοντο
{παριαμβίδες} (Epich. fr. 109)
ἴαμβοι· ῥυθμοί τινες, καὶ μέλη, καὶ δάκτυλοι ..., καὶ *[στίχοι.
εἶδος ποιήματος ASn
†*Ἴαμβρος· ὄνομα πόλεως περὶ Τροίαν AS
ἰαμβῦκαι· ὄργανα μουσικά {τρίγωνα} ἐν οἷς τοὺς ἰάμβους
ᾖδον (r.) p. ἡ δὲ σαμβύκη ἕτερον ὀψὲ εὑρημένον
†ἰάμει· ἐβόα
ἰαμεναί· οἱ ὑλώδεις καὶ ἔνυδροι τόποι, καὶ πόαν ἔχοντες· ἀπὸ
τοῦ ἀνιέναι τὴν ὕλην. τενάγη, τέλματα
ἰαμενάς· τὰς ποώδεις ...
ἰαμενῇ· καθύδρῳ τόπῳ (Δ 483)
ἴαμνοι· θάμνοι. κοῖται. νομοί
ἱανά· τὰ βαλλόμενα· ἀπὸ τοῦ {ἱέναι}
*ἰάνθη· ἐχάρη. διεχύθη. ηὐφράνθη (Ο 103) Avgm
*ἰάνθην S, {ἰάνθης}· An τὰ αὐτά (Ψ 47 ..)
ἴανθον· ἄνθος r, καὶ χρῶμά τι πορφυροειδές
Ἴαινα· ἐν μὲν Αἰχμαλώτισι Σοφοκλέους (fr. 53) ἀπέδοσαν
Ἑλληνική, ἐπεὶ Ἰᾶνας τοὺς Ἕλληνας λέγουσιν· ἐν δὲ Τριπτο-
λέμῳ (fr. 560) ἐπὶ γυναικός, ὡς καὶ ἐν Ποιμέσι (fr. 476), τινὲς
δὲ τὴν Ἑλένην. ἐπιεικῶς δὲ οἱ βάρβαροι τοὺς Ἕλληνας Ἴωνας
λέγουσι †μεν καὶ ἐν Τρωΐλῳ (fr. 574) βάρβαρον θρήνημα τὸ
ιαι. ἢ ὄνομα γυναικός
ἰανοκρήδεμνος· ἰοῖς ὅμοιον τὸ ἐπικράνισμα ...
ἰανόκροκα· λεπτά (p)
ἰανόν· {λεπτὸν} ἱμάτιον r
Ἰαξάρτης· ὁ Τάναϊς ποταμός p. ἔστι δὲ τῆς Σκυθίας, ἐμπίπτων
εἰς Μαιῶτιν λίμνην
Ἰάονες· Ἀθηναῖοι. οἱ Ἴωνες r. n, ἀπὸ Ἴωνος, καὶ οἱ ἄποικοι
αὐτῶν. ἔνιοι καὶ τοὺς Θρᾷκας καὶ Ἀχαιοὺς καὶ Βοιωτούς
[Ἕλληνας] (Ν 685)
Ἰαπετός· ἐπὶ διασυρμῷ, πρεσβύτερος, ἀρχηγός (Ar. Nubb.
998)
ἰάπτειν· σπαράσσειν, [αἰκίζεσθαι S †βοᾶν. βλάπτειν
*ἰάπτεις· βλάπτεις AS
*ἰᾶπυξ· ἄνεμος ἐλαφρός r. ASvgnps
ἶαρ· αἷμα. ἢ μοῖρα
Ἰάκωβος Ἀλφαίου, ὁ καὶ Θαδδαῖος, καὶ Λευὶ παρὰ τῷ
Μάρκῳ (2,14) παρὰ δὲ τῷ Ματθαίῳ Λεβαῖος (10,3) παρὰ δὲ
Λουκᾷ (6,16) Ἰούδας Ἰακώβου
Ἰασούβ· ἐπιστρέφων
ἱάραξ· ἰχθὺς ποιός, Δωρικώτερον· διὰ τὸ ἐοικέναι τῷ πτηνῷ.
καὶ λύχνος ὁ πρὸς τὰ ἱερά
Ἰάρδανος· ποταμὸς ἐν Πελοποννήσῳ, ἢ Ἀρκαδίας, ἢ Ἠλείας, ..
παραῤῥέει τὴν Πυλίων χώραν (Η 135)
ἱαρεῖον· πρόβατον. βοῦς
ἱαριγμόν· χαράν. καὶ θροῦν. Κρῆτες
ἰαροπότης· [αἱμοπότης]
ἰαροχρείαν· τὴν ὀσφῦν. Ἰταλοί
ἰαροχρής· καθαρός. θύσιμος
†ἰαρπάλαμος· ἀκρόχειρος
ἱάρωμα· κοσμάριον παιδικόν. μηνίσκοι, καὶ τὰ τοιαῦτα
†ἰάσθων· ἀφελόμενος
ἰάσιμα· δυνατὰ ...
ἴασιν· [ἴσασιν] οἴχονται (Π 160)
ἴασις· θεραπεία r. [γνῶσις]
ἰάσκειν· ἄγειν
Ἴασον Ἄργος· ἡ Πελοπόννησος· ἀπὸ Ἰάσου βασιλέως. καὶ ἡ
Ἀχαΐα (σ 246)
ἰάσπιδος· εἶδος λίθου {ἡ} ἴασπις r
ἰασσεῖν· θυμοῦσθαι. δάκνειν
Ἰαστί· Ἑλληνιστί r. p
Ἰασώ· παρὰ τὸ {ἰᾶσθαι}· φησὶ δὲ Ἀριστοφάνης καὶ [Ἀμφιαράου
θυγατέρα r εἶναι Ἰασώ (fr. 21)
ἰατυῖ· θεραπείαι
ἰατταταιάξ καὶ {ἰατταταῖ}· φεῦ r
ἰᾶται· θεραπεύει (Lev. 14,3) r
ἴατρα· μισθοὶ θεραπείας
ἰατροί· νύμφαι τινὲς καλοῦνται περὶ Ἠλείαν καὶ θεραπεύοντες
Ἰατρός· θεραπευτής. ἢ ἐφαπτίς, ἢ ἥρως Ἀθήνησιν ἀρχαῖος.
καὶ ὁ Ἀπόλλων
*ἰαύει· κοιμᾶται (Eur. Rhes. 740) Avgn
ἰαυθμοί· ὅπου τὰ κτήνη αὐλίζεται. καὶ κοίτη. καὶ ὕπνος
ἰαύειν· ἀναστρέφεσθαι. κοιμᾶσθαι. διατρίβειν. νυκτερεύειν (Τ 71)
ἴαυον· ἐκοιμῶντο (Ι 470 ..) ἢ ἐκοιμώμην (τ 340)
ἰαύεσκον· ἀνεπαύοντο. ηὐλίζοντο (ι 184)
ἴαυος· κοίτη r. ἀπὸ τοῦ ἰαύειν
ἰαύων· *κοιμώμενος ns. διάγων, διατρίβων (Σ 259)
ἰαφθείς· φθαρείς r
ἰαφθῆναι· ἀποθανεῖν. πεσεῖν. φθαρῆναι
ἴαχε· φώνει, ψόφει, [ἤχησε (Α 482) m
†ἰάχεον· θαλπεινόν. σαπρόν
*ἴαχεν· ἤχησεν, ἐβόησεν ASvgn, ἐκραύγασεν (Ν 822 ..)
*ἰαχήσω· θρηνήσω (Eur. Tro. 515 ..) r. ASn
ἰαχρόν· εὐδινόν
ἰάψαι· φθεῖραι r
ἰάψειεν· προβάλοι. φθείρειεν
ἴαψε· προὔθηκεν. [*{ἰαχῆς}· φωνῆς, βοῆς, κραυγῆς A.] ἔπεμψεν.
ἔβαλεν. ἔδωκεν (Α 3). ἔδεισεν. ἔφθειρεν. ἐνίκησεν
ἰάψεται· νικήσει. βλάψει
Ἰαωλκός· πόλις Θεσσαλίας (Β 712)
ἴβα· [σιώπα]
ἰβανᾷ· ἀντλεῖ s
ἰβανατρίς· σχοινίον ἱμητήριον
ἰβάνη· κάδος. ἀντλητήριον
ἴβανον· κάδον, σταμνίον, χαλκίον
ἴβην· [σορόν]
ἰβάρβιον· χαλεπόν. ἀνυπόστατον
ἰβῆνα· τὸν οἶνον Κρῆτες. οἱ δὲ βήλα
ἴβηνοι· [σοροί, θῆκαι ὀστράκιναι. κιβωτοί.] εὔθυμοι. νοεροί
ἴβηνος· πλησμονή
ἴβηρ· χερσαῖόν τι θηρίον· ἀφ' οὗ καὶ {Ἴβηρες}
†ἰβίβυος· παιανισμός
*ἰβυκτήρ· ἦν παρὰ Κρησὶν Ἵβρίας g ἐμβατήριον ποιησάμενος,
ὅπερ ὁ ἄιδων οὕτω καλεῖται
*ἴβινος· ἀετός s
*ἰβρίκαλοι· χοῖροι (gps)
ἰβύ· τινὲς τὸ βοᾶν· οἱ δὲ τὸ πολύ. ἔστι δὲ Λυδῶν
*ἰβυλῆνας· τοὺς εὐφημοῦντας· {ἰβὺς} γὰρ ἡ εὐφημία gw
ἰβύει· τύπτει. βοᾷ
ἰβύκη· εὐφημία
ἰβυκηνίσαι· ἐπευφημῆσαι, βοῆσαι (r)
ἰβυκηνίσαντες ...· ἀπὸ γὰρ τοῦ ἰβὺ παρῆκται ἡ λέξις. καὶ
ἔστιν Ἰωνικὸν ἐπίῤῥημα, καὶ δηλοῖ τὸ πολὺ καὶ μέγα. τινὲς
δὲ τὸ βοᾶν· οἱ δὲ τύπτειν. οἱ δὲ εὐφημεῖν. οἱ δὲ δηλοῦν. ἔστι
δὲ καὶ ὅρκος Ἰωνικός (Teleclid. fr. 58(?))
ἰβύκχα· σεμνότης s. ἢ σωρὸς κρεῶν
ἶβυξ· ὀρνέου εἶδος r. καὶ {ἶβις}
ἴβυς· εὐφημία. στιγμή
ἰβῶν· εὐφημῶν. στάζων
ἵγα· σιώπα s. Κύπριοι
ἵγγια· εἷς. Πάφιοι
*ἴγγι τινί· ἐπιθυμίᾳ τινὶ ἑλκομένη A
ἴγδην· ἄρσην
ἴγδις· θυία
ἰγδόλης· ὁ ἐπὶ μέρει γεωργῶν. [ἢ ἰκμαλός].
ἴγκρος· ἐγκέφαλος
*ἰγμαλέην· ὑγρήν, δίυγρον A (vg) pw
ἰγμή· βοή
Ἴγνητες· οὕτως ὠνομάζοντο οἱ μετὰ τοὺς Τελχῖνας ἐποική-
σαντες τὴν Ῥόδον
*ἰγνύα· ψύη (Av). ἢ τὸ τοῦ γόνατος ὄπισθεν r. gSn μέρος n
*ἰγνύι καὶ ἰγνύῃ· τὸ αὐτό r. ἤγουν τὸ [ἀντικνήμιον n
*ιγνυντο· ἠνοίγοντο (Β 809) AS
ἴγνην· ἄρσην
†ἴδα· τὸ εἰκὴν ἐν τῷ ἀστρωγαλίζειν
†ἴδα· μάχη
Ἰδαία· ἡ Δινδυμηνή, ἀπὸ τῆς {Ἴδης}
Ἰδαῖοι Δάκτυλοι· οἱ μὲν ἀπὸ τῆς Φρυγίας, οἱ δὲ ἀπὸ τῆς
Κρήτης αὐτοὺς ὠνομάσθαι φασὶν {Ἴδης}
Ἰδαῖος· ἐπιθετικῶς οὕτως ἐλέγετο Ζεύς, ἀπὸ {Ἴδης} τοῦ ὄρους
Τρωϊκῆς (Π 605). καὶ κύριον ὄνομα τοῦ Τρώων κήρυκος
(Γ 248 ..). καὶ τοῦ Δάρητος, τοῦ ἱερέως τοῦ Ἡφαίστου, υἱοῦ
(Ε 11)
*ἰδάλιμον· εὐειδές (ω 279) Avgn
*ἰδάλιμον καῦμα· τὸ ἱδρωτοποιόν (Hes. op. 415) n
ἰδάλιος· ὄρνις s ποιός
*[ἰδάλλεται· φαίνεται (Ψ 460) gs]
*[ἰδάλτα· ἴδιά τινα gA]
ἰδανή· τρυφερή. [εὐπρεπής (Callim. fr. 114,9) s
ἰδανόν· εὐειδές. καὶ τὸ ἡδύοσμον. καὶ †ἀχίλιον ῥιζίον
ἶδαρ· βρῶμα (Ε 369)
Ἰδάρνας· ὁ ἐκτομίας. οἱ δὲ βάρβαρον· οἱ δὲ μάντεως ὄνομα· οἱ
δὲ πόλιν τῆς Καρίας εἶναι {Ἰδάρνην}, καὶ ἀπὸ ταύτης τοὺς
μάντεις λέγεσθαι
ἴδας· εἶδος. καὶ πάντα τὰ ὑψηλά
ἴδε· ἰδού (Ρ 179) [ἐθεάσατο (Ε 241) r
ἰδέα· ἡ ὁμοιότης, [μορφή s εἶδος. καὶ τὸ ἐλάχιστον σῶμα.
*[θεωρία r (AS)
ἰδέ· ἀντὶ τοῦ ὅπως. καὶ [σύνδεσμος ἴσος τῷ {καί} (Ε 3) r
ἰδέατος· καλὸς ἀνήρ. Σικελοί
ἴδεν· [ἰδεῖν] ἐθεώρησεν (Β 82 ..)
ἴδεος· πνίγους (Callim. fr. 304)
*ἰδὲ νυοί· σύννυμφοι (Ω 166) ASgn
ἴδε πῦρ ἀφύη· παροιμία. τάττεται δὲ ἐπὶ τῶν ὀξὺ τέλος λαμβα-
νόντων}· ἐπειδὴ καὶ τὴν ἀφύην τάχιστα ἕψεσθαι συμβαίνει
*ἰδέρως· ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν pΣa
*ἰδέσθαι· ὁρᾶσθαι AS, ἰδεῖν (Γ 194)
ἴδεσκεν· ἔδερκεν (Γ 217) (n)
ἰδέ σοι· καὶ σοί
ἰδέω· γνώσομαι (π 236)
†ἰδέων· φαινόμενος. καὶ εἶδος ἀετοῦ
ἰδη· θεάσῃ (Δ 98). ἢ ὄρος Τροίας. ἢ ὕλη. [παρὰ δὲ Ῥοδίοις τὸ
ξηροκόπιον]. δηλοῖ δὲ καὶ τὸν ὑψηλὸν τόπον. [καὶ μορφήν.]
Ἴωνες δὲ δρυμῶν ὄρος (Hdt. 4,109,2)
ἴδημα· ὅραμα s
ἰδήμων· ἔμπειρος, γνωστικός
Ἰδουμαία· τόπος. φησὶν γὰρ "{ἐπὶ} τὴν {Ἰδουμαίαν ἐκτενῶ
τὸ ὑπόδημά μου}, τουτέστιν· ἐπὶ τὴν ἐκλείπουσαν οἰκου-
μένην ποιήσομαι τὴν πορείαν (Ps. 59,10)
ἰδήρατος· καλός, ὡραῖος {καὶ ὁ ἡδυλάλος, διὰ τῆς διφθόγγου}
ἴδηφιν· ἴδαις· Βοιωτοί. [καὶ ὁ ἡδυλάλος διὰ τῆς διφθόγγου]
*ἰδεχθής· ἀπρεπής Ss ἀσθενής
ἴδια· τὰ ἰδιωτικά
ἰδίων· ἰδιωτικῶν
ἰδιάζεται· νοσφίζεται. μόνῳ προσφωνεῖ
ἰδίαζον· κατ' ἰδίαν ὡμίλουν
*ἰδιαίτατος· ἴδιος, ὑπερθετικῶς r. AS
ἰδιάσαι· κατ' ἰδίαν ὁμιλῆσαι
ἰδι' ἄττα· ἴδιά τινα S
ἰδίει· ἱδροῖ. ἀγωνιᾷ. δέδοικεν
ἰδίειν· ἱδροῦν
*ἰδικῶς· καὶ {ἰδίως} καταμόνας r. AS
ἰδιόκοιτον· ἰδιόρρυθμον
ἰδιόξενοι· οἱ κατ' ἰδίαν ξένοι τινῶν, ἢ πάλαι, ἢ ἀπὸ πατέρων
ὄντες ξένοι
*ἴδιον· οἰκεῖον (δ 314?) r. AS
*ἰδιόξενος· ἴδιος φίλος ASp
*ἰδιοπραγεῖ· τὰ ἴδια πράσσει. ἡσυχάζει ASg
ἰδιόρρυθμον· ἰδιότακτον (r)
ἰδιοσυστάτως· καθ' ὑπόστασιν ἰδίαν
ἰδιωτείας· ἀγροικίας. ἀμαθίας (r)
ἰδῖσαι· ἱδρῶσαι r
*ἰδίως· ἰδικῶς AS
ἰδιώτας· πολίτας (Thuc. 2,60,2). [ὁπλίτας] ἀπείρους, ἰδίους (q) | .....· ἀφρονεστάτους
ἴδιος[] {ἰδιῶτις}· αὐτή. Πολυΐδωι (Soph. fr.)
*ἴδμαι· γινώσκω AS. οἶδα
*ἴδμεν· οἴδαμεν (Α 124 ..) r. nps
*ἴδμεναι· εἰδέναι (Ν 273) vg
ἰδμήν· φρόνησιν (s)
ἰδνῶν· κάμπτων
ἴδμων· ἐπιστήμων, ἵστωρ
ἰδνώθη· ἐτανύσθη. *[ἐκάμφθη (Β 266) r. vgn
ἰδνωθείς· *καμφθείς ASgn. τανυσθείς (Μ 205)
†ἴδοι· ὀφθαλμοί†
ἰδοίατο· βλέψαιεν (Σ 524)
.ιδοιδοπεῖ· [ταράσσει]
ἰδομαλίδαι· οἱ τὰς ὄψεις κοσμούμενοι (Alcae. fr. 150 Bgk.)
Ἰδουμαίαν· [τόπον]
ἰδόμην· ἐθεασάμην (Κ 47)
ἴδονται· φαίνονται r
ἶδος· †ὁδός. σῶμα
*ἰδρείῃ· ἐμπειρίᾳ (Π 359) ASns
ἴδρη· σοφία r
*ἴδρις· ἐπιστήμων r. s, ἔμπειρος (Eur. Med. 285) r. Avgn
ἴδριες· ἔμπειροι (η 108) r
*ἴδρις· ἔμπειρος (ζ 233) Avgn
*ἵδρυε· κάθιζε ASn, ἕδραζε (Β 191) S
ἱδρύεσθαι· ἐπὶ τῇ ἱδρύσει στῆσαι χύτραν (Ar. Pac. 923?)
*ἱδρύεται· καθέζεται An, ἑδράζεται A, ἀνακαλεῖται n
ἱδρύματα· καθίσματα (Eur. Bacch. 951)
*ἱδρυμένους· τεθεμελιωμένους ASvgn
*ἱδρυμένα· ἀνατεθέντα. ἢ ἠσφαλισμένα An. τεθεμελιωμένα.
κατεσκευασμένα (Ps. 143,12 v. l.)
ἱδρῶ· ἱδρῶτα κατ' ἀποκοπήν· r ἱδρῶ ἀπεψύχοντο (Λ 621)
[[ἱδρῶτα] r
ἱδρῶν· κοπιῶν (4. Macc. 3,8)
ἰδυῖοι· μάρτυρες. ἢ οἱ τὰς φονικὰς δίκας κρίνοντες. οἱ δὲ συνί-
στορας
*ἰδυίησιν· ἐπιστημονικαῖς (Α 608) n
†ἰδύβολαι· προφαίνεται
ἰδύλευμα· μάθημα s
*ἰδύαι· τρίχες n
ἰδυναγής· μάντις
*ἰδυίους· μάρτυρας. συνίστορας {παρὰ Ἀθηναίοις} n
ἰδών· θεασάμενος (Α 330 ..). ἀποψηφισάμενος
*ἴδωμαι· θεάσωμαι (Α 587) ASvgn
ἰδωνόν· ὅμοιον
ἴδωνται· φαίνωνται
†ἴε· βάδιζε, πορεύου (Γ 390 ..)
ἵει· ἀφίει. ἀπέπεμπεν (Δ 397) r. (S)n
ἰείη· πορεύοιτο, διὰ ψιλῆς (Τ 209)
ἱεΐας· τὰς κυρίας. οἰκογενεῖς. [ἢ ἀπέπεμπεν]
ἱείς· βάλλων. ἢ πέμπων (Α 51) r
*ἱεῖσα· ἀποβάλλουσα (Eur. Phoen. 231?) ASn
*ἱέζεο· ἐκαθέζου (Ζ 354?)
ἴελος· ὁ τῶν ἐντέρων ταραγμός
ἵεμαι· προθυμοῦμαι r, βούλομαι. ὁρμῶ. τὰ αὐτὰ καὶ {ἱεμένη
ἱεμένη περ· καίπερ [προθυμουμένη r, ὁρμωμένη, [καθημένη]
(χ 409)
ἵεν· [ὑπάρχοιεν] ἵεσαν (Μ 33)
*ἰέναι· πορευθῆναι (Α 227) ASvgn
*ἱέντα· πέμποντα gn
†ἰεννά· πορφυρᾶ
*ἵενται· ὁρμῶσιν (χ 304) ASp
*ἰένεσθαι· εὐφραίνεσθαι (n)
ἱέντας· *ἀφιέντας ASn. ἐξάγοντας. ἀκοντίζοντας. [ἢ παραγινο-
μένους]
ἱερά· *θυσία S. κειμήλια. ἢ συκῆ ἐν τῇ εἰς Ἐλευσῖνα ἀγούσῃ ὁδῷ
ἱεράγγελοι· θεωροί, ἀγγέλλοντες τὰς πανηγύρεις
ἱερόθυτα· ἅγια ἐπιθύματα, μηρία καὶ ὅμοια, θυσίαι θύματα
ἱεραί· †ἄρχουσαι
ἱεράμοιβοι· προφῆται θεῶν
ἱερὰ νόσος· ἐπιληψία
ἱεραοιδός· ποιητής
ἱερὰ παρθένος· ἡ Δήμητρος {ἱέρεια}
ἱέρας· [σημεῖον]
*ἱεράς· ἁγίας (Ios. 6,8) AS
*ἱερᾶσθαι· ἱερουργεῖν Avgn. καὶ τὸ ἱερωσύνην ἔχειν
ἱερᾶται· ἱεροσκοπεῖ
ἱερεῖα· θύματα (n)
ἱέρεια· ἁγία, ᾗ οὐ θέμις ἰέναι πρὸς ἄνδρα, παρθένος
*ἱερείαν· θυσίαν A, θῦμα (4. Regn. 10,20)
*ἱερεῖον· πᾶν τὸ θυόμενον θεῷ S {θῦμα} Sn
ἱερῖτιν· καθαρμοῦ δεομένην. ἱκέτιν. Αἰσχύλος Ἰξίωνι (fr. 93)
*ἱερένα· [ἁπαλά]
ἱερεύει· σφάζει
ἱερεύς· ὁ διὰ θυσιῶν μαντευόμενος (Α 370)
*ἱερεῦσαι· θυσιάσαι g
ἱερεὺς Διονύσου· Εὔπολις Αἰξὶν Ἱππόνικον, σκώπτων ὡς
ἐρυθρὸν τῇ ὄψει (fr. 19)
ἱέρευσεν· ἔθυσεν n, ἐθυσίασεν (Β 402) r
*ἱερῶσαι· ἀφιερῶσαι θεῷ
*ἱερή· μεγάλη sp. ἀγαθή (π 476 ..) s
*ἱερῆα· ἱερέα (Α 23) n
ἱερὴ ἲς Τηλεμάχοιο· ὁ Τηλέμαχος. εἴρηται δὲ περιφραστικῶς
(β 409)
*ἱερήν· ἱεράν AS. μεγάλην (Α 99 ..) ASvgn
*ἱερήϊον· κώδιον (Χ 159)
*ἱερῆες· ἱερεῖς (Ω 221) ASvg
ἱερεῖ· [ἀέρι]
*ἱερεῖαι· θυσίαι A
*ἱεροῖς· θείοις (κ 426)
ἱερόμαος· τῶν ἱερῶν ἐπιμελούμενος
ἱεροῖο δόμοιο· ναοῦ. μεγάλου οἴκου (Ζ 89)
ἱερομηνία· ἑορτάσιμος ἡμέρα. *[ἱερὰ ἑορτὴ κατὰ μῆνα ASvg
ἱερόλας· ἱερεύς. Σοφοκλῆς Αἰχμαλώτοις (fr. 54). ὡς καὶ τὸν
γέροντα †γεροιδὰν ἢ γεροῦντας† λέγει
*ἱερομνήματα· ὀχυρώματα AS
ἱερομνήμονες· οἱ πεμπόμενοι εἰς Πυλαίαν ἱερογραμματεῖς
*ἱερομύστας· ἱερὰ μυομένους ASm
ἱερόν· ἔνυγρον. ἀγαθόν. μέγα. θεῖον. καὶ ναός
ἱερὸν ἡ συμβουλή 'στιν· παροιμία, ἐπὶ τῶι δεῖν καθαρῶς
συμβουλεύειν (Aristoph. fr. 33)
ἱερὸν ἰχθύν· τὸν μέγαν καὶ ἄνετον n λέγει· ἱερὸν γὰρ τὸ
μέγα (Π 407)
ἱερὸν ὀστοῦν· τὸ ἐν τῷ σώματι ἡμῶν μετὰ τοὺς σπονδύλους
κείμενον
*ἱερὸν μένος Ἀλκινόοιο· ὁ Ἀλκίνους (η 167)
ἱεροποιοί· ἐπιμήνιοι
ἱερὸν πόλεμον· ὃν ἐπολέμησαν Λακεδαιμόνιοι πρὸς Φωκέας
ὑπὲρ τοῦ ἐν Δελφοῖς ἱεροῦ. ἐβοήθησαν δὲ Φωκεῦσιν Ἀθηναῖοι
καὶ παρέδοσαν τὸ ἱερόν (Ar. Av. 557)
ἱεροπρεπῶς· θεοπρεπῶς r
Ἴεσσα· γεγονυῖα ἐντολὴ καθ' ὑπόκρισιν (Isai. 15,4)
ἱερός· σεμνός. †ἥμερος. ἀγαθός
ἱερὸς ἀκτή· ἄλφιτα (Hes. op. 466)
Ἱερὸς γάμος· ἑορτὴ Διὸς καὶ Ἥρας
ἱερὸς λόχος· ἐν τοῖς τακτικοῖς ἡ πρώτη †ἀπολογή
*ἱερόσυλος· τὰ ἱερὰ κλέπτων r (Svg)
*ἱεροσυλημάτων· τῶν κλοπῶν τοῦ ἱεροῦ (2. Macc. 4,39) A (S)
ἱερώτατος· θειότατος. ἅγιος
*ἱερουργεῖ· θύει. ἱερὰ ἐργάζεται ASvgn
*ἱερουργοῦντα· προσφέροντα θυσίαν (Rom. 15,16) ASg
*ἱεροφάντης· μυσταγωγός ASvg ἱερεὺς AS ὁ τὰ μυστήρια
δεικνύων (Greg. Naz. or. 5,30) r. S
ἱερομνήματα· [ὀχυρώματα]
ἱέρωμα· τὸν κόννον Λάκωνες, ὅν τινες μαλλὸν {ἢ} σκόλλυν
*ἱερώματα· θυσίαι θεῖαι, θαυμασταί (2. Macc. 12,40) AS (g)
ἱερωμένη· ἱερατεύουσα
ἱερῶν· *θείων AS Ἀττικῶς ἐπὶ τῶν μελλόντων {βουλεύεσθαι
ἐν} βουλῇ καὶ ἐκκλησίᾳ λέγεται.
ἱερῶν δάνη· ἀπὸ τῶν θυσιῶν μερίς
ἱερῶσθαι· θύειν καθαροὺς ὄντας (Thuc. 5,1)
ἱερώσυνα· τὰ τῷ ἱερεῖ διδόμενα ἱερεῖα r
*ἴεσαν· ἐπορεύθησαν (Κ 197 ..) ASvgn
ἴεσσα· βαδίζουσα
*ἵεσθαι· προθυμεῖσθαι. χωρεῖν AS
*ἱέσθην· ἐπεθύμουν (Σ 501) (Snp)
*ἵεται· βαδίζει. [προθυμεῖται. πορεύεται n. θέλει. ἐπείγεται. [ὁρ-
μᾶται (β 327) m
ἰέττας· πατέρας. Κρῆτες. ἢ τοὺς ἀγρίους τράγους
ἱζάνει· ἐπικάθηται (Κ 92) (np)
ἵζανον· ἐπέσπιπτον. ἐκάθιζον (ω 209)
*ἵζει· καθίζει (Ν 281) Avgn
*ἷζεν· ἐκάθισεν (Ι 218 ..) n
ἰζέλα· ἀγαθῇ τύχῃ. Μακεδόνες
ἰζέλος· ὁ θαλάττιος σκορπίος s
*ἵζεο· καθέζου (Γ 162) r. ASvgn
ἰζίνες· οἰωνοί, ὄρνιθες, προχόοι, λέβητες, τρίποδες
*ἱζήσαντα· καθίσαντα ASvgn
ἰζοῦνα· βοόστασις S
*ἵζευ· κάθισον (Γ 162) m
*ϊζύομεν· ... καὶ ὑπομένομεν {κακά} (Ξ 89) A
*†ἰζῶς· σχῆμα ὀρχήσεως AS
*ἴη· μία Sgn. μόνη (Greg. Naz. c. 1, 2, 15, 93)
ἰή· φωνή, [βοή S
†ἰηγορεῖν· ἐγρηγορέναι. Λάκωνες
ἰηδονές· εὐφροσύνη. ἐπιθυμία. χαρά
ἰηθενέουσα· ἐκπεπληγμένη, καὶ ἀποροῦσα
ἰήθεος· [ἔφηβος. ἄγαμος]
ἰήϊος· δασέως μὲν ὁ Ἀπόλλων ἀπὸ τῆς ἀφέσεως καὶ τῆς τοξείας.
ψιλῶς δὲ ἀπὸ τῆς ἰάσεως· ἰατρὸς γὰρ ὁ θεός. Ἀλλὰ καὶ θρῆνον
σημαίνει, ὡς Σοφοκλῆς Τρωΐλῳ (fr. 575) καὶ Ἴων Εὐρυτίδαις
(fr. 12)· ὡς αἴλινον, ἰάλεμος
ἰῄους καμάτους· τοὺς κατὰ τὸν τόκον, ἐν ᾧ ἱᾶσι φωνὰς διὰ
τοὺς πόνους καὶ τὰς ὠδῖνας αἱ τίκτουσαι. τινὲς δὲ τοὺς θρη-
νητικοὺς πόνους· ἀπὸ τοῦ ἰαλέμου. Σοφοκλῆς Οἰδίποδι Τυράν-
νῳ (173)
*ἴηλα· [ἀκρόδρυα] {ἐπέβαλον} (Ο 19) S
ἴηλεν· ἐπέβαλεν. περιέβαλεν. ἔδησεν. ἔγραψεν. ἔπεμψεν (θ 447)
ἰηλεμιστρίας· θρηνητρίας (Aesch. Choe. 424)
ἰηλενές· πορφυροῦν. μέλαν
*ἰῆς· μιᾶς (Π 173) Avgn
ἰήλω· ἐπιβάλω (β 316)
*ἰήνῃ· διαχέῃ. [εὐφράνῃ (Ω 119) Sn
*ἰότητι· βουλήσει (Ε 874) AS
ἴῃσιν· ἀπίῃ (Ι 701) (p)
*ἰητήρ· ἰατρός (Δ 190) r. nps
*ἰητῆρος· ἰατροῦ (Δ 194) r. ASvgn
ἱήτης· τοξότης r, ἰοβόλος
ἰήτωρ· ἰατρός
ἰητορίη· ἰατρική (n)
ἴθα· ἡ θηλία τῶν ὑδάτων φύσις. καὶ ὀρθή. μακρά. στενή. δικαία
*ἰθαγενής· αὐτόχθων. γνήσιος r. ASvgn
ἰθαγενέεσσι· γνησίοις τέκνοις καὶ καθαροῖς, οὐκ ἐκ παλλακίδος
(ξ 203)
ἰθαίνειν· †εὐφρονεῖν
Ἴθακος καὶ {Νήριτος} καὶ {Πολύκτωρ}· υἱοὶ Πτερελάου (ρ 207)
ἴθανα· σχοινία s {λευκέαι}
ἴθαρ· εὐθέως, ταχέως (Μ 353) s
ἰθαραῖς· [ταχέσιν] ἱλαραῖς. καλαῖς. καθαραῖς. κούφαις. [λευ-
κείαις. ταχείαις]
Ἴθας· ὁ τῶν Τιτήνων κῆρυξ. Προμηθεύς. τινὲς Ἴθαξ
*ἰθεῖα· ὀρθή (Ψ 580) r. vgn
ἰθείη· ἁμαξιτός. Θεσσαλοί
*ἰθέως· ὀρθῶς (Hdt 2,121 β 2 ..) ASvgn
*ἰθείην· εὐθεῖαν. θαυμαστήν n
ἰθή· εὐφροσύνη
*ἴθι· πορεύου, ἧκε, ἔρχου (Prov. 6,6) ASvg
ἰθίτας· ὁ βλέννος καὶ μωρός
ἰθμαίνων· ἀσθμαίνων
*ἴθματα· ὁρμάς. βήματα ASvg. ἀπὸ τοῦ δι' αὐτῶν ἰέναι. καὶ
[ἴχνη (Ε 778) Sp
ἰθμία· ἡ τῶν μελισσῶν ἐρυθρὰ κόπρος
ἴθμιον· περιστόμιον. περιτραχήλιον. ἢ στεφανίς
ἰθαίνεσθαι· θερμαίνεσθαι
ἴθρις· σπάδων, [ἐκτομίας r εὐνοῦχος
ἰθύ· εὐθέως (Υ 99) r
*ἰθύς· ἐπ' εὐθείας. καὶ εἰς ὀρθόν, μεθ' ὁρμῆς (Ε 506)
ἰθυγενές· [εἰς εὐθύτητα τεταμένον]
ἰθύει· βούλεται. ἐφορμᾷ, φέρεται (Λ 552)
ἰθυκτέανον· τὸ ἰθὺ πεφυκὸς καὶ ὀρθὸν δένδρον
ἴθυμβος· γελοιαστής. καὶ τὸ σκῶμμα. ἀπὸ τῶν ἰθύμβων, ἅτινα
ποιήματα ἦν ἐπὶ χλεύῃ καὶ γέλωτι συγκείμενα. καὶ ᾠδὴ μακρὰ
καὶ ὑπόσκαιος
ἰθύν· ὀρθόν. φρόνησιν. τρόπον. ὁρμήν. βούλησιν. διάνοιαν
(Ζ 79 ..)
ἰθύνει· ἀπορθοῖ, ἐξισοῖ. διοικεῖ, εὐθύνει, κυβερνᾷ (Ρ 632)
ἰθυνομένων· κατ' εὐθὺ προϊεμένων, καταστοχαζομένων (Ζ 3)
ἰθυνοῦμεν· εὐθυνοῦμεν
*ἰθὺν πετεῖν· ἐπ' εὐθείας ὁρμῆσαι A
*ἰθύντατα· ὀρθότατα, δικαιότατα (Σ 508) AS
*ἰθυντήρ· χαλινός. πηδάλιον. ὁδηγός ASvg. ὁρμητής p. n. καὶ
εἴ τι ἰθῦνον, [κανονίζον, καὶ ἰσότητα παρέχον ASvg
*ἰθυνθήτην· ἐπ' εὐθείας ἐγένοντο (Π 475) (b)
*ἰθυπτίωνα· τὴν ἐπ' εὐθείας πετομένην S καὶ καταντικρύ. καὶ
ὀρθόβολον, κατ' εὐθὺ φερομένην (Φ 169)
ἰθυντήριον· ὃ φέρουσιν οἱ μάντεις σκῆπτρον ἀπὸ δάφνης
†ἰθύρ· τὸ σιδήριον τοῦ ἄξονος τὸ τριβόμενον
ἰθύς· [εἴθε, μακάρι, αἴθε]
ἰθύς· εὐθύς. ὀρθός r
*ἴθυσεν· εἰς ὀρθὸν ὥρμησεν (Π 582 ..) (g)n
ἰθὺς νηῶν· εὐθεῖαν (Μ 254), ὡς .... ἐπὶ τὴν πόλιν (Φ 540)
*ἰθὺς τετραμμένος· ἐπ' εὐθείας ὁρμῶν (Ρ 227) AS
*ἰθυτενές· ἐπ' εὐθεῖαν τεταμένον Avgn
*ἰθύφαλλοι· οἱ ἐπίκροτοι καὶ ἀκολουθοῦντες τῷ φαλλῷ, γυναι-
κείαν ἔχοντες στολήν. λέγεται δὲ ὁτὲ μὲν τὸ ἐντεταμένον αἰδοῖον·
ὁτὲ δὲ τὸ ποίημα τὸ ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾀδόμενον Σ
ἰθύω· ἐπιβάλλομαι
ἰθών· πυγή. λαγαρός. καὶ πρωκτός. ἄλλοι δὲ τὰ γλουτά
Ἰθώμη· πόλις r Θεσσαλίας (Β 729)
ἰκάζει· στοχάζει. ἀπολαμβάνει
*ἵκανε· παρεγένετο (Β 17) S
*ἱκάνει· καταλαμβάνει (Α 254 ..) ASn
ἱκανέμεν· ἱκετεύειν
*ἵκανεν· κατελάμβανεν r. n. ἤρχετο n, παρεγένετο g Sn, ἀφίκετο
(Α 431 ..) gn
ἱκάνετον· ἀφίκεσθον (Ι 197)
ἱκάνῃ· λάβῃ. παραγένηται
ἱκανήν· ἀρκοῦσαν. πολλήν (Sir. prol. 7)
ἱκάνομαι· ἱκετεύων ἀφῖγμαι (Σ 457)
*ἱκανόν· διαρκές ASn. δόκιμον
ἵκανον· παρεγένοντο (Γ 345)
*ἱκανότης· δύναμις, ἰσχύς (2. Cor. 3,5) ASvg
ἱκανοῶν· [ἐπιθυμῶν]
ἵκαντι· ἥκουσιν
ἴκατιν· εἴκοσιν (Callim. fr. 196,32) s
ἱκάνω· καταλαμβάνω. ἱκετεύω (ε 147)
ἱκανῶς· δυνατῶς. *[ἀρκετῶς (Iob 9,31) ASvg
ἴκαρ· ἐγγύς, καὶ παρ' ὀλίγον τοῦ ἐφικνεῖσθαι
Ἰκαριεῖς· δῆμος Ἀθήνησι, φυλῆς Αἰγηίδος
*Ἰκαρίοιο· ὄνομα πελάγους (Β 145) ASg
Ἴκαρος· υἱὸς Δαιδάλου rT. [οὗτος, φασίν, ἐτεχνάσατο τὴν
τεκτονικήν· ἐποίησε δὲ τῷ υἱῷ αὐτοῦ πτερὰ ξύλινα, καὶ ἐκόλ-
λησεν αὐτὰ κηρῷ, καὶ ἐπετάσθη κατὰ τοῦ ἡλίου, καὶ ἐθέρμανεν
ὁ ἥλιος τὸν κηρόν, καὶ ἔλυσεν αὐτόν, καὶ ἔπεσεν εἰς τὸ πέλαγος,
καὶ ἐπνίγη. ὅθεν ἐκλήθη ὁ τόπος Ἰκάριον πέλαγος.]
ἰκασθείς· ὁμοιωθείς (Eur. Bacch. 1253)
ἵκατο· ἐλάβετο
ἵκει· ἥκει (Θ 192 ..)
ἵκειν· ἐληλυθέναι (ν 325?)
*ἰκέλη· ὁμοία (Δ 86 ..) ns
*ἴκελον· ὅμοιον (Ε 450 ..) (vn)
ἰκενάς· ὀρχήσεις
*ἰκεολογίας· ματαιολογίας n
*ἱκέσθαι· παραγενέσθαι (Α 19) ASn. ἱκετεῦσαι AS
ἱκεσίας· πρεσβείας. ἱκετηρίας. *[παρακλήσεις, δεήσεις g
ἱκέσιος· ἱκέτης r. s. πρόσφυγος, ὡς ἱερὸν καταφεύγων δοῦλος
ἱκέτευσεν· μετῳκίσθη. ἱκέτης ἐγένετο (Π 574)
*ἱκέτην· πρόσφυγα, ἀξιοῦντα, δεόμενον (Ω 570) AS
ἱκέτης· [παῖς, δοῦλος. παράσιτος]
*ἱκετηρία· παράκλησις (2. Macc. 9,18) ASvg
ἱκετήσιος· ὁ ἐπὶ τῶν ἱκετῶν Ζεύς· ἢ ὁ τοὺς ἱκέτας ἐλεῶν
(ν 213)
*ἵκετο· παρεγένετο ASvgn. ἥψατο (Λ 352)
ἱκετορεύσομεν· [ἱκετεύσομεν]
ἱκετώσυνα· καθαρτήρια, λυτήρια. ἱκέσια
*ἵκηαι· παραγένῃ (Θ 478) n
Ἰκιάδες· αἱ ἐξ Ἴκου τῆς νήσου (Callim. fr. 185?)
*ι κιών· πορευθείς (Δ 251?) ASvg
*ἰκμάδα· σταγόνα, ὑγρασίαν (Ierem. 17,8) ASg
*ἰκμάζει· κατασκιάζει g [κατασκελετεύει]
†ἰκμάζειν· κατασκελετεύειν
*ἰκμαζομένην· ὑγραινομένην (AS). μαλασσομένην
ἰκμαίνει· ὑγραίνει. μαλάσσει
ἰκμαλέον· χλωρόν. ὑγρόν. στερεόν
ικμᾶν· λικμᾶν, σῖτον καθαίρειν
ἴκμαρ· ἐγγύς
*ἰκμάς· νοτίς, [ὑγρασία, ὑγρότης, ὑγρὰ σταγών (Ρ 392) ASvg
*ἰκμασία· ὁ ἔνδροσος ἀήρ, ὑγρασία ASn
ἰκμάσαι· ἐφορμῆσαι
ἴκμενον· εἰ μὲν δασέως τὸν ἱκτικὸν λέγει, οἷον πορευτικόν, τὸν
ἱκνεῖσθαι ποιοῦντα, ὅ ἐστιν πορεύεσθαι. εἰ δὲ ψιλῶς τὸν ἰκμα-
τώδη καὶ ἔνικμον, οἷον ἔνυγρον (Α 479)
ἴκμη· φυτόν τι γενόμενον περὶ τὸν Ὀρχομενόν
ἰκμῶντο· ἐσείοντο. ἐπνέοντο
ἰκνά· [τροφεῖα]
*ἱκνεῖται· ἔρχεται r. Avg. νοστεῖ. [καθάπτεται Avgn. δεῖται,
[ἱκετεύει (n)
ἰκνείαν· τροφεῖα. [κονίαν]
ἴκνειος· τροφεύς. Ῥόδιοι
ἰκνοτέρους· ἐσταλμένους
*ἱκνοῦμαι· ἱκετεύω AvgΣa. ἔρχομαι vgΣa. παρακαλῶ (Eur. Or.
671 ..) g
ἱκνουμένως· προσηκόντως (Hdt. 6, 65,3)
ἵκωμαι· ἱκετεύσω (Χ 123)
ἴκνυον· κονίαν. σμῆμα
ἵκοιτο· φθάσοι. *[παραγένοιτο (Γ 233) n
*ἱκόμαν· παρεγενόμην n
ἱκόμενον· ἱκετεύοντα, παραγενόμενον
ἴκοντες· ὑπακούοντες. παραχωροῦντες
ἵκοντο· ἱκέτευον. *[παρεγένοντο (Α 484) r. gnΣa
ἰκός· τάχα, ἴσως
ἰκόσιν· εὐπρεπέσιν
ἴκρια· ἡ καθέδρα τοῦ κυβερνήτου. οἱ δὲ τὰ πλάγια καὶ τὰ
μακρὰ σανιδώματα τῆς νεώς. ἢ τὰ ἐπὶ τοῖς ξύλοις κατασκευα-
ζόμενα θεωρεῖα. καὶ τὰ ὀρθὰ ξύλα, τὰ ἐπὶ τῆς πρύμνης καὶ
πρῴρας, καὶ τὰ καταστρώματα αὐτῆς, καὶ τὰ ξύλινα οὕτως
ἐλέγοντο Ἀθήνησιν, ἀφ' ὧν ἐθεῶντο, πρὸ τοῦ τὸ ἐν Διονύσου
θέατρον γενέσθαι
*ἰκρίον· σανίδωμα A. ἢ ξύλον, ἐν ᾧ οἱ κακοῦργοι ξέονται Avgs
ἷκται· ἥκει, [ἦλθεν r (n)
ἰκταίνοντο· ἐσφάλλοντο (ψ 3)
ἴκταρ· ἐγγύς. ἀπὸ τοῦ ἱκνεῖσθαι. πρόσφατον, ἄρτι, ταχέως.
πυκνῶς. ἐξαπίνης. καὶ παροιμία}· οὐδ' ἴκταρ βάλλει} (Plat.
rep. 9,575 c)
ἰκτάρα· ἐθνικῶς ἰχθύς
ἰκτέα· ἀκόντιον
*ἴκτερος· πόνος ὠχροειδής, ἀπὸ θυμοῦ ἐπεγειρόμενος Avg
†ἴκτευ· κρατεῖς. Λάκωνες
ἱκτῆρες· ἱκέται. θαλλοί (Soph. O. R. 143)
ἵκτης· ὁ ἱκέτης, πτωχός. ἔπηλυς. οἱ δὲ {ἱκτήρ}
ἰκτίς· αἴλουρος r Περγαῖοι
ἱκτορεύσομεν· ἱκετεύσομεν. Σοφοκλῆς Αἰχμαλώτοις (fr. 55)
ἵκωμαι· [ἱκετεύω.] παραγένωμαι· ὁ δέ κεν κεχολώσεται ὅν κεν
ἵκωμαι (Α 139) καὶ ἱκετεύσω· μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών· ὁ
δέ μ' οὐκ ἐλεήσει (Χ 123)
†ἰλάγματα· ἱμάτια
*ἰλαδόν· ἀθρόως. [κατὰ τάξιν g. κατὰ σύστημα A ἐπορεύοντο
(Β 93) g
ἱλάειρα σελήνη· (Empedocl. fr. 40 D.)
ἵλαος· ἱλαρός (Τ 178)
*ἱλάοντες· ἐξευμενιζόμενοι, ἐξιλεούμενοι A
ἱλασμοῖς· λιταῖς
ἵλαον· ἵλεων, εὐμενῆ (Ι 639)
ἱλάονται· ἱλάσκονται (Β 550) (p)
*ἵλαος· ἵλεως Avgn, ἱλαρός, εὐμενής gn
ἱλαότι· ἱλαρῷ, ἱλέῳ
*ἰλαπίνας· θυσίας. ἑορτάς (Eur. Med. 193) Av
*ἶλαρ· ἀσφάλεια Agn. κώλυμα. φυλακή ps
*ἱλαρός· περιχαρὴς τῇ ὄψει (Isai. 5,1) A
(*)ἱλαρῶς· εὐθύμως. φαιδρῶς (Iob 22,26)
*ἱλάσκεσθαι· ἐξιλεοῦσθαι (Α 386) g
*ἱλασμός· εὐμένεια. συγχώρησις r. vg. διαλλαγή ASgn, καταλ-
λαγή A. πρᾳότης (Ps. 129,4) vg
*ἱλάσσεαι· ἐξιλεώσῃς (Α 147) m
*ἱλαστήριον· καθάρσιον (Rom. 3,25). [θυσιαστήριον (Amos
9,1 ..) r. Avg
Ἱλάων· ἥρως, Ποσειδῶνος υἱός, ἀφ' οὗ Ἀριστοφάνης ἐν Τρι-
φάλητι (fr. 555) Ἱλάονας ἔφη τοὺς φάλητας μεταφέρων, ὡς
ὑπερβάλλοντας τῷ μεγέθει· ὡσεὶ ἔλεγε Τιτυοὺς ἤ τινας τοιού-
τους. ἄλλοι δὲ θεὸν πριαπώδη φασίν
ἰλέοντο· ἐστρέφοντο
ἵλεον, ἵλαον, ἵλεων· τριχῶς, τὸ ἱλαρόν
ἰληθμός· [ἀθροισμός s]
ἴλαξ· ἡ πρῖνος, ὡς Ῥωμαῖοι καὶ Μακεδόνες
*ἵλεως· εὐμενής r. Ag(v). ἱλαρός (Exod. 32,12 ..) A (v)
ἵλεοι· εὐμενεῖς. καὶ σταφυλῆς εἶδος
ἰλεός· θηρίου φωλεός. τίθεται ἡ λέξις καὶ ἐπὶ ἀλωπεκιῶν. ἢ
[ὁ τῶν ἐντέρων σπαραγμός r. s
ἰλικρινεῖς· καθαροί
ἰλέωσιν· ἴσχωσιν
Ἰλήϊον· τὸ [Ἰλιακόν s, ἀπὸ Ἴλου· τὸ τῆς Ἰλίου πεδίον (Φ 558)
ἵληθι· χαῖρε, ἵλεως ἴσθι (γ 380)
ἱλήκοις· ἵλεως εἴης r. p
ἱλήκοι· ἐν εὐμενείᾳ ἔστω
ἴλιλον· [ἀθρόον. ἀθρόως]
ἴλην· ὄχλου συναναστροφὴν ἐν τάξει ἱππικῇ
ἴλια· δῶρα γυναικεῖα
Ἰλιάδης· ὁ Ἰλέως παῖς (Ν 203 v. l.)
Ἰλιάς· τὸ Ὁμήρου σωμάτιον. καὶ ὄρνις, ἡ κίχλη· Ἀριστοτέλης
(h. an. 9 p. 617a 22)
ἰλίγγη· [συστροφή. καὶ τὰ ὅμοια]
ἰλιγγιᾶν· τὸ ἐσκοτῶσθαι. καὶ δοκεῖν περιφέρεσθαι, κύκλῳ
συστρέφεσθαι
*ἰλιγγιᾶν· συστροφοῦσθαι g. bp. σκοτοῦσθαι g. v
ἴλιγγος καὶ [{ἶλιγξ}· ὁ τῆς κεφαλῆς σκοτισμός r. g. ὁ γὰρ
τῶν ἐντέρων θόρυβος {ἰλεός} λέγεται r, ὁ σπαραγμός. λέγουσι
δὲ οὕτω καὶ τὴν τῶν πραγμάτων ταραχήν
*ι λιγύφθογγοι· ἡδύφωνοι (Β 50 ..) Agp
Ἰλίεια· ἑορτὴ ἐν [Ἀθήναις. ἐν] Ἰλίῳ Ἀθηνᾶς Ἰλιάδος καὶ
πομπὴ καὶ ἀγών
ἰλικρινές· ἄμικτον
*ἶλιγξ· συστροφὴ ὑδάτων r. An
*Ἰλιόθι {πρό}· πρὸ τῆς Ἰλίου n πόλεως (Θ 561)
ἴληοι· θηρία διὰ φρυγάνων, ἢ σκώληκες ἐν ταῖς δρυσίν, οἷς
χρῶνται εἰς δέλεαρ. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν τῷ περὶ
ζῴων τὸν καλούμενον μῦν ἐλειόν
*Ἴλιον εἴσω· εἰς Ἴλιον εἴσω (Α 71) n
ἴλιον· τὸ τῆς γυναικὸς ἐφήβαιον δηλοῖ. καὶ κόσμον γυναικεῖον
παρὰ Κῴοις
ἴλιος· μῦς τις [ἰλίς]
ἰλικρινῶς· ψιλῶς. οὐ καλυψάμενος
ἰλίσσαι· [κατωχῆσαι]
ἰλισπῶντες· συνειλοῦντες
ἰλιτενής· κισσὸς ἄκαρπος
ἰλιμένοι· διωκόμενοι
ἴλκα· γλοιός. ῥύπος
ἰλλάδας γονάς· ἀγελαίας. καὶ τὰς συντρόφους. Εὐριπίδης
Φρίξῳ (fr. 837) καὶ Σοφοκλῆς Ἀκρισίῳ (fr. 67)
ἰλλάδας· σειρὰς ἐξ ἱμάντων ἢ σχοίνων. παρὰ τὴν {εἴλησιν}
(Ν 572)
ἴλλαι· τάξεις. συστροφαί. δεσμοί. ἀγέλαι
ἰλλάζει· δεσμεύει. συστρέφει. ἀγελάζει
ἰλλαοιδός· [ἐπιμυλίδιος ᾠδός]
ἴλλικον· τὸν τραγίσκον. ἐθνικῶς
ἰλλίς· στρεβλή, διεστραμμένη
*ἰλλός· στρεβλός, στραβός (Avgn), διεστραμμένος
ἰλύει· στρέφει. κρύπτει
Ἰλλυρὶς γονή· ἀντὶ τοῦ Ἰλλυρὶς γενεά. γράφεται δὲ καὶ
{γυνή}. ὁ δὲ Καλλίστρατος γύη, ἀντὶ τοῦ γῆ· χρῶνται γὰρ
οὕτως. Σοφοκλῆς Τριπτολέμῳ (fr. 544)
ἰλλώπτειν· στραβίζειν, ἀπὸ τῶν {ἴλλων} τῶν ὀφθαλμῶν.
ἐμβλέπειν. τὸ καταμύειν (Com. ad. fr. 1019)
[ἰλός] {ἰλύς}· βόρβορος. γλοιός r
ἰλούμενος· περιστρεφόμενος
Ἴλου σῆμα· Ἴλου μνῆμα (Λ 166)
ἰλύαται· περιειλημένοι {εἰσίν} (υ 352)
ἰλιγγιζόμενον· συστρεφόμενον
ἰλύαι· ἔνθα τὰ θηρία αὐλίζεται, φωλεοί
ἰλύει· [κοιμᾶται.] κρύπτει. συστρέφει. [διατρίβει]
ἰλύθματα· πέταλα
ἰλύμενον· ἐρχόμενον, προβαίνοντα
*{ἰλυόεσσιν·} ἰλυώδεσι [βορβορώδεσιν (Greg. Naz. c. 2,1,
1,36) g
ἰλύωμαι· ἐῤῥύπωμαι
*ἰλύς· πηλός Avg. ὑποστάθμη
ἰλύος· πηλώδους ὑποστάθμης ποταμοῦ (Φ 318) (n)
ἰλύσαι· κρύψαι, καλύψαι
ἰλυσπᾶσθαι· τὸ [παραπλησίως τοῖς ὄφεσιν ἢ σκώληξιν ἰέναι,
κυλίεσθαι r, εἰλεῖσθαι
ἰλύσω· ἰλύϊ περικαλύψω, κρύψω (Φ 319)
ἴλυται· κέκρυπται, καλύπτεται (Μ 286 v. l.)
*ἱμαλίς· ἡ ἐπιμύλιος ᾠδή. ἢ σταφυλῆς εἶδος
ἱμαῖος· ᾠδὴ ἐπιμύλιος, καὶ ἐπάντλιος, καὶ ἐπίνοστος (Callim.
fr. 260,66)
ἱμαλιά· τὸ ἐπίμετρον τῶν ἀλεύρων. ἐπιγέννημα ἀλετρίδος.
[ἱμαλίην· ἱκανήν] καὶ ὁ ἀπὸ τῶν ἀχύρων χνοῦς καὶ περιουσία
ἱμαλίοιο· πολλοῦ, δαψιλοῦς
ἱμάλιον· πολυφόρον. καρποφόρον. νόστιμον. καὶ σταφυλῆς
εἶδος
ἱμαλίς· νόστος. δύναμις s. ἐπικαρπία. ἡδονή, ἀπαρχὴ τῶν
γινομένων
*ἱμᾶν· ἀντλεῖν Agn· {ἱμονιὰ} γὰρ τὸ ἄντλημα
ἱμαντάρια· ἐν ταῖς ναυσὶν οὕτω καλεῖταί τινα ...
ἱμάντες· *λῶροι Avgn, κάλοι ναυτικοί. καὶ ἔθνος οὕτως προς-
αγορευόμενον. καὶ τὰ κύκλῳ τῶν τροχῶν σιδήρια
ἱμάντιον· τῆς ἐν τῷ στόματι κιονίδος ἔκτασις
*ἱμάντωσις· σύνδεσμος τῶν κορριγίων τοῦ ὑποδήματος (Sir.
22,16) A
ἱμαοιδός· ὁ πρὸς τῇ μύλῳ καὶ τῷ ἀντλήματι ἄιδων
ἵμασο· πάταξον
ἱμάς· λῶρος· οἱ δέ τ' ἔνερθεν ὑποσείουσιν ἱμάντι (ι 385)
καὶ ἐπὶ τοῦ κανονίου τοῦ συνέχοντος τὴν θύραν· παρὰ κληῗδος
ἱμάντα (δ 802). ἐπὶ τῶν μυρμήκων· δῶκεν ἱμάντας ἐϋτμήτους
βοὸς ἀγραύλοιο (Ψ 684) καὶ τὰ ὅπλα, οἷς τὸ κέρας ἀνάγεται
τῆς νεώς
*ἵμασεν· ἐμάστιξεν (ε 380) Avgn
*ἱμάσθλας· μάστιγας (An) g (T)
ἱμάσθλη· μάστιξ s. ἀπὸ τοῦ {ἱμάσσειν}, ὅ ἐστι τύπτειν τῷ
ἱμάντι
*ἱμᾶσι· λώροις (Ψ 363) n
*ἱμάσαι· πατάξαι, πλῆξαι (g), μαστίξαι
†ἱμάσσα· μάστιξ
ἵματα· ἱμάτια
*ἱμάσσω· ἱμάντι πατάξω As. ἐλάσω (Ο 17)
ἴμβηρις· ἔγχελυς. Μηθυμναῖοι
Ἴμβριος καὶ {Λήμνιος}· οἱ τὰς διαίτας ὑποφεύγοντες ἐσκή-
πτοντο ἐν Λήμνῳ ἢ ἐν Ἴμβρῳ εἶναι. Ἴμβρος δὲ νῆσος Θρᾴκης
(Com. adesp. III p. 71)
ἱμείρει· ἐπιθυμεῖ, θέλει
ἱμείρεται· ἐρᾷ, *[ἐπιθυμεῖ Avg, ποθεῖ (α 59)
ἱμέρους· ἔρωτας, πόθους
*ἱμερόεντα· ἐπέραστα (Γ 397) n
ἱμερτοί· ποθεινοί Avb, ἐπιθυμητοί. ἀγαθοί. ἐραστοί, ἀγαπητοί.
ἀγαστοί
*ἴμεν· βαδίζειν, [πορευθῆναι (Α 170 ..) n
†ἴμενος· πολύσαρκος†
*ἱμερτόν· ἐπέραστον, καλόν, ποθεινόν, ἐπιθυμητόν gn, ἐράσμιον
(Β 751)
Ἱμερτή· τὸ πάλαι ἡ Λέσβος
ἱμερτῶν· ἐρασμίων, ποθεινῶν
ἵμερα· τὰ πρὸς τοὺς καθαρμοὺς φερόμενα ἄνθη καὶ στεφανώ-
ματα
ἰμέσιτος· δίκη [Σικελή]
ἱμητόν· ἀντλητόν r
ἱμῆσαι· ἀντλῆσαι. ἑλκύσαι
ἱμίνα· χοῖνιξ ἡμίνη· κοτύλη {Σικελοί}
ἰμιτραιον· ὑπόζωστον. Πάφιοι
ἰμβούς· βοῦς. Λυδοί
ἱμονιά· ᾗ χρῶνται πρὸς τὰς ἀνιμήσεις τῶν ὑδάτων. Κύπριοι
δὲ {ἵμας}, ἤγουν *[τὰ σχοινία τῶν ἀντλημάτων (Agn)
†ἴμοροι· πόλεμοι
ἰμπάταὁν· ἔμβλεψον. Πάφιοι
ἰμπόλης· λήμπτης
ἰμφθείς· βλαφθείς. λωβηθείς. νυχθείς
ἴμψας· ζεύξας. Θετταλοί
Ἴμψιος· Ποσειδῶν ὁ ζύγιος
ἳν· αὐτῇ. αὐτήν. [αὐτόν n. Κύπριοι
*ινα· ὅπου. ὅπως. καὶ ἐπίῤῥημα. ἢ νεῦρον r. vgn
ἵνα γνώωσιν· ἵνα ἐπιγνῶσιν (Α 302)
ἰναία· δύναμις
ἰν ἀκριἵαν· εἰς ἀκρισίαν
ἰν ἄμμαυἱν· εἰς κρίσιν. [ἵνα λέγωσιν] [ἰνώδης]
ἰν ἀνιάτοις· ἐν ἀπορίαις
ἰνάρει· μαστεύει
ἰνάρετος· ἱκανός. ἐνάρετος
ἶνας· νεῦρα
ἰνάσσαι· καταχέαι. καταπλάσαι. καταβαλεῖν
ἰνάσσατο· κατέχεεν. ἐκάθαρεν. [ἐκαθάρθη]
ἰνᾶσθαι· ἐκκενοῦσθαι. καὶ προΐεσθαι
ἵνα τί· διὰ τί p. ἐς τί (Dem. 19,257 ..)
ἰνατέρων· συννύμφων (Ζ 378 ..). λέγονται δὲ καὶ *αἱ τῶν
ἀδελφῶν γυναῖκες {ἰνάτερες} n
ἳν αὐτῷ· αὐτὸς αὐτῷ (Hes. fr. 11 Rz.)
Ἰνάχεια· ἑορτὴ Λευκοθέας ἐν †Κρήτεσιν, ἀπὸ Ἰνάχου
*Ἴναχος· ποταμός rA {Θεσσαλίας} A
ἰνδάλλεται· *ὁμοιοῦται vg, φαίνεται (ψ 460) Avg, δοκεῖ.
στοχάζεται. *[ἰσοῦται. σοφίζεται An
*ἰνδάλλετο· ὡμοιοῦτο (Ρ 213) r. n
*ἰνδάλλονται· φαίνονται An καὶ τὰ ὅμοια
*ἰνδάλματα· φαντάσματα. ἀφομοιώματα, εἰκόνες (Ierem. 27,39)
(r) Agn
ἰν δέᾳ· μεσημβρίᾳ. Μακεδόνες
*Ἰνδός· ὁ τὸν ἐλέφαντα ἄγων ἀπὸ Αἰθιοπίας (1. Macc. 6,37)
ἰνδουρός· ἀσπάλαξ r
ἵν' ἔκδηλος· ἵν' ἐπίσημος ᾖ (Ε 2)
ἰνέκεσθαι· μαθεῖν
*ἶνες· νεῦρα (λ 219) ASgn
ἰνεύει· τείνει
ἰνηθεῖσα· καθαρθεῖσα, κενωθεῖσα (Hippocr.)
ἱνία· [λῶρα]
ἰν ἱμίνᾳ· ἐν ἡμίσει
ἰνίον· τὸ ὄπισθεν τοῦ τραχήλου νεῦρον (Ε 73) r. καὶ ἡ συνα-
γωγὴ τῶν χειρῶν πρὸς ἀλλήλας. ἢ μέτρον. ἢ υἱόν
†ἰνιπίσας· κρούματα ποιά
*ἶνις· υἱὸς νέος, παῖς, βρέφος, ἀπόγονος νήπιος (Eur. Troad.
571) ASvg
ἰνκαπάταὁν· ἐγκατάβλεψον
ἰνκαφότευε· ἐνκαταφύτευε
ἴννην· κόρην μικράν· καὶ τὴν ἐν τῷ ὀφθαλμῷ
ἴντυεν· ἐκάθιζε
ἰννός· ὁ πῶλος, ὁ ἐξ ἵππου πατρὸς καὶ μητρὸς ἡμιόνου, ἄλλοι
δὲ ὄνου. Ἀριστοτέλης (h. an. 6,577 b 21) δέ φησιν {ἰννὸν}
ἡμίονον ἄρσενα, τουτέστιν ὀρέα, τὸν ἐπὶ θηλείας ἀναβαίνοντα·
γίννον δὲ ἐξ ἵππου νοσήσαντος. ἄλλοι δὲ ἡμιόνιον ἢ ἱππάριον
ἀναυξές. Ἀριστοφάνης δὲ τοὺς ἰννοὺς γίνεσθαι ἐξ ἵππου πατρός,
ὄνου δὲ μητρός
b) {ἱνούλεους}· νεβρός. ἑνικῶς
*Ἰνοῦς παῖδας· {Ἰνὼ Κάδμου θυγάτηρ} AS
ἰννοῦνται· [ζῶσιν]
ἰνπροαγόρας· ἐναντίος
ἰν τυῖν· ἐν τούτῳ
ιννύεται· [κλαίει, ὀδύρεται]
Ἰνυκῖνος οἶνος· ἀπὸ Ἰνύκου τῆς Σικελίας. ἔστι δὲ πολίχνιον
εὔοινον
Ἰνύνια· ἑορτὴ ἐν Λήμνῳ
ἴνυξ· [ὄρνεόν τι, ᾧ χρῶνται αἱ φαρμακίδες]
ινύρετο· ἐμύρετο
ἰντύεσθαι· κοσμεῖν. φαιδρύνεσθαι
ἰν φάος· εἰς τὸ φῶς
ἰνῶδες· ἰσχυρόν r, εὔτονον, [νευρῶδες r. ἰσχνόν
Ἰνώ· Κάδμου θυγάτηρ r
ἰνώμενος· ἐξελών. ἐκκενούμενος, ἐκπροϊέμενος, ἀφ' οὗ καὶ {ὑπέ-
ρινος} λέγεται (Hippocr. epid. 6,5, 15 [V 320,9 L])
ἴνωνται· ζῶσιν ..
ἰνώσατο· [ἔπιεν. ἐδέξατο. κατέπιεν. κατεκαύθη]
ἴξ· θηρίδιόν τι, ἀμπέλους ἐσθίον
ἷξαι· διηθῆσαι. ἥκειν
ἰξαλῆ· αἰγὸς δορά. [ἢ πηδητική] (Hippocr. fract. 29)
ἰξάλου· πηδητικοῦ (ASvgn), ὀξέος· ἀπὸ τοῦ {ἷξαι} καὶ τοῦ
{ἅλλεσθαι}. δηλοῖ δὲ καὶ ὀξέως ἁλλομένου (Δ 105)
ἰξάνει· [ἐπικάθηται]
*ἷξε· παρεγένετο Sn. ἐνέβαλεν. [ἦλθεν (ε 392) AS
*ἰξευτής· στρουθοπιαστής (Amos 3,5 ..) r. ASg
*ἷξις· παρουσία. ἄφιξις (Eur. Troad. 396 v. l.) r. sἱκετεία
ἰξία· κιρσὸς ὁ ἐν τοῖς σκέλεσιν. ὁμωνύμως δὲ καὶ τὰ ἐν τοῖς
δένδροις. καὶ πόα τις, ἣ καὶ χαμαιλέων, καὶ ἑτέρα, ἀφ' ὧν καὶ
ἰξός
†ἴξινα· νεῦρα
ἰξοί· οἱ γλίσχροι, καὶ φειδωλοί
*ἵξομαι· παραγενήσομαι (Ζ 367) AS
*ἱξόμεθα· ἱκετεύσομεν (Aesch. Suppl. 159?) S
ἷξον· ἀφίκοντο n, ἦλθον (Ε 773 ..)
*ἰξός· εἶδος φυτοῦ. καὶ κάλαμος ἰξευτικός r. AS
ἰξοφόρους δρύας· τὰς ἰξὸν φερούσας r. Σοφοκλῆς Μελεάγρῳ
(fr. 370)
ἰξύας· ἰχθύς τις
*ἰξυῖ· ὀσφύϊ. [λαγόνι (ε 231) ASvg
*ἰξύος· ὀσφύος ASs
*ἰξύς· ὀσφύς r. ASvg
*[ἴξων· φέρων] AS
Ἰόβακχος· ὁ Διόνυσος, ἀπὸ τῆς βακχείας
ἰόβλης· κάλαμος παρὰ Κρησίν
ἰοβηλαῖος· [χρόνοι τεσσαράκοντα ἐννέα]
ἰοβλέφαροι· καλλιβλέφαροι
ἰοβόρον· παλίγκοτον, ἤγουν ὀργίλον. σκολιόν. ἐχθρόν
ἰόβρωτος· ἀπὸ ἰοῦ τοὺς ... βρωτοὺς ἔχουσα
ἰοβρυχέουσα· ἀνιωμένη, πικραινομένη
ἰογλήνα· μελαίνας γλήνας ἔχουσα
ἰοδνεφές· μέλανι ἄνθει παραπλήσιον· οἱ δὲ πορφυρίζον (δ 135)
ἰοδόκον· τὴν φαρέτραν r, τῶν ἰῶν οὖσαν δεκτικήν (Ο 444) r. S
ἰοειδές· μέλαν, ἢ ἀνθηρὸν ἐν τῷ ὁρᾶσθαι· πορφυροῦν
ἰοειδέος· μέλανος (ε 56)
*ἰοδόχη· βελοθήκη ASvg
ἰόζωνος· πορφυρόζωνος (Callim. fr. 110,54)
ἰοί· τὰ βέλη. ἀπὸ {τοῦ ἰέναι}· ἢ ἀπὸ τοῦ {ἰοῦ}. ἐχρίοντο γὰρ
φαρμάκῳ τινὶ αἱ ἀκίδες αὐτῶν (Λ 387 ..)
*ἴοι· ἀπέλθοι ASvg, πορεύοιτο Sv. εὐκτικῶς (Ξ 21)
*ἰοῖσιν· ἰοῖς, βέλεσιν (Γ 80) ns
*ἵοιτο· πορεύοιτο Avgn
ἰολάδα· ἰοειδῆ χρώματα
ἰομαλίς· [δύναμις]
ἰόμωροι· ἰοὺς ὀξεῖς ἔχοντες, καὶ δι' αὐτῶν ἢ ἐξ αὐτῶν μόρον,
ὅ ἐστιν θάνατον, ἐπιφέροντες. βέλτιον δὲ οἱ τοὺς ἰοὺς μεμορη-
μένοι ἤτοι πεπονημένοι (Δ 242)
ιον· ἀφίκοντο. [ἄνθος r. S. [πρόβατον.] [εἷρπον S. καὶ [βέλος
r. ASvgn τοξικόν. καὶ μόνον
ἰονθάδος αἰγός· Ἀπίων τῆς ἰούσης θοῶς· ἢ ἰόνθους ἐχούσης,
οἷον ἐκφύματα σκληρά (ξ 50). [ἢ σκώληξ]
ἰοέντα· {ἰὸν γεννῶντα} (Ψ 850)
*Ἰόνιον· πέλαγος ASvg. ὁ νῦν Ἀδρίας vgnp
ἰόντα· παραγενόμενον. ἐπανερχόμενον (Α 27) r. n
ἰοπλόκαμος· μελανόθριξ
ἰοπλόκος, ἰόπεπλος· ἀπὸ τοῦ χρώματος (Alcae. frg. 384
L.)
†ἰόππα· μιξώδης
ἴορκες· τῶν δορκάδων ζῴων. ἔνιοι δὲ ἡλικίαν ἐλάφου
ἰότητι· βουλήσει, θελήσει. αἰτίᾳ. ὀργῇ. χάριτι (Ε 874)
ἰότητος· βουλήσεως
ἰοτόκος· ὁ κατασκευάζων ὀργήν. καὶ τὰ ἰοβόλα θηρία. καὶ ὁ
τὴν οἰκείαν βουλὴν ἱστῶν
*ἰού· σχετλιαστικὸν ἐπίῤῥημα r. ASvg, ὡς τὸ [φεῦ r. s, καὶ τὸ
παπαί
*Ἰουβάλ· κύριον ὄνομα τοῦ καταδείξαντος κιθάραν (Gen. 4,21)
r. AS
†ἴουκαι· πεπόρευται
ἰούγερον· ...
Ἰούδας· ἐξομολόγησις θεοῦ
ἴουλοι· αἱ πρῶται τῶν {γενείων} ἐκφύσεις r. vgn. ἀπὸ τοῦ
ἰέναι αὐτὰς οὔλας (λ 319). Ἴουλοι δὲ καὶ οὖλοι αἱ ἐκ τῶν
δραγμάτων συναγόμεναι δέσμαι. καὶ ζῷον πολύπουν, ὅπερ
ἡμεῖς λέγομεν ὄνον. τινὲς δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρίαις γινόμενον
ὄνον πολύποδα καὶ συστρεφόμενον ἴουλον καλοῦσιν
*ἰούσης· πορευομένης (Α 482) ASn
Ἰοφῶσσα· ἡ Χαλκιόπη, ὥς φησι Φερεκύδης (3,25 J.)
ἰοχέαιρα· τοξοφόρος. ἢ ἰοὺς χέουσα. ἢ ἰσχυρά. ἡ βέλεσι χαί-
ρουσα (Ε 53)
Ἰόψαφος· Ἀπόλλωνος ἐπίθετον
ἴπνασμα· κάπνη
ἶπες· θηρίδια σκωληκοειδῆ, ἃ κατεσθίει τὰ κέρατα καὶ τὰ ξύλα
(φ 395)
ἰπνῆ· †ἐφιππίς. Σικελοί
ἴπνια· τὰ καθάρματα τοῦ ἰπνοῦ p
ἰπναστά· γαστὴρ παρὰ Ταραντίνοις
ἰπνοκοδόμαν· τὴν φρύκτριαν. Κρῆτες
ἰπνοκήϊον· φρύγιον. οἱ δὲ τὴν ὑπόκαυσιν τοῦ ἰπνοῦ
ἰπνός· *κάμινος. φοῦρνος. φανός ASvgn. κλίβανος s. μαγειρεῖον.
καὶ μέρος τι νεώς. Ἀριστοφάνης δὲ ἐν Κωκάλῳ (fr. 353) καὶ
τὸν κοπρῶνα οὕτως εἶπεν
ἶπος· τὸ ἐμπῖπτον τοῖς μυσὶ ξύλον (Callim. fr. 177,33)
ἱππαγρέτας· ἀρχὴ ἐπὶ τῶν ἐπιλέκτων ὁπλιτῶν
ἱππάδα· τὰ τῶν ἱππέων τιμήματα. τινὲς δὲ στολὴν ἱππικήν.
καὶ θυσίαν, ἣν τοῖς ἱππεῦσιν ἀπένειμον. καὶ πύλαι Ἀθήνησιν
{Ἱππάδες} ἐκαλοῦντο
ἱππάερον· τὸν ἐπὶ τοῖς ἵπποις ἔρωτα. Ἀριστοφάνης (Nubb.
74). ἢ {ἵππερον}
ἱππάκη· Σκυθικὸν βρῶμα ἐξ ἵππου γάλακτος (Aesch. fr. 198?).
οἱ δὲ ὀξύγαλα ἵππειον, ᾧ χρῶνται Σκύθαι. πίνεται δὲ καὶ
ἐσθίεται πηγνύμενον, ὡς Θεόπομπος ἐν τρίτῳ αὐτοῦ λόγῳ
(115,45 J.). καὶ μάνδραν ἵππων παρὰ Λάκωσιν
ἱππαλεκτρυών· τὸν μέγαν ἀλεκτρυόνα, ἢ τὸν γραφόμενον
ἐν τοῖς Περσικοῖς περιστρώμασι. γράφονται δὲ οἷον γρῦπες.
ἔνιοι γῦπα (Aesch. fr. 134)
ἱππάριον· ὄρνεον ποιόν, παραπλήσιον χηναλώπεκι
ἵπαρος· [πάθος τι τῶν ὑπὸ τὸν ἴκτερον συμβαινόντων]
Ἱππάρχειος Ἑρμῆς· Ἱππάρχειοι Ἑρμαῖ, ἃς ἀνέστησεν Ἵπ-
παρχος στήλας ἐγγράψας εἰς αὐτὰς ἐλεγεῖα, ἐξ ὧν ἔμελλον
βελτίους οἱ ἀναγινώσκοντες γίνεσθαι
ἵππαρχος· ὁ τῶν νέων ἐπιμελητὴς παρὰ Λάκωσιν
ἱππάρχου πίναξ· ἐπεὶ οἱ ἵππαρχοι ἐν πίναξι τὰ ὀνόματα
τῶν ἀτακτούντων γράφοντες παρεσημειοῦντο
ἱππάς· παρὰ Ἀθηναίοις μερὶς τῆς πολιτείας διῃρημένης εἰς
τέσσαρα, πεντακοσιομέδιμνον ...· καὶ αἱ θυσίαι δὲ αἱ περὶ
τῶν ἱππέων ἐπιτελούμεναι {ἱππάδες} ἐλέγοντο. καὶ ἡ εἰς τὴν
θυσίαν λαμβανομένη βοῦς {ἱππάς}· καὶ τὸ τέλος, ὃ ἐτίθεσαν
οἱ ταύτης τῆς τάξεως, {ἱππάς} ἐκαλεῖτο
ἱππαστὶ καθίζειν· ὅταν οἱ παῖδες ἐπὶ τῶν ὤμων περιβάδην
καθέζονται
ἱππίαν· τὴν {ἐξ} ἵππων. ἔνιοι δὲ τὴν τόξων νευρὰν τὴν ἐξ
ἱππείων τριχῶν
Ἵππιον· τὸ Ἄργος. ἀπὸ Ἵππης τῆς Δαναοῦ r
ἵππιος δρόμος· τετραστάδιός τις
Ἵππιος Ποσειδῶν· r φυσικῶς φασι. διὰ τὸ λέγειν {τὸν} ποιη-
τήν· αἵθ' ἁλὸς ἵπποι ἀνδράσι γίγνονται (δ 708), ἢ κατὰ τὸν
μῦθον, ὅτι ἵππους ἐγέννησε Ποσειδῶν, [*{ἱππεῖς}· ἔφιπποι Av,
ἵπποι] Ἀρίωνα Σκύφιον Πήγασον
ἵππερον· ἱππικῆς ἔρωτα (Ar. Nubb. 74)
†ἱππετοῦμαι· ἠγώνισμαι. Λάκωνες
ἱππεύς· [φυγάς.] καὶ εἶδος κοροσκομίου. καὶ ὁ [ἐπὶ] ἱππικῆς
ἐπιστήμων
ἱππῆες δ' ὀλίγον μετεκίαθον· οἱ γὰρ ἱππεῖς μετ' ὀλίγον
ἐπορεύοντο καὶ σχολαίως μετὰ τῶν πεζῶν (Λ 52)
*ἱππέως· ἀναβάτου, ἐπιβάτου (Ier. 4,29 ..) ASvg
ἱππηλάτης· ἵππον ἐλαύνων [ἱππικός r φυγάς
ἱππικώτατος· εὔδρομος
*{ἱππήλατος}· πλατεῖα r (A) n ὁδὸς rn καὶ λεία r (vg), εὐρύ-
χωρος vg, καὶ ἡ μεμαλαγμένη (δ 607 ..)
ἱππημολγῶν· ἵππους ἐλαυνόντων, ἢ ἀμελγόντων· διὰ τὸ
τροφῇ χρήσασθαι τῷ γάλακτι (Ν 5)
ἱππῆς· Ἱππεῦσιν· ἀλλ' εἰσὶν ἱππεῖς ἄνδρες ἀγαθοὶ χίλιοι· (Ar.
Eq. 225) σύστημα πολεμικῶν ἀνδρῶν χιλίων ἵππους τρεφόν-
των. [Λέγονται καὶ μύρμηκες οὕτως.] Φιλόχορος δὲ ἐν τετάρτῳ
(fr. 328,39 J.) εἴρηκε, πότε κατεστάθησαν χίλιοι. διάφορα γὰρ
ἦν ἱππέων πλήθη κατὰ χρόνον Ἀθηναίοις
Ἱππία· Ἀρσινόη, ἡ τοῦ Φιλαδέλφου γυνή
ἱππίδιον· ἰχθὺς ποιός (Epich. fr. 44)
ἱππικὴ βάσις· ἡ νευρὰ τοῦ τόξου, διὰ τὸ ἐξ ἱππείων γίνεσθαι
νευρῶν. οἱ δὲ {θώμιγγα νευρῶν ἱππικὴν} (trag. ad. 215)
καλοῦσιν
ἱππικὸν τόρμον· ὁ καμπτήρ
ἱππικὸν χλίδος· Ἴων Ἀγαμέμνονι (fr. 3). ἀντὶ τοῦ χλίδημα,
φόρημα. οἱ γὰρ ἐποχούμενοι τοῖς ἵπποις ἐχρῶντο κόσμου
χάριν πλατέσι χιτῶσιν, ἃς καλασίριδας καὶ ξυστίδας τινὲς
λέγουσιν
ἱππικόν· τὸ στάδιον
ἱππιοχάρμης· ὁ ἐφ' ἵπποις χαίρων, ἢ μαχόμενος· {χάρμη}
γὰρ ἡ μετὰ χαρᾶς μάχη (Ω 257)
ἱππίσκος· ἐπίθεμα κεφαλῆς. ἢ γυναικεῖον κόσμιον
ἱππίτας· ἱπποφορβός
ἱπποβάτης· ἱππεύς r
ἱπποβότοιο· ἱππικοῦ (Β 287 ..)
ἱππόβοτον· ἵππους βόσκειν δυνάμενον. μεγαλόβοτον. καὶ
εὔγειον. τὸ γὰρ {ἵππος} ὄνομα ἐπὶ τοῦ μεγάλου τίθεται
(Γ 55 ..)
ἱπποβουκόλους· τοὺς ἵππους νέμοντας (Eur. Phoen. 28)
ἱππογνώμων· ἵππους διαγινώσκων r ἐγκύους ἢ μή
Ἱπποδαμάντειος· οἶνος ποιὸς ἐν Κυζίκῳ
Ἱπποδάμεια· ἡ Βρισηΐς. r καὶ Ἀφροδίτη
ἱπποδάμοις· ἐφ' ἵππων ... (Η 361)
ἱππόδαμοι· ἔφιπποι. ἢ πωλοδαμασταί. ἢ ἵππους ἐλαύνοντες
Ἱπποδάμου νέμησις· τὸν Πειραιᾶ Ἱππόδαμος, Εὐρυφῶντος
παῖς, ὁ καὶ μετεωρολόγος, διεῖλεν Ἀθηναίοις. οὗτος δὲ ἦν καὶ
ὁ μετοικήσας εἰς Θουριακούς, Μιλήσιος ὤν
ἱπποδασείης· ἱππείων λόφον ἐχούσης τριχῶν (Γ 369 ..) Σ
Ἱπποδέτης· Ἡρακλῆς ὁ ἐν Ὀγχηστῷ τιμώμενος· οἱ δὲ ἐν
Θήβαις
ἱπποδιώκτας· ἡνίοχος (Theocr. 14,12) r
ἱπποδρομία· ἀγὼν r Ἀθήνησι Θησεῖ ἀγόμενος
†ἱπποζώνη· ἡ τοὺς ἵππους θηλάσασα ...
ἱππόθοος· ἱπποδιώκτης
ἱπποθόρος· ὄνος ἵππους βιβάζων
ἱπποθοίνην· τὴν μεγάλην εὐωχίαν
Ἱπποθοώντειον· τὸ τοῦ Ἱπποθόωντος ἡρῶιον. ἦν δὲ υἱὸς
Ποσειδῶνος
†ἱππόκαμπτος· στρουθίον τι
ἱπποκαμπάς· στήλην λίαν μεγάλην †ἱπποκελεκεμαίνην. [οἱ δὲ
ζῶον]
ἱπποκέλευθος· ἵπποις κέλευθον {ποιούμενος}. ἱππεύς. ἢ ὁ
πολλὴν ὁδὸν πορευόμενος (Π 126 ..)
ἱπποκένταυρος· ἱππόμορφος ἀνθρώποις ...
Ἱπποκλείδης· οὕτω κακοσχόλως τὸ τῆς γυναικὸς μόριον
Ἀριστοφάνης εἶπεν (fr. 703)
ἱπποκόμων τρυφαλειῶν· ἐξ ἱππείων τριχῶν τὸν λόφον
ἐχουσῶν (Μ 339)
*ἱπποκορυσταί· ἵππους ὁπλίζοντες r. AS, ἱππικοί (Β 1 ..) n
*ἱπποκόρυστοι· ἐν ταῖς περικεφαλαίαις τρίχας ἵππων ἔχοντες
(r) An
ἱπποκράτεια· τὸ τοῖς ἵπποις νικᾶν
Ἱπποκούριος· ... ἥρωος
ἱππολήμπτρα· τὰς τριχίνους σειρὰς Πάρθοι οὕτως καλοῦσιν
ἱππολούστρας· ἔνθα τοὺς ἵππους ἀπένιζον
ἱππομανές· τούτῳ χρῶνται πρὸς τὰ φίλτρα αἱ φαρμακίδες
ἱππόμαχοι· ἀπὸ τῆς κόρυθος, ἐπεὶ ἵππουρις ... (Κ 431)
ἵππον· τὸ μόριον καὶ τὸ τῆς γυναικὸς καὶ τοῦ ἀνδρός. καὶ
τὸν μέγαν θαλάσσιον ἰχθύν
ἱππόνομα· μισθὸς ἱππικός, καὶ τῶν ἡμιόνων
ἱπποπόλων· τῶν ἡνιοχούντων, ἢ *[ἐφ' ἵπποις πολουμένων m,
ἢ περὶ ἵππους ἀναστρεφομένων n, ἱππικῶν (Ν 4)
†ἱππόπορ· τόν τε ἵππον, καὶ τὸν τετράχαλκον. καὶ τῆς †ὄρνης
τὸ στῆθος. Λάκωνες
†ἱππόπορι· κοιλάς. αὐλή. δῶμα
ἱπποσόον· ἱππάστρα
ἵππος Λειμώνης· ὄλεθρος. [μάστιξ]
ἱπποσύνα· τὸ ἱππεύειν
ἱπποσύνῃσι· ταῖς ἱππικαῖς ἐμπειρίαις (r. n)
ἱππότα· ἱππότης, ἱππικός. οἱ δὲ νεώτεροι φυγάς. οὐκ εὖ.
κάλλιον γὰρ ἐπιστήμων ἱππικῆς, *ἱππικώτατος Av (g). ἄλλοι
ἱππηλάτης (Β 336)
Ἱπποτάδης· Ἱππότου υἱός (κ 2)
ἱπποτακτικά· ἵππων τάξεις μισθοφόρων
ἱππουδάμος· [ἵππους δαμάζων]
Ἱππουκρήνης· τῆς ἐν τῷ Ἑλικῶνι, ἥτις ὠνομάσθη ἀπὸ τοῦ
Πηγάσου ἵππου, ὃς διψήσας ἔκρουσε τὴν γῆν τῇ ὁπλῇ· ἡ δὲ
τὴν πηγὴν ἀνῆκεν. Ἡσίοδος ἐν τῇ Θεογονίᾳ (6)
*ἱππότης· ἱππεύς r. ASvg
ἰποῦμεν· πιέζομεν (Cratin. fr. 91)
ἰπούμενος· *πιεζόμενος (Ar. Equ. 924) ASn. καὶ {ἶπος} τὸ
ἐμπῖπτον ξύλον τοῖς μυσίν
ἵππουριν· ἱππείαις θριξὶ κεκοσμημένη, [ἢ τὸν λόφον ἔχουσα
περικεφαλαία r τοιαύτῃ κατεσκευασμένον (Γ 337). καὶ πόας
εἶδος
ἵππου τροχός· τοῖς γεγηρακόσιν ἵπποις ἐχάραττον ἐπὶ τὴν
γνάθον σημεῖον, τροχοῦ σχῆμα ἔχον. ἐκαλεῖτο δὲ καὶ τρυσίπ-
πιον
*ἱπποφορβός· ἱπποτρόφος Avgn
ἱπποφόρβιον· καπίστριον. ἢ [ἀγέλη ἵππων (Hdt. 4,110,2) n
ἱπποχαίτην· ἐξ ἱππείων τριχῶν
ἵπτα· ὁ δρυοκόλαψ ἐθνικῶς. καὶ Ἥρα
*ἵπταται· πέταται gSn
ἱπύα· σιπύα
ἵπφαρμος· ἀρχή τις
*ἱρά· θύματα Avgn. [συνέδρια S. τιμαί S] θυσίαι Avgn. [θαύ-
ματα] (α 66)
ἴρανες· οἱ εἴρενες. οἱ ἄρχοντες ἡλικιώταις. Λάκωνες
ἰράων· ἐκκλησιῶν r. n. ἀπὸ τοῦ ἐν αὐταῖς {εἰρεῖν}, ὅ ἐστι λέγειν
(Σ 531)
ἴρερον· δουλείαν. οἱ δὲ {εἴρερον}, διὰ τὸ κωλύεσθαι τοὺς δού-
λους λέγειν (θ 529)
[ἴρες· λόγοι]
ἴρεσσιν ἐοικότες· {οὐ} τῷ χρώματι, ἀλλὰ [οὐ] τῷ σχήματι.
ὅλοι γάρ εἰσι συνεστραμμένοι (Λ 27)
ἱρεύει· μαγειρεύει s. [λέγει]
ἱρεύς· ἱερεύς (Ε 10)
ἰρεῖν· λέγειν. καὶ {ἔρις} δὲ ἀπὸ τούτου
*ἴρεται· εἰσείρεται. συνάπτεται AS
*ἴρη· [ἴρα.] [ἐρώτησις s
ἴρηκος· ἱέρακος (Φ 494)
*ἴρηξ· ἱέραξ (Ν 62) r. ASvgn
*ἱρητῆρα· ἱερέα, θύτην AS
ἰρικάν· ἵππος οἰνωπὸς χρώματι
ἰρίνες· [μελλέφηβοι]
ἴριον· τράγος. κριός
Ἶρις· ἡ θεῶν ἄγγελος (Β 786 ..) r. καὶ *[ἡ ἐν οὐρανῷ ζώνη Sn.
καὶ ἡ ἔρις. καὶ φήμη. καὶ ποπάνου τι εἶδος. καὶ τοῦ ὀφθαλμοῦ
ὁ περὶ τὴν κόρην κύκλος. καὶ τῶν λίθων τις κρυσταλλώδης.
καὶ ἀρωματική τις πόα
ἴρισι· ταῖς ἴρισι ταῖς φαινομέναις ἐν τῷ οὐρανῷ (Λ 27)
†ἰρίσειν· ἐκωλύοντο
ἱρμός· [ἀκολουθία]
ἱρμοσάμην· ἐνυμφευσάμην (2. Cor. 11,2)
*Ἶρος· ἀπαγγέλλων. [πτωχός, πένης vgn, γυμνός b, μηδὲν
ἔχων (σ 7) Sn
Ἶρος ἄϊρος· ὁ ἀτυχὴς Ἶρος (σ 73)
Ἶρος ἀλήτης· Ἶρος πένης, ἐκ πλάνης τρεφόμενος (σ 25)
ἰρῶ· ἐρῶ. λέγω (β 162)
†ἰρωσινοῖς· ᾄδοις παισίν
*ἰρῶν· εὐχῶν AS
*ἰρωνεία· ὑπόκρισις (2. Macc. 13,3) Ss
ἰρωστί· θεοπρεπῶς (Anacr. fr. 149 Bgk)
*ἴς· ἰσχύς s, δύναμις. νεῦρα ASg. βία (σ 3 ..) s
ἰς ἅλα· ἐς θάλασσαν (Α 314) [οἱ δὲ ἀγαθὴ καὶ ἴση μοῖρα]
ἰσάζων· ἴσον ποιῶν. ὁμοιούμενος
ἰσαία· μερίς. {οἱ δὲ ἀγαθὴ καὶ ἴση μοῖρα}
*Ἰσακίῳ· ἀνδρείῳ (4. Maccab. 7,14) ASg
ἴσαι ψῆφοι· ἀπολύονται οἱ διωκόμενοι ἐν τοῖς δικαστηρίοις
ἴσων γενομένων ψήφων (Aeschin. Ctes. 252)
ἴσαμι· ἐπίσταμαι. Συρακούσιοι (Epich. fr. 254,1)
†ἰσάμμορος· δύσμορος (β 351?)
*ἴσαν· ἐπορεύοντο (Γ 8). ᾔδεσαν (δ 772) n
ἰσάναν, ἰσάνιον· ῥητίνην
*ἴσασιν· οἴδασι (Act. ap. 26,4), γινώσκουσι (Ζ 151) ASvg.
[πορεύονται]
*ἴσατο· ὡμοιώθη (Β 791) AS
ἰσατέον· γνωστέον. ἰστέον
ἴση· μοῖρα. ἢ τῆς αὐτῆς. ὁμοία
*ἰσηγορεῖ· ἐφ' ἴσης λέγει, {καὶ} ὁμοτίμως· ἰσολογεῖ Svg
ἰσῆι· ἰσοῖ, ἰσάζει
*ἰσηγορία· ἰσολογία (Dem. 21,124) r. n
ἴση μοῖρα· ἀγαθὴ μερίς. [καὶ κύριον ὄνομα, ἡ τοῦ Ἡλίου
γυνή]
ἰσήμορτεν· [ἀπέθανεν]
*ἴσθι· γίνωσκε ASvg, γνῶθι vg, ἐπίστασο (β 356) g
*ἴσθι· [γινώσκων v] ἔσο Avg γίνωσκε (Sirac. 4,30) np
ἰσθλῆ· αἰγεία μηλωτή. δέρις
ἰσθμιάσαι· παροιμία ἐπὶ κακοῦ βίου. ἐπίνοσος γὰρ ὁ καιρός,
ἐν ᾧ τὰ Ἴσθμια ἄγεται
ἴσθμα· ἆσθμα. [καὶ κόσμιον περὶ τράχηλον]
ἰσθμαίνοντα· ἀγωνιῶντα, πνευστιῶντα
ἰσθμαίνων· ἀσθμαίνων. φροντίζων, ἀνιώμενος
*ἴσθμια· περιτραχήλια (σ 300) A (v)gn
*Ἴσθμια καὶ Πύθια· πανηγύρεων ὀνόματα AS
ἴσθμιον· περιτραχήλιον κόσμημα r. *περιστόμιον AS. καὶ [γῆ
στενὴ μεταξὺ δύο θαλασσῶν· q ὅθεν λέγονται τὰ τοῦ ἀνθρώπου
{παρίσθμια} μεταξὺ ὄντα κεφαλῆς καὶ κοιλίας, αὐχήν τε καὶ
τράχηλος. [καὶ στενὸν χωρίον μεταξὺ δύο θαλασσῶν]
ἴσι· [γνῶσιν]
*[ἰσιγέον· πορευτέον] A
ἴσκε· ᾔκαζε. ὡμοίου (τ 203)
Ἰσινδίη· Καρίνη
ἴσιον· ἴσον. ἄμεινον. μεριστόν
Ἶσις· ἔνιοι ὀμνύντες τὴν Ἶσιν ἐξ ἑτοίμου ἐνόσουν. ὅθεν Ὠφελίων
(fr. 6) {διὰ} τὸ συνεχὲς τῶν νόσων ἐχρήσατο τῇ λέξει
ἰσκάνδιον· σαλπίγγιον
ἰσκανδοτόν· σαλπιγγωτόν
*ἰσκιερῷ τόπῳ· σκιὰν ἔχοντι ASg
ἴσκλαι· κίχλαι. [καὶ αἱ αἴγειαι μηλωταί]
*†ισκός· κλέπτης gps
*ἴσκω· εἰκάζω. ὁμοιῶ (Γ 197) ASgn
ἶσμα· ἵδρυμα. κτίσμα
ἰσμαίνει· ἀναψύχει. ὄζει. ἀποψύχει
Ἴσμαρος· πόλις Θρᾴκης, ἡ νῦν Μαρώνεια (ι 40) r
ἴσμασιν· ἀναψύξασιν
ἰσμέρα· τὸ εἰς τοὺς καθαρμούς ...
ἰσμή· πρόφασις. σύνεσις, φρόνησις
†ἰσμῆναι· θῆκαι. ἀκόλουθοι
Ἰσμήνιος· ὁ Ἀπόλλων r
*Ἰσμηνός· ποταμὸς {Θηβῶν} (Eur. Phoen. 347) ASn
ἰσόβοιον· ἄνθος ὅμοιον μήκωνι
ἰσοβόλων· ἰσοστασίων. ἔνιοι δὲ διπλῶν
Ἰσοδαίτης· ὑπ' ἐνίων ὁ Πλούτων· ὑπὸ δὲ ἄλλων ὁ Πλούτωνος
υἱός
*ἰσοδίαιτος· ὁ {τοῦ} αὐτοῦ {βίου} κοινωνός (Thuc. 1,6,4) AS
*ἰσόζυγιον· ἴσον ζυγῷ, ἀντίσηκον ASvg
ἰσόθεος· ψυχὴ ἀθάνατος
ἰσ ὅ κε· ἕως ἄν (Β 332 ..)
*ἰσοκλέα καὶ {ἰσοκλῆ}· ἰσόδοξον An
*ἴσομαι· γνώσομαι (Θ 532) AvS
ἰσόκτιτον· ἴσον κατεσκευασμένον
ἰσομάτωρ· ὁ τῇ μητρὶ ἴσος. Κρῆτες
*ἰσομοιρεῖ· [ἰσάζοιτο, μερίζοιτο ἢ] μερίζεται ἐξ ἴσου καὶ ἰσότητα
ἔχει (Thuc. 6,16,4) AS
ἰσομοιροίη· ἰσάζοιτο {μερίζοιτο}
ἰσομόρῳ· ἰσομοίρῳ
ἰσομυθοῦντες· [ἀκριβολογοῦντες]
ἶσον· ὅμοιον. καλόν
ἶσον ἐμοὶ φάσθαι· ἴσον ἐμοὶ εἰπεῖν (Α 187)
ἶσον ἔχω γέρας· ἴσην τιμὴν ἔχω (Α 163)
*ἰσωνία· ἰσοτίμημα (Ar. Pac. 1227) Agn
ἰσονόμον· ἰσομερές
ἴσονται· ἱδρύσονται. πορεύσονται
ἴσοξ· ἰχθὺς ποιὸς κητώδης
ἰσοπαλεῖς· ἐς ἴσον ἐμμένοντας. [ἴσους (Thuc. 2,39,1) m
*ἰσοπαλῆ· ἴσα ἐν κλήρῳ· {πάλος} {γὰρ ὁ κλῆρος} ASv(g)
ἰσόπαλοι· ἴσοι
ἰσόπεδον· *ἴσον τῇ γῇ ASvg, ὁμαλὸν ἔδαφος r, ἰσόχωρον
(Ν 142)
ἰσοπέλεθρον· μέγα. ἰσόμηκες
ἰσόπτεροι· ἰσότιμοι
*ἰσόῤῥοπον· ἰσοβαρές. ἴσον gn. ἐκ μεταφορᾶς τῶν μὴ ῥεπόν-
των ζυγῶν AS. καὶ ἰσόσταθμον Sn, ἢ ὅμοιον
*ἰσοσθενές· ἰσοδύναμον r. (ASvgn)
†ἰσόσμασις· συνωμοσία
ἰσόσταθμος· ἴσος σταθμῷ
*ἰσοστάσιον· ἴσον τῷ σταθμῷ ASvgn
ἰσοστάσιον μύρον· ἡ στακτή, σμύρνα
ἰσοστάσιος· ἴσος χρυσῷ κατὰ ὁλκήν, τίμιος
ἰσοτάλαντον· ἰσόζυγον (Greg. Naz. c. 2,1, 13,216)
ἰσοτέλεια· ...
*ἰσοτελεῖς· μέτοικοι A. ἴσα τοῖς ἀστοῖς τέλη διδόντες q. Avg
ἰσοτελής· ὁ ἐξελεύθερος, καὶ {ὁ} μετέχων τῶν νόμων, μετοίκιον
δὲ οὐ φέρων
ἰσότης· φιλότης, διὰ τὸ ἰσότητι τὴν φιλίαν ἕπεσθαι
*ἰσουργά· ἴσα ἐν ἔργοις AS, ἴσα ἐργαζόμενα (Avg)
ἰσοῦται· ὁμοιοῦται r
ἰσοφαρίζειν· ἰσοῦσθαι (n), ἐξ ἴσου τινὶ φέρεσθαι (Ζ 101)
*ἰσοφαρίζοι· ἐξισοῖτο (Ι 390) (r) Avg
ἰσοφόροι· ἴσον ἔχοντες, κατ' ἴσον ἕλκοντες (σ 373)
*ἰσοφυᾶ· ἴσα ASgn
Ἴσσα· ἡ Λέσβος τὸ πρότερον
ἴσσασθαι· κληροῦσθαι. Λέσβιοι
ἰσσέλα· διφθέρα
ἴσσος· γαλήνη
Ἰσσωρία· ἡ Ἄρτεμις. καὶ ἑορτή. καὶ τόπος ἐν Σπάρτῃ
ἰστάκη· δρέπανον. Βοιωτοί
ἱστάμεθα· δανειζόμεθα
ἱσταμένοιο· ἐνεστῶτος, ἢ ἀρχομένου (ξ 162)
ἱστάνειν· δανείζειν
†ἵστακεν· ἵστατο. ἔστη
ἵστασθαι· δανείζεσθαι
ἵστασο· ἀνεγείρου r (n)
*ἴστε· γινώσκετε ASvgn. οἴδατε (Β 485) ng
*ἰστέον· γνωστέον ASvg. [πορευτέον]
*ἱστεῶνα· ἱστῶνα An
†ἰστιῶ· ἐξιῶ†
ἴστημι· ἐξίστημι
ἴτην· ἐπορεύοντο (Α 347)
ιστήρ· σφῦρα
*ἱστία· ἐσχάρα (AS). καὶ τὰ ἄρμενα An τῆς νηός (Α 433)
ἱστία· ἡ ὑφαίνουσα γυνή. καὶ οἰκία. καὶ δεῖπνον
ἱστιάτορες· οἱ δειπνίζοντες
ἱστιατόρια· δειπνητήριον (Hdt. 4, 35,4?)
†ἵστινος· ῥύπος
*ἱστίον· ἄρμενον r. ASvg
*ἱστιοφόρος· ἀρμενοφόρος. καὶ {ἱστοφόρος} ASgn
ἱστοβοεύς· δεσμὸς ζυγοῦ ἐν τῷ ἀρότρῳ. ἄλλοι δὲ μέρος αὐτοῦ,
ὅπερ ἐστὶν ὀρθὸν ἑστὸς ὥσπερ ἱστός (Hes. op. 429)
ἱστοδόκη· ἱστοθήκη. τὸ διὰ μέσου {τῆς} νεὼς φράγμα, εἰς ὃ
κατακλινόμενος {ὁ} ἱστὸς ἐντίθεται (Α 434)
ἱστὸν ἐποιχομένην· ὑφαίνουσαν. ὀρθαὶ γὰρ ὕφαινον (Α 31)
*ἱστοπέδη· ξύλον ὀρθὸν ἐπὶ τῆς τραπέζης, ᾧ προσδέδεται ὁ
ἱστός (μ 51) g
ἵστορας· ἐμπείρους (n). μάρτυρας (S). συνετούς. συνθηκοφύλα-
κας. [ἔρωτας]
ἱστορεῖ· *μαρτυρεῖ ASvg. μυθεύει. ἐρωτᾷ. †ἐρᾷ. πύθεται †ἀνα-
κρίνει. ὁρᾷ
ἱστορία· μαρτυρία r. καὶ τὰ ὅμοια
†ἰσόρκον· μύρου εἶδος
ἱστός· τὸ ὀρθὸν ξύλον τῆς νεώς. καὶ τὸ ὑφαντικόν· ἀπὸ τοῦ
ἑστάναι. καὶ νῆσος
ἴστραξ· [ὄρνις ποιός]
Ἰστριανά· Ἀριστοφάνης ἐν Βαβυλωνίοις (fr. 88) τὰ μέτωπα
τῶν οἰκετῶν Ἰστριανά φησι, ἐπεὶ ἐστιγμένοι εἰσίν. οἱ γὰρ
παρὰ τῷ Ἴστρῳ οἰκοῦντες στίζονται καὶ ποικίλαις ἐσθῆσι
χρῶνται. Διονύσιος δέ φησιν, ἐπεὶ πρότερός τις Ἰστριανὸς
λέγεται ὁ λευκός, κατὰ ἀντίφρασιν εἰρῆσθαι, ὡς καθαρὰ καὶ
λευκὰ τὰ μέτωπα, τοὐναντίον δὲ νοεῖσθαι ἐστιγμένα
Ἰστριάνιδες· αἱ Σκυθικαὶ στολαί. καὶ παρὰ Ἀθηναίοις σκεπά-
σματα, οἷς ἐκάλυπτον τὰ ἱερὰ κανᾶ (Soph. Euryp. col. III 11).
ἰστρίδες· ἐσθῆτές τινες οὕτω λεγόμεναι
*Ἴστρος· ποταμὸς ὁ καὶ Δανούβιος r. ASvg
†ἰστυάζει· ὀργίζεται
ἰσόστυλον· τὸ στοιχηδόν
*ἴστω· γινωσκέτω r. ASvgn, γνωριζέτω (Κ 329)
ἴστωρ· [συνετός, σοφός, ἔμπειρος. μάρτυρος οἰνοφύλαξ]
ἰσφαίνει· μεριμνᾷ s. ἀγωνιᾷ
ἴσφατον· βιαίως πεπληγμένον
ἴσφωρες· λῃσταί. κλέπται. Λάκωνες
*ἰσχιάζειν· τὸ ἐν τῇ πορείᾳ πολὺ ἐφ' ἑκάτερα ἐγκλίνειν, ἢ ἐν
τῷ ἑστάναι Σ
ἰσχαλέον· λεπτόν. ξηρόν (τ 233). ἰνῶδες
ἰσχανόν· ἰσχυρόν. ῥικνόν
ἰσχαλεῦσαι· θηλάσαι
ἰσχαλωμέναι· δεδερματωμέναι
ἰσχανάᾳ· ἐπιθυμεῖ (Ρ 572). ἢ ἰσχνὸν ποιεῖ. κατέχει, κρατεῖ.
κωλύει
ἰσχανάασθαι· ἀπέχεσθαι. καὶ τὰ ὅμοια
ἰσχανέονται· κατέχονται. ἐπιθυμοῦνται. κωλύονται. καὶ τὰ
ὅμοια (η 161)
*ἴσχανον· ἐκώλυον r. An {ἐπεθύμουν} r καὶ τὰ ὅμοια
*ἰσχανόωντο· κατείχοντο. ἐκωλύοντο (Μ 38) A
*ἴσχε· κάτεχε r. Agn, κράτει (Eur. Hec. 1129) r. n
*ἴσχειν· κατέχειν, κρατεῖν (Ι 256) (v) g
ἴσχεο· ἀπέχου. ἀνάσχου. *[κάτεχε. κώλυε. παύου (Α 214) gn
ισχερώ· ἑξῆς (Λ 668)
ἴσχεσθαι· παύεσθαι (σ 346)
ἴσχεται· ἐπίσχεται. {ἴσχε γὰρ} αἰδὼς καὶ δέος ... ἀλλήλοισιν
(Ο 657)
ἰσχίον· ὀσφύς
*ἰσχία· τὰ ὑπεράνω τῶν μηρῶν (ASvg), καὶ τὰ κοῖλα τῶν
γλουτῶν, ἐν ᾧ ἡ κοτύλη στρέφεται (Θ 340) (Avgn)
ἰσχναῖς· λεπταῖς m. ξηραῖς
ἰσχναλέον· [λεπτόν. ξηρόν]
ἰσχνεύειν· [ὑφεῖναι. θηλάσαι]
*ἰσχνῆς· λεπτῆς ASvg. ξηρᾶς
ἰσχνίδες· ἄγκυραι ἰσχάδες. καὶ φιλήματος εἶδος
*ἰσχνομυθία· λεπτολογία (ASv)
*ἰσχνομυθοῦντες· λεπτολογοῦντες. [ἀκριβολογοῦντες Agn
*ἰσχνόφωνος· λεπτόφωνος Avg. ἐπεχόμενος τὴν φωνήν (Exod.
4,10) (g)
ἰσχνός· λεπτός. δυσθεώρητος
*ἰσχυρίζεται· βεβαιοῦται (Thuc. 3, 44,3) r. ASvg
ἰσχυρόν· στιβαρόν r. ταχύ. [βέβαιον r
ἰσχύς· δύναμις. καὶ μύρμηξ
*ἴσως· τάχα ASvg
*Ἰταβύριον· ὄρος, ἔχον πηγὴν μίαν ὅθεν τὰ θηρία πίνει (Ag)
Sn. ἔστι δὲ εἰς τὴν Γαλιλαίαν ἐν Ἰουδαίᾳ (Ose. 5,1) (S)
ἰτέα· εἶδος δένδρου. καὶ δῆμος φυλῆς Ἀκαμαντίδος
Ἰταῖος· ὁ Ἄδωνις
ἴταλα· ἱστία, ἃ εἰς τοὺς ἱστοὺς διατείνουσιν
Ἰταλός· Ῥωμαῖος r. ταῦρος
ἰταλιάζειν· ἐν Ἰταλίᾳ διατρίβειν [δεδεμένον]
Ἰταλιώτης· Οὐδ' Ἰταλιώτης, οὐδ' ἀλαζὼν οὐδαμῶς (Com.
ad. fr. 275) ἐπεὶ οἱ Πυθαγορικοὶ ἐν Ἰταλίᾳ διέτριβον, ἔνθα
φασὶν αὐτοὺς καὶ ἐμπυρισθῆναι
*ἰταμός· θρασύς S. ἀναίσχυντος r. ASvg. ἰσχυρός (Ierem.
6,23) Ss
ἴτας· ὅρκος. καὶ ὁ Ἅιδης
ἴτω· πορευέτω (Eur. Alc. 619)
ἴτε· πορεύεσθε (Eur. Bacch. 83)
*ἰτέον· πορευτέον (Eur. Or. 786) ASvgn
ἰτέαι· αἱ ἀσπίδες· διὰ τὸ πρώτας ἐκ ταύτης τῆς ὕλης ἐγχει-
ρήσασθαι κατασκευασθῆναι (Ar. fr. 65)
ἴτη· συρισμός. ῥοῖζος
ἴτηλον· τὸ ἔμμονον, καὶ οὐκ ἐξίτηλον r. Αἰσχύλος Γλαύκῳ
Ποτνιεῖ (fr. 42)
*ἴτην· ἐπορεύοντο Sg. δυϊκῶς (Α 347) g
ἴτης· ἰταμός. θρασύς (Ar. Nubb. 445). ἰσχυρός. ἢ ἵστωρ καὶ
ἐπιστήμων (Plat. conviv. 203 d)
ἴτθαι· καθίσαι
ἰτθέλαν· διφθέραν
ἰτλαί· οἷς ἐντείνουσι τὰς ὤας τοῦ ὑφαινομένου Πυγελεῖς. οἱ δὲ
τοὺς μίτους
ἴτρια· δῶρα. κλάσματα. ἢ *{καπυρώδη πλάσματα (Ar. Ach.
1092) ASg. [ἢ τὰ ὑπογάστρια], πέμματά τε καὶ τραγήματα
(Anacr. fr. 17 Bgk)
†ἴττεο· οὐσία. Ἠλεῖοι
ἴττον· ἕν. Κρῆτες
ἴττυγα· ἐκπληκτικά. Αἰσχύλος (fr. 427)
ἴτυλος· μόνος, [ὀρφανός p. νέος, ἁπαλός
ἴτυς· ἡ ἐσχάτη ἁψίς, ἢ περιαγωγὴ τῆς ἀσπίδος, καὶ τοῦ τροχοῦ
(Δ 486), καὶ παντὸς περιφεροῦς τὸ τελευταῖον μέρος
*ἴτω· ἔστω v γενέσθω (Eur. Or. 793). [πορευέσθω ASvg, ἀπο-
χωρείτω
Ἰτωνία· Ἀθηνᾶ ἐν Βοιωτίᾳ
Ἰυγγίης· ὁ Διόνυσος
ἴυγγί {τινι ἑλκόμεναι·} ἐπιθυμίᾳ {τινὶ ἑλκόμεναι} S
ἰυγοδρομεῖν· ἐκβοηθεῖν. Βοιωτοί
Ἰύγγυϊ· [ὁ Διόνυσος]
ἰυγή· φωνή, κραυγή, βοή (Soph. Phil. 752)
ἰυγμός· τὰ τοιαῦτα καὶ αὐτά
ἰυκτόν· τορόν
*ἰυγμῶι τε· ποιᾷ φωνῇ (Σ 572) ASvgn
ἴυγξ· φίλτρον· ἀπὸ {ἴυγγος} τοῦ ὀρνέου. τὸ γὰρ ὄρνεον τοῦτό
φασι εἶναι ἐπιτήδειον εἰς τὰς μαγγανείας. καλεῖται δὲ καὶ
κιναίδιον. φασὶ δὲ καὶ Ἀφροδίτην αὐτῷ χρῆσθαι. ἀπὸ δὲ
τοῦ ὀρνέου καὶ [τὰ κατασκευαζόμενα εἰς ἔρωτας r {ἴυγγας}
καλοῦσιν
ἰΰζει· κραυγάζει, βοᾷ p. ποιῶς φωνεῖ (Ρ 66?)
ἴυρκες· αἶγες ἄγριαι. ὑστριχίδες
ἰυχμῷ· ἰαχῇ, φωνῇ
*ἶφι· ἰσχυρῶς r. p. μεγάλως (Α 38 ..)
ἰφθίμη· ἀγαθή. ἰσχυρά. μεγάλη. ἰσχυρόψυχος. ἀνδρεία (π 332)
ἴφι· [ἰσχύτης]
ἴφια· μεγάλα μῆλα ἰσχυρά. ἀπὸ τοῦ ἰέναι σφοδρῶς, ἢ σκιρ-
τᾶν
Ἰφίαλος· ὁ Ἐφιάλτης
Ἰφιάνασσαν· οἱ νεώτεροι ταύτην Ἰφιγένειαν λέγουσιν (Ι 145)
Ἰφιάσται· [δῆμος τῆς Ἀκαμαντίδος φυλῆς]
Ἰφιγένεια· ἡ Ἄρτεμις
Ἰφικρατίδες· ὑποδήματος εἶδος
ἰφίμωλος· δυσχερής
ἰφίν· καλήν
ἰφιντάν· κρύφα λαλοῦσαν, αἰνιγματώδως
ἴφιον· λιπαρόν
ἶφις· ταχύς
Ἰφίστιος· ἥρως τις Ἀθηναῖος· ἀφ' οὗ καὶ δῆμος {Ἰφιστιάδαι}
ἰφίτην· ἁγνίτην
ἵφλημα· τραῦμα
ἴφυα· ἡ λυχνίς, ἄνθος. ἔνιοι [λάχανον (p), ὃ ἡμεῖς {λαβαντίδα}
καλοῦμεν. οἱ δὲ ἄνθη ἄγρια τῶν σπειρομένων (Ar. fr. 560)
ἰχανᾷ· ἐπιθυμεῖ (Ρ 572 v. l.) n
ἰχανᾶν· ἐπιθυμεῖν, γλίχεσθαι, θέλειν, ἥδεσθαι
*ἰχανόων· [ἀσθμαίνων, πνευστιῶν]. [ἐπιθυμῶν, γλιχόμενος
(θ 288 v. l.) ASgn
ἰχθανῶν· [ἐπιθυμῶν]
*ἰχανόωσαν· ἐπιθυμοῦσαν (Ψ 300 v. l.) ASvgnps
ἰχανῶ· ἐπιθυμῶ
ἰχθυᾶται· ἁλιεύει r
ἰχθυοβολεύς· ἁλιεύς r. p
ἰχθυάᾳ· ἰχθύας ἁλιεύει (μ 95)
*ἰχθυόεντα· ἰχθυοτρόφον. ἰχθῦς ἔχοντα (Ι 4 ..) n
*ἰχθυόκεντρον· τρίαιναν r. gp
*ἰχθυουλκός· ἁλιεύς g
†ἰχθυόνερ· ἰχθυαγωγοί
ἰχθυοπτρίς· ἐσχάρα
ἱχθῦς· Ἀττικοὶ τὰ ἰχθυοπώλια οὕτως ἔλεγον
†ἴχθον· ἄστρον. ἐγχειράδιον. ξυλοφάνιον†
ἴχλα· κίχλα p
ἰχάλη· ἧπαρ ὑός, ἐσκευασμένος ἰχθύς· ἢ κίχλη τὸ ὄρνεον
ἴχματα· ἴχνια
ἴχνια· ὑποδήματα. σημεῖα
ἰχνᾶται· ἰχνοσκοπεῖ
Ἰχναίην χώραν· τὴν Μακεδονίαν (p), ἔνθα τὸ μαντεῖον ὁ
Ἀπόλλων κατέσχε, καὶ τιμᾶται {Ἰχναίη Θέμις} (h. Apoll. 94)
ἰχνεύει· ἐρευνᾷ, ζητεῖ p
ἰχνευταί· οἱ νῦν ἰχνεύμονες λεγόμενοι (Hdt. 2,67,1)
*ἰχνηλατῆσαι· ἐκ τῶν ἰχνῶν ζητῆσαί ASvgn τινα, ψηλα-
φῆσαι (Phil. opif. mund. 56), ἢ τὰ ἴχνη ἐλάσαι
ἴχνιππος· ὅπου οἱ λίθοι τρίβονται. ἀκόνη
ἴχνος· σημεῖον ποδὸς r τύπος
ἰχώρ· *αἷμα r. AS. κατὰ συμβεβηκός S, ἔμπυον, σηπεδών
(Ε 340) r
ἴψ· εἶδος σκώληκος κερατοφάγον (φ 395) (r)
ἶψαι· φθεῖραι, βλάψαι r
*ἴψαντο· ἔβλαψαν Agn. ἐμίσησαν
*ἴψαο· κατέβλαψας n, ἔφθειρας (Α 454)
*ἶψας· ὠδύνησας ASvg. καὶ τὰ ὅμοια
ἴψεται· βλάψει, κακώσει, ἐνοχλήσει. καὶ τὰ ὅμοια
*ἴψεται· βλάψει (Β 193) n
ἰψόμενον· φθίνοντα
ἰψόν· τὸν κισσόν. Θούριοι
ἶψας· [ἔβλαψας]
*ἰψών· δεσμωτήριον AS
ἰῷ· ἑνί n οἱ μὲν πάντες ἰῷ κίον ἤματι (Ζ 422), καὶ [τῷ βέλει n.
{ἴω} δὲ βαδίζω
ἰώ· ἡ δύναμις. βοή
ἰώγα· ἔγωγε. Βοιωτοί (Ar. Ach. 898)
ἰωγή· σκέπη rp [ἡσυχία. φωνή. πνοή. βοή.] αἰγιαλός. κάτω
γῆ. εὕδειν βορέῳ ὑπ' ἰωγῇ (ξ 533) Ἀρίσταρχος σκέπῃ
ἰωμός· [θόρυβος]
*ἰῶι· βέλει (Ε 795) A
*ἰωή· ἀποφορά. πνοή (Δ 276) r. ASp. φωνή (Κ 139) ASvg.
αὐγή S. ψυχή. καπνός S. ὁρμή. [κραυγή (gn)
ἰῷ ἤματι· ἐν τῇ αὐτῇ ἡμέρᾳ (Ζ 422)
*ἰωθείς· ὀξυνθείς b
*ἰώθη· ὠξύνθη. [ἐχολώθη vpb
ἰωθῶς· [συνήθως ἔθος]
ἰωκά· [δίωξις. ὁρμή]
*ἰωκάς· ὁρμάς. διώξεις (Ε 521) gp
Ἰὼ καλλιθύεσσα· καλλιθύεσσα ἐκαλεῖτο ἡ πρώτη ἱέρεια τῆς
Ἀνθείας {Ἥρας}
ἰωκάν· πολέμου ἐπιφοράν. καὶ παλινδίωκτον βοήν. πόλεμον b
ἰωκή· δίωξις rp. μάχη. *[βοή ASvgps
ἰωκαί· διώξεις. ὁρμαί
*ι ὦλκα· αὔλακα (σ 375) np
Ἰωλκός· πόλις Θεσσαλίας (Eur. Alc. 249) r
ἴωλον· μέλαν r
†ἰωλία· φήμη. δειλή†
*ἴωμεν· βαδίσωμεν, πορευθῶμεν ASvgn, ἔλθωμεν ASn
ἰῷ ἐμῷ· τῷ ἐμῷ βέλει
ἰών· πορευόμενος, βαδίσας, συντελικῶς ἐλθών (γ 286)
Ἴωνες· Ἀθηναῖοι ASvgn. οἱ Ἴωνες ἀπὸ Ἴωνος καὶ οἱ ἄποικοι
αὐτῶν. ἔνιοι καὶ τοὺς Θρᾷκας καὶ Ἀχαιοὺς καὶ Βοιωτοὺς
Ἕλληνας. [ζήτει ὄπισθεν]
*ἰωνιά· ὥσπερ {ῥοδωνιὰ} λέγεται, ὅπου τὰ ῥόδα φύονται,
οὕτως καὶ ἰωνιά, ὅπου τὰ ἴα φύεται SΣ. καὶ ὄνομα πόρνης S
Ἰωνίδης· ἀπὸ δήμου. εἰσὶ γάρ τινες Ἰωνίδαι, φυλῆς Αἰγηΐδος
*Ἰωνίδος· Ἑλληνικῆς AS
Ἰωνικόν· τρυφερόν· ἢ ἐπὶ τοῦ κατεαγότος, καὶ θηλυκοῦ. ἐπὶ
τούτῳ γὰρ ἐκωμῳδοῦντο οἱ Ἴωνες
ἰωνίσκος· ἰχθὺς ποιός
Ἰώνιον πέλαγος· [ὁ Ἀδρίας]
ἴωξις· δίωξις r. S
ἴωπι· δεῦρο. Λυδοί
†ἰωπάτερ· τὰ ἐν τοῖς ἱματίοις σημεῖα. Λάκωνες
ἰωρός· τὸ ὀρεινὸν χωρίον. καὶ τὸ ὄρος. καὶ οἶκος· καὶ ὁ τούτου
φύλαξ
ἰῶτα· τὸ στοιχεῖον r. κεραία. καὶ γράμμα
*ἰωχμός· μάχη ASg. δίωξις A, διωγμός ASg. θόρυβος g. ὁρμή.
κοπή (Θ 89)
ἴωψ· ἰχθὺς ποιὸς παρὰ Καλλιμάχῳ (fr. 460 Pf.)
ἰῶ· θεράπευε, ἰάτρευε (Aesch. fr. 349)
Ἰωάννης· χάρις. ἢ ἐχαρίσατο
Ἰωαθάμ· Ἰαὼ συντέλεια
Ἰωήλ· ἀγαπητὸς Κυρίου. ἀρχή
Ἰωνᾶς· ἑρμηνεύεται ὑψίστου πονοῦντος. ἢ περιστερά. προφή-
της παρ' Ἑβραίοις
†Κααρτίας· βάτραχος
καασσαύριον· [πορνεῖον]
†κλάσσεται· ἄρχεται. Συρακούσιοι
κάαυκα· [περιδέραια. πλόκια]
κάβαισος· ἄπληστος· p. κάβος γὰρ μέτρον σιτικόν (Cratin.
frg. 103)
καβάλλης· ἐργάτης ἵππος
καβάλλιον· καβάλλης. καὶ ἡ πρώτη τοῦ τρικλίνου κλίνη, διὰ
τὸ ἀνάκλιτον
Κάβαρνοι· οἱ τῆς Δήμητρος ἱερεῖς, ὡς Πάριοι (Antim. frg.
67 W.)
κάββασι· κατάβηθι. Λάκωνες
*κάββαλεν· κατέβαλε (Ε 343) ASgn
κάββλημα· περίστρωμα. Λάκωνες
Καβείρια· ἑορτὴ ἀγομένη ...
†καββιόρνους· κατεσθίων
Κάβειροι· καρκίνοι. πάνυ δὲ τιμῶνται οὗτοι ἐν Λήμνῳ ὡς
θεοί· λέγονται δὲ εἶναι Ἡφαίστου παῖδες
κάβειος· νέος. Πάφιοι
κάβηλος· ὁ ἀπεσκολυμμένος τὸ αἰδοῖον. οἱ δὲ ὄνος
Καβησός· πόλις Θρᾴκης, ἡ καὶ Γάργαρος. [καὶ ἄπληστος]
(Ν 363)
κάβηλος· χηλὸς πλεκτός
καβλέει· καταπίνει
κάβις· στενοχωρία. [κάβις]
καβλή· μάνδαλος τῶν θυρῶν. Πάφιοι
κάβος· μέτρον σιτικὸν καὶ οἰνικόν οἱ δὲ σπυρίδα
καγαθῆσαι· [νεκροῖς θῦσαι]
†κἄγη· κἄν
καγκαίνει· θάλπει. [ξηραίνει A
κάγκανα ξύλα· ξηρά An. ἐλαφρά (Φ 364)
καγκαλέα· κατακεκαυμένα
κάγκαμον· παρ' Ἰνδοῖς ξύλου δάκρυον, καὶ θυμίαμα
καγκές· πτύελος
καγκομένης· ξηρᾶς τῷ φόβῳ
καγκύλας· κηκῖδας. Αἰολεῖς
καγρᾶ· καταφαγᾶς. Σαλαμίνιοι
καγριλαί· χειμεριναί
καγχαλάᾳ· χαίρει, γελᾷ, ἥδεται. ἀπὸ τοῦ ἐν χαλάσματι τὴν
ψυχὴν ἔχειν
καγχαλάαν· χαίρειν. γαυριᾶν
καγχαλίζεται· χαίρει. ἱλαρύνει
κάγχαλος· κρίκος ὁ ἐπὶ ταῖς θύραις. Σικελοί
καγχαλόωσα· χαίρουσα (Ψ 1)
καγχαλῶ· χαλῶμαι. ὑπὸ χαρᾶς ἀνίεμαι
*καγχαλόων· γελῶν Avg, χαίρων (Ζ 514) An
*καγχαλόωσι· χαίρουσι ASn, γελῶσιν (Γ 43) n
κάγχαμος· κισσὸς ὑπὸ Κροτωνιατῶν
κἄγχαρμον· τὸ τὴν λόγχην ἄνω ἔχον. [Μακεδόνες]
καγχᾶται· γελᾷ ἀτάκτως
*καγχάζει· ἀθρόως γελᾷ mΣ
καδαλίων· κωλοβαθριστής
κάδαλοι· καλωβάται. κωλοβάθροι
κάδαμος· τυφλός. Σαλαμίνιοι
†καδαρόν· θολερόν
*κὰδ δέ· κατὰ δέ A. κατῆλθεν (Δ 79) AS
*κὰδ δ' ἔθορε· κατεπήδησεν {δὲ} (Δ 79) An
κὰδ δέ κεν· κατὰ δὴ ἂν [ἢ] {εὐχωλήν} (Β 160)
κάδδιχον· ἡμίεκτον, ἢ μέτρον. καὶ οἱ τοῖς θεοῖς θυόμενοι ἄρτοι
{κάδδιχοι}
κάδδραθε· κάθισον
*κὰδ δ' εἷσε· κατεκάθισε (Γ 382) n
*καδδῦσαι· καταδύσασαι (Τ 25) ASgn
καδδραθέτην· ἐκοιμηθήτην (ο 494)
καδία· Σαλαμίνιοι ὑδρίαν [Ἀττικοὶ δὲ κοιμηθῆναι]
καδίσκοι· σιπύαι, εἰς ἃς τὰ ἱερὰ ἐτίθεσαν. καὶ τὰ ἀγγεῖα, εἰς
ἃ τὰς ψήφους ἔφερον
Καδμεῖοι· οἱ Πριηνεῖς, ὡς Ἑλλάνικος (fr. 4,101 J.)· ἢ οἱ Θη-
βαῖοι ἀπὸ Κάδμου. τὴν δὲ {νίκην τὴν Καδμείαν} ἀποδιδόα-
σιν ἐπὶ τῆς ἀλυσιτελοῦς νίκης. οἱ μὲν ἐπεὶ Ἐτεοκλῆς καὶ Πολυ-
νείκης μονομαχήσαντες περὶ τῆς νίκης ἀμφότεροι ἀπώλοντο·
οἱ δὲ ὅτι τῶν ἑπτὰ ἐπὶ Θήβας στρατευσαμένων πάντων ἀπο-
λομένων οἱ υἱοὶ πάλιν ἐπιστρατεύσαντες εἷλον τὰς Θήβας, ὡς
ἔχειν αὐτοῖς ἀλυσιτελῆν {τὴν νίκην}
κάδμος· δόρυ s. λόφος. [ἀσπίς s. Κρῆτες
κάδος· κεράμιον
Κάδης· ἁγιασμός
κάδουσα· εἶδος σταφυλῆς
καδρανές· κατωφερές
κάδρι· [κάθισον]
κάδυρος· κάπρος ἄνορχις
κάεια· [καλαμίνθα]
Κάειρα· Καρίνη (Δ 142)
καμέτην· ἔκαμον (Δ 27)
καέκλετο· κατεκελεύετο (Ζ 287)
καθαγίσω· συντελέσω. καὶ καθιερώσω (Ar. Lys. 238). παρὰ
δὲ Σοφοκλεῖ (Antig. 1081) ἐκ τῶν ἐναντίων ἐπὶ τῶν μιαινου-
σῶν {κυνῶν} τέτακται
κάζελε· κατέβαλε
καηνά· τὰ εὖ καιόμενα ξύλα
καθαιρεῖ· καταλαμβάνει (Aesch. Ag. 398)
καθαιρεθήσονται· καταστραφήσονται (Ierem. 4,7) AS
καθαίρεσις· κατάλυσις s, καταστροφή (1. Macc. 3,43) ASvgp
καθαίρομαι γῆρας· ἐκδύομαι. Αἰσχύλος Δαναΐσι (fr. 45)
καθαιρῶν· καθιστῶν. καταδικάζων. οἱ δὲ μαστιγῶν
καθανύσαι· συντελέσαι
*καθάπαξ· συλλήβδην Sp, παντελῶς (φ 349 ..) ASvg
καθάπτεσθαι· λοιδορεῖσθαι, *[ὀνειδίζειν (s). πραΰνειν (Α
582). n. ἐφάπτεσθαι. ἐγγίζειν
καθάπτομαι· πραΰνω. *[ὀνειδίζω (ASvgn). ἐγγίζω
κάθαμμα λύεις· ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λύειν
κάθαπτος, τῷ τόνῳ ὡς μόναρχος· λέγει δὲ τὸν καθημμένον,
καὶ ἐπεῤῥαμμένας τὰς δορὰς καὶ τοὺς θύρσους †ἐξεσφηκωμένους
φοροῦντα (Eur. fr. 752,2)
καθάρβυλος χλανίς· ποδήρης ἕως τῶν ἀρβυλῶν (Soph. fr.
565)
καθαρθῆναι· μαστιγωθῆναι
κάθαρμα· τὸ χοιρίδιον, ᾧ τὴν ἑστίαν ἐκάθαιρον ἐν ταῖς ἐκτρο-
πίαις. ὁ δὲ ἐπιτελῶν δημοσίως περιστίαρχος ἐλέγετο
Κάθαρνοι· [ἱερεῖς Δήμητρος. ἢ σωροί]
καθαροποιεῖ· σαίρει
καθαρίζων· κομψευόμενος
καθαρῶς· σαφῶς, ἀκριβῶς (Eur. Rhes. 35)
καθαῦσαι· ἀφανίσαι (Alcm. fr. 95 Bgk)
*κάθελε· ἐπίδος AS
καθ' ἑαυτόν· αὐτὸς δι' ἑαυτοῦ
*καθεδεῖται· κάθηται (Ierem. 37,18) AS
*καθεδοῦμαι· καθεσθήσομαι ASg
*καθεδοῦνται· καθεσθήσονται (Ezech. 26,16) Ag
καθέδρα· θυσία Ἀδώνιδος
καθέδραι· πένθους ἡμέραι ἐπὶ τετελευτηκόσι
καθέζεσθαι· ἱδρυθῆναι. καὶ οἰκῆσαι
καθειργμένος· [κατελθών]
καθήκει· πρέπει. ἢ ἔχασεν
*καθίκεο· καθήψω ASg. ὕβρισας (Ξ 104) AS
*καθίκοντο· καθήψαντο (α 342) (n)
κάθεικται· παραγεγένηται, παρεγένετο
*καθεῖλας· κατέλυσας A, ἀπέκτεινας. [κατέβαλας (Ps. 9,7) (n)
*καθειμένον· [κατερχόμενον.] κεχαλασμένον AS
καθιμήσαντες· καθέντες
*καθ' οἷμον· καθ' ὁδόν ASn
*καθεῖναι· {ἐπὶ τὸ} κάτω ἀπολῦσαι Avg
καθιξόμενον· καθαψόμενον
*καθῖκται· καθήψατο A
*καθειργμένος· ἐγκεκλεισμένος AS
καθείργνυται· συγκλείεται (Cratin. fr. 72?)
καθεῖρκται· [καθήψατο.] ἠσφάλισται
*καθείρκτω· πεφυλακίσθω Avg. παρὰ τὴν {εἱρκτήν} A
καθειστόν· εἶδος φιλήματος
καθεκτόν· ἐφικτόν. [καταληπτόν (n)
καθελεῖν σελήνην· ἐδόκουν αἱ Θετταλαὶ τὴν σελήνην κατάγειν
*καθέλῃς· κατενέγκῃς (Gen. 27,40) AS
καθέλκει· καταβάλλει
καθέλκομαι· παρασύρομαι
*καθέντος· καταχαλάσαντος S (n)
*κάθεμα· ὁ κατὰ στήθους ὅρμος (Ezech. 16,11) (g)
καθέμεν· χαλάσαι
*καθέξει· κρατήσει (Ο 186) ASvg
καθέξομαι· [ἀνέχομαι.] ἀνέξομαι
*κάθες· χάλασον ASvgn
καθεσάμενος· χαλάσας
κάθεσαν· κατέθηκαν
*κάθεσιν· καταγωγήν. οἴκησιν AS
καθεστηκότος· παρεστηκότος
καθέστηκεν· ἔστη (Eur. Hipp. 91)
καθεστός· παρεστός. αὐτόθεν ὑπάρχον. μόλιβδος
*κάθετο· κατέθετο (Ξ 223) n
καθεύδειν· κοιμᾶσθαι. ὑπνοῦν
*καθηγεμών· ὁδηγός (A) διδάσκαλος (2. Macc. 10,28) ASvgn
*καθ' ἡδυπάθειαν· τὴν σαρκικὴν ἐπιθυμίαν AS
*καθῆκαν· κατέβαλον gn, ἐχάλασαν (A). ἐνέβαλον
καθήκοντα· προσήκοντα. *[ἀκόλουθα. ἁρμόζοντα n
καθήκοντο· κατεβάλοντο
*καθηκόντως· δεόντως AS, πρεπόντως gS, προσηκόντως
*καθήκουσιν· ἁρμόττουσι A
καθήμενον· τὸ κοῖλον καὶ ὁμαλὸν χωρίον, καὶ πεδίον
καθήλωσε· τοῖς ἥλοις ἔσφιγξεν
*καθίμησε· κατήνεγκεν. ἢ [κατήντλησε ASg
καθήπτετο· ὕβριζεν, ὠνείδιζεν
καθηρῶν· [καταστρέφων]
κάθησο· καθέζου (Α 565)
*καθῆστο· ἐκαθέζετο (Α 569) ASgp
*καθιγμένον· κατελθόντα ASg. καταντήσαντα n. φθάσαντα
ASg. ἢ καταγενόμενον
†κάθιδι· ὑδρίαι. Ἀρκάδες
*κάθιδρος· κεκμηκώς (Ierem. 8,6) ASvgp
*καθιδρῦσαι· καθιερῶσαι n. στῆσαι
καθιέμενον· κεχαλασμένον
*καθιέντος· καταχαλάσαντος g
*καθιεροῖ· θεῷ ἀνατίθησι ASvgn
*καθιζόμενον· καθαψάμενον ASn(ps)
καθέλοιμι· ἀπολύω
καθικέσθαι· ἐφάψασθαι. τύψαι
*καθικνεῖσθαι· καθάπτεσθαι ASvgn. καταβαίνειν A
*καθικομένοις· ἐλθοῦσι AS
*καθίκοντο· καθήψαντο A. [ἐχάλασαν]
καθιλύσας· ἀθροίσας
καθιμᾶι· καθίησι, χαλᾷ
*καθιμείσθω· καθιστάσθω AS
καθιμονεύει· καθίησι
*καθιμῶσι· χαλῶσιν ASg
*καθίξεσθε· καθάψασθε AS. κρατήσατε (Exod. 12,22) A
κάθιξον· κάθισον
καθίπταται· ἀπάνωθεν πέτεται
καθίππαξις· πομπῆς ὄνομα παρὰ Λακεδαιμονίοις
*κάθισαν· καθίδρυσαν (Τ 280) AS
καθίσατο· ἱδρύσατο
καθιστᾶν· στῆσαι. ποιῆσαι (Dan. 2,21)
καθιστῶ· δείκνυμι. ποιῶ
*καθόδοις· ἀγωγαῖς ASvg. κύκλοις (A)
καθολικά· γενικά. [Λάκωνες]
καθ' ὁμά· κατὰ τὸ αὐτό (Callim. fr. 1,26 Pf.)
καθ' ὁμόν· κατὰ λόγον. καθ' ὅμοιον. [καθ' ὁδὸν τὴν προσή-
κουσαν]
*καθοπτεύει· καθορᾷ AS
*κάθοπτρον· †ἀόρατον AS
*καθορίζει· ὁρίζει A (n)
*καθόρμια· τὰ ἐνόρμια S, περιθέματα ASvgn, ἀῤῥαβωνιακά AS,
ἢ κόσμια [περιτραχήλια (Hos. 2,13) gb
κάθος· [σπυρίς]
*καθοσιωμένος· ἀνακείμενος ASvgnΣ
καθ' ὅσον· ὅσον (Ps. 102,12)
*καθ' ὅσον οἷόν τε· καθόσον δυνατόν ἐστιν ASvg
†καθουφήν· ἀλώπεκα
†καθίεψεν· ἐξέθετο
καθυλομανούντων· ὕλην ἐχόντων πολλήν
*καθ' ὕπαρ· [κατ' ὄναρ] {κατὰ τὸ φανερόν} g
*καθ' ὑπερβολήν· ὑπερβαλλόντως (4. Macc. 3,18) AS (vg)
*καθύπερθεν· ἄνωθεν S, ὑπεράνωθεν (Β 754) vg (AS)
καθυπερτέρους· πλεονεκτοῦντας (s)
καθυπισχνεῖτο· ὡμολογεῖτο
*καθυφεῖναι· ἐνδοῦναι AS. ὑποχωρεῖν. [καθυποβάλλειν (Dem.
18,107 ..) ASn
*καθυφηκάμην· ἀφῆκα, εἴασα AS
*καθυφῆκεν· ἐνδέδωκεν ASvg
καθυφείς· προδούς. καταλιπών
καθωμηρευμένα· καθ' Ὅμηρον εἰρημένα
*καθ' ὥραν· ἐν πάσῃ ὥρᾳ ASn. κατὰ καιρόν (Zach. 10,1)
(Avg)
καθώς· ὥσπερ, καθάπερ
καθωσίωσε· [κατέλυσεν] κατέθυσεν. Εὐριπίδης Μελεάγρῳ (fr.
539)
καὶ ἄλλως· καὶ ἄνευ τούτων (Ι 698)
καίοντο· ἐκαίοντο (Α 52)
καίατα· ὀρύγματα. ἢ τὰ ὑπὸ σεισμῶν καταῤῥαγέντα χωρία
καὶ αὖτις· καὶ αὖθις. καὶ πάλιν (Α 140)
καὶ αὐτῷ· καὶ ἐμοὶ αὐτῷ (Ζ 338)
καὶ ἀχνύμενοί περ· καίπερ λυπούμενοι (Β 270)
*καὶ γάρ ῥα· καὶ γὰρ δή (Α 113) ASn
καὶ δή· ἐπὶ τοῦ ἤδη (Β 135)
καὶ γάρ τοι· τοιγαροῦν
καὶ δή μοι· καὶ δὴ ἐμοί (Α 161)
καί ἑ· καὶ αὐτόν (Γ 408)
*καὶ ἐν δαΐ· καὶ ἐν τῇ μάχῃ n
*καὶ ἐπεστήρισας· ὠργίσθης AS. ἢ ἐπεστήριξας (Ps. 37,3)
καιέτα· καλαμίνθη. Βοιωτοί
*καὶ ᾗ φησι· καθὼς λέγει AS
†καικάσαι· καταγελάσαι
Καικίνης· ὁ Καικίας ἄνεμος, ἀπὸ τοῦ Καΐκου ποταμοῦ
καὶ κλάει· καὶ αἰάζει
Κάϊκος· ποταμὸς {Μυσίας, ὡς Δημήτριος καὶ Φιλόξενος μαρ-
τυρεῖ} n
καικύλην· τὴν κεφαλήν
Κάϊν· κτῆσις
*καὶ λεπτυνῶ· συντρίψω (Ps. 17,43) ASvg
καίλους· οὐρανός. Ῥωμαῖοι
*καὶ μάλα· καὶ λίαν vg. καὶ πάνυ (Α 217) Avgn
*καὶ μάλ' εἰκότως· καὶ πάνυ δικαίως (Dem. 18,16 ..) vgn
*καὶ μάλ' ἐν δίκῃ· δικαίως ASbs
καὶ μέν μευ· καὶ δὴ ἐμοῦ (Α 273)
καὶ μέντοι καὶ· καὶ ἔτι. καὶ μήν (Plat. Theaet. 144 c ..)
καὶ μὲν τῶν· καὶ τούτων μέν (Ζ 27 ..)
καί με πρὸς μῦθον ἔειπε· καὶ προσεῖπέ με τῷ λόγῳ (Β 59)
*καὶ μήν· καὶ ἔτι (λ 582) ASv
*καίγε· καίτοι (Act. ap. 2,18) (g)
*καί μιν· καὶ πρὸς αὐτήν (Α 201) (Sn)
*καίνει· φονεύει AS. κτείνει (Eur. Phoen. 44)
καινία· νίκη
καινίσαι· καινῶς χρήσασθαι. καὶ ἐγκαινίσαι (Eur. Tro. 889)
καἱνήτα· ἀδελφή
καἱνήτας· ἀδελφούς, καὶ ἀδελφάς
καινός· νέος, νεαρός
καινοτάφια· νεκροτάφια
καινοτομῆσαι· καινὸν ποιῆσαι
καινοτομεῖν· καινὴν λατομίαν τέμνειν (Xen. vect. 4,27)
καινουργηκότα· νέα πράγματα ἐργασάμενον (Hipp. vet.
med. 21?) AS
*καί νύ κε· καὶ ἄν (Θ 131 ..) An
*καί νύ κεν· καὶ δὴ ἄν (Γ 373) S
καίνυσθαι· νικᾶν. διαφέρεσθαι. σχοινεύεσθαι. μετρεῖν ἀγρόν
καινυμένα· διαφέρουσα
καίνυται· νικᾷ. προφέρει
καινύτω· νικάτω (Empedocl. fr. 23,9)
καιόντων· καιέτωσαν (Θ 521)
*καὶ οὐ διεφώνησεν· οὐ διέφυγεν (1. Regn. 30,19) ASg
καὶ πολλόν· καὶ πάνυ (Ψ 832)
καί ποτέ τοι· καί ποτέ σοι (Α 213)
†καίπετος· ἀξίνη
καὶ πρόκα τε δή· ἀντὶ τοῦ ἄφνω (Hdt. 1, 111, 5 ..)
*καί ῥα· καὶ δή gb, αὐτάρ (Α 360)
καί ῥ' ἐπιεισαμένη· καὶ δὴ ἐπελθοῦσα (Φ 424)
καίραμα· μέρος νεός. ἢ ἀμφίεσμα
Καιράτιοι· οἱ Κνώσιοι, ἀπὸ ποταμοῦ
καιρατιοῦσι· [τοῖς κέρασιν πλήξουσι]
καίρια· τὰ μέρη τὰ λεπτά. *[βέβαια. ὠφέλιμα (AS) ἢ ἐπι-
κίνδυνα (gb), θανάσιμα· Avg ἢ ἐπιτήδεια
†καιροθέοισι· κρατοῦσι. προτρέχουσιν
καιρός· χρόνος r. ἢ τόπος καίριος. ἢ ὁ τῶν ἑπτὰ ἀριθμός
καιροσέων· μεμιτωμένων· {καῖρον} δὲ τὸν μίτον φασίν· οἱ δὲ
τὰς παρυφὰς τῶν ἀμπεχόνων. οἱ δὲ εὖ κεκαιρωμένων, τουτ-
έστιν εὖ ὑφασμένων· {καιρώματα} γὰρ τὰ διαχωριστικὰ τῶν
στημόνων πλέγματα (η 107)
καιρότερον· ἐνωρότερον. Ἀχαιοί
καιρῷ· [ῥοπάλῳ]
καίρωσιν· τοῦ στήμονος τοὺς συνδέσμους
καιρωστρίδες· ἐργαστρίδες. ὑφαστρίδες (Callim. fr. 640 Pf.)
*καιροφυλακῆσαι· καιρὸν ἐπιτηρῆσαι (Phil. mut. nom. 185 ..)
ASvg
καισάραι· περικεφαλαῖαι (s)
†καισεκπρώπιον· δρέπανον. ξηροκόπιον
*καὶ συμβιβάσεις· καὶ διδάξεις (Deut. 4,9) ASvg
*καὶ σφῶϊν· καὶ αὐτοῖς (Α 338) AS
καὶ τὰν στοάν· καὶ τὸ ι..
*καὶ τί αἱρήσομαι; καὶ τί βουληθῶ; (Ep. Phil. 1,22) ASvgn
καίτοι γε· ....
καὶ τοὺς εἰς ἕνην· καὶ τοὺς εἰς τρίτην
καίτρεαι· ὅπλα Ἰβηρικά· οἱ δὲ {κυρτίας}
*[καὶ τῶν· καὶ ἐκ τῶν, κατὰ συναίρεσιν {κἀκ τῶν}] A
*καὶ τὼ πόδε· καὶ τοὺς πόδας Avg δυϊκῶς (Ar. Vesp. 608) vg
*καὶ χερσί· καὶ ἔργοις (Α 77) ASn
καὶ ὥς· καὶ ὅμως (Α 116)
*καὶ ὥς φησι· καὶ ὡς λέγει ASn
κάκα· κακία (Eur. Hipp. 161) ἢ ὄρνεον
κάκαιοι· βολβοί
κάκαλα· τείχη. Αἰσχύλος Νιόβῃ (fr. 166)
κακαλίς· [νάρκισσος]
κακὰ μήσατο· κακὰ ἐβουλεύσατο (Ζ 157)
*κακανδρίας· ἐπὶ κακῷ δυνάμεως AS
κακίας ἐπιβάθρας· τοὺς τῆς κακίας ὑπηρέτας· ἐπιβεβηκότας
κακείοντες· κατακοιμησόμενοι (Α 606)
*κάκ' ἐλέγχεα· κακὰ ἐλέγχη (Β 235 ..) (A)
*κακέμφατον· ἄδοξον, δυσκλεῆ AS
κακεστοῦν· κακὴν κατάστασιν. ἢ ἀπραγίαν
κάκη· δειλία. ἢ κακία· ἀλλὰ τῆς ἐμῆς κάκης (Eur. Med. 1051),
κακουχίας
*κακήγορος· κακῶς λέγων Ag, κακολόγος (Plat. Phaedr. 254e)
ASvgn
*κακήν· κάκιον (m)
κακίζει· κακολογεῖ
κακὴ κόνις· κακὸς ὄλεθρος
*κακιζόμενος· ταπεινούμενος (g)
κακιθά· λιμηρά
κακιθής· ἄτροφος ἄμπελος
κακιθές· χαλεπόν. λιμηρές
κακιμήν· τὸν ἀτυχῆ
κάκιον· εὐτελέστερον
κακίωσαι· ἱδροῦν ἀρχόμεναι. Λάκωνες
κακκάβα· πέρδιξ
κακκάβη· κρίκον. ἢ χύτρα, ἣν ἡμεῖς {κάκκαβον}
κάκκαβος· ἢ λοπάς (A). [ἢ πέρδιξ]
κακκάζειν· τὰς ὄρνις τὰς πρὸς τὸ τίκτειν φθεγγομένας Ἀττικοί
κακαλέα· κατακεκαυμένα
κακκεῖαι· κατακαῦσαι (λ 74). {κατα}κοιμηθῆναι
*κακκείοντες· κοιμηθέντες, [κοιμησόμενοι (Α 606) ASn
κακκέρσαι· κατακόψαι. Πάφιοι
†κάκκαλον· κάταξον
κάκκη· κόπρος. ἢ κάθευδε. Λάκωνες
κακκός· ὁ μικρὸς δάκτυλος s
κακκώνιον· σκαφίον
*κακορραφίῃσι· κακομηχανίαις (β 236)
κακόβας· ἐπὶ κακῷ ἥκων
κακοδαιμονίαν· ἀτυχίαν
*κακοδαίμων· ὁ θεῷ ἀπεχθής (Dem. 19,115) Avg
κακοδεκτεύουσα· κακῶς δεχομένη
κακοδιάβολος· κακοικονόμος. Λάκωνες
κακοεργός· ὁ τὰ κακὰ ἐργαζόμενος (σ 54)
κακοείμονας· ῥακκοδύτους (σ 41)
κακοηθείας· κακοτροπίας (Ep. Rom. 1,29 ..) AS
κακοί· ἄνανδροι, δειλοί (Λ 408 ..), δυστυχεῖς, κακοδαίμονες
κακόκνημος· κακόφθαρτος. [κακόσιτος s
κακοκτερής· κακόθαπτος
κακολαῆ· κακοδερκῆ
κακομήτις· κακόβουλος (Eur. Or. 1403)
*κακομήχανος· κακόβουλος (Ζ 344 ..) ASns
κακόνοια· ὕβρις (Dem. 21,204)
*κακόνους· κακονοῶν (Dem. 8,39) A
κακοπινής· κακός. μεθυστής
κάκονες· [κακὸς ὄλεθρος] s
κακοπάθεια· μοχθηρία
κακοπράγμων· πανοῦργος
κακοπραγοῦς· κακοεργοῦ
†κακόρας· κατακόψας. παρὰ Εὔκλῳ
κακόρδαζε· ἀπεχώρει
*κακορραφίας· κακοσυνθεσίας vg (A), κακοβουλίας (Ο 16) n
*κακορραφίῃ· κακομηχανίᾳ AS, κακοβουλίᾳ S, κακουργίᾳ (μ 26)
κακορραφέας· κακοποιούς, κακοπράγμονας
κακοῤῥοθεῖ· κακολογεῖ, [λοιδορεῖ, ὑβρίζει (Eur. Alc. 707)
(ASvgn)
κακός· δειλός. δεινός. πονηρός
*κάκ' ὀσσόμενος· δεινῶς ἐμβλεψάμενος (Α 105) (ASn)
κακοσχόλου· κακοῦ κατὰ τὴν σχολήν
κακότατος· κακότητος
κακότης· κάκωσις, βλάβη
κάκουλοι· κακοί, σκληροὶ κύαμοι
κακουργεῖ· κακὰ ἐργάζεται
a) κακοῦργος· δόλιος, κακὰ ἐργαζόμενος. b) *{κακοήθης}·
κακότροπος ASg
κακουχία· ἀσθένεια. ἀμέλεια. ἀθεραπευσία
*κακόχαρτος· ὁ κακοῖς χαίρων (Greg. Naz. c. 1,2,9,20) vgnp
κάκτανε· φόνευε, ἄνελε, κατάκτεινε (Ζ 164)
κάκτος· ἄκανθα, ὑφ' ἧς ἐὰν πληγῇ νεβρός, ἀχρεῖα ἴσχει τὰ
ὀστᾶ εἰς αὐλούς
*κἀκ τῶν· καὶ ἐκ τούτων ASvgn
κακυκία· [ὀψοφαγία]
†κακῦναι· ὀψοφαγῆσαι
κακυνεῖ· κακώσει (vgs)
κακχαδίαι· ἰσχνόφωνοι
*κακχάζει· ἀτάκτως γελᾷ S, ἀσμένως Avg, ἀθρόως A, ἀπαι-
δεύτως
κάκχαρτον· κατάχαρτον
κἀκχωρεῖ· δραπετεύει. κακουργεῖ
κακώτερον· χεῖρον (ο 343)
κακούς· δειλούς (Δ 299)
κακῶν δὲ φέρτερον εἴη· τοῦτο τῶν κακῶν τὸ κρεῖττον (Ρ 105)
κακῶς· δεινῶς. ταπεινῶς
*κάκωσις· ταπείνωσις. [†δείνωσις n
καλα· ὀξυτόνως τὸ σύνηθες, καὶ ἀντὶ ἐπιῤῥήματος τοῦ καλῶς·
παροξυτόνως δὲ τὰ ξύλα
καλαβίς· τὸ περισπᾶν τὰ ἰσχία (Eupol. fr. 163)
καλαβῶται· ἐν τῷ τῆς Δερεατίδος ἱερῷ Ἀρτέμιδος ἀιδόμενοι ὕμνοι
Καλαβρίαν· τὴν Μεσαπίαν χώραν. Ῥίνθων (fr. 19)
*καλαβρισθείησαν· χλευασθείησαν (Iob 5,4) ASvgb
Καλαβρός· βάρβαρος
καλαβίς· καλαβώτης
καλαβύστας· τοὺς κωλώτας. Ἀργεῖοι
καλαδία· ῥυκάνη
καλαβώτης· ἰχθὺς ποιός. καὶ σαῦρος
καλὰ δὴ παταγεῖς· καλὰ λαλεῖς (Ar. frg. 116)
καλάζει· ὀγκοῦται. Ἀχαιοί
κάλαθα· †λάλαβοι. οἱ δὲ ἄνθη
καλάθαρβα· παροινία
καλαθηφόροι· οἱ τὰ μαγειρικὰ φέροντες
καλαθίσκος· εἶδος ὀρχήσεως. καὶ σκεῦος γυναικεῖον παρὰ
Μενάνδρῳ (fr. 1018)
κάλαθος· ποτήριον, ὃ καὶ ψυκτήρ. καὶ τὰ ὑπὲρ τὸ πρόσωπον
μέρη. καὶ ἀγγεῖον, ἐν ᾧ χωνεύουσι σίδηρον. καὶ γυναικεῖον
σκεῦος εἰς ἐρίων παράθεσιν
Κάλαϊς· τὸ ἱστίον, καὶ ὄνομα κύριον
καλάμα· ὄγμος. ἰχθύς
καλαμαία· εἶδος ἀκρίδος, ἣν καὶ μάντιν καλοῦσι (Theocr. 10,18)
*καλαμᾶται· τρυγᾷ τὰ ἀνώτερα μέρη τῶν ἐλαιῶν (Deuter.
24,20) AS(vg)
καλάμη· τὸ τέλος φέρειν τοὺς παροίκους. δηλοῖ δέ, ὥς τινες,
καὶ ἄκαρπον ἡλικίαν. ἄλλοι ἐπὶ τῆς εὐγενείας τοῦ σώματος·
ἄλλοι τι λείψανον. ἔστι γὰρ {καλάμη} κυρίως τὸ ξυλῶδες τῶν
σταχύων, ἢ τὰ ἐκ τῶν ἀμητῶν λείψανα, ἐξ ὧν περισσευμάτων
ἔστι γνῶναι πόσος ἦν ὁ καρπός (ξ 214)
καλαμητρίδες· αἱ τὰ δράγματα συλλέγουσαι
καλάμια· τὰ στελέχια
καλαμίνδαρ· πλάτανος †ἡδονιεῖς
καλαμίνθη· πόα, ὁμοία ἡδυόσμῳ
καλαμίς· κοσμάριόν τι περὶ τοὺς πλοκάμους. ἔνιοι σύριγγα.
ἄλλοι χρυσοῦν περιτραχήλιον καὶ γραφείων θήκη, {οἱ} δὲ τὸν
τοῦ γάλακτος ταρσόν. καὶ ὁ ἁλιευτικὸς κάλαμος. Κερυνῆται
δὲ τοὺς μικροὺς τέττιγας καλαμίδας καλοῦσι
Καλαμίτης ἥρως· τῷ Ληναίῳ πλησίον (Dem. 18,129)
κάλαμος· ὄροφος. Κῷοι. καὶ τὸ ὑποτιθέμενον ταῖς λύραις ἠχεῖον
(Soph. fr. 33). καὶ τοῦ σίτου ὁ καυλός. καὶ αὐλός
καλαμοτύπος· ἰξευτής. Λάκωνες
καλαμώμενον· καλαμᾶσθαι λέγουσιν, ὅταν ἐκ τῶν τετρυ-
γημένων ἀπολείμματά τινα συνάγωσιν ἢ στάχυας (Sir. 30,25)
καλαμωταί· εἶδος ἐσχάρας
καλαοίδια· ἀγὼν ἐπιτελούμενος Ἀρτέμιδι παρὰ Λάκωσιν
κάλαον· [καλὸν] ὑποπόδιον
κ' ἀλαός· τυφλός (θ 195)
κάλοι· σχοῖνοι (ε 260)
καλαρῖνες· ὀχετοί. Λάκωνες
καλαῤῥυγαί· τάφροι. Ἀμερίας
καλάσιρις· χιτὼν πλατύσημος, ἢ ἡνιοχικὸς καὶ ἱππικὸς χιτών.
ἔνιοι δὲ λινοῦν καὶ ποδήρη χιτώνιον ἰσχνόν. Ἀριστοφάνης
Θεσμοφοριαζούσαις (fr. 320)
καλασίριτα· τὰ λώματα, ἃ καλοῦσιν ὤας
καλαυνεῖ· τρυφᾷ. ἐμπίπλαται
καλαυρεῖ· τρυφᾷ
καλαυρόφις· βακτηριοφόρος
*καλαύροπα· ποιμενικὴν ῥάβδον ASv(g), καὶ βουκολικήν
(Ψ 847) (g)
καλαύροπα· ξύλον, ᾧ τοὺς βόας βάλλουσιν
*καλαῦροψ· ποιμενική {ῥάβδος} ASpb (N)
κάλαφος· ἀσκάλαφος. Μάγνητες
*κάλεα· τὸ γένειον τοῦ ἀλέκτορος (A)
καλεοίμην· κληθείην (Α 293)
κάλεον· ἐκάλουν (Δ 477)
*καλέοντι· καλοῦντι ([Theocr.] epit. Bion. 112?) g
καλεός· ὄνομα. καὶ μοιχός
καλεσαμένη· καλέσασα (Ξ 188)
καλέεσθαι· εὔχεσθαι. καλέσασθαι (η 313)
καλέσατο· ἐκάλεσεν (Α 54). ἀνέλαβεν ἐκ λειποψυχίας
καλεύειν· λιθοβολεῖν
καλέχεο· κατάκεισο. Πάφιοι
κάληβος· ἀπεσκολυμμένος τὸ αἰδοῖον
†καλημνεῖ· καλεῖ σαφῶς (Callim. h. Dian. 67)
καλήν τ' Ἐπικάστην· ἣν οἱ μεθ' Ὅμηρον Ἰοκάστην καλοῦ-
σιν (λ 271)
καλήτωρ· Ἰδαῖος κήρυξ (Ω 577)
καλιαί· νοσσιαὶ ἐκ ξύλων. καὶ ξύλινά τινα ... περιέχοντα
ἀγάλματα εἰδώλων. δηλοῖ δὲ καὶ σκηνήν. *οἰκίαν. κυρίως
νοσσιὰν ἐκ ξύλων (ASn)
καλλιγύναικα· καλὰς γυναῖκας φέρουσαν (Β 683)
καλίνδινα· ἔντερα ... Κύπριοι
*†καλιδύη· περιβόλαιον βαρβαρικόν (Iud. 3,16) ASgn
καλλιερεῖν· καλῶς τοῖς ἱεροῖς χρήσασθαι
καλλίζωνοι· ἀπὸ μέρους (Η 139)
*καλιήν· τὸν οἶκον. κυρίως δὲ τὸν ἀπὸ ξύλων οἶκον· {κᾶλα}
γὰρ τὰ ξύλα (Hes. op. 374) A
κάλιθος· οἶνος. Ἀμερίας
κάλικον· βόθρον
κάλινα· ξύλινα
*καλινδεῖσθαι· κυλίεσθαι (ASvgn)
κάλινοι· δοκίδες
καλιοί· τὰ εὐτελῆ οἰκήματα
κάλιον· ξυλάριον. βακτηρίδιον
καλιός· τὸ δεσμωτήριον. καὶ ξύλον, ᾧ ἐδέοντο. καὶ οἱ μικροὶ
οἶκοι {καλιαὶ} καὶ {καλίδια}
καλίς· σκέπαρνον
καλιστρεῖν· καλεῖν
καλίωμαι· καλοῦμαι
καλιῶσαι· σπαράξαι. πατάξαι
καλχαίνεται· φροντίζει. ταράττεται
[κάλλα ἢ] {κάννα}· κάλαμος (Cratin. fr. 197)
κάλλαια· οἱ τῶν ἀλεκτρυόνων πώγωνες p. [καὶ πᾶν πορφυροει-
δὲς χρῶμα. ἔνιοι δὲ τὰ ποικίλα. καὶ παρ' Αἰγυπτίοις {χρῶμα
καλάϊνον}. τίθεται δὲ καὶ ἐπὶ μύρου. κάλλη τὰ βαπτὰ ἔρια]
†Καλλαΐς· γένος ἰθαγενῶν
καλλαροί· [βάρβαροι]
*κάλλιπε· κατέλιπεν (α 243 ..) ASb
κάλλει· τῷ μύρῳ τῷ τῆς Ἀφροδίτης (σ 192)
κάλλιπον· κατέλιπον (Ι 364)
κάλλη· *ἄνθη An. πορφυρᾶ {ἱμάτια} (Eupol. fr. 333)
κάλλη· εἶδος ἄνθους ποιὸν πρὸς βαφὴν ἁρμόζον
*Καλλιρόη· κρήνη (Thuc. 2, 15,5) (ASvg)
†κάλλης· καρπίμου
καλλίαρ· πίθηκος. παρὰ Λάκωσι
Καλλίαρος· πόλις (Β 531)
καλλιβάντες· ὅμοια σμιλίοις καὶ ψαλίσιν, ἐν αἷς τὰς ὀφρῦς
κοσμοῦσιν αἱ γυναῖκες. [ἄνθη.] [ἢ γένος ὀρχήσεως ἀσχημόνως
τῶν ἰσχίων κρατουμένων]
Καλλιγένειαν· οὐ τὴν γῆν, ἀλλὰ τὴν Δήμητραν. οὐδεὶς γὰρ
οὕτως ἔφη τὴν γῆν {καλλιγένειαν}. οἱ μὲν τροφὸν αὐτῆς·
οἱ δὲ ἱέρειαν· οἱ δὲ ἀκόλουθον (Ar. Thesm. 298)
*καλλιέπεια· καλλιλεξία ASvg
Καλλιδώρα· †καλλιονύμφη
*καλλιερεῖν· θύειν Ag, ἱερουργεῖν, καλῶς τὰ ἱερὰ ποιεῖν S (gn)
Καλλικολώνη· χωρίον ἱεροπρεπές (Υ 53)
καλλικόμων· εὐπρεπῶν (Ibyc. fr. 5,2. Stesich. fr. 37?)
*καλλιέρημα· θυσία εὐπρόσδεκτος vgp
†καλλίκριτα· χελώνην. οἱ δὲ φώκην
κάλλιμος· κάλλιστος (λ 640). [ἢ λύρας τὸ ἠχεῖον. οἱ δὲ {κάλα-
μος}]
Καλλίνικος· ὄνομα κύριον. καὶ εἶδος ὀρχήσεως ἐπὶ τῇ τοῦ
Κερβέρου ἀναγωγῇ. ἢ *νικητής ASs
καλλιναωτάτη· κρήνη καλῶς ῥέουσα
*καλλιπάρῃος· καλὰς παρειὰς ἔχουσα. εὐπρεπής (Α 143 ..)
(AS)
καλλίπρῳρον· εὐπρόσωπον (Aesch. Sept. 533)
καλλίπυργον· καλὰ τείχη ἔχουσαν (Eur. Bacch. 1202)
καλλίπωλε· ἱππότα
*Καλλιρόη· κρήνη (ASvgn)
*καλλιρόοιο· καλῶς ῥέοντος (ε 441) (g)
Καλλίστη· ἡ Θήρα τὸ πρότερον (Hdt. 4, 147,4). καὶ ἡ ἐν τῷ
Κεραμεικῷ ἱδρυμένη Ἑκάτη, ἣν ἔνιοι Ἄρτεμιν λέγουσιν
καλιστρεῖν· καλεῖν
Καλλιστώ· γυναικεία θεὸς ἐρωτική, διὰ τὸ κάλλος κληθεῖσα
οὕτως (Empedocl. fr. 122,3?)
καλλίσφυρος· καλή, ἀπὸ μέρους. εὔρυθμος (ε 333)
καλλιτόκου· καλῶς τεκούσης, εὐτόκου
καλλιφεγγεῖς· λαμπροί
καλλιχέλωνος· ὁ ὀβολός. εἶχε γὰρ τὸ νόμισμα χελώνην ἐπι-
κεχαραγμένην (Eupol. fr. 141)
Καλλίχορον· ἐν Κνωσσῷ ἐπὶ τῷ τῆς Ἀριάδνης τόπῳ
καλλείψειν· καταλείψειν (Ξ 89)
καλλιώνυμος· εἶδος ἰχθύος. μεταφέροντες δέ τινες τὴν λέξιν
καὶ ἐπὶ τοῦ αἰδοίου ἔτασσον ἀνδρός τε καὶ γυναικός
κάλλος· τὸ τῆς Ἀφροδίτης μύρον· κάλλεϊ μέν οἱ ... πρόσωπα
(σ 192) καὶ τὸ σύνηθες
*καλλύνεσθαι· κοσμεῖσθαι (vgn) καλλωπίζεσθαι
καλλυντήρια· κοσμητήρια
καλλυντής· κουρεύς
κάλλυντρα· σκόλοπες, χάρακες. κοσμητήρια
καλλωπίζεσθαι· κοσμεῖσθαι (Iudith 10,4 ..)
†καλόϊς· βασιλεύς
†καλλιτέαι· φυτόν τι θαμνῶδες
κάλοι· τὰ σχοινία, δι' ὧν ἀνασπᾶται καὶ κατάγεται τὸ κέρας,
καὶ τὸ ἄρμενον
*καλοκαγαθία· ἀγαθότης (4. Macc. 1,8) ASnps
κάλοι δὲ ὀρόχθουν· σχοινία δὲ ἐτίνασσον (Greg. Naz. c.
2,1,11, 135)
καλοκοπῆσαι· ξυλοκοπῆσαι. ἢ σχοινοκοπῆσαι
*κλονέοντες· διώκοντες. θορυβοῦντες (Ξ 14) A
καλλονή· εὐπρέπεια (Plat. conv. 206 d)
καλόνης· εἴρων. Ῥόδιοι
*κάλος· σχοινίον (Num. 3,37) AS. καὶ {καλώδιον} ASvg
καλωπούς· εὐοφθάλμους
καλοτίθηνα· καλότροφα
καλότριχον· τὸ ἀδίαντον
καλοτύπος· ὁ δρυοκολάπτης
*καλπάζει· ὀξυποδεῖ ASn σακκάζει (Ier. 8,6 v. l.) S
*κάλπη· ὑδρία vgn, στάμνος (4. Macc. 3,12)
κάλπης· ἵππος βαδιστής S. καὶ εἶδος δρόμου
κάλπις· ποτηρίου εἶδος
κάλτοι· ὑποδήματα κοῖλα, ἐν οἷς ἱππεύουσι (Rhinth. fr. 5)
καλύβη· σκηνή. παστάς
*[καλυβός· παστός] AS
κάλυκες· τὰ ἔμβρυα
Καλύδναι· νῆσοι πλησίον Ῥόδου (Β 677)
†καλυδίλα· γέφυρα
†καλύδρα· ἡ παλαιά
†καλυδναῖον· ἀρχαῖον, παλαιόν
†καλυδναῖος· Ἀϊδωνεύς. καὶ πρωϊνός. καὶ ἀρχαῖος, παλαιός
Καλυδών· πόλις (Β 640 ..)
Καλυδώνιος αἴξ· Καλυδώνιον {διὰ τὸν} ἔνδοξον ὗν, αἶγα δέ,
διὰ τὸ ὀδωδέναι φαῦλον, δασὺν ὄντα (Com. ad. fr. 866)
κάλυκα· κάλυψιν
*κάλυκας· ὅρμους, περιτραχηλίους κόσμους (Σ 401) ASgn
καλύκειος λίθος· ὁ ἐν ταῖς σάλπαις γινόμενος
κάλυκες· γυναικεῖος κόσμος
καλυκίζειν· ἀνθεῖν
*καλύκων· μικρῶν ῥόδων AS
καλύκων· τῶν ὀμματοφύλλων
καλυκωπός· εὐόφθαλμος
*κάλυντρα· κόσμητρα ASvgn
κάλυξ· *τὸ ἄνθος τοῦ ῥόδου ASg, τὸ μὴ ἐκπετασθὲν ἄνθος Sgn.
ἡ νύμφη. καὶ τὸ ἐνώτιον. καὶ ἡ χρυσῆ σῦριγξ ἡ τοὺς πλοκά-
μους περιέχουσα (Σ 401). ἔνιοι ἔμβρυα ἀποδιδόασι {κάλυκας},
οἱ δὲ βλαστήματα. σημαίνει δὲ καὶ τὴν θαλασσίαν πορφύραν
*[καλύξεις· ῥόδων καλύκια S]
*κάλυξι· {ῥόδων ἀπανθίσμασι ἢ} A κόσμος τις ἐκ ῥόδων (Sap.
2,8) AS
καλύπτειν· σκεπάζειν, κρύπτειν
*κάλυπτρα· κόσμητρα. [κεφαλῆς καλύμματα Sn
καλύφιον· ξυλήφιον
κάλυτρα· σπάθαι φοινίκων. σκόλοπες, χάρακες, σταυροί (Lev.
23,40)
καλχαίνει· ταράσσει. πορφύρει. στένει. φροντίζει. ἄχθεται.
κυκᾷ. ἐκ βυθοῦ ταράσσεται
Κάλχας· Στράττις τὸν ποταμόν φησι, ὅς ἐστι τῆς Χαλκίδος
(fr. 68)
κάλχη· διφθέρα. πορφύρα. βοτάνιον ἀνθοφόρον (Alcm. fr. 39
Bgk. Epich. fr. 2). μέρος κεφαλῆς κίονος
*καλώδια· σχοινία (Iud. 15,14) (Avgn) p
κάλων· κάλον. ἀπ' εὐθείας τῆς κάλως λαμβάνεις {κατὰ} τὸ
σύνηθες
*κάμακας· κοντάρια ὀρθά, ἢ καλάμους ὀξεῖς AS
καμάκασος· ὡσεί τις λέγει ἐν τῷ βαράθρῳ, ἢ τῷ κρημνῷ, ἢ
δεσμωτηρίῳ
*κάμακες· δοράτια ἱππικά. καὶ ὀρθὰ ξύλα ὑπὸ ταῖς ἀναδενδράσι
(Σ 563) AS (g)
καμακίς· κοσμάριον, ὃ τοὺς πλοκάμους περιέχει. ἔνιοι σύριγγα
κάμαξ· δόρυ. σχίζα. καὶ τὰ ὑπὸ ταῖς ἀναδενδράσι ξύλα
†καμάν· τὸν ἀγρόν. Κρῆτες
κάμαξι· τοῖς ὑποβαστάζουσι τὰς ἀμπέλους ξύλοις (Σ 563)
καμάρα· κοιτὼν καμάρας ἔχων
καμάραι· ζῶναι στρατιωτικαί
καμαρεύουσα· φιλοπονοῦσα. πορίζουσα
καμαρεύω· σωρεύω. φιλοπονῶ. πορίζω. κακοπαθῶ. συνάγω
καμάρης· δέσμης
καμάρια· κοιτὼν καμάρας ἔχων
καμαρινῶς λέγει· παροιμιακῶς. λέγει ἀποτόμως, ἀνδρείως
κάμαροι· στῆλαι, ἐν αἷς ἀναγέγραπται ὁ περιορισμὸς τῆς
Ἀσίας
καμαρίς· κοσμάριον γυναικεῖον
καμάρ· [κοιτὼν καμάραν ἔχων]
καμάσαι· σεῖσαι
καμάσσειν· κραδαίνειν, τινάσσειν, σείειν †τὰ μέσω
καμασῆνες· ἰχθύες (Empedocl. fr. 72)
καμασός· βάραθρον
καμάσσυται· πτερύσσεται
καμαστίς· μέτρον τι. Ἀμερίας
κάματος· νόσος, κόπος, μόχθος, πόνος (Δ 230 ..)
καματηρόν· ἐπίπονον, ἐπίλυπον
καματώδης· νοσώδης (Hes. op. 584)
καματῶν· κοπιῶν
κάμβαλεν· [κατέβαλεν.] [κατέλαβεν]
καμβατηθείς· καταπονηθείς
*καμμύει· παύεται AS
καμβολίαι· κακολογίαι, λοιδορίαι
*κ ἂμ βρίζοντα· ἀμελοῦντα (Δ 223) A (S)
κάμεν· ἐκοπίασεν (Β 101 ..)
καμεῖν· κοπιάσαι. ἢ ὀκνῆσαι, νοσῆσαι. ἀποθανεῖν. ἐπιμελῶς
κατασκευάσαι
καμινοῖ· καμινευτρίαι. τινὲς κεκμηκυίαι τὰς ἶνας, ἀπογεγηρα-
κυίαι γρηῒ καμινοῖ (σ 27)
*καμεῖται· [κοποῖ] κοπιάσει (Β 389) n
κάμετον· ἐκάμετον. δυϊκῶς (Θ 448)
κάμινοι· εὔπλευροι βόες, ἰσχυροὶ καὶ εὐίσχιοι
κάμινος· μέρος τι τῆς νεώς
Κάμιρος· πόλις Ῥόδου (Β 656)
καμμάρψαι· καταλαβεῖν
κάμμαρψις· μέτρον σιτικόν, τὸ ἡμιμέδιμνον. Αἰολεῖς
καμμάρους· τὰς ἐρυθρὰς καρίδας (Epich. fr. 60?)
καμάστην· μέτρον τι
κάμματα· φύλλα δάφνης, ἐν οἷς σκέπουσι τὰ ψαιστά. ὁμοίως
καὶ αἱ καμματίδες
†κάμμει· καθέζει
καμμένειν· καταμένειν. Λάκωνες
κάμμερος· [ἀχλύς]
*καμμονίην· τὴν ἐκ καταμονῆς νίκην (Χ 257) (S)
κάμμορε· κακόμοιρε (ε 160)
καμμορέων· κακοπαθῶν
κάμνει· νοσεῖ. ἐργάζεται, *[κοπιᾷ g. [ὀργίζεται]. ἀποθνήσκει
κάμορος· κλήθρα τὸ δένδρον
καμπαλέας· καμπύλας
κάμπειος δρόμος· δρόμοι τινὲς ἦσαν κάμπειοι οὐκ εὐθεῖς καὶ
ἁπλοῖ, ἀλλὰ καμπὰς ἔχοντες
καμπεσίγουνος· ἡ Ἐρινύς, ἀπὸ τοῦ κάμπτειν τὰ γόνατα τῶν
ἁμαρτανόντων
*καμπεσίγυια· κάμπτοντα τὰ μέλη· ASg {γυῖα} γὰρ τὰ μέλη
(Clem. Al. protr. 2, 17,2)
καμπισήγυα· [ὁμοίως]
κάμπη· κῆτος παρὰ Ἐπιχάρμῳ (fr. 194)
κάμπος· ἱπποδρόμος. Σικελοί
καμπουλίρ· ἐλαίας εἶδος. Λάκωνες
... καμπυλόχοις· ἀρότροις
κάμπτειν· τὸ ἐν τῇ ᾠδῇ καμπὰς ποιεῖν
καμπτόμενος· ἐπικλινόμενος
*καμπύλα· ἐπικαμπῆ, στρεβλά (Prov. 2,15) n
κάμψα· θήκη, γλωσσοκομεῖον
καμψικίζουσα· βαρβαρίζουσα
καμψόν· καμπύλον
κἄν· καὶ δὴ ἄν. ἀλλά
καμῶ· ἐργάσομαι
καμψίον· ......
κανᾶ· κανίσκια
κανάβια· κυνηγετικά, ὡς γύργαθοι. ἢ ὑποδήματα ποιά
κανάβιος κηρός· ᾧ χρῶνται οἱ ἀνδριαντοποιοὶ πρὸς πλάσιν
κάναβοι· τὰ ξύλα, περὶ ἃ τὸ πρῶτον οἱ πλάσται τὸν κηρὸν
τιθέασιν. ὅθεν καὶ οἱ λεπτοὶ καὶ ἄσαρκοι {κάναβοι} λέγονται
(Strattis fr. 20)
καναδόκα· χηλὴ ὀϊστοῦ. Λάκωνες
κάναδοι· σιαγόνες, γνάθοι
†κάνακις· ξίφος
κανάξας· ταράξας
κάναστρον· ὄστρακον, τρυβλίον, κανοῦν
καναφόρος· μεσόδμη
*καναχή· ψόφος (Τ 365) AS. [ὄγκος] [ἦχος AS, κραυγή (ASs)
καναχηδά· ἠχητικῶς (Hes. Theog. 367) (p)
καναχίζει· οἰμώζει (κ 399 v. l.) s
*κανάχιζεν· ἐψόφει (Μ 36) ASs, ἐφώνει, ἐκραύγαζεν
Κανδάκη· γυνὴ ἡ Κανδάκη ...
κάνδαλοι· κοιλώματα, βάθρα, κωλοβάθρα
κάνδαρος· ἄνθραξ s
Κανδαύλας· Ἑρμῆς (Hippon. fr. 1) ἢ Ἡρακλῆς
κανδαροφόρους· μελανειμονοῦντας (s)
κανδόχα· [κήλη. Λάκωνες]
κανδύλος· διὰ λαγώων καὶ γάλακτος καὶ τυροῦ καὶ μέλιτος
πέμμα ἐδώδιμον (Aristoph. fr. 791)
*κάνδυς· χιτὼν Περσικός, ὃν ἐμπορποῦνται οἱ στρατιῶται AS
κανδυτάναι ἢ κανδύλαι· ἱματιοθῆκαι (s), ὅπου τὰ πολυτελῆ
ἱμάτια ἔβαλλον (Men. fr. 82. Diphil. fr. 40)
κάνδαλος· κακοῦργος, [λῃστής s
κανεῖν· κτείνειν, ἀνελεῖν. ὅθεν τὸ {κανοῦν}, ἀπὸ τῶν καινομέ-
νων ἱερείων
*κανέοισι· κανοῖς, μαγίσι, κανισκίοις A
κάνεον· κανοῦν (s)
κανήτιον· κανίσκιον s
κανηφόροι· ἐν ταῖς πομπαῖς αἱ ἐν ἀξιώματι παρθένοι ἐκανηφό-
ρουν, ὥσπερ καὶ ἐν τοῖς Παναθηναίοις. οὐ πάσαις δὲ ἐφεῖτο
κανηφορεῖν
*κανηφόρος· ἀναφορεύς. τῶν νυμφῶν ἡ τὸ κανοῦν φέρουσα AS
κανθάρεως· ἀμπέλου εἶδος
κανθαρίς· χρυσοειδὴς ἰχθῦς. ἢ ζωύφιον λυμαντικὸν [ἢ] σίτου
καὶ ἀμπέλου καὶ κήπων
κάνθαροι Αἰτναῖοι· μεγάλοι, ἀπὸ τῆς Αἴτνης (Aesch. fr. 233)
κάνθαρος· ποτηρίου εἶδος, ἀπὸ τοῦ κατασκευάσαντος. καὶ ποιὸς
ἰχθῦς. καὶ πλοίου εἶδος. ἢ ὁ δακτύλιος τῶν ἱερῶν
κανθάρου σκιά· παροιμία ἐπὶ τῶν φοβουμένων τὰ μὴ ἄξια
φόβου
Κανθάρου λιμήν· οὕτω καλεῖται ἐν Πειραιεῖ
κανθήλιος· [ὠμός] μωρός. *ὄνος vgn
κανθήλια· τὰ ἐν τῇ πρύμνῃ τῆς νεὼς ἐπικαμπῆ ξύλα, τιθέμενα
πρὸς σκηνοπήγια. καὶ τὰ σάγματα τῶν ὄνων, καὶ τὰ τούτοις
ἐπιτιθέμενα λύγινα πλέγματα. καὶ τῆς Βιθυνίας ὄρη
κανθύλας· τὰς ἀνοιδήσεις. Αἰσχύλος Σαλαμινίαις (fr. 220)
†κανθίαι· σπυρίδες
κανθίς· ὀνίς. καὶ ὄνος
κανθός· ὁ τοῦ ὀφθαλμοῦ κύκλος. καὶ ἡ ἀναπνοὴ τοῦ καπνοῦ
ἐν τοῖς ἰπνοῖς. τινὲς δὲ καπνοδόχην. καὶ μήποτε οἱ χυτρόποδες.
Σικελοὶ καὶ εἰς ὃ τὰς κάχρυς φρύγουσιν
*κάνθωνι· {τῷ ὄνῳ} g
{κάνθων·} κάνθαρος (Ar. Pac. 82)
κἂν ἴσαι· παροιμία μετενηνεγμένη ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις
φερομένων ψήφων ἴσων. ἀπολύονται γὰρ τοῦ ἐγκλήματος,
ὁπόταν ἴσαι ἐξενεχθῶσιν αἱ ψῆφοι (Ar. Ran. 685)
κανίας· [κάλαθος]
κάγκανον ὕλην· ξηρὰν ὕλην (Greg. Naz. c. 1, 2, 29, 107)
κάνναβις· Σκυθικὸν θυμίαμα, ὃ τοιαύτην ἔχει δύναμιν, ὥστε
ἐξικμάζειν πάντα τὸν παρεστῶτα. ἔστι δὲ φυτόν τι λίνῳ ὅμοιον,
ἐξ οὗ αἱ Θρᾷσσαι ἱμάτια ποιοῦσιν. Ἡρόδοτος (4,74) ..τούτου
τὸ σπέρμα θυμιῶσιν
κανναβισθῆναι· πρὸς τὴν κάνναβιν ἐξιδρῶσαι καὶ πυριασθῆ-
ναι
κάνναθρα· ἀστράβη ἢ ἅμαξα, πλέγματα ἔχουσα, ὑφ' ὧν πομ-
πεύουσιν αἱ παρθένοι, ὅταν εἰς τὸ τῆς Ἑλένης ἀπίωσιν. ἔνιοι
δὲ ἔχειν εἴδωλα ἐλάφων ἢ γυπῶν
κάνναι· ψίαθοι. καὶ τὰ Αἰγύπτια πλέγματα, ἀφ' ὧν καὶ τὰ
{κάνναθρα}. καὶ εἶδος γῆς χρυσολίθου
κάννηκες· πλέγματα ταρσῶν
Καννωνοῦ πανδοκεῖον· {πέπαικται παρὰ τὸ} Καννωνοῦ
ψήφισμα· εἰσήνεγκε γὰρ οὗτος ψήφισμα, ὥστε διειλημμένους
τοὺς κρινομένους ἑκατέρωθεν ἀπολογεῖσθαι (Com. ad.)
*κανοῦν· κανίσκιον ASvgn. δισκάριον (Exod. 29,3) AS
κάντορες· οἱ κρατοῦντες
κανών· κτείνας. ἢ τὸ ξύλον, περὶ ὃ ὁ μίτος (Ψ 761). καὶ αἱ τῆς
ἀσπίδος ῥάβδοι, ἀφ' ὧν ὁ τελαμὼν ἐξῆπτο (Θ 193)
καπανευτάς· ὀνηλάτας
κάος· [ἐκαλοῦντο]
καπανίζει· ζευγηλατεῖ
καπαλαί· [κάπηλοι] φάτναι
καπάνη· τριχίνη κυνῆ
καπάνια· ἁρπεδόνες
καπανικώτερα· ἀπὸ τῆς φάτνης, χορταστικώτερα. τινὲς δὲ
ἀντὶ τοῦ μείζονα. {καπάνας} γὰρ ἀπήνας λέγουσιν (Ar. fr.
492)
καπαρδεῦσαι· †μαντεύσασθαι
κάπας· †μεμβρίς· ἢ φάτνας
καπατάξεις· κατακόψεις. Πάφιοι
καπατάς· καθορῶν παρὰ Εὔκλῳ
*κάπιτα· κτηνῶν τροφή AS
κἀπεμβαφίζων· ὁ ἐπεμβάπτων
κάπεσε· κατέπεσεν (Δ 523)
καπέτις· χοῖνιξ
*καπέτοιο· τῆς τάφρου Sn (A), παρὰ τὸ ἐσκάφθαι (Ο 356)
κάπετος· *τάφος g, σορός Avgs, ὄρυγμα S, βόθρος. οἱ δὲ σκα-
πετόν
*Καπετώλιος· ὁ Ζεύς AS. {καὶ {Καπετώλιον}·} ὄρος
κάπη· φάτνη
κάπηισι· φάτναις. ἀπὸ τοῦ κάπτειν ἀπ' αὐτῶν (Θ 434)
καπήλα· ἡ κρεόπωλις ἀγορὰ παρὰ Ταραντίνοις
καπηλεύει· μεταπωλεῖ. οἰνοπωλεῖ. καὶ τὰ πρὸς τὰς τροφὰς
καὶ πόσεις
*καπηλεύοντες· πραγματευόμενοι (2. Cor. 2,17) AS
*κάπηλος· μεταπράτης AS, ὁ τὰ πρὸς τὴν κάπην πιπράσκων·
{κάπη} δὲ ἡ τροφή
*κἀπῄνει· ἐπῄνει Avg
καπηλοδύτης· ὁ ἐν τῷ καπηλείῳ ἀναστρεφόμενος
*καπήλη· ὅπου ὁ κυβερνήτης κάθηται. πάσσαλος, περὶ ὃν κατεί-
ληται τὰ σχοινία. καὶ τὸ ἐν τῇ πρύμνῃ κοίλωμα, ἔνθα οἱ ναῦται
πάντα ἀποτίθενται
καπήλτια· γυναικεῖα ἱμάτια
κάπηξ· ξύλον τι ἐν τῇ πρύμνῃ τῆς νεὼς ὑπερέχον
καπητόν· παράβλημα ἀλόγων
κάπια· τὰ σκόροδα. Κερυνῆται
καπίθη· ἀγγεῖον, χωροῦν Ἀττικὰς κοτύλας δύο (Xen. Anab.
1,5,6)
Καπίων· κιθαρῳδικοῦ νόμου ὄνομα
*καπίστριον· φορβειὰ ὄνου A
Καπνίας· Ἐκφαντίδης ὁ τῆς κωμῳδίας ποιητὴς {Καπνίας}
ἐπεκαλεῖτο διὰ τὸ μηδὲν λαμπρὸν γράφειν. καὶ οἶνος δὲ {κα-
πνίας} λέγεται ὁ κεκαπνισμένος. καὶ {κάπνιος} ἄμπελος ἡ μέ-
λαινα (Ar. Vesp. 151)
*κάπνισαν· πῦρ ἀνῆψαν (Β 399) (A)
καπνίσαντες· καπνὸν ποιήσαντες
καπνοκορθυάζεται· σκιρτᾷ. παρὰ Ἐπιχάρμῳ (fr. 195)
καπνωμένας· καπνιζομένας
*καπύοντα· πνέοντα S
κάποις· κήποις
καπυκτά· [πνέοντα]
κάπος· *ψυχή S, πνεῦμα ASgn, καὶ ὁ τοῦ φοίνικος φλοιός, ἐν
ᾧ κέκρυπται ὁ καρπός. καὶ ἡ πρώτη ἔκφυσις
καπουστάς· φάρυγξ
κάπουτ· ἡ κεφαλή. Ῥωμαῖοι
κάππα· ... τινὲς δὲ τὸ ἐλάχιστον. οὐκ εὖ. καὶ γὰρ παρὰ Καλ-
λιμάχῳ (fr. 565 Pf.) γράφεται {κόππα}, τὸ ἀνεστραμμένον ῥῶ | †σομυκτηρισμός
κάππαστον· ποικίλον
καππάτια· [γυναικεῖα ἱμάτια]
κάππει· [κατῆλθεν]
καπ πεδίον· κατὰ τὸ πεδίον (Ζ 201)
*κάππεσε· κατέπεσεν (Δ 523) (A) S
καπητήρια· [καταβατήρια]
†καπήτιοι· οἱ †πριεινεῖς τῆς κρήνης
†καπητός· καταπεσιονημένος
κάπρα· αἴξ. Τυῤῥηνοί
κάπραινα· ἡ καταφερής, ἀπὸ τῶν {κάπρων}
*†κάπρας· ἀκολασίας AS (s)
καπρία· [εἶδος ὀρχήσεως ἐνόπλου]
καπρίσκος· ἰχθῦς
Καπερναούμ· χωρίον παρακλήσεως
Καπρόνται· ἐκαλοῦντο οὕτως οἱ Θρᾷκες
κάπρος· σύαγρος, ὗς ἄγριος A. ἢ τὸν φάγρον ἰχθῦν. [καὶ
νόσημά τι γενόμενον ταῖς μελίσσαις A
καπροσύρη· [περικάθαρσις]
Καπροφάγος· Ἄρτεμις ἐν Σάμῳ
καππίτνῃ· καταπέσῃ
κάπτοντες· ἀποδεχόμενοι. ἐσθίοντες
καπύνιοι· ἀκόλουθοι
κάπυς· πνεῦμα. †κῆπος
καπυρός· ......
καπύσσων· ἐκπνέων
κάπφαγε· κατάφαγε
Κάρ· θάνατος. †φθεῖρον. πρόβατον. γένος Καρικόν·
*κάρα· κεφαλή Avgn. τοῦτο Ἀττικοὶ διὰ τοῦ {α} λέγουσιν, Ὅμη-
ρος δὲ Ἰακῶς {κάρη}
κάρα· αἲξ ἥμερος Πολυῤῥήνιοι. ὑπὸ Γορτυνίων ... ἄλλοι δὲ ἡ
συκῆ. Ἴωνες τὰ πρόβατα. καὶ τὴν κεφαλήν
καραβαία· δίκρουν ξύλον
καραβίδες· γρᾶες. Μηθυμναῖοι
κάραβος· ἔδεσμα, ὥς φασιν, ὠπτημένον ἐπ' ἀνθράκων. ὑπὸ δὲ
Μακεδόνων ἡ πύλη. καὶ τὰ ἐν τοῖς ξηροῖς ξύλοις σκωλήκια.
καὶ τὸ θαλάττιον ζῷον
καραγός· ὁ τραχὺς ψόφος, οἷον πριόνων
καραδάλη· ἀρμενοθήκη
*καραδοκεῖ· προσδοκᾷ ASg, ἐκδέχεται AS(n). H)\ E)PITHREÎ TÒ
KEFÁLAION TOÛ PRÁGMATOS (Eur. med. 1117)
κάραι· συκαῖ
Καραιός· Ζεὺς παρὰ Βοιωτοῖς οὕτω προσαγορεύεται· ὡς μέν
τινές φασι διὰ τὸ ὑψηλὸς εἶναι, ἀπὸ τοῦ κάρα
κεράμῳ· πίθῳ (Ε 387)
καράμα· [ἡ ἐπὶ τῆς ἁμάξης σκηνή]
καράμβας· ῥάβδον ποιμενικήν, ἣν Μυσοὶ {συκαλόβον}
καρανούσθω· τελειούσθω
κάραννος· κεκρύφαλος. κρήδεμνον. ἢ ἔριφος. ἢ ζημία
καρανώ· τὴν αἶγα. Κρῆτες
καρανώσει· κορυφώσει
†κάραξ· στρώσω
καράρα· [κεφαλή]
καραρύες· οἱ Σκυθικοὶ οἶκοι. ἔνιοι δὲ τὰς κατηρεφεῖς ἁμάξας
καράς· ὁ ἀποσπερματισμός
καραταί· [κεφαλαί]
*κάρη· ἡ κεφαλή m
καρή· ἡ ὥρα, ἐξ οὗ καὶ {ἀκαριαῖον}
*καρατομῆσαι· ἀποκεφαλίσαι (AS)
καρβανίζοντες· βαρβαρίζοντες
καρβανίζει· Καρικῶς λαλεῖ καὶ βαρβάρως
καρβανίζει· βαρβαρίζει
κάρβανοι· τὰ τῶν σφενδονῶν καρφία, ὡς Σέλευκος
κάρβανοι καὶ περσαῖοι· οἱ ἀλφὸν ἢ λέπραν ἔχοντες. Ἕλληνες
δὲ τοὺς βαρβάρους, οἱ δὲ τοὺς Κᾶρας
καρβάρεοι· κάραβοι
καρβατίνη· μονόπελμον καὶ εὐτελὲς ὑπόδημα ἀγροικικόν
κάρβις· μαστροπός
καρβίναι· βαρβαρικαί
κάρδακες· οἱ στρατευσάμενοι βάρβαροι ὑπὸ Περσῶν. καὶ ἐν
Ἀσίᾳ οὕτω καλοῦσι τοὺς στρατιώτας, οὐκ ἀπὸ ἔθνους ἢ τόπου
κάρδαμα βλέπειν· ... (Ar. Vesp. 455)
καρδαμάλη· μάζα
καρδαμίνη· τὸ σίον, ὅ ἐστιν ἐμφερὲς καρδάμῳ· γίνεται δὲ ἐν
ὕδασι
Καρδαμύλη· πόλις (Ι 150)
καρδάμυσσε· κατάμυε
Καρδίαι· οἱ Ἕλληνες παρὰ Σκύθαις· διὰ τὸ πόλιν αὐτοὺς
Ἑλληνίδα Καρδίαν διαρπάσαι
καρδίας θαλάσσης· τοῦ βυθοῦ (Ion. 2,4)
*καρδιαλγίαι· λῦπαι καρδίας Σ
καρδίη· καὶ ὁ λογισμός (Π 435), καὶ τὸ σύνηθες
καρδιοβολεῖσθαι· λυπεῖσθαι
καρδιοῦσθαι· καρδιουργεῖν, ἐπὶ τῶν ἱερείων
καρδιώττειν· τὴν καρδίαν ἀλγεῖν. τινὲς δὲ δάκνεσθαι στόμαχον
ὑπὸ λιμοῦ. τίθεται δὲ καὶ ἐπὶ τοῦ ναυτιᾶν
*καρδιουλκίαι· [λῦπαι καρδίας AS]. [τὰς καρδίας εἷλκον τῶν
θυμάτων SΣ
καρδοπεῖον· τῆς καρδόπου τὸ πῶμα. *{Κάρδοπος} δὲ ἡ
μάκτρα, Σ ἤγουν ἡ [κάμπτρα, ὅπου τὰ ἄλευρα μάσσουσιν
Agnp. ἤτοι ἀβάκην
καρδόπῳ· μάκτρᾳ †κατακαίει
Κᾶρες· ἔθνος βαρβαρικόν
καρέντα· καταβρωθέντα
κάρη· κάρα, [κεφαλή (Β 259) (g) n
καρήατα· κεφαλαί (Ρ 437). τάξεις (Λ 309?)
καρηβαρεῖ· βαρύνεται κεφαλήν. ἐξ οἴνου μεθύει {κάρην} δὲ
κεφαλήν
καρηκομόωντας· τὰς κεφαλὰς κομῶντας (Β 11)
*κάρηνα· ἄκρα. κεφαλαί (Β 869) Ag. κορυφαί (Λ 158) An. τείχη
(Β 117) A
καρήνων· κορυφῶν. ἄκρων (Α 44) A
Καρησσός· πόλις. καὶ ποταμός (Μ 20)
*καρθμοί· κινήσεις As
κάρθμοιο Μυρίνης· τραχὺς τόπος (Β 814)
Καρῖται· ἱππεῖς πειραταί. Κᾶρες
Καρικὰ μέλη· ἐλέγετό τις Καρικὸς ῥυθμὸς ἐκ τροχαίου καὶ
ἰάμβου συγκείμενος (Plat. com. 69,12)
Καρική· ἀσύνθετος. καὶ ἄμπελος
Καρικόν· εὐτελές, μικρόν. δηλοῖ δὲ καὶ ἀφροδίσιον σχῆμα
αἰσχρόν
καρικάζειν· βαρβαρίζειν
Καρικοὶ τράγοι· ὡς εὐτελῶν ὄντων. Σοφοκλῆς Σαλμωνεῖ· (fr.
497) εἰ μὴ ἄρα εἶπε συγχέων τοὺς Κιλικίους
Καρικῷ πλοίῳ· ...
Καρικῷ σχήματι· λέγεται δὲ ἐπὶ τῶν ἀκολάστων σχῆμα
Καρικόν
καριμοίρους· τοὺς ἐν μηδεμιᾷ μοίρᾳ. ἢ μισθοφόρους, διὰ τὸ
τοὺς Κᾶρας πρώτους μισθοφόρους γενέσθαι
Καρῖναι· θρηνῳδοὶ μουσικαί, αἱ τοὺς νεκροὺς τῷ θρήνῳ παρα-
πέμπουσαι πρὸς τὰς ταφὰς καὶ τὰ κήδη. παρελαμβάνοντο δὲ
αἱ ἀπὸ Καρίας γυναῖκες
καριῶσαι· ἀποκτεῖναι
κάρκαιρε· ἰδίωμα ἤχου (Υ 157)
καρκαίρει· ψοφεῖ
καρκανήρ· τάξις
κάρκαρα· †οὔλα ὁ διήτω †καὶ τὰ ποικίλα τῇ ὄψει καὶ ἐπιτυρὰ
παρὰ Σιμωνίδῃ (Sem. fr. 33). ἔνιοι τοὺς μάνδρας. Ῥίνθων (fr.
20) †ταὶ τῇ οὐρανίᾳ ἦρι†
καρκαρίς· ξύλων ἢ φρυγάνων φορτίον. ἢ δεινή
κάρκαροι· τραχεῖς. καὶ δεσμοί (Sophr. fr. 147?)
καρκίνος· τὸ νῦν {καρκίνωμα} λεγόμενον. καὶ ὑποδήματα
κοῖλα. καὶ δεσμός τις. καὶ [ἡ πυράγρα T. ἢ *]εἶδος ζῴου.
καὶ ἄστρον A
καρκινοῦται· ὅταν ῥιζοῦται ὁ σῖτος, καὶ σκληρύνεται
Καρκώ· Λαμία
κάρμα· γλεῦκος. τὸ πρῶτον ἀποθλιβόμενον διὰ τῶν χειρῶν.
καὶ κούρευμα
*Κάρμηλος· ὄρος ἐν τῇ Φοινίκῃ (Amos 1,2 ..) Ans
κάρμορον· τὸν κηρὶ μεμορημένον
Καρνεᾶται· οἱ ἄγαμοι, κεκληρωμένοι δὲ ἐπὶ {τὴν} τοῦ Καρνείου
λειτουργίαν. πέντε δὲ ἀφ' ἑκάστης ... ἐπὶ τετραετίαν ἐλει-
τούργουν
κάρνη· ζημία
Καρνησσόπολις· Λύκτος ἡ Κρητικὴ οὕτως ἐκαλεῖτο
κάρνυξ· τὴν σάλπιγγα Γαλάται
Καρνεῖος· ἐπίθετον Ἀπόλλωνος· ἴσως ἀπὸ Κάρνου τοῦ Διὸς
καὶ Εὐρώπης (Praxilla fr. 7 Bgk)
κάρνος· φθείρ. βόσκημα, πρόβατον
*καρνοστάσιον· στάβλος, ὅπου τὸ κάρνον ἵσταται A (s)
κάρνος· μεγάλη ἀκρίς s
καρόπαις· ἔπακμος παῖς
καρος· κωφός. οἱ δὲ σκοτόδινος. βόσκημα. [ἐγκέφαλος s. ὠνή.
[καιρός s. ἢ *[φθορά AS
καρὸς αἴσῃ· καρὸς μοίρᾳ, οἷον θανάτου μοίρᾳ. {ἢ} διὰ τὸ
πρώτους μισθοφόρους Κᾶρας γενέσθαι, μισθοφόρου μοίρᾳ
(Ι 378)
καρορύς· ὑδρία. Κρῆτες
*κάρου· τοῦ ἐπὶ τὴν κεφαλὴν {ἐκ} πλησμονῆς βάρους A
κάρουα· κάρυα. Λάκωνες
καρούμενος· ὠνησάμενος
καροῦσθαι· ὠνεῖσθαι
καροῦχος· εὐχερής, εὔκολος
†καρπαλίον· κάρπημα†
Κάρπαθος· νῆσος
καρπαλίμοισι· ταχέσι (Π 342)
καρπάλιμον· ταχύ
Καρπάθιος τὸν μάρτυρα· παροιμία δὲ {Καρπάθιος λαγὼν}
κατ' ἔλλειψιν τοῦ {ἐπηγάγετο}. διὰ γὰρ τὸ μὴ εἶναι λαγωοὺς
ἐν τῇ χώρᾳ ἐπηγάγοντο αὐτοί, καὶ τοσοῦτοι ἐγένοντο, ὥστε
τόν τε σῖτον αὐτῶν καὶ τὰς ἀμπέλους ὑπ' αὐτῶν βλάπτεσθαι.
ὁ γοῦν Ἀρχίλοχος (fr. 152) παρὰ ταύτην τὴν παροιμίαν ἔφη·
{Καρπάθιος τὸν μάρτυρα}
*καρπάσινοι· κορτῖναι (Esth. 1,6) (A)g
καρπάτινον· [ἀγροκικὸν ὑπόδημα μονόδερμον]
†καρπεῖν· πληώττειν†
καρπαία· ὄρχησις Μακεδονική
καρπίζεσθαι· καθαιρεῖν
κάρπη· τὰ σπέρματα. καὶ τήγανα ὀβελίσκους ἔχοντα
καρπία· κλώνια
*καρπίζεσθαι· προσοδεύεσθαι (Prov. 8,19) A
*καρπίζουσι· ποτίζουσιν. εὔκαρπα ποιοῦσι (Eur. Bacch. 408)
Agn
κάρπιμα· δένδρα καρπὸν ἔχοντα
καρποβόλον· τὸ σιτοβόλον· Ἀργεῖοι
κάρποδος· [κάμπτρα, ὅπου τὸ ἄλευρον μαλάσσεται]
καρποῖς· βλαστήμασιν
καρπομανής· εἰς κόρον ἐξυβρίζουσα. Σοφοκλῆς Τυροῖ α# (fr.
591)
†καρπωμένη· καρπῷ πλήθουσα
καρπὸν ἔδουσιν· σῖτον ἐσθίουσιν (Ζ 142)
καρπός· τὸ ἄρθρον τῆς χειρός. καὶ σῖτος. καὶ τέκνα. καὶ τὰ ἔρια
καρποῦ δίκη· τῷ βλάψαντι καρπὸν οὕτως ἐδίκαζον
καρποῦμαι· τρυγῶ
καρπύραι· [ξύλων ξηρῶν κοπαί]
καρπῶ· καρπιοῦμαι
καρπωθέντα· τὰ ἐπὶ βωμοῦ καθαγισθέντα
κάρπωμα· κέρδος. γένος, σπέρμα. *προσφορά Aps, δῶρα,
[θυσία (Exod. 29,25 ..) vgp
κάρπωσις· θυσία Ἀφροδίτης ἐν Ἀμαθοῦντι
καῤῥάξ· καιρίως
κάῤῥαξον· Πάφιοι κατάραξον
καῤῥέζουσα· καταψῶσα n, καταψαύουσα (Ε 424)
καῤῥέξαι· καταῤῥέξαι πρᾶξαι. καταψῆσαι
κάῤῥον· βέλτιον, {[κρεῖττον s ἢ ἰσχυρόν}
κὰρ ῥόον· κατὰ τὸ ῥεῦμα, κατὰ τὸν ῥόον (Μ 33)
κάρος· φυτόν. ἢ καιρόν [κρεῖττον. ἢ ἰσχυρόν]
*κάρσιον· πλάγιον (ι 70) Avgn
*κάρτα· πάνυ, λίαν, μεγάλως (Eur. Alc. 811 ..) Agn
καρταίνειν· κρατεῖν
κάρταλλον· τὸ πλεκτὸν ἀγγεῖον, ἐν τοῖς ὀψαρτυτικοῖς. *[κλο-
βός (Sir. 11,30) s
καρτάζεσθαι· κρατύνεσθαι. διϊσχυρίζεσθαι. καὶ διαμάχεσθαι
κάρτει· δυνάμει (Θ 226)
Καρτεμνίδες· οἱ Γορτύνιοι. Κρῆτες
καρτερία· ὑπομονή (4. Macc. 8,26)
καρτερός· κραταιός, ἰσχυρός (Α 178 ..) Avg. ἐγκρατής. κρα-
τῶν, καὶ ἰσχύων
καρτή· εἶδος ἱματίου παρὰ Ἰόβᾳ ἐν ιε# περὶ ὁμοιοτήτων
†κάρτη· τὴν βοῦν Κρῆτες. καὶ τὸν οἰκέτην οἱ αὐτοί ... [ἢ πάνυ]
κάρτιστοι· *ἰσχυροί A (n), κράτιστοι, δυνατοί, ἔνδοξοι (Α
266 ..)
καρτοί· κεκουρευμένοι
καρτομιστής· χλευαστής
καρτύνεσθαι· ἀσφαλίζεσθαι. διϊσχυρίζεσθαι
κάρυα· τὰς ἀμυγδάλους, καὶ καστάνους. καὶ τόπος Ἀρτέμιδος
καὶ ἑορτή [καρύα]
Καρυάτεια· θυσία. Λάκωνες
Καρυᾶτις· ἑορτὴ Ἀρτέμιδος, καὶ ἱερόν ...
καρηβοᾶν· [τὸ ὑπὸ ἤχου καὶ βοῆς τὴν κεφαλὴν ἀλγεῖν, καὶ
ἰλιγγιᾶν]
κάρυδοι· [καρύλαλοι]
καρυήματα· κάρυα. Λάκωνες
καρυκάζειν· ταράττειν
*καρυκεύει· ἀρτύνει, ἡδύνει (Ag)
*καρυκευμάτων· τραγημάτων, ἀρτυμάτων πολυτελῶν Ag (vp)
καρύκη· *περίεργος ζωμός An βρῶμα Λύδιον ἐξ αἵματος καὶ
ἄλλων ἡδυσμάτων συγκείμενον ἀφ' οὗ τὸ συνταράττειν καὶ
ἀναδεύειν {καρυκεύειν} φασί
*καρυκεία· ἡ ἡδύτης Agn τῶν ζωμῶν np, ὀψοφαγία (Greg.
Naz. c. 1, 2, 8,96)
καρυκείαις· μαγειρεύμασιν, ἀρτύμασι. ταραχαῖς
καρύκινον· μέλαν
κᾶρυξ· κῆρυξ. ἢ κατάγγελος
καρύσσωσι· κηρύσσωσι
†καρυστεῖναι· κεκραγέναι. Λάκωνες
Καρύστιος· οἶνος (Alcm. fr. 117 Bgk.) καὶ εἶδος λίθου
Κάρυστος· πόλις Εὐβοίας (Β 539)
καρυτίζεσθαι· εὐφραίνεσθαι
καρυόχρους· καρυοβαφοῦς
καρυών· πλακοῦς ἔχων κάρυα
καρφαλέα· κατακεκαυμένα. ξηρά. ὀξέα. κατάξηρα
*καρφαλέην· κατάξηρον (Greg. Naz. 2, 1, 45, 271) (g)
καρφαματήρια· ἐν οἷς θερίζουσι τοὺς ξηροὺς στάχυας
κάρφεος κωλέα· δέσμη χόρτου
κάρφεται· ξηραίνεται (r. s)
κάρφη· ξύλα λεπτά, καὶ ξηρά
κάρφην· φορυτόν
κάρ· [φθεὶρ προβάτου εἶδος]
κάρφος· ἄχυρον, χόρτος. κεραία ξύλου λεπτή
*καρφόμενος· ξηραινόμενος Ag
†καρφύκτοι· φρῦνοι. Ῥόδιοι
καρφύνεσθαι· ξηραίνεσθαι. φθείρεσθαι
καρφυραί· νοσσιαί. θάμνοι
κάρφυροι· [νεοσσοί]
καρφυραί· αἱ ἐκ τῶν ξηρῶν ξύλων γινόμεναι κοῖται. Εὐριπίδης
Ἴωνι (172)
κάρχαι· καρκίνοι. καὶ ὄχλοι. Σικελοί
*καρχαλέοι· κατάξηροι (Φ 541) An (gp). στρογγύλοι (s)
καρχαρίας· ὁ θαλάσσιος κύων. καὶ ἰχθύος εἶδος
*καρχαρόδους· τραχεῖς, ὀξεῖς ὀδόντας ἔχων (Ν 198) AgΣ (np)
καρχαρόδοντας· ὁμοίως. καὶ {ἀμφώδοντας}· ἀντεμβάλλον-
τας εἰς ἀλλήλους τοὺς ὀδόντας
κάρχαροι· οἱ ἔσχατοι ὀδόντες, τραχεῖς τε καὶ ὀδόντες ὀξεῖς
*†καρχήματα· θέλγητρα An
καρχήσιον· εἶδος ποτηρίου. καὶ τὸ ἐπικείμενον τῶν ἱστῶν
ξύλον· καὶ ἐργαλεῖον τεκτονικὸν δελτοειδές
*καρχήσια· τὰ κέρατα τὰ ἐπάνω τῶν καταρτίων τῶν πλοίων
(Eur. Hec. 1261) An. καὶ τὰ ἄκρα τῶν ἱστῶν (g)
κάρχνη· ἀργυρῆ ...
καρχῶδες· τραχύ
κάρψαι· ξηρᾶναι. ῥυσῶσαι. ἀφανίσαι. γεροντοποιῆσαι
*καρωθείς· τὴν κεφαλὴν σεισθείς Avg. μεθυσθείς. ἢ βαρηθείς
(Ierem. 28,39?) vg
κάς· Κύπριοι ἀντὶ τοῦ καί [οἱ δὲ δέρμα]
κάσα· οἰκία, καλύβη, οἴκησις παρὰ Ῥωμαίοις. {οἱ δὲ δέρμα}
κασαλβάς· πόρνη. αἰσχροποιός, ἀπὸ τοῦ καλεῖν, καὶ σοβεῖν
κασάνεις· ἀνύεις. Λάκωνες
κάσαργε· τοὺς ὀφθαλμοὺς ἀνάστρεφε
κασαύρα· κασωρίς. πόρνη s
κασαυρείοις· οἴκοις, ἐφ' ὧν αἱ ἑταῖραι ἐκαθέζοντο· ὅθεν καὶ
τὴν πόρνην κασαυράδα ἔλεγον (Ar. Eq. 1285)
κασέλλα· καθέδρα
κασελλατίαἱ· καθίσαι. Λάκωνες
κασεύδει· κοιμᾶται
†κασέρηνον· κάθελε. Λάκωνες
*κάσις· ἡλικιώτης (Eur. Hec. 428) A (ns)
Κασθανέα· πόλις Θεσσαλίας
†κασίαλτος· χωρὶς σιάλου
κασιγνήτοιο· ἀδελφοῦ ἰδίου (Γ 333). καὶ {κασίγνητος} ὁ
ἀδελφός, οἷον ὁ κατ' ἀμφοτέρους τοὺς γονεῖς (Ζ 430)
κασιοβόρος· ἐν κασίᾳ γινόμενος σκώληξ
κάσιοι· οἱ ἐκ τῆς αὐτῆς ἀγέλης ἀδελφοί τε καὶ ἀνεψιοί. καὶ ἐπὶ
θηλειῶν οὕτως ἔλεγον Λάκωνες. καὶ Εὐριπίδης Ἑκάβῃ (361) ...
κασκαλίζεται· γαγγαλίζεται
κάσκανα· κασσύματα
κασκάνδιξ· ἡ γηθυλλίς
κασκός· ὁ μικρὸς δάκτυλος
κάσμορος· δύστηνος
Κάσος· νῆσος περὶ Κόων (Β 676)
κασπέλλει· στορνύει
κάσσαν· κοττιστὴν πτωχὸν ὑπὸ Ἀχαιῶν
Κασσάνδρα· Ἀλεξάνδρα ἐν Λακεδαιμονίᾳ
κάσσας· ἀμφιτάπης. καὶ πιλωτά
κασίει· κάθες
κασπολέω· ὑποστορέσω (Sapph. fr. 46 L. -- P.)
†κάσσει· νεοσσειᾷ
κάσσον· ἱμάτιον, παχὺ καὶ τραχὺ περιβόλαιον
κάστανα· Διὸς βάλανοι, Εὐβοϊκὰ κάρυα
*κάστελλος· ὄνομα τόπου A, [ἄνω φέροντος καὶ κάτω φέροντος
καὶ] μερίζοντος τὸ ὕδωρ
κὰς τόδε· καὶ τόδε
κάστον· ξύλον. Ἀθαμᾶνες
Καστόριαι· εἶδός τι κυνῶν (Xen. Cyn. 3,1)
καστορνῦσα· καταστρωννύουσα (ρ 32)
καστρήριαι· στήρριγγες. ἐρείσματα. περιπήγματα
κάστρωμα· περισταύρωμα. κλεῖσις
κάστωρ· ζῶον. ἀφ' οὗ ὄρχεις καστόρειοι
κάσσυμα· δέρμα
κασσύας· ὄρκυνος. Περγαῖοι
κασανδήριον· ἰκτῖνος
κασύτας· Συριακὸν βοτάνιον
κασφυράσσεται· κατασπείρει
κάσχετο· κατέσχετο
Κασωλάβα· οἱ μὲν πόλις, οἱ δὲ κώμη. Αἰσχύλος Ἱερείαις (fr. 88)
κασωρίς· πόρνη p
κασωρεῖον· πορνεῖον
κᾆτα· καὶ εἶτα
κατά· πρόθεσις, ἀντὶ τοῦ ἐξ. καὶ ἀντὶ τοῦ ἀπό. καὶ ἀντὶ τοῦ
ἐν. καὶ ἀντὶ τοῦ εἰς
*κατὰ ἀγυιάς· κατὰ ἀμφόδους (Ζ 391) A
*καταβαλεῖ· ἀποκτενεῖ g. καταλύσει (Eur. Bacch. 202). νικήσει.
[ῥίψει. ἀφῇ (Sir. 8,16) n
†καταβαικά· Λάκωνες. ἐκοίμησεν
καταβάπτει· κατερυθραίνει ἐρυθρῷ βάμματι, ἢ ποντίζει
*καταβάτης· ὁ ἀπὸ τοῦ ἅρματος ἀποβάτης (Plat. Crit. 119b) g
*καταβιβάζοντες· κατασπῶντες A
καταβλακεύειν· [καταβλαβεῖν.] ῥᾳθυμεῖν. ἢ δαπανᾶν ῥᾳθύμως
καταβλέθει· καταπίνει g
καταβλής· μάνδαλος g
καταβλώσκειν· κατατρέχειν, ὑποφεύγειν g
καταβοή· καταβόησις, κραυγή g
καταβολάδας· κλάδους
*καταβολή· θυσία, τελετή Ag
κατὰ βοὸς εὔξασθε· εὔχεσθε κατὰ βοός
καταβόσκονται· τρέφονται. νέμονται. δαπανῶσιν
*καταβραβεύεται· κατακρίνεται An. καταγωνίζεται (Ep. Col.
2,18) (g)ns
καταβοᾷ· κατακράζει
*καταβρίξας· κατακοιμηθείς vg
καταβρόξαι· καταπιεῖν
καταβρόξειε· καταπίοι (δ 222)
καταβωσομένους· περιβοησομένους (Hdt. 6, 85,1) g
καταγαγεῖν· καταφέρειν
*καταγγέλλεται· κηρύσσεται (Ep. Rom. 1,8) A (n)
κατάγειν· ἐπὶ τὸν ναύσταθμον ἄγειν, ἢ καταλῦσαι
καταγεῶται· οἱ θάπτοντες τοὺς τελευτῶντας. οἰκοῦσι δὲ ἔξω
τῶν πόλεων
καταγινώσκω· μέμφομαι
καταγληνίσαι· καταναλῶσαι g
καταγλυπτόν· εἶδος φιλήματος g
*καταγλωττίζειν· βλασφημεῖν (Ar. Ach. 380) A. καὶ {καταγλωττίσματα} τὰ ἐρωτικὰ καὶ [περίεργα φιλήματα (Ar.
Nubb. 51) Ag
*κατάγματα· μηρύματα ἐρίου ἢ κατασπάσματα (Avg)
καταγνῶναι· ἐπιγνῶναι. μέμψασθαι. Σοφοκλῆς Ἀθάμαντι α#
(fr. 1)
*κατάγραπτος· ποικίλος Agns
καταγραφή· καὶ ἡμεῖς λέγομεν ἐν ζωγραφίᾳ {κατάγραφον}
καὶ {κατατομή}
κατάγρει· καθαιρεῖ. καταλαμβάνει (Sapph. fr. 149 L. -- P. ..) g
*καταγοητεύων· ἀπατῶν Ags
κατάγχει· πνίγει. *[κωλύει. κατέχει vgn. ἀνακρούει g
καταγωγή· κατάλυσις, *[κατάλυμα vn, πανδοκεῖον, *οἴκημα
vn
καταγωγίς· ἱμάτιον ποιόν, παράπηχυ γυναικεῖον. καὶ σκεῦος
πεντηρικόν. καὶ κράσπεδον. καὶ παράλωμα
*καταγωνίζεται· νικᾷ (Agns)
*κατάγνωσις· {μώμησις, μέμψις} (Sir. 5,14) s
*κατὰ δάκρυον εἴβεις· καταστενάζεις A μετὰ δακρύων. κλαίεις
(Π 11)
*καταδαρδάπτουσι· κατεσθίουσιν Ans
*καταδαρθάνοντα· κατακοιμώμενον A
*καταδαρθεῖν· κοιμηθῆναι (Ar. Nubb. 38 ..) g(m)
καταδεᾶ· ἐλάχιστα s
καταδεδάρθηκεν· καθύπνωκεν
καταδάψαι· καταδαπανῆσαι (Χ 339)
καταδέδασται· καταβέβρωται. καταμεμέρισται
*καταδεδίττεσθαι· καταφοβεῖσθαι An
καταδέδρομεν· κατέδραμεν
*καταδεέστεροι· ταπεινότεροι Avg. ἐλλιπέστεροι. [μικρότεροι
(g)
καταδεικνύων εἰ δὴ κατέβης· τουτέστιν ... (Com. ad.)
*καταδείσας· φοβηθείς Agn
καταδήδωκε· [καταβέβρωκεν]
καταδημομερίσαι· μερίσαι δήμῳ
κατὰ δ' ἔστυγον· ἐμίσησαν (κ 113)
κατὰ δὲ φρόνιν ἤγαγεν· ἐμίσησε. κατεφρόνησεν (δ 258)
*καταδῃοῦν· κατακόπτειν Avgn
κατὰ δ' ᾕρεεν· κατελάμβανεν (Φ 327)
καταδήσας· [φοβηθείς]
καταδῃώσαντες· πολεμήσαντες. πορθήσαντες. πραιδεύσαντες.
καταφανίσαντες
κατὰ διάτασιν· κατ' ἔκτασιν
κατὰ διάστασιν· κατὰ χωρισμόν
*καταδιελέσθαι· καταμερίσασθαι Ags
*καταδιϊστᾶσι· καταχωρίζουσι Agns
καταδίκη· κατάκρισις
κατάδικος· κατακεκριμένος
†καταδιχμᾶσαι· κατασχεῖν
κατὰ δίψιον εἶδος· καύματος ...
*καταδουπήσειε· καταψοφήσειε Ans
καταδρύπτοντες· σπαράττοντες
κατάδουπος· ὀργίλος. *[καταῤῥάκτης An
καταδράθοι· καθυπνώσαι
καταδρομή· ἁρπαγή g
†καταδρύλην· κατέσχεν
καταδραθέντες· κατακοιμηθέντες
*καταδύεται· κρύπτεται. βυθίζεται Avg
*καταδύντος· βυθισθέντος. Av
καταδύμεναι· λάθρα [ὑπεισελθεῖν N
καταδυναστεύω· βιάζω (Exod. 21,17 ..)
καταδῦσα· εἰσελθοῦσα (Θ 375)
καταδύσεις· οἱ λάθριοι τόποι, καὶ βαθεῖς
καταδυσωπῆσαι· παρακαλέσαι
*καταείμενοι· περικείμενοι. περιεχόμενοι. κατάσκιοι. ἢ κατάστε-
γοι (g)
καταείνυον· κατεκάλυπτον (Ψ 135)
καταείσατο· κατῆλθεν (Λ 358)
καταείσατο γαίῃ· κατέδυ, καὶ κατεπλήγη εἰς τὴν γῆν. ἢ
κατεφάνη (Λ 358)
καταέσας· κατακοιμηθείς
καταέρξαι· κατακλεῖσαι
καταζήνασκε· κατεξήρανεν (λ 587)
καταζῶσται· ἱμάντες οἱ τὰ σκεύη τοῖς ἵπποις καταζωννύντες
κατὰ ἤθεα· κατὰ συνηθείας (ξ 411)
καταήσεται· καταπνεύσει
†κατάηται· καταλελάληται
*καθάπαξ· συλλήβδην S (Avg)
*κάταιθε· κατάκαιε A
*καταθεῖν· κατατρέχειν Avgn
καταθεῖναι τὴν τιμήν· ἐγλυτῆσαι τὴν τιμήν
καταθρυληθείς· λεχθείς, λαληθείς
*καταθελγόμενα· καταπραϋνόμενα An
καταθέοιτο· [βλέποιτο]
*καταθεώμενοι· καθορῶντες A
*καταθεῷτο· βλέποι Avg
*καταθῆξαι· παροξῦναι n
*καταθλήσαντες· καταγωνισάμενοι (Avg)
*καταθοινήσαντες· καταφαγόντες (Avgn)
καταθαρσύνονται· κατατολμῶσι
*καταθρέξαι· καταδραμεῖν g
*καταθρῆσαι· κατασκοπῆσαι (Σ). κατανοῆσαι. κατιδεῖν
*καταθρῆσαι ῥᾷον· κατιδεῖν εὐχερές Avgn
*καταθύμια· ἀρέσκοντα τῇ ψυχῇ A, ἡδέα, εὔθυμα, ἢ [κατὰ
νοῦν (Esai. 44,9) ps (Avg)
καταθύσασθαι· μαντεύσασθαι
*καταθῶμαι· ἀναπαύσωμαι. ἀπερείσωμαι Σ
κατ' αἶσαν· κατὰ τὸ πρέπον (Γ 59 ..)
Καταιβάτης· Διὸς ἱερόν ...
καταιβολή· ἡ περιοδικὴ νόσος
*καταιγίς· ἐπιφορὰ ἀνέμου σφοδροῦ Avg. καὶ ἡ τῶν ὑδάτων
ζάλη vg
κατ' αἶγας ἀγρίας· παροιμία λεγομένη εἰς ἀγρίας αἶγας
τρέπειν {τὴν νόσον}, μάλιστα δὲ τὴν ἱεράν (Callim. fr. 75,13)
*†καταιγίσας· κατασχίσας. οἱ γὰρ ἀνατιθέντες ἱμάτια κατέσχι-
ζον αὐτά, ἵνα μὴ ἀρθῶσι παρά τινων Σ
καταήτας· καταιγίδας
κατ' αἰγίλιπος· κατὰ τῆς ὑψηλῆς, ἧς καὶ αἲξ ἀπολείπεται
(Ι 15)
†καταιήδεσα· κατῄσχυνα
καταιθαλωμένα· κατεσποδημένα (Eur. Troad. 60)
καταῖθυξ ὄμβρος· ὁ καταιθύσσων. γράφεται δὲ καὶ {καταί-
φλεξ}· καταφλεγόμενος καὶ ἀναζέων (trag. adesp. 216)
κατάϊκες· καταπνοαί
καταινέσαι· συγκαταθέσθαι
κατᾶϊξ· κατάσεισις. ὁρμή (Callim. h. Dian. 114)
καταιονεῖ· καταντλεῖ
καταίρεσιν· κατάλυσιν
*καταίροντες· καταπλέοντες Avgn
κατ' αἶσαν· κατὰ μοῖραν (Γ 59 ..)
καταίσια· καταίσιμα. ὅθεν καὶ {καταισίμους} ἐπευφημιζόμενοι
λέγουσι τὰς ἐπ' ἀγαθῷ μαντείας
καταιτιῶμαι· μέμφομαι
*καταῖτυξ· εἶδος περικεφαλαίας (Κ 258) Σ (n)
*κατὰ κάθετον· ἐξεναντίας A (n)
κατακαίειν· καταφλέγειν
κατακανῶ· ἀποκτενῶ
κατακαίριον· εἰς καίριον τόπον (Λ 439)
κατὰ καιρόν· κατὰ χρόνον
*κατακαλλύνοιτο· κατακοσμοῖτο n
κατακαλύπτων· κατακρύπτων
κατακανδόν· κατὰ θανάτου
κατάκανε· ἀπόκτεινον
κατακάνεον· φίλτρον
κατάκαρπον· ἐπιτήδειον
*κατάκαρπος· πλούσιος (Zach. 2,4) gn
*κατακαρφαίρει· ἀφανίζει. ξηραίνει g
κατακαύσεις· καταφλέξεις
κατακάσαι· κακοδαίμονες. καὶ αἱ διὰ τὰ ὀνείδη ὑπὸ αἰσχύνης
ἐπ' οἰκίας μένουσαι, ἢ ἄξιαι κεκαῦσθαι
*κατακαχρύσω· ῥήξω· ἐπεὶ αἱ κριθαὶ φρυγόμεναι ῥήγνυνται.
τινὲς δὲ συνταράξω, καταχώσω Σ
*κατακεντεῖ· τιτρώσκει (Ezech. 23,47) A
*κατακερματίζει· ἀναλίσκει, εἰς πολλὰ διατέμνει A, ἢ λεπτύ-
νει, ἢ [μερίζει vg
*κατακερτομεῖ· χλευάζει (gn), φλυαρεῖ (An)
κατακεχρημένη· κατακεχυμένη
κατακεχρῆσθαι· κατακεχύσθαι {καὶ τὸ ἀποχρήσασθαι}
κατακέρασον· κατάχεον. [καὶ τὸ ἀποχρήσασθαι]
κατακερχνοῦται· τραχύνεται, διὰ τὴν οὐλότητα. ἔνθεν καὶ
{κερχνῶσαι} τὸ καταστίξαι, καὶ οἷον τραχῦναι· καὶ {πίνακες
κερχνωτοί}· καὶ ὄσπριον {κέρχνος}
κατακείσῃ· κατακλιθήσῃ
κατακηλούμενοι· ἐξοιστρούμενοι, [καταθελγόμενοι (A)
*κατακισσᾶν· προσποιεῖσθαι A
κατακλῄδην· συλλήβδην
κατάκλειστοι· ἐν Κορίνθῳ ἑταῖραί τινες
κατακλησία· ὅταν τῶν μειζόνων τι δέῃ πρᾶγμα ἐπικρῖναι,
κατακλησίας ἐποίουν τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων
κατάκλιτος· τελευταία
κατακνῆστις· τυροκνῆστις
κατ' ἄκνηστιν· κατὰ τὴν ῥάχιν, ἣν μὴ ἔστι κνήσασθαι ῥᾴδιον
(κ 161)
κατακοιμίζει· καταπραΰνει (Plat. legg. 7,790d)
κατακοιρανέοντα· κατακοσμοῦντα (Ε 824 v. l.?)
κατὰ κόκκας ἢ κατὰ κίκκας· κατάπλασμα.
κατάκομον· ... (Eur. Bacch. 1187)
κατακονά· διαφθορά (Eur. Hipp. 821 v. l.)
κατακορής· ὀχληρός
κατακορμίσαι· κατακόψαι {ξύλον}
κατὰ κόῤῥης· κατὰ τοῦ κροτάφου ἢ κατὰ τῆς σιαγόνος πλῆξαι
κατὰ κόσμον· κατὰ τρόπον, ἐν τάξει, κατὰ τὸ δέον, κατὰ τὸ
καθῆκον (Κ 472)
κατ' ἄκρας ἑλεῖν· τὸ ἐξ ἐφόδου, καὶ τὸ αἰφνίδιον (Thuc.
4,112,3)
*κατακρατήσατε· νικήσατε (Ierem. 27,15) A
*κατὰ κράτος· ἰσχυρῶς Avg. τελείως. {ἀντιστάντος}
†κατακρέη· κατάκριτος. {καταδικασθείς}
*κατὰ κρῆθεν· κατὰ κεφαλῆς (Π 548) n [καταδικασθείς]
κατ' ἄκρης· κατὰ κορυφῆς. κατὰ κρατός (Ο 557)
κατακρημνίζων· κατακρημνῶν
κατακριδεύσει· καταλαλήσει· ἐπεὶ καὶ αἱ ἀκρίδες πολύφωνοί
εἰσιν. ἢ καταναστήσει· ἐπεὶ καὶ αἱ ἀκρίδες ἀναστήματα γῆς
καὶ λόφοι εἰσίν. ἢ καταγελάσει (Com. adesp.)
*κατάκριμα· κατάκρισις (An), καταδίκη (Ep. Rom. 8,1)
κατακρίτη· κατάδικος
{κατ' ἄκρων·} ἄρδην. φοράδην. παντελῶς. σφόδρα (Eur.
Phoen. 1176)
*κατακροτεῖ· ἄγαν ἐπαινεῖ Avg, κατευφημεῖ (A) n
*κατακτάμεναι· ἀποκτεῖναι (Γ 379) n
κατάκτενος κόμη· κατεκτενισμένη
κατάκτρια· ἐριουργός
κατακυνῶν ἢ κατακύων· ὅταν τὸ σχοινίον †ἐλίγηας τῶν
ἄκρων προσκατακλείσῃς
κατακυριεῦσαι· κατακρατῆσαι (Ps. 9,31)
*κατακυρωθείς· κατακριθείς (Eur. Or. 1013) n
*κατακωκῦσαι· καταθρηνῆσαι Agn
κατακωλῦσαι· [θρηνῆσαι]
*[κατακωμᾷ· καταγελᾷ A]
καταλαβεῖς· πάσσαλοι
καταλαβέσθαι· κατανοήσασθαι. φθάσασθαι. ἀφελέσθαι
καταλαγνευθείς· εἰς ἡδονὰς κατενεχθείς
†καταλαθισταί· ἐξηγηταί. ἢ ἐνδεικνύοντες τὰ δημόσια
*καταλαλάζειν· κατεύχεσθαι. ἢ πολεμικῶς βοᾶν A
*κατὰ λαπάρην· κατὰ τὴν λαγόνα (Ζ 64) Agn
†καταλαπριώσει· ἀποκτονεῖ. καταδέξηται. κατατρυπήσει. ἢ
καταπερίσεις†
καταλοχισμός· τάξις
καταλαλιάν· ...
*καταλγύνεσθαι· λυπεῖσθαι An
*καταλεάναντες· κατατρίψαντες A (vgp)
*καταλεγείς· καταλεχθείς An
καταλέγεσθαι· ὀδύρεσθαι τὸν τεθνεῶτα
καταλείβεται· καταρεῖ (Eur. Troad. 605)
*κατάλειμμα· ὑστέρημα As. μέρος (Gen. 45,7 ..)
†καταλαγνώσας· καταλέξας
*καταλειφθέντες· ὑστερηθέντες A
καταλῖναι· καταμῖξαι
καταλέξας· κατακοιμήσας. καταριθμήσας. ἀπαρτίσας
καταλευγαλέα· κάθυγρος. καταληλιμμένη
*καταλεύει· λιθοβολεῖ (Abs)
καταλεῦσαι· ἐγκλῖναι. λιθοβολῆσαι
καταλευέσθω· λιθασθήτω
*†καταλευόμενοι· εἰς τὰ μέταλλα βαλλόμενοι A (n)
*καταλήγει· παύεται n
*καταληΐζεται· διαρπάζει Avgn
*καταληϊσάμενος· λαφυραγωγήσας. καταπατήσας A
*καταλήξομεν· καταπαύσομεν A (n)
κατάληξις· {κατάπαυσις} s
{κατάλειψις·} παραχώρησις
καταλειαινούσης· καταπραϋνούσης (n)
*καταλειβόμενον· καταστάζον (Σ 109) (A)
*καταλιπαίνειν· λιπαροποιεῖν (Avg)
καταλίβῃ· καταδύνῃ
κατάλιψ· [μεσοδμή]
καταλλαγήν· τὴν ἀντί τινος διδομένην δωρεάν
καταλλαγή· εἰρήνη, φιλία
καταλλαγὴν δορός· ἀνάπαυλαν. μεταλλαγήν. κατάλλαγμα
(trag. ad. 218)
*κατάλληλον· ἁρμόδιον An. ὁμαλόν
*κατάλληλος· ἁρμόζων Agp
*καταλλήλως· ἀκολούθως Avg ἁρμοζόντως g (An) Σ
*καταλογάδην· πεζῇ, ἢ [τὰ πεζῷ λόγῳ γραφόμενα Avg
καταλογή· τὸ τὰ ᾄσματα μὴ ὑπὸ μέλει λέγειν
καταλογή σοι εἴη· Ἀττικώτερον· ἀλλά σε αἰδεσθεῖεν οἱ θεοί
*καταλογιεῖται· καταριθμήσει Agn
*καταλογισμῷ· καταριθμήσει A
κατάλογον· ἀρίθμησιν
*κατάλογος· ἡ ἀναγραφὴ τῶν ὀφειλόντων στρατεύεσθαι Σ,
καὶ [ἐξαρίθμησις g
κατάλογον· τὸ μύρτον
†*καταλούς· λῃστεία Ab
καταλοφάδια· κατὰ τοῦ αὐχένος· {λόφος} γὰρ ὁ αὐχήν. ἢ
κατὰ κεφαλήν· ὡς {κατωμάδια} καὶ {κατωμαδὸν} καὶ κατὰ
τῶν ὤμων καὶ τοῦ τραχήλου (κ 169)
*καταλοχισμῷ· περὶ τῆς γεννήσεως (1. Esdr. 5,39) A
κατ' ἀλλοθρόους· κατὰ τοὺς ἀλλοδαπούς, ἢ πόῤῥω ὄντας
(γ 302)
*καταλυγίζεται· δεσμεύεται. στρέφεται A
*κατάλυμα· οἴκημα, καταγώγιον (1. Regn. 1,18 ..) A
καταλῦσαι· *ἀπολαῦσαι, εὐωχηθῆναι. [καταμεῖναι A (vg). κα-
ταβαλεῖν (vg). ἢ τὸν ἀπαγξάμενον, οὐχὶ δὲ κατενεγκεῖν Σ.
ἢ τὸ τὰ ἑψόμενα λάχανα ἐκπιάσαι
*καταλύτου· ξένου, παρόδου (Sap. 5,14) A (s). καθαιρέτου
*καταμαλάσσοντα· κατασκληραίνοντα A (n)
*καταμαλθάσσων· καταπραΰνων A
κατ' ἀμαξιτόν· τὴν κατημαξευμένην ὁδόν n, καθ' ἣν αἱ ἅμαξαι
διέρχονται (Χ 146)
*καταμάρψαι· καταλαβεῖν (Ζ 364) g(n)
*καταμεμυκέναι· ἀποπτῆξαι An, κατὰ μέρος
†καταμήσας· καθάπαξ
καταμήσατο· ἐπεσώρευσεν n. ἐπεσπάσατο· (Ω 165) {ἄμη} γὰρ
τὸ σκαφίον, ᾧ ἐπισπώμεθα, καὶ {ἀμητῆρες} οἱ θερισταί
καταμηλῶσαι· τῇ μήλῃ χρήσασθαι, καθεῖναι
καταμηνύειν· κατακηρύσσειν. [ζητεῖν]
†καταμηγγές· παρακμὴ σώματος
καταμνιεῖ· καταπίνει. κατεσθίει. {Μνιεῖν} γὰρ τὸ ἐσθίειν g
κατὰ μικρόν· κατὰ βραχύ
*κατὰ μόθον· κατὰ τὸν πόλεμον (Σ 159) gn
*κατὰ μοῖραν· κατὰ τρόπον n, κατὰ καιρόν, ἢ νόμον (Α 286)
καταμονάς· τὰς μισθώσεις τῶν ἐργατῶν εἰς χρόνον
κατάμουσον· κατάπτηξον
καταμφωτοί· αὐλοί τινες οὕτω καλοῦνται
*καταμωκᾶται· καταγελᾷ (Sir. 13,7) (gn)
†κατανᾶ· κατὰ νοῦν
καταναλίσκων· ἐσθίων, δαπανῶν
κατανάξαντες· ἀναζεύξαντες, εἰς τοὐπίσω ἀναχωρήσαντες
*κατανδρίζεσθαι· καταπαλαῖσαι Avgp
*κατανεανιευόμενος· κατακαυχώμενος. κατισχύων A (vg)
κατανεμεθείσης· καταλαβούσης
κατανεῦαἱ· κατανεῦσαι
κατανένοχεν· συνουσίακεν
κατανενυγμένα· ἀμυχὰς ἔχοντα
κατάνεται· κατανύεται. ἀναλίσκεται (β 58)
*κατανεύοντα· κατακύπτοντα A. θεωροῦντα
*{κατανεῦσαι·} συνθέσθαι. [ἐπινεῦσαι. συγκαταθέσθαι (Α 558)
Avg
κατανήσῃ· αὐξηθῇ
κατανθρακῶσαι· κατακαῦσαι. κατοπτῆσαι (Aesch. fr. 281,4)
κατανίφεται· καταφθείρεται. καταχιονίζεται
κατανομεύς· καταμεριστής
*κατανοοῦντι· καταβλέποντι (Ep. Iac. 1,23) A
*κάταντα· κατωφερῆ (Ψ 116) A
κάταντες· ἐπὶ τὰ ἐμπρός
*κατάντης· ῥᾴδιος, εὔκολος (Eur. Rhes. 318) g. ἢ {κάταντες}· κατάκρημνον. κατωφερές gvn
καταντήσας· λαχών, κληρώσας
*καταντησάτωσαν· φθασάτωσαν (2. Regn. 3,29) A
κατάντηστιν· κατεναντίον (υ 387)
κατ' ἀντιβολίαν· κατ' ἀντίβλησιν (Eupol. fr. 317?)
κατάντικρυ· ἐναντίον (κ 559)
καταντήσειν· [κατέναντι, ἐξ ἐναντίας]
*κατανένυγμαι· ἡσύχασα. λελύπημαι (Esai. 6,5)
κατανύγητε· ἡσυχάσατε. λυπήθητε (Ps. 4,5)
κατάνυξις· ἡσυχία. ἢ λύπη (Ps. 59,5 ..)
κατανύουσι· καταναλίσκουσι
κατανύσαι· συντελέσαι
καταξανεῖ· κατατρίψει. βασανίσει (Iud. 8,7 v. l.)
κατ' ἀξίαν· κατὰ δόξαν (Eur. Hec. 374)
καταξόμενα· καταλυσόμενα
κατάορα· κατάντη (Eur. Troad. 1090?)
*καταπαίει· μαστίζει, τιμωρεῖται A
καταπάλμενος· καταπηδήσας (Λ 94)
καταπάλτης· βέλη {πέμπον} πολιορκητικὸν ὄργανον. καὶ τὸ
ἀφιέμενον βέλος
κατὰ πάντα· ὑπὲρ πάντα
κατάπαστος· πεποικιλμένος (Ar. Eq. 502)
καταπάγιον· ἀσαλές. ἢ ἀθροῦν
*καταπείραντες· καταδήσαντες n
*κατὰ πέλλας· κατὰ τοῦ γάλακτος ἀγγεῖα (Π 642) A
καταπελτάσονται· καταδραμοῦνται. ἀπὸ τῶν πελταστῶν
(Ar. Ach. 160)
*καταπέλτης· εἶδος βασανιστηρίου, ὡς ὅπλον χαλκοῦν vn, ἐν
ᾧ ἐξαρθροῦσι τὰ μέλη οἱ δήμιοι
καταπεπεμμένα· καθειμένα
καταπέπυθα· κατεῤῥύηκα
*καταπεπελτωμένα· καταπεπιναρωμένα (Ios. 9,5 v. l.) Avg
καταπεπληγώς· καταπεπτηχώς
καταπέφνῃ· ἀποκτείνῃ (Γ 281) (n)
†κατάπεμνοι· καθαπτόμενοι
*καταπεφρικότες· δειλιῶντες Ag(v)
καταπέψαι· καταπραῧναι n. ἢ ἐν αὑτῷ κατασχεῖν. μεταφορι-
κῶς, ἀπὸ τῶν πεσσομένων σίτων (Α 81)
*καταπημήνειεν· καταβλάψειεν Agn
καταπίει· [καταπίνει]
a) *καταπίμπρασθαι· κατακαίεσθαι Avgn b) {κατὰ Πίν-
δαρον}· ...
κατὰ πίονα μηρί' ἔκηα· κατέκαυσα τὰ λιπαρὰ μηριαῖα ὀστᾶ
(Α 40)
καταπειρητηρίη· ... τόπους βαθεῖς πειράζοντες (Hdt. 2, 5,2).
καὶ ἡ λεγομένη βολίς
καταπλαγέντα· θαυμάσαντα (2. Macc. 3,24)
καταπλακών· [καταπλήξας.] διαμαρτών
καταπλεκεῖσι· συνδεθεῖσι, περιπεπλεγμένοις
καταπλήξ· καταπεπληγώς
καταπλῆσαι· μολῦναι
καταπλήσσει· καταταράσσει, φοβερίζει, κατεξανιστᾷ
*καταπλήττεται· φοβεῖται, δειλιᾷ A
καταπλιγήσει· {κατακρατηθήσῃ}· τὸ βῆμα {πλίγμα} λέγουσι.
τὸ οὖν κατακρατῆσαι μετάγοντες ἀπὸ τῶν κυλιομένων καὶ
τοῖς ποσὶ κατεχόντων οὕτως φασί [κατακρατηθείσει] (Ar. fr.
198)
*κατὰ πόδα· πάραυτα. κατὰ τάξιν Avg. ἢ ὀπίσω A
*καταποθῇ· καταναλωθῇ (2. Cor. 2,7) A
καταπολεμῶ· νικῶ
καταπονουμένους· πειραζομένους (3. Macc. 2,2 ..)
*κατὰ πορθμόν· στενὴν θάλασσαν (Eur. Troad. 102) An
*κατὰ ποσόν· πλεονάκις Ags
*καταπρανοῦς· κατωφεροῦς Avgn
καταπραϋνεῖς· ἡμεροποιήσεις. σιωπήσῃ
κατάπρεμνος· κατάκλαδος
*καταπρηνές· κατὰ πρόσωπον An, ἐπὶ στόμα, κατωφερές
κατὰ †προΐθην· κατὰ πρεσβυγονίαν. ἔνιοι τὸ κατὰ δαίμονα
καταπροιξάμενος· καταφρονήσας, καὶ οὐκ εὐλαβηθείς, προῖκα
δὲ αὐτὸ ποιήσας
καταπροίξει· καταφρονήσεις (Agn). ἢ δωρεὰν γελάσεις (Ar.
Eq. 435 ..)
*κατὰ πρόσκλισιν· κατὰ χάριν s. [κατὰ πρόσκλησιν] καθ'
ἑτεροβάρειαν (1. Tim. 5,21) Avgb
*κατὰ πρότμηστιν· κατὰ τὸν ὀμφαλόν (Λ 424 v. 1.) Agn
κατὰ πρωτείρενας· ἡλικίας ὄνομα οἱ πρωτείρενες παρὰ Λακε-
δαιμονίοις
*καταπτήσσει· δειλιᾷ, φοβεῖται (Sir. 35,18) Avg
καταπτήτην· ἔπτηξαν, ἐφοβήθησαν. δυϊκῶς (Θ 136)
κατὰ πτόλιν· κατὰ τὴν πόλιν (Β 130)
κατάπτυστον· ἐξουθενημένον
καταπτώσσει· φοβεῖται, [δειλιᾷ (n). ταπεινοῦται (Ε 254)
καταπυγοσύνη· ἡδονὴ μεγάλη
καταπύγου· κιναίδου (b), ἤγουν ἀσελγοῦς
καταπύγων· ὁ μέσος δάκτυλος. καὶ ὁ κατωφερής
*†καταπύει· ἐνέπλησε. κατεγνόει †A
καταπύθεται· εὐρωτιᾷ
καταράκτης· ὀχετός, ῥύαξ. καὶ ὁ ἀετός, Σοφοκλῆς Λακόωντι
(fr. 347). καὶ τὰς ἁρπυίας, ἐν Φινεῖ (Soph. (?) fr. 648)
καταράξαι· κατᾶξαι
καταραπατίτης· Γόργων ἐν τῷ περὶ θυσιῶν (fr. 515,20 J.)
*καταράσσειν· κατακλάνεσθαι (Hos. 7,6) A
καταρᾶσθαι· ἀρᾶσθαι θεοῖς
*καταραψῳδῆσαι· φλυαρῆσαι (Α vg)
καταρβύλοις χλαίναις· ποδήρεσιν, ὥστε καὶ ἐπὶ τὰς ἀρβύ-
λας χαλᾶσθαι. Σοφοκλῆς Τρωΐλῳ (fr. 565)
*κατάρδειν· εὐφραίνειν An. ποτίζειν A
κατ' ἄρ' ἕζετο· ἐκαθέσθη (Α 68)
καταρέξαι· [καταρῆξαι.] καταψῆσαι (Α 361)
καταράκτης· ὁρμητικός
καταρεπές· ἑτερορεπές. ἑτεροκλινές
κατάρασθαι· καταλύειν
καταριπτάζονται· σκορπίζονται
καταρήστην· †ὀρθὴν δουριστήν†, παρὰ Καλλιμάχῳ τὴν χάλα-
ζαν (fr. 566)
καταρρήσσων· ἐπικροτῶν, ἐπιψοφῶν
κατάρξασθαι τοῦ ἱερείου· τῶν τριχῶν ἀποσπάσαι
*καταρράσσειν· καταρίπτειν (Ose. 7,6) (A)
*καταράσσοντες· περικτυποῦντες (Sap. 17,4 v. l.) n
καταρράξαι· καταβαλεῖν. [ἢ καταψῆσαι]
*καταρρεῖν· ἀναλίσκεσθαι (1. Regn 2,33)
*κατάρρησιν· κατηγορίαν Av, καταβόησιν (m), καταλαλιάν,
[κακολογίαν (Am)
*κατάρρυτα· ἀρδεύσιμα (Eur. Andr. 215 ..) A (vg)
*καταρτίσαι· κατασκευάσαι (gn). τελειῶσαι. [στερεῶσαι A
καταρυβδήσας· καταπιών. ῥοφήσας
καταρυῆναι· καταπεσεῖν
καταρυθμίζεσθαι· κατευθύνεσθαι, κανονίζεσθαι n
†κάταρσον· κατάκλεισον
καταρτυθείς· ἀσφαλής. τέλειος
καταροΐζομαι· ῥευματίζομαι
καταρῶμαι· εὔχομαι. προσκυνῶ
καταρωγέα· γῆν τινα πρὸς φυτείαν ἀμπέλων εὔθετον
κατὰ σαυτόν· ἐπὶ σοῦ
κατὰ σέ· ὅμοιός σοι
*κατασείειν· ταράσσειν Ans
κατασβέσας· σβέσας
κατασεσαλαγμένα· κατασεσεισμένα
*κατασημήνασθαι· κατασημειώσασθαι Agn
*κατασίνεσθαι· καταβλάπτειν Avgn
κατασείειεν· [καταταράσειεν]
κατασκαφής· κατεσκαμμένος (Soph. Ant. 891)
κατασκαφόφιλος· καταισχύνων τοὺς φίλους (Com.)
κατασκάψαι· κατορύξαι
κατασκεδάσαι· καταχέαι
κατασκέλλειν· κατασκελετεύειν. τὰς σάρκας καταφαγεῖν
κατασκευή· διασκευή
*κατασκιδναμένης· κατασκορπιζομένης An (gs)
*κατασκῆψαι· κατασπεῖραι (Eur. Med. 94) A
κατάσκιος· πάντοθεν σκιὰν ἔχων (Zach. 1,8 ..)
*κατάσκοποι· κατοπτεύοντες. ἐπίβουλοι (Gen. 42,9 ..) A (gn).
ἢ δόλων ἐξιχνευταί. δολεροί, δόλιοι (Eur. Rhes. 645 ..)
κατασμύξαι· μαρᾶναι. καῦσαι, ἐμπρῆσαι (Ι 653)
*κατασοβεῖται· καταδιώκεται Agn
*κατασοφισθεῖσα· χλευασθεῖσα Avg. τεχνασθεῖσα (Ab)
κατασπᾶν· χαλᾶν. ἢ σιαλίζειν ἑτέρου ἐσθίοντος ἢ περὶ δείπνου
διαλεγομένου. καταπίνειν τὸν σίαλον
*κατασπαταλᾷ· τρυφᾷ (Prov. 29,21) A
κατασπερχάδην· ἐπὶ τὴν οἰκίαν, ἢ ἐπὶ τὴν ἑστίαν κεκλημένον
{κατὰ σπουδήν}
*κατασπερχόμενος· ἐπειγόμενος An. καταπλησσόμενος (vg)
*κατασπιλάζων· μολύνων A
κατ' ἀσπίδα· ἐπ' ἀσπίδα (Γ 347)
κατασπλεκῶσαι· κατελάσαι
κατασπόδησον· κατέλασον
κατὰ στάθμην· κατ' ὀρθόν. [κατ' ἔπαυλιν]
κατάστασις· ἀποδοχή. ἢ κόσμος. ἢ ἦθος
καταστατήρια· ἀποπεμπτήρια· ἐν οἵῳ τρόπῳ λέγομεν ἀπό-
πεμψον {κατάστησον}. ἢ καταπαυστήρια, κατάστασιν ἔχον-
τα, ἀπόπεμπτα, καθεσταμένα
καταστέλλει· περικαλύπτει
καταστέξαι· καταγαγεῖν τὸν βοῦν
κατὰ στεφάνης· ὄρους ἐξοχῆς, ἀκρωρείας (Ν 138). {Στε-
φάνη} γὰρ εἶδος κόσμου περὶ τὴν κεφαλήν, ἢ περικεφαλαίας.
ὡς Ὅμηρος· "αὐχέν' ὑπὸ στεφάνης ἐϋχάλκου" (Η 12)
*κατάστημα· ποίημα A στάσις. ὁρμὴ νοός (3. Macc. 5,45)
καταστίζων· βεβαιῶν. καταψηφίζων. παρ' ὅσον τῶν ἀτακ-
τούντων τὰ ὀνόματα {παρέστιζον καὶ ἐζημίουν. καὶ Σώφρων
{κεντήματά} φησι} (fr. 143)
κατάστικτον· ποικίλον
καταστίλβει· καταυγάζει. καταλάμπει
κατὰ στίχας· κατὰ τάξεις (Γ 326)
*καταστολήν· περιβολήν (Isai. 61,3) A (s)
*κατὰ στόμα· κατὰ τὴν ἀρχήν. μεταφορικῶς (Ο 389) An
καταστομίς· μέρος τι τοῦ αὐλοῦ. τὸ ἐνόλμιον
*καταστοχάζεται· κατὰ σκοποῦ βάλλει Avgn
καταστρέφει· σκαλεύει
*καταστροφῆς· ἐρημώσεως (1. Macc. 2,49) A
καταστρώματα· τῆς νεὼς μέρος, ἐν ᾧ ἑστῶτες ναυμαχοῦσιν
καταστύξαι· [κατασῦραι. συλλέξαι.] μισῆσαι
καταστυφέλου· καταξήρου (Hes. Theog. 806) [{κατάστυ-
φλον}· κατάξηρον] καὶ ἡμεῖς δὲ τὰς ἀνεργάστους χώρας καὶ
σκληρὰς {στυφλὰς} καλοῦμεν
*κατὰ συνδυασμόν· κατὰ κοινωνίαν. κατὰ σύμπραξιν Avg
κατὰ συγκυρίαν· ... (Luc. 10,31)
κατασῦραι· ἑλκύσαι σαγήνην
κατὰ σφέας· καθ' ἑαυτούς (Β 366) Avgn
κατὰ σφέων· κατ' αὐτῶν, ἢ καθ' ἑαυτούς
*κατασφήκωνται· [καθήλωνται A]
κατασχάσαι· κατατυχεῖν. ἢ ἀμυχὰς ποιῆσαι
κατασχεῖν· κατακρατεῖν. κατοικεῖν
κατὰ τάξιν· κατὰ κόσμον (1. Cor. 14,40) s
κατὰ ταὐτό· οἷον ὁμονοοῦσιν
κατατεθήπειν· θαυμάζειν. δειλιάζειν. ἐκπλήττεσθαι
*κατατεθήπεσαν· κατεθαύμαζον Agn
*κατατεθηπότες· ἐκπεπληγμένοι A (vg)
κατατεθηπώς· δειλιάσας b
*κατὰ τέκν' ἔφαγε· κατέφαγε τὰ τέκνα (Β 317)
κατατείνεται· ἐφαπλοῦται
*κατατίθεσθαι· συναινέσαι A
*κατὰ τὸ αὐτό· ὁμοῦ (Act. ap. 14,1) A
κατατοξεύω· ... (4. Regn. 9,16 ..)
*κατὰ τὸ κρῖμα· κατὰ τὴν τάξιν. ἢ κατὰ τὸ πρόσταγμα (Ps.
118,149 ..) A
κατατρίχιον· λεπτόν
κατάτροπον· κάταντες, {πρόστροπον} δὲ τὸ ἐναντίον
κατατρυφῶ· κατασπαταλῶ
κατατρύχει· λυπεῖ. [καταπονεῖ (Agn)
†κατατοιόντα· κατασκευάζοντα
κατατυχεῖν· ἐπιτυχεῖν
κατὰ τῶν συῶν· κατὰ τῶν χοίρων
καταυγάσας· φωτίσας
κάταυλον· κατηυλημένον. ἀναπεπταμένον
καταῦσαι· καταντλῆσαι. καταδῦσαι
καταύστης· [καταδύστης] ...
κατ' αὐτόν· ὅμοιον αὐτῷ
καταφάγῃ· κατεσθίῃ (Am. 4,9 v. l.)
κατὰ φάλαρα· κατὰ μετωπίδια (Π 106)
*καταφάναι· κατειπεῖν g(n)
*καταφατικήν· συγκατάθετον A (gb)
καταφήσας· [ἀπορήσας. ἀνιάσας]
καταφθατουμένη· καταντωμένη. κυρίως δὲ τὸ ἐκ προκαταλή-
ψεως (Aesch. Eum. 398)
*καταφιλοσοφήσαντες· διὰ τῆς σιγῆς νικήσαντες A (gb)
καταφλάσαι· κατακόψαι
*καταφοιτῆσαι· παραγενέσθαι An(vgp)
καταφορήν· ὕπνον (Hippocr. epid. 3,6)
*καταφορικός· γαστέρας ποιῶν {πολλάς} A
*κατάφωρον· ἐληλεγμένον. [φανερόν. ὑπεύθυνον n. ἢ κατα-
φανῆ g γενόμενον n
*καταφορικῶς· σφοδρῶς Avg
καταφράκτοις ψυχαῖς· ταῖς ἐπεσκοτισμέναις, καὶ μὴ τὸ
μέλλον εἰδυίαις. Ἴων Ἀλκμήνῃ (fr. 6) καὶ εἴδη πολεμικῶν †ὡς
καταφράκτου
*κατὰ φρένα· κατὰ διάνοιαν (Α 193 ..) n
*κατὰ φρήτρας· κατὰ φατρίας (Β 362) n
καταφρονεῖ· ὑπερηφανεῖ (Eur. Bacch. 503)
καταφρονέων· καταβουλευόμενος
καταφρυγήσεται· καταξηρανθήσεται
καταφρύγει· καταξηραίνει
*καταφυέν· γεννηθέν Agns
καταφυλαδόν· κατὰ ἔθνη b
†καταφύξει· κατασβέσει
*κατάφυτος· σύνδενδρος A τόπος
καταφωνεῖ· ταράσσει (Act. ap. 22,24 v. l.?)
*καταφωραθείη· καταγνωσθείη A
καταφωρᾶν· ἐρευνᾶν, ἐπιζητεῖν
*κατάφωρος· φανερός Avs
κατὰ φῶτα· κατὰ ἄνθρωπον
*κατὰ χαλκόν· κατὰ βραχύ A
καταχέει· κακολογεῖ (Iob 41,14)
κατὰ χεῖρα· ἕτοιμα, εὐχερῆ. ἢ ὁ νῦν πρὸς χεῖρα καὶ εἰς πολλὰ
χρήσιμος οἰκέτης
καταχήνη· καταχάσμησις. [κατάγελως s
καταχήνῃ· καταγελάσῃ, μυκτηρίσῃ, ἐξουθενίσῃ. [καὶ ὑπὸ
Πεισιστράτου καλαμαίᾳ ἐμφερὲς ζῶον, ἀπὸ τῆς ἀκροπόλεως
προβεβλημένον, ὁποῖα τὰ πρὸς βασκανίαν]
*κατὰ χθονός· {κατὰ τῆς γῆς} (Γ 217) ANs | ...· ὁ λιπαρός, ὁ τρόφιμος
κατάχρεως· ἐπαρκῶν εἰς μαρτυρίαν
καταχθόνιος· [κατὰ τῆς γῆς] ἢ [ὁ Ἅιδης s
καταχρήσει· ἀρκέσει
*καταχρηστικῶς· ὅταν καταχρήσηταί τις ἀπὸ πράγματος εἰς
πρᾶγμα An καταστοχαζόντως
καταχρᾶται· κακῶς χρᾶται
καταχρυσῶσαι· καταλιθῶσαι (Exod. 26,29 ..)
*κατάχλυσις· ἀήρ {πίλημα νεφῶν} A
καταχύσματα· τραγήματα. ἔθος γὰρ εἶχον κατὰ τῆς κεφαλῆς
κάρυα καὶ ἰσχάδας καταχέειν τῶν νεωνήτων δούλων παρὰ
τὴν ἑστίαν καθισάντων. κατεχεῖτο δὲ καὶ τοῦ νυμφίου. λέγεται
δὲ καὶ ἐπὶ ζωμοῦ
κατάχυτλον· τὸ βαλανευτικὸν σκαφίον
*κατὰ χώραν· κατὰ φύσιν. ἢ ἀκίνητον (Lev. 13,23. 28 v. l.) (n)
*καταψαίρουσι· κινοῦνται Ag
καταψέφει· κατασκοτίζει· {ψέφας} γὰρ τὸ σκότος· παρὰ τὸ
{ψεφᾶσθαι}, τὸ μεταμελεῖσθαι καὶ οἷον σκότος περιτιθέναι τοῖς
λεγομένοις. [τὸ καταψεφεῖν] ἔσθ' ὅτε δὲ καὶ τὸ φροντίζειν
οὕτως λέγουσιν
*καταψηφίζεται· κατακρίνει vg (As)
*καταψήχων· κολακεύων Agn. ἡσυχῇ τρίβων
*καταψιλωθήσεσθαι· ψιλὸν γενέσθαι A
*κατεαγότα· κατενηνεγμένα. κατακεκλασμένα A (n)
κατεάσας· [κατακοιμηθείς]
*κατεάχθη· κατεθλάσθη A
κατεβάλλετο· ἐτίθετο
κατέβασκε· κατέβλαψεν
*κατεβαυκάλησε· κατεκοίμισεν Σ
κατέβραψε· κατέλαβεν
*κατεβήσατο· εἰσῆλθεν (ο 99)
κατεβρότωσεν· ἐμόλυνεν
*κατεβρόχθισε· κατέπιεν (Ar. Av. 503) Agn
κατεγνωσμένος· κατακεκριμένος (Ep. Gal. 2,11)
κατ' ἔγκλησιν· κατὰ μέμψιν. κατὰ πταῖσμα
κατεγοήτευσεν· ἠπάτησε. κατεμάντευσεν
κατέδαπτε· κατήσθιε μετὰ σπαραγμοῦ
*κατέδαρθε· κατεκοιμήθη An
κατ' ἐδάφους· ἐπὶ γῆς (3. Macc. 2,22)
κατέδευσας· [κατέφαγας.] ἔβρεξας (Ι 490)
κατεγλώττιζε· διέβαλλε, κατηγόρει
κατεγκονῶν· ἐπειγόμενος
κατεγνυπτωμένον· τὸ ... {καὶ} {κατεγνυπτῶσθαι}
κατέγνωσαν· κατέλεξαν
κατέγραψαν· κατέξυσαν
κατεγυμνάσατο· ἐπὶ γυμνασίαν ἀνάλωσεν
κατεδάη· κατεκάη
κατέδαρθεν· ὕπνωσεν
κατεδᾴωσε· κατέκαυσεν. ἐπολέμησεν
κατέδευσε· κατέβρεξε. κατέφυρσε. καὶ [ὁτὲ μὲν ἁβρῶς διαι-
τᾶσθαι καὶ τρυφᾶν, ὁτὲ δὲ τὸ κατηφῆ εἶναι.]
κατεδηδεσμένον· καταβεβρωμένον (Plat. Phaed. 110 e)
*κατεδήδοκε· καταβέβρωκε, [κατέφαγεν Ag
κατεδηδοκώς· καταβεβρωκώς Σ
κατεδῄουν· κατέκοπτον
κατέδησα· κατεδέσμευσα. (ε 383 ..) κατῄσχυνα
*κατεδιῄτησε· κατέκρινεν Avg b
κατέδουπεν· τέθνηκεν
κατέδουπον· τεθνήκεισαν
κατέδραθον· κατεκοιμήθησαν
κατεδρύπτετο· κατεκόπτετο. κατεξύετο
κατέδυ· κατεπόθη, [κατεποντίσθη Ag
*κατέδων· κατεσθίων (Ζ 202) gn
κατεζώμευεν· ἐτύρευεν, ὥσπερ ζωμὸν ἐκτροφήσας τὸ γάλα
κατεδιείλοντο· κατεμερίσαντο (Ioe(l 3,2)
*κατέθορε· κατεπήδησεν (Δ 79?) Ag
κατετεθήπει· ἐπτοεῖτο
κατεθραύσθη· κατεκλάσθη
κατέθυψας· †περιέπλευσας
κατείβετο· διεφθείρετο (ε 152). κατέρρει (Ω 794)
κατειβόμενον· διαφθειρόμενον. [καταρρέον (Ο 37) Ab
κατεικής· ἐπιεικής
κατειλάδα· ἡμέρα χειμερινή
κατεῖλε· κατέλεξεν. ἐποίκιλεν
κατείλεον· συνέστελλον
κατειλεῖν· κατέχειν. καταλαβεῖν
κατειληθέντας· συσχεθέντας. καταληφθέντας
*κατειλῆφθαι· προκαταλαμβάνεσθαι A
κατείλεα· τὰ ἐσώτερα οἰκήματα. Ἐρυθραῖοι
*κατείλοχε· κατέλεξεν A
κατειλυσπᾶσθαι· εἰλούμενον σπᾶσθαι
κατειλυσπωμένην· ὁ μὲν Λυκόφρων καταρτωμένην. Ἐρα-
τοσθένης (fr. 63 Strecker) δὲ συγκεῖσθαι τὴν λέξιν ἐκτοῦ
{εἰλεῖν} καὶ {σπᾶσθαι} (Ar. Lys. 722)
κατείλυται· κεκάλυπται (g)
κατειλωπτεῖν· [καταβλεφαρίζειν]
*κάτιμεν· κατερχόμεθα Ag
κατειπών· διαβαλών (Num. 14,37)
κατείργει· ἐκώλυεν
*κατειργάσατο· [ἐκώλυσε.] κατηγωνίσατο Agns
*κατειργμένος· ἐγκεκλεισμένος gn
κατείρα· [ἀσπίς. πέλτη]
κατεῖρες· κατηρτισμένον, εὐήρετμον (Hdt. 8, 21,1)
κατείρηκεν· λάθρα διαβέβληκεν
*κατειρωνεύεται· μέγα φρονεῖ A. ἢ δολιεύεται Σ
*κάτεισι· κατέρχεται (Λ 492 ..) Avg
κατεκαμάρωσεν· κατέκρυψεν
κατέκανον· κατέκτεινον
κατεκείαθεν· κατεκοιμήθη
κατεκερμάτισεν· συνέθραυσεν
κατεκήλεε· δι' ἐπῶν ἥδυνεν (Greg. Naz. c. 2,1, 16,37)
*κατεκήλησε· κατεπράϋνεν g (An) ἔθελξεν. {Κηλεῖσθαι} γὰρ
λέγεται τὸ ὑπὸ αὐλῶν θέλγεσθαι A
κατεκλάδανεν· ἀφεῖλεν
κατεκλᾴζετο· κατεκέκλῃστο, κατακεκλεισμένην εἶχεν (Theocr.
18,5)
κατεκλάσθη· ἐνέδωκεν (Ν 608)
*κατέκτα· ἀπέκτεινεν (Β 662) As
κατεκνίδευεν· κατέξυεν
*κατεκόπησαν· ἐφονεύθησαν A
*κατέκταν· ἀπέκτειναν bs
κατέκπλησαν· [κατεπράϋναν]
κατελάσαι· κατατῆξαι
†κατελεγχῶσαι· κατελέγξαι. καταλέξαι
κατελέξαντο· κατεκοιμήθησαν
κατελελίβαντο· [κατεμερίζοντο]
*κατέλεκτο· κατεκοιμήθη (Ι 662) g
κατέλεξας· κατεκοίμισας. κατέβαλες
*κατέλεσα· ἐλέπτυνα, συνέτριψα (Deut. 9,21?) A
*κατέλευσαν· λίθοις ἔβαλον (Hdt. 1, 167,1 ..) (Avgp)
*κατέληξεν· ἐπαύσατο An (vgps)
*[κατεμαξευμένην· κατατετριμμένην] (A) b
*κατέμαρπτε· κατελαμβάνετο (Ε 65) An
*κατέμαρψε· κατέλαβεν (Greg. Naz. c. 1,2, 1, 549) n. [ἢ κατέβα-
λεν]
κατ' ἐμαυτόν· κατὰ τὴν ἐμὴν δύναμιν. ἢ *[κατὰ τὴν αὑτοῦ
{δύναμιν} (Α 271) n
κατ' ἐμαυτοῦ· κατὰ τῆς ἐμῆς δυνάμεως
κατεμεγαλαυχήσατο· μεγάλως ἐκαυχήσατο
κατενάρκησα· ἐβάρυνα
κατένασσε· κατῴκισεν (Hes. op. 168)
†κατενέκουσιν· ἔρχονται
*κατενεμήσατο· κατέφαγεν, ἀνήλωσεν (Ps. 79,13) A
κατένευσεν· ἐπένευσεν. ὑπέσχετο (Β 112)
κατενήρατο· ἀπέκτεινεν (λ 519)
*κατεντευκτήν· κατεντυγχάνοντα (Iob 7,20) Agn
κατ' ἔντευξιν· κατ' ἐντυχίαν
*κατεντευχθέντα· κατεντυχηθέντα Ag (v) Σa
*κατενύγησαν· ἐλυπήθησαν (Act. ap. 2,37) s
*κατενῶπα· κατ' ἐναντίον. κατ' ὄψιν (Ο 320) A
*κατεξανίσταται· κατεπαίρεται (Greg. Naz. or. 1 p. 184a)
Avg
*†κατεξανίει· διεσθίει A
*κατεξευμαρίζοντος· κατευθύνοντος n
κατεξήνασκε· [κατεξήρανεν]
κατεπᾴδεσθαι· καταπραΰνεσθαι
κατεπᾴδω· γοητεύω. [πραΰνω A
κατ' ἐξωλείας· ἔξω τῶν ὅρων
κατεπάλμενος· καθαλλόμενος (Λ 94)
κατέπαλτο· καθήλατο (Τ 351)
κατεπάσατο· κατεκτήσατο
κατεπείγει· κατασπεύδει
*κατέπεφνε· κατέσφαξε n. κατεφόνευσε (Ζ 183) b
*κατεπερπερεύετο· ἐχαριεντίζετο Agn
κατενώπια· κατὰ τὸ ἔμπροσθεν τῶν θυρῶν μέρος
*κατεπιάνθη· ἐλιπάνθη, ἐτράφη· {πίων} γὰρ ὁ λιπαρός Avg
*κατεπιφύεται· κατατρέχει A
κατεπλάγη· κατέσκληκεν
κατέπλατο· [καθήλατο]
κατεπλατύνετο· καθυπερηφανεύετο
κατέπλησαν· ἀνέπλησαν, ἀνεπλήρωσαν
κατεπόθησαν· κατεποντίσθησαν. κατέπεσαν (Isai. 28,7 v. 1.)
*κατεπτηχέναι· φοβηθῆναι A (ps)
*κατεπτήχασιν· τῷ φόβῳ ἐταπεινώθησαν A
κατεπτηχότα· καταπτήσσοντα
*κάτεργον· [πεπαλαιωμένον] {ἐργασίαν} (Exod. 30,16) A
†κατέρεαι· κάθισαι. Πάφιοι
κατέρεικτα· τὰ ἐρεικόμενα ὄσπρια καὶ σχιζόμενα, οἷον κυά-
μους· ἔνιοι δὲ καὶ τοὺς πυρούς. οἱ δὲ κατερρωγότα ἱμάτια
κατέρεζε· [καθέζου]
*[κατερέζετο· ἐκαθέζετο] n
*κατέρεξε· κατέψησεν (Α 361) n
κατερίκνωσε· ...
κατέρειξεν· ...
*[κατέροντες· καταπλέοντες] b
κατέρραξε· κατέβαλεν (Sir. 46,6)
*κατερρηγότας· διερρηγμένους (Ios. 9,4) A
*κατερρινημένοις· εὐτελέσιν Agn
κατερρινωμένον· καταπεπυκασμένον. καταδεδερματωμένον
(Aesch. Suppl. 747)
*κατερρύηκεν· ἐσάπη (Ierem. 8,13) Avgs
κατερύκει· κατέχει (ο 73)
κατέρυκεν· ἐπέσχεν, [ἐκώλυσεν (δ 284) ns
κἀτέρωτα· καὶ ἄλλοτε (Sapph. fr. 1,5)
*κατερυθραίνει· καταβάπτει ἐρυθρῷ βάμματι An
κατέσκαψε· κατώρυξεν
*κατεσκιρωμένης· πεπαλαιωμένης (3. Macc. 4,1) Ag (b)
*κατεσκληκότα· κατεσκληρωμένα A (gn)
κατέσπασε· κατέπιεν
κατεσοφίσθη· ἐπλανήθη
†κατεστάμενος· καταθύσας
κατεστέμμεθα· ἐστεφανώθημεν
κατεστήριξεν ἀρχῇ· νόμον ἀπέδειξεν, [ἀπέδωκεν.] κατεστη-
λίτευσεν
*κατεστιγμένος· πεποικιλμένος An (g)
*κατεστόρεσε· κατέστρωσεν Avgn. [ἐθεάσατο]
*κατεστρατοπέδευσε· κατεπολέμησεν (2. Macc. 4,22) (Avg)
*κατέστυγε· κατεστύγνασεν (Ρ 694) An
κατέστυγον· κατεπλάγησαν. ἐμίσησαν (κ 113)
*κατεστυγημένος· μεμισημένος g (Avp)
κατέστυψεν· ἐσάρκωσεν
κατεσφηκωμένον· περιεχόμενον
*κατεσφήκωνται· καθήλωνται A
*κατεσφραγίσθη· ἀπεκλείσθη A ἐσφραγίσθη (Sap. 2,5)
κατέσχες· κατῆλθες (Eur. Ion 551) περιεκράτησας
κατεθήπεσαν· [ἐθαύμαζον]
κατέταρπον· [κατεκοιμήθησαν]
κατετήρυεν· κατεῖχεν (ι 31)
κατέτλα· κατετολμᾶτο
κατετυμβοχόησα· ἔθαψα (Antim. fr. 156 Wyss)
κατέτυξ· [γένος περικεφαλαίας]
*κατευγμάτων· καταρῶν (Eur. Hipp. 1170) Ab
*κατευθικτήσας· ἁψάμενος (2. Macc. 14,43) A (g)s
*κατ' εὐθύ· κατ' εὐθεῖαν Avgn
*κατευθυνομένη· διοικουμένη (Plat. Tim. 44 b) A
κατευκτόν· τὴν ἐπί τινι εὐχῇ ὑπόσχεσιν
*κατευμαρίζοντες· εὐχερίζοντες n(g). καθιστῶντες n(A)
a) *κατευμεγεθεῖν· καταδυναστεύειν Agn b) *{κατευμεγεθήσας}· ὑπερβάλλων. νικῶν As
κατευμεγεθήσειεν· καταδυναστεύσειεν
*κατευνάζει· κοιμίζει ns
*κατευνάζεσθαι· κοιμίζεσθαι A (g) πραΰνεσθαι (g)
κατεύξασθαι· κατά τινος εὔξασθαι (Plat. rep. 3,393a)
*κατευρύνεται· μεγαλύνεται, [πλατύνεται (n)
†κατευρίσκοι· κωλύει
κατεύχομαι· καταρῶμαι (ns)
κατεύχου· καταρῶ (Eur. Iph. T. 536)
*κατεφοίνιξας· ἔβαψας An
κατέφυ· ἐγεννήθη
κατεφωράθη· ἠλέγχθη
*κατεφωρᾶτο· ἠλέγχετο Avg
κατέχειν· κρατεῖν (Eur. Bacch. 880). κωλύειν. συνέχειν
*κατεχειροῦτο· ἐνίκα. ὑπέτασσεν A
κατέχεσθαι· θεοφορεῖσθαι
κατέχευε· *κατέβαλεν A. κατέθηκεν. ἥπλωσεν (Γ 10)
*κατεχθραίνοντα· μισοῦντα b
κατεχμάσας· κατασχών
κατέχμασον· καταφόνευσον
*κατεωνᾶσθαι· καταντλᾶσθαι A
*κατεωνεῖ· καταντλεῖ A
†κατεωνῶσι· καταμάσσουσιν†
*καταιώρηται· {κατακρέμαται} A
κατέχευεν· [δοξάζουσιν.] ἥπλωσεν. ἐπέβαλεν. ἐπέθετο. κατ-
έῤῥιψεν
κατηβολή· τὸ ἐπιβάλλον. Εὐριπίδης Τημένῳ (fr. 750) καὶ
Πελιάσιν (fr. 614). {λέγεται δὲ οὕτως} καὶ ἡ τοῦ πυρετοῦ
περίοδος. καὶ ὁρμή. καὶ μερίς. καὶ ἱερὰ νόσος. καὶ τέλος τῶν
χρεῶν. τὸ καθῆκον. θυσία. τελετή. τὰ νομιζόμενα [λέγεται δὲ
οὕτως]
κατηγάσατο· [κατηγωνίσατο]
*κατηγλαϊσμένα· κατακεκοσμημένα (ns)
*κατηγορευκότα· κατειπόντα Agn
κάτηδα· [καταβεβρωμένα]
*κατῄδεσα αὐτόν· αἰσχυνθῆναι ἐποίησα Avg αὐτόν A
*κατῄθαλωμένη· τεφρωθεῖσα (Eur. Tro. 60) An
κατηθάτην· [καθωμιλησάτην]
κατείθηκα· [κατέθηκα]
*κατῄκιζον· ὕβριζον. ἔξαινον An
*κατῃκισμένους· βασανισθέντας A ὑβρισμένους gb
κατῃκίσατε· εἰς τὸ σῶμα ὑβρίσατε
κατῄκισται· αἰκίᾳ καὶ βλάβῃ συνέχεται (π 290)
*κατηλαζονεύετο· κατεπαίρετο αὐτοῦ A
κατῆλιψ· μεσόδμη. μεσότοιχον. δοκός, ἢ ὑπότονος βαστά-
ζουσα τὸν ὄροφον. οἱ δὲ ἰκρίωμα τὸ ἐν τῷ οἴκῳ· ὃ καὶ βέλτιον
καθηλέτης· [ἐπήκοος]
κατήλυσις· κατέλευσις
κατηλέγοντα· φροντίδας ποιοῦντα
κατηλόκισται· κατατέτριπται
*κατημαξευμένα· κοινά. [καταπεπατημένα, κατατετριμμένα
g (A)
κατημελής· κατήκοος
κατήμυσσον· κατέξυον. κατεσπάραττον
κατημύχθη· ἐσπαράχθη
κατήναρε· κατέκτεινεν (Callim. h. Ap. 101?)
κατηναρισμένα· ἀπολωλότα. ἐκδεδαρμένα. ἐσκυλευμένα. Σοφο-
κλῆς Αἴαντι Μαστιγοφόρῳ (26)
κατηνδράφυξας· κατέκτεινας
κατήνοκα· κατενήνοχα
*κατηντιβόλουν· παρεκάλουν (Ios. b. Iud. 1,131) A (vg)
κατήνυσεν· ἀνάλωσεν (Eur. Or. 89)
*[κατηπείθοντο· κατεπραΰνοντο (Ε 417) Ag]
*κατηπιόωντο· ὁμοίως (Ε 417) An
κατήραμεν· ἤλθομεν (Greg. Naz. c. 2,1,11,210)
κατηρεγμένος· πεπτωκώς. καμπτόμενος
†κατηργμένος· †κατηπεισμένος. κατεστιγμένος
*κατηρέθετο· παρωξύνθη A
κατηρεφέας· καταστέγους (Σ 589)
κατηρεφές· κατεστεγασμένον (ε 367) (g) κυρίως δὲ ἐπὶ τῶν
ταπεινοστεγῶν {κατηρεφέας} (Σ 589). οἱ δὲ πέτρας (ι 183)
κατηρεφέστερον· κατεστεγασμένον μᾶλλον
κατήρην· κρεμαμένην
κατηρείκοντο· κατεσχίζοντο
κατήρειξεν· ἀνήλωσεν
κατήρη· τὸν κεκαλυμμένον καὶ κατεχόμενον (Eur. Suppl. 110)
κατήριπες· κατέπεσας (n) πέπτωκας
*κατηρτίσω· ἐποίησας. ἐτελείωσας (Ps. 10,4 ..) Ab
κατήροσας· ἐφύτευσας. ἐγέννησας
κατῆρξε· συνέκλεισεν
κατηρτυκώς· τέλειος. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων, ὅταν
ἐκβάλῃ πάντας τοὺς ὀδόντας (Aesch. Eum. 473)
κατήρυδες· αἱ βρίθουσαι καὶ καταρέουσαι ἄμπελοι. λέγει δὲ
τὰς χρυσᾶς ἀμπέλους, παρόσον οὐκ ἐκλαδεύοντο
κατῇσε· κατεκήλησε. καθωμίλησε
κατῃσάτην· κατεκηλησάτην. καθωμιλησάτην
*κατηφέα· κατηφῆ, [στυγνά (Avg)
κατήφεια· στυγνότης An, ὄνειδος, αἰσχύνη, αἰδώς b, ἀνία
(Ρ 556)
κατήφησας· κατηνίασας
κατηφήσας· κατανιαθείς (Χ 293) (b)
κατηφίη· αἰσχύνη (Π 498), στυγνότης (Ρ 556)
κατηφόνες· ἀναίσχυντοι n. κατηφείας ἄξια πράττοντες (Ω 253)
κατηχίζειν· νουθετεῖν. ἐνηχεῖν
*κατηχούμενος· διδασκόμενος (Rom. 2,18) A
*κατηχήσω· οἰκοδομήσω (Ioseph. vit. 366) A
*κατηχθίζετο· ἐμισεῖτο A (vg)
*κατηχθισμένον· βεβαρημένον (Agn)
κατηχούμενος· παιδευόμενος (Rom. 2,18)
κάτθανεν· ἀπέθανεν (Φ 107)
κατθᾶξαι· παρακονῆσαι. μεθύσαι
κατθέμεν· θεῖναι (τ 4)
κάτθεο· κατάθου (Ξ 219)
*κάτιδε· ὅρα (Deuteron. 26,15) As
κατιλλάνθη· κατεμυκτήρισεν
κατιλλώπτω· καθορῶ
κατιλύσαντες· περικαλύψαντες
κατιμονεύει· καθιεῖ
*[κατιβόμενον· καταρεόμενον A]
κἀτίναξε· παρέσεισε
κατηρομάει· [μεγαλοφρονεῖ]
κατισχναινομένης· πεπαλαιωμένης
κατίσχεαι· κατέχῃς (Β 233)
*κατισχνοῦν· καταλεπτύνειν Agn
κατιτήρια· ἡ ἐπὶ καθόδῳ θυσία
†κατηφθείμενον· κατακείμενον (Eur. Rhes. 378)
κατ' ἴχνος· κατακολουθήσας τὰ ἴχνη (Eur. Hec. 1059)
κατιώθη· ἐρυπώθη
κατίωται· ἐρρύπωται (Ep. Iac. 5,3)
†κατοιβωμένον· κατερρυπωμένον
κατ' οἶκον· κατὰ τὸν οἶκον (Eur. Androm. 804 ..)
κατοικεῖαι· κατάχαλκα σκεύη
*κατοιμώζοντες· στενάζοντες Avg
†κατοινύσαι· κατακρύψαι
*κατοιόμενος· ὁ μετὰ πληροφορίας πιστεύων. ἢ ὁ ἐν ὑπολήψει
φερόμενος A. καὶ ὁ ὑπερηφανευόμενος Σ (Habac. 2,5) n
κατοίσεται· κατάξει (Χ 425)
*κατοιχομένων· νεκρῶν, τεθνεώτων (Avg). ἀπελθόντων. ἀπο-
θανόντων Avg
*κατοιόμενος· ὑπερορῶν (Habac. 2,5) A
*κατοκωχή· κατοχή A
κατ' ὀλίγον· κατὰ μικρόν
*κατώλισθον· κατέπεσον Avb
κατοκώχιμον· κάτοχον. ἐνέχυρον
κατοπάζει· ἀκολουθεῖ (Hes. op. 324)
κατοπάζων· διώκων
*κατολοφυρόμενοι· θρηνοῦντες vgn
κατόπιν· ὕστερον. ὄπισθεν (Avgn)
*κατόπταν· κατάσκοπον (Eur. Rhes. 134) n
κατοπτεύω· ἐποπτεύω, ἐπιβλέπω [ἢ καθορᾶν]
κάτοπτον· κάταντες. ἢ φανερόν. ἢ ἄντικρυ
κάτοπτρα· δίοπτρον
κατοπτρίζεται· ἐν αἰσθήσει φαντάζεται, ἢ ὁρᾷ
κατοργᾶν· ὑπερακμάζειν
κατοργῶν· [πεπαλαιωμένων]
†κάτορρα ἢ καταρόα· βώμενος ἐνόδειος†
κατορρωδῶ· *φοβοῦμαι s (Avg) πτοοῦμαι, πτήσσω
κατ' ὀρούαν· ἡ ἀγορά ...
κατορυχάς· θησαυρούς
*κατ' ὀρφναίαν· {κατὰ τὴν} σκοτεινήν [ποιεῖ] Abs
κατορχούμενος· καταπαίζων
*κατορώρυκται· κατακέχωσται (Plat. Euthyd. 288 e) Avg
*κατ' ὄσσων· κατ' ὀφθαλμῶν (Eur. Hipp. 245) A
κατουδαῖοι· νεκροί. κατώγειοι
κατουλάδα· τὴν κατίλλουσαν καὶ εἴργουσαν. βέλτιον δὲ τὴν
κατόλεθρον, ἢ ζοφώδη, καὶ συστροφὰς ἔχουσαν ἀνέμων (Soph.
fr. 400)
*κατ' οὐράν· κατ' ὀπίσω Avgn
κατουρίσας· ἀθρόως πάντα κάλων καθείς, καὶ μὴ διαμελλήσας
κατωφρυωμένος· μεγαλοφρονῶν
κατοχά· τοῦ τρυπάνου τὸ κατεχόμενον
*κατόχιμοι· κατεχόμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων Agn
κάτοχοι· λίθοι, οἱ ἐπὶ μνήμασιν τιθέμενοι. καὶ οἱ ἱερεῖς Ἑρμοῦ.
καὶ οἱ ὑπὸ νόσων κατειλημμένοι. ἢ ἐνθουσιῶντες, ἢ ἔνθεοι (n)
(*)κατατραχηλιᾶν· καταμωκήσασθαι
κατρεύς· ὄρνις ποιός
κάτροπον· κάταντες
κατρός· [κακός]
*[καταρίζει· οἷον ποτηρίῳ ῥίπτει A]
κατράγοντες· οἱ βόαγροι. Λάκωνες
†κατευκανάθη· ἐῤῥάγη
*καττύειν· συῤῥάπτειν g (Ans)
*καττύεται· συντίθεται, [τὸ τῶν βυρσῶν περίκομμα] συσκευά-
ζεται, ὡς ἐκ τῶν κασσυμάτων A
*κάττυμα· ἀπάτη, δόλος Agn. συσκεύασμα. δολιότης n (A)
{τὸ τῶν βυρσῶν περίκομμα}
καττύν· ἀπότριμμα δερματίου (Aristoph. fr. 285)
*κατώδυνος· λυπηρά (1. Regn. 1,10) Av (g)
*κατωθήσαντος· καταβαλόντος n (g)
*κατωθούμενος· ἀνατρεπόμενος g
κατώκλαξας· ἐπὶ πτέρναν ἐκάθισας
κατωκάρα· κάτω κεφαλὴν ἔχοντα (Ar. Ach. 945)
κατωλιγωρήσαντες· ἀμελήσαντες
κατώλισθων· [καταπεσών]
κατώλυψα· κατέξανα
κατωμαδίοιο· κατὰ τοῦ ὤμου βαλλομένου (Ψ 431)
*κατωμαδόν· κατὰ τῶν ὤμων (Ο 352) An (g)
κατώμαλον· [κατὰ τῶν ὤμων]
κατωμιστής· ὁ ἀπορίπτων ἐπὶ τὴν γῆν ἵππος
κατώμορξεν· κατέμαξε. κατέψησεν
κατωνάκη· ἱμάτιον, ἔχον ἐκ τῶν κάτω μερῶν νάκος προσερ-
ραμμένον, ὅ ἐστιν μηλωτή. Δοκοῦσι δὲ τοῦτο ἀμφιέσασθαι
Ἀθηναῖοι τῶν περὶ Πεισίστρατον τυράννων ἐπαναγκασάντων,
ἵνα ὑπὸ εὐτελείας μὴ κατίωσιν εἰς τὸ ἄστυ οἱ πολῖται (Ar.
Eccles. 724)
κατωπιάσαι· κατηφῆσαι
κάτω πόδε· καὶ τοὺς πόδας. δυϊκῶς (Ar. Vesp. 608)
*κατωραΐζεται· σεμνύνεται gn
κατώρης· κάτω ῥέπων
κατωρυγῶσιν· ταφῶσιν (Ier. 32,19)
κατώρυχες· κατωρυγμένοι (ζ 267)
*κατωρχήσαντο· κατεχάρησαν (Zach. 12,10) Avg
†κατωτίδες· ἅπερ οἱ νομεῖς κατὰ τῶν ὤμων φοροῦσι δέρματα
κατωφερής· ὁ κάτω φερόμενος
κατωχάνης· ὁ κάτοχος τοῦ τρυπάνου, κυρίως
κατωχεύει· πηδᾷ. ἐπικάθηται
κατῴχοντο· κατέβησαν. κατεγένοντο
†καυάζοντα· ἀποσκάζοντα
καυαλέον ἢ καυαλές· ὑπὸ Αἰολέων τὸ αἶθος. ἢ κατακεκαυ-
μένον, καπυρόν, ξηρόν, θερμόν
καυαλός· μωρολόγος
καύαξ· λάρος
καυάξαι· συντρῖψαι (Hes. op. 666)
καυαρόν· κακόν. καπυρόν
καυκαλίας· ὄρνις ποιός
καυκαλίς· βοτάνη τις, ὁμοία κορίῳ. [καὶ ὄρνις]
καυκόν· καυλίον. καὶ ἄγριον λάχανον
Καύκωνες· ἔθνος βάρβαρον (Κ 429 ..)
καυλός· τὸ ἄκρον τοῦ δόρατος pn, τὸ ἀπωξυμμένον, εἰς ὃ
ἐμβιβάζεται τὸ κοῖλον τοῦ δόρατος (Ν 162). τὸ σύνηθες, ἐπὶ
τῶν φυτῶν
καυλίον· ὃ κατανέμονται οἱ ἰχθύες. καὶ τῶν κιόνων μέρος
καῦμα· κατάκαυμα. ἢ θῦμα. ἢ πύρωσις
καύματος εἰδαλίμου· τοῦ θερμοτάτου. ἢ ἱδρωτοποιοῦ (Hes.
op. 415)
καυνάκαι· στρώματα, ἢ ἐπιβόλαια ἑτερομαλλῆ
Καύνιος Ἔρως· ἐν Καύνῳ τιμᾶται. καὶ ὁ σφοδρός
καυνός· κακός. *σκληρός As. κλῆρος. *[καὶ πόλις Ῥόδου A
καῦρος· κακός (Soph. fr. 956) Avg
καυσαλίς· ἡ μέλαινα. καὶ ὑπέρυθρος
καυσμένης· ἔνυδρος
καῦσος· ὁ πυρετός (Hippocr. vet. med. 17)
Καΰστερος· ποταμός n
καυστειρῆς· καυστικῆς, θερμῆς. ὀξείας, δριμείας. διαπύρου
(Δ 342)
καῦστις· ἡ ἔκφυσις τῶν σταχύων. πυροὶ ἁδρυνόμενοι, καὶ
χόρτος. τὸ δὲ αὐτὸ καὶ {ἀμφίκαυστις}. καὶ ἐπώνυμον Λήμη-
τρος. Κρατῖνος (fr. 381) δὲ ἐπὶ τοῦ μορίου ἔταξεν αὐτό. κα-
λεῖται δὲ καὶ εὕστρα, καὶ στρῶμα
καὖτιν· καὶ εἰς τοὐπίσω
καυτόν· θυσία τις, οὕτω καλουμένη. καὶ ἐσχάρα, καὶ ἑστία,
ἔνθα καίουσιν
καυχαλίς· φλύκταινα
καυχᾶται· κομπάζει
κάφα· λουτήρ. Λάκωνες
Καφίσιος· μήν
καφάζειν· γελᾶν
καφάζοι· κακχάζοι. γελᾷ
καφάν· κηφήν
κάχαρις· δαγύς. καὶ πλαγγών. καὶ χρυσαλλίς, τὸ κοροκόσμιον.
ἢ χαρίζεσθαι μὴ δυναμένη, ἢ οὐκ εὔχαρις (Sapph. fr. 49 L. -- P.)
καχίλα· [ἄνθη. Κύπριοι]
καχλάζει· ψοφεῖ. τρύζει
καχλαίνει· [ἐκ θορύβου ταράσσει]
καχλίς· συμβολή
*καχλάζει· κιχλίζει A. ἀθρόως γελᾷ (b), [τετάρακται. γέγονε
δὲ ἀπὸ τῶν κυμάτων A. ἐπαίρεται, φλεγμαίνει vg
*κάχληκος· τοῦ κόχλου {ἢ κόχλακος} A
καχνάζει· [κακχάζει]
{καχρυδίας ἄρτος· ὁ ἐκ κριθῆς γενόμενος· Πάξαμος} p
*καχρύων· πεφρυγμένων κριθῶν κυρίως (Ar. Vesp. 1306), κα-
ταχρηστικῶς δὲ καὶ πάντα τὰ πεφρυγμένα. καὶ βοτάνη ἡ
λιβανωτίς. καὶ τῆς πεύκης ἡ βλάστησις. καὶ πυροί τινες
καχρύσω· συγχεῶ. ταράξω. καὶ {κατακαχρύσω} ὁμοίως
καψάκιον· γλωσσόκομον
καψάνιος· ἐλάττωμα ἵππου
καψιδρώτιον· εἶδος χιτωνίσκου (Com. ad. 325)
καψιπήδαλος· ὁ μετὰ τῶν τὰ ἄλφιτα †καὶ μὴ διδόντων
ἀλλόμενος †(Com. ad.)
κάψαι· {οἱ} τεύχη
κέαρνος· ὄρυξ
κεάζω· διασχίζω r. ἢ κλῶ
κέαθοι· βοηθοί
*κέαρ· ψυχή r. Avgn, διῃρημένως
κέαρνα· σίδηρα τεκτονικά, ἢ λαξευτικά. ἢ ἀξίνην
κεάσαι· σχίσαι. καῦσαι (ο 322)
*κεάσθη· ἐκλάσθη (Π 412) r. An
κεάσματα· κλάσματα, ῥήγματα, διαρρήγματα
*κεάσσαι· διελεῖν A. συγχέαι
κέαται· κεῖνται (Λ 659) p
κεβαλή· κεφαλή. κύλιξ
κεβλήνη· ἡ ὀρίγανος
κέβλος· κυνοκέφαλος. κῆπος
κέγκεις· ἐπιδάκνῃ
κεγχραμίς· τὸ ἐντὸς τοῦ σύκου σπερμάτιον r. (p)
†κέγνωται· τέτρωται
†κεγνώειν· τεθραῦσθαι. τετρῦσθαι
κεγχρανοπώλης· τραγηματοπώλης
κεγχρίδων· σπερμάτων ὁμοίων κέγχρῳ
κεγχρίλης κεγχρῄς, τριόρχης· ... (Ar. Av. 1181) [ὁ
καρπός]
κεγχρίνη· τὸ ἐκ κέγχρου ἕψημα
κεγχρίς· ὀρνέου εἶδος
κέγχρος· εἶδος βοτάνης. καὶ σπερμάτιον μελίνῃ ἐμφερές
κεγχρώμασι· ταῖς περιφερείαις (Eur. Phoen. 1386). καὶ τοῖς
καταστρώμασιν
κεδάσας· διασκορπίσας
κέδασαν· διεσκόρπισαν
κεδᾶται· σκεδάννυται
κέδματα· αἱ χρονιώτεραι διαθέσεις νοσώδεις, περὶ τὰ ἄρθρα·
οἱ δὲ περὶ τὰ γεννητικὰ μόρια· [οἱ δὲ] Ἱπποκράτης (Epid.
6,5,15)
κεδνά· *ἀγαθά (vg). συνετά n (vg), πιστά. φροντιστικά.
κόσμια. *[σεμνά (s). σώφρονα. καλά vg. τίμια (v)
κέδρακε· ῥιγοῖ, πέφρικεν
κεδράντης· [τὸ πᾶν, ἢ λεπτὰ δύο, τὰ χερσαῖα]
κεδρίδες· ὁ καρπὸς τῆς κέδρου
κέδρινον· εὐῶδες (Ω 192)
Κεδρίσιες· οἱ Κυδωνιᾶται
κέδρον· Ἀττικοὶ οὐδετέρως *[[δάνειον] A
κέδρος· ῥάβδος. κιβωτός, λάρναξ. *ἢ δένδρον r. (A) ἄκαρ-
πον (A)
κέδροπα· τὰ ὄσπρια (Hippocr. nat. pueri 12, VII 488,3 L. v. l.)
κεῖα· καθάρματα
κειάμενοι· καύσαντες (Ι 234) An
*[κειανθί· καίοντες A]
κείας· καύσας
*κείατο· ἔκειντο (Λ 162) An
*κένσαι· τῇ μάστιγι νύξαι (Ψ 337) Ag
κεθμῶνες· [φωλεοί]
κείδεα· [κακά] (Β 15)
*κεῖον· ἐπορεύοντο (Β 509) (A)
*κεῖθι· {ἐκεῖ} r Avg b) {κεῖσε}· .. ἐκεῖσε r. Avg. εἰς ἐκεῖνον
τὸν τόπον (Γ 410)
κείηε· [τέθνηκεν]
κεικύνη· συκάμινος
κειμήλια· τὰ ἀπόθετα χρήματα r. ng, ἀπὸ τοῦ {κεῖσθαι}
(Ζ 47)· καὶ τὰ ἐν παραθέσει. μεταφορικῶς δὲ καὶ ἐπὶ σώματι
τίθεται
κεινη· ἐκείνη (β 124). [κενή (Γ 376) n
κείνης· ἐκείνης (Ε 894)
κεινῇσι· ματαίαις, κεναῖς (Δ 181)
κεινόν· κενόν. ἢ [ἐκεῖνον (Γ 408) (gn)
κείν' ὄχεα· ὅταν κενὸν {τὸ} ἅρμα ᾖ (Λ 160)
κείοντες· κοιμηθησόμενοι (Ξ 340)
κεῖρα· [γενεά. ἢ ἡλικία]
κείρει· τέμνει. [κατεσθίει (Λ 560) g
Κειριάδαι· δῆμος φυλῆς Ἱπποθοωντίδος
*κειρίαι· [κειραιαί] {ζῶναι εἴτουν ἱμάντες τῶν κλινῶν} (Ar.
Av. 816) A
κειρίδες· [κηρία]. ὄρνεα
κειριόνου· [ἐπίκερός ἐστιν ὁ τόπος]
κεῖρις· ὄρνεον r. ἱέραξ. [οἱ δὲ ἀλκυόνα r
κείροντες· ἀναλίσκοντες, [ἐσθίοντες (Φ 204) n
κειρύλος· τοῦτον ἔνιοι κηρύλον λέγουσι. ἔστι δὲ ὄρνεον. ὁ δὲ
Ἀντίγονος (Mirab. 23) τῶν ἀλκυόνων τοὺς ἄρρενας κηρύλους
φησί (Ar. Av. 299)
*κεῖσε· ἐκεῖ gn. εἰς ἐκεῖνον τὸν τόπον
κεῖσθαι· ὑποκεῖσθαι ἐνέχυρα
κεισιβδηλευμένοι· [νόθροι]
*κείσομαι· τεθήσομαι (χ 319) A
κεισός· βοτάνης εἶδος
κεῖσσα· κίσσα. Λάκωνες
κεῖται· ἀεὶ ἐπὶ κακοῦ τίθεται τοῦτο, ἢ θανάτου, ἢ ἀπραξίας
κεῖτο· πεπτώκει (Ν 392 ...)
*κειχείς· καταλαβών (Π 342) A
κειῶδες· εὐῶδες (Ζ 483)
κείων· κοιμηθησόμενος (ξ 532) r
κειώσασθαι· καθήρασθαι
κεκαδησόμεθα· διασκορπισθησόμεθα. *[χωρισθησόμεθα (Θ
353) g
κεκαδεῖν· χωρίσαι. στερῆσαι. σκεδάσαι
κεκαδέσθαι· φείδεσθαι. ἐντραπῆναι
κεκαδῆσαι· βλάψαι, κακῶσαι. φείσασθαι. στερῆσαι (φ 153?)
κεκαδών· χωρίσας. *[στερήσας Ab. φροντίσας (Λ 334)
{κεκαίνωται·} κεκαινοτόμηται. νεωτέρισται (Thuc. 1, 71,3)
κεκαλαμευμένοι· καλάμη γεγονότες
κεκάλακας· καλὴ γέγονας. [ἢ ἐκάλεσας]
κεκαλμένον· ἐπὶ γῆς ἐκπεπτωκός
κεκρανίς· τράγου δορά
κεκαρμένον· περικεκομμένον. [ἢ κεκοσμημένον]
κεκάρπωκε· τετελείωκε. καὶ ἀπέκαυσεν
κεκάσθαι· κατεσκευάσθαι. *[κεκοσμῆσθαι An
κεκασμέναι· *κεκοσμημέναι (r. gn) δεδοξασμέναι. τετελειωμέ-
ναι
κέκασται· κεκόσμηται r. κατεσκεύασται. κρατεῖ. ὑπερέχει.
ὥπλισται. τέτακται. πέποιθε. δεδόξασται
*κεκαυτηριασμένοι· βεβασανισμένοι (A), μὴ ἔχοντες τὴν
συνείδησιν ὑγιῆ (1 Tim. 4,2) An (g)
κεκαφηότα· ἐκπεπνευκότα r (pb), {κάπυς} γὰρ τὸ πνεῦμα· r
καὶ {κῆπος} ὁ περιπνεόμενος καὶ εὐήνεμος τόπος (Ε 698).
[ἔνθεν καὶ {καπιλλᾶτος}, ἀπὸ τοῦ διασείεσθαι αὐτοῦ τὰς ἐν
τῇ κεφαλῇ τρίχας ὑπὸ τοῦ πνεύματος. καὶ γὰρ καὶ αὐτὴ ἡ
κεφαλὴ ὑπὸ Ῥωμαίων {κάπουτ} κέκληται, ἀπὸ τοῦ ὑψηλοτέ-
ραν εἶναι τοῦ ἄλλου σώματος αὐτὴν {καὶ} περιπνεῖσθαι]
κεκαφηότι· ἐκπεπνευκότι
κεκεῖνα· κισσός
*κεκεπφωμέναι· ἐπῃρμέναι A (g)
*κεκερτόμηται· κεχλεύασται q. Ag
*κέκευθε· κέκρυπται (Χ 118) A vg n
κέκηδε· φροντίζει. ἀλγεῖ (Tyrtae. fr. 12,28 Bgk?)
*κεκηλίδωσαι· μεμίανσαι (Ierem. 2,22) Ag (v)
κεκῆνας· λαγωούς. Κρῆτες
κεκηρωμένη· κεκακωμένη
κεκήσας· [βοᾷς]
κέκηφε· τέθνηκεν
κεκιβδηλευμένοι· ἄτιμοι. ἀχρεῖοι. *[ἀδόκιμοι, νόθοι (Ar.
Ran. 721) (Agn)
κέκιλος· ἰσχνόφωνος
κεκλεγμένος· [ἐπικαλούμενος]
κεκλαμένον· κεκλαδευμένον. [κεκλυμμένον] ἀποκεκλασμένον (λ
194 v. l.)
κέκλεο· κάλεσον
κέκληκε· καλεῖ. κελεύει
κέκληται· {καλεῖται, λέγεται} (Κ 258)
κέκλετο· παρεκελεύετο An. ἐκάλει, ἐβόα. παρεκαλεῖτο (Ζ 287 ..)
κεκλήατο· συγκεκλημένοι ἦσαν (Κ 195)
κεκληγός· ψοφοῦν
κεκληγώς· ψοφῶν. βοῶν, φωνῶν, [κραυγάζων. (r. vgn) ἐπι-
καλούμενος (Β 222 ..) r
κεκλίαται· συνεληλασμένοι εἰσίν (Π 68)
κεκλιμένοι· περικεκλεισμένοι. *[περιεχόμενοι (gn). κεκλειμένοι.
προσανακείμενοι (Ο 740)
κέκλεινται· [κεῖνται]
*κεκλόμενοι· κελεύοντες (Λ 346 ..) A
κέκλου· κάλεσον
κέκλυθι· ἐπάκουσον (Κ 284) r
*κέκλυτε· ἀκούσατε Agn ἀκούετε (Γ 86 ..)
*κέκλυτέ μευ· ἐπακούσατέ μου (Γ 86 ..) Av
*κεκλωσμένου· διανενησμένου (Exod. 26,1 ..) A
κέκμακε· κεκοπίακεν (p)
κέκμηκε· πεπόνηκεν. τέθνηκεν. ἀπείρηκε. κεκόπωται
κεκμήκει· ἀπειρήκει ὑπὸ κακῶν
*κεκμηκώς· κεκοπιακώς (4. Macc. 3,8) r. Ag
κεκμηῶτες· οἱ κεκοπιακότες
κέκνακεν· ὑπὸ κακῶν ἀπειρήκει
κεκνιπωμένοι· καρποὶ ὑπὸ ἐρισύβης διεφθαρμένοι. ἢ κνιποὶ
τοὺς ὀφθαλμούς ...
κεκοισυρωμένη· ἐκπεπληγμένη. περιεσταλμένη
κεκοκκυγωμένον· κεχρισμένον χρώματι κοκκυγίνῳ, ὅ ἐστιν
πορφυροῦν· ἀπὸ κοκκυγέας δένδρου
*κεκολαμμένη· γεγλυμμένη (Sir. 45,11) Ag
κεκολάσθαι· μώλωπας ἔχειν
κεκολλυρωμένον· λευκῷ κεχρισμένον
*κεκομψευμένης· κομψὸν τὸ σεμνόν, ἢ ἀστεῖον· ὅθεν λέγεται
τὸ ῥῆμα A
κεκονδυλωμένον· †διηρθρωμένον
†κέκοκεν· ἔγνωκεν [ὅτι]. κεκακούργηκεν. ἢ πεφόνευκεν
*κεκονιαμένος· κεκονιορτωμένος (Prov. 21,9 ...) Ag
*κεκόπακεν· ἐπαύσατο (Gen. 8,8) r. Avg
κέκοπας· ἐκόπασας. [ἢ κονδύλους ἔχων]
κεκορυθμένος· καθωπλισμένος r, ἀπὸ τῆς κόρυθος (Δ 495 ..)
κεκορυσμένα· [μεμετεωρισμένα. ὡπλισμένα]
κεκόσμηται· τέτακται. κεκάθαρται
κεκοτηότι· ὠργισμένῳ, κεχολωμένῳ (Φ 456)
κεκράανται· ἐπιτετέλεσται (δ 616)
κεκραγήσει· κραυγάσει
κεκραδῖναι· ἄγριαι θρίδακες
κεκραμένας· [κεκαρμένας. ἢ] εὐκράτους
κέκρανται· τετέλεσται (Eur. Hipp. 1255 ..)
*κεκραιπαληκώς· εὐφραινόμενος v, ἢ εὐφραμμένος (Ps. 77,65) A
κέκρηται· ἥρμοσται
κεκριγότα· κεκραγότα
κεκριμένη· διακεχωρισμένη. τεταγμένη. σαφής. εὔδηλος. ἐπι-
λεκτή (Κ 417)
κέκραγε· βοᾷ. φανερῶς διαμαρτύρεται (Isai. 15,4)
*Κεκροπίδας· Ἀθηναίους Ag, τοὺς αὐτόχθονας (Eur. Phoen.
855) A
κεκρουμένῳ· ἐνδεεῖ, καὶ οὐ πλήρει
*[κέκροψ· ἀπατεών. ἢ πίθηκος] Avgs
κεκρυμμένην· †ἐπιμενῶς κειμένην (Bel 12)
κεκρύφαλος· εἶδος κοιλίας τῶν μηρυκαζομένων ζώων. *σαβα-
κάθιον Ag δεσμότριχον (Χ 469)
κεκρυφάλους· τοὺς τῶν ἵππων κορυφαστῆρας, καὶ κροκυφάν-
τους
†κέκτηκε· τέτοκεν
†κεκτισμένοι· πεφημισμένοι. κατεσφραγισμένοι
κεκύθωσι· κρύψωσι (ζ 303)
κεκυπτάκασιν· ἀσχολοῦνται
*†κέκυλτα· δῶρα τὰ τῇ χειρὶ ἑλκόμενα A
κεκύκη· καμπύλη
κεκυσῶσθαι· ἐκτετμῆσθαι
*κεκυφότα· ταπεινοῦντα A (vg)
κεκωδωνισμένοι· πεπειρασμένοι, καὶ ἐξητασμένοι. μετῆκται
δὲ ἀπὸ τῶν περιπολούντων, καὶ τοῖς κώδωσι διαπειρωμένων,
εἰ οἱ πρώτως {ἐν} ταῖς φυλαῖς τεταγμένοι ἐγρηγορέναι ...
(Ar. Ran. 723)
κεκωδώνισται· πεπείρασται, ἐξήτασται, δεδοκίμασται
κεκώνηται· πεπίσσωται. κέκλυσται
κεκώπευται στρατός· ὁ ἐπὶ κώπης (Soph. fr. 148?)
κεκώπηται· ἡ ναῦς. [καὶ τὸ ἐν ἑτοίμῳ ἔχειν τὰ ξίφη (Eur. Or.
1288)]
κελαδεῖ· βοᾷ
κελαδεινή· κραυγή, βοή. ἢ κυνηγὸς ἐπιθετικῶς [{ἡ Ἄρτεμις}
(Υ 70) r
*κελαδεινῆς· θορυβώδους (Π 183) gb
*κελάδησαν· ἤχησαν (Θ 542) (g) ns
*κέλαδος· ἦχος μουσικός A, κραυγή, βοή, [θόρυβος (Eur. Hec.
928) Ag
κελαδων· ἠχῶν, μέλπων (Φ 16) καὶ ποταμὸς Ἀρκαδίας (Η 133)
*κελαινεφές· ὁ μελαίνων τὰ νέφη (Β 412) r. Ag
κελαινεφὲς αἷμα· μέλαν (Δ 140) [παραγώγως ἢ συνθέτως,
κελαινὰ συνάγων τὰ νέφη]
*κελαινή· μέλαινα (Ε 310 ..) r. n
κελαινιόων· μελαινόμενος r
*κελαινόν· μελανόν (Α 303) r. Agsb
κελαινόλοπα· κεράσια
κελαινῶπα θυμόν· τὸν μὴ φανερόν. τὸν δόλιον. καὶ τῇ ψυχῇ
δύσνουν (Soph. Ai. 954)
κελαιούς· [ἡσύχους] ἤχους (r)
κελαρύζει· *ἠχεῖ Avgn. φωνεῖ. ἢ συνεχῶς ῥεῖ. ἔστι δὲ ἰδίωμα
ἤχου (Φ 261)
*κελαρύξεται· μετὰ φωνῆς ἠχήσει An
κελαρύζειν· ἰδίωμα ψόφου A
†κέλε· τέρπε (s)
κέλεαι· κελεύεις (Α 74) r (b)
κέλεαί με· κελεύεις με (Α 74)
κελέβη· ποτηρίου εἶδος θερμηροῦ. καὶ ποιμενικὸν ἀγγεῖον r
κελεΐς· ἀξίνη
κελεβρά· [λεπτὰ καὶ νεκρὰ κτήνη]
κελένδρυνον· δρύϊνον. †κελαιόν. λέγεται δὲ καὶ μυσκέλενδρον.
καὶ τὸ μακρόν
*κελαινόν· σκοτεινόν. μέλαν (Α 303) r
κελεόν· ὄρνιν r ποιόν
κελέοντας· [εἰς] ἱστόποδας (Ar. fr. 795). καὶ τὰ ὁπωσοῦν
μακρὰ ξύλα, δοκούς, ἱστούς, καὶ πέτευρα οὕτω φασί· Σικελοὶ
γὰρ τὰ ξύλα ...
Κελεός· ἥρως Ἀθηναῖος
*κέλεται δὲ θυμός· παρακελεύεται ἡ ψυχή (Κ 534) A (n)
*κέλευθοι· ὁδοί (Κ 66) (An)
Κελευθείας· τὰς ἐνοδίους δαίμονας
κελευθείοντες· ὁδεύοντες
κελευθιόων· πρὸς ὁδὸν ἔχων τὴν διάνοιαν (Ν 125 v. l.)
*κέλευθος· ὁδός r. Avg (n)
κελεύθρας· κελεύσεως
κέλευσον· πρόσταξον (η 163)
κέλευστρα ἢ κελεύστα· ἅμαξα ἡμιονική
κελευτιόων· κελευστικῶς ἔχων (Ν 125)
κελεύματα· παιδιᾶς εἶδος. καὶ ἀγάλματα
κέλετρον· ᾧ τοὺς ἰχθύας θηρῶσιν ἐν τοῖς ποταμοῖς
*κεληθίζειν· τοῖς ἵπποις ἐπιβαίνειν (Ο 679) A
κελευσμοσύναις· κελεύσεσιν
κέλης· ἵππος r. An (g) καὶ ἱππαστής. καὶ μέρος. καὶ εἶδός τι
[τῆς] νεώς. καὶ *[μονάτωρ r. An (g)
κελητιᾶν· κελητίζειν. ἱππεύειν
κελλάς· μονόφθαλμος
κέλλειν· τὸ εἰς γῆν ἐκτιθέναι τὴν ναῦν. καὶ {ἐξοκέλλειν}
†κέλλικας· δημότας
κελλίων· ἡ τῶν χωλῶν βάσις
κελλόν· στρεβλόν r πλάγιον
κελλῶσαι· πλαγιάσαι
κελμάς· θέρμη. [ἢ νεῦρον ἐλάφου]
Κελμίς· παῖς †ἢ λύκιθον† καὶ ὄνομα ἑνὸς τῶν Ἰδαίων Δακτύλων
*κελοίμην· κελεύοιμι (Ι 517) n (A)
*κελόμην· ἐκέλευον (Α 386) n
*κέλομαι· κελεύω (Γ 434) Ans
*κελόν· [κελεύω [ἢ] ὅμοιον A]
κέλσαι· ἐκκεῖλαι. ὁρμῆσαι. καταλαβεῖν. εὐτρεπίσαι. ἐξοκεῖλαι
(κ 511). [συγκλεῖσαι. εἱλῆσαι]
Κελτοί· ἔθνος ἕτερον Γαλατῶν
κελύφανα· λεπίσματα
κέλυφος· *λέπος Avgn. κυρίως δὲ καὶ τὸ τῆς ὀπώρας, καὶ τῶν
δένδρων
*Κελχῶνες· ἔθνος Σκυθικόν. ἢ {Κελχοί} Ab
*κελῶ· ὁρμήσω Ag
*[κελωι πυρί· τῷ καυστικῷ] (Θ 217) A
κέλωρ· ἔγγονος, υἱός (Eur. Andr. 1033) (Avgn). ἐκτομίας, γάλ-
λος, σπάδων
κελώριον· παιδίον
κέλωρ· φωνή, {ἀξίωμα} r
κελωρύειν· κεκραγέναι, βοᾶν
κελωρύσας· φωνήσας, βοήσας
κεμάς· νεβρὸς ἔλαφος r τινὲς δὲ δορκάς (Κ 361)
κεμασῖνας· [ἰχθύας]
†κεμαντά· καθαρά. εὐώδη
κέν· ἄν
*κεμάς· ἔλαφος g νέος
κέμμερος· ἀχλύς, ὁμίχλη
κέμμης· ὅριον
Κέμμις· πόλις ἐν Αἰγύπτῳ (Hdt. 2, 91,1)
†κέμμορ· μέγα κῆτος
κεμπός· κοῦφος, ἐλαφρὸς ἄνθρωπος
κεμφάς· [ἔλαφος]
κέμων· ἑτερόφθαλμος
*κενά· ἀπόκενα. ἄκυρα (χ 249) A
κενεά· κενά, μάταια. Κύπριοι δὲ ἀναδενδράδας
κενέαρος· κενός. ἐλαφρός
*κενεαυχέες· μάταια καυχώμενοι nT. καὶ κενῶς αὐχοῦντες
(Θ 230)
κενέβρεια· τὰ θνησίδια, καὶ νεκριμαῖα κρέατα (Ar. Av. 538)
*κενεῆς· ματαίας An. κενῆς n
*†κενέφας· σπόγγος Avg np
*κενεμβατεῖ· ματαίως πατεῖ (Avg)
*κενεόν· κενόν g. ἄπρακτον (Β 298) (n)
κενεῶνα· *τὸν περὶ τὸν λαγόνα τόπον Avg. τὸ διάκενον μέρος
τῶν ὀστῶν. ἀρσενικῶς (Ε 284)
*κενὴ δόξα· κενοδοξία (Avg bp)
κενίσαι· [κεντρίσαι]
κενοῖο· [αὐτοῦ]
*κενόν· τὸ κενωθέν. μάταιον (Eur. Or. 1043 ..) r. An
*κενοφωνίας· ματαιολογίας (1. Tim. 6,20) Avgn
κέν πως· ἄν πως (Τ 81?)
κενῶσι· κενεῶσι. λαγόσι
κένσαι· *κεντρίσαι Agn. †κτίσαι. κελεῦσαι (Ψ 337)
κενταυρίσκος· [ἀγροῖκος, ἄγριος]
κενταυρικῶς· ἀγροίκως, ἀγρίως
κένταυροι· λῃσταί. καὶ οἱ Τιτᾶνες. καὶ οἱ παιδερασταί, ἀπὸ
τοῦ ὄῤῥου
κένταυρος· [ὄῤῥος]
κεντήματα· ζημιώματα (Sophr. fr. 143)
†Κενταταπίτη· χωρίον τι
κέντορες· κεντρισταὶ ἐν τῷ ἐλαύνειν, ἐλατῆρες (Δ 391)
Κεντριάδαι· τῶν περὶ τὰ μυστήρια
κεντρῖναι· †φωνήν. γένος τι ζῴου
κεντρηνεκέας· εὐπειθεῖς, ταχεῖς, καὶ διηνεκῶς κεντριζομένους,
καὶ [τοῖς κέντροις εἴκοντας r καὶ πειθομένους (Ε 752)
κέντρον· δόρυ. μάστιξ. καὶ τὸ ἐν σιδήρῳ ἀδαμάντινον
κεντροτυπος· μοχθηρός. φαῦλος. ἢ κεντροποιός. πανοῦργος
*κεντυρίων· ἑκατόνταρχος (Marc. 15,39) r. Avg
*κέντωρ· ἡνίοχος r. n
*κενωθῇ· μάταιος ἀποφανθῇ (1. Cor. 1,17) n
κεραϊσταί· κομῆται. πολεμικοί
κεραϊστής· κομήτης. ἁλιεύς. εἶδος ὄφεως. καὶ ὁ κέρατα ἔχων
*κενῶν φάους· τυφλῶν A
*κέοιτο· κεῖτο Avgn
*κέπφος· εἶδος ὀρνέου κουφοτάτου Agn. περὶ τὴν θάλασσαν
διατρίβοντος, [ὃ εὐχερῶς ὑπὸ ἀνέμου μετάγεται. ἔνθεν λέγεται
ὀξὺς καὶ κοῦφος ἄνθρωπος {κέπφος} Agn
*κεπφωθείς· ἐπαρθείς r. Agn. ἀπατηθείς (Prov. 7,22) r. A
κέρα· κέρατα (Δ 109) s. τρίχες
κέρα ἀγλαέ· τὴν τρίχα λαμπρέ Avgn. τῷ τόξῳ ἀγαλλόμενε
(Λ 385)
κεραία· ἐν τῷ πλοίῳ οὕτω τι καλεῖται
κεραΐδες· τῶν προβάτων τὰ θήλεα, τὰ ἔνδον ὀδόντας ἔχοντα
*κεραΐζειν· κτείνειν. πορθεῖν. διαρπάζειν A διαφθείρειν
κεραϊζετον· διέφθειραν (Ε 557)
*κεραΐζων· ἀναιρῶν. πορθῶν Avgn. φθείρων (Π 752) n
*[κεραιλέα· τὴν κόμην καλλωπιζομένη A]
κέρατ' ἐλαιοῦντα· ὁ εἰς κέρατα ἔλαιον ἀλείφων
†κερέεσιν· ἄλγεσι φθοραῖς
κέραινε· κεράννυε n, κέρασον (Ι 203 v. l.)
κεραιοῦχον· δικαιοδότην. ἀπὸ τοῦ ἐν τοῖς πλοίοις {κεραιού-
χου}
κέραιρε· κέρασον (Ι 203 v. l.) (r. b)
κεραΐς· κορώνη
κεραία· σταυρός
κεράμβηλον· κήπου προβασκάνιον. καὶ θηρίδιόν τι, ὃ περὶ
τὰς συκᾶς δεσμευόμενον ἀποδιώκει τῇ φωνῇ τοὺς κνῖπας. ἔνιοι
τοὺς κανθάρους, ὡς κέρατα ἔχοντας. τὸν Κέραμβον ...
κεράμβυξ· ζῶον κανθάρῳ ὅμοιον
κεράμεα· ὁ παντοδαπὸς κέραμος
κεραμεῖα· ἔνθα τὰ ὀστράκινα σκεύη πιπράσκεται
κεραμεικαί· πλατεῖαι πληγαί. ἀγὼν γὰρ Ἀθήνησιν εὐτελὴς
ἐν τῷ Κεραμεικῷ, ἐν ᾧ τύπτουσι πλατείαις χερσὶ τοὺς μὴ
τρέχοντας καὶ τοὺς ἄλλους ἀγωνιστὰς γέλωτος χάριν
*κεραμεοῦν· ὀστράκινον r. Agn
κεραμεὺς [ὁ] Λυκοῦργος· {ὁ Ἀθηναίων νομοθέτης} (Com.
ad.)
κεραμικὴ μάστιξ· τὸν ὀστρακισμὸν λέγουσι· μάστιγα μὲν
διὰ τὸ βασανίζειν τοὺς ὀστρακιζομένους καὶ κολάζειν, κερα-
μικὴν δὲ διὰ τὸ ἐκ κεράμου τὰ ὄστρακα εἶναι
Κεραμεικός· τόπος Ἀθήνησιν, ἔνθα οἱ πόρνοι προεστήκεσαν q.
εἰσὶ δὲ δύο Κεραμεικοί, ὁ μὲν ἔξω τείχους, ὁ δὲ ἐντός
κεραμίνας· πηλίνους
κεραμίνῳ· εὐτελεῖ. ἢ ἀπὸ κεράμου
κεράμιον· τὸ τοῦ οἴνου ἢ ὕδατος σταμνίον
κέραμος· πίθος. καὶ πᾶν [ὄστρακον r. καὶ δεσμωτήριον. καὶ
ὀχύρωμα. καὶ πόλις Καρίας. ἤδη δὲ ἐπὶ χρώματος
κερανίξαι· κολυμβῆσαι. κυβιστῆσαι
κεράννυε· [κέρασον]
*κεραννύντος· κιρνῶντος Avg
*κεραόν· τέλειον g. ἢ κέρατα ἔχοντα (Γ 24)
*κεραοξόος· κερατοποιός (Δ 110) (ns)
κεραὸς ἔλαφος· ... ἢ εὔκερως (Γ 24) r
κέρας· θρίξ. τόξον. καὶ αἰδοῖον
*κέρας· κεφαλή (A). θρίξ. σάλπιγξ. [δύναμις g. ἢ πολέμου
μέρος Avgn. καὶ [ἡ ἐξοχή {καὶ ἡ τιμή} r
κεράσαι· μῖξαι. *[ἑνῶσαι. συνάψαι (Avg)
κερασβόλα· *ἄκαρπα Ag, τὰ {μὴ} ἑψητὰ ὄσπρια. οἱ †περὶ
τῶν κεράτων βοῶν δεσμοί †[καὶ οἱ ἐν ταῖς ἀρχαίαις λύραις
κόλλαβοι]
κέρας ὄρθιον· ἡ νευρά. Εὐριπίδης δὲ Αὔγῃ ... fr. 278)
κερασός· δένδρον r. ὃ φύεται ἐστραμμένως. σχοινίον δὲ ποιεῖ
ὁ φλοιὸς αὐτοῦ, μεθ' οὗ ἀντὶ νεύρων δεσμεύουσιν
Κεραστιάς· ἡ Κύπρος ποτέ
*κερασφόρος· κερατοφόρος (Eur. Phoen. 248) Avg
κεράσχειλοι· οἱ ἐπικαμπῆ ἔχοντες τὰ χείλη
κέρατα· τῆς φάλαγγος τὰ ἄκρα. καὶ μετώπου μέρος. καὶ ἡ
τῶν κεράτων χρῆσις
†κερατεσσεῖς· οἱ τοὺς ταύρους ἕλκοντες ἀπὸ τῶν κεράτων.
καλοῦνται δὲ καὶ {κεραελκεῖς}
κερατουργός· ὁ ταῖς κιθάραις κέρατα ποιῶν
κέρατος φυτόν· ὃ πρὸς τὰ τόξα ἐχρῶντο
κερατωνία· [συκῆ Αἰγύπτου]
κερατοβόλια· τὸ λαγωβόλον
κεραυνίας· ὁ κεκεραυνωμένος
κεραύνιος· ἐμβρόντητος. καὶ Ζεὺς ἐν Σελευκείᾳ. καὶ ἱμάτιον
ποιόν
κεραυνός· ψόφος, κτύπος. βροντή. ἀῤῥωστία. καὶ *τὸ τοῦ
Διὸς ἀμυντήριον Avgn καὶ καύστρα
κέραφος· χλευασμός, κακολογία
κερβαλά· [ἀσθενῆ]. μέταλλα
κερβέριοι· ἀσθενεῖς. φασὶ δὲ καὶ τοὺς Κιμμερίους
Κερβερίους· καὶ τὴν πόλιν οἱ μὲν Κερβερίαν καλοῦσιν, οἱ δὲ
Κιμμερίην· ἄλλοι δὲ †Κιμμη. ἔστι δὲ τόπος ἐν ᾅδου (λ 14).
*Κέρβερος· {κύων μέγας Ἅιδου} τρικάρηνος r. np
κερβοροκίνδυνος· τάρταρος †ὠχρός [καὶ κύων μέγας Ἅιδου]
κερβόλλουσα· λοιδοροῦσα, βλασφημοῦσα. ἀπατῶσα
*κερδαίνει· πορίζεται A
κερδαῖον· τὸ ἐπικερδὲς τοῖς παροῦσι, καθόσον ἐκβέβρασται
*κερδαλέης· [πανοῦργος. ἐπικερδής (ν 291) An]. συνετῆς
(Κ 44) (A)
κερδαλέον· δόλιον, πανοῦργον. ἢ κέρδη περιποιοῦντα {καὶ}
ὠφελείας (ζ 148). *ἢ ποικίλος As
κερδαλεώτερον· ἐπικερδέστερον
κερδαλεόφρων· ἐκ παντὸς κερδαίνειν φρονῶν διὰ δόλου.
κερδοῦς φρόνημα ἔχων, τουτέστιν ἀλώπεκος, ὅθεν ὁ δόλιος
(Α 149)
*κερδαλέη· ἀλώπηξ (Archil. 89,5) r. gp
κέρδεα· πανουργίας (Ψ 322)
*κέρδεσι· πανουργίαις (Ψ 515) n
†κερδείιαν· ἀλωπεκίαν
κέρδιον· συμφορώτερον, [ὠφελιμώτερον (Γ 41 ..) r. Avg
κέρδιστος· συνετώτατος. φρόνιμος. πανουργότατος (Ζ 153)
An
κέρδοπα· [ὄσπρια]
κέρδος· σύνεσις. τέχνασμα. [ὠφέλεια (Κ 225) r
κερδοσύνη· σοφία. τέχνη. σύνεσις. πανουργία (δ 251)
*κερδώ· [κερδίστη A]. ἀλώπηξ r. Avg n
κερέα· [ἀρχή. γράμματα]
κέρεζε· [πορθεῖ]
κερεῖ· ξυρεῖ
*κερεῖς· θερίσεις (Prov. 27,25) A
κερητίζει· βαλλίζει
κέρκα· ἀκρίς
κερδάλια· [ἐπιτάφια] {γυναικεῖα ἐνδύματα καὶ} ἐντάφια r
κερκάς· κρὲξ τὸ ὄρνεον
κέρκαξ· [ἱέραξ]
κέρκαφα· ἐγγύη
κερκέτης· τὸ μικρὸν πηδάλιον. ἀπὸ τῶν εὑρόντων
Κερκέται· ἔθνος Ἰνδικόν
κερκίδας· δονακίνας. ἐπεὶ ταῖς ἀνθήλαις ἐχρῶντο εἰς κερκίδας
(Callim. fr. 284)
κερκιθαλίς· ἐρῳδιός
κερκίς· ἡ τῆς πίτυος κορυφή, ἢ αἴγειρος. καὶ εἶδος ὄρνιθος
κέρκνος· ἱέραξ. ἢ ἀλεκτρυών
κέρκος· θηρίδιον τὰς ἀμπέλους βλάπτον. καὶ *[οὐρά r. Avgn.
καὶ ἀνδρεῖον αἰδοῖον. ἢ ἀλεκτρυών. ἢ ἀρουραῖος μῦς
*κέρκουρος· εἶδος πλοίου q. A. καὶ ἰχθῦς A
κέρκωψ· παιγνιώδης ἢ εἶδος θηρίου, μεγάλην οὐρὰν ἔχοντος
κέρκυ· διπλῆ αὕτη, καὶ διστέλεχος καὶ διθύσανος. ἐχρῆτο δὲ
αὐτῇ μᾶλλον ὁ ἐν Κῷ πρύτανις
Κέρκυρα· νῆσος
Κερκυραία μάστιξ· περιττήν τινα τὴν κατασκευὴν εἶχον αἱ
Κερκυραῖαι μάστιγες. οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι.
εἶχον δὲ ἐλεφαντίνους κώπας καὶ τὰ μεγέθη περιτταὶ ἦσαν.
ὑπερηφάνους δὲ [καὶ] εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶ
Ἀριστοτέλης [ποιεῖσθαι, ἢ] γενέσθαι (fr. 513 R3
Κερκυραῖοι ἀμφορεῖς· τὰ Ἀδριανὰ κεράμια
*κέρκωπες· ποικίλοι. πονηροί. [πανοῦργοι (Prov. 26,22) A
*κερκωπίζοντες· κατασκώπτοντες (Agn)
κερκώπη· μικρὸν τεττίγιον τὸ καλαμαῖον λεγόμενον. εἶναι γὰρ
τρία γένη τεττίγων φασί. οἱ δὲ τέττιξ θήλεια μὴ φωνοῦσα
κερκώπων· *δολίων Avgn. πονηρῶν. σκωπτῶν. κακούργων.
τεττίγων
κέρματα· χρήματα. θραύσματα
*κερματίζει· εἰς λεπτὰ διαιρεῖ Agn, ἤγουν εἰς μικρὰ συντρίβει
κέρμηλος· ἀφ' οὗ χαλκὸς γίνεται
κέρνα· [ἀξίνη]
κέρνεα· τὰ τῇ Μητρὶ τῶν θεῶν ἐπιθυόμενα
κέρνος· στεφανίς. ἀγγεῖα κεραμεᾶ
κερνοφόρος· ὁ τὰς θυσίας ἄγων
κεροβάτης· ὁ Πάν· ἤτοι ὅτι κέρατα ἔχει, ἢ οἱονεὶ κερατοβάτης,
τὴν βάσιν ἔχων κερατίνην {ἐπεὶ τὰ κάτω τράγου εἶχεν} (Ar.
Ran. 230)
*κερόδετα· τόξα· (Eur. Rhes. 33) Ag
†κεράμεναι· λυπόμεναι. καὶ ὥσπερ παιόμεναι. [ἔπειτα κατὰ
τράγου ἔχειν]
κεροπλάστης· λεπτουργός. ἢ τριχοκοσμητής (Archil. fr. 57
Bgk)
κερουλκός· ὁ τοῖς κέρασιν ἕλκων (p) τὸ ἄροτρον. καὶ ὁ κε-
ραιοῦχος κάλως
κερουτιᾶι· γαυριᾶι. μετενήνεκται δὲ ἀπὸ τῶν ὑψαυχενούντων
ταύρων
[κερεκόψαι, ἢ σχίσαι ξύλα]
κέρσα· Ἀσιανὸν νόμισμα
κέρσαι· κόψαι r, *τεμεῖν A. κεῖραι. γαλλίσαι. †καὶ δραστήρια
κέρσης· γάλλος
Κέρτα· πόλις, ὑπὸ Ἀρμενίων
*κερτομεῖ· χλευάζει vg, γελᾷ, ὑβρίζει vgn
*κερτομίας· ἐρεθιστικός r. A (n)
κερτομία· παίγνια. προβασκάνια. ἐρεθισμοί. παραλογισμοί
{κερτομισταί·} ψεῦσται, καὶ γελασταί (b)
κερύχρη· εἶδος πλακοῦντος
κερχαλέον· σκληρόν. ξηρόν. διψαλέον (Hippocr. epid. 7,7)
κέρχανα ἢ κερχάνεα· [ὀστέα (r), καὶ ῥίζαι ὀδόντων
κέρχνει· τραχύνει
κέρχνη· τὸ ἐκ τῆς μελίνης ἕψημα. ἢ τὰ νῶτα τῶν ἰχθύων.
καὶ ὀρνέου εἶδος. καὶ ἡ μελίχρους
κερχνώμασι· τραχύσμασι. κυκλώμασι. γαργαλισμοῖς. καλοῦσι
δὲ καὶ τὸν περὶ τὰς ἴτυς τῶν ἀσπίδων κόσμον (Eur. Phoen.
1386?) καὶ ποτηρίων ἐπὶ χειλῶν ... λέγονται δὲ καὶ †νικα-
κίδες
κερχνωτά· τετορνευμένα ἐπὶ τοῦ χείλους τῶν ποτηρίων,
ὥσπερ χερχνώδη. ποικίλα. τραχέα. πολύπαστα
κερῶ· κεράσω. τελειῶ
κερωνία· δένδρον. ἢ συκῆ Αἰγυπτία
κέρως· κέρατος (Thuc. 2,90,2 ..)
κέρωνται· κιρνῶνται (Δ 260)
*κέσκετο· ἔκειτο (φ 41) A
κεσκίον· στυπεῖον, τὸ ἀποκτένισμα τοῦ λινοῦ
Κέσκος· πόλις [κέσκον οὐκ ἔχουσα] καὶ {Νοῦς} ποταμὸς Κιλι-
κίας. ὅθεν καὶ παροιμία γέγονε· πόλις Κέσκον οὐκ ἔχουσα.
εἴρηται δὲ ἐπὶ τῶν νοῦν μὴ ἐχόντων (Com. ad. 807) καὶ Σκυ-
βελίτης οἶνος, ἀπὸ Σκυβέλων, τόπου Παμφυλίας
†κέστερ· νεανίας. Ἀργεῖοι
κεστὸν ἱμάντα· *τὸν ποικίλον ἱμάντα Ag. ἢ χιτῶνα ποικί-
λον n. ἢ τὸν τῆς Ἀφροδίτης ἱμάντα. καὶ ὁ διακεκεντημένος
χιτών (Ξ 214)
κέστρα· ἀμυντήριον ὅπλον. σφῦρα. καὶ εἶδος ἰχθύος
κεστρεύειν· κεχηνέναι πεινῶντα
κεστρεῖς· τοὺς κεχηνότας καὶ πεινῶντας κεστρεῖς λέγουσι. καὶ
τοὺς Ἀθηναίους οὕτως ἔλεγον καὶ προσηγόρευον· τὸ γὰρ
ζῷον αὐτὸ λαίμαργόν τέ ἐστι καὶ ἄπληστον
κέστραι σιδηρᾶι· ... (Soph. fr. 19)
Κεστρινικοὶ βόες· οἱ ἐν Χαονίᾳ. ἡ γὰρ Χαονία πρότερον
Κεστρίνη προσηγορεύετο· ἔστι δὲ μοῖρα τῆς Ἠπείρου διαφό-
ρους ἔχουσα βοῦς
κέστρος· ἡ πρώτη ἔκφυσις τῶν σπερμάτων. καὶ ἀκόντισμα.
καὶ ἡ ἐν τῇ γλώττῃ τραχύτης
κέστρωσις· †βαφικὴ μιμουμένη
κεστρωτὸν ξύλον· βαρὺ ἔχον τὸ κέντρον. οὐκ ἔχει δὲ σίδη-
ρον, οὐδὲ ἀκμήν. εἰώθασι δὲ οἱ βοτῆρες πυροῦν τὰ ἄκρα τῶν
αὐτῶν ξύλων, ἕνεκα τοῦ πεπωρῶσθαι πυρίκαυστα
*κεῦθε· κρύπτε (Α 363) vgn
κεύθεα· κοῖλα. κρύφια
κευθμός· κατάδυσις. [πυθμήν r. θησαυρός. κοῖλον, ἢ κοιλάς
κευθμῶνες· καταδύσεις· ἀπὸ τοῦ {κεύθειν}, ὅ ἐστιν κρύπτειν·
*[κρύφιοι τόποι (κ 283) (n)
κέφαλα· κεφάλαιον. ἢ κόσμος τῶν νεῶν. [ἢ κεφαλή. ἢ συνα-
ρίθμησις q. ἢ ζήτημα p ἄκρον
*κεφαλαίωσον συντόμισον συνάγαγε (Sir. 32,8) Avg
Κεφαλίδαι· γένος Ἀθήνησιν
κεφαλή· τὸ σύνηθες. καὶ ὄνομα. σῶμα. ψυχή. ὕψος
κεφαλῖνος· ἰχθῦς r ποιός
κεφαλῖται· οἱ γωνιαῖοι λίθοι
Κεφαλλῆνες· ἔθνος r περὶ τὴν Ἰθάκην (Β 631)
κέφαλοι· τῶν κεστρέων τινὲς οὕτω καλοῦνται
κέφαλον· μέρος ἐν τῷ πλοίῳ, ἢ κόσμος, ἢ τὰ ἐρείσματα
*κεφφωθείς· καταγελασθείς. εἴρηται δὲ ἐπὶ τῶν ἀλόγου δίκην
ἀνοήτως συνεπαγομένων A
κέχανδε· χωρεῖ. [διὰ πλῆθος ψοφεῖ]
*κεχανδότα· χωροῦντα (Ψ 268) Ag (n)
κεχάνια σῦκα· τὰ αὐτομάτως κεχηνότα
κεχαραγμένος· ὠργισμένος (Hdt. 7,1,1)
*κεχάροντο· ἐχάρησαν [ἢ ἐχώρησαν] (Π 600) An
*κεχάρημαι· χαίρω A [ἢ χωρῶ]
*κεχαρηότα θυμῷ· χαίροντα n τῇ ψυχῇ (Η 312)
κεχαρειότα· [χαίρειεν n ἥσειεν]
κεχαρισμένα· ἄριστα. προσφιλῆ (Υ 298)
κεχαρισμένος· ἄριστος. [προσφιλέστατος (n). [μετὰ χαρᾶς
πάντα ποιῶν (β 54) Agn
κεχαροίατο· χαρεῖεν (Α 256) r
*κεχειροτόνηται· προβέβληται (Dem. 21,216) Avg
*κεχειρωμένοι· ἡττημένοι. κεκρατημένοι Avgn
κεχήλωμαι πόδας· δέδεμαι συνερραμμένος τοὺς πόδας· {χη-
λεύειν} γὰρ τὸ ῥάπτειν, καὶ {χήλινον} τὸ πλεκτόν, ὡς Ἀνα-
κρέων (fr. 37), καὶ {χήλευμα} τὸ ὀπήτιον. Σοφοκλῆς Πανδώρᾳ
ἢ Σφυροκόποις (fr. 445)
*κέχηνεν· ἔχασκε r An, τὸ στόμα ἤνοιγεν An προσεδόκησε g.
ῥέμβεται (1. Esdr. 4,19)
*κεχηνότας· χαύνους Ag, χαίνοντας A, ἐνεούς (vg)
κεχιλιῶσθαι· χίλια ἐζημιῶσθαι
κεχλιδότα· ἀνθοῦντα
†κεχλάνδαν· χάσκειν
†κεχλαδοῦσι· χάσκουσι
κεχληδέναι· ψοφεῖν. προσλαλεῖν
κεχλίαγκα· τεθέρμαγκα
κέχλοιδεν· διέλκετο
κεχλοιδιάματα· διελκυσμένους
κεχμάζει· ἀνθίζει, ἀνθεῖ. ἵσταται
κεχολωμένον· πικρόν, [ὠργισμένον (Α 217) n
*κεχολώσεται· ὀργισθήσεται (Α 139) r. An
κέχραμαι· [εἶδος πορνείας]
κεχραμένη· ῥερυπωμένη. παραγαπωμένη. πικραινομένη
†κεχρηματεῖσθαι· πεφρῦχθαι. Αἰσχύλος (fr. 429)
κεχρημένος· ἐνδεὴς ὤν, χρῄζων (Τ 262). ἢ πεμφθείς (ρ 421 ..)
*κεχρησμῳδημένα· μεμαντευμένα An (vg), προφητευθέντα
(vgn), λεχθέντα μετὰ θείας ἀποφάσεως (Plat. ep. 6,323 c) (n)
κέχρικεν· ἐγκέχρικεν. ἐκονίασεν. ἢ ἐγκεκέντρικεν
κεχρῖσθαι· πεπλῆχθαι
*κεχρισμένα· ἠλειμμένα (Ierem. 22,14) Avg
κεχρυσωμένος· τετιμημένος (Exod. 26,32)
†κέω· σκέψει. Λάκωνες
κεώδης· καθαρός
κεῶεν ὄζει· εὐωδεῖ
κέων· κοιμησόμενος (η 342)
†κεωρεῖν· πασχητιᾶν
κεώσατο· καθήρατο
κηδάζει· καθαίρει. {κηδαλίζει}
κηδαίνει· [μεριμνᾷ]
κήδαλον· αἰδοῖον. κέρας. σκάλαθρον
κήδεα· λῦπαι (Ε 156 ..)
κήδεεν· ἠνία, ἔβλαψεν (Ε 400)
*Κηδάρ· πένθος A (n)
κήδεα· μέριμναι, [λῦπαι r, ἀνίαι χαλεπαί, [καλὰ] ἢ *[κακά An
*κῆδε δέ· ἐλύπει δέ (Ε 400) An
*κήδει· λυπεῖ (Ρ 550) An
κηδεία· οἰκειότης
κήδειν· κακοποιεῖν, ἀνιᾶν, λυπεῖν (Ι 615)
*κηδείαν· ταφήν (2. Macc. 4,49) (r) Avg
κήδειος· προσήκων. φροντιστής
κηδείους· τοὺς προγενεστέρους, ἢ κατ' ἐπιγαμίαν οἰκείους, ἢ
συγγενεῖς (Τ 294)
κηδεμόνες· φροντισταί (r. Avgn), εὐεργέται (g). καὶ οἱ κατ'
ἐπιγαμίαν οἰκεῖοι (Ψ 163)
κηδεός· κηδεύσιμος, ὑπὸ κηδεμονίαν πίπτων, καὶ φροντίδος
ἄξιος (Ψ 160)
κήδεσθαι· φροντίζειν. λυπεῖσθαι (τ 23)
κηδεσταί· *πενθεροί (r. An), οἱ τῆς κόρης γονεῖς. καὶ οἱ τῶν
γαμούντων οἰκεῖοι ἐκδιδόντες, καὶ *[συγγενεῖς An, καταχρη-
στικῶς (Eur. Alc. 731)
*κήδεται· φροντίζει, ἐπιμελεῖται Avgn. βοηθεῖ (Β 27) vg
κηδεύειν· *φροντίζειν A, ἐνταφιάζειν r. ἐπιμελεῖσθαι. βοηθεῖν
κηδεύοντα· ἐπιστατοῦντα, κηδόμενον (Eur. Or. 883)
*κηδεύσω· ἐπιμελήσομαι, θεραπεύσω (Eur. Or. 791) Ag
κηδέων· ἀνιῶν
κήδιστοι· φίλτατοι. φροντιστικώτατοι. ἀναγκαιότατοι (Ι 642)
κήδομαι· *φροντίζω Avgn, οἰκτείρω, λυποῦμαι, ἀνιῶμαι,
ὀργίζομαι
κῆδος· κηδεία. πένθος, λύπη (Ο 245). φθορά. [συγγένεια
(Ν 464) r. μνηστεία. *θεραπεία g. φροντίς r
κήδων· ἀνιῶν, κακοποιῶν (Ω 542)
†κηθα· τάφος
κήθεια· κηθάρια. τὰ ὀξύβαφα, ἐν οἷς τοὺς κύβους ἔβαλλον
κηθεῖν· βοηθεῖν. συντρέχειν
Κηθείδης· διθυράμβων {ποιητής}
κήθευον· συνεπορεύοντο
κηθοί· βοηθοί
κήϊα· καθάρματα
κηκάδδει· λοιδορεῖ. χλευάζει
†κήκραν· ἐκεκράγεσαν
κηκάς· κακή. τιμωρός. κακολόγος. δύσφημος (Callim. fr. 656)
κῆκες· λάροι
κηκίει· πηδᾷ r, πιδύει (Ν 705)
κηκίειν· ἀναφέρεσθαι καὶ διϊδροῦν
κήκιεν· ἀνεφέρετο p. ἀνεπήδα (Η 262) r
κηκίς· ἀτμίς. [στύμμα. καὶ ὁ καρπὸς τῆς δρυός q. Κῷοι δὲ καὶ
τοὺς ἀκάρπους στάχυας καὶ στερίφους
κῆλα· *βέλη θεῖα. σημεῖα (Α 53) n. ξύλα· ὅθεν καὶ καλόπους
καὶ κηλώνειον. καὶ ἱερὰ ἀγάλματα. καὶ πυρετός
κηλάδες· αἶγες, αἱ ἐν τῷ μετώπῳ σημεῖον ἔχουσαι τυλοειδές
κηλαίνειν· θέλγειν. νοσεῖν
κηλάς· νεφέλη ἄνυδρος. καὶ χειμερινὴ ἡμέρα. καὶ αἴξ, ἥτις
κατὰ τὸ μέτωπον σημεῖον ἔχει τυλοειδές
κηλάστραι· σκαφίδες, ἀγγεῖα ποιμενικά. ἢ δένδρα
κηλεῖ· πραΰνει, *[θέλγει n, πείθει. καταμαραίνει
κηλάδησαν· [ἤχησαν. ἐβόησαν]
*κηλέῳ· καυστικῷ n, θερμῷ. λαμπρῷ (Θ 217)
κηλείῳ· ὁμοίως (Ο 744)
κήληθρα· φίλτρα. παραμύθια
*κηληθμῷ· [θέλγω, τέρπω (n)] τέρψει (n), χαρᾷ (λ 334)
†κηλήνη· μέλαινα
κηλήτειρα· ἡσυχάστρια
*κηλητηρίους· τὰς ψυχὰς θεραπευούσας (Eur. Hec. 535) Agn
κήλησις· ἡ δι' ᾠδῆς ἡδονή p
*κηλῖδες· μολυσμοί A
*κηλίς· ἕλκος. οὐλή Avg. ὄνειδος b. ῥύπος Avg. καὶ εἶδος αἰσχρὸν
ἐν ἱματίῳ
κηλόν· ξηρόν
κηλοῖ· εὔχεται θεῷ
*κηλούμενος· [ἐν ἱματίῳ A] τερπόμενος Avg (n)
κηλοῦν· εὔχεσθαι
κήλυγμα· [ἀχρεῖον. ἀσθενές]
*κηλώνια· ἀντλητήρια ξύλινα g
*κηλώνειον· ξύλον, ἐν ᾧ ἕλκεται τὸ ὕδωρ gn
κήλων· ὁ ἐν τῇ νηὶ λεγόμενος. καὶ ὀχευτής (Archil. fr. 97 Bgk)
πεῦσις. καὶ ἄντλημα
†κήμιψ· φλὲψ γεώδης ἐν πέτραις
κημός· πλεκτὸν ἀγγεῖον, ἐν ᾧ λαμβάνουσι τὰς πορφύρας
(Soph. fr. 463). ἔστιν δὲ ὅμοιον ἠθμῷ, καὶ ἐν αὐτῷ τὸ δέλεαρ.
δηλοῖ δὲ καὶ [τὸ ἐπιτιθέμενον τῇ τῶν δικαστῶν ὑδρίᾳ πε-
πλεγμένον πῶμα, παρόμοιον χώνῃ q. καὶ ὁ περιτιθέμενος
τοῖς ἵπποις, εἰς ὃν αἱ κριθαὶ βάλλονται. καὶ γυναικεῖον προ-
κόσμημα. καὶ *[εἶδος χαλινοῦ Agn
κημός· στομὶς τῷ χαλινῷ ἐμφερής
*κήμωσις· φίμωσις A (n)
κήνεον· [καθαρόν]
*κηνσήτωρ· ὁ τὴν γῆν μετρῶν A
κήνουι· ἐκεῖ {Κρῆτες}
κηνσός· βοτάνη τις. [τὸ δὲ τέλος {κινσὸς} διὰ τοῦ {ι}]
κήνυγμα· τὸ κενὸν τοῦ σώματος, οἷον σκιά, καὶ εἴδωλον, φάν-
τασμα, ἀσθενές, καὶ ἀχρεῖον (Aesch. Prom. 157)
'κηνυσσόμην· εἴδωλον ἐγενόμην (Aesch. Choeph. 196)
κηνύει· [καλεῖ]
κήνω· ἐκεῖ
κήξ· ὁ λάρος κατὰ Ἀπίωνα. λέγεται δὲ καὶ καύηξ. τινὲς καὶ
αἴθυιαν ἀποδιδόασιν· οἱ δὲ κέπφον· οἱ δὲ διαφέροντα ἀλλήλων
(ο 479)
Κήπιδος σκέλος· παροιμιῶδες ἦν τὸ {Πέρδικος σκέλος}
(Com. ad. 73)
κηπεύων· [κηπεῦον] κηδόμενος ...
κηποκόμος· κηπουρός r
κῆπος· *παράδεισος παρὰ Πέρσαις An. ἢ εἶδος κουρᾶς, ἣν
οἱ θρυπτόμενοι ἐκείροντο ὡς ἐπίπαν ἐν μιᾷ μαχαίρᾳ. καὶ τὸ
ἐφήβαιον τῶν γυναικῶν. καὶ ζῷον ὅμοιον πιθήκῳ
κηρ· περισπώμενον καὶ οὐδετέρως λεγόμενον ἡ ψυχή· ὀξυτο-
νούμενον δὲ καὶ θηλυκῶς ἐκφερόμενον ἡ θανατηφόρος μοῖρα,
ἢ θάνατος
*κηρ· ψυχή. (Β 851) AΣ θάνατος (Α 228 ..) Avg
κηραίνει· φθείρει. μεριμνᾷ, φροντίζει. δυσθανατεῖ
κηραίνοντα· βλάπτοντα
*κηραίνειν· βλάπτειν A
κῆρ ἀπινύσσων· παραφρονῶν (Ο 10)
κῆρας· ἀκαθαρσίας, μολύσματα. βλάβας
κηραφίς· κάραβος
κῆρες· [ψυχαί.] συμφοραί, *[μοῖραι θανατηφόροι (Β 302) Ag
κηρέσιον· ὀλέθριον, νοσηρόν
κηρεσσιφορήτους· τοὺς ὑπὸ τῆς εἱμαρμένης μετενηνεγμένους
ἢ ἀπωθησομένους ἐνθένδε ὑπὸ τῶν μοιρῶν (Θ 527)
κηρί· εἱμαρμένῃ (Γ 454 ..)
κῆρι· ψυχῇ (Δ 46 ..)
κηρείαις· ἐπιθανάτια ἐντυλίγματα (Ev. Ioan. 11,44)
κηρίναι· μάστιγες γίνονταί τινες {κηρίναι}, ὥσπερ οἱ λεγό-
μενοι {κηρίονες}
κήρινθος· ἡ λεγομένη {ἐριθάκη}. ἔστι δὲ τροφή, ἣν παρατί-
θενται ἑαυταῖς αἱ μέλισσαι. καὶ πόλις Εὐβοίας (Β 538). καὶ
ἕλκος ποιόν
κηρίον· τὸ τῶν μελισσῶν. καὶ εἶδος πλακοῦντος
κηριοῦσθαι· ἐκπλήττεσθαι
κηρίφατοι· ὅσοι νόσῳ τεθνήκασιν
κηρίῳ βύσασα· εἰς τὸ στόμα τῶν παίδων ἐτίθεσαν κηρίον,
ὑπὲρ τοῦ μὴ βοᾶν ὁπότε ὑποβάλλοιεν
κηριωθῆναι· ὑπὸ σκοτοδίνου ληφθῆναι
κηρίωμα· κοίλωμα. ἔστι γὰρ τὸ κηρίον, ᾧ προσεικάζει τοὺς
ὀφθαλμοὺς τῶν Φινειδῶν (Soph. fr. 649)
κηρόθι· ἐκ ψυχῆς (Ι 300) r. np
κηρόν· [λεπτόν. νοσηρόν]
κηροπάζουσα· βαστάζουσα
†κηροσσαίων· παλαιῶν
κηρούει· [ἐκεῖ. Κρῆτες]
Κηρουχίδαι· γένος ἐν Μιλήτῳ, ἀπὸ Κηρούχου
κηρόφιν· ἐκ τῆς ψυχῆς
κήρεα· τὰ κέρδη
Κήρυκες· οἱ ἄγγελοι, οἱ διάκονοι, οἱ τὰς ὑπηρετικὰς ἐπιτε-
λοῦντες πράξεις. ἐκαλεῖτο δὲ καὶ γένος ἰθαγενῶν, ἀπὸ Κήρυκος
τοῦ Ἑρμοῦ. Φανίας. καὶ τοὺς ἐρινάζοντας τοὺς ἐρινοὺς {κήρυ-
κας} λέγουσι
κηρυκίνη· ἡ καταρωμένη
κηρύκειον· σκῆπτρον. καὶ ἐφ' ᾧ ἀναβὰς κηρύσσει
κήρυγμα· [ἀχρεῖον. ἀσθενές]
Κηρύκειον· ὄρος τῆς Ἐφέσου r. p, ἐφ' οὗ μυθεύουσι τὸν Ἑρμῆν
κηρύξαι τὰς γονὰς Ἀρτέμιδος
κηρῦλος· ἄρσην [ὄρνις συνουσιαστικός r, τινες δὲ ἀλκυόνα
κῆρυξ· ἄγγελος, διάκονος, πρεσβευτής (Β 184)
κήρυξας· ἀντὶ τοῦ ἐκήρυξας
κησσόν· εὔοδμον
κῆτα· καλαμίνθη
κήτει ναίει· [ἐρημίᾳ. στερήσει]
κητεία· θυννῶν φορά
Κήτειοι· γένος Μυσῶν· ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ
Κήτεος (λ 521). ἢ μεγάλοι
κητίνη· πλοῖον μέγα ὡς κῆτος b
κήτειον· μέγαν. [καὶ {εἰς} ὃ τὰς ψήφους διωθοῦσιν ἐν τοῖς
κληρωτηρίοις]. καὶ ἐμετήριον ἀπὸ λαχάνου ἀγρίου, ὅπερ ἀντὶ
πτερῶν καθίεσαν εἰς τὸ στόμα, ὡς Κρατῖνος ἐν Ὥραις (fr. 266)
σημαίνει. καὶ ἥδυσμα. καὶ τὸ νεαρὸν κρόμμυον. [ἔνιοι μέλος
τι·] οἱ δὲ τὰ Ὀψαρτυτικὰ συνθέντες διὰ τοῦ {γ} φασὶ {γήτιον
κῆτος· θαλάσσιος ἰχθῦς παμμεγέθης (Ion. 2,1). δηλοῖ δὲ καὶ
ἀπορίαν
κητώεσσα· ὑγρά. κοίλη. [μεγάλη n. εὔυδρος. καλαμινθώδης.
οἱ δέ, ὅτι ἐκεῖ ἡ θάλασσα συνεχῶς κήτη ἐκβάλλει (δ 1)
κηφήν· μυῖα ἄκεντρος, ἀργή n, μὴ γεννῶσα
*κηφῆνας· τοὺς ἄῤῥενας τῶν μελισσῶν, ἀπράκτους (g)
κηφηνώδεις· τετυφωμένοι. κατασεσιγασμένοι
Κηφισιεῖς· γένος ἰθαγενῶν
Κηφισίς· λίμνη (Ε 709)
Κηφισός· ποταμός
*κηχί· ῥύπος vgn
κήχρα· δανείζει
κῆχος· τόπος. καὶ {ποῖ κῆχος}· ποῖ γῆς. ἄλλοι {κῆγχος}
†κηώ· σύνθεσις
κηώδει· εὐώδει (Ζ 483). τεθυμιαμένῳ, ἀπὸ τοῦ καίεσθαι τὰ
θυμιάματα. ἔνθεν τὸ δυσῶδες
κηῶδες· τεθυμιαμένον, εὐῶδες, εὔπνουν. φωτεινόν
κηῶεν· μέλαν. καθαρόν. ]εὔοδμον r, τεθυμιαμένον (Γ 382 ..)
Κιανίς· ἑταίρα· Κιανὴ γὰρ ἦν
†κιάντωρ· κιναιδῶς
κίασθαι· κεῖσθαι
κίατο· ἔκειντο
κίβαλος· διάκονος
κίββα· [πήρα. Αἰτωλοί]
κιβδηλιᾶν· ὠχριᾶν
κιβδηλιῶντας· ὠχρούς, ὑπὸ τῆς κιβδήλεως ἐνοχλουμένους.
ἔστι δὲ ]{κίβδηλις} ἐν τοῖς μετάλλοις σκωρία g, ἀφ' ἧς πᾶν
φαῦλον {κίβδηλον}, μοχθηρόν, [φαῦλον] ψεῦσμα, *νόθον,
ἀδόκιμον (Sap. 2,16) vgSn
κίβδης· κακοῦργος. κάπηλος. χειροτέχνης
κιβικία κιβίνδα· [κατὰ νότου]
*κίβισις· πήρα Sgn. Κύπριοι
κιβλεῦραι· στοχάσασθαι
κίβον· ἐνεόν. Πάφιοι
κιβώριον· Αἰγύπτιον ὄνομα ἐπὶ ποτηρίου ..
*κιβωτός· λάρναξ vg ξυλίνη. ἢ σορός
κίγκασος· κυβευτικός τις βόλος
κιγκλίδες· θύραι, ἃς ἡμεῖς καγκελλωτὰς λέγομεν
κιγκλίζειν· κινεῖν. πειράζειν
κίγκλος· ὄρνεον πυκνῶς τὴν οὐρὰν κινοῦν r. ἀφ' οὗ καὶ τὸ
{κιγκλίζειν}, ὅ ἐστι διασείεσθαι. τινὲς δὲ {σεισοπυγίδα}
κίγκρα· κίρνα
κιγκράμας· ὄρνεον
†κίγκριται· κνίζεται. ὀδύρεται
κιγχάνειν· εἰσπράττειν. λαμβάνειν
*κιγχάνω· τυγχάνω Ss
*κιγχλίζει· σαλεύει. μοχλεύει. κινεῖ S
*κιγχλίς· ὁ τοῦ δικαστηρίου κάγγελος Svg
*κιγχλισμός· αἰσχρὸς [γέλως μετὰ ἀταξίας S
κίδαλον· κρόμμυον
κίδαρις· *πῖλος βασιλικός, ὃν καὶ {τιάραν} Avn· ἔνιοι δὲ κίτα-
ριν διὰ τοῦ τ Av. ἢ στρόφιον, ὃ οἱ ἱερεῖς φοροῦσιν. ἔστι δὲ ἐκ
σμύρνης καὶ λαβύζου. ἡ δὲ {λάβυζός} ἐστι πολυτιμοτέρα αὕτη
τῆς σμύρνης καὶ ὄζει ἥδιστον καὶ θυμίαμά ἐστιν κάλλιστον
παρὰ βασιλεῖ· ἐκ τούτων ἡ κίδαρις πέπλασται. ἢ ἐκ τριχῶν
ὕφασμα, ἢ [περικράνιον] *περίθεμα κεφαλῆς εὐκόσμιον, καλόν.
εἶδος καμελαυκίου An (g). τινες δὲ περικράνιον ASvn. πίλινον
(Exod. 28,4 ..) ASv
κιδαφεύειν· πανουργεῖν· {κιδάφη} γὰρ ἀλώπηξ. ἢ ἐσθίειν,
ἀπὸ τῶν κιῶν
κιδαφίων· πανούργων· {κιδάφην} γὰρ τὴν ἀλώπεκα λέγου-
σιν. ἔνιοι δὲ παρὰ τοὺς κίας φασὶ πεποιῆσθαι τὴν λέξιν καὶ
δηλοῦν τὸν διαβιβρώσκοντα
κίδαφος· δόλιος. καὶ {κιδάφη} ἡ ἀλώπηξ
*κίδνασθαι· σκεδάννυσθαι, σκορπίζεσθαι (Θ 1) (ASvgn)
κιδνόν· ἐνθάδε. Πάφιοι
κιδνοτέρους· ἀσθενεστέρους
κίδραι· αἱ ἐφώριοι πεφρυγμέναι κριθαί
κίε· βάδιζε (γ 17). παρεγένετο (Ε 423)
κίειν· πορεύεσθαι
κιέλλη· φέγγος, αὐγή, φῶς. πάχνη. ὁμίχλη
κίεν· ἐπορεύετο, παρεγένετο (Α 348)
κίενεν· ἐπετέλεσεν (Ε 508)
κίες· θηρίδια σιτοφάγα
κίθαρις· κιθάρα. κιθάρισμα (Γ 54)
κιθαριστήριοι· αὐλοί τινες
κίθαρος· στῆθος. πλευρά (Hippocr. loc. hom. 3). καὶ ἰχθῦς
κιθών· πῶμα πίθου
Κιθωνέα· ἐπίθετον Ἀρτέμιδος
κικαῖος· †ἴσον ἐλλύχνιον, τὸ τῶν καρπῶν λέπος
κίκαμα· τῷ λαχάνῳ καυκαλίδι ὅμοιόν τι
*κίκι· φυτόν r. AS
κίκελος· τροχός
κίκιμον· τῆς κορώνης τὸ κόπριον
κίκερος· ὁ χερσαῖος κροκόδειλος
κίκεῤῥοι· ὦχροι. Μακεδόνες
Κικίνης· [δῆμος τῆς Ἀκαμαντίδος φυλῆς]
κικιννᾶς· τριχοπλάστης
κικίρδης· συκῆ
κίκιρρος· ἀλεκτρυών
κικκάβιν· ἐλάχιστον. οὐδέν
κίκκα· ἀλεκτορίς
κίκκασος· ὁ ἐκ τῶν παραμηρίων ἱδρὼς ῥέων. καὶ βόλου ὄνομα
κίκκη· συνουσία. ἡ ἀπὸ τῶν αἰδοίων δυσοσμία
κικκίδαι· μίνθωνες
κοκκιλόνδις· παιδὸς ἀφόδευμα
κικκός· ἀλεκτρυών. κλέπτης. διαχώρησις
κίκλην· τὴν ἄρκτον τὸ ἄστρον. Φρύγες
*κικλήσκει· καλεῖ (χ 397) vgp (An)
κικλισμός· [γέλως]
Κίκονες· γένος Θρᾳκῶν (ι 47 ..) (n)
κικνία· μικρὰ φθείρια
†κίκνωψ· θηρίον
κικοβαυλιτίδες· κογχυλίου τι γένος μέλαν. καὶ τὰ ἐκ στέατος
σκωλήκια
κίκους· ὁ νέος τέττιξ
κικριβιντίς· ἀνδράχνη
κικυμωνίς· γλαῦξ (Callim. fr. 608)
κίκυμος· λαμπτήρ. ἢ γλαυκός. ὁμοίως καὶ {κίκυβος}
κικυμωνεῖν· δυσβλεπτεῖν (p)
Κικυννῆς· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
*κῖκυς· δύναμις r. gn
Κίκων· ὁ Κίκων Ἀμυθάονος ἦν, οὐδὲν αἴσιον προθεσπίζων
(Hippon.)
κικλαίει· [καλεῖ]
κιλάριος· ὁ ἥλιος
κιλίας· στρουθὸς ἄρσην
Κίλικες· οἱ Ὑποπλακίους Θήβας οἰκοῦντες (Ζ 397), ἢ δημόται
κιλικίζεσθαι· κακοηθίζεσθαι
Κιλίκιοι ἄρτοι· ῥυπαροί, μεγάλοι (Plat. com. fr. 82)
Κιλίκιοι τράγοι· οὗτοι ἀναφέρονται εἰς [κύρβασιν, ἢ] κυρή-
βασιν. ἢ τράγοι δασεῖς. καὶ τὰ ἐκ τριχῶν συντιθέμενα {κιλίκια
Κιλίκιος ὄλεθρος· {πονηρός}. πονηροὶ γὰρ οἱ Κίλικες
Κιλικίους· πικρὰς τιμωρίας
Κίλικι λιμῷ· ὀλέθρῳ. ἔλεγον γὰρ Κιλίκιον ὄλεθρον
[κιλιβοῦς, τὸ ἓν κέρας εἶχον ἀπεστραμμένον]
Κίλλα· πόλις, ἔνθα ἱερὸν Ἀπόλλωνος (Α 38) r
κίλλαι· ἀστράγαλοι. ἢ ὄνοι
κιλλακτήρ· ὀνηλάτης, κυνηγός
κιλλαμαρίζειν· κατιλλώπτειν
Κίλλεια· εἶδός τι λαχάνου. ἢ ἀκάνθαι τῶν ἐχίνων. ἢ πηγή,
ἢ κρήνη. ἢ ὄρος τῆς Ἀττικῆς. χωρίον δασύ, ὅπερ διαφόρως
προσαγορεύουσιν, οἱ μὲν Κάλλιον· οἱ δὲ Κυλίαν· ἄλλοι Κύλλου
πέραν (Euphron. frg. 69 Strecker)
κιλλίβαντες· τραπεζῶν βάσεις καὶ ὑποθέματα, ἢ τρισκελεῖς
τράπεζαι (Ar. Ach. 1122)
Κιλλικύριοι· οἱ ἐπεισελθόντες γεωμόροι. δοῦλοι δὲ ἦσαν
οὗτοι καὶ τοὺς κυρίους ἐξέβαλον
Κιλλίκων· προδότης οὕτως ἐπωνομάζετο, Ἀχαιὸς μὲν τοὔ-
νομα, Κιλλίκων δὲ ἐπικαλούμενος, ὃς Μίλητον προέδωκε τοῖς
βασιλέως στρατηγοῖς (Ar. Pac. 363)
κίλλιξ· στάμνος. ἢ βοῦς τὸ ἓν κέρας ἔχων διεστραμμένον
κιλλόν· εἶδός τι χρώματος φαιοῦ
κίλλος· ὄνος. καὶ τέττιξ πρωϊνὸς ὑπὸ Κυπρίων
κιλλυρός· σεισοπυγίς S
κίμαι· χυμὸς πύρινος
κιμαός· χυλὸς μορέας
κιμβάζει· στραγγεύεται
κίμβαζε· στραγγεύου. [κίμβαξ γὰρ ἡ ἀσπίς r]
κιμβερικόν· χιτωνίσκου εἶδος πολυτελοῦς, ὃ λέγεται {στατός}
(Ar. Lys. 52)
κιμβεύει· †ὁδοιπορεῖ
κιμβικία· πανουργία r. ἐνδοιασμός
*κιμβία· σκνιφία. μικρολογία r. ASn
κίμερος· νοῦς. Φρύγες
Κιμμερὶς θεά· ἡ μήτηρ τῶν θεῶν (trag. ad. 221)
Κιμμέριοι· Σκύθαι r. καὶ [ἔθνος περὶ τὸν ὠκεανόν (λ 14) T
†κίμμυρος· μικρολόγος r [ἢ μακρολόγος]
κίμψαντες· ἐρείσαντες, στηρίξαντες
*κιμήλια· σκεύη, δῶρα A, καὶ τὰ ἀπόθετα χρήματα ASv
†κιμώσεις· φιμώσεις (1. Cor. 9,9)
Κιμώνεια ἐρείπια· ἔνθα ἠσχημόνουν περαινόμενοι (Cratin.
frg. 151)
κιναβεύματα· πανουργεύματα
κινάβρα· δυσωδία τῶν τράγων r. p
κίναδος· θηρίον qr. S. ὄφις (Dem. 18,162 ..)
κιναθίας· κρυπτός
κιναθίζειν· ἰδιάζειν, ἀποθησαυρίζειν κατὰ μικρὸν συλλέγοντα.
ἔνιοι μινυρίζειν. καὶ κινεῖν
κινάθισμα· κίνημα πλήθους, παραγώγως· ἐξ οὗ πλῆθος παρα-
γινόμενον ὑπακούεται (Aesch. Prom. 124)
κιναίδιον· ὄρνεον, ἴυγξ r
*κίναιδος· ἀσελγής, πόρνος r ASvgp
κινάκεσθαι· [μικρολογεῖν]
κινάνδρα· [ἀλώπηξ]
κίναρχος· ἄψυχος
κιναρύζεσθαι· θρηνεῖν μετὰ τοῦ γογγύζειν. καὶ κινεῖσθαι
κινουρίδες· ἰχθῦς
κιναύρου ψῦχος· τὸ ἅμα ἡμέρᾳ. Κύπριοι
κιναφεύειν· πανουργεύεσθαι
κιναιδία· πορνικὴ ἀσχημοσύνη
κίνδαξ· εὐκίνητος
κίνδακας· εὐκινήτους
κινδαύει· κινεῖται. κερατίζει
κινδάφη· ἀλώπηξ r
κινδαφίων· πανούργων. ἀλωπέκων
κινδαψοί· ὄρνεα r. καὶ ὄργανα κιθαριστήρια. καὶ Ἰνδοί
κίνδυνος ἡ ἐν πρῷρᾳ σελίς· οἱ πολέμιοι γὰρ τὴν πρῴραν
εὐθέως ἐφάλλονται. {Σελὶς} δὲ ἡ καθέδρα
κίνερμοι· οἱ μικροὶ ἰχθύες
κίνημα· κίνησις r, ταραχή, ὁρμή. χόλος, κότος, ἢ ὀργή
κινῆδος· [ἀσελγής]
*κιννάβαρι· εἶδος χρώματος ἀληθινοῦ, ὃ λέγομεν κόκκινον
r. AS· καὶ παρὰ τοῖς ζωγράφοις
κιναβρεύματα· ἀποκαθάρματα ὄζοντα
κιναθίδα· χρῖσμα γυναικεῖον
κιννάμωμον· *ἓν τῶν λιβανωτῶν, ἢ τῶν ἀρωματικῶν (Ex.
30,23 ..) (AS), λιβάνιον. καὶ ὄρνις. καὶ πόα εὐωδεστάτη
κιννυρίδες· τὰ μικρὰ ὀρνιθάρια
κινούρας· τοὺς κακούργους ἵππους
*κινηθέντος· ὀργισθέντος (Α 47)
*κίνσος· εἶδος νομίσματος. ἐπικεφάλαιον (Matth. 22,19)
*κινύρα· ὄργανον μουσικόν, κιθάρα ASvg (1. Regn. 10,5 ..)
οἰκτρά AS
Κινυράδαι· ἱερεῖς Ἀφροδίτης
Κινύρας· Ἀπόλλωνος καὶ Φαρνάκης παῖς, βασιλεὺς Κυπρίων
*κινύρεσθαι· θρηνεῖν (ASn), κλαίειν
κινυρή· ἁπαλή, νέα. λεχώ. οἰκτρά, *[θρηνητική (Ρ 5) n
κινυρόν· λεπτόν. καπυρόν. ὀξύ. οἰκτρόν
κίνυσθαι· κινεῖσθαι. ἐγείρεσθαι. ἄρχεσθαι. ἰδεῖν. διανοεῖσθαι.
αἰδεῖσθαι. ὁρμᾶν
κίνυται· τὰ αὐτά
†κινύτιδος· [κιντικός] χαραδριός
Κινύφιον· τὸν Ἀνταῖον. ἀπὸ Κινύφου τοῦ ποταμοῦ
κινώ· κίνησις. Δωριεῖς (Empedocl. fr. 123,2) r
†κίνωσις· χρύσοφρους
*κινώπετα· κνώδαλα, [θηρία Ag
κιξάλλαι· κλέπται
κιξάλλης· φώρ, κλέπτης. ἀλαζών (Democr. fr. 260)
κιξαλλία· πᾶσα κακοτεχνία
κίξαντες· ἐλθόντες. πορευθέντες
κίξατο· εὗρεν. ἔλαβεν. ἤνεγκεν
κίξιος· τέττιξ
κιονίδα· σταφυλήν
*κίουρος· ἐμβολεὺς οἰσύϊνος, κόφινος, ᾧ τὸν σῖτον ἀναβάλλου-
σιν οἱ ναυτικοί. ἢ μέτρον τι
κίρα· [ἀλώπηξ. Λάκωνες]
κίραφος· ἀλώπηξ {Λάκωνες}
κίρβα· πήρα, διφθέρα {Αἰτωλοί}
Κιρβιαῖον· ἔθνος ἐχόμενον Λυδῶν
κίρεται· [φθείραται. δαπανᾶται]
κίρις· λύχνος Λάκωνες. ὄρνεον. ἢ Ἄδωνις. {Κύπριοι}
κίρκασμα· τοὺς βότρυας
κίρκοι· κρίκοι. ἁρπάγαι. πάντα τὰ ἐπικαμπῆ {κίρκοι} λέγονται
κίρκος· κρίκος. *[ἱέραξ vg. κωπηλάτης Avg. καὶ τῆς αἰγείρου
ἡ βλάστη
*κιρνᾷ· οἰνοχοεῖ A
κιῤῥά· ἰχθῦς ποιός
*κιῤῥόν· πυρρόν ASgn. ἐρυθρόν. [ξανθόν S
κίῤῥος· ὀρός. καὶ αἷμα. καὶ πόμα γάλακτος. Λάκωνες
*κίρυλος· ἰχθὺς ποιός. καὶ ὀρνέου εἶδος
κιρσός· πάθος τι περὶ τὸ σῶμα, ὅπερ τινὲς ἰξίαν καλοῦσιν·
ἄλλοι {κρισσόν}
κίρων· ἀδύνατος πρὸς συνουσίαν. καὶ αἰδοίου βλάβη. καὶ
ἀπεσκολυμμένος. καὶ κυρίως μὲν ὁ σάτυρος, καὶ ἐντεταμένος,
ὁ γυναικίας, καὶ μὴ δυνάμενος χρῆσθαι
κίς· ζωύφιον ἐν τοῖς ξύλοις καὶ τῷ σίτῳ γινόμενον (Ar. Geryt.
fr. 21 Demianczuk) S
κίσθος· θάμνος, ἧς τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ
κίσιρνις· ὄρνις ποιός
κίσπρα· πικρὰ τὸ ἦθος, παλίγκοτος. Κῷοι
κίσσα· ἐπιθυμία. [ὄρνεον r. καὶ ἰχθῦς ποιός. καὶ γυναικεῖον
πάθος
Κισσθήνη· πόλις καὶ ὄρος ἐν Θρᾴκῃ
Κίσσιοι· ἔθνος Περσῶν (Aesch. Pers. 119)
*κίσσηρις· †βούνευρον ASvgp {ἢ εἶδος ὁμαλιστηρίου} p
κρισσός· ὁ κιρσός. Ἀχαιοί
Κισσοέντιοι· οἱ Κνώσιοι
κισσός· εἶδος φυτοῦ r ἢ *βλάστημα ἑλισσόμενον AS
Κισσοῦς· ὄρος ἐν Μακεδονίᾳ. καὶ πόλις Θρᾴκης
Κισσηΐς· Κισσέως θυγάτηρ (Ζ 299)
†κισσουάλλα· κισάλα. κρόμμυα
κισσύβιον· τὸ ἐκ κισσίνου ξύλου ποτήριον. καὶ ὁ σκύφος
(ι 346)
†κίσταμα· τόξευμα. ὀϊστός
κιστέρνα· λάκκος φρέατος r. βάραθρα. ἢ βυθός
κίστας· κυρτός
κίστη· †τέλη
κίστη· ἀγγεῖον πλεκτόν, εἰς ὃ βρῶμα ἐνετίθετο καὶ ἱμάτια.
κιβωτός. (Σa) [ἢ] ἅπαξ {εἰρημένον} (ζ 76)
κιτρίον· τὸ Ἰνδικὸν μῆλον r
κιτταί· πρόγονοι
κιττᾶν· γλίχεσθαι S· ἐπὶ τῶν γυναικῶν· [ἐπιθυμεῖν S
κίτταλος· μυῤῥίνη
κιττάναλον· ἡ κρησέρα
κίττανος· ἡ κονιακὴ τίτανος
κίτταρις· διάδημα, ὃ φοροῦσι Κύπριοι. οἱ δὲ τὰ διαδήματα
φοροῦντες κίτταροι λέγονται
κιττέα· †ἄκιτος. Λάκωνες
κιττόν· καλόν. Λάκωνες
κίττυλα· τὰ κελύφη τῶν καρπῶν
κιττῷ· καλῷ, χρηστῷ, ἀγαθῷ
†κιτύμινα· γλαυκά
*†κιφφός· μανικός AS
κιχάνειν· εὑρίσκειν. καταλαμβάνειν. εἰσπράττειν
κιχεῖν· κιχῆσαι. [καταλαμβάνειν (S) εὑρεῖν. ἐνέγκαι
*κιχείς· καταλαβών (Π 342) An
κιχείω· τὸ καταλαμβάνω r. n καὶ καταλήψομαι (Α 26)
κιχῆλαι· αἱ κίχλαι, τὰ ὄρνεα (Epich. fr. 157)
κιχῆναι· κιχήσασθαι. λαβεῖν (π 357)
*κιχήσατο· εὗρε. [κατέλαβεν (Δ 385) Avgn
*κιχήσεσθαι· καταλήψεσθαι (Ζ 341) An
κίχησις· ἡ λῆψις
κιχητός· {εἰς} ὃ ἐμβάπτεται ὁ λιβανωτός. Κύπριοι
κίχλη· ἰχθὺς θαλάσσιος. καὶ [ὄρνις r
κιχλίζουσι· γελῶσι, μειδιῶσιν
κιχληβῶτις· ἀνδράχνη
*κιχλισμός· γέλως σφοδρός r. Avg
κιχόρια· λαχανίδια ἄγρια
*κιχρήσει· δανείσει (Sg)
κιχυβεῖν· δυσωπεῖν νυκταλωπεῖν
†κίψει· κακοποιεῖ
κίων· ὁ στῦλος. καὶ τὸ ἐν τῷ στόματι, ὃ καλεῖται {σταφυλή}
κιών· ἐλθών, βαδίζων, *[πορευθείς r. ASsb
κλαγγή· φωνή, ἠχή (Α 49), βοή. *[ἢ κλαγγὴ ὀρνέων (Γ 3)
ASvg
*κλαγγηδόν· μετὰ κραυγῆς (Β 463) Ab
κλαγγεῖν· κλάγξαι, φθέγξασθαι
*κλάγξαντος· κράξαντος (Κ 276) A (b)
κλάγος· γάλα. Κρῆτες
κλάδα· κλάδον. ῥάβδον
κλαδεῖ· σείει, κινεῖ
κλαδαρόμματοι· εὔσειστοι τὰ ὄμματα
κλαδαρῶν· κλάδων ...
κλαδαρόρυγχος· τροχίλου εἶδος
κλαδάσαι· σεῖσαι
κλάδεα· ῥᾶχοι, φραγμοί
κλᾷδες· ζυγά. Αἰολεῖς
κλαδόνες· κλάδοι
κλάδος· ὄζος
κλαδεῖ· [λοιδορεῖ. φθέγγεται]
κλάει· δακρύει. κλαίει (Eur. Alc. 201)
Κλαζομένιοι· οὕτω κωμῳδοῦνται. δοκοῦσι γὰρ ἐπικύπτοντες
προστιλᾶν
Κλαζομένιος· οὗτος Ἡρακλείδης ὁ Κλαζομένιός τε καὶ [ὁ]
βασιλεὺς καλούμενος (Com. ad. fr. 76)
*κλάζοντες· κραυγάζοντες (Π 429) ASn
κλάζων· βοῶν. [διασχίζων] [καίων] ἢ κελεύων· ἀντὶ τοῦ
σημαίνων τῷ ψόφῳ τὴν πορείαν (Soph. Ant. 112)
κλαήσει· κλαύσεται (Dem. 19,310 ..)
†κλαιόν· τὸ κανοῦν. καὶ†
κλᾶις· μοχλός
κάβακος· ὁ κάχληξ
κλᾶισαι· κλεῖσαι
κλαμαράν· πλαδαράν. ἀσθενῆ
κλαμμίς· ἀναδενδράς
κλαμυστῆσαι· βοῆσαι, καλέσαι
κλᾶν· κάμπτειν. ἐμποδίζειν. τέμνειν ἀμπέλους, ὅπερ ἡμεῖς {κλα-
δεύειν}
*κλανία· ψέλλια βραχιόνων ASvgn
κλαπάζειν· χρονίζειν
†κλαραγείων· ἐλαφρῶς καθεύδει. Σικελοί
κλάρας· φοίνιξ, τὸ δένδρον
κλάρες· αἱ ἐπὶ ἐδάφους ἐσχάραι
κλαρία· κληρία S. κλήματα ἀμπελόφυλλα. ἢ *[χωρίων κλῆροι
AS
κλάριον· ἀμπελόφυτον. καὶ ἐπίθετον Ἀπόλλωνος
κλάριοι· κλάδοι. [δοῦλοι]
κλαρά· [ψελία]
κλαρῶται· εἵλωτες, {δοῦλοι}
†κλάσθεον· κλεῖθρον
κλάσματα· συντρίμματα. θρύμματα (Lev. 2,6)
κλαστήριον· δρέπανον S. τὸ τῆς ἀμπέλου {φύλλα τέμνον}
κλάστης· ἀμπελουργός
*κλαυκτόων· λαμπρυνόμενος {κατὰ} τὰς ὄψεις (Υ 172) AS
*κλαυθμυριζομένων· κλαιόντων AS (gs)
κλαυμυριόμενον· κλαίοντα. Ταραντῖνοι
κλαυμυρεῖται· [ἢ] κλαίει
κλαῦσιν· ἀγῶνα. ἄνθος τι
*†κλαυτάν· ποιὰν φωνήν (Eur. Tro. 146) AS
κλέα· τὰς ἀνδραγαθίας (Ι 189). {Κλέος} γὰρ ἡ δόξα, καὶ ἡ φήμη,
καὶ ὁ λόγος
†κλεαγης· βοηθήματα. ῥήματα
κλεαινόν· [ὀνομαστόν
κλεαινῶν· ὀνομαστῶν, ἐνδόξων]
κλεῖδα· ὑποδήματος εἶδος. Κρῆτες
Κλεῖδες· ἄκρα τῆς Κύπρου (Hdt. 5,108,2)
*κλειθῇ· περιτραπῇ AS
*κλεῖθρα· μοχλοί. ἀσφάλειαι vgAS. πύλαι (Eur. Or. 1366 ..)
AS
κλέει· νεοσσεία (Hes. op. 301)
κλεηδόνα· κληδόνα, φήμην, δόξαν (δ 317)
κλεῖ· ἐπαινεῖ, ὑμνεῖ
κλειδοῦχος· γυνή (Eur. Hipp. 541)
†κλούς· κλεινάριον μικρόν. Λάκωνες
†κλειμάζειν· παλαίειν. σκελίζειν. ἀπατᾶν
Κλίμακα· χωρίον Εὐβοίας
κλιμακτήρ· κλῖμαξ, βαθμός (Ezech. 40,22 ..). ἢ χωρίον
κλείματα· [ὑποδήματα]
*κλεινός· ὡραῖος. [ἔνδοξος gn (AS), ὀνομαστός (Eur. Andr.
456)
*κλεῖν· κλεῖδα AS. λέγειν, ἐπιφημίζειν
κλεινοί· οἱ εἰς τὰ παιδικὰ ἐπὶ κάλλει ἁρπαζόμενοι παῖδες
κλείοιμι· ἄιδοιμι
κλείομαι· ἐπικαλοῦμαι
κλείουσαι· ὑμνοῦσαι
†κλειόων· πυλῶν, ὅπου ζεύγεσιν ἦν τόπος εἰς στάσιν (Ψ 112)
(n)
κλείπους· κόσμος τις τοῦ καλουμένου γείσου
κλεῖθρον· κλειδίον r
κλείσατε· εἴπατε
*κλεισίη· ἡ σκηνή (Α 329) AS
κλισμός· θρόνος. κλίνη, κλιντήρ (Θ 436 ..)
†κλείτα· μέρη. καὶ ἡ οὐράνιος ἄρκτος
Κλειταγόρα· ᾠδῆς τι εἶδος. καὶ {ποιήτρια} Λεσβία τὸ γένος
(Ar. Lys. 1237)
κλεῖται· λέγεται, [ὑμνεῖται, ᾄδεται s
κλειτόεν ὕδωρ· ποταμὸς Ἀρκαδίας. †{κλείταιόν} φασιν εἶναι
οἱ †Κρῆτες
*κλείτη· κλίματα. γωνίας (Exod. 25,12 ..) AS (g) ἢ ἀγαθὴ
δόξα (AS). ἢ ὀνομαστή
κλειτορίς· τοῦ γυναικείου αἰδοίου ἡ ὑποδορίς, ἔνθεν καὶ τὸ
{κλειτοριάζειν} τὸ ψηλαφᾶν
*κλειτός· ὁ ἔνδοξος (Γ 451 ..) vs (g)
κλέζω· καλῶ, φωνῶ
†κλέθος· κληδόνα
κλεμμάδιον· κλοπαῖον (Plat. leg. 12,955 b)
κλέμμιν· δίφρον ἀνακλιτόν
κλεμμύς· χελώνη
†κλεμμύειν· κηρύσσειν
κλέομαι· ἐπικαλοῦμαι. εὔχομαι
*κλέος· δόξα r. ASgn, τιμή s φήμη n ἀγαθή. [ὄνειδος (Ar. fr.
796)] ὅ ἐστιν [ἔπαινος ps
κλέπας· νοτερόν, πηλῶδες, ἢ δασύ, ἢ ὑγρόν
κλέπτει· πονηρεύεται. ἐπιθυμεῖ. ἐξαπατᾶται
κλέπτεσθαι· †θέλειν. ἐπιθέσθαι. πονηρεύεσθαι. ζητεῖν. ἐπιθυ-
μεῖν
κλέπος· [ὑψηλόν.] [νοτερόν. δασύ. καὶ] φώριον, κλέμμα
κλέπτε· παραλογίζου (Α 132)
*κλέπτε νόῳ· παραλογίζου τῇ διανοίᾳ (Α 132) AS
*κλεπτομένου· χλευαζομένου g
κλεύθωμαι· κελεύθωμαι. παραγένωμαι, ὁδεύω (Ψ 244 v. l.)
κλεύσομαι· [κελεύθωμαι. ὁδεύσω]
κλευσόμεθα· ἀκούσομεν. φθεγξόμεθα
†κλευτόν· τλευτόν
κλέψαι· {κλέπτειν} τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν
κλεψίαμβοι· Ἀριστόξενος, μέλη τινὰ παρὰ Ἀλκμᾶνι
κλεψίῤῥυτον ὕδωρ· τὸ τῆς κλεψύδρας. αὕτη δέ ἐστιν κρήνη
Ἀθήνησιν, ἀπὸ τῆς ἀκροπόλεως ἐπὶ σταδίους εἴκοσιν ὑπὸ γῆν
φερομένη, εἰς ἣν τὰ ἐμβαλλόμενα πάλιν θεωρεῖται ἀρχομένων
τῶν ἐτησίων (Callim? fr. 771 P.)
Κλεψύδρα· κρήνη, ἥτις τὸ πρότερον {Ἐμπεδὼ} προσηγο-
ρεύετο. ἔχει δὲ τὰς ῥύσεις ἀνατελλούσας εἰς τὸν Φαληρέων
δῆμον. {σημαίνει δὲ καὶ τὸ σκεῦος.} ὡρολόγιον, *ὄργανον,
ἐν ᾧ αἱ ὧραι μετροῦνται ASvgn
Κλεωναῖαι· ῥαφανίδων τι γένος· ἀπὸ τοῦ ἐν {Κλεωναῖς}
εἶναι
†κλήδεα· φραγμοί
κλήδην· καλεῖν ἐξ ὀνόματος (Ι 11) r. N
κλήδην· ἐλθόντα ἐπὶ τὴν ἑκάστου σκηνήν. τὸ καλέσαι πρός
τινα ἐλθόντα καὶ δημοσίᾳ κηρύσσοντα (Ι 11)
κληδόν· σωρόν
κληδονίσαι· ἀκοῦσαι r φήμην τινά, [μαντεύσασθαι r
*κληδόνος· πρεσβείας (Eur. Andr. 561) ASn
κλῃδοῦχος· γυνή, ἀπὸ τοῦ τὰς κλεῖς τῆς οἰκίας ἔχειν (trag. ad.
222)
*κληδόσι· φήμαις g
κληδών· κλέος, δόξα, [φήμη r
*κληῖδας· τὰς κλεῖδας r. AN
κλήθρη· δένδρου εἶδος (ε 64) r
κληῖδες· τῆς νεὼς τὰ ζυγά, ἐφ' ὧν οἱ ἐρέσσοντες κάθηνται.
ἐνίοτε δὲ καὶ ἡ κλεὶς {κληΐς}, καὶ θύραι· παρὰ τὸ ἐπικλείεσθαι.
τάσσεται δὲ καὶ ἐπὶ τοῦ ἀνθρωπείου μέρους. καὶ παρὰ Ἐφε-
σίοις τῆς θεοῦ τὰ στέμματα
*κληῖδα· τὴν κατακλεῖδα (Ε 146) AS
*κληιζόμενος· φημιζόμενος r. g
κληῖσι· ταῖς κατακλείσεσι τῶν περονῶν (σ 294)
κληϊσταί· κλεισταί. ἢ κλείθροις ἠσφαλισμέναι (β 344)
κλῆμα· [ὑπόδημα]
κλημακόεσσαν· τραχεῖαν, καὶ ὀρεινήν (Β 729 v. l.)
κληματίδες· αἱ ἐκ τῶν κλημάτων δέσμαι
κληνίδιον· κράββατος, ὑποκοριστικῶς
*κλήνιος· ἔνδοξος vg
*κλήομαι· καλοῦμαι ASg
*κληπικοί· ἰσχυροί ASn. καὶ †ἄσιτοι AS
κληροδοσία· κλῆρος. μερίς (1. Macc. 10,89) r
*κληροδοτήσετε· λαχμῷ δώσετε (2. Esdr. 9,12 v. l.) AS
κλῆρος· τὸ βαλλόμενον εἰς τὸ λαχεῖν. ἢ ψῆφος. ἢ *οὐσία ASg.
ἢ μέρος. καὶ σκωλήκιόν τι {ἐν} σμήνεσι γινόμενον
κληροῦται· διαιρεῖται
κληρουχία· δεσποτία (2 Esdr. 21,20)
κληροῦχος· ὁ δεσπότης r, καὶ ὁ γεωργός (Hdt. 5, 77,2)
*κλήρων· μερίδων (Ios. 19,1 ..) AS
*κληρώσει· μερίσει (Esai. 17,11) As
*κλησιάδας· τὰς θύρας τῆς σκηνῆς AS
*κλησίασον· σύναξον (Lev. 8,3 ..) A
*κλησιάων· σκηνῶν (Β 91) AgN
κλήτεσι· ταμείοις. σκηναῖς (Ps. 127,3)
*κλητεύει· καλεῖ εἰς δικαστήριον ASg
κλητεύεις· μαρτυρεῖς
κλητήρ· ὁ εἰς δίκην καλῶν, ὁ κλητεύων, καὶ μαρτυρῶν τοῖς
καλοῦσιν εἰς δίκην
κλητῆρα· τὸν καλέσαντα. Ἴων Φρουροῖς (fr. 49)
κλητεύων· μαρτυρῶν τοῖς καλοῦσι δικάσασθαι
†κλητή· νεοσσεία
*κλητῆρες· μάρτυρες ASvg
κλητόν· κεκλημένον
*κλητός· ὁ ἐξ ὀνόματος κεκλημένος (Ι 165). ἢ ὁ ἔνδοξος (Γ
451 ..) (g)
κλητροί· κλήτορες
κλητόν· καλούμενον. κληθέντα
κλήτωρ· κήρυξ r. ἄγγελος. ὑπηρέτης. μάρτυς
κλιδία· τάριχος ...
κλίμακες· πάλης εἶδος (Soph. Trach. 520)
κλιμακοφόρος· ὁ ἐπὶ κλιμακίου τιθεὶς τὸν νεκρόν
†κλιμακίας· ... τις τῶν πυρῶν
κλιμακισμοί· πάλαισμα ποιόν
κλιμακτῆρες· οἱ τῆς κλίμακος βαθμοί (Aristoph. fr. 277) r
κλίματα· [ὑποδήματα]
κλῖναι· τροπαὶ τῶν μαχομένων. καὶ τὸ περιέχεσθαι ἔξωθεν
ὑπό τινος. καὶ τὸ σύνηθες
κλῖναν· ἐτρέψαντο, ὑπεχώρησαν
κλίνθη· κατεκλίθη. ἐπέκλινεν (Ψ 232)
κλινθῆναι· ἀνακλιθῆναι. ἀνακλῖναι (Ψ 335)
κλινίς· ἐπὶ τῆς ἁμάξης νυμφικὴ καθέδρα
κλίνῃσι τάλαντα· μεταβάλλῃ τὰ ζυγά (Τ 223)
κλινθήτην· ἐκλίθησαν (Κ 350)
κλῖθρος· [εἶδος δένδρου. ἢ μοχλός]
*κλινοπετεῖς· ἐπὶ δίφρου καθήμενοι r. AS (g)
κλεινός· ἔνδοξος. ἀγαθός, καλός
†κλινόστριχνον· τὴν ψαλίδα
κλιντήρ· δίφρος r. ἀνακλιτός. {φορεῖον} r
κλιντῆρες· δίφροι, κλῖναι
κλίνη· κράββατος r
κλινίδιον· r ὑποκοριστικῶς τὸ αὐτό
*κλισία· κλίνη A. σκηνή r. Abs
*κλισιάδες· αἱ δίπτυχοι θύραι vgnp. κλισίαι
κλισίαι· αἱ αὔλειοι πυλῶνες
κλισίη· σκηνή. καθέδρα (δ 123) καὶ ἡ ἔπαυλις (π 159)· ἀπὸ
τοῦ {κλίνεσθαι} ἐν αὐτῇ τὰ θρέμματα. καὶ πρόθυρον. Νίκαν-
δρος
κλισία· στήλη. οἱ δὲ κρηπῖδα, ἐν ᾗ οἱ θρόνοι ἔκειντο. Διο-
νύσιος δὲ Ποσειδῶνος οἶκον
κλισίον· πανδοχεῖον r. s. ἢ βάσις, ἐφ' ᾗ τίθεται [ὁ θρόνος
(ω 208) r
κλισίον· προστάς. πρόστῳον. καὶ βοῶν στάσις καὶ εἴσοδος.
ἔνιοι τὰς τοῦ πυλῶνος θύρας πλατείας, εἰς ἃς δύναται ζεῦγος
βοῶν εἰσελθεῖν
*κλισμοί· θρόνοι [ἢ] ἀνάκλιτα {ἔχοντες} ASgn
κλίσις· ὀνομασία
κλίτα· στοαί. ἢ σέλλας εἰς τὸ κατακλίνεσθαι
κλίτος· τόπος [κατωφερής r
κλιτῦς καὶ {κλιτύες}· τὰ ἀποκλίματα τῶν ὀρῶν. ἢ τὰ κατα-
φερῆ τῶν ὑδάτων. ἢ κλίμακες. ἢ ὀρῶν λόφοι. καὶ αὐλῶνας.
καὶ φάραγγας (Π 390)
†κλιμαδόν· ὁ δερμάτινος δίφρος
κλοιός· μέρος τι τῆς νεώς. ἢ *περιτραχήλιος δεσμός r ASg,
κολλάριον S(A), ἤτοι μανιάκης (Gen. 41,42 ..)
†κλοῖστρον· κλῶστρον†
κλοιωτά· δεσμοῖς διεξειλημμένα. {Κλοιὸς} γὰρ εἶδος δεσμοῦ
περιτραχηλίου
κλοιώτης· ὁ δεσμώτης r
*†κλοιτοιμωγεῖς· ἀκουσταὶ θρήνου AS
κλοιῶν· εἶδος ὀρνέων (ρ 755)
κλονεῖ· ταράσσει. φθείρει. φοβεῖ
κλονεῖται· φθείρεται. εἴργεται
*κλονέονται· ταράττονται (Ξ 59) A (g)
κλονέοντο· ἐθορυβοῦντο, *[ἐταράσσοντο Sgn. καὶ τὰ ὅμοια
(Ε 8)
κλόνες· αἱ ἐκφύσεις τῶν δένδρων
κλόνιν· ἰσχίον. ῥάχις. ὀσφύς. κοτύλαι, γλουτὰ καὶ τὰ ὅμοια
*κλόνος· ταραχὴ πολέμου ASvg ἢ σεισμός n
*κλονούμενος· ταρασσόμενος A (v) gn
κλοτοπεύειν· παραλογίζεσθαι. ἀπατᾶν. κλεψιγαμεῖν. *[στραγ-
γεύεσθαι (Τ 149) ASn
κλονιστήρ· παραμήριος μάχαιρα. παρίσχιον
κλοτοπευτής· ἐξαλλάκτης. ἀλαζών
κλύδιον· [πέλαγος]
κλύδων· †χώρα. καὶ ἡ τοῦ ὕδατος φορά, ἢ *[κυμάτων σφο-
δρότης r (ASn)
*κλυδωνίζεται· ταράττεται A. παρακρούεται (Isai. 57,20) AS
κλυδώνιον· πέλαγος. χειμών. καὶ θόρυβος πραγμάτων (Eur.
Hec. 48?)
*κλύει· ἐπακούει (Eur. Hec. 1093) ASvgn
κλύειν· ἀκούειν, αἰσθάνεσθαι· μάλιστα δέ {τ'} ἔκλυον αὐτοί
(ζ 185)
κλύζει· πλημμυρεῖ, ῥέει. βρύει
*κλῦθι· ἄκουσον r. gnps
Κλύμενος· ἰατρὸς ἀφυής, ὃν Ἀριστοφάνης (fr. 704) φησὶν
ἀναμεμίχθαι τῷ Μορσίμῳ διὰ τὸ καὶ τὸν Μόρσιμον ἰατρὸν
εἶναι ἀφυῆ. ἦν δὲ καὶ τραγῳδοποιὸς ἀφυὴς ὁ Μόρσιμος. λέγεται
δὲ καὶ ὁ κισσός, ὡς Ἀντίμαχος· κισσοῦ τε κλυμένοιο καὶ ἀμπε-
λίνης (fr. 85 W.)
κλύοις· [δεσμοῖς]
*κλῦθί μευ· ἐπάκουσόν μου (Α 37) gnp
κλυταί· ἔνδοξοι. ἀγαθοί, καλοί. τίμιοι. πολλοί. ἢ *πανταχοῦ
κηρυττόμενοι (AS)
Κλυτίδη· Κλυτοῦ παῖ (ο 540)
*κλυτοπώλῳ· ἐνδοξοπώλῳ A. ἱππεὺς ἀγαθός (Ε 654)
*κλυτοτόξῳ· τῷ κατὰ τὴν τοξείαν ἐνδόξῳ (Δ 101) A
κλυτὸς ὄρνις· ὁ ἀλεκτρυών
*κλυτοτέχνης· περιβόητος διὰ τὴν τέχνην (Α 571) (ASgn)
κλύων· ἐπακούων
κλωγμός· ὁ διὰ τῆς γλώττης περὶ τὸν οὐρανίσκον ψόφος r. S,
ὃν {λάκησίν} τινές φασιν, οἷον οἱ ὀνηλάται ποιοῦνται κυρίως
†κλῶδις· κλέπτης
Κλώδωνας· τὰς Μιμαλλόνας, μαινάδας, βάκχας
κλώζειν· τὸ ἐκβαλεῖν ἐκ τῶν θεάτρων· {κλωγμοὺς} γὰρ ἔλεγον
κατὰ μίμησιν τῶν γινομένων ἐν τοῖς στόμασι ψόφων, οὓς πρὸς
τὰς ἐκβολὰς ἐχρῶντο τῶν ποιητῶν (Dem. 21,226)
κλώθει· κατασπᾷ g νήθει. [ἐπιμερίζει ns. [βλαστάνει, καλῶς
αὔξεται]
Κλῶθες· Μοῖραι (η 197 v. l.)
κλωκυδά· τὸ καθῆσθαι ἐπ' ἀμφοτέροις ποσίν
κλωμακόεν· κρημνῶδες. δύσβατον r
κλωμακόεσσαν· πολλὰ ἀποκλίματα ἔχουσαν· ἀφ' οὗ τὴν
τραχεῖαν καὶ ὀρεινὴν σημαίνει, ἢ κρημνώδη, ἢ [δύσβατον
(Β 729 v. l.) (r)
κλῶν· συντρίβων. κατασπῶν
κλώνακα· ῥάβδον. [καὶ τὰ κλιμακώδη χωρία]
κλῶναξ· κλάδος
κλῶντες· σπῶντες. συντρίβοντες r
κλωπᾶσθαι· ἐπιθυμεῖν. θέλειν. καὶ τὸ λάθρα καὶ ἀψοφητὶ
ἰέναι καὶ πράσσειν, καὶ κλέπτεσθαι
κλωπεία· ὄρχησίς τις, ὡς Ἰόβας ἐν τετάρτῳ Θεατρικῶν
*κλῶπες· κλέπται (Eur. Rhes. 645) Sgb
κλωπωμένη· λάθρα καὶ ἀψόφως περϊοῦσα. καὶ ἐφιεμένη παρὰ
τὸ κλέπτεσθαι. [δὲ οὕτως] τὸ προθυμεῖσθαι δὲ οὕτως ἔλεγον
κλώσκων· ἐπικλώθων
κλωστήρ· τὸ κεκλωσμένον ῥάμμα (Ar. Ran. 1349)
*κλώψ· κλέπτης (Greg. Naz. c. 2,1, 55,3) AgNp
κμητά· πεποιημένα, πεπονημένα.
κναδάλλεται· κνήθεται
*†κνάξει· βοήσει ASvgN
κνακός· ψαρὸς ἵππος
κνακόν· λευκόν. πυρρόν
κνάμπτει· κάμπτει. καταξαίνει. κατίσχει
†κνάξ· γάλα †λευκόν
κνάμπτομαι· κακοῦμαι. καταπονοῦμαι. καταξύομαι
κνάπτειν κελεύω γλῶσσαν· συνέχειν ἐντὸς τῶν ὀδόντων
κελεύω τὴν γλῶτταν (trag. ad. 224)
κναπτόμενον· ξαινόμενον
κνᾶσαι· ὀλέσαι. λυπῆσαι {Λάκωνες}
κναστήριον· [ἐνήλατο. Λάκωνες]
*κνάφοι· ἄκανθαι, αἷς κνάπτεται τὰ ἱμάτια AS
κνάφου δίκην· ὅταν ἐν κύκλῳ οἱ κναφεῖς περιέλκωσι τὰ ἱμάτια
περὶ τὸν λεγόμενον {κνάφον}. ἔστι δὲ τοῦτο φυτὸν ἀκανθῶδες
*κνεομένων· πονουμένων ASg
κνέφαλλον· τύλη. ἣν δὲ ἡμεῖς τύλην, Ἀττικοὶ τυλεῖον. καὶ
†πιλός, καὶ προσκεφάλαιον, *ἢ τύλη ASg
κνέφας· ἑσπέρα, σκοτία νύξ, κενὴ φάους
*κνέφας· σκότος (Α 475) r. nps
κνέωρον· φυτόν τι, ὃ τοῖς Θεσμοφορίοις ὑποστόρνυται, καὶ
ὃ εἰς κάθαρσιν χρῶνται. καὶ γυναικεῖον μόριον
κνῆ· ἔκοπτεν (Λ 638) r (n)
κνηθμός· κνησμός
*κνηθόμενοι τὴν ἀκοήν· ζητοῦντές τι ἀκοῦσαι καθ' ἡδονήν
(2. Timoth. 4,3) AS
κνηκίς· κνηκοειδὴς τοῦ ἀέρος κατάστασις r. καὶ δέῤῥις λεπτή.
καὶ νεφέλιον λεπτόν. καὶ μελανία. καὶ ἔλαφος
κνηκὶς ἐπενήνοθε· μελανία τις τῷ σώματι. ἄλλοι δὲ ἐπὶ τῶν
νεφῶν εἶπον
κνηκόν· τὸ κροκίζον χρῶμα, ἀπὸ τοῦ ἄνθους· ὅτε δὲ ἀπὸ
καρποῦ, τὸ λευκόν
κνῆκος· λευκός. καὶ εἶδός τι σπέρματος. καὶ πυρρός
κνῆμαι· τὰ διερείδοντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. αἱ
κερκίδες. αἱ τῶν τροχῶν ῥάβδοι χάλκεα ὀκτάκνημα (Ε 723)
καὶ ὁδοὶ ἀνώμαλοι καὶ ἀναντώδεις. καὶ ἡμῶν κνῆμαι, ἤγουν
τὰ σκέλη· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί (Υ 37).
κνήμαργος· κνημώδης, [παχύκνημος r
*κνήμη· μέρος ποδός A
*κνημοῖσι· τοῖς τραχέσι [τόποις καὶ δυσβάτοις (Β 821 ..) n
κνημίαι· φθοραί. καὶ τὰ ὀρθὰ ξύλα τῶν θρόνων, ὅπου ἐστὶν
ἐπικλίνειν
κνημίας· τὰ ἀντικνήμια. καὶ τὰ ἐπὶ τῶν θρόνων ἑκατέρωθεν
ξύλα διὰ τὴν καθέδραν πεπηγότα. καὶ τὰ ἐν τοῖς ἁρματείοις
τροχοῖς. καὶ τὰ τῆς ἁμάξης περιθέματα
κνημοῦμαι· φθείρομαι
κνημούς· δασεῖς, τραχεῖς καὶ δυσβάτους τόπους (δ 337)
κνημωθῆναι· φθαρῆναι r
κνημῶσαι· περιχῶσαι, φράξαι. φθεῖραι. κλεῖσαι. περιελθεῖν
κνηστήρ· φθορεύς r ὀλετήρ
*κνῆν· κνήθειν AS
κνῆστις· κοπὶς σιδηρᾶ. ξυστήρ, ἐν ᾧ ξύουσι τὸν τυρόν
(Λ 640). τινὲς δὲ καὶ τὴν ῥάχιν ἀκούουσιν. ἔνιοι τὸ †ἀκνεῖν
κνηστός· ἄρτος. Ἀρτεμίδωρος
κνῆστρον· τὸ κνέωρον (Hippocr. mul. aff. 1,80)
κνίδαι· ἀκαλῆφαι. καὶ πόα τις
κνιδᾶται· δάκνεται. ἴσως ἀπὸ τῆς πόας
*Κνίδος· νῆσος {ἐγγὺς} Ῥόδου ASn
κνίζει· λυπεῖ (Eur. Med. 599)
κνιδοῦντες· κνίδῃ μαστιγοῦντες
*κνίζων· [ἢ κνιζίων.] λυπῶν. ἢ συκάμινα τέμνων (Amos
7,14) gSn
κνιπή· πτιλή
κνιπεῖν· σείειν, ξύειν [μέλαθρα καὶ δοκούς]
κνῖπες· ὄμματα περιβεβρωμένα. καὶ ζωύφια τῶν ξυλοφάγων
κνιπίδες· πέρασμα δορᾶς
κνῖσα· ἀτμός, καπνὸς τῶν θυσιῶν (Α 317). καὶ τὸ λίπος τοῦ
ἱερείου (σ 45) καὶ ὁ ἐπίπλους (γ 457)
κνίσσαι· φθεῖραι, ὀλέσαι. λυπῆσαι
κνισαλέῳ· περικαπνιστῷ
*κνίσης τε· τῆς ἀναθυμιάσεως. ἢ τοῦ λίπους (σ 45) ASn
κνισῆεν· εὐῶδες (κ 10) r
κνισμός· *ζηλοτυπία r. AS. ἢ μέλος τι κνισμῷ αὐλούμενον
κνισολοιχός· λίχνος (Antiph. fr. 64 ..)
κνιστὰ λάχανα· συγκεκομμένα (Ar. fr. 79)
κνίφεα· κνίδας
*κνίψ· ζῶον πτηνόν, ὅμοιον κώνωπι S(A)
κνοῦς· ὁ ἐκ τοῦ ἄξονος ἦχος. λέγεται δὲ καὶ {κνοή}. καὶ ὁ τῶν
ποδῶν ψόφος, ὡς Αἰσχύλος Σφιγγί (fr. 227). τινὲς δέ φασιν
κνοῦν μὲν ἦχον, χνόην δὲ περὶ ὃ μέρος τοῦ ἄξονος, ἡ χοινικίς
κνῦ· τὸ ἐλάχιστον
κνύειν· κνήθειν, ξύειν (Men. frg. 859 Körte)
κνύζα· [κνυζηθμός} S, ἀπὸ τοῦ {κνυζᾶσθαι}· ἐπὶ τῶν κυνῶν.
καὶ] ἡ κόνυζα κατὰ συγκοπήν
κνύζεσθαι· μοχθεῖν. κλαίειν. †ἀφανίζεσθαι
κνυζηθμός· ἰδίωμα ἤχου φωνῆς (π 163), καὶ *[κλαυθμός
κνυζόν· ἀέρα ἐπινέφελον καὶ πνευματώδη (r) rp
κνυζοί· οἱ τὰ ὄμματα πονοῦντες (r)
κνυζούμενον· στένοντα. [ἢ φωνὴ κυνῶν [ἢ] κνυζηθμὸς γοερὸν
φθεγγομένων]
κνυζώσω· συσπάσω. κακώσω (ν 401)
κνύζωψ· λάχανον, ὅμοιον σελίνῳ
κνυθόν· σμικρόν
κνυπώσω· θριγκώσω
κνύφος· ἄκανθα μικρά r
κνώδακες· οἱ ἐν τοῖς φυσητῆρσιν ἀσκοί S
*κνώδαλα· κυρίως, τὰ θαλάττια θηρία· ASvgn κινώδαλα γάρ
ἐστιν τὰ ἐν τῇ ἁλὶ κινούμενα (r) Ὅμηρος δὲ ἐπὶ χερσαίου
φησὶν (ρ 317) *{κνώδαλον}, θηρίον, ἢ ζῷον μικρόν (Sap.
11,16) vgn
κνώδαξ· κέντρον ἄξονος, γνώμων. ὄργανον χρυσοχοϊκόν. καὶ
χαλινόν
κνώδη· χωρία. θηρία
κνώδων· ἡ ἀκμὴ τοῦ ξίφους καὶ τοῦ δόρατος (Soph. Ai. 1025)
κνωσμός· ἡσυχία πάντων
κνώσσειν· ὑπνοῦν, καθεύδειν, κοιμᾶσθαι. ῥέγχειν
*κνώμενοι· κνηθόμενοι ASvg
κνωπεύς· ἄρκτος. ἔνιοι {κνουπεύς}
*Κνωσσός· πόλις {Κρήτης} (Β 646) gSn
*κνώσσοντι· καθεύδοντι (Greg. Naz. c. 2, 1, 45,229) (gn)
Κνώσια κῶλα· τὰ ὁρμητικά (trag. ad. 225?)
κοᾷ· ἀκούει. πεύθεται
κοάλεμος· ἠλίθιος, ἀνόητος
†κοαλδδεῖν· Λυδοὶ τὸν βασιλέα
†Κοαλιδεῖν· βάρβαρον ἔθνος
†κόαλοι· βάρβαροι
κόαξ· βάτραχος r. S.
κόαρον· ἐλάχιστον
κοᾶσαι· αἰσθέσθαι
κοάχλικας· [ἄρτους]
κόβακτρα· κοβαλεύματα, [πανουργήματα n
κόβαλος· *πανοῦργος ASvgn. κακοῦργος. στωμύλος, λάλος,
ἀφ' οὗ καὶ ὁ κομψός. ἔνιοι μάταιος. ἄλλοι κροταφιστής, ἄσω-
τος, τωθαστής, ἀπατεών. κακόλαλος
κόβαρος· ὄνος
κόβειρα· γελοῖα
κόβειρος· γελοιαστής, σκώπτης, λοιδοριστής
κοβελίσκον· τρυβλίον
κόγκαλος· [κονιορτός]
κογκυλεύοντες· κογκύλιον ἐκπιάζοντες
κόγξ· ὁμοίως {πάξ}. ἐπιφώνημα τετελεσμένοις. καὶ τῆς δικα-
στικῆς ψήφου ἦχος, ὡς ὁ τῆς κλεψύδρας παρὰ [δὲ] Ἀττικοῖς
{βλόψ}
κογχαλίζειν· πεποίηται ἀπὸ τοῦ ἤχου τῶν κόγχων
κόγχας· καὶ χήμας καὶ τὸ μέτρον [{κόγχναι}· αἱ ὄγχναι]
κόγχην διελεῖν· παροιμία ἐπὶ τοῦ ῥᾳδίως τι ποιῆσαι (Tele-
clid. fr. 19)
κόγχης ἄξιον· ἐπὶ τοῦ εὐτελοῦς ἐτίθεσαν
κογχίτης· εἶδος λίθου
κόγχον διεῖλες· ἴσον ἐποίησας
κόγχος· κοχλίας
κογχυλαγόνες· γυναῖκες, νύμφαι
κογχύλαι· κηκῖδες
κογχύλια· τὰ ὄστρεα. καὶ πορφύραι (r)
κογχυλίας λίθος· σκληρός, ἔχων ἐν ἑαυτῷ κογχυλίου τύπους
(Ar frg. 193)
κόδαλα· ἰχθῦς, κεστρεύς
κοδαλεύεσθαι· ἔνδον διατρίβειν
κοδαλεύομαι· ἐνδομυχῶ
κοδαλευομένη· ἀρεσκευομένη. ἀπραγοῦσα
κοδομεῖαι· φρυκτωρίαι
κοδράντης· τὸ πᾶν, ἢ τὸ τέταρτον τῆς φόλλεως, ἢ λεπτόν·
τὸ δὲ {λεπτὸν} ἑξακισχιλιοστὸν ταλάντου, ὅ ἐστι νουμμίον ἕν,
ἢ κοκκία τρία. τὸ δὲ {τάλαντον} λίτραι ἑκατὸν εἰκοσιπέντε.
ὁ δὲ {κοδράντης} νουμμία τρία. ὁ δὲ ἔσχατος κοδράντης τὸ
τέταρτον τῆς φόλλεως
κοδομεύει· φρύγει τὰς κριθάς. καὶ {τὸ} ἔργον κοδομεία
κοδομεύειν· τὸ ἐν ἰπνῷ φρύγειν, ἤ τινι ἀγγείῳ
κοδομεύς· ὁ ἐπιπάσσων τῷ φρυγεῖ, τὰς κριθὰς φρύγων
κοδομή· ὄνομα θεραπαίνης. ἀπὸ τοῦ {κοδομεύειν}, ὅπερ
ἐστὶν ἐν ἰπνῷ φρύγειν
†κοδομία· ὑπνία. φρυκτία. ἀλετρία
*κοδράντης· τὸ πᾶν, ἢ λεπτὰ δύο· ASvgn τὸ δὲ {λεπτὸν}
ἑξακισχιλιοστὸν ταλάντου (Marc. 12,42 ..)
Κόδρους· οὓς ἡμεῖς λέγομεν Κρονικούς τινας, τὸ ἀρχαῖον αὐτῶν
ἐμφανίζοντες
*{Κόδρος}· Ἀθηναῖος, λαμπρὸς τῷ γένει AS
κοδύμαλον· τὸ στρουθίον μῆλον. οἱ δὲ κυδώνιον. οἱ δὲ ἄνθους
εἶδος. οἱ δὲ κόσμος περιτραχήλιος
κοδώνεα· σῦκα χειμερινά. καὶ καρύων εἶδος Περσικῶν
†κοθεῖ· αἰσθάνεται, νοεῖ
κόθημα· ἐπὶ τοῦ αἰδοίου. καὶ {κότιλον} ὁμοίως
*κόθορνος· ὑπόδημα ἀμφοτέροις τοῖς ποσὶ πεποιημένον ASvg.
τινὲς δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἐφαρμόττειν φασὶ τὸ ὑπό-
δημα τὸ κόθορνον (n)
κοθοῦριν· ἀλώπεκα
κόθουρος· ἀργός, ἄκεντρος. κολόβουρος. σιτοκοῦρος. ἀχρεῖος.
κακοῦργος (Hes. op. 304). [ἀλώπηξ]
κοθώ· [βλάβη]
Κοθωκίδαι· δῆμος {Οἰνηίδος}
*κωθωνίσαι· μεθύσαι ASvg. {Κώθων} γὰρ τὸ μέγα ποτήριον
(ASg)
κώθων· περιφερὲς καὶ μέγα ποτήριον r
†κοία· κλέψημα
κοῖα· τὰ κοῖλα
κοιάζει· ἐνεχυράζει
κοίας· σφαίρας. ἢ λίθους (Antim. fr. 89 Wyss)
κοίασον· σύνθες
κοιᾶται· ἱερᾶται
κοίελος· τὸ ἐν τοῖς κυάμοις θηρίδιον
κοΐζειν· τὰ χοιρίδια μιμητικῶς λέγεται
κοίημα· [γέννημα]
κοίης· ἱερεὺς Καβείρων, ὁ καθαίρων φονέα. οἱ δὲ {κόης}
κόϊκες· ἐν Αἰθιοπίᾳ φοινίκων εἶδος. καὶ τὰ πεπλεγμένα ἐκ τῶν
φύλλων τοῦ δένδρου σκεύη, φορμοί
κοικύλλειν· περιβλέπειν· {κύλα} γὰρ τὰ ἐπάνω τῶν ὀφθαλ- | <μῶν>. οἱ δὲ τὸ περιστρέφεσθαι καὶ διατρίβειν περιβλεπόμενον.
ἄλλοι φθονεῖν (Ar. Thesm. 852)
κοιλάδες· πεδία. λιβάδες (Mich. 1,4)
κοιλάς· τὸ εὔδιον. *καὶ ἡ βαθεῖα γῆ r. ASvgn
*κοίλῃσι· βαθείαις (Α 26) n
Κοιλία· ὀχετὸς ἐν Κυρήνῃ. [καὶ τὸ ἐκ ξύλων οἴκημα]
Κοίλη· δῆμος Ἀττικῆς
κοιλίσκον· κοῖλον ...
*κοιλώμασι· ταπεινώμασιν AS
κοῖλον τοῦ ποδὸς δεῖξαι· ἐπὶ τῶν εἰς φυγὴν τρεπομένων
κοῖλον λόχον· τὸν δούριον ἵππον (δ 277)
κοιλότερα· βαθύτερα
†κοιλοπίτυξ· †ὁπλίτης. τινὲς δὲ ὀϊστός
†κοιλῶπαν· περίζωμα
κόϊλον· κοῖλον
κοῖλος θυρεών· οὐκ ἔχων θύρας
κοῖλυ· τὸ κοῖλον
κοιλώτεα· [δένδρον τι]
κοίμαστρον· κοιτών
κοιμηθέντι· κατακλιθέντι, οὐ πάντως ὑπνώσαντι (υ 4)
κοιμηθῆναι· κατακλιθῆναι. ὑπνῶσαι (η 343)
κοιμίζει· κατακλίνει
a) κοινά· χόρτος. b) *{κοινῇ}· δημοσίᾳ AS
*κοινεῖον· πορνεῖον r. ASvg
κοινοβούλως· τοὺς συνέδρους
κοινοδήμιον· τὸ δημόσιον. ἢ τὸ δικαστήριον
*κοινολογεῖται· κοινῇ διαλέγεται (1. Macc. 15,28) ASvg
κοινοκατθέτας· συνθηκοφύλακας r
*κοινόν· βδελυκτόν, ἀκάθαρτον (Rom. 14,14) ASn
κοινός· δεσπότης. καὶ μέρος τι τῆς νεώς. δῆμος. ἀδελφός. Σο-
φοκλῆς Ἀντιγόνῃ· ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα (1)
καὶ ἐν Ὑδροφόροις· πολύκοινον Ἀμφιτρίτην (fr. 612)
κοινῶνας· κοινωνούς
κοινῶσαι· προσανενεγκεῖν
*κοινὸς Ἑρμῆς· παροιμία ἐπὶ τῶν κοινῇ τι εὑρισκόντων AS
κοῖον· ἐνέχυρον r
κοιόλης· ὁ ἱερεύς
κοιοφόρος· [ἔγκυος, ἐγγαστρωμένη]
†κοιπποίβα· πᾶν σπέρμα. Ἀχαιοί
κοιρανέων· κοίρανος καθιστάς. ἢ τὰ τοῦ [κοιράνου ἔργα ἐπι-
τελῶν n, κελεύων βασιλικῶς ἢ βασιλεύων (Β 207)
κοίρανος· ὁ ἐπικρατῶν, καὶ ἡγεμονεύων, *[βασιλεύς (Β 204 ..)
ASvgn
†κοίσκαι· δίκαιοι
†κοισσοί· κορμοί
*κοῖται· γυναικῶν ἐπιθυμίαι (ASvg)
κοιτάσαι· κατακοιμῆσαι
κοίτη· κίστη, ἐν ᾗ τὰ βρώματα ἔφερον. αἱ δὲ μικραὶ {κοιτίδες}
κοιτίς· ἡ μικροτέρα κίστη, ἐν ᾗ {ὁ} γυναικεῖος κόσμος ἀπε-
τίθετο
*κοῖτον ἰαύει· εἰς τὴν κοίτην ἐγκοιμᾶται (Eur. Rhes. 740) Agn
κοῖτος· ὁ ἐν τῇ κοίτῃ ὕπνος. (η 138) καὶ θηλυκῶς ἡ {κοίτη}
κοιτών· τὸ δωμάτιον
κοιφόν· κοῖλον
κοιώσατο· ἀφιερώσατο, καθιερώσατο
κόκκαλος· ῥόμβος. στρόβιλος. πεύκη (Hippocr. vict. acut. 2,10,
II 456 L.)
κοκκίδα· αἴγειρον
κοκκόαξ· κορώνη r
κοκκοῦσα· συκῆ
κοκκοβάγη· γλαῦξ r
κοκκοθραύστης· ὄρνις ποιός
κόκκονοι· οἱ πυρῆνες τῶν ἐλαιῶν
κόκκος· ἐξ οὗ τὸ φοινικοῦν βάπτεται. καὶ αὐτὸ τὸ χρῶμα r.
καὶ τὸ γυναικεῖον μόριον. καὶ ὁ τοῦ σίτου κόκκος
κόκκον· τὴν τοῦ σίτου κεγχραμίδα r. [καὶ ἐπιβόημα οἰονόμου]
κοκκοχλύζειν· συλλαβίζειν
κοκκοποιόν· κοκκοβαφές
κόκκυ· τὸ ἐλάχιστον (Ar. Av. 507)
Κοκκυβίας· ὄνομα κύριον
κόκκυγες {γε γ#}· ἐπὶ ὑπονοηθέντων πλειόνων εἶναι, καὶ ὀλί-
γων ὄντων (Ar. Ach. 598)
κοκκυγίαν· ἄνεμον, οἱ Κροτωνιᾶται
κοκκύζει· ταράσσει. [φωνεῖ ὀξέως r
κοκκύμηλα· ὁ καρπός ...
κόκκυξ· τὸ ζῷον. ἢ τὸ [ὄρνεον r. καὶ ἡ βοτάνη. καὶ ὁ πρό-
βολος. καὶ τοῦ ἱεροῦ ὀστέου τὸ πρὸς τοῖς ἰσχίοις. καὶ λόφος,
καὶ [περικεφαλαία r
κόκκυς· [λόφος]
κόκκωνες· οἱ κόκκοι τῆς ῥοιᾶς. καὶ ὅθεν ἰξός (Solo fr. 40 B.)
†κοκρύνδακοι· κυλλοί
κοκρύδων· λῃστῶν. κλεπτῶν
κοκύαι· οἱ πάπποι καὶ οἱ [πρόγονοι (p)
a) [κῶλα· ὀστᾶ. μέλη. ἢ ὅπλα. καὶ] b) ....· εἶδος ὀρχήσεως,
ὃ καὶ ξιφισμός
κολαβρίζειν· σκιρτᾶν
κολαβρευομένη· κώλοις ἁλλομένη
κόλαβρον· τὸ χοιρίδιον
κολάζειν· περαίνειν, †ὀγκᾶσθαι
Κολακοφωροκλείδης· Ἱεροκλείδης, ὃν ἐπὶ πονηρίᾳ κωμῳδοῦ-
σιν, Ἕρμιππος μὲν ἐν Κέρκωψι (fr. 38), Φρύνιχος δὲ ἐν Κωμασταῖς
(fr. 17). ὁ δὲ Ἀσκληπιάδης Κλεώνυμον εἶναι ὑπέλαβεν, οὐδὲ
τὸ τέλειον τοῦ ὀνόματος ἐπιστήσας
κολάττην· κόλακα
Κολακώνυμος· Κλεώνυμος λέγεται Κολακώνυμος· κόλαξ γάρ
(Ar. Vesp. 592)
κολάπτει· κλώθει πρὸς τῷ γόνατι, ἢ *γλύφει ASvg
κόλασις· τιμωρία r
κολασσία· [ἀνδριάντος σκιά. καὶ τὸ εἰς ὕψος ἀνάστημα]
κολαφιζόμενος· ῥαπιζόμενος
κόλαφος· κόνδυλος r. παρὰ δὲ Ἐπιχάρμῳ ἐν Ἀγρωστίνῳ καὶ
παιδοτρίβου ὄνομα (fr. 1)
κολέα· ποιά τις ὄρχησις
κολεάζοντες· ὠθοῦντες [κολούοντες] περαίνοντες
κολεάμος· [ματαιόφρων]
κολεασμός· τὸ περαίνεσθαι. πεποίηται δὲ ἀπὸ τοῦ {κόλου}
καὶ ἀπὸ τοῦ καθιέναι εἰς τὸ {κόλον}· τοῦτο δὲ {κολεάζειν}
ἔλεγον
κολέαρχος· κακόσχολον ὄνομα
κολεῖν· [ἐλθεῖν]
κολεκάνοι· τοῦτο ἐπὶ μήκους σὺν λεπτότητι ἐτάσσετο. Στράτ-
τις δὲ ἔν τῳ φορτικῷ δραματίῳ· Ποῦ 'στιν; οὐκ ἄξει τις ἔξω
τὴν †ἀποῦσαν μητέρα τῶν διδύμων †κολέκαν λέγων †(fr. 64)
κολεός· *ἡ θήκη τοῦ ξίφους ASvgn. καὶ λάρναξ. καὶ ὑδρία
κόλερα· [νόθα] νωθρά (Aristoph.). ἔνιοι δὲ πρόβατα τραχέα ...
κολεάσα· [ἀναθήματα]
Κολαινίς· Ἄρτεμις ἀπὸ {Κολαίνου} τοὔνομα λαβοῦσα
κολετρῶσι· καταπατοῦσι. ἀπὸ τῶν τὰς ἐλαίας πατούντων,
ὃ δὴ λέγουσι {κολετρᾶν}. ἔνιοι δέ· ἐνάλλονται εἰς τὸ {κόλον},
ὃ δηλοῖ εἰς τὴν γαστέρα (Ar. Nub. 552)
κοληβάζει· ἐσθίει. καταπίνει
κολία· ὀρχήσεως εἶδος. καὶ ἐπικήδεια. καὶ μέτρον τι· καὶ τὸ
ἡμικόλιον. καὶ τὰ ἐκ μέλιτος τρωγάλια
†κολιᾶν· ἐρίζειν. ἀγνωμονεῖν
κολιάσαι· ὀρχήσασθαι
κόλλεα· περιτμήματα δερμάτων, ἀφ' ὧν ἕψεται ἡ κόλλα τοῦ βοός
κόλλα· [τοῦ βοὸς τὸ νωτιαῖον δέρμα, ἐξ οὗ τὸ κολλᾶν]
κόλλοπες· οἱ κόλλαβοι, περὶ οὓς αἱ χορδαί· τὸ γὰρ νωτιαῖον,
τὸ τραχηλιαῖον τοῦ βοός, {κόλλοψ}, διὰ τὸ εἰς κόλλαν εὐθετεῖν.
καὶ τοὺς σκληροὺς δὲ καὶ παρηβηκότας παῖδας ἐντεῦθεν {κόλ-
λοπάς} φασιν
κολλήεντα· †κακῶς [κεκολλημένα n, ἢ τὰ ἐκ συμβλημάτων
[ἡρμοσμένα (Ο 389) n
κολλητὰς σανίδας· τὰς θύρας, τὰ θυρώματα (Ι 583)
Κολλίδαι· γένος ἰθαγενῶν
†κόλιξ· τὸ γαρδούμιον p
κόλλικας· εἶδός τι ἄρτου
κόλλικος νόμον· τὸν κόρδακα κόλλικα λέγουσι καὶ κορδακίς-
ματα ...
κόλλοπι κολλάβῳ (φ 407)
κολλοπίζειν· καθέλκειν
κολλοπῶσαι· κατακολλῆσαι
κολλούρας· ἄρτος
κόλλοψ· τοῦ νώτου ἡ φορίνη, καὶ τῆς λοφιᾶς τὸ ἄκρον
κόλλυβα· τρωγάλια (r)
κολλυβιστής· *τραπεζίτης· {κόλλυβος} γὰρ εἶδος νομίσματος
(Ev. Marc. 11,15) r. ASgn, καὶ ὁ ἐν τῷ χαλκῷ κεχαραγμένος
βοῦς
κολλύρα· Θεόφραστος ἐπὶ τῶν ἐκ τέφρας πεπλασμένων, ἢ
ἔγχουσα
κολλυρίων· ὄρνις ποιός
κολλύχνιον· καρύου λέπισμα
κολοβάφινα· τὰ κολλοβαφῆ
*κολοβοῖ· ἐπικόπτει ASvg
κολοβός· κοντός r. σμικρός. ὀλιγοστός. ἢ ἐστερημένος. καὶ
νόμος τις κιθαρῳδικός
κολοιβάζειν· [ἀτάκτως ἐσθίειν]
κολοίδιον· παραξιφίδιον
κολοίδορον· ξύλον μάχας ποιούντων ἐπεισφερόμενον
κολοιή· φωνή ...
κολοιοί· σκῶπες, μικραὶ κορῶναι
*κολοιός· {πετεινὸν} ὃ οὐ ταχὺ ὁρᾶται ἐν Ἀλεξανδρείᾳ ASn
κολοίπρημα· ἄπληστον κάθαρμα
κολοιτέα· δένδρον τι
κολοιτύποι· κακοί
κολοίφρυξ· Ταναγραῖος ἀλεκτρυών. καὶ ὄρος Βοιωτίας
κολοκάνοι· εὐμήκεις καὶ λεπτοί
κολοκτρυών· ἀπὸ τοῦ κολοβοῦ {καὶ} ἀλεκτρυόνος μεγάλου
γέγονεν (Ar. Ran. 935 v. l.)
†κολοίστιον· ξηρόν
κολόκυμα· τὸ τυφλὸν κῦμα r. οἱ δὲ τὸν {σκώληκα} καλούμενον,
τὸ μακρὸν κῦμα
κολοκώνας· τὰς βαλβῖδάς τινες
κόλον· κολουστόν, μέγαν τράγον κέρατα οὐκ ἔχοντα. καὶ ἡ
τῶν κεράτων ἔκφυσις αὐτὸ μόνον ἔχον τὸ ζῷον, καὶ μηδέποτε
εἰς τὸ τέλειον κερασφοροῦν. ταύτας δὲ καὶ {στολόκρους} ἔλε-
γον. δηλοῖ δὲ καὶ τὸ ἔντερον, καὶ τὸ κολοβόν. παρὰ δὲ Ὁμήρῳ
(Π 117) τὸ κολοβόν, τὸ κεκολοβωμένον
κόλος· κολοβός. ἢ μάχη ἄκερος. [θόρυβος]. νοσώδης. πηρός.
*κολοβός (A) s
κολοσσοί· ἀγάλματα ὑπερμεγέθη. ἀνδριάντες
*κοιλόσταθμος· ἔπαυλις, καμαρωτὸν ἔχουσα τὸν πυλῶνα
(Agg. 1,4) ASn
κολοσσία· ἀνδριάντος σκιά. καὶ τὸ εἰς ὕψος ἀνάστημα
κολοσυρτεῖ· θορυβεῖ (r), ταράσσει
κολοσυρτός· θόρυβος. συρφετός. κονιορτός. ὄχλος. ἀναφύραμα
κολουᾶν· θορυβεῖν
κολούει· καταστέλλει. σάττει. κωλύει. ἐμποδίζει. κολοβοῖ (θ 211)
κολούεται· ἐλαττοῦται
κολουραίη· κολοβή. νεωτάτη (Callim. fr. 235 Pf.)
κολουρίᾳ· τῇ ἀποτομίᾳ
κολουρῖτις γῆ· ... Σικελοί
κόλουρον· κολοβόν r. μάστιγα
*κόλου κώδιον· Λάκωνες
κολουμβᾷ· [θορυβεῖ]
κόλους· ψωμούς (ρ 222)
*κολοῦσθαι· κολοβοῦσθαι ASg
κολούσματα· κλάσματα
κολούων· μειῶν, ἐλαττῶν
κολοφών· ὁ κολιός. καὶ ἰχθῦς ποιὸς θαλάσσιος. ἢ *τὸ μέγα
καὶ ὑψηλὸν ἀκρωτήριον. καὶ ἐπὶ παθῶν, ἤτοι συμφορῶν, λαμ-
βάνεται AS. ἢ τὸ ὄνομα πόλεως. *κεφάλαιον A, καὶ τὸ τέλος,
ἤγουν τὸ πέρας τοῦ πράγματος AS
Κολοφώνια· ὑποδήματα κοῖλα (Rhint. fr. 4) καὶ μεταλλικόν τι
κολόχειρ· χείραργος
κόλπον ἀνιεμένη· τὸ κατὰ τὸ στῆθος μέρος ἀνέλκουσα, ἵνα
τὸν μαστὸν δείξῃ (Χ 80)
*κόλπος· κοῖλος τόπος παραθαλάσσιος r. ASn
κόλσασθαι· ἱκετεῦσαι
κόλυβος· ἔπαυλις
κολυκρίζοντες· [ἐκτελοῦντες]
κολυμβητάς· τοὺς ἐκ τῶν φρεάτων ἀναπέμποντας τοὺς κάδους
κολυμβίς· ὄρνις ποιός (Ar. Av. 304)
κόλυμβοι· αἱ κολυμβάδες, τὰ ὄρνεα (Ar. Ach. 876). ἢ ζωΰφια
ἐν κολυμβήθραις
κολύρας· ἀρτίδια μικρά, καθάρεια S
κολύμφατος· [φλοιός. λεπίδιον]
κολυφίζοντες· ἐκκενοῦντες
Κολυττός· ὄνομα δήμου
κολύφανον· φλοιός. λεπύριον
κολυφρόν· ἐλαφρόν
κολῶ· κολάσω
Κολῶναι· ἡ πόλις Τροίας
κολωμένους· κολάσοντας (Ar. Vesp. 244)
Κολωνός· παροιμία· ὀψὲ ἦλθες, ἀλλ' εἰς τὸν Κολωνὸν ἵεσο·
ἐλέγετο δὲ ἐπὶ τῶν μισθαρνούντων
κολωνία· τάφος. Ἠλεῖοι
*κολώνη· τόπος ὑψηλός n (g), καὶ ἐπανάστημα γῆς b βου-
νοειδές (Β 811). ἢ [πόλις μεγάλη ASgn
*κολωνός· τόπος ὕψος ἔχων Avg
*κολῷον καὶ {κολῶιον} ἢ {κολῳός}· *θόρυβος (An), ἀταξία (n),
ταραχή (r). ἡ μεταφορὰ ἀπὸ τοῦ ζώου (Α 575)
Κολωνοῦ· τόπος ἐν τῷ ἄστει
†κόλωψ· ἀμφιάτωρ†
κολωφών· [πέρας, ἔσχατος τέλος]
κολοτέα· [δένδρον τι]
*κομᾷ· γαυριᾷ, μεγαλοφρονεῖ. ἢ χλοηφορεῖ Avgn. ἢ ἀγάλλεται
κόμαι· τρίχες (Ρ 51)
Κομαίθα· ἡ τυχοῦσα γυνή
κομαίονται· [κοιμηθήσονται]
κομάκτωρ· ἡ λέξις παρὰ Ῥίνθωνι ἐν Μηδείᾳ (fr. 9)
†κομανίαν· πορνί. δαψιλιά ἀνίαν†
κόμαρος· φυτόν τι, ὅπερ φέρει καρπὸν μιμαίκυλον
κομάς· θεραπείας. καὶ τὰ συοφόρβια
κόμβα· κορώνη. Πολυῤῥήνιοι
κομβακεύεται· κόμπους λέγει
κόμβαλα· πήγματά τινα
Κόμβη· Κουρήτων μήτηρ r
*κόμβησαν· ποιὸν ἦχον ἀπετέλεσαν (Π 118) ASn
κομβολύτης· βαλλαντιοτόμος
*κόμβωμα· στόλισμα. σκίρωμα A
κομβίζων· φυσῶν
κόμβος· κόσυμβος. τὸ ἔκπωμα
κόμβους· [ἄδοντας γομφίους]
κομβώματα· τὰ ἐν ταῖς ῥάβδοις μικρὸν †χρόνον ἔχοντα ὑπὸ
†πεταλαίων
*κομβώσασθαι· στολίσασθαι AS
κομεῖν· ἐπιμελείας ἀξιοῦν
κομέειν· κομεῖν. ἐπιμελεῖσθαι, θεραπεύειν (λ 250). ὅθεν καὶ
{κόμη} καὶ {ἱπποκόμος}
*κομενταρήσιος· τὰς ἐγγραφὰς τῶν ἐγκλημάτων δεχόμενος
AS
*κόμαι· αἱ τρίχες τῆς κεφαλῆς. καὶ *χωρίον g
*κομιδή· ἡ ἐπιμέλεια N, θεραπεία
κόμης· ἄρχων r. ἡγεμών
κομβῆσαι· ἀναλαβεῖν
κομῆτα· αὐχητά
κομήτης· εὔθριξ r, καλὰς τρίχας ἔχων. *ἢ ἀστήρ r. vgs
κομία· [εὐωχία]
*κομίατον· ἐξαίτησιν λαμβάνειν τοῦ ἀφεθῆναι ASvgn
*κομιδῇ· ἄγαν, πάνυ, σφόδρα S n, παντελῶς An. ἢ συλλογή.
ἢ λῆμψις. ἢ ἐπιμέλεια (Ψ 411) r AS(vgb)
*κόμιζε· ἐπιμελείας ἀξίου (Ζ 490) ASn(g)
κομίζεται· νομίζεται. λέγεται. ὅπερ ἐστὶν †ἢ Τυμπανιστρίαις
κομίζων· βαστάζων, ἐπιφέρων (Eur. Andr. 1259)
κομίσαι· φέρειν, σῶσαι. θρέψαι. ἀναλαβεῖν. ἀναγαγεῖν. ἐπιμε-
λείας ἀξιῶσαι
κομιστάς· ἐπιμελητάς
κομίστρια· ἐπιμελήτρια. τροφός qr. [ἐμπλέκτρια]
κομιούμενος· ὠνησόμενος
κομιστά· τροφή
κόμητα· ἕνα τῶν ἑπτὰ ...
κόμμα καινόν· οὐ μόνον ἐπὶ τοῦ νομίσματος, ἀλλ' ἤδη καὶ
ἐπὶ τῶν καινῶν πολιτῶν (Ar. Ran. 890?)
κομμάραι ἢ κομάραι· [καρίδες. Μακεδόνες]
κομμαρεύων· [θηρεύων. μοχθῶν]
*κόμμοι· [ὀδόντες γόμφιοι, ἢ κόμποι] ἢ κοπετοί ASn
*{κόμμος}· κρότος, *[κόσμος ASvg
κομμοῦν· ὡραΐζειν τὸ σῶμα
†κομμῶ· πλεκτάναι r. AS
κομμωθεῖσα· κοσμηθεῖσα
*κομμώτρια· ἡ ἐμπλέκτρια r. ASvgbs
κόμμωσις· ὁ τοῦ σώματος ὡραϊσμός r. καὶ ὑπὸ τῶν μελις-
σουργῶν ἡ τοῦ σμήνους διάχρισις
κομμῶσαι· κοσμῆσαι
*κομμώτρια· ἡ κοσμοῦσα τὰς τρίχας καὶ ψιλοῦσα κούρισσα
ASvg
κομπάζει· καυχᾶται r. s
κόμπαλος· παλαιστροφύλαξ
κομπολακήσει· προσαλαζονεύσει
κομπάζειν· ... καὶ καταλαζονεύειν
κομπεῖ· μεγαλορημονεῖ. ψοφεῖ
κόμποι· ὀδόντες γόμφιοι
κομποῖς· ὑπερηφάνοις
*κόμπος· ψόφος An. κτύπος g, ἦχος ὀδόντων (Λ 417) ASn
κομπῶδες· ἀλαζονικόν (Thuc. 5,68,2?) r
κομψά· τὰ στρογγύλα (Eur. Troad. 651)
κομψεία· ποικίλη λαλιά, καὶ [πανουργία r. Ss. [ἢ οἱ σκόλυμοι.
ἔνιοι τὰ τῶν κοσσύφων κρέα. οἱ δὲ γένος λαχάνων, ὅπερ τινὲς
{ἱπποσέλινον}· καὶ {σμυρνίον}]
*κομψεύεται· κολακεύει. σεμνύνεται. πιθανοποιεῖ AS
*κομψόν· ἔντιμον. σπουδαῖον gn. γελοιαστήν. τωθαστήν. παν-
οῦργον. λάλον. στωμύλον. σκωπτικόν (g). ἐπιχαρῆ (ASs)
*κομψότερον· βελτιώτερον AS. ἐλαφρότερον (Ev. Io. 4,52) A
*κομψούς· βελτίστους. πανούργους A. σπουδαίους. ἐντίμους.
καλούς
κομωδοῦντες· [θριαμβεύοντες. πομπεύοντες]
*κομῶσα· γέμουσα ASs
*κοναβῆσαι· ἠχῆσαι (ASn), ψοφῆσαι (Β 334 ..) (n)
*κόναβος· ἦχος, ψόφος ASvgn κρότος
κοναί· φόνοι
κονάριχον· γλαφυρόν
κοναρόν· εὐτραφῆ, πίονα. δραστήριον
κοναρώτερον· δραστικώτερον
*κονιάσουσιν· κονιορτὸν ἐγείρουσιν AS
κόνδοι· κεραῖαι. ἀστράγαλοι
κόνδυ· ποτήριον βαρβαρικόν r, κυμβίον S
κονδούκτωρ· μισθωτής
*κονδυλίζει· κολαφίζει AS
κόνδυλος· ἕτερόν τι τοῦ κολάφου
κονδυλούμεναι· ἀνοιδοῦσαι· καθάπερ ἐπὶ τῶν βρασσομένων
ὑπὸ τοῦ πυρὸς ὑδάτων
κόνει· σπεῦδε, τρέχε
κονεῖν· ἐπείγεσθαι r. [αἰσθάνεσθαι]. ἐνεργεῖν
Κονεῖδαι· γένος ἰθαγενῶν
Κονείδης· Θησέως παιδαγωγός καὶ μαΐστωρ
κόνις· τέφρα, σποδός (ω 316)
κονηταί· θεράποντες
κονθηλαί· [αἱ ἀνοιδήσεις]
κονία· σμῆμα. σποδός
κονίαν· μαζονόμον
*κονίασις· ἀσβέστωσις r (AS)
*κονιαταί· ἀσβεστάριοι AS, καὶ οἱ χρῖσται
κονίζεσθαι· κυλίεσθαι. φθείρεσθαι. *[κονιορτοῦσθαι ASvg
κονίη· κόνις n, ἄμμος (Β 150). μάχη (Γ 55). [ἀκαθαρσία
(Am. 2,1 ..) (AS)
κόνιν αἰθαλόεσσαν· τέφραν. [μάχην. ἀγήν. καὶ] σποδός
(Σ 23)
κονίοντες· ἀνύοντες λευκαίνοντες (Ν 820 ..) s
κονίποδες· ὑποδήματα πρεσβυτικά. κονιορτόποδες. ἀγροῖκοι.
ἐργάται
κόνις· κονιορτός καὶ τὰ ὅμοια (Ι 385)
κονῖσαι· ἀνύσαι
κονισάλεος· κεκονιορτωμένος (Antimach. fr. 39 Wyss?) r
Κονίσαλοι· ἀφροδισιακοί
κονίσαλος· *κονιορτός (Γ 13) r. Ag(n). σκίρτησις σατυρικὴ ἡ
τῶν ἐντεταμένων τὰ αἰδοῖα
κονίσασθαι· ἀγωνίσασθαι
κονίσουσι· κονιορτοῦ πληρώσουσιν (Ξ 145)
κόννα· [σποδός]
κονάβησαν· ἤχησαν (Β 334)
κοναβίζει· ἦχον ἐπιτελεῖ. †δεσμεύει
κόνναρον· καρπὸς δένδρου ὅμοιος παλιούρῳ
κοννεῖν· συνιέναι, ἐπίστασθαι (Aesch. Suppl. 117)
*Κοννᾶς· αὐλητὴς πενίαν ἔχων καίπερ ὢν ἄριστος AS
κόννος· ὁ πώγων, ἢ ὑπήνη. ἢ χάρις
κοννοῦσι· γινώσκουσιν
κοννοφορῶν· σκόλλυν φορῶν
Κόννου ψῆφον· παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων (Ar. Vesp.
675)
†κοννοειδῆ· εἰς ὀξὺ λήγων (Ag)
†κοννόφροσιν· ἄφροσιν
*κονσιστώριον· θεῖον συνέδριον ASvg
*κονσουλάριος· ὑπατικός ASg
κοντίλος· εἶδος ὀρνέου, ἢ ὄρτυξ. ἔστι δὲ καὶ ὄφις
Κοτινοῦσα· τὰ Γάδειρα οὕτως ἐκαλεῖτο
κοντός· δόρυ
κοντουβερνάλιος· συστρατιώτης
κοντῷ πλεῖν· προσηκόντως ζῆν
κόνυζα· βοτάνη r. p ἄφυλλος. τινὲς δὲ φυτόν τι εὔφυλλον
ἱκανῶς. διὸ καὶ στιβάδας ἐξ αὐτοῦ ἐποίουν. ἔστι δὲ ὅτε ἐν ταῖς
στέγαις ἐπέβαλον ἐξ αὐτῆς ἀντὶ σωλήνων. καὶ ἐπὶ τὰ σαρώ-
ματα
κονωεῖν· [συνιέναι, ἐπίστασθαι]
κόοι· τὰ χάσματα τῆς γῆς, καὶ τὰ κοιλώματα
κοπάδες· τὰ ἐπικεκομμένα δένδρα
κόπανον· ξύλον. ὄργανον ἐρεοπλυτικόν r
*κόπασον· ἡσύχασον (Ierem. 14,21) (r) AS
κόπελλα· αἰδοῖα, καὶ τὰ ὀστώδη τοῦ σώματος
κοπετός· κομμός. *θρῆνος μετὰ ψόφου χειρῶν (Ps. 29,12 ..)
ASvgn
κόπηθρον· φυτὸν λαχανῶδες ἄγριον
*κοπήσονται· φονευθήσονται (Ierem. 26,5) ASs
†κοπίαι· ἡσυχίαι
κόπιες· κέντρα ὀρνίθεια
κοπίζειν· ψεύδεσθαι
κοπιῆς· ὑψηλοῦ τόπου (Δ 275)
κοπίς· μερίς, δεῖπνον, μάζα, ἄρτος, κρέα, λάχανον ὠμόν, ζωμός,
σῦκον, τράγημα, θέρμος
κοπταί· μελίπηκτα
†κομπάτιον· μονόφθαλμον (r. s)
κοππατίας· ἵππος κεκαυμένος, ἐντετυπωμένον ἔχων σημεῖον τὸ
κόππα, ὅ ἐστι ἀπεστραμμένον Ρ [καὶ Σ]
κόπος· κοπανισμός
κοπρευταί· φυτευταί
κόπρος· ἥ τε τῶν κτηνῶν ἡ εἰς τοὺς κήπους βαλλομένη "τέμε-
νος μέγα κοπρήσαντας (ρ 299)" καὶ ἡ στάσις τῶν βοῶν. καὶ
ἡ κόνις· "κυλινδόμενος κατὰ κόπρον" (Χ 414)
κοπροσύρα· τὰ συρόμενα κόπρια
κόπτει· πενθεῖ
κόπτε δὲ δεσμούς· τοὺς ἥλους κατεσκεύαζε καὶ ἐνήργει
(Σ 379)
κόπρου· τῆς βουστασίας, ἣν ἔνιοι μάνδραν καλοῦσιν (Σ 575)
κοπτή· θαλάσσιον πράσον
Κόπριος· τῆς Κόπρου (Ar. Equ. 899)
κόπριον· θάκων σκύβαλον
κοπτομένου· ταλαιπωρουμένου
κόπτων· τύπτων, ἐλαύνων
κοραγεῖν· τὸ ἀνάγειν τὴν Κόρην
κορακεύς· εἶδος ἰχθύος
κορακίας· ὁ μέλας [καὶ] κολοιός, καὶ {κορακῖνος} ὁμοίως
κορακῖνοι· εἶδος ἰχθύος p
Κόρακος πέτρη· τόπος ἐν Ἰθάκῃ κληθεὶς ἐντεῦθεν· ὁ Κόραξ
παῖς ἦν Ἀρεθούσης· διο...}θανεν. οὐ φέρουσα δὲ τὴν λύπην
ἡ μήτηρ αὐτοῦ ἀπήγξατο. καὶ ἀπὸ τούτου Κόρακος πέτρα
ὠνομάσθη, ἀπὸ δὲ τῆς μητρὸς κρήνη τῆς Ἰθάκης Ἀρέθουσα
(ν 408)
Κορακοφοροκλείδη· ... ἔστι γὰρ Ἱεροκλείδης
*κοράλλιον· λίθος θαλάσσιος ἐρυθρός ASvbs
†Κόραννος· βασιλεὺς Μακεδονίας
κόραξ· τὸ γινωσκόμενον ζῷον r, καὶ ἕτερον στεγανόπουν, καὶ
ἰχθῦς ποιός. καὶ τῶν ἀλεκτρυόνων ἄκρα ῥύγχη
κοράξαι· ἄγαν προσλιπαρῆσαι. πεποίηται παρὰ τοὺς κόρακας
Κοραξοί· Σκυθῶν γένος (Hecat. 1 fr. 210 J.) καὶ τὸ γυναικεῖον
αἰδοῖον
κόραξ ὑδρεύσει· παροιμία ἐπὶ τῶν δυσχερῶς τινων τυγχα-
νόντων
κόρας· ὀφθαλμούς (Eur. Hec. 1117 ..)
κοράσσει· †ὀρχεῖται. καὶ ἄκλητος ἐλήλυθε
κοράττειν· κορακεύεσθαι
κοραύλη· [ἀπόστημα. κορύνη. ῥόπαλον]
κόραφος· ποιὸς ὄρνις
κόρμα· ἡ τοῦ κόρματος καὶ κορυβαντίας αἰτία
κόρδαξ· εἶδος ὀρχήσεως ἀσέμνως κινούσης {τὴν ὀσφῦν}
*κορδακίζεια· αἰσχρὰ ὀρχεῖται ASgn
κορδακισμοί· τὰ τῶν μίμων γελοῖα, καὶ παίγνια
κορδαξίας· [ὀρχήσεως]
κορδύλη· κορύνη. ῥόπαλον. ἢ τὸ ἐπάνω τῆς κάσιδος. [ἢ πα-
νοῦργος]
κορδύλος· ἰχθῦς ποιός
κορδύς· [πανοῦργος]
*†κορέζε· πόρθει AS
κορέει· πληροῖ, [χορτάσει (Θ 379) S
Κόρεια· [θεραπεύεται, καλλύνει ἢ] θυσία τῇ Κόρῃ τελουμένη
*κορεῖν· κοσμεῖν, καθαίρειν AS
κορεῖον· περικράνειον
κόρεν· [κορυφή, ἔπαλξις καινή]
κορέννυται· χορτάζεται (s)
κορέσαι· διεργάσασθαι. πληρῶσαι, χορτάσαι
κορέων, κορέσκων· ἐξυβρίζων
κόρζα· καρδία. Πάφιοι
κόρη· νύμφη, ἣν ταῖς παρθένοις ἔπεμπον. καὶ παρθένος. καὶ ἡ
ὄψις
κόρην· παρθένον ASn. ὀφθαλμόν. (b) καὶ παῖδα ASn
κορθέλαι· [συστροφοί. σωροί]
κόρημα· κάλλυντρον, ὅ τινες σάρον
κορθίλας καὶ {κόρθιν}· τοὺς σωρούς. καὶ τὴν συστροφήν
*[κορθέλαι· συστροφαί AS. σωροί]
κόρθιλος· ὄρνις, ὅν τινες βασιλίσκον
κόρθυς· σωρός
κόρθυας· τὰ κατ' ὀλίγον δράγματα
κορθύεται· *διεγείρεται r. A. καὶ εἰς ὕψος αἴρεται, μετεωρίζε-
ται, φρίσσει, *ὑψοῦται (Ι 7) r. Agn
κορθύεσθαι· [αἴρεται εἰς ὕψος]
κορθώ· βλάβη
κοριάλαι· τρίγλαι, ἰχθύες
κορίαννον· τὸ κόριον, καὶ γυναικεῖον κοσμάριον χρυσοῦν
κορίζομαι· ὑποκορίζομαι
κόρι· τὸ κορίανδρον, ἢ μᾶλλον κορίαμβλον
*κορικῶς· γυναικικῶς, ὡς κόρη An
κορινθιάζειν· μαστροπεύειν, ἑταιρεῖν (Ar. fr. 354)
Κορίνθιαι· αἱ πέδαι, καὶ αἱ ἀπὸ Κορίνθου τῆς πόλεως γυναῖκες
*Κόρινθος· πόλις Ἑλλάδος AS
Κορίνθιος ξένος· ἐπὶ τῶν τὰς λάταγας ῥιπτούντων (Ar.
Thesm. 404). [*{κορίννουσι}· κονιορτὸν ἐγείρουσιν A] ἀπὸ
τῆς παρ' Εὐριπίδῃ Σθενεβοίας τῷ Βελλεροφόντῃ ἀποχευούσης
(fr. 664 N.), ὡς δὲ Ἄτταλος ἐν τῷ περὶ παροιμιῶν, ἐπὶ τῷ ...
διὰ κάλλος ὡς ὁ Βελλεροφόντης
κοριοειδές· κορίῳ ἢ κόρῃ ἐοικός
*κόριον· μικρὸν κοράσιον r. Avgn, ἢ κορίδιον. τὸ λάχανον AS
κόρις· ἰχθῦς ποιός. ἢ πόα, ἣν ἔνιοι {χαμαίπιτυν}
*κορίσαι· ὑψῶσαι ASs
κόριψ· νεανίσκος
κοριῶντα· γαυρούμενον r
κόρκορα· ὄρνις. Περγαῖοι
†κορκόδρυα· ὑδρόρυα
κόρκορος· εἶδος ἰχθύος. ἢ λάχανον ἄγριον (Ar. Vesp. 239)
κορκορυγή· κραυγή, βοή, ταραχὴ μετὰ θορύβου
Κορκυραία μάστιξ· δοκεῖ ἐκείνη χαλεπωτάτη εἶναι κατὰ
{τῶν} παιδευομένων [μάστιξ]
κορκυρεύεται· ἀπονοεῖται n
κορμάζειν· τέμνειν, πρίζειν
κορμηταί· κοσμηταί
κορμός· πλάτη, ἀπὸ τοῦ εἰς ὀλίγον κεκορμάσθαι· {πλάτη} δὲ
εἶδος πλοίου. καὶ ἕδρα. καὶ κώπη. καὶ [τὸ εἰς βραχὺ συντετμη-
μένον ξύλον r
†κορκούτης· αἰδοῖον ἀνδρῶν
κόρνος· κεντρομυρσίνη. Σικελοί
κορνώπιδες· κώνωπες
κοροήν· [τὸ ἄκρον τοῦ τόξου, ἢ κρικίον]
Κόροιβος· ἠλίθιος καὶ [μωρός p. Ἐπὶ γὰρ τοῦ μωραίνοντος
ἔταττον τὸν Κόροιβον, [ἀπὸ Κοροίβου τινὸς p μωροῦ καὶ
ἠλιθίου μετάγοντες, ὃν οἴονται τὸν Μυγδόνος εἶναι παῖδα τοῦ
Φρυγός
κοροῖτις· [ἀλώπηξ]
*κοροκόσμια· τῶν παρθένων {κοσμήματα} Σ
κορωνίδας κακῶν· κεφάλαια κακῶν. καὶ αἱ εἰς ἀγαθὸν ὑπερ-
οχαί ...
κόρος· *πλησμονή, χορτασία rg, τρυφή. παῖς. κάλλυντρον. καὶ
μέτρον τι σιτικόν. καὶ πλέγμα μυρσίνης πεποιημένον (Lysipp.
com. fr. 9)
*[κορούεται· ὑψοῦται, κορυφοῦται] gΣ
κόρος· †πλῆθος ἀνθρώπων. καὶ τὰ νέα βλαστήματα. καὶ
μέτρον
*κόρρη· τράχηλος g, ἢ τὸ ὀπίσω τοῦ τραχήλου, ἢ [κρόταφος gs
κόῤῥιον· [μικρὸν κοράδιον]
κορσεύς· κουρεύς
κορτάφοις· {κροτάφοις} ὑπὸ Περγαίων
κόρσαι· αἱ τῶν ὀφρύων τρίχες καταφέρουσαι εἰς τοὺς ὀφθαλ-
μούς. ἢ γνάθοι. ἢ κορυφαί. Ἀχαιοὶ δὲ κεφαλίδας, ἐπάλξεις,
προμαχῶνας. στεφάναι πύργων. ἢ κρόταφοι. ἢ κλίμακες
κόρσακις· τράγος παρὰ Κρατίνῳ (fr. 338). Δίδυμος ἤκουεν
ἀπὸ τῆς κόρσης· ... Κόρσαι γὰρ τῆς Κιλικίας
*κόρση· κεφαλή. ἔπαλξις. κλῖμαξ. κρόταφος gS (An)
†κορσίπιον· ῥίζα τις, ἢ νόμισμα παρ' Αἰγυπτίοις τὸ κερσαῖον
λεγόμενον
†κορσίς· πυγή
κορσόν· κορμόν
κορσοῦν· κείρειν
κορτεῖν· κροτεῖσθαι
κορσωτήριον· κουρεῖον
κορτερά· κρατερά, ἰσχυρά
κόρτην· Πάρθοι ἐσθῆτα καλοῦσιν, ἣν λαμβάνουσι παῖδες εἰς
ἄνδρας ἀφικόμενοι
κόρτος· ὁ ἐν τοῖς κυσὶ κρότων
Κορτύνιοι· οἱ Ἀρκάδες· ἡ γὰρ Κόρτυς τῆς Ἀρκαδίας
κόρυ· [περικεφαλαία]
κορυβαντιᾷ· ἐν τελετῇ {ὀρχεῖται}
*κορυβαντιούσης· μαινομένης AS, ἢ ἐπιθετικῶς [δαιμονιζο-
μένης A (vg)
*κορυβαντισμός· καθαρισμὸς μανίας ASgn
*Κορύβας· Ῥέας ἱερεύς ASn
*κορυπτεῖν· κερατίζειν ASg
†κορύγης· κήρυξ. Δωριεῖς
κορυδαλλός· ἢ πτηνὸν ζῷον. καὶ δῆμος τῆς Ἀττικῆς. ἢ
{κόρυδος} παρ' ἐνίων
Κορυδεύς· ὄνομα κύριον. οὗτος ἐκωμῳδεῖτο ἐπὶ δυσμορφίᾳ,
καὶ οἱ παῖδες αὐτοῦ
*κόρυζα· μύξα ns, κατάῤῥους Ag. περὶ κεφαλὴν πάθος
κορυζᾷ· †ξαίνει. μωραίνει
*κορυζῶν· μεμωραμένος ASgb
*κόρυθα· περικεφαλαίαν (Λ 375) ASvgb
κορυθάϊκι· τῷ τὴν περικεφαλαίαν εὐκίνητον ἔχοντι, ἢ σείοντι,
οἷον [πολεμιστῇ (Χ 132) (S)
κορυθαίολος· μαχητής, ἀπὸ τοῦ {αἰολεῖν τὴν κόρυν} r, ὅ
ἐστιν ἐπισείειν. ἢ *ποικίλην ἔχων περικεφαλαίαν. ἢ εὐκίνητος
(Β 816) AS
κορυθαλία· δάφνη ἐστεμμένη. τινὲς τὴν εἰρεσιώνην. ἄλλοι δὲ
†ὑπερορίθεον
κορυθαλίστριαι· αἱ χορεύουσαι τῇ Κορυθαλίᾳ θεᾷ
κόρυθα περίδρομον· τὸν περιβόλαιον στέφανον
κόρυθες· περικεφαλαῖαι παρὰ τὸ κάρα
Κορυθία· αὐλήτρια
κόρυθοι· [περικεφαλαῖαι]
†κόρυθος· εἷς τις τῶν τροχίλων†
κόρυθος φάλον· περικεφαλαίας {ἀνάστημα} (Γ 362)
*κόρυθος· περικεφαλαίας A
κορύθων· ἀλεκτρυών. †αἱ νεανίδες
κορυλλίων· ὄρνιθος εἶδος
κόρυκος· [θυλάκιον, ἢ πήρα]
κόρυμβα· τὰ ὑπ' ἐνίων ἄφλαστα, τὰ ἀκροστόλια, τὰ ἄκρα
τῶν πρυμνῶν. τὰ ἀπεξυσμένα πρὸς κόσμον τῶν νεῶν ἄκρα,
καὶ ἐπικεκαμμένα, ἅ ἐστι {κατὰ} τὴν πρύμναν καὶ κατὰ τὴν
πρῶραν (Ι 241)
κόρυμβον· τὴν ἀκρόπολιν, ἐπειδὴ ἐφ' ὕψους ἐστί. τὴν ἐπὶ
τῆς κεφαλῆς τοῦ ὄρους ὕλην. καὶ καθόλου πάντα τὰ μετέωρα,
καὶ εἰς ὕψος ἀνατείνοντα {κορύμβους} λέγουσιν, ὅθεν κόρυς,
κύρβις, κυρβασία
κόρυμβος· ὁ καυλὸς τοῦ ἀσπαράγου AS
κορυμβάσι· περιδρόμοις, δι' ὧν συσπᾶται γύργαθος καὶ
κεκρύφαλος καὶ δεσμοί (Antimach. fr. 173 Wyss?)
κόρυμνα· κόσμος τις γυναικεῖος περιτραχήλιος
κορύναι· [μύξαι]
κορύνη· ἑτεροβαρὲς ξύλον. οἱ δὲ *ῥόπαλον r. ASvgn. οἱ δὲ
κολόροβον. [οἱ δὲ ξύλον ἐπικαμπές (Η 141) ASv
κορύνησις· βλάστησις
κορυνήτης· κορυνομάχος, ῥοπαλομάχος (Η 9) r
κορυνθεύς· κόφινος, κάλαθος. ἀλεκτρυών
κόρυνθος· μάζης ψωμός
κορυνῶδες· ὀζῶδες
κόρυξ· [νεανίσκος]
κορυπτόληπτὸν· [κερατιστήν]
κορυπτόλης· κερατιστής (Theocr. 5,147)
†κόρυρ· θριγκός
*κόρυς· περικεφαλαία r. ASn
κορύσσει· κρύπτει. μάχεται. ταράσσει. αὔξει. καθοπλίζει
κορύσσεσθαι· ἐπαίρεσθαι
*κορύσσεται· καθοπλίζεται (Η 206). ὑψοῦται (Δ 424) n
κορυσσαμένη· καθοπλισαμένη
κορύσσων· ὁπλίζων n. καὶ τὰ ὅμοια (Β 273)
κορυστής· ... ἀγαθός, ἢ *ὁπλίτης (Δ 457) (ASgn Σa)
Κορύστιοι· οἱ Γορτύνιοι. [ἢ ὁπλῖται]
κορυστόν· τὸ ἐπίμεστον
κορύτει· [τῇ κεφαλῇ]
κορυφᾷ· κορυφῇ, ἀκρωρείᾳ
κορύφαινα· ποιὸς ἰχθῦς
κορυφαῖος· τέλειος. ἡγεμών r. [κόρυμβος· οἱ δὲ μαλλόν, τὰ
τῶν παιδίων κορυφάνια]
*κορυφή· κεφαλή Agn. λόφος, [ἀκρωτήριον A
κορυφιστής· κόσμου γυναικείου τὸ περὶ τὴν κεφαλὴν χρυσίον,
καὶ κεκρυφάλου τὸ μέσον ῥάμμα
κορυφοῖ· κατερέφει
κόρυφος· κόρυμβος γυναικεῖος, {οἱ δὲ μαλλόν, τὰ τῶν παιδίων
σκολλύφια}
*κορυφοῦται· αὔξεται r. ὑψοῦται r. ASgn Σa
κορυφώσασαι· ἐκτελέσασαι
*†κορφῶς· ἐλαφρῶς (Eur. Med. 449) ASs
κόρχορον· λάχανον ἄγριον (AS). καὶ στέαρ
κορωνά· ὑψηλά
κορώνεως· ἀμπέλου ἢ συκῆς εἶδος (Ar. Pac. 628?)
κορώνη· κόραξ. καὶ τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νευρὰ δέδεται
(Δ 111). καὶ ὁ κρίκος τῆς θύρας (α 441). καὶ τὸ ζῷον. καὶ
ὄρνεον. καὶ ἰχθῦς. καὶ λάρος. καὶ εἶδος στεφάνου (Sophr. fr.
163)
κορώνη τὸν σκορπίον· παροιμία ἐπὶ τῶν δυσχερέσι καὶ
βλαβεροῖς ἐπιχειρούντων
κορῶναι· ἁλίαι αἴθυιαι, κολυμβίδες. τὰ περιφερῆ σχήματα
*κορωνίς· τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα ASvg {ἀκρώ-
ρεια. τέλος} ASgb
Κορωνεία· πόλις Βοιωτίας (Β 503). [ἀκρώρεια. τέλος]
κορωνίδες· καμπυλόπρυμνοι ναῦς (Β 392). καὶ οἱ ἐκ τῶν ἴων
πεπλεγμένοι στέφανοι. κυρίως δὲ τὰ βλαστήματα
κορωνιδεύς· ὁ τῆς κορώνης νεοττός (Cratin. fr. 179)
κορώνιος· μηνοειδῆ ἔχων κέρατα βοῦς
*κορωνίς· καμπυλόπρυμνος (S). ἢ στεφανίς r. n
κορωνισταί· οἱ τῇ κορώνῃ ἀγείροντες, καὶ τὰ ἀιδόμενα ὑπ'
αὐτῶν {κορωνίσματα}
κορωνιῶν· γαυριῶν (r)
†κορωνόν· πονηρός†
κορωνόπους· πόα τις, ἣν καὶ {κορακόποδα} λέγουσιν
κορωνός· ὀρθόκερως ταῦρος (Archil. fr. 39 B.)
κορώνη· τὸ ἐπικεκαμμένον τοῦ ῥυμοῦ
κόσαι· [κριθαί]
κόσαβος· σκεῦος συμποτικόν, ἐφ' οὗ τὰς λάταγας ἔβαλλον
ἐρίζοντες
†κοσάλανον· τὸ βραχύ, καὶ τὸ δίκαιον†
κοσάλεφοι· [κόλαφοι, ἢ κοσάλεφοι]
κοσκινόριπος· εἰς κοσκίνου κατασκευὴν ῥίπος
κόσκικοι· [οἱ κατοικίδιοι ὄρνιθες]
*κοσκυλμάτια· τὰ τῶν βυρσῶν περικομμάτια ASgb
κοσκυλματίοις· κολακευματίοις. ἢ παραλογισμοῖς (Ar. Eq.
49). λείμασι δορᾶς
κοσμᾶν· [ἐρίζειν. ἀγνωμονεῖν]
κοσμεῖν· διατίθεσθαι
κοσμῆσαι· διατάξαι. στῆσαι (Β 554). στεῖλαι
*κοσμησάμενος· παραταξάμενος (Β 806) g
κοσμητής· κουρεύς. ἐνταφιαστής
*κοσμήτορες· ἡγεμόνες (Α 16 ..) ASgn
*κοσμίους· ἀνεπιλήπτους (1. Tim. 2,9 v. l.) (ASg)
*κοσμιωτάτη· εὐκαλλώπιστος ASvg
κόσμος· *καλλωπισμός rA, κατασκευή, *[τάξις gs, κατάστασις.
στρατηγὸς κεκοσμημένος. κάλλος
κόσμου ἐκπύρωσις· ὄρχησις. ἢ ὑπόθεσις
κοσσάβους· κοττάβους (Eur. fr. 562,3 ..)
*κοσυμβωτόν· κροσσωτόν (Exod. 28,4) AS(gn)
κοσύμβη· *ἀνάδεσμα ASvgn, ἢ ἐγκόμβωμα. καὶ ὅπερ αἱ
Κρῆσσαι φοροῦσιν, ὅμοιον ἀσπιδίσκῃ. καὶ περίζωμα Αἰγύπ-
τιον. καὶ τὸ ἐγκομβοῦσθαι ...
*κόσσυφος· ὄνομα πτηνοῦ AS
κοσται· κριθαί
κόστος· εἶδος ἀρώματος
κοστίας· κοιλίας, κόμορος
†κόσβατοι· οἱ ἐπὶ θυσιῶν τεταγμένοι
[κοσσύμβη καὶ {κόσσυμβος}· ἐγκόμβωμα. καὶ περίζωμα Αἰ-
γύπτιον. καὶ τὸ ἐγκομβοῦσθαι]
κοσώλυφος· βόθυνος, ὄχθος, ἀνάστημα γῆς. ἢ σπέρμα
κοτέει· ὀργίζεται. καὶ ὑφορᾷ (Hes. op. 25)
κοτεῖν· διεχθραίνειν, χαλεπαίνειν
κοτεῖται· ζηλοῦται, ἐπιθυμεῖται
*κοτέοντες· ὀργιζόμενοι (Γ 345) ASgn
*κοτέων· ὀργιζόμενος (Δ 168) As
κοτεσσάμενος· μεμψάμενος, [χολωθείς (Ε 177) r
κοτέσσεται· χολωθείη (Ε 747)
κοτήεις· [στέφανος ἐξ ἐλαίας]. ἢ [ὀργίλως διακείμενος (Ε 191)
(r) (pN)
κοτιεῖ· φθονεῖ, ζηλοῖ
κοτικᾶς· ἀλέκτωρ r
κοτήλλουσα· [τήλλουσα]
*κότινος· ἀγριέλαιος AS. ἢ ὁ ἐξ ἀγριελαίας στέφανος Sp Ὀλυμ-
πιακός (Ar. Plut. 586). φασὶ γὰρ αὐτὸν κότινον εἶναι
κότιξις· μέλους τι εἶδος
κοτίλλιον· αἰδοῖον ἀνδρός
κοτίς] κότος· [*ὀργή, ἔχθρα ASn, χόλος, ἔρις ἔμμονος, καὶ ἡ
ἐγκειμένη ὀργὴ εἰς κακοποιΐαν (Ν 517)
κοτταβεῖα· πλινθία, ἢ ἀκρωτήρια. ἄμεινον δὲ νοεῖν ἔπαθλον
τῷ ἄριστα κοτταβίσαντι. ἔπαιζον γὰρ τὸ καταλειπόμενον ἐν
τῷ ποτηρίῳ ἐκχέοντες καὶ πειρώμενοι ψόφον ἀποτελεῖν. ὁ δὲ
ἐπιτυχὼν μάλιστα τῷ ψόφῳ ἐνίκα (Callim. fr. 227,6)
*κοτταβίζει· οἶνον ποτηρίῳ ἀναῤῥιπτεῖ Ag
κοτταβία· οὐλόθριξ
κοττάβινος· ὑπόθεμα, Λάκωνες ... ἐν ᾗ οἱ κότταβοι ἐγίνοντο
κότταβος· λάταξ. Εὐριπίδης Πλεισθένει (fr. 631) καὶ παιδιὰ
παρὰ Ἀττικοῖς, ἀπὸ Σικελίας παραδοθεῖσα
κόττανα· εἶδος σύκων μικρῶν. καὶ ἡ παρθένος παρὰ Κρησὶ
κόττανον
κοττάρια· τὰ ἄκρα τῆς κέγχρου
κόττειν· τύπτειν, †δορατεῖν
κόττικοι· [αἱ περικεφαλαῖαι]
κοττίδικα· πλαταγή, κρόταλον
κοττοβολεῖν· τὸ παρατηρεῖν τινα ὄρνιν
κοττανάβαθρον· ἔνθα οἱ ὄρνιθες κοιμῶνται
κόττος· ὄρνις. καὶ ἵππων δέ τινας οὕτως ἔλεγον
†κοττυλειοί· κατοικίδιοι ὄρνεις
κοττύβη· τὸ φυόμενον ἐμφερὲς μύκητι
*κοτύλαια· μικρά· παρὰ τὴν {κοτύλην} AS
*κοτύλη· εἶδος μέτρου g. καὶ τρώγλη (A). ἢ τὸ κοῖλον τῆς
χειρός rASp, καὶ πᾶν κοῖλον· ὅθεν καὶ (An) εἰς ὅπερ ἡ τοῦ
μηροῦ κεφαλὴ ἐμβαίνει {κοτύλη} καλεῖται (g)
κοτυληδών· πόας εἶδος
*κοτυληδόνες· αἱ τοῦ πολύποδος πλεκτάναι r. ASg
κοτυληδονόφιν· ἐπὶ τοῦ πολύποδος τῶν πλεκτανῶν. αἱ γὰρ
ἐν τοῖς ποσὶν αὐτοῦ κοιλότητες {κοτυληδόνες} λέγονται
(ε 433)
*κοτυλήρυτον· πολύ AS, ὥστε κοτύλῃ ἀρύσασθαι (Ψ 34)
Σ (g)
κοτυλίσκος· κρατηρίσκος, ᾧ χρῶνται οἱ μύσται (Ar. fr. 380).
καὶ τὸ κοίλωμα. τινὲς τὰ μόνωτα ποτήρια. καὶ πλακοῦντος
εἶδος. ἢ βόθρος, εἰς ὃν τὸ αἷμα τῶν τῇ γῇ θυομένων ἐνέβαλλον
κότυνα· σκύβαλα
Κοτυττώ· ὁ μὲν Εὔπολις κατ' ἔχθος τὸ πρὸς τοὺς Κορινθίους
φορτικόν τινα δαίμονα διατίθεται (fr. 83)
κοῦα· ἐνέχυρα
κούαγμα· σμῆμα
κουάνια· μέλανα. Λάκωνες
κουάσαι· ἐνεχυριάσαι
κουβηζός· στιβεύς
κουκᾶνα· †πάππον. ἢ κυκεῶνα
κουλεόν· Ἰακῶς τὸ κολεόν (Α 220)
*κουλεός· ξιφοθήκη (Α 220 ..) (S)p
κουλυβάτειαν, κλύβατιν· τὴν σιδηρῖτιν πόαν, ἣν ἑλξίνην
ἔνιοι
κουλιβός· ἡ πίτυς
κουμάσιον· τὸ τῶν ὀρνίθων οἴκημα
†κούνημα· κόκων, ἢ ὁ κύων
κούνουπες· κώνωπες
κουπήϊον· καμάρα, ἡ ἐπὶ τῶν ἁμαξῶν γινομένη
κοῦραι· κόραι (Β 598 ..)
κουράνια· ἐκ μελίνης ἄλφιτα
κουράς· ἡ ἐν τοῖς ὀροφώμασι γραφή. ὀροφικὸς πίναξ. παρὰ
δὲ Αἰσχύλῳ ἐν Μυρμιδόσιν (fr. 142) ἀμφιβάλλεται {ἐνκου-
ράδι}. ἔστι δὲ {ἐγκουρὰς} ὀροφικὸς πίναξ
*κουρότεροι· νεώτεροι (Δ 316) AS
κουράτωρ· τροφεύς, παιδοκράτωρ
*κουράων· παρθένων. θυγατέρων (ζ 122) g
κούρεων· τὸν [ἀκουντίτην] νακοτίλτην
κουρεύς· ὄρνις ποιός, ἀπὸ τοῦ φθέγγεσθαι ἐμφερὲς ἤχῳ γνα-
φικοῦ μαχαιρίου
κουρεῶτις· μηνὸς τοῦ Πυανεψιῶνος ἡμέρα, ἐν ᾗ τὰς ἀπὸ τῆς
κεφαλῆς τῶν παίδων ἀποκείροντες τρίχας Ἀρτέμιδι θύουσιν
*κούρη· κόρη A (gb)
Κουρῆτες· τῆς μὲν δευτέρας συλλαβῆς περισπωμένης οἱ τὴν
Πλευρῶνα κατοικοῦντες (Ι 529), διὰ τὸ κουρικῶς ἀναδεδέσθαι
τὰς κόμας. {Κούρητες} δὲ προπαροξυνομένου τοῦ ὀνόματος
νεανίαι (Τ 248). καὶ ἔθνος Κρητῶν
Κουρήτεσι· Κρησίν (Ι 551?)
*Κουρήτων· ἔθνος A. Κρητῶν (Eur. Bacch. 120)
Κουρήτων στόμα· ἐδόκουν εἶναι μάντεις, {οἷον} θεσπιῳδὸν
στόμα (trag. adesp. 580)
κουριᾶν· κομᾶν. κουρᾶς ἐπιδεῖσθαι
κουρίας· [ὀροφικὸς πίναξ]
κουρίδες· καρίδες, ἢ τὰς μικρὰς ἐγχλώρους, τὰς δὲ ἐρυθρὰς
καμμάρους (Sophr. fr. 26 ..)
*κουριδίης· ἐκ παρθενίας γαμετῆς (Α 114) n
κουρίδιον· παρθένιον, καὶ τὸν ἐκ παρθενίας ἄνδρα (Ε 414).
Λάκωνες δὲ κουρίδιον καλοῦσι {τὸν} παρὰ [δὲ] αὐτοῖς τε-
τράχειρα Ἀπόλλωνα
κουρίξ· τῆς κόμης (χ 188)
*κουρίζων· ἀκμάζων, νεάζων (Σ), [νέος ὑπάρχων (χ 185) g
κουριζόμενος· ὑμεναιούμενος, διὰ τὸ γαμουμέναις λέγειν· σὺν
κούροις τε καὶ κόραις (Aesch. fr. 43) ὅπερ νῦν παρεφθαρμένως
{ἐκκορεῖν} λέγεται
κουρὶξ αἰνυμένους· τῆς κόμης λαμβανομένους. ἢ νεανικῶς,
παρὰ τὸν {κοῦρον}· ἢ τῶν τριχῶν, παρὰ τὴν {κουράν}· ἢ
τῆς κόμης ἀπρὶξ δράξασθαι, λίαν, καὶ βίᾳ. τινὲς δὲ ἀνδρικῶς
καὶ νεανικῶς (Callim. fr. 772 Pf?)
κούριξαν· ἀπέκειραν
κούρειον· Σοφοκλῆς Ἀνδρομέδᾳ· (fr. 122)
ἡ {δ'} ἔκθυτον κούρειον ᾑρέθη πόλει·
νόμος γάρ ἐστι [τοῖς] βαρβάροις θυηπολεῖν
βρότειον ἀρχῆθεν γέρας. τῷ Κρόνῳ
κουριῶν· κουρᾶς δεόμενος. καὶ διαφέρειν φασὶ {κομᾶν} καὶ
{κουριᾶν}. τὸ μὲν γὰρ {κομᾶν} ἐστιν ἐπιμελούμενον τρίχας
ἔχειν· {κουριᾶν} δὲ τὸ κατὰ συμφορὰν ἄλλως καθιέναι κόμην
κοῦροι· νέοι Avgn, παῖδες ἄῤῥενες (Α 470) (vg)
κοῦρος· παῖς, νέος, υἱὸς ἄῤῥην, νεανίας, νήπιον (Δ 321 ..)
κουροτέροισι· κούροις, [νέοις (φ 310) n
*κουρότερος· νεώτερος (Δ 316) (AS)
κουροτρόφος· *παιδοτρόφος (ι 27) ASvg. ὑφ' ἑτέρων ἡ
Δημήτηρ
*κουρῶν· πόκων (Deut. 18,4) AS
*κουστωδία· βοηθεία στρατιωτική ASN
*κουστωδίας· τοῦ τῷ δεσμωτηρίῳ ἐπικειμένου στρατεύματος
AS(g), ἢ συναγωγῆς (Matth. 27,65 ..)
κούταρον· τῶν ὀπισθίων τοῦ βοὸς ἡ σὰρξ ὑπὲρ τὰ ἄρθρα
κουτίδες· συκαλλίδες
κουτίδια· δίκτυα τὰ πρὸς τὰς συκαλλίδας
κοῦφα· τὰ μὴ βαρέα (Eur. Alc. 1029)
κουφίζει· μετεωρίζει
κόφινος· μέτρον χωροῦν χοᾶς τρεῖς
κουφικὸν τρόπον· τὴν †κομητικὴν ὄρχησιν
κουφολογία· φλυαρία (Thuc. 4,28,5)
κοῦφον· ἄκοπον. μετέωρον
*κοῦφος· ἐλαφρός ASvn. ταχύς (2 Regn. 2,18 ..). [γοργός AS.
εὐχερής
*κουφόσκευος· οὐ βαστάζων τὴν πανοπλίαν AS
κοὐχί· καὶ οὐχί
κοχλίαι· τὰ ἐσθιόμενα ζῷα. καὶ τὰ ἐν τοῖς ὀργάνοις ξύλινα
κόχλος· τοῖς θαλαττίοις ἐχρῶντο πρὸ τῆς τῶν σαλπίγγων
εὑρέσεως. καὶ ὁ στρόμβος
κοχύ· πολὺ πλῆθος
κοχὺ δ' ἔρρει· ἰσχυρῶς καὶ μετὰ ψόφου καὶ λάβρως
κοχυδεῖν· ὑπερχέειν
κοχῶναι· τὸ ἱερὸν ὀστοῦν τὸ τῆς ῥάχεως r. πρὸς τῷ δακτυλίῳ.
οἱ δὲ τοῦ ἱεροῦ ὀστέου τὰ ἑκατέρωθεν μέρη. τίθεται δὲ καὶ ἐπὶ
τοῦ ἰσχίου
κοχώνα· τὰ ἰσχία, καὶ τὰ ὅμοια
κόψα· ὑδρία
κόψενα· παραστάτης, χαλκός
κόψεν· ἔπληξεν (Μ 204). ἐπάταξε τὴν θύραν, ἔκρουσε. κατέαξεν
κοψία· χύτρα
*κόψεσθε· προσοχθιεῖτε (Ezech. 20,43) (n)
κόψιχος· εἶδος ὀρνέου, ὃ {κόσσυφος} παρ' ἐνίων λέγεται. τάς-
σεται δὲ καὶ ἐπὶ τοῦ θαλασσίου
κοῶ· αἰσθάνομαι
κοεῖ· αἰσθάνεται
κόν· [εἰδός]
κοῶν· εἰδώς
κράανον· τέλεσον (n)
κραἅρα· κόσκινον. ἢ ὄρυγμα
κράβος· ὁ λάρος
κράγιον· σύντριμμα ἐν κεφαλῇ
κραγόν· κραυγήν (Ar. Equ. 487)
Κράγον· βόημα. καὶ ὄρος (Eur. fr. 669?)
κραγγών· ἔνυδρον ζῷον. καὶ εἶδος καρίδος
κραγγών· κίσσα
κραδαίνειν· κραδεύειν, σείειν, τινάσσειν
*κραδαίνει· σείει, τινάσσει AS
κραδαινόμενον· *σειόμενον AS, τινασσόμενον, ταρασσόμενον
(Ρ 524)
*κραδαίνων· ὁμοίως (2. Macc. 11,8) AS
κράδαλοι· κλάδοι συκῆς
*κραδάων· σείων (Η 213) n
κράδεμνον· κάλυμμα. στεφάνη. μίτρα. τὸ ἐπικράνιον στεφά-
νωμα (Eur. Phoen. 1490)
κράδη· συκῆ ASvgn. κλάδος. καὶ ἀγκυρίς, ἐξ ἧς ἀνήπτοντο οἱ
ἐν ταῖς τραγικαῖς μηχαναῖς ἐπιφαινόμενοι (Com. adesp.)
κραδησίτης· φαρμακός, ὁ ταῖς κράδαις βαλλόμενος (Hippon.
fr. 96 B.)
*κραδία καὶ [{κραδίη}· καρδία (Γ 60) gs
κραδίην ἐλάφοιο· δειλότατον (Α 225)
κραδίης· καρδίας (Κ 10)
κραδίης νόμος· νόμον τινὰ ἐπαυλοῦσι τοῖς ἐκπεμπομένοις
φαρμακοῖς, κράδαις καὶ θρίοις ἐπιραβδιζομένοις (Hippon. fr.
96 B.)
κραδίης τυρός· ὁ ὑπὸ τοῦ ὀποῦ τῆς κράδης πησσόμενος
κραδοφάγος· *συκοφάγος ASgn, ἰσχαδοφάγος. σημαίνει δὲ
καὶ τὸν ἀγροῖκον
κραιάρα· [κεφαλή. καὶ ἀκροστόλιον]
κραίνειν· τιμᾶν. βασιλεύειν
*κραίνουσι· πληροῦσι ASg, παρέχουσι S. τιμῶσι AS, βασι-
λεύουσιν (Eur. Alc. 1160 ..) g
κραίνων· ὁμοίως
*κραιπάλη· ἡ ἀπὸ τῆς χθιζῆς μέθης κεφαλαλγία (Luc. 21,34)
(AS)
κραιπαλήσας· μεθύσας
*κραιπνά· ταχέα ASn, ὀξέα (Ε 223)
*κραιπνόν· ταχύ (An) ὀξύ
*κραιπνοῖσι· ταχέσιν A, ὀξέσιν (Ζ 505)
κραιπνότερος· ὀξύτερος, ταχύτερος (Ψ 590)
*κραῖρα· ἡ κεφαλή, [ἢ κραέρα.] καὶ ἀκροστόλιον AS
κραῖραι· στόλοι νεῶν. μέτωπα. κεφαλαί
Κρακαλίδαι· τῶν Κρισσαίων βασιλεῖς. ἢ διάφορον γένος
(Aeschin. 3,107)
*κράματα· κεράσματα (An)
†κραμβατέλος· ξηρὸς καὶ καπυρός
κράμβαλα· μνημεῖα
κραμβαλίζουσιν· καπυρίζουσιν. κατασείουσιν
κράμβη· ῥάφανος, καὶ ἕτερα λάχανα
*κρᾶμα· κέρασμα Avgn. καὶ εὔκρατον N
κραμβίον· τὸ κώνειον (Hippocr. mul. aff. 1,63, VIII 130,1 L.)
κραμβόν· καπυρόν τινα {γέλωτα} καὶ ξηρόν φασιν. [ἢ τὴν
κράμβην]
κραμβότατον· καπυρώτατον (Ar. Eq. 539)
κράμβωτον· ἰκτῖνος τὸ ζῶον
κράνα· [κεφαλή]
κρᾶναι· κρῆναι τέλειαι καὶ αἱ τῶν ὑδάτων {ἀγωγαί}. καὶ
ἐπιτελέσαι
*κραναῆς· τραχείας (Γ 201) ASgn
†κραναοίκορον· μοῖρά τις τοῦ ἱερείου
κραναόν· ὑψηλόν. τραχύ
Κραναοῦ υἱός· Ῥαρός
Κραναὴν πόλιν· τὰς Ἀθήνας ἀπὸ Κραναοῦ
κράνεα χηλευτά· πλεκτὰ ἐκ σχοίνου, ἢ ἄλλης τινὸς ὕλης
μαλακῆς (Hdt. 7,89,3) {κρανία}· τὰ προσκεκολλημένα συρίγ-
για, εἰς ἃ τὰ πτερὰ ἐμβάλλεται
κράνεια· λεπτοκάρυα
*κρανέεσθαι· τελέσαι, [τελειῶσαι (Ι 626)
*κράνεσι· περικεφαλαίαις ASn
*κρανέω· ἐπιτελέσω g(n)
κράνεος· περικεφαλαίας
κρανία· τόξον. εἶδος δένδρου. περικεφαλαία
κρανίξαι· ἐπὶ κεφαλὴν ἀποῤῥῖψαι
Κράνιοι· τῆς Κεφαλληνίας αὗται τέσσαρες {πόλεις} ... Κράνιοι
Κρανίον· [πλατύ, ὑψηλόν. σεμνόν. ἰσχυρόν, ὀχθῶδες.] καὶ ἡ
κεφαλή. ἢ. γυμνάσιον
*κράνος· περικεφαλαία Avgps
κράντωρ· βασιλεύς (Eur. Andr. 507)
κραντῆρες ὀδόντες· οἱ ὕστερον φυόμενοι, οἱ λεγόμενοι σω-
φρονιστῆρες. [οἱ δὲ τόπον Κεφαλληνίας]
†κραντήριοι· οἱ κραίνοντες, καὶ ἐπιτελοῦντες
κράξαι· βοῆσαι b, ἠχῆσαι
κράος· ἐν ᾧ τὴν γῆν σκάλλουσι. καὶ ἡ σκαλευομένη [ἀμπελών ἢ]
ἄμπελος
Κράπαθος· ἡ Κάρπαθος (Β 676)
Κράπαθα· [τὴν Κάρπαθα]. νῆσον Ῥόδου
κραπαταλίας· ἀνεμώδης, καὶ ἀσθενής. καὶ ἀνίσχυρα λέγων.
ἄμεινον δὲ ληρώδης
κραπαταλλοί· ἰχθύες τινές
κραπαταλός· παρὰ πολλοῖς ὁ μωρός. ἢ νόμισμα (Pherecr.
fr. 99)
καράρα· πέπονθε τὴν κεφαλήν. οἱ δὲ βοῶν πυρετός. καὶ ἀκρο-
στόλια νεῶν
κρᾶς· κρέας. τινὲς δὲ κεφαλή
κράσβολα· κόλλαβοι δερμάτινοι
†κρασσέα· ἀλευρωτίς†
κρασίν· κεφαλαῖς (Κ 152). καὶ {κράτεσφιν} (Κ 156)
*κρᾶσις· κέρασμα ASs
κράσπεδα· τὰ ἐν τῷ ἄκρῳ τοῦ ἱματίου κλωσμένα ῥάμματα,
καὶ *[τὸ ἄκρον αὐτοῦ (Num. 15,38) A (S)nps
κραστῆναι· [διάκονοι γυναῖκες]
κραστήρια· τῶν ἐνηλάτων αἱ κεφαλαί, καὶ συμβολαί, καὶ τὰ
ἄκρα
κράστιν· Ἀττικοί. διὰ τοῦ γ οἱ νῦν {γράστιν} φασίν· ἔστι
δὲ ὁ χλωρὸς χόρτος
κραστόδετον· [σφενδόνην δεδεμένην· τὰ γὰρ ἄκρα τῆς σφεν-
δόνης κεφαλὰς ἐκάλουν]
*κρᾶτα· κεφαλήν (θ 92) ASgn
*κραταιᾶς· ἰσχυρᾶς (Sir. 46,5) AS
κραταίγονον· βοτάνη μεθ' ἧς πλέκουσιν
κραταιγός· δένδρον
κραταιγύαλοι· στεῤῥοὶ κατὰ κύτη, [τουτέστιν τὰ ὅπλα]
(Τ 361)
Κράταιϊς· προπαροξυτονεῖται, τὸ κύριον ὄνομα τῆς μητρὸς
τῆς Σκύλλης (μ 124) τὸ δὲ προπερισπώμενόν ἐστιν ἐπὶ τοῦ
Σισύφου προσηγορικόν (λ 597)
κραταίλεων· ἔδαφος ἐκ σκληροῦ λίθου γεγονός
κραταίλεων· ἡ Νιόβη (Aesch. fr. 167?)
κραταιόν· ἰσχυρόν (Ios. 24,4) (Np)
κραταίπεδον οὖδας· λιθόστρωτον ἔδαφος. [ἢ λιθόστρωτον
ἔδαφος] (ψ 46)
κρατεῖ· [μένει. κρύπτει]. κυριεύει. [δυνάμει ἄρχει b
κράτει· δυνάμει. [κεφαλή] (Η 142)
κρατέει· κρατεῖ, καὶ ἄρχει (Ε 175)
κρατέοντα· κρατοῦντα, ἰσχύοντα
*κρατερόν· ἰσχυρόν ASvgn, δυνατόν (Α 25 ..)
κρατεροφόρος· [γενναῖος]
κρατερόφρονος· βουληφόρου
κρατερόδοντες· καρτερούμενοι
κρατερώματα· μίξις χαλκοῦ καὶ κασσιτέρου
*κρατερώνυχες· ἰσχυροὺς ὄνυχας ἔχοντες (Ε 329) (gn)
κρατευταί· ὀβελίσκοι
κρατευτάων· τῶν βάσεων, ἐφ' ὧν οἱ ὀβελίσκοι τίθενται πρὸς
ὄπτησιν (Ι 214)
κράτει· νίκῃ. ἀρχῇ, ἐξουσίᾳ
*κρατῆρες· σιτλία, σκυφία (Exod. 25,33) ASn
κρατηρίσκοι· οἱ τοῦ ὀφθαλμοῦ, {οἳ} καὶ {μήκωνες} λέγονται
κρατί· κεφαλῇ (Γ 336)
κράτιστα· καλά. κρατούμενα
κρατιστεύει· δυναστεύει, κυριεύει
κράτιστος· ἰσχυρότατος, δυνατώτατος
κρατόδετον· {σφενδόνην δεδεμένην} τὰ {γὰρ} ἄκρα τῆς σφεν-
δόνης {κεφαλὰς ἐκάλουν}
κρατός· τῆς κεφαλῆς (Α 530)
κράτος· βασιλεία. ἰσχύς, [δύναμις. δόξα. ἐξουσία (Hebr. 2,14) n
κρατὸς λιμένος· τῆς ἀρχῆς τοῦ λιμένος (ν 346)
κρατύνει· κρατεῖ (Eur. Alc. 596)
κρατύνεσθαι· ὀχυροῦσθαι
κρατυνάμενος· ὀχυρωσάμενος
*κρατυνθέν· κρατηθέν, βεβαιωθέν (Sap. 14,16) ASg
κρατυντήρια· κατισχύοντα (Democr. fr. 8 b?)
*κρατύς· [ἄρχει, ἐξουσιάζει] {κρατερός, ἰσχυρός} (Π 181) ASn
κραναίνει· [φροντίζει, ἐπιθυμεῖ]
κραύγαρ· [ὁ ἰσχυρός]
κραυγή· βοή. ἢ γοήτευμά τι παιδίοις ἐπιφερόμενον, ὃ κατα-
βλάπτει [τοῖς παιδίοις.] καὶ γὰρ ἡ γραῦς Σεριφία ἀκρίς ἐστιν
ἡ λεγομένη βασκανία
κραυγίας· ἵππος, ὁ ὑπὸ κραυγῆς καὶ ψόφου ταρασσόμενος
κραυγάζει· βοᾷ, καλεῖ
κραυγός· δρυοκολάπτου εἶδος
κραυγόν· [ποιὸς ὄρνις]
*κραυρότερον· ξηρότερον (Plat. Tim. 60 d) AS
κραῦρος· νόσος μελισσῶν, ὅταν σκώληκας καὶ †ῥάχνας
ποιήσῃ
†κραῦσον· τὸ πῦρ
κράφα· ᾧ οἱ κηπουροὶ τοὺς βώλους ἀπάγουσιν
*κρεάγρα· ἐν ᾗ αἴρεται τὰ κρέα ASn. ἁρπάγη, καὶ λύκος AS,
ἐν ᾧ τὰ ἐκ τῶν φρεάτων ἀνέλκουσι
†κρεάνας· ἐλπίδας
κρέας· καὶ τὸ σῶμα ἔλεγον (Ar. Ran. 191), καὶ τὸ διδόμενον
τοῖς Ἀρεοπαγίταις. ἡ γὰρ ἐξ Ἀρείου πάγου βουλὴ κρέας
ἐλάμβανεν
κρέατα· κρέα
κρέασι· συμποσίοις (Μ 311)
κρεῖον· *ἀγγεῖον r. gn. εἰς ὃ κρέα βάλλεται (Ι 206)
*κρείουσα· καλλιστεύουσα (Χ 48) ASgn
κρεῖσσον· κρεῖττον, *[βέλτιον AS, κάλλιον (ζ 182) r
κρείττονας· τοὺς ἥρωας οὕτω λέγουσιν. δοκοῦσι δὲ κακωτικοί
τινες εἶναι. διὰ τοῦτο καὶ οἱ παριόντες τὰ ἡρῶια σιγὴν ἔχουσι
μή τι βλαβῶσι. καὶ οἱ θεοὶ δέ. Αἰσχύλος Αἴτναις (fr. 10)
κρειττόνων· ἐναρέτων
κρείων· *βασιλεύων ASg, ἄρχων Agn, κρατῶν gn, ἰσχύων,
ἡγεμονεύων (Α 130 ..)
*κρέκει· κιθαρίζει A
κρέκελος· θρῆνος
κρέκοντα· κερκίζοντα
*κρεμόω· κρεμάσω (Η 83) n
κρέμων· ἐκρέμασα
κρεμβαλιάζειν· κογχύλια καὶ ὄστρακα συγκροτοῦντας ἔν-
ρυθμόν τινα ἦχον ἀποτελεῖν τοῖς ὀρχουμένοις (Hermipp.
fr. 31)
κρέμβολα· ἐφ' οἷς τὰς κρόκας ἐντυλίσσουσιν αἱ γυναῖκες
κρέμυον· κρόμυον
κρέξ· κορυφαία. καὶ ὄρνεόν τι, ὃ τοῖς γαμοῦσιν οἰωνίζονται
(Callim. fr. 428). τάσσεται δὲ καὶ ἐπὶ τριχός (Callim. fr.
288).
*κρήγυον· ἀγαθόν gn, ὠφέλιμον r, ὑγιές (Α 106) ASvg
κρήδεμνα· τὰ χείλη
*κρήδεμνον· ἐπιβόλαιον, ὅ ἐστι [κεφαλόδεσμος r. ASvgn. ᾧ
χρῶνται αἱ γυναῖκες (Ξ 184). [κατὰ μεταφορὰν καὶ τὰ τείχη
ASgn λέγεται {κρήδεμνα} (Π 100). [στεφανίς. καὶ κόσμος n
κρήδεσμον· κεφαλόδεσμον
*κρήηνον· τέλεσον r. ASn, ἐπιτελείωσον (Α 41) AS
*κρήηνεν· ἀπετέλεσεν AS, ἐτελείωσεν
κρηθεῖν· κακολογεῖν
κρῆθμον· λάχανον
κρήϊα· ζῴδια
κρήϊνον· κρεοθήκη
κρήϊον· ἐπίκοπον. [κρεοδόχον λέβητα (r)
†κρημνοβάτης· νευροβάτης (Greg. Naz. c. 2,17,80) vg
κρημνός· ὄχθος, ἐξοχὴ πέτρας, καὶ ὄρους βάθος, χάος
κρηναρχίη· ἀρχὴ ἐπὶ τῆς ἐπιμελείας ὕδατος
κρηνῶν· πηγῶν *Agn, ὑδάτων
κρήνη· *πηγή r. ASvgn, ὕδωρ ἀγώγιμον
*κρήηνον ἐέλδωρ· τελείωσον τὸ ἐπιθύμημα (Α 41)
Κρηνιᾶς· τοὺς Κεφαλλῆνάς τινες
κρηνιῶν· καρηβαρῶν r
κρηνοφύλαξ· ὁ τὴν κρήνην φυλάσσων
*κρηπίδων [καὶ] {βάθροις}· βωμῶν (Eur. Troad. 16) AS
κρηπίς· *ὑποβάθρα, θεμελίωσις, ὑπόδημα ASvgn. λέγεται δὲ
καὶ τὸ περίθεμα τῶν ἐγχύτων πλακούντων. καὶ περὶ τὴν
ἀρχιτεκτονίαν {τὸ} τῆς κτίσεως, ἐφ' οὗ οἱ στυλοβάται. ἀπὸ
ταύτης οἱ ποιηταὶ τὰς καταρχὰς καὶ θεμελίους λέγουσιν
κρῆσαι· κεράσαι, ἐπιχέαι
κρησίαι· καλλίονες
†κρησίπαιδα· ἐν Σαμιακῇ θυσίαι ἡ λέξις φέρεται. δῆλον ὅτι
μέρη ἱερείων λέγεται
*Κρήσσας· Κρητικάς Sn, ἀπὸ Κρήτης
*κρησφύγετα· τὰ πρὸς τοὺς χειμῶνας στεγνά. καὶ ὀχυρώ-
ματα Σ. σπήλαια. [διαλανθάνοντες τόποι AS
Κρῆτα τρόπον· τὸ παιδικοῖς χρῆσθαι
Κρήτηθεν· ἀπὸ Κρήτης (Γ 233) r. p
κρητήρ· ὁ φάρυγξ. καὶ τὸ οἰνοχόον ἀγγεῖον
*κρητῆρας· [τοὺς κρατοῦντας] {κρατῆρας} AS(vg) n
κρητῆρα στήσασθαι ἐλεύθερον· {ὃν} εἰώθασι τῷ Διῒ ὑπὲρ
ἐλευθερίας ἱστάναι τοὺς πολεμίους ἀπωσάμενοι (Ζ 528)
κρητήριον· ἐπίχυσις· {κατακρῆσαι} γὰρ τὸ καταχέαι
κρητίζειν· ἐπὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. ἔταττον δὲ τὴν
λέξιν ἀπὸ {τοῦ} τοὺς Κρῆτας ψεύστας εἶναι
Κρητικόν· ἱματίδιον λεπτὸν καὶ βραχύ. τὰ γὰρ τοιαῦτα
{Κρητικὰ} ἔλεγον (Eupol. fr. 311). καὶ γένος ὀρχήσεως
Κρητικὸν μέλος· οὕτω Κρῆτες ῥυθμοὶ ἐλέγοντο ἀπὸ Κρητῶν
(Cratin. fr. 222). καὶ γένος ὀρχήσεως
κρῖ· κριθή. εἶδος ὀσπρίου. ἢ ἄλφιτα. ἢ γένος τι
κριδδέμεν· γελᾶν. Βοιωτία δὲ ἡ λέξις (Stratt. fr. 47)
κριβάνας· πλακοῦντάς τινας (Alcm. fr. 20)
κρίβανος· ὁ βαῦνος τῶν κριθῶν. κριθαῖς γὰρ τὸ πρότερον
ἐχρῶντο, καὶ βαύνους τὰς καμίνους ἔλεγον. καταχρηστικῶς δὲ
καὶ ὁ λέβης
κρίγδανον· πέλτη, ἀσπίς
κριγή· ἡ γλαῦξ. οἱ {δὲ} δαίμονες, εἴδωλα (Hippon. fr. 54)
κρίδιον· ὁ μικρὸς κριός r
†κρίες· ἡ χελιδών
κρίζει· ὀξὺ αὐλεῖ
κρίζειν· κεκραγέναι
κριζόν· [ἐπίλεκτον, διάφορον]
κρίζαος· ψώρα. κρίζα
κρῖθα· κριθήν. καὶ ἵππου ἀῤῥώστημα
κριθή· πυρόν. ἢ τὸ τοῦ ἀνδρὸς μόριον (Ar. Pac. 965). ἢ ὀφθαλ-
μῶν ἐπανάστασις παρὰ ἰατροῖς (Hippocr. Epid. 2, 2, 5)
κριθόγιτον· ἀφέψημα κριθῆς
κριθόκανον· σπέρμα μελανθίῳ ὅμοιον
κριθοφυλακία· ἀρχὴ ἐπὶ τῆς ἐξαγωγῆς τῆς κριθῆς ἢ σίτου
κρίθων· ἐπώνυμον ἀνδρὸς μοιχαλίου
κρίκα· κρίκον
κριθῶν ὄχλος· ἐν Τροφωνίῳ (Cratin. fr. 227)· παρέθηκε δὲ
παίζων τὸ ἀργύριον
κρικαδία· τὸ ἐναλλάξαι τοὺς δακτύλους ὥσπερ κρίκους
κρίκεν· ἐψόφησεν, ἔτρισεν (Π 470)
*κρίκος· κίρκος AS, ἔνθα ἡ κώπη εἰσέρχεται AS
*κρῖ λευκόν· κριθὴν λευκήν (Ε 196) n
*κρίμα· ἀνταπόδοσις θεοῦ (Ep. Rom. 3,8) AS
κρίματα· ψῆφοι, δίκαι (1. Cor. 6,7) (ns)
κριμνίτης· πλακοῦντος εἶδος
κριμνούς· λευκάς τινας βοτάνας
κρίμνον· ἡ κριθή r. p.
κριμυεῖ· [ῥίγε, πέφυκεν]
κρίνα· ἄνθη καλλίπνοα εὐωδιάζοντα. ἢ μάζα. ἄμεινον δὲ θυμιά-
ματα ἢ †τὸ μέλι φυρατὸν ἡδὺ τὸ λευκόν†
κρῖναι· τάξαι. χωρίσαι. δοκιμάσαι. δικάσαι. ἐπιλέξασθαι
κρίναιμι· ἐπιλέξαιμι
κρινάμενοι· ἐπιλεξάμενοι
*κρινάμενος· ἐπιλεξάμενος (Ι 521) Sn
*κρίνας· ἐπιλέξας vgn. χωρίσας (Ζ 188) n
κρίνατο· ἐπελέξατο. ἐδίκασεν
*κρῖνε· δίκαζε A. καὶ τὰ ὅμοια
κρίνειν· ἀριθμεῖν. χωρίζειν. ἀνακρίνειν, συγκρίνειν. ἔνιοι {κρι-
νόμεθα} ἀντὶ τοῦ μαχόμεθα. ἢ διαλεγόμεθα
κρινεῖς· διαχωρίσεις
κρίνθη· διεκρίθη. ἐχωρίσθη
*κρινθέντας· χωρισθέντας (A) S(g)
κρίνη· κνίδη
*κρίνομαι· δοκιμάζομαι (Ierem. 2,35) A
κρινόμεθα· μαχόμεθα. διαλυόμεθα
κρινομένους· ἀναιρομένους, ἀποθνήσκοντας
κρίνον· τὸ ξηρόν. τάσσεται καὶ ἐπὶ πτωχοῦ, καὶ νεκροῦ, καὶ
ἐκπεπτωκότος. καὶ σχῆμα χορικῆς ὀρχήσεως (Apolloph. com.
fr. 2)
κρίνοντες· διαχωρίζοντες (Β 446) b
κρίξαι· ἠχῆσαι, φωνῆσαι
κρίον· [ἀγγεῖον]
κριόντων· [βασιλευόντων]
κριός· ῥόπαλον πολιορκητικόν. καὶ ὁ τῶν προβάτων ἄρσην.
ὄργανον ἀσπίδων. Ἀθηναῖοι δὲ τὰς τραχείας κόγχας καλοῦσι
{κριούς}. καὶ παρὰ Ταραντίνοις {εἰς} τὰ μεταλλικὰ ἀναγράφεται
{κριός}. καὶ παρὰ τοῖς ἀρχιτέκτοσι μέρος τι τοῦ Κορινθίου
κίονος
κριὸς ἀσελγόκερως· ἦν ἐν τῇ ἀκροπόλει κριὸς ἀνακείμενος
μέγας χαλκοῦς. {ἀσελγόκερων} δὲ αὐτὸν εἶπε Πλάτων ὁ
κωμικὸς (fr. 210) διὰ τὸ μέγαν εἶναι, καὶ συναριθμεῖ αὐτῷ
τόν τε δούριον ἵππον ....... τὸ γὰρ {ἀσελγὲς} οὐ μόνον
ἐπὶ τοῦ ἀκολάστου ἔταττον οἱ παλαιοί, ἀλλ' ἔστιν ὅτε καὶ
ἐπὶ τοῦ μεγάλου· καὶ γὰρ {ἄνεμον ἀσελγῆ} λέγουσιν, ὡς
Εὔπολις (fr. 320). ἄμεινον δὲ τὸν ἀσελγόκερων δέχεσθαι εἶναι
τὸν κυρίττοντα, καὶ οἱονεὶ ἐξυβρίζοντα τοῖς κέρασιν
κριὸς τροφεῖα ἀπέτισε· παροιμία ἐπὶ τῶν ἀχαρίστων,
ἐπεὶ τὰς φάτνας [γὰρ] οὗτοι πλήττουσιν [οἱ κριοί]
κριοῦ διακονία· ὅταν προστάσσωμεν παιδίῳ διακονῆσαι,
λέγομεν· δώσω σοι εἰ τύχοι ἀστραγάλους, ἢ ἰσχάδας. καὶ ὁ
κριὸς οὖν εἶπε· καταλείψω τοὺς ἀστραγάλους σοι [δώσω]
κριοφάγος· θεός τις, ᾧ κριοὶ θύονται
Κρῖσα· πόλις Φωκίδος (Β 520) r
Κρίσαμις Κῷος· ἦν πολυθρέμματος. τούτῳ φασὶν ἔγχελυν
ἐπιφαινομένην κατ' ἔτος τὸ κάλλιστον τῶν προβάτων ἀφαρ-
πάζειν. καὶ τὸν Κρίσαμιν ἀνελεῖν. φαινομένην δὲ αὐτῷ ὄναρ
κελεῦσαι καταθάψαι αὐτήν, τὸν δὲ μὴ φροντίσαντα παγγενεὶ
ἀπολέσθαι
*κρίσεως· δοκιμασίας (Num. 27,11 ..) Avg
κρισίαι· τάξεις ἱππικαί
*κρίσιν· ἀκολουθίαν (Deut. 17,11) AS
κρίσις· ἀνάκρισις (Exod. 21,8)
κρισσός· ἡ ἐν ταῖς δρυσὶ γινομένη διάφυσις, ὅθεν ῥέει ὁ ἰξός.
ἢ ἡ ἐν τοῖς ἄρθροις διάφυσις σκληρὰ καὶ ὀζώδης
κρίσμιον· φυλάκιον
κριτάν· κριτήν
κρίτανος· τέρμινθος
κριτάς· ὀδόντας
κριτήριον· δοκιμαστήριον, δικαστήριον (Exod. 21,6 ..)
*κριτικὸς ἐνθυμήσεων· διακρίνων λογισμούς (Hebr. 4,12)
*κριτός· ἄριστος. ἐπιλελεγμένος, [ἐπίλεκτος (Η 434) gns
Κριῶθεν· ἀπὸ δήμου. ἔστι γὰρ ὁ Κριωεὺς δῆμος φυλῆς τῆς
Ἀντιοχίδος
*κροαίνων· τοῖς ποσὶ κρούων ASvgn. ὁ ἐπιθυμῶν (Ζ 507) gn
†κροβάντιον· πόλιον
Κρόβυζοι· γένος Θρᾳκῶν (Hecat. fr. 170 J.)
κρόβαλος· [ὁ ὁμαλὸς τῶν παίδων, καὶ αἱ τρίχες τῶν αἰδοίων]
κροιός· νοσώδης, ἀσθενής
Κροίσειοι στατῆρες· τινὰ ......
κρόκα ἢ κρόκη· ...
κρόκη· πέμματος εἶδος. ἢ *[ῥοδάνη ASb
κρόκαι· παραθαλάσσιοι ψῆφοι
κρόκαλαι· ψῆφοι. ἀκταί. ἄμμος
κροκαλεῖ το· [πανοῦργον παιδίον]
κροκόδειλος· τὴν τύλην, καὶ τὸ ζῷον, καὶ τὸ ἐν τῷ Νείλῳ,
καὶ [τὸ χερσαῖον r
κροκόπεπλος· κροκοειδῆ ἱμάτια ἔχουσα (Θ 1 ..) (r)
κρόκος· τὸ φυτόν. καὶ ἀλεκτρυόνες οἱ τὸν τράχηλον τοιοῦτον
ἔχοντες. κρόκη
κροκόττας· ζῷόν τι τετράπουν Αἰθιοπικόν
κροκύδες· γνάφαλα
κροκυλεγμός· τὸ κολακευτικῶς τὰς κροκύδας ἀπολέγειν τῶν
ἱματίων
Κροκύλεια· πόλις (Β 633) n
κροκύς· ἐχῖνος ἡ βοτάνη
κροκώδης· τινὲς ὡς δυσλύτων ὄντων τῶν ἐκ τῆς κρόκης δες-
μῶν, ἔνιοι δέ, ὡς κρόκου φυομένου ἐκεῖ. τινὲς δὲ κροκώδη, ἐκ
κροσσῶν συνεστραμμένων
κρολίαζε· πλησίαζε θᾶττον
κρόμβος· ὁ κόνδυλος. καὶ ὁ καπυρός
κρομβότατον· καπυρώτατον. κατακεκονδυλωμένον
κρόμμυα· τὰ κρομυοπώλια (Eupol. fr. 304)
*κρόμνον πότωι ὄψον· τῷ πότῳ προσφάγιον· A ἐρεθιστικὸν
τοῦ οἴνου S, τὸ δριμὺ κρόμμυον (Λ 629) A
Κρόνια· ἑορτὴ Ἑκατομβαιῶνος μηνὸς Κρόνῳ
Κρονίδαρ· πολυετής
κρονικαὶ λῆμαι· παρὰ τὴν παροιμίαν γέγονε, τὴν {χύτραις
λημᾶν} καὶ {κολοκύνταις} (Ar. Nubb. 327), ἐπὶ τῶν ἀμ-
βλυωττόντων (Ar. Plut. 581)
Κρόνιον· [ἑορτήν]. ἢ [παλαιόν r
κρόνιππον· παλαιόν (Ar. Nubb. 1070)
Κρονίωνας· παλαιοὺς ἀνθρώπους
κρονικώτερα· ἀρχαιότερα (Plat. Lys. 205 c v. l.)
Κρόνοι· παλαιοί
Κρόνου πυγή· τὸ ἀρχαῖον καὶ ἀναίσθητον †κέρας. ἀπὸ τοῦ
Κρόνου
*κροντᾷ· κατασήπεται AS
Κροντίδαι· μάντεων γένος
Κρόντωνας· ὁμοίως
κρόξ· κρόκη
κρόπιον· ἀξίνη δίστομος
κρόσσαι] κρόσσας· [κλίμακας np, ἄλλας ἐπ' ἄλλαις. τινὲς δὲ
τὰς κεφαλίδας τῶν τειχῶν, ἢ προμαχῶνας, ἢ στεφάνας τῶν
πύργων, ἢ τὰ κρηπιδώματα. καὶ γὰρ {κροσσοὺς} ἄχρι νῦν,
τὰ κατώτατα τῶν ἱματίων. ὃ καὶ βέλτιον. καὶ γὰρ τὸ ὄνομα
τῆς κλίμακος ἐγίνωσκεν ὁ Ὅμηρος, καὶ οὐδέπω ἦν πολεμικὰ
ὄργανα (Μ 258)
κροσσούς· τὰ κάτω τῶν ἱματίων τὰ ῥαμματώδη
*κρόσταλλος· εἶδος ὑέλου AS
κρόστινα· φυλακτήρια
*κρόσσας πύργων· τὰς ἀναβαθμίδας τῶν τειχῶν (Μ 258) n
κροταλίζει· κρούει ταῖς χερσίν
κρόταλον· περίτριμμα. κρότημα
κροταφίς· σιδηρᾶ σφῦρα. διπλῆ {ἐκ} τοῦ ἑτέρου ὀξὺ ἔχουσα,
ἐκ δὲ τοῦ ἑτέρου κρόταφον
*κροτεῖ· κρούει ASb
κρόταφος· κόῤῥη
κρότημα· ἐπὶ τῶν δολίων τάσσεται (Eur. Rhes. 499)
*κροτήσας· κτυπήσας ταῖς χερσίν (g)
*κροτήσατε χεῖρας· ἐπαινέσατε ταῖς χερσίν (Ps. 46,1) Av
*κροτήσουσιν· ἐπαινέσουσι (Ps. 97,8) A
κροτητά· ἐκγεγλυμμένα. εὐτίνακτα. *ἐπιτετριμμένα AS
κρότοι· εὐφημίαι, ἔπαινοι
κρόττονες· ὁμοίως
κρότονοι· κρότονες
Κροτωνία· σταφυλή. †αὐλίς
κρότων· οὕτω καλεῖται, ὅ τινες κίκι Αἰγύπτιον, οἱ δὲ σησάμην
ἀγρίαν. καὶ τὸ ζῷον τὸ ἐν κυσὶ καὶ βουσὶ γινόμενον. ἄλλοι δὲ
πυρσός
κροτώνη· τὸ ἐπιγινόμενον τοῖς δένδροις, μάλιστα τῇ ἐλαίᾳ
κρότωνος ὑγιέστερος· ...... (Men. fr. 263 Koe.)
κρουερῶ· τοῦ φοβεροῦ
κροῦμαι· μύξαι
κροῦναι· τὰ ἄφορα δένδρα
κροῦναι· κρῆναι τέλειαι
κρουνοί· ῥεῖθρα, ὀχετοί, ὑδάτων ἐκβολαί
κρουνοφόρον· οὕτω καλεῖταί τι τῶν ἐν ταῖς ναυσίν
*κρουνῶν· ῥευμάτων (Δ 454) gn
κρούπανα· ξύλινα ὑποδήματα. καὶ κλεῖς. καὶ {κρουπέζια} καὶ
{κρουπεζοφόρος}, (Cratin. fr. 310) ὁμοίως
κρουπαλίας· κλεῖδας
κρουπεζούμενος· τὰ ξύλινα σανδάλια {κρουπέζια} λέγεται,
καὶ ὑποδήματα ξύλινα, μεθ' ὧν τὰς ἐλαίας πατοῦσι. θέλει οὖν
δηλοῦν, τοὺς τραχεῖς πόδας ἔχοντας
κρούπετα· ὑψηλὰ ἢ ξύλινα ὑποδήματα, ἢ γυναικεῖα
κρύπτει· [σκώπτει]
κρουσιδημῶν· κρουσιμετρῶν. ἀπὸ τῶν ἐν τῷ μετρεῖν ἀπα-
τώντων (Ar. Equ. 859)
κρουσιμετρεῖν· ἐλλιπῶς μετρεῖν καὶ ἐνδεῶς. οἱ γὰρ φαύλως
μετροῦντες συνέκρουον τὰ μέτρα εἰς τὸ ἀποπίπτειν τὰ μετρού-
μενα. ἐντεῦθεν καὶ τὸ παραλογίζεσθαι {παρακρούεσθαί}
φασιν
κρουσίης· ἐλλιπής
κρουσίθυρον· μέλος τι οὕτως ἐκαλεῖτο
κροῦσιν· τὴν ὑπόκρισιν, τὸν παραλογισμόν. καὶ μουσικὸν
ὄνομα. καὶ ὅταν πρὸς τὸ λέγειν ἐν ταῖς ζητήσεσιν ὑποκρούων-
ται
κροῦσις· τὴν πρὸς τὸ λεγόμενον ἐν ταῖς ζητήσεσιν ἀντίῤῥησιν
καὶ παράκρουσιν οὕτω φασί
κρουτεῖται· κοκκίζει
κρυβάζει· ἀποκρύπτει
*κρύβδα· κρυφιμαίως (Σ 168) ASb
*κρύβδην· λάθρα (λ 455) r. vg np
κρυβηλός· κρυπτὸς πύργος
κρύβες· [νεκροί]
κρυβήσια· νεκύσια
κρυβήτας· τετελευτηκότας
κρυερήν· ψυχράν r. κρυσταλλώδη
κρυερόν· *φρικτόν r. Anps. μισητόν. ἀναιδές. *[φοβερόν ps.
ἐλεεινόν, οἰκτρόν, δεινόν, χαλεπόν. πονηρόν, κακόν, δυσχερές
κρύμα· εὕρημα
[κρυμνός ἢ] κρυμός· πάγος, ψῦχος, μέγα ῥῖγος
κρυμώσσει· ῥιγοῖ, πέφρικε
*κρυόεσσα· φρικτή g. μισητή. [τραχεῖα ASn
*κρυόεσσα ἰωκή· ἡ φρικτὴ καὶ φοβερὰ βοή (Ε 740) n
*κρύος· ῥῖγος, ψῦχος Avg
κρυπταδίῃ· λαθραίᾳ, κρυφιμαίᾳ (Ζ 161) (b)
κρυπτεύομαι· ἐνεδρεύομαι
*κρυπτάδιος· λαθραῖος r. n
*κρύσταλλος· τὸ πεπηγὸς ὕδωρ ASvg ὑπὸ κρύους (Χ 152)
r. AS
κρύφαλον· [σαβάκανον]
κρυφανδόν· κρυφίως r
*κρυφῇ· λάθρα AS, ἀδήλως, [κρυπτῶς (1. Regn. 19,2 v. l.) r
κρυφίνους· [ὑπούλους]
*κρυψίνους· δόλιος, πανοῦργος (Xen. Cyr. 1,6,27) r. ASvgp (n)
κρυώδους· φρικώδους (r)
*κρόβον· δρέπανον
κρωβύλος· ὁ μαλλὸς τῶν παίδων ASvn, ἢ ὁ κόρυμβος τῆς
ἐμπλοκῆς. ἔστιν γὰρ ἀνηνεγμένη ἀπὸ μέσου τοῦ μετώπου
ἐπὶ τὴν κορυφήν. οὕτω δὲ καὶ ὁ ῥήτωρ Ἡγήσιππος †καὶ
δήγγος †ἐκαλεῖτο (Aeschin. 1,64). {Κρωβύλος} καὶ ὁ μαλλὸς
τῶν αἰδοίων
Κρωβύλου ζεῦγος· παροιμία ταττομένη ἐπὶ τοῖς ὑπερβαλ-
λούσῃ κεχρημένοις πονηρίᾳ. μετενήνεκται δὲ ἀπὸ πορνοβοσκοῦ
τινος
*κρώζειν· ὡς κόραξ κράζειν (ASvg)
κρεωδαίτης· ὁ δαιτρός
κρωκαλέον· παιδίον πανοῦργον
κρωμακόεν· κρημνῶδες r
κρώμαξ· σωρὸς λίθων r. s {τάφος, μνῆμα} s
Κρῶμνα· πόλις Παφλαγονίας (Β 855), καὶ Θεσσαλίας
κρώζει· κράζει n
κρώπιον· δρέπανον. τινὲς δὲ διὰ τοῦ β {κρόβιον} (Pherecyd.
3,154 J.)
κρωσσοί· ὑδρίαι, στάμνοι, λήκυθοι
†κρωτάνεροι· βάναυσοι. πολῖται. καὶ ἐξελεύθεροι. ἰδιῶται
κτα· ἔκτεινε (λ 324 ..)
κτᾶν] κτάναι· [φονεύειν, ἀνελεῖν
κτανεῖν· κτείνειν (Eur. Andr. 407 ..)
κτάνθεν· ἀπώλοντο (Ε 558 ..)
κτάρα· ἰχθῦς βραχύτερος πάντων
*κτάσθαι· ἀναιρεθῆναι. κτανθῆναι (Ο 558) An
κτᾶται· ὠνεῖται
κτάτεσι· [κτήμασι]
κτατο· ἐκτήσατο. ἀπέθανεν
κτεανήχης· πένης
κτέανον· κτῆμα r. S
*κτεάνων· κτημάτων (Hes. op. 315) v
κτέαρ· δῶρον r. *κτῆμα ASvgp. γέρας. σκεῦος
*κτεάτεσι· κτήμασι Sgn. χρήμασιν (Ε 154) g
*κτείνει· φονεύει A, ἀναιρεῖ (Eur. Phoen. 1601 ..) (vg) p
*κτείς· κτένιον r. AS {αἰδοῖον} r. A
κτεατίσασθαι· κτήσασθαι (Π 57?) (b)
κτένας· τοὺς τῶν χειρῶν καρποὺς καὶ τῶν ποδῶν καὶ τὰ
τιτθία μεταφέροντες ἀπὸ τῶν εἰς τὰς τρίχας ἐπιτηδείων κτενῶν.
λέγουσι δὲ καὶ τὰς νωτιαίας πλευράς
κτένια· τῶν κιθαρῶν οἱ ὑπερέχοντες ἀγκῶνες λέγονται
κτενώμεθα· ἀναιρούμεθα
κτενωτή· ὑφαντή r
κτενωτὴν τρίχα· τὴν ἐφαπτίδα. {κτενωτὴν} τὴν ὑφαντήν,
{τρίχα} δὲ ἐπεὶ τὰ ἔρια τρίχες εἰσὶν τῶν προβάτων
*κτέρας· κτῆμα (Κ 216) ASn
κτέρεα· ἐντάφια (Ω 38) r. S
κτέρες· νεκροί s. καὶ {ἀκτέριστοι} οἱ ἄταφοι
*κτερεΐζω· κτῶμαι. σκυλεύω AS. ἐνταφιάζω r(g)
κτερίσαι s. καὶ {κτερίξαι}· [θάψαι, ἐνταφιάσαι s
κτερίσαι· πάντα τὰ εἰς τιμὴν τοῖς κατοιχομένοις ἐπιφερόμενα ...
κτηδών· τριόδους
κτήματα· πάντα τὰ ὑπάρχοντα (Act. ap. 2,45 ..)
κτήνεα· χρήματα
κτήνη· βοσκήματα (Gen. 26,14 ..)
*κτηνωδέστερα· ἀλογώτερα· {κτήνη} γὰρ τὰ ἄλογα (r) (Ag)
κτησάμενος· λαβών. ἔχων
κτῆσις· πλοῦτος r. p
κτήτορες οἰκιῶν· κτῆται (Act. ap. 4,34)
κτιδέα· γένος περικεφαλαίας. καὶ {κτὶς} δέ ἐστι ζῷον ὅμοιον
γαλῇ, οὗ τὸ δέρμα εὔθετον εἰς περικεφαλαίας. τινὲς δέ φασι
δορὰν λύκου
κτιλεύσασθαι ἢ κτιλώσασθαι· συληθῆναι
κτίλος· τιθασός. πρᾷος. ἡγεμών
κτίλον· συνήθη
*κτίλος· ὁ προηγούμενος τῆς ποίμνης κριός (Γ 196) r. gn
κτιμένη· κατῳκισμένη. καὶ πόλις Θεσσαλίας
κτίμενον· τὸ οἰκούμενον (Β 501 ..)
κτίσαι· ἱδρῦσαι. οἰκίσαι. ἄρξασθαι
κτίσμα· ποίημα, [οἰκοδόμημα (Sir. 38,34) r
κτίστης· ποιητής, πλάστης (2. Macc. 1,24)
κτίτωρ· κτίστης
κτίται· κτίστορες (Eur. Or. 1621)
κτίσω· θήσω. ἀπάρξομαι. ποιήσω
*κτυπεῖ· τῇ χειρὶ κρούει An
κτυπέων· κτυπῶν. βροντῶν (Η 479)
κτυπία· ὁ ἐπιθαλάμιος κτύπος (r)
κτυπιῶν· τῶν ἐπικρουμάτων τοῦ θαλάμου, ἃ ἐπικτυποῦσιν
ἔξωθεν, ὅταν συγκατακλίνηται τῷ νυμφίῳ ἡ γημαμένη
*κτύπος· ψόφος. βροντή Agn
[κτύναι ἢ] {κτοῖναι}· †χωρήσης προγονικῶν ἱερῶν. ἢ δῆμος
μεμερισμένος ...
*κτωμένοις· κεκτημένοις AS
*κύαθος· στάγιον, μικρὸν μέτρον n. ἢ ἀντλητήριον r. ASg (n)
*κυάθους· σκαφιόλια. ὠάρια σιδηρᾶ, οἷα κύαθος. δέχεται ὑγροῦ
τινος οὐγγίας δύο (Exod. 25,28 ..) AS
κυαίνων· ἔγκυος ὤν
*κυαιστεωνάριοι· βασανισταί AS (g)
κύαμος· ὄσπριον. *φάβα μέγα ASn. ἢ ὁ κλῆρος. καὶ τὸ ὑπὸ
τὴν θηλὴν τοῦ μαστοῦ πρῶτον συνιστάμενον γάλα. καὶ τὸ
Αἰγύπτιον κιβώριον λεγόμενον καὶ κολοκάσιον
κυαμοτρώξ· ἐν ταῖς διαψηφίσεσι κυάμοις ἐχρῶντο καὶ ἐλάγχα-
νον κυάμῳ, καὶ τοὺς τὸν λευκὸν κύαμον λαβόντας εἰληχέναι
ἐνόμιζον (Ar. Equ. 41)
κυάμῳ δικαστικῷ· ψήφῳ
Κυαμίτης· †ὁ πάγκος καλούμενος
κυαμεύειν· κληροῦσθαι
κυάμῳ πατρίῳ· Σοφοκλῆς Μελεάγρῳ (fr. 371), ὡς καὶ τῶν
Αἰτωλῶν τὰς ἀρχὰς κυαμευόντων. διεκλήρουν δὲ αὐτὰς κυάμῳ
καὶ ὁ τὸν λευκὸν λαβὼν ἐλάγχανεν. ἀνάγει δὲ τοὺς χρόνους,
ὡς καὶ ἐν Ἰνάχῳ {κυαμοβόλον δικαστήν} (fr. 266)
κυανέῃ· μελαίνῃ, φαιᾷ (Ε 345)
*κυανέῃσι· φαιαῖς, [μελαναῖς (Α 528) ASn
a) κυάνεος· μέλας, σκοτεινός b) *{κυάνεος} {ἐλέλικτο
δράκων}· μέλας ἐν τῷ ἀναφορεῖν (Λ 38) A
*κυανέων· Μαύρων, [Αἰθιόπων (Hes. op. 527) ASvn (g)
*κύανον· εἶδος χρώματος οὐρανοειδές (η 87) AS (nT)
*κυανόπεζα· μελανόπους (Λ 629) AS (n)
κύανος· θαλάττιον ὕδωρ A. καὶ ὄρνις
*κυανοχαίτης· μελανόθριξ. Ποσειδῶν (Ξ 390) Avg
κύαρ· τὸ τῆς ῥαφίδος τρῆμα (Hippocr. morb. 2,33, II 516 L)
καὶ τὸ τῆς κώπης τοῦ μύλου
Κυάρη· ἡ Ἀθηνᾶ
†κυβάβδα· αἷμα. Ἀμαθούσιοι
Κύβαβος· θεός
κυβαΐζοντες· λάσωνες
κύβον τὸν ἐνθουσιῶντα, ἢ τὸν Ἑρμῆν
κυβάσαι· καταστρέψαι
κύβας· σορός
κύββα· ποτήριον
κύβεθρα· τὰ τῶν μελισσῶν {σίμβλα} r (g)
κυβεῖον· τόπος, εἰς ὃν συνῇσαν κυβεύσοντες· ὃ νῦν τόπον
δεξιόν
Κύβελα· ὄρη Φρυγίας. καὶ ἄντρα. καὶ θάλαμοι
*Κυβέλη· ἡ μήτηρ τῶν θεῶν (Eur. Bacch. 79) r. g
κυβερνᾷ· ἰθύνει. διοικεῖ
κυβερνήσεις· προνοητικαὶ ἐπιστῆμαι καὶ φρονήσεις (1. Cor.
12,28)
κύβεσις ἢ κίβυσις· [πήρα]
κυβεῦσαι· *παῖξαι. ταβλίσαι gn. χλευάσαι
κυβευτήν· σοφὸν κυβευτήν, ἀλλὰ μὴ στένειν τύχην (Soph.
fr. 861) τὸν τοῖς κύβοις χρώμενον. ἐπιστήμην γάρ τινα ἐδό-
κουν τὸ [δὲ] δεξιῶς χρῆσθαι. ἐπιστημονικωτέραν τὴν πεττείαν
τῆς κυβείας ἐνόμιζον
κυβέβις· γάλλος. κίναιδος. μανιῶν
κυβηβᾶι· θεοφορεῖται, κορυβαντιᾷ
Κυβήβη· ἡ μήτηρ τῶν θεῶν. καὶ ἡ Ἀφροδίτη [καὶ ὑποδήματα
παρὰ Ἀρκάσιν] {ὑπὸ Λυδῶν} [η] καὶ Φρυγῶν παρ' ὃ καὶ
Ἱππῶνάξ (fr. 120 Bgk) φησι· καὶ Διὸς κούρη Κυβήβη καὶ
Θρεϊκίη Βενδίς. ἄλλοι δὲ Ἄρτεμιν.
κύβηβος· ὁ κατεχόμενος τῇ μητρὶ τῶν θεῶν (Cratin. fr. 82)
κυβηλικὸν τρόπον· {τῷ πελέκει κακουργῆσαι}
κυβηλιστάς· καὶ κοβάλους. τοὺς κακούργους λέγει
κύβηλις· μάχαιρα. ἄμεινον δὲ πέλεκυν, ᾧ τὰς βοῦς καταβάλ-
λουσι
κυβηλίσαι· πελεκίσαι· κύβηλις γὰρ ὁ πέλεκυς
*κυβιστῆρας· πηδητάς ASgn, τινὲς ὀρχηστὰς ποικίλους (Eur.
Phoen. 1151)
κυβεία· κυβευτικὴ πραγματεία. κύβευμα
κύβηλις· τινὲς τὴν τυροκνῆστίν φασιν. ἔπαιξεν δὲ ὁ Κρατῖνος
(fr. 315) παρὰ τό· χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμιν-
διν (Ξ 291)
κυβῆ· κυβευτήν
κύβηνα· σκήνωμα
κυβῆναις· γλαῦξαις
κυβησίαν· [πήραν]
κυβησίνδα· ἐπὶ κεφαλήν, ἢ τὸ φορεῖν ἐπὶ νώτου, ἢ κατὰ
νώτου
κυβισίς· κήλη
κυβητίζω· ἐπὶ κεφαλὴν ῥίψω
κυβιτίζω· τοῖς ἀγκῶσι πλήττω (Epich. fr. 213)
κυβιτόν· ὁ ἀγκών
*κύβον· {λίθον} τετράγωνον AS
κύβος· *πᾶν τετράγωνον ASvg. ἢ σχῆμα γεωμετρικόν r. καὶ
ἀριθμός τις. καὶ ᾧ οἱ κυβευταὶ χρῶνται. ἐκαλεῖτο δὲ τοῦ βόλου
σχῆμα. καὶ {ὁ} παρὰ τοῖς μεταλλικοῖς κύβος. καὶ οἱ Σαλαμίνιοι
λέγουσι κύβον τὸ τοῦ ἱματίου σημεῖον, Πάφιοι δὲ τὸ τρύβλιον
κύβωλα· κῶλα. ἢ ὀσφύς. ἢ μεγάλα ὀστᾶ, καὶ ὀλέκρανα
*Κυδαθήναιος· ἔνδοξος Ἀθηναῖος AS
Κυδαθηναιεύς· δῆμος [τῆς] τῆς Πανδιονίδος φυλῆς ἐν ἄστει
Κύδαθον· ὁμοίως
κυδάγχας· μάχας. λοιδορίας
κυδαγχόμενα· λοιδορούμενα
κυδάσσει· ταράσσει. λοιδορεῖ
κυδάζεσθαι· λοιδορεῖσθαι
κυδαζόμενα· λοιδορησόμενα
κυδαίνει· τιμᾷ. ἀξιοῖ. θαυμάζει. ἐγκωμιάζει (Ξ 73)
κυδάναν· [τὴν γλαῦκα]
*κυδαίνεται· δοξάζεται, σεμνύνεται ASb
*κυδαλίμη· ἔνδοξος, τιμία (Avg)
Κυδαντίδαι· δῆμος τῆς Πτολεμαΐδος φυλῆς
κυδάϊ· [ἀρετῇ]
κύδαρ· τάφος
κύδαρος· νεὼς εἶδος
κυδάττειν· ἐπιφωνεῖν
κύδεϊ γαίων· τῷ καθ' ἑαυτὸν ἀξιώματι (Α 405)
κύδηνεν· ἐδόξασεν (n). ἐμετεώρισε κατὰ διάνοιαν (Ψ 793)
*κυδιάνειρα· μεγάλους καὶ [ἐνδόξους τοὺς ἄνδρας ποιοῦσα
(Α 490) r. gp
*κυδιανείρῃ· τῇ τοὺς ἄνδρας δοξαζούσῃ (Ζ 124) AS (gp)
κυδίας· τὰ ἄνθη τῶν ὀδόντων
κύδιμος· ἔνδοξος, σεμνός, τίμιος
*κυδίμων· τὰ αὐτά ASgn
κύδιον· κρεῖττον, αἱρετώτερον (Eur. Alc. 960 ..)
κυδιόων· σεμνυνόμενος r. *χαίρων. δόξῃ ἐπαιρόμενος (Β
578 ..) ASvg
κύδιστε· ἐνδοξότατε n, σεμνέ, τιμιώτατε (Α 122)
κύδνος· κύκνος
κυδοιμός· πόλεμος (g). θόρυβος, ταραχή (Κ 523) Avg
κυδοιδοπᾷ· ταράσσει, θορυβεῖ, κυκᾷ (Ar. Pac. 1152)
*κυδοιμῶν· θορύβων AS, ταραχῶν (Iob 38,25) S
κυδος· *δόξα ASvgn, ἀρετή, νίκη, τιμή, ἀριστεία (Α 279).
λοιδορία S, κακολογία
κυδρή· *ἔνδοξος r. ASn, σεμνή, τιμία, ἔντιμος (Σ 183)
κυδρός· ἔνδοξος, καὶ τὰ ὅμοια. γαυριῶν. πεποιθώς. Εὐρυτίδαις
(Ion fr. 13) συγκοπὲν δ' ἐκ τοῦ κυδαρός [πεποιθώς]
κυδύλιον· [ἔνδοξον]
Κύδωνες· ἔθνος (γ 292)
κυδώνιον· μέγα, καὶ ἀξιόλογον. ἢ ἀπατηλόν, δόλιον. λοίδορον.
καὶ τὸ μῆλον. Κυδωνία δὲ πόλις Κρήτης. καὶ τὸ φυτόν
*κυέει· ἐγκυμονεῖ, ἐν γαστρὶ ἔχει AS
*κύει· ἐγκύμων ἐστί ASn, γεννᾷ ASvg
κυέουσαν· ἔμβρυον ἐντὸς ἔχουσαν (Ψ 266) b
κύεσσαν· [κύουσαν]
*κυζηθμός· ἡ ἀσαφὴς τῶν κυνῶν βοή r. ASvgn
Κυζικηνοὶ στατῆρες· διεβεβόηντο ὡς εὖ κεχαραγμένοι. πρό-
σωπον δὲ ἦν γυναικὸς ὁ τύπος
κύημα· τὸ κατὰ γαστρός. καὶ ἡ προβολὴ τῶν φυτῶν
κυηρόν· ἔγκυον. ἁπαλόν, βλαστόν
κύησεν· ἐν γαστρὶ ἔσχεν
κύθεν· ἔκρυψεν, ἐκάλυψεν (γ 16)
Κυθέρεια· ἡ Ἀφροδίτη. καθ' Ὅμηρον μέν, οὐχ ὅτι "προσέ-
κυρσε Κυθήροις" (Hes. Theog. 198), ἀλλ' ὅτι κευθόμενον ἔχει
ἐν ἑαυτῇ τὸν πάσης ἐρωτικῆς φιλίας ἐξηρτημένον [τὸν] κεστὸν
ἱμάντα (Ξ 214), ἤγουν τὸν ποικίλον. ἢ ὅτι οἱ ἐρῶντες ἐν
αὑτοῖς κρύπτουσι τὸ ἐρωτικὸν πάθος (θ 288)
κυθηγενέεσσι· κρυφογενέσιν
Κύθηρα· νῆσος Κρήτης. καὶ πόλις Θεσσαλίας r. τινὲς δὲ νῆσον
πρὸ Μαλέου. Μάλεον δὲ ἀκρωτήριον τῆς Λακωνικῆς
Κυθηρίῳ· τῷ ἐκ Κυθήρων (Κ 268)
Κυθηροδίκης· ἀρχή τις τὰ ξενικὰ διοικοῦσα (Thuc. 4, 53,2)
Κύθηρος· δῆμος τῆς Πανδιονίδος φυλῆς
*Κυθήρων· Ἀφροδίτης ἡ πόλις (ι 81) Avg
κυθνώλης· ἐξώλης. ἔνιοι δὲ πεποιῆσθαι τὴν λέξιν φασὶ ἀπὸ
Κύθνου τῆς νήσου· ἀπολέσθαι γὰρ αὐτὴν ὑπὸ Ἀμφιτρύωνος
κυθωνύμου· αἰσχρὸν κλέος ἔχοντος. ἢ οὗ ἄν τις ἐπικρύψειε
τὸ ὄνομα διὰ τὰς συμφορὰς καὶ τὰς πράξεις. ἢ ἀξίου κεκρύφθαι
κυθνόν· τὸ ἄκυον φάρμακον. καὶ {πολύκυθνα} πολύσπερμα.
{κυθνὸν} γὰρ τὸ σπέρμα
κυθώδεος· δυσόσμου
*[κυΐντατα· οἰκτρότατα S]
κυΐσκει· συλλαμβάνει
κυΐσκεται· ἔγκυος γίνεται
κυκᾷ· *ταράσσει r. ASvgn. ἢ τὰ κάθυγρα ἄλφιτα ...
Κύκαλα· δῆμος τῆς Αἰαντίδος φυλῆς
*κυκεῶ· κυκεῶνα (κ 290) AS
*κυκειῶ· πόμα ἐκ πολλῶν βοτανῶν συγκείμενον φαρμακίας
(Λ 624), ποτὸν δηλητήριον ASvg
κυκεῖ· [ταράσσει]
κύκημα· τάραχος r
*κυκηθήτην· ἐταράχθησαν, δυϊκῶς (Λ 129) Anps
*κύκηθρον· ταραχήν (Ar. Pac. 654) ASvgn
κυκεῶ· κυκεῶνα. ἐξ οἴνου καὶ μέλιτος καὶ ὕδατος καὶ ἀλφίτων
ἀναμεμιγμένον πόμα. κατὰ ἀποκοπὴν τῆς {να} συλλαβῆς. τὸ
δὲ αὐτὸ καὶ μετὰ τοῦ {ι} κυκειῶ (κ 290)
κυκήσεων· ταραχῶν
κυκλήσομεν· ἐφ' ἁμαξῶν ἄξομεν (Η 332)
κύκκαρος· τὸ ἐλάχιστον
κύκλα· οἱ κύκλοι. τροχοί (Ε 722). ἢ χοροί
κυκλάζει· κύκλῳ περιέρχεται
κυκλαίνει· στρογγυλοῖ
κυκλάμινος· πόα τις ὑπὸ τῶν ῥιζοτόμων (p)
*[κύκλετε· ἀκούσατε AS]
κύκλευον· [εἶδος πόματος ἐξ εἰδῶν συγκείμενον]
κυκλήσομεν· ἀνάξομεν, ἐφ' ἁμαξῶν κομιοῦμεν (Η 332)
κύκλιοι αὐλοί· οὕτω τινὲς ἐκαλοῦντο. εἶεν δ' ἂν οἱ χορικοί
κυκλιοδιδάσκαλον· κύκλιον χορὸν διδάσκοντα (Ar. Av.
1403)
κύκλιοι χοροί· .....
Κυκλοβόρος· ποταμός. τινὲς δὲ χαράδραν μετὰ ψόφου ῥέουσαν
(Ar. fr. 636?)
κύκλοι· *τροχοί ASgn. ὀφθαλμοί
κύκλος· περίβολος. καὶ ἐν ἀγορᾷ τόπος, ἔνθα σκεύη καὶ σώματα
πιπράσκονται. καὶ ἐν ταῖς κωμῳδίαις ὑπότροχόν τι κατα-
σκεύασμα. καὶ παρὰ τοῖς γεωμέτραις ἐπίπεδον σχῆμα ὑπὸ
μιᾶς γραμμῆς περιεχόμενον. καὶ εἶδος ἱππασίας
κυκλοτερές· περιφερές r. ἐπικαμπές (Δ 124)
κύκλους καὶ τροχούς· τὰ τείχη. {τροχὸν} δὲ τὸ τεῖχος, ὡς
Σοφοκλῆς Ἡρακλεῖ· Κυκλώπιον τροχόν (fr. 207)
κυκλοφορούμενος· κατὰ κύκλον φερόμενος AS
κυκλοχανῶν· γλίσχρων, σμικρολόγων
Κυκλώπων ἕδος· ἐπειδὴ Κύκλωπες ἐτείχισαν τὰς Μυκήνας
Κυκλώπων· χαλκέων
*κύκνος· ὄρνεον r. AS
κυκοίας· [προγόνους]
κυκύιζα· γλυκεῖα κολόκυντα
κύκυον· τὸν σικυόν
κυκῶν· ταράσσων. ἀναζέων. [θρηνῶν]
*[κυκοῦντος· θρηνοῦντος] (ASs)
*κυκλοστάθμοις· ὑψηλοῖς (Hagg. 1,4)
κύλα· τὰ ὑποκάτω τῶν βλεφάρων κοιλώματα r. τὰ ὑπὸ τοὺς
ὀφθαλμοὺς κοῖλα. τὰ ὑπώπια
κυληβίς· κολοβή
κυλίκεια· παιδιά τις παρὰ πότον. Ἰόβας (fr. 275,99 J.)
κυλικήρυτον αἷμα· ὡς τὸ {κοτυλήρυτον}, οἷον πολύ (Cal-
lim.? fr. 773 Pf.)
Κυλικράνων· Πολέμων φησί, ὅτι τοὺς ὤμους κεχαραγμένοι
ἦσαν κύλικας. οἱ δὲ τοὺς ὑπὸ τῇ Οἴτῃ Ἡρακλεώτας ἀπό τινος
{Κύλικος Λυδοῦ} ὠνομάσθαι
*κυλίνδει· ἐπιφέρει. κυλίει (Ρ 688) Ag
*κυλίνδεσθαι· ὁμοίως (Λ 147) (n)
κύλινδροι· †ὄφεις. καὶ σφραγῖδος εἶδος. καὶ ὅλμοι. καὶ λίθοι
στρογγύλοι
*κυλινδούμενος· κυλιόμενος, περιστρεφόμενος ASn
κυλίνθιον· προσωπεῖον ξύλινον
*κύλιξ· κοτύλη, [ποτήριον gns(p)
κυλίχνη· φιάλη. καὶ ἡ ἰατρικὴ πυξίς
κυλιχνίδες· πυξίδες. ἄλλοι λιβανωτρίδες. ἕτεροι ἀγγεῖα κερα-
μεᾶ. ἄλλοι κύλικας. ἄλλοι πυξίδας ἰατρικάς
κύλλας· σκύλαξ. Ἠλεῖοι
κύλλαβοι· ὑπώπια
κυλλαίνει· [θυμαίνει]
κύλλαιος· βόστρυχος
κυλλάραβις· δίσκος. ἢ γυμνάσιον ἐν Ἄργει
κυλλᾶστις· ἄρτος τις ἐν Αἰγύπτῳ ὑποξίζων ἐξ ὀλύρας
κυλλατούς· [τοὺς ὀφθαλμούς]
κύλληβιν· κολοβόν[τα]. οἱ δὲ τὰ κέρατα κολόβια παρ' Ἱπ-
πώνακτι (fr. 122)
κυλαίνων κάτω· Σοφοκλῆς Φαίδρᾳ. τὰ ὦτα καταβαλών,
ἅπερ οἱ σαίνοντες {κύνες} ποιοῦσιν· "ἔσαινεν οὐρὰν ὦτα
κυλλαίνων κάτω" (fr. 625). οἷον· οὐρῇ μέν ῥ' ὅγ' ἔσηνε καὶ
οὔατα κάββαλεν ἄμφω (ρ 302)
*Κυλλήνη· ὄρος Ἀρκαδίας (Β 603) ASg
Κυλλήνιος· ὄνομα κύριον [{ὁ Ἑρμῆς} (ω 1) r
κύλλια· ὑπώπια μελανά
κυλίνδεσθαι· κυλίεσθαι
*κυλλοποδίων· χωλός (Σ 371) ASn. [μονόχειρ]
κυλλός· χωλός ps. καμπύλος
†κόλλοβος· ξηρὰ συκῆ
κύλλου πήρα· ζητοῦσι διὰ {τί} τὸ πορνεῖον Κύλλου πήραν
Ἀριστοφάνης εἴρηκεν ἐν Δράμασιν ἢ Κενταύρῳ· "τὸ δὲ πορ-
νεῖον Κύλλου πήρα" (fr. 273). ἔστι γὰρ χωρίον Ἀθήνησιν
ἐπηρεφὲς καὶ κρήνη. ἀντὶ δὲ τοῦ Πέραν πήραν ἔφη
Κυλώνειον ἄγος· ἀπὸ ἱστορίας. τοῦτο δὲ λέγει σαφῶς Θου-
κυδίδης (1,126,3)
κῦμα· ὕδατος ἐπιδρομὴ βιαία. καὶ τὸ ἔτι ὂν ἐν τῇ κοιλίᾳ. καὶ
τὸ γεννώμενον κύημα
κυμάδας· ἐγκύους
κυμάγχη· [ἡ εἱρκτή]
*κυμαίνεται· ταράσσεται ASvg
κυμαίνουσα· ταράσσουσα. οἰδαίνουσα. ὑπερβλύζουσα (Isai.
17,12 ..)
κύμαρος· κόμαρος. βόστρυχος
κύματι κωφῷ· ἀήχῳ (Ξ 16)
*κυμάτια· τὰ χείλη, διὰ τὸ {κυμαίνειν} AS. ἢ αἱ ὑπεροχαί g.
παρὰ τέκτοσι καὶ λιθοποιοῖς (Exod. 25,10 ..) Σ
κύματι κωφῷ· τῷ μὴ ἠχοῦντι S, ἀλλ' ἀρχομένῳ μεγεθοῦσθαι
(Ξ 16)
κυματοφορτίδες· κόγχοι
κυματωγή· ῥαχία. αἰγιαλοῦ ὑπαγωγή (Hdt. 4, 196,1)
κύματα· ὑδάτων ἐπιδρομαὶ βίαιοι. κυήματα. τὰ γεννώμενα.
καὶ τὰ ἐν ταῖς κοιλίαις ἔτι ὄντα· καὶ δένδρα. καὶ ὄρη
κύμβαι· ὄρνιθες (Empedocl. 20,7)
κύμβαχον ἀκρότατον· ... (Ο 536)
κυμβαλικὸς τρόπος· [τῷ πελέκει κακουργῆσαι]
κύμβαλον· *βακύλιον. βαβούλιον Avgn. εἶδος ὀργάνου μου-
σικοῦ (1. Cor. 13,1) r
κύμβας· ὄρνιθας. καὶ ... κοίλας καὶ περιφερεῖς. καὶ εἴδη ποτη-
ρίων
*κύμβαχος· ἐπὶ κεφαλῆς {πεσὼν}, καὶ ἄνω τοὺς πόδας {ἔχων}
(Ε 586) vgS. καὶ τὸ ἀνώτατον μέρος τῆς περικεφαλαίας (Ο
536) rS
κύμβη· νεὼς εἶδος (Soph. fr. 123). καὶ ὀξύβαφον. καὶ πήρα
*κυμβίον· εἶδος ποτηρίου, καὶ πλοίου AS
κύμβοι· τὰ ἐμπολήματα
†κύμβινον· τοῦτο ἐπὶ μικρολόγου ἔταττον
κύμβος· κοῖλος μυχός. [βυθός r. καὶ κεραμίου πυθμήν
κυμβαγρευταί· ὀρνιθευταί
κύμηχα· κύαμον
κύμινδις· εἶδος ὀρνέου (Ξ 291)
†κυμίνδαλα· καταστροφή. Ταραντῖνοι
κυμινοπρῖσται· οἱ φειδωλοί. ὁμοίως καὶ {καρδαμογλύφοι | κυνάγχη}· τέχνη, μηχανή. ἔνιοι τὸν διὰ χειρῶν δεσμόν. οἱ δὲ
τὸ {κυνάγχα} ἀντὶ τοῦ κλέπτα. καὶ νόσημα κυνῶν. καὶ ἀνθρώ-
πων πνιγμός. καὶ εἱρκτή
κυμοῤῥόον· τὸν ὑπὸ τῶν κυμάτων ῥοῦν
κυνάδα· κυνόσβατον, ἢ φυτόν, ὅπερ τὰς αἶγας νέμεσθαί φασιν
κυνάδες· αἱ ἀπομαγδαλιαί
Κυνάδης Ποσειδῶν· Ἀθήνησιν οὐ τιμᾶται ...
κυνάδης· ἀνελεύθερος
κυναναιδής· λίαν ἀναιδής (Sophro fr. 169c K2)
κυνάκτας· ἱμάντας. οἱ ἐκ βύρσης τοῦ σφαγιασθέντος Τετράχειρι
Ἀπόλλωνι βοὸς ἔπαθλα διδόμενοι
†κυναλοπιεντα· κυνοφθόρον. οἱ δὲ διελόντες κύνα ἄδικον
ἀπέδοσαν
κυναλώπηξ· Φιλόστρατον λέγουσιν οὕτως τὸν Ἀθηναῖον
κωμῳδοῦντες (Ar. Eq. 1069). ἢ {ὅτι} ἐξ ἀλώπεκος καὶ κυνὸς
τοὺς Λακωνικοὺς κύνας φασὶ γίνεσθαι
κυνάμυια· ἀναιδής, ἰταμή, καὶ θρασεῖα. ὁ μὲν γὰρ κύων ἀναι-
δής· ἡ δὲ μυῖα θρασεῖα (Φ 394)
κύναρος {ἄκανθα}· φυτόν τι. καὶ μήποτε ἡ κυνόσβατος, διὰ
τὸ τραχὺ {καὶ} ἀκανθῶδες· {κύνα} γὰρ {ξυλίνην} τὴν κυνός-
βατον ὁ θεὸς λέγει (Soph. fr. 651)
κύνας ἀργούς· λευκούς, ἢ ταχεῖς κύνας (Α 50)
κυνδάλη· παιδιά τις. καὶ οἱ μὲν ὑπομνηματισταὶ {κυνδάλας}
τὰς σκυτάλας ἀπέδοσαν, οἱ δὲ τὰ γεωμετρούμενα σχήματα,
κακῶς. {Κυνδάλους} γὰρ ἔλεγον τοὺς πασσάλους καὶ {κυν-
δαλοπαίστην} τὸν πασσαλιστήν
κυνδός· ἄπαικτος. ἀπαράλλακτος
Κύνδων· ποταμὸς ἐν Ἑλλησπόντῳ. οἱ δὲ ἐν Πελοποννήσῳ
κυνεάγας· κυδώδων
κυνεγκέφαλος· ὁ {διὰ} τῆς ῥάχεως ἀπὸ κεφαλῆς εἰς τὰ αἰδοῖα
φερόμενος γόνος
κυνέη· κυρίως μὲν ἡ ἐκ κυνείου δέρματος περικεφαλαία ...
(Κ 257 ..). καὶ ἡ οἰκία {παρὰ τοῖς Τυρρηνοῖς}
*κυνεῖ· φιλεῖ. προσκυνεῖ (Eur. Med. 1207 ..) Ags
κύνειον θάνατον· ἄγαν φοβερόν (Ar. Vesp. 898?)
κυνελφεῖ· κρύπτει r
κύνεον· ἐφίλουν (φ 224)
κύνεος· ἀναιδής (Ι 373) S
†κυνέπασαν· ἐξέδοσαν· ἔνιοι κυνέπασαν τὸ αἰδοῖον †ἐπιτάνσπον-
δον οἷον ἐπέπασαν†
[κυναιρίου, ἢ] {Κυνουρίου}· Ἀργολικοῦ
κύνες· τοῦ ἵππου τῆς ὁπλῆς μέρος. καὶ ἧλοι. καὶ ἀναιδεῖς. καὶ
οἱ δράκοντες
κύνεσσι· τοῖς κυσί (Α 4)
Κυνετίαν· ἤτοι Ἄρεως κόρην. ἢ Ἀθηνᾶν. ἢ Πειθώ (Callim.?)
κυνζηθμός· [ἡ ἀσαφὴς τῶν κυνῶν βοή]
κυνῆ· περικεφαλαία. πέτασος. πῖλος Ἀρκαδικός. ἢ οἰκία
κυνῆ Βοιωτία· ἐγένοντο γὰρ διάφοροι. ἀλλ' αἱ ἐν Βοιωτίᾳ
καλαὶ κυναῖ, ἃς οἱ κατ' ἀγρὸν ἐφόρουν ([Dem.] 59,94?)
*κυνηδόν· ὡς κύων r. Av(g)
κυνθάνει· κρύπτει (r)
κύνθιον· προσωπεῖον r ξύλινον
κυνίας· πῖλος. ἢ †χείρ
κυνίζει· μετὰ βλακείας περιπατεῖ
κυνίξεις· ἀκροβολισμοί
κυνίσφειλον· ἀπατητικόν
Κύννα· ὄνομα πόρνης (Ar. Vesp. 1032 ..)
Κύννειος· Ἀπόλλωνος ἐπίθετον
Κυννίδαι· γένος Ἀθήνησιν, ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κυννείου
Ἀπόλλωνος
κυνοβάμων· ἵππος τις οὕτω προσαγορεύεται
κυνόβλωπες· κύνειον ὁρῶντες
κυνόγλωσσον· πόα τις (Epich. fr. 44)
κυνοδέσμη· δεσμὸς ἀκροποσθίας
κυνοειδεῖς· ἀναιδεῖς. κυνῶπας
κυνοθαρσής· ἀναιδής (Theocr. 15,53)
κυνόκεντρον· πόα τις
κυνοκεφάλιον· πόα τις, ἥν τινες {ἀνεμώνην} καλοῦσιν
κυνόμαλα· τὰ κοκκύμηλα
*κυνόμυια· ἀναιδής, καὶ ἰταμή, καὶ θρασεῖα. τοιαῦτα γὰρ τὰ
ζῷα ὁ κύων καὶ ἡ μυῖα (Exod. 8,21?) Ap
κυνόπρηστις· ζῷόν τι
*κυνοραισταί· κροτῶνες, οἱ τοὺς κύνας πιπιλίζοντες AS
(vg) (p)
κυνοραιστέων· τῶν κροτώνων· ἀπὸ τοῦ ῥαίειν, ὅ ἐστι φθεί-
ρειν (ρ 300)
κυνόροδον· κρίνον, ὅμοιον ὑακίνθῳ
κυνορχίας· βόλου ὄνομα
κυνος· τυφλοῦ S. ἢ *πόλις {Λοκρίδος} (Β 531) g
Κυνόσαργες· τόπος ἱερός. ὠνομάσθη δὲ ἀπὸ τοιαύτης αἰτίας.
Διόμου φασὶ θύοντος Ἡρακλεῖ, κύων ἁρπάσας τὰ μηρία ἔφευγε
διωκόμενος. ἐκλήθη δὲ ὁ τόπος οὕτως, ἢ ἀπὸ τῆς λευκότητος
τοῦ κυνός, ἢ τοῦ τάχους
κυνὸς μέλη· τὸ ὠρύεσθαι
κυνοσσόοι· θηρευταί
κυνός· ἀναιδοῦς
Κυνόσουρα· φυλὴ Λακωνική· καὶ ἄκρα τοῦ Μαραθῶνος, πρὸς
τὴν Εὔβοιαν τετραμμένα. καὶ ἡ μικρὰ ἄρκτος. καὶ πᾶς χερσοει-
δὴς τόπος. καὶ οἱ Κυδωνιασταὶ οὕτω καλοῦνται
κυνόλφη· σίλφη
κυνοῦπες· ἄρκτος. Μακεδόνες
κυνοῦραι· ἀστράγαλοι
κυνουρία· ὅπου μετὰ χειμῶνος κῦμα ἐκβάλλει
κυνοῦχος· θυλάκιον, βαλάντιον, ἢ μαρσίππιον
κυνοφθαλμίζεται· ἀναιδῶς ἐμβλέπει
κυνόφαλοι· Κορίνθιοι φυλή
κύντατα· οἰκτρότατα
κύντατον· ἀναιδέστατον. οἰκτρότατον. αἰσχρότατον (Κ 503)
κύντερον· ἀναιδέστερον. χαλεπώτερον (Θ 483) r. p. χεῖρον
κυνεῖν· τὸ ἀσπάζεσθαι
κυνύπισμα· τὸ ἀπὸ στεμφύλων ποτόν. Κύπριοι
κυνήρη· [θρηνητική]
κυνώ· †ἀσφάλειά τις. καὶ οἷον ἀποκεκύνωται
κυνώ· ἡ ἀναιδεστάτη
κυνώλης· ἐξώλης r
*κυνῶπες· ἀναιδέστατοι AS(gs)
*κυνώπιδος· ἀναιδοῦς g ὄμμασι (Γ 180)
κυνῶπις· ἀναιδής r, ἰταμή
κύος· κύημα [ἔγκυος]. τὸ ἐν γαστρί
κύπαι· εἶδός τι νεώς. καὶ αἱ ἐξ ὕλης καὶ χόρτου οἰκήσεις
κύπαλον· κεκοιλαμμένον
Κυπάρα· ἡ ἐν Σικελίᾳ κρήνη Ἀρέθουσα
κυπαρίσσια· εἶδος ἀλεκτρυόνων
Κυπαρισσήεις· καὶ {Κυπάρισσος}. πόλις (Β 593. 519). καὶ τὸ
[δένδρον r
κύπαρος· [κυπάρους τὰ κοῖλα ἔλεγον ἀγγεῖα καὶ χωρητικά.
διὰ τοῦτο καὶ τὰς τῶν σφηκῶν κατατρήσεις, καὶ τὰς τῶν
αἰδοίων βαλάνους, ἐκ μεταφορᾶς {κυπάρους} λέγουσιν. ὁ δὲ
Θεόφραστος (h. pl. 3,7,3) προάνθησίν τινα τῆς πεύκης καὶ
τῆς πίτυος {κύπαρον} προσαγορεύει]
κύπασσις· περίζωμα. καὶ χιτῶνος εἶδος (Ion fr. 59)
κυπάται· κίναιδοι, μαλακοί
*κύπελλα· ποτήρια (Γ 248) (Avgn)
κύπελλον· εἶδος ποτηρίου διώτου
κύπερα· τὰ σχοινία ἐκ κυπείρου πεπλεγμένα
κύπειρον· ἄνθος ἵπποις ἐδώδιμον
κύπειρος· φυτόν, ὃ καὶ ἐρυσίσκηπτρον
κύπη· τρώγλη
Κυπρία πάλη· ἣν ἔνιοι {πάμμαχον} καλοῦσιν, οἱ δὲ ἄγροικον
καὶ ἀπάλαιστρον· διὰ τὸ τοὺς ἐν Κύπρῳ ἀτέχνως παλαίειν
*κυπρίζουσαι· ἀνθοῦσαι (Cant. 2,15) ASvgn
κυπρῖνος· ἰχθῦς ποιός (r)
κύπριον· τὸ ἀρνόγλωσσον
Κύπριος βοῦς· ἐπὶ κοπροφάγου εἰκαίου τάσσεται τοῦτο,
ἐπειδὴ οἱ Κύπριοι βόες κοπροφαγοῦσιν (Men. fr. 214 Koe.)
Κύπρις· πόρνη
Κυπρογενέος προπόλον· προαγωγόν
κύπρος· μέτρον σιτηρόν (Alcae. fr. 312 L. -- P.). ἢ κεφάλαιον
ἀριθμοῦ
κυπτάζειν· διατρίβειν, στραγγεύειν. καὶ †ἐναισχύνειν. ἐπικύπ-
τειν. καὶ χρονίζειν
κύπτει· κάμπτει, ἑαυτὸν κλίνει
*κύπτον· ταπεινούμενον (Baruch 2,18) A
κυρβάδδωμεν· κρύψωμεν
Κύρβαντες· Κορύβαντες
κυρβασία· {τὴν} ἐπὶ πλέον κροῦσιν
κυρβασία· ὀρθὴ τιάρα. ταύτῃ δὲ οἱ Περσῶν βασιλεῖς μόνοι
ἐχρῶντο. καὶ *κορυφὴ ἀλέκτορος (Ar. Av. 486) ASvgnps
κυρβάσαι· ἀποσκιρτᾶν
κύρβις· στήλη τρίγωνος, ἢ ξύλινος ἄξων, ἐν ᾧ τὸ παλαιὸν
οἱ νόμοι ἐγράφοντο
κῦρε· ἐπιτυχεῖν ἐστοχάζετο (Ψ 821)
*κυρεῖ· ὑπάρχει, τυγχάνει (Eur. Hec. 690) ASs
†κυρεῦσαι· φυτεῦσαι
κυρήβια· τῶν κριθῶν τὰ ἀποβρέγματα, καὶ κυάμων λέπυρα,
καὶ τὰ τῶν κέγχρων ἄλφιτα
κυρῆναι] Κυρηναῖοι λίβες· [.......
Κυρήνη· πόρνη τις ἥτις ἐκαλεῖτο {δωδεκαμήχανος}, διὰ τὸ
τοσαῦτα σχήματα ἀφροδισίων ποιεῖν (Ar. Ran. 1328)
κυρία ἐκκλησία· μία κυρία ἐκκλησία ἤγετο Ἀθήνησιν, ἐν ᾗ
τὰς ἀρχὰς ἐπιχειροτονεῖν ἔδει
κυριάζεις· ἀποκακεῖς
*κυρίας· τῆς κατὰ φύσιν ὑπαρχούσης δυνάμεως (Isai. 40,10 ..)
ASn(G)
κυρηβάζεσθαι· λοιδορεῖσθαι. διαμάχεσθαι
κυρηβάσασθαι· διαμαχέσασθαι. ἀπὸ τῶν κριῶν καὶ τῶν
τράγων (Cratin. fr. 462) ἔνθεν καὶ τὸ {κυρίσσειν}
κυρηβάτης καὶ {κύρηβος}· ὁ ἀσελγὴς ἐν τῷ λοιδορεῖν
κυρίζεσθε· τρίβεσθε
κύριθρα· προσωπεῖα ξύλινα
κυρίξειν [ἢ κυρίζη]· κέρασι μάχεσθαι (Aesch. fr. 23)
*κύριον· ἴδιον A, αὐθεντικὸν γραμμάτιον
Κύρις· ὁ Ἄδωνις r. ἢ πλέγμα τι, σχοινίον. ἢ {κυρτίς}
κυρίσσει· κερατίζει, τύπτει μετὰ τῆς κεφαλῆς. [ἢ βοᾷ]
†κύριθον· τὴν σφαῖραν
κυριττοί· οἱ ἔχοντες τὰ ξύλινα πρόσωπα κατὰ Ἰταλίαν, καὶ
ἑορτάζοντες τῇ Κορυθαλίᾳ γελοιασταί
κυρίττειν· πλήσσειν
κυρίττολος· κορύπτης. πλήκτης
κυρίττον· [ἐν γαστρὶ ἦν]
κυρίττοντες· κερατίζοντες, κεφαλαῖς πλήσσοντες
κυρίως· βεβαίως, ἰσχυρῶς, ἀσφαλῶς
κυριότης· ἡμέρα, ἐν ᾗ τελειοῦται τὰ συμφωνηθέντα καὶ εἰσε-
νεχθέντα
κυρκανᾷ· κυκᾷ, ταράσσει
κύρμα· κύρημα, ἐπίτευγμα (Ε 488) n. πολλοῖς ἐγκεκυρηκὸς
πρᾶγμα
κύρνα· κρανία
Κυρνία γᾶ· ἐπεὶ Κύρνον ᾤκησαν Τυῤῥηνοί
Κυρνικά· κώδια
κύρνοι· οἱ νόθοι
κυροῖ· βεβαιοῖ, πιστοῖ
κῦρον· οὔτ' εἶπον οὐδὲν πρὸς {σὲ} κῦρον, ὦ γύναι (trag. ad.
226) σοὶ ἀνῆκον, εἰς σὲ τεῖνον
*κῦρος· ἐξουσία r. ASvgn ἢ παῖς A
Κῦρος· ἀπὸ τοῦ ὑπὸ κυνὸς τεθράφθαι. ἢ ἀπὸ τοῦ ἡλίου· τὸν
γὰρ ἥλιον οἱ Πέρσαι {κῦρον} λέγουσιν. ἄλλοι βόθυνον. καὶ
προσῆκον. καὶ ὄνομα ποταμοῦ. καὶ κύριον
Κυῤῥάνη· ὄνομα γυναικείας θεοῦ (Men. fr. 865 Koe.)
*a) κύῤῥασιν· τοῖς κέρασιν ἐπιτυχεῖν AS. b) ...· κρούσαντος
*κύρσαι· ἐπιτυχεῖν (Eur. Alc. 472) AS
κύρσαν· ἐνέτυχον (Greg. Naz. c. 2, 1, 1, 436)
[κυρσανίας Λακωνικῆς]
κυρσάνιοι· τοὺς μειρακίσκους οὕτως ἔλεγον {Λάκωνες}
κύρσας· ἐπιτυχών r. n. εὑρών n, κύριος γενόμενος (Γ 23)
κυρσερίδες· τὰ τῶν μελισσῶν ἀγγεῖα. {κυψελίδες}
κύριος· ἄρχων, βασιλεύς
κυρσίον· μειράκιον
κύρτα· οἰδοῦντα. μεμισημένα. ἔνιοι δὲ οὐκ ἀγαθά. ὑπὸ δὲ τῶν
Ταραντίνων κόπρον καὶ τὰ ἔντερα τὰ δεκτικὰ κόπρων καὶ
σκυβάλων τῶν βρωμάτων
κυρτεύς· ἁλιεύς r
Κυρτιάδαι· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
κυρσεῖν· [τοῖς κέρασιν ἐπιτυχεῖν] εὑρεῖν. [εὑρίσκω b
κυρτίας· Κελτοὶ τὰς ἀσπίδας
κυρτίς· ὀρνιθοτροφεῖον
κυρτόν· τὸ κυρίως κυρτόν. καὶ τὸ ὑψηλὸν καὶ μετέωρον κῦμα
(Δ 426)
κύρτος· ἀγγεῖον σχοινῶδες, ᾧ οἱ ἁλιεῖς χρῶνται. καὶ τάλαρον
*κυρῶ· τυγχάνω (Eur. Troad. 685) n
κυρῶδα· [ὀλέκρανα]
*[κυρώκω· θυλάκω] A
κυρῶ· κρατύνω, βεβαιῶ
κυρωτῆρες· ἄρχοντες
κύσαι· τῷ στόματι φιλῆσαι
κυσαμένη· κυήσασα· ἄκυθον γὰρ τὸ ἀτόκιον
κυσανίζει· ὁμιλεῖ
*κύσας· φιλήσας r. vgp
κύσεν· ἐφίλησεν (π 21) N
κυσέρη· πυθμήν. χάσμα
κυσήγη· [ῥοιά]
κυσθοκορώνη· νύμφη
κυσιᾶι· πασχητιᾶι
κυσοβάκκαρις· ἤτοι τὸν κυσὸν μυρίζων· ἢ τῷ κυσῷ μυριζό-
μενος
κυσοδακνιᾷ· ψωριᾷ
κυσολάκων· Ἀρίσταρχός φησι τὸν Κλεινίαν οὕτω λέγεσθαι
{ὡς} τῷ κυσῷ λακωνίζοντα. τὸ δὲ τοῖς παιδικοῖς χρήσασθαι
{λακωνίζειν} ἔλεγον (Ar. (?) frg. 907)
κυσολαμπίς· ἡ περιλαμπομένη ταῖς νυξὶ κανθαρίς
κυσονίπται· πόρνοι· ἀπὸ τοῦ παρακολουθοῦντος
κυσός· ἡ πυγή. ἢ γυναικεῖον αἰδοῖον
κυσοχήνη· εἶδος δεσμοῦ. οἱ δὲ εὐρυπρωκτίαν. οἱ δὲ ξύλον [ἓν]
ἐν ᾧ ἁμαρτάνουσαι αἱ πόρναι ἐδεσμεύοντο
κύστεροι· ἀγγεῖα τῶν μελισσῶν S. καὶ τυρίσκοι
*κύστη· ἄρτος σπογγίτης AS
κύστιον· τὸ ἁλικάκκαβον
κύστις· ἡ φῦσα (Ar. Nubb. 405)
*κύτη· μεγέθη An
κύτινοι· τῆς ῥοιᾶς τὰ πρῶτα ἐξανθήματα S
κύταρον· ζωμήρυσις
κύτταροι· οὕτω [τὰς τρήμας τῶν κηρίων S ἔφη Ἀχαιός
(fr. 50). τινὲς δὲ σφηκιάς. καὶ τὰ τῆς πεύκης καὶ πίτυος προ-
ανθοῦντα στροβίλια. καὶ πυθμένες. καὶ τῶν αἰδοίων αἱ βάλα-
νοι. καὶ [τῶν βαλάνων τὰ ἀγγεῖα (Ar. Vesp. 1111) S
*κύτος· σῶμα. ὄγκος. χώρημα n. βάθος gn
*κυττοί· τὸ δεκτικὸν χώρημα, καθὼς ποτήριον. ἢ εἶδος ἄνθους
Διονυσιακοῦ AS
Κύτωρον· πόλιν Παφλαγονίας (Β 853) r
κύφελλα· τὰ νέφη r. νεφέλη γνοφώδης, ὁμίχλη, ὁμιχλῶδες
κατάστημα (Callim. fr. 20)
κύφερον ἢ κυφήν· κεφαλήν. Κρῆτες
κυφόν· καμπύλον. κυρτόν. διὰ γῆρας ἐπικεκυρτωμένον (β 16).
ἢ ξύλον βασανιστικὸν κολαστήριον, ᾧ †κατέτεμνον τοὺς
θανάτῳ κατακεκριμένους
κύφων· ὅπερ ἔνιοι συνάγχην καλοῦσιν. δηλοῖ δὲ καὶ δεσμὸν
ξύλινον. τάσσεται δὲ καὶ ἐπὶ πάντων τῶν δυσχερῶν καὶ ὀλε-
θρίων. ἔστι γὰρ καὶ χιτῶνος εἶδος. καὶ {κυφωνισμὸς} ἐπὶ τῶν
τιμωριῶν. καὶ ἐπικεκαμμένη ῥάβδος {κύφων}
κύχραμος· εἶδος ὀρνέου
κύψαι· ἀπάγξασθαι (Archil. fr. 35)
κυψέλαι καὶ κυψελίδες· ὁ ἐν τοῖς ὠσὶν ῥύπος συνιστάμενος.
καὶ τὰ σιτηρὰ ἀγγεῖα. καὶ τὰ κενὰ σμήνη. καὶ τοῦ ὠτὸς τὸ
ἔγκοιλον. καὶ τῆς καμίνου μέρος τι q
*κυψέλη· πλεκτὸν ἀγγεῖον μελισσῶν r. ASg
*κυψελίδες· μελισσοφάτναι AS(n) s
*κυψελίς· ὁ ἐν τοῖς ὠσὶ ῥύπος r. ASn
*κυψέλην· κυβέρτιον μελισσῶν Σ
κύψελος· ὄρνις ποιός, ὅμοιος χελιδόνι
κύων· ὁ ἐλαυνομένου τοῦ σιδήρου τοῦ ἀργοῦ ἐξαλλόμενος
σπινθήρ. οἱ δὲ τὴν Ἐρινῦν. οἱ δὲ τὴν νόσον τὴν οὕτω λεγο-
μένην κύνα. δηλοῖ δὲ καὶ τὸ ἀνδρεῖον μόριον. καὶ τὸ ὑλακ-
τοῦν ζῶον. καὶ τὸν ἀναιδῆ. καὶ τὸ ἄστρον. καὶ τὸ θαλάς-
σιον ζῶον. καὶ ὑπὸ τῶν κυβευτῶν βόλον τινά, ὃς Χῖος καλεῖ-
ται
κύων ἐπὶ δεσμά· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις
ἐπιδιδόντων. λέγεται δὲ καὶ {βοῦς ἐπὶ δεσμά}
κύων παρ' ἐντέροισι· παροιμία ἐπὶ τῶν μὴ δυναμένων
ἀπολαύειν τῶν παρακειμένων q
κῷα· ἐνέχυρα
κῳάζειν· ἀστραγαλίζειν. ἐνεχυράζειν
κῳασθείς· ἐνεχυρασθείς
κῶας· κώδιον. τάπητα. ὀφθαλμούς
κώβαλα· [πανουργήματα]
κώβαλοι· κύτινοι ῥοιῶν
κῶβαξ· ὁ μέγας τέττιξ
κωβήλη· συνουσία. καὶ βελόνη
κωβηλίνη· ἠπήτρια
κωβῖτις· ἡ λευκὴ ἀφύη
Κωδάλου χοῖνιξ· παροιμία, ὡς μείζοσι μέτροις κεχρημένου
ἀγορανόμου (Hippon.)
κωδία· [κωδίς. κεφαλὴ χωρὶς σώματος]
*κωδίκιλλα· σύμβολα χάρται AS
κώδιον· σκύλον, *ἢ δέρμα προβάτου ASvgn. χωρὶς σώματος
AS
κώδιξ· βιβλίον νόμιμον
*κώδεια· ἡ τῆς μήκωνος κεφαλή (Ξ 499) r. An
Κωδειῆς· [γένος ἰθαγενῶν Ἀθήνησιν]
*κωδωνίσας· πειράσας. ἠχήσας AS
κωδωνίσαι· δοκιμάσαι. διαπειράσαι. ἀπὸ τῶν φυλάκων, οἳ
τοὺς κώδωνας ἐκρότουν ἐπὶ πειρασμῷ τῶν γρηγορούντων
κωδωνίσω· δοκιμάσω g. ἀπὸ τῶν ἵππων, ἢ ὀρτύγων (Ar.
Ran. 79)
κωδωνοφορῶν· οἱ περιπολάρχαι ἐπὶ τοὺς φύλακας ἐρχόμενοι,
κώδωνα διέσειον, καὶ οὕτως ἐξεπείραζον τὸν καθεύδοντα. ἀπὸ
δὲ τῶν ὀρτύγων ἡ χρῆσις. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον
τοῦ κώδωνός φασιν ἐπιτηδείως ἔχειν πρὸς μάχην. φασὶ δὲ
καὶ τοὺς ἵππους τοῖς κώδωσιν ἐξετάζεσθαι (Ar. Av. 842)
κώδων· σάλπιγξ p. ἠχεῖον r. κύμβαλον. μήκων. κάλυξ
κῶθα· ποτήρια
κῶθος· κωβιός
κωθύλους· ὄνους (r)
*κώθων· ἄτακτος. μέθυσος S. μονόωτον ποτήριον AT. κερά-
μειον. [εἶδος ποτηρίου r. ASgb
*κωθωνίσαι· μεθύσαι r. ASvgn
κῷοι· ἀστράγαλοι
κῶιον· ἐνέχυρον. καὶ ἱμάτιον r
κώκαλον· παλαιόν r. καὶ εἶδος ἀλεκτρυόνος
*κωκύει· βοᾷ p. θρηνεῖ, κλαίει (θ 527) S
*κωκύσασα· θρηνήσασα (Σ 71) As
*κώκυσε· μετὰ θρήνων ἀνεβόησε (Χ 407) ASn
*κωκυτός· κοπετός, θρῆνος, ὀδυρμός (3. Macc. 6,32) vg
*†κωκυτοιρεῖν· θρηνεῖν An
*κωκυτός· θρῆνος Agb, καὶ τὰ ὅμοια. καὶ ὄνομα ποταμοῦ AS
ἐν ᾅδου· A Κωκυτὸς ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ
(κ 514)
κῶλα· πόδες. σκέλη. ὀστᾶ. μέλη. κερκίδες
κωλαβοί· λάσταυροι
κωλαβρισθείησαν· κωπηθείησαν. ποδοκοπηθείησαν (Iob 5,4)
κωλακρέται· ἀργυρικοὶ ταμίαι, οὕς τινες οἴονται μόνου τοῦ
δικαστικοῦ προΐστασθαι
κῶλ' ἀνεμιζόμενοι· τάχει χρώμενοι, ἀνέμοις ἴσῃ
*κῶλα πεσεῖν· τὰ ἄρθρα {πεσεῖν} (Hebr. 3,17) ASb
κωλαρίας· [τοὺς ἐκ τῆς ἀγέλης παῖδας]
κωλέα· *μέρος κρέατος (1. Regn. 9,24) ASg. ἀγκαλίς. δέσμη
χόρτου. τινὲς σκέλος ὑὸς ὀπίσθιον. ἢ Περσικῆς τὸ ἐδώδιμον
κωλίρ· τὸ προτιθέμενον ἆθλον τοῖς ἀγωνιζομένοις
κωλετίναις· ἀσκαλαβώταις
*κωλήν· κωλεός AN
κωλῆνες· ἀκροκώλια
κώληπα· ἰγνύαν rSn. τὴν γαστροκνημίαν. τὴν κνήμην
Κωλιάς· ἀκτὴ εἰς θάλασσαν ἐξέχουσα· καὶ ἴσως παρὰ τὸ κῶλον
Κωλιάς· Ἀφροδίτης ἐπὶ Κωλιάδος ἐστὶν ἱερὸν ἐν τῇ Ἀττικῇ.
ὁ δὲ τόπος λέγεται Κωλιάς, ἐπεὶ ἐκκείμενός ἐστιν, ὅμοιος ἀν-
θρώπου κώλῳ. ἔστι δὲ καὶ Δήμητρος ἱερὸν αὐτόθι πολύστυλον
(Ar. Lys. 2)
Κωλιεῖς· γένος Ἰθαγενῶν, ὅπερ ἐκ τῆς Κωλιάδος
κωκαλική· Σικελική
κωλύμασι· ἐμποδίοις
κωλύμη· μεμφωλή (Thuc. 1,92,1 ..)
Κωλυσανέμας· ὁ Ἐμπεδοκλῆς οὕτω καλεῖται, ὡς ὑπισχνούμε-
νος ἐφέξειν τοὺς ἀνέμους
κωλύσω· λυπήσω
κωλυτήρ· σημεῖόν τι ἐν θυτικῇ. καὶ θυσία τις {κωλυτήρια}
*κωλώτης· ἀσκαλαβώτης ASvgn. ἔλεγον δὲ αὐτὸν καὶ [{γα-
λεώτην} vgn. δοκεῖ δὲ αὐτὸς εὐστόχως ἅλλεσθαι περὶ τὰς
μυίας
κῶμα· κοίμημα (Ξ 359) n, ὕπνος rp. ληθώδης καταφορὰ ὕπνου
βαθέος
κωμάδδειν· ὀρχεῖσθαι
*κωμάζει· κῶμον ... ἢ ᾄδει ASvg. ὑβρίζει Agn μετὰ μέθης ASn
κῶμαι· ἀγυιαί, ῥῦμαι
κωμαίνει· νυστάζει
κώμακον· ἀρωματικόν τι
*κωμαστής· τρυφῶν μετ' ᾠδῆς vgn
*κωμαστοῦ· τοῦ κωμάζοντος, τερπομένου AS μετ' ᾠδῆς
†κωμᾶται· μαγεύει
κώμη· ἄμφοδον, [χωρίον r. p
*κωμική· Ἀττική ASvg(n)
κωμαίνεσθαι· κοιμᾶσθαι
κωμῆτις· γείτων. {Κῶμαι} γὰρ τὰ ἄμφοδα (Ar. Lys. 5)
κωμμωνία· [κοροκοσμία]
*κῶμοι· ἀσελγῆ [ᾄσματα πορνικά S, συμπόσια, ᾠδαί (2. Macc.
6,4) (ASgN)
*κῶμος· εἶδος ὀρχήσεως ἢ μέλους τινός (Eur. Phoen. 791) g
κώμυθα· δάφνην, ἣν ἱστῶσι {πρὸ} τῶν πυλῶν. δηλοῖ δὲ καὶ
[δέσμην χόρτου (p), καὶ τὰ †κατολίγον τῶν δραγμάτων
(Cratin. fr. 299?)
κωμῳδοί· κωμικοί, τραγῳδοί, καὶ χορευταὶ τραγῳδοί, οἱ
τραγικοὶ ποιηταὶ διδάσκαλοι
κωμῳδούμενοι· παιζόμενοι παρὰ τὴν τραγῳδίαν
κωμῳδοῦντες· θριαμβεύοντες, πομπεύοντες
Κῶν· νῆσος πρὸς τὴν Ῥόδον, μία τῶν Κυκλάδων, ἢ τῶν
Καλυδνῶν (Β 677)
κώνα· βέμβιξ
κωνᾶν· περιδινεῖν, δίνῳ περιέρχεσθαι
κωνεία· νάρθηκα. καὶ πόας εἶδος
κωνῆσαι· πισσοκωνῆσαι· καὶ κύκλῳ περιενεγκεῖν p. καὶ {πις-
σοκώνητον μόρον} λέγουσιν, ὅταν πίσσῃ καταχρισθέντες
τινὲς ὑπὸ πυρὸς ἀποθάνωσιν· Αἰσχύλος Κρήσσαις (fr. 118)
καὶ Κρατῖνος (fr. 364). {Πισσοκωνίαν} Ἄρη νῦν φησι, διότι
{πίσσῃ} χρίουσι τὰ παρίσθμια τῶν προβάτων
κώνητες· θύρσοι
κώνειον· *δηλητήριον r. Sn, ἤτοι [θανάσιμον Avgn. βοτάνη
Sn, νάρθηξ (Callim. fr. 191,57?)
κωνίς· ὑδρίσκη
*κωνοειδῆ· τούτου τοῦ σχήματος Σ
κῶνοι· οἱ θύρσοι. καὶ *στρόβιλοι ASvg. καὶ οἱ στρόμβοι
κῶνον· περικεφαλαία. καὶ [ὁ τῆς πίτυος καρπός r. καὶ παρὰ
τοῖς γεωμέτραις σχῆμά τι στερεόν. καὶ [στρόβιλος r. p
Κῶνος· τόπος ἐν Κλαζομεναῖς (Hippon.?)
κῶνος ἄρτον ξύει· {ἐπὶ τῶν ἀνταποδιδόντων}
κωνοφόρον· στροβιλοφόρον
κωνωποθήρας· ὄρνις ὁ κώνωπας θηρεύων
κῶον· ἱμάτιον. ἢ ἐνέχυρον r
Κῶος Χῖον· ὁ Κῶος ἀστράγαλος, ὁ ἕξ. ὁ μὲν γὰρ Χῖος ἐδύνατο
ἕν· ὁ δὲ Κῶος ἕξ
Κωπαΐδες· ἐν τῇ Κωπαΐδι λίμνῃ ἐγχέλεις μέγισται γίνονται.
ταύτας οὖν τὰς ἐγχέλεις {Κωπαΐδας} λέγουσι (Ar. Ach. 880)
Κῶπαι· πόλις τῆς Βοιωτίας (Β 502)
κώπης τὸ ἄνω {κώπαιον}, τὸ δὲ κάτω πλάτην
κωπεῖς· τὰ εἰς κώπας εὔθετα ξύλα (Ar. Lys. 422) q
κωπέτας· σφονδύλους μεγάλους ἰχθύων
κωπετός· [θρῆνος] r
κώπη· *ἡ τοῦ ξίφους λαβή ASg, καὶ ἐγχειριδίου, καὶ ἡ τῆς
κώπης τῆς νεώς
κωπηλάται· οἱ ταῖς κώπαις περιστρέφοντες τὸ πλοῖον (Ezech.
27,8 ..)
κωπητήρ· ὁ σκαλμὸς τῆς κώπης r
κωπηλά· κωπώδη. μακρά
†κώρα· ὕβρις
κωράλιον· παιδάριον, κόριον
κωραλλεῖς· οἱ ἀναλέγοντες τὸ κουράλιον περὶ Σικελίαν
κωραλίσκον· μειράκιον
κωρέα· ἄκρα. ἀρχή. δέσμη
κωρία· κουρίς, κουρεύτρια
κωριδάμνας· ἀκρίς
κωρίδες· γρᾶες. ζῶον θαλάσσιον (Epich. fr. 89)
†κωρίθιον· χόρτον
κωρίς· ψαλίς
Κωρυκαῖος ἠκροάζετο· παροιμία {παρὰ} τοῖς κωμικοῖς, ὡς
θεοῦ τινος ἐπακροωμένου (Men. fr. 137 Koe.)
κωρυκίδιον· ὅπερ οἱ τοξεύοντες δερμάτινον κοίλωμα τῷ
εὐωνύμῳ πήχει περιτιθέασιν
κώρυκος· θυλάκιον. ἔστι δὲ δερμάτινον ἀγγεῖον, ὅμοιον ἀσκῷ.
οἱ δὲ πλοῖον· οἱ δὲ κόγχην
Κῶς· νῆσος. καὶ δέρμα. εἱρκτή, δεσμωτήριον
κωτίλλει· δολίως ἀπατᾷ
*κωτίλλουσα· κολακεύουσα (Hes. op. 374) ASs
κωτίλλω· κολακεύω r. N
κωτίλη· λαλιστάτη
κωτίλον· ἡδύ. τρανές. λάλον, εὔστομον
*κωτίλος· πανοῦργος Avn, ἀπατηλός, [κολακευτής vp, ἀπα-
τεών ASvnp, δόλιος. λάλος
κωφᾷ· [πληροῖ]
κωφάν· κωφήν, ἀναίσθητον
κωφεῖ· κακουργεῖ, βλάπτει. κολούει. πηροῖ (Callim. fr. 195,34)
†κῶφες· νεκύσια. κωφά
*κωφεῦσαι· ἀναισθητῆσαι. ἡσυχάσαι gb, σιωπῆσαι (Iud.
18,19 ..)
κωφή· ἀναίσθητος. νεκρά
κωφῆσαι· κολοῦσαι
κώφησις· κόλουσις
κωφητέος· βλαπτέος
κωφίας· ὄφεως εἶδος, ὁ καὶ {τυφλίας} S
κωφόν· ἀναίσθητον. μωρόν. τὸ ῥοῖζον μὴ ποιοῦν (Ξ 16)
κωφός· οὔτε λαλῶν οὔτε ἀκούων. ἐννεός. ἀσθενής (Hdt. 1,34,2)
*κωχεύει· μετεωρίζει. φέρει v κουφίζει. [τὸ δὲ αὐτὸ καὶ {κω-
φεύει} v
κωχεύουσιν· ὀχοῦσι. μετεωρίζουσι. Σοφοκλῆς Καμικίοις·
πιστοί με κωχεύουσιν ἐμ φορᾶι δέμας (fr. 304)
Λα· ἐπὶ τοῦ μεγάλου καὶ τοῦ λίαν ἐτάσσετο. ὅθεν καὶ {λακάνη}
ἡ μεγάλως κεχηνυῖα
λααν· *λίθον (Eur. Phoen. 1157) Avgn. ἢ ὁρᾶν. ῥηγμίν. πόλις
καὶ θυλάκιον, ἐν ᾧ οἱ ἡνίοχοι τὰς μάστιγας ἀποτίθενται (S),
τινὲς δὲ μάστιγα [καὶ λίθον]
λαἅνα· ἐπίστατον
*λᾶας· λίθος Avgb πέτρα, ἢ πέτρος (Δ 521)
†λαβά· σταγών
*λαβάς· ἀντιλήψεις AS(vg)
λαβάβηρ· λακανίσκη
λάβδα· ὅπλον. ἢ στοιχεῖον ὑγρὸν καὶ ἀμετάβολον
λάβεν· ἔλαβεν (Α 387)
*λάβε γούνων· λαβοῦ τῶν γονάτων (Α 407) n
*λαβή· ἀφορμή AS. ὁρμή. καὶ ἡ τοῦ ξίφους A λαβή
*λαβήν· αἰτίαν AS
λαβήροις· ποτιστηρίοις
λάβιρος· βόθυνος
λαβίς· σκεῦος χρυσοχοϊκόν (Exod. 38,17 ..)
*λαβόμενος· δραξάμενος (2. Macc. 12,35) ASvgb
*λαβραγορεῖν· σφοδρῶς δημηγορεῖν (AS) g(n)
λαβραγόρης· λάβρος ἐν τῷ λέγειν, προπετὴς ἐν τοῖς λόγοις.
τινὲς ἄκαιρον ἐν τῷ δημηγορεῖν (Ψ 479)
λαβράζει· λάβρος γίνεται. ἀκολασταίνει. προπετεύεται
λαβρεία· ἡ τοῦ λόγου †ἔκληψις
λαβρεύονται· ῥέουσι μεγάλα βουλεύονται. θορυβοῦσι σφόδρα
λαβρεῦσαι· λάβρως καὶ ἀθρόως λαλεῖν (N)
λαβρεύεαι· μεγαληγορεῖς. προγλωσσεύῃ. ἀθρόως λέγεις, ἀμέ-
τρως (Ψ 478)
λάβρον· ἅθρουν. προπετές, ταχύ (Ο 625). μαινόμενον. βορόν
λαβρώνιον· εἶδος ποτηρίου πλατέος (Men. fr. 24) (S)
*λάβρος· πολύς Sb, [σφοδρός (Β 148) vSps (A)
λαβροσιάων· χορτασμῶν ἀκόσμων
λαβροστομία· ἡ δύσχρηστος λαλιά
*λαβρότατος· σφοδρότατος n (S)
λαβρόϊον· [εἶδος ποτηρίου]
λαβρύσσει· λαβρεύει
λαβρύσσει· δειλαίνει
*λαβύρινθος· κοχλιοειδὴς τόπος. λέγεται δὲ ἡ λέξις ἐπὶ τῶν
φλυάρων, παρὰ τὸ πολλοῖς κύκλοις λόγων κεχρῆσθαι ASvgn
λαγαρίττεται· μετριεύεται
λαγαρόν· τὸ μὴ ναστόν
*λάγανα· εἶδος πλακουνταρίου, ὡς καπυρώδη, ἀπὸ σεμιδάλεως
ASvgn ἐν ἐλαίῳ τηγανιζόμενον S, καὶ ἄρτοι βραχέντες ἐλαίῳ
(Num. 6,5) (ASvgn)
λαγαριζόμενοι· σκαλεύοντες. δηλοῖ δὲ τὸ πρὸς τὰς λαγόνας
τὸν ἀγκῶνα προσάγειν, πυκνὰ διατείνοντα τὴν χεῖρα (Phe-
recr. fr. 121)
†λαγαγεῖ· ἀφρίζει
λαγάσσαι· ἀφεῖναι
λαγβατόν· ἀνατετραμμένον. οἱ δὲ λάγδην ἐμβάλλοντες
λάγγα· ἡ τῇ τροφῷ διδομένη μερίς
λαγγάζει· ὀκνεῖ. οἱ δὲ {λαγγεῖ} (Antiph. fr. 37?)
λαγγανώμενος· περιϊστάμενος. στραγγευόμενος
λαγγάσαι· περιφυγεῖν
λαγγεύει· φεύγει
λαγηίς· δόρυ
λαγγάζει· ἀποδιδράσκει
*†λαγγών· μετάβολος, ἔμπορος AS
λαγερός· σμῖλαξ
Λάγεσις· θεός. Σικελοί
λαγέτης· ἡγεμὼν ὄχλον συναγαγών
λαγεινά· [δεινά]
†λάγκει· ἐῴκει
λαγής· [ὁ εἰς τὰ ἀφροδήσια καταφρής]
λαγύναρχος· ὁ ἐξουσίαν ἔχων τοῦ οἴνου
λάγνα· κάμπτρα. κιβωτός S
*λάγνης· καταφερὴς πρὸς τὰ ἀφροδίσια AS(vg)
*λάγνος· ὁ αἰσχρός Avg, περὶ πορνείαν ἐπτοημένος (A), πόρ-
νος vg
λαγοθήρας· ἀετοῦ εἶδος
*λαγόνες· σχίσμα γῆς AS
λαγόριες· ἐκκλησίαι
[λαγόσι, λαγόνας]
λαγρονίτης· εἶδος πλακοῦντος
λαγρόν ἢ λαγρός· κραββάτιον
λαγχάνειν· κληροῦν
λαγωϊδίης· ὄρνις ποιός
*λαγών· ὁ κενεών. τὸ ἰσχίον AS
λαγώεια· λαγωοῦ κρέα
λαγώς· ὁ χερσαῖος, {λαγός} δὲ ὁ θαλάσσιος καὶ ποτάμιος
λαγὼς καθεύδων· παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύ-
δειν
λαγὼς περὶ τῶν κρεῶν· δειλὸν ἄγαν τὸ ζῷον ὁ λαγώς.
ἐλέχθη δέ, ἐπεὶ ἐκωμῴδουν ἐπὶ δειλίᾳ τοὺς Ῥηγίνους. καὶ
ἐλέχθη ἐπὶ τῶν διακινδυνευόντων τὰς ψυχάς, καὶ πρὸς τοῦτο
καρτερῶς ἀγωνιζομένων
λάδανον· τὸ μὲν ἀπὸ τῶν πωγώνων τῶν αἰγῶν [καὶ τὸ
κρέας]. τὸ δὲ ἀπὸ τῆς βοτάνης λήδου
λάδας· ἔλαφος νεβρίας
λάδδοιτο· λαμβάνοιτο
†λάδομαι· γνώμην τίθεμαι
Λαδωγενής· ἡ Ἀφροδίτη S. ὅτι ἐπὶ τῷ ἐν Ἀρκαδίᾳ ποταμῷ
Λάδωνι ἐγεννήθη
Λάδων· ποταμὸς Ἀρκαδίας
λάε· ἐψόφησεν. οἱ δὲ [ἐφθέγγετο S. "ὁ μὲν λάε νεβρὸν ἀπάγχων"
(τ 230)
*λάεσσι· λίθοις (Γ 80) Sn
λάετε· σκοπεῖτε, βλέπετε. S
†λαεντιάριος· λιθοξόος
λάζειν· ἐξυβρίζειν
λάζεσθαι· λαμβάνειν
*λάζετο μῦθον· ἐλάμβανε τὸν λόγον (Δ 357) n(AS)
λαζίνης· χαραδρίας, καλλαρίας ἰχθῦς
*λαζοίατο· λαμβάνοιντο (Β 418) N
λαζών· ἀλαζών
*λαζύμεναι· λαμβάνουσαι ASn
λαήμεναι· φθέγγεσθαι S
†λάηται· βούληται
λαθάδαν· λάθρα
λάθαργοι· σκώληκες. ἢ τὰ ξυόμενα ἀπὸ τῆς βύρσης ὑπὸ τῶν
ἀρβήλων. ἢ κύνες κρυφίως δάκνοντες
λαθάργῳ· λαθραίῳ
λαθασμονίη· λήθη. λησμοσύνη
λάθει· ἀκηδίᾳ
λαθεῖν· ἑκόντα παραπέμψασθαι A. ἢ ὅλως εἰς νοῦν οὐκ ἦλθεν.
διὸ ἐβλάφθη
λαθήβας· γέροντας
λαθικηδέα· λανθάνειν ποιοῦντα. *[λήθην τῶν κακῶν ἐμ-
ποιοῦντα ASn τοῖς παισίν (Χ 83)
λαθικηδές· λυσίκακον. παυσίλυπον
λαθίποινον· οὐ τιμωρούμενον
λαθίνοστος· ὁ βραδύνων ἐπανελθεῖν
λαθίφρων· ἄφρων. ἐπιλήσμων
λάθρα· κρυφίως, ἠρέμα, ἡσύχως (ev. Ioan. 11,28 ..)
λαθραῖαι· ἰδικαί. Ἠλεῖοι
λαθρακτάζων· χαλιναγωγῶν. Σικελοί
λαθρέως· ἀγνώστως
λάθριος· λαθραῖος, κρύφιος, μύχιος
λαθροῦν· κλέπτειν S
λάθυρος· εἶδος ὀσπρίου
λαθών· ἀγνώστως πράξας τι (Eur. Bacch. 840 ..)
λαί· ἐπὶ τῆς αἰσχρουργίας
*λαιά· ἀριστερά ASg
λαίαν· [ἐκκλησίαν] κτῆσιν. Δωριεῖς ἐπὶ τῆς λείας
λαιάναι· [λεπτύναι]
λαίας· ἀσπίδας. Κρῆτες
λαίβα· ἀσπίς. [τρίβος] πέλτη
†λαῖγμα· περικεφαλαίας κόσμος
λάϊγγες· λίθοι, ὑπὸ ὕδατος λελειασμένοι. ἔνιοι φράγγες. ἄλλοι
χάλικες, μικροὶ λίθοι (ε 433)
λαίγματα· πέμματα. οἱ δὲ σπέρματα. ἱερὰ ἀπάργματα
λαίγυιος· λάσταυρος
λαίδιον· [ἀριστερόν, εὐώνυμον]
λᾶιδος· λῆδος. τριβώνιον (Alcm. fr. 97)
λαιδρή· [ἀριστερά.] θρασεῖα
λαιδρός· λαμυρός. ἀναιδής. δεινός. θρασύς. ταχύς (Callim. fr.
75,4?) [ἀριστερός]
λαίειν· φθέγγεσθαι
λαίεται· καταλεύεται. ἀπὸ τοῦ {λᾶος}
λαίεται· [[καὶ] κατελεύσεται]
λαιή· ἀριστερά
λαιθάργῳ ποδί· λαθραίῳ (trag. ad. 227)
λαίθαργοι· κύνες κρύφα δάκνοντες (Hippon.?)
λαιθαρύζειν· λαμυρῶσαι. διαπράξασθαι. [{ληκαστής}· ὁ πόρ-
νος. καὶ {ληκάστρια}· ἡ πόρνη]
λαιλάξαι· [τὴν γλῶσσαν ἐξελεῖν]
λαιλαπετός· ὅταν συννεφὴς καὶ ἀνεμώδης ὁ ἀήρ ἐστιν
λαίλας· ὁ {μὴ ἐκ γένους} τύραννος S, ὑπὸ Λυδῶν
λαίλαψ· καταιγίς, [ἀνέμου συστροφὴ ps μετὰ ὑετοῦ (Iob
21,18 ..)
λαιμά· λαμυρά
λαιμᾶι· εἰς βρῶσιν ὥρμηται (Hippon.)
λαιμάζουσιν· ἐσθίουσιν ἀμέτρως
λαιμαλαιόν· [ῥυσόν]
λαιμᾶν· ἐσθίειν ἀμέτρως
λαιμάζειν· ὁμοίως
*λαίμαργος· φάγος Avg, ἄπληστος ἐπὶ τὸ φαγεῖν ASn, καὶ
μανιώδης Avg
λαιμός· ὁ φάρυγξ. ὁ τράχηλος. ὁ λάρυγξ. ὁ βρόγχος
*λάϊνον· λίθινον (Γ 57) Ag †πελαργόν (AS) ἢ [πύργος λίθι-
νος (A)
λαινόχειρ· σκληρόχειρ
λᾶιον· καὶ ἡ σιτόσπορος γῆ. καὶ *[ἀριστερόν Avg
λαιός· ἀριστερός. καὶ λαός
λαῖπος· κίναιδος r, λάσταυρος
†λαιπτύηρον· ἀναπεπλασμένον, ἰσχυρόν
λαισηιοφόρος· ὁπλοφόρος
λαισάς· ἡ παχεῖα ἐξωμίς
†λαίσεα· μήλη
λαισήϊα· θυρεοῦ γένος
λαισήϊα· ἐπεὶ δασέα ἐστὶ τῷ βύρσαις αἰγείαις περιβεβλῆσθαι.
{Πτερόεντα} [εἶναι], ἢ πάνυ κοῦφα, ὡς καὶ τῇ λαιᾷ χειρὶ
δύνασθαι βαστάζεσθαι. ὅπλα λάσια, ὅπερ ἐστὶ δασέα, αἰγείαις
βύρσαις περιβεβλημένα ἔτι τὰς τρίχας ἐχούσαις (Ε 453)
λαίσιτος· κίναιδος. πόρνη
λαισκάπραν· λαμυράν
λαίσπαις· βούπαις. Λευκάδιοι
Λαισποδίας· ὄνομα κύριον. ἔνιοι δὲ τὸν Ἀλκμαίωνα ᾠήθησαν
λέγεσθαι. οἱ δὲ τὸν δρεπανώδεις πόδας ἔχοντα (Eupol. fr. 102)
λαΐσασθαι· κτήσασθαι
λαῖστρον· [ξυστῆρα. πτύον (r)]
Λαιστρυγόνες· οἱ νῦν Λεοντῖνοι (κ 119)
Λαιστρυγονίη· ἡ τῶν Λαιστρυγόνων πόλις (κ 82)
λάϊτον· τὸ ἀρχεῖον S
λαΐτων· τῶν δημοσίων τόπων
λαῖτα· πέλτη
λαῖτμα· *πέραμα gb. γέφυρα. *[οἱ μὲν ὅρμημα ASn. οἱ δὲ τὸ
κύτος An. ἄλλοι τὸ διάστημα τοῦ πελάγους, ἐξ οὗ τὸ μέγα
καὶ πλατύ. καὶ *[τὸ κῦμα (Τ 267 ..) ASgn
λαῖτμα· κῦμα p σφοδρὸν ὅρμημα· ἀπὸ τοῦ θοοῦ
λαῖτος· [ἀκήρατος. καὶ ὄνομα κύριον]
λαῖφα· ἀσπίς
λαιφαί· ἀναιδεῖς. θρασεῖς. στυγναί. τολμηραί
λαίφια· ῥάκη
*λαιφάσσοντες· ψηλαφῶντες AS
λαίφεσιν· ἀρμένοις (Greg. Naz. c. 1, 2, 1,279) T
λαῖφος· τὸ ἱστίον (g), ἤγουν τὸ ἄρμενον (ν 399) p
λάφυξ· δάπανος S ἢ βορός
λαιψηρόν· ταχύ (Φ 264) (np)
*λαιψηρά· ταχέως n, ἢ ταχέα (Κ 358)
λαιψηρῶς· ταχέως. ταχὺ γὰρ τὸ {λαιψηρόν}
λακάζει· λέληκε, βοᾷ, ἀπὸ τοῦ λακεῖν
Λάκαινα· κυλίκων τι εἶδος (Ar. fr. 216)
λακάρτη] λακάρη· [δένδρον τι
λάκας· φάραγγας
λακκατήσας· [πατήσας]
λάκε· ἰδίωμα ἤχου. ἐθλάσθη, συνετρίβη. *[ἤχησεν (Ν 616) n
†λακεδάμα· ὕδωρ ἁλμυρὸν ἄλικι ἐπικεχυμένον, ὃ πίνουσιν οἱ
τῶν Μακεδόνων ἀγροῖκοι
*Λακεδαίμων· ἡ Σπάρτη. καὶ ποτὲ μὲν [ἡ Πελοπόννησος] ἡ
χώρα πᾶσα· ποτὲ δὲ πόλις ὁμώνυμος τῇ χώρᾳ (Β 581)
λακεῖν· ψοφῆσαι
λακερόν· εἰκαῖον
λακέρυζα· κράκτρια. λοίδορος. φλύαρος. *μεγάλα κράζουσα
κορώνη (Hes. op. 747) ASvgn. ἢ λάλος
λακερύζεσθαι· τὰ αὐτά
λακερωτάν· συνεσταλμένον
λάκη· ῥάκη s. Κρῆτες
λακιδίξαι· διαῤῥῆξαι
λακηθμόν· ὃν οἱ Ἀττικοὶ {γλωσσοκόμον} καλοῦσιν
λακῆσαι· πατάξαι s
Λακιάδαι· δῆμος τῆς Ἀττικῆς, ῥαφανίδας φέρων, ὃν ἐπιβοῶν-
ται κατὰ τῶν μοιχῶν (Posidipp. fr. 4)
†λακίδαι· βάλλει
λακίδες· σπαδόνες. σπαράγματα ἱματίων
λακιδαίμονος· ψοφοῦντος, ἠχοῦντος (Com. ad. 1068)
*λακίδες· τὰ λεπτὰ τῶν ἀρμένων σχίσματα AS
λακιδοφορῶν· οὐχ ὑγιής
λακίζει· θωπεύει. ῥηγνύει. ῥήσσει
λακιναρίδιον· Ῥωμαῖοι, ὑπόδημα
λακίς· ῥαγάς. ἐμβολή. ῥαφή. τραῦμα. σχίσμα
*λάκισμα· τὰ αὐτά (Eur. Troad. 497) ASvg
λακισθῆναι· ῥαγῆναι
λακὶς χθονός· χάσμα γῆς (trag. ad. 228)
λακκόπεδα· τοῦ σκελετοῦ· {Εὐφρόνιός} φησιν διαχαλασθὲν τὸ
ὄσχεον καὶ τῶν διδύμων κρεμασθέντων καλεῖσθαι {λακκόπεδα}·
τοὺς δὲ διαπαντὸς καθειμένον ἔχοντας αὐτὸ {λακκοσχέας}·
[Εὐφρόνιος] ἐπεὶ ὄσχεα λέγεται τὸ ἀγγεῖον, ὅπου οἱ δίδυμοι
ἐμβέβληνται· ἀπὸ μέρους τὸ μόριον. οὐκ εὖ. φασὶ γάρ, τοῦ
ὀσχέου πάντοθεν καθειμένου {λακκοσχέας} προσαγορεύεσθαι
τοὺς τοιούτους
λακκοσκάπερδον· λακκόπρωκτον
λακκόπλουτος· ὁ Καλλίας ὑπὸ τῶν κωμικῶν, διὰ τὸ περι-
τυχεῖν χρυσῷ εἰς φρέαρ βεβλημένῳ
λακέμεναι· [φαγέσθαι]
λακοπεῖν· πυνθάνεσθαι
λακόπιον· †πυθίον
λακόποι· ἀρχή τις, ἔνθα οἱ κλέπται κρίνονται
λάκος· ἦχος, ψόφος
λακπατῆσαι· λακτίσαι. καταπατῆσαι. ἀνατρέψαι
Λακρατίδης· Ἀριστοφάνης (Ach. 220) φησὶ παλαιὸν Λακρα-
τίδην, τὰ ψυχρὰ βουλόμενος δηλοῦν· ψυχροὶ γὰρ οἱ γέροντες
[λακρίς καὶ] {λάκτις}· κώταλις. τορύνη (Callim. fr. 286)
Λακτίδες· αἱ τῆς Δήμητρος ἱέρειαι· ἀπὸ τόπου
λάκτημα· λάκτισμα
λάκυρος· στεμφυλίας οἶνος
Λάκων· εἶδος ... παρὰ τακτικοῖς. ἢ *ὁ Σπαρτιάτης ἄντικρυς
τῶν Ἀθηνῶν ASvgn
Λακωνικὸς χιτών· λεπτὴ ἐσθὴς διαφανής
λακωνίζειν· παιδικοῖς χρῆσθαι (Ar. frg. 338)
Λακωνικαί· ὑποδήματα ἀνδρεῖα, ἃ καλεῖται Ἀμυκλᾷδες (Ar.
Thesm. 142)
Λακωνικὸν τρόπον· τὸ περαίνειν, καὶ παιδεραστεῖν. {ἢ} τὸ
παρέχειν ἑαυτὰς τοῖς ξένοις. ἥκιστα γὰρ φυλάττουσι Λάκωνες
τὰς γυναῖκας
*Λακωνικός· στερρός. ἀνδρεῖος ASvgn
λάλαγες· χλωροὶ βάτραχοι S περὶ τὰς λίμνας, οὓς ἔνιοι †κεμ-
βέρους. οἱ δὲ ὀρνέου εἶδός φασι
λαλαγεῦσαι· λαλοῦσαι. ἀθρόαι οὖσαι
λαλαγή, καὶ †{λαλαγῆς}· θόρυβος, κραυγή
λαλαγητής· ματαιολόγος
λάλαζε· βόα (Anacr. fr. 90)
λάλλα κόνις· ψηφώδης S κόνις
λάλαμις· λαῖλαψ, {οἱ δὲ} ἀντὶ τοῦ λαλαμίς {λαιμάτμησις}
γράφουσιν
λαλάψαι· τὴν γλῶσσαν ἐξέχειν
λαλάξαντες· βοήσαντες
λαλεῖν· λέγειν. βλέπειν. λαμβάνειν
λάληθρον· λάλον
*λαλίστατον· κατὰ λόγον σοφόν AS(vgn)
*λαλίστερον· ἀδολεσχέστερον AS(g)
λάλλαι· λάλλας λέγουσι τὰς παραθαλασσίους καὶ παραποτα-
μίους [ψήφους (S)
λάλος· φλύαρος
λαλούμενον· λαλοῦντα}· ...
λαλύνει· [πάσσει. πατεῖ]
λαλῶν· φθεγγόμενος (Ps. 100,7 ..)
λάμας· μῦς
λάμαχος· ἄμαχος, ἀκαταγώνιστος
Λάμια· Ἀριστοφάνης (fr. 700 b) φησὶν, [ὡς τηκούσης] ἐν τῇ
ἀγορᾷ τινος λαμιώδους γυναικὸς ἐνδιατριβούσης {ὄνομα}.
τινὲς δὲ ἐν τῇ ἀγορᾷ περδομένην γυναῖκα {Λαμίαν εἶναι}
(Cratet. fr. 18)
*Λάμια· θηρίον. καὶ γυνή τις ἀρχαία οὕτως καλουμένη Λίβυσσα
(Isai. 34,14 Sym.) Avgn
λάμιαι· τὰ φάσματα. ἢ οἱ πολύφαγοι τῶν ἀνθρώπων. καὶ
ἰχθῦς
Λάμιος τὸν πρίονα ἢ ὁ Λάμιος πέλεκυς· ἦν τις Ἀθήνη-
σιν, ὃν ἐκωμῴδει ... λέγεται δὲ καὶ Μνησίθεός τις ἐξ ἐπιδέτου
Λάμιος (Com. ad. fr. 823. 824)
Λάμος· ἡ χώρα τῶν Λαιστρυγόνων. ἢ ἐπιχώριός τις ἥρως,
ἀφ' οὗ ἡ χώρα ὠνομάσθη (κ 81)
λαμόπτης· ὁ ἐπιτηλείας
λαμπάδες· ὀφθαλμοί. τινὲς ἀστέρες
λαμπάδιον· τὴν λεπτὴν κειρίαν, ἐν ᾗ ἐπιδιδοῦσιν
λαμπάς· λαμπάδος ἀγών. καὶ ὁ νικήσας λέγεται {λαμπαδη-
φόρος}
Λαμπετίη· Ἡλίου κόρη (μ 132)
*λαμπετόωντι· λάμποντι (Α 104) n
λάμπη· τὸν παχὺν ἀφρὸν τὸν ἐπιπολάζοντα τῷ οἴνῳ φασίν
λαμπηδών· λαμπυρίς. σπινθήρ
λαμπήνη· εἶδος ἁμάξης, ἐφ' ἧς ὀχοῦνται. ἔνιοι {ἀπήνη (Soph.
fr. 408 ..). ἢ *ἅρμα ἁμάξης περιφανοῦς A βασιλικῆς. ἢ ῥαί-
διον περιφανές, {ὅ} ἐστιν ἅρμα σκεπαστόν (1. Regn. 26,5 ..)
vg
λαμπίας· ὁ ἥλιος. †λαμπεύς. φῶς
λάμπουρις· ἀλώπηξ (Aesch. fr. 433) S
Λαμπτραὶ καθύπερθεν καὶ {Λαμπτραὶ ὑπένερθεν}· δῆμοι
Λαμπτραὶ Ἀθήνησιν· αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν
*λαμπρείμων· λαμπρὰ ἱμάτια ἔχων AS
*λαμπρόν· φαιδρόν. τηλαυγές (Eur. Hipp. 178 ..) An
λαμπρύνεται· φαιδρύνεται
λαμπτήρ· φέγγος, φῶς. λαμπάς. ἐσχάρα, ἐφ' ἧς ἔκαιον ἐν μέσῳ
τῶν οἴκων εἰς τὸ φωτίζειν αὑτοῖς ξηρὰ ξύλα καὶ δᾳδία. Ἀττι-
κοὶ δὲ τοὺς καιομένους λύχνους λέγουσιν
λαμπυρίς· ζωύφιον ἐκ φρυγάνων γινόμενον [καὶ ἀλώπηξ]
*λαμυρόν· εὔλαλον. εὐτράπελον. καταπληκτικόν ASvg
λάψῃ τὰν δώσουσιν·
λαμμωδεῖ· δραπετεύει
λᾶν· [ὁρᾶν. ἢ λίθος]
λανηθάς· δευτερίας οἶνος
λανθανόντως· κρυφαίως
λανίζει· λαγγάνει. βρέχει
λανὸν κῆρ· [σοφωτάτη ψυχή S]
λανόν· [λίθον]
*λάξ· λακτίσμα AS
Λαξάδαι· [Ἀθήνησι]
λάξαι· λακτίσαι
λάξασθαι· κληρώσασθαι (Hdt. 7, 144,1?)
λαξίων· λήξεων, κληρώσεων (Hdt. 4,21)
λαξόοι· οἰκοδόμοι. λιθουργοί
*λὰξ ἐντείνων· λακτίσμασι τύπτων ASg
*λαξευτήριον· λιθοτόμον n σιδήριον
*λαξευτηρίῳ· λίθῳ ὀξυτάτῳ τέμνοντι (Ps. 73,6) AS
λὰξ ποδὶ κινήσας· τῷ πλάτει τοῦ ποδὸς νύξας καὶ διακινή-
σας, οὐχ ὑβριστικῶς λακτίσας (Κ 158)
λαοβότον· ἀνθρωποτρόφον
Λαοδίκην ἐσάγουσα· πρὸς Λαοδίκην πορευομένη. Λαοδίκην
δὲ οἱ νεώτεροι Ἠλέκτραν λέγουσιν (Ζ 252)
λαοί· ὄχλοι, δῆμοι. δύνανται δὲ οὕτως εἰρῆσθαι ἄνθρωποι
διὰ τὸ εἶναι λάλοι. ἔνθεν καὶ {μέροπες}, ἀπὸ τοῦ μεμερισμένην
{ἔχειν} τὴν ὄπα, ὅ ἐστι φωνή (Α 10 ..)
Λαομεδοντιάδης· πατρωνυμικῶς ὁ Πρίαμος· ἦν γὰρ παῖς
Λαομέδοντος (Γ 250)
λάσπαις· βούπαις
λαοργός· ἀνόσιος. Σικελοί
λαοσσόος· *τοὺς λαοὺς σώζουσα Sgn. ἢ σοοῦσα, τουτέστι
[παρορμῶσα Sn εἰς τὸν πόλεμον· ὅ ἐστιν ἐπίθετον Ἀθηνᾶς
(Ν 128)
λαοπίζειν ἢ] λαπίζειν· [τοὺς λαοὺς εἰς ὄπιν ἄγειν καὶ
ἐπιστροφὴν διὰ τῆς ἀλαζονείας
λαοφόνον· ἀνδρακτόνον (Theocr. 17,53?)
λαοφόρον· δημοσίαν ὁδόν, δι' ἧς οἱ λαοὶ φέρονται, ἥνπερ
ὁδεύουσι. λεωφόρον (Ο 682)
λαπάγματα· ... ἢ λαγαρά
λαπαγμῶν· ἐκκενώσεων
λαπάζειν· ἐκκενοῦν. ἀφ' οὗ καὶ τὸ ὄρυγμα
λάπαθον· ὄρυγμα (Democr. fr. 122 D.) καὶ βοτάνη
λαπάξαι· κενῶσαι S
λαπάξαι· ἀφανίσαι. ἀλαπάξαι
λαπάραι· τὰ παρὰ ταῖς πλευραῖς τοῦ σκήνους. Διοκλῆς δὲ τὴν
ἐκκεκενωμένην κοιλίαν
†λαπαραί· κατωφερεῖς πρὸς τὰ ἀφροδίσια
*λαπάρας· λαγόνας n. καὶ {λαπάρην} ὡσαύτως (Γ 359) ASvgn.
ἢ κοιλίας ἐκκενωμένας
λαπαρός· ἰσχνός. ὑπεσταλμένος
*λαπάσσειν, λαπάττειν· κενοῦν AS
*λαπάττων· μαλάττων (A), λαγαρὸν ποιῶν
Λαπέρσαι· Λαπέρσας Δίδυμος τοὺς Διοσκόρους· ἀπὸ Λᾶ
πόλεως (Soph. fr. 871)
λαπετεῶντι· [λάμποντι]
Λαπήθιον· ἡ λέξις ἀπὸ Λαπήθου πόλεως. τὸν ἠλίθιον
λαπῆναι· λεπισθῆναι
λαπίζει· γαυροῦται {οἷον} λαοπίζει· οἱ γὰρ Λαπίθαι ἔθνος
Θεσσαλίας· ἀπὸ Λαπίθου, τοῦ Ἄρεως παιδός (Μ 128)
λαπάθιον· [ὄρυγμα. τὸ κενωτικόν. καὶ λάχανον ἄγριον ἐδώ-
διμον]
λαπικτήν· καυχητήν καὶ ἄλλα
λαπιστής, φενακιστής, *ψεύστης ASvg, φλύαρος. τρυφηλός,
μὴ ἔχων φροντίδα, ἐγγὺς τοῦ προπετοῦς (Sir. 20,7) AS
*λαπίστρια· ῥεμβομένη. μετεωριζομένη. θέλουσα εὐωχεῖσθαι
ASgn
λάπος· [θής, δοῦλος]
λαπτής· λαπτὴν ἔλεγον τὸν παχὺν ἀφρόν, τὸν ἐπιπολάζοντα
τῷ οἴνῳ πηλώδη. ἄλλοι βόρβορον, ἰλύν. ἄλλοι τὸν ἐπὶ τῇ
ἅλμῃ ἐφιστάμενον καὶ ταῖς λίμναις. οἱ δὲ τὴν ἐπὶ τοῦ γάλακτος
ὑμενώδη πηλόν
λάπτας· τοὺς ῥοφοῦντας
λάπτει· ἀναλαμβάνει. πίνει
λάπτοντες· πίνοντες τῇ γλώσσῃ. πεποίηνται δὲ ἀπὸ τῶν
κυνῶν {ἢ} τῶν τοιούτων, οὕτω πινόντων μετὰ ψόφου (Π 161)
λεπτυήρ· [σφοδρῶς πτύων]
λαπτόμενος ἢ λάπτων· ἀναλίσκων. ἀπὸ τοῦ {λάπτειν}
†λάγανον· ὀπὸς δριμύς
λάρεις· λάραβες. τοὺς κυρίτας Ῥωμαῖοι οὕτως
Λάρισσα· πόλις Συρίας κοίλης, καὶ Θεσσαλίας (Β 841)
†λαρίεθος· φλόϊνον στεγάστριον
λαριναῖον κύρτον· οἱ ἁλιεῖς τὸν ἐκ λευκέας, ἢ μέγαν
λαρινευτής· ἁλιεύς
λαρινοὶ βόες· εὐτραφεῖς
λαρινεύεσθαι· σιτεύεσθαι (Sophr. fr. 104)
λάρινος· ἰχθῦς ποιός
Λαρισαίη· ἡ Θεσσαλία
λάρκον· πλέγμα φορμῷ ὅμοιον, ἐν ᾧ ἄνθρακας φέρουσιν, ὁτὲ
δὲ καὶ ἰσχάδας
λάρκος, ἀνθράκων φορμός (Ar. Ach. 333 ..)
*λάρναξ· κιβωτός, σορός, κάμπτρα (Σ 413 ..) ASn
*λαρόν· ἡδύ, προσηνές ASvgn, γλυκύ (Ρ 572) AS, ἀπολαυστι-
κόν, [καλόν AS. σπάνιον. [ἄπληστον AS, λάβρον
λάρος· ὄρνις (ε 51). καὶ ἰχθῦς ποιός
*λαρυγγίζων· λάρυγγα θεραπεύων (Dem. 18,291) AS
λαρυγγός· ματαιολόγος
λαρυδοί· [στῦλοι οἱ ἐν τῷ ἀρότρῳ]
λαρύζει· βοᾷ. ἀπὸ τοῦ λάρυγγος
Λάρυμνα· πόλις Βοιωτίας
λαρωντίδων· ἐν τοῖς ἀθροίσμασιν ἔλεγον, ὡς ἐπῳδῶν
λᾶς· λᾶας. λίθος
λασία τράπεζα· S. πληρεστάτη
λάσαγγες· [οἱ περὶ τὰς λίμνας χλωροὶ βάτραχοι]
Λάσαν· τὴν Λάρισσαν
λάσανα· χυτρόποδες S. καὶ τὰ ὀπίσθια τῶν μηρῶν, ἀπὸ τῆς
δασύτητος. διὰ τοῦτο καὶ τὰ βάθρα, τοὺς ἀφοδευτηρίους
δίφρους
λασθάσθω· χλευαζέτω S
†λάσθας· συμφοράς
λάσθαι· παίζειν. ὀλιγωρεῖν. λοιδορεῖν
λασθαίνειν· κακολογεῖν (Hippon. P. Ox. 2175, fr. 3,14)
λάσθη· χλεύη AS. λήθη. ὀλιγωρία. αἰσχρολογία. [αἰσχύνη p
λασθόν· αἰσχρολοίδορον (S)
λάσθω· [χλευαζέτω]
λασθῶν· κακολογῶν
*λάσια· δασέα Σ
λασῖνος· ἄφρων. ἐπιλήσμων
*λάσιοι· πολύτριχοι ASvg δασεῖς vg
λασιόμαλον· μῆλον τὸ ἔχον χνοῦν
λασίοισι· δασέσι "στήθεσι λασίοις" (Α 189) ἐκδέχονταί τινες
ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας ἀνδρώδεσιν. ἄλλοι πυκνοῖς καὶ
συνετοῖς
†λασιδεύς· θρασύς. ἄπληστος
λασιοκώφους· τοὺς κωφούς
λάσιον κῆρ· ἡ πυκνή, καὶ σώφρων, καὶ λίαν θεία ψυχή, καὶ
συνετή, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. τὸ γὰρ ἡγε-
μονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ, ἥτις ἐστὶν ἐν τῷ στέρνῳ,
ὅπερ ὡς ἐπιτοπλεῖστον δασύ ἐστιν. καὶ *[ἰσχυρόψυχον (Β
851) (Avg)
λάσιον· ὕφος τὸ δασύ (S)
*λάσιος· δασὺς τὸ στῆθος ASgb. ἢ συνετός (An). δασύμαλλος
(S). πολύτριχος (Ω 125)
*λασιουργίας· ἱστουργίας. δημιουργίας AS
Λασίσματα· ὡς σοφιστοῦ τοῦ Λάσου καὶ πολυπλόκου
λασιτός· κίναιδος. ἢ {λεσιτός}· πόρνη
λᾶς ἰχνεύουσα· πλανωμένη. Σικελοί
Λασιών· πόλις. ἢ χωρίον. οἱ δὲ δρυμοὺς λασιῶνας
λασκάζει· φλυαρεῖ S [θωπεύει. ῥηγνύει]
λάσκειν· λέγειν, φθέγγεσθαι
*λάσκεις· λέγεις (Eur. Andr. 671) ASn
λάσκουσι κύνες· ὑλακτοῦσιν
λασκωρεῖ· διαφεύγει
λασταγεῖ· [ψοφεῖ]
λάσται· πόρναι
λαστάρνη· μάστιγξ
λάσταυροι· οἱ περὶ τὸν ὀῤῥὸν δασεῖς, καὶ πόρνοι τινὲς ὄντες
λᾶς τρυφαλίας· λίθος τετριμμένος
Λάστος· ὁ Ἀκράγας, τὸ παλαιόν· καὶ ἡ †σμῆλος
λαῶν· λίθων
λατάγῃ· κοττάβῳ τῷ ἀποῤῥιπτομένῳ ἀπὸ τῶν ποτηρίων,
καὶ ἦχον ἀποτελοῦντι
λαταγεῖ· ψοφεῖ. κτυπεῖ
λάταξ· ψόφος, κότταβος, ὁ ἀπὸ ποτηρίου γενόμενος
λάταξ· τὸ πλεκτόν. αὕτη εἰσεφέρετο ἐπὶ τοῖς ἐρωμένοις. ἔβαλον
δὲ αὐτὴν ἐπ' αὐτόν. οἱ δὲ εἰς κοττάβιον, ὃ κότταβον ἔλεγον·
οἱ δὲ εἰς ὀξύβαφα κενὰ ἔν τισιν ἀγγείοις, λουτῆρσιν ἐοικόσιν
*Λατῖνοι· Ῥωμαῖοι ASgn
*[λατμενεία· δουλεία S]
†Λάτμος· πόλις. καὶ ἥρως. καὶ ποταμός. καὶ †ἴχνη
λατόμος· λιθοξόος
λατράζειν· βαρβαρίζειν
λατραβίζειν· ἐσπουδασμένως καὶ ἀσήμως λαλεῖν
λατραβός· λαμυρός
λατραβῶν· ἀλαζονευόμενος
λατραπία· λαμυρία μετὰ ἐρυθριάσεως
λάτραψ· ὑετός S
λατρεία· δουλεία (Exod. 12,26 ..)
λατρεύει· ἐλεύθερος ὢν [δουλεύει (n)
*λατρευτόν· δουλικόν (Exod. 12,16 ..) AS
*λατρεύω· σέβω, δουλεύω As
λάτριες· δοῦλοι (Greg. Naz. c. 2, 2, 1,26)
λάτριον· μίσθιον
λάτρις· μισθουργός. λειτουργός. ἢ *[μίσθιος ἐργάτης (Eur.
Troad. 424 ..) S. θεραπαίνη Avgs, παιδίσκη ὑπηρετοῦσα A,
ἢ δούλη (Iob 2,9) Avg
λάττας· μυῖα. Πολυῤῥήνιοι
λαταία· παραξιφίς. καὶ ἡ περὶ ζώνην μάχαιρα
λατύπη· λίθου τὸ ἀποπελέκημα
λατύσσει· πτερύσσεται. νήχεται. ταράσσει. τινάσσει. τύπτει.
[λακτίζει S
λαυκανία· τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος, λαιμός, φάρυγξ
*λαυκανίης· ὁμοίως (Χ 325) gN
*λαυκή· φοβερά (Π 34) ASs
λαῦξις· [κλῆρος, μερίς]
λαύζει· [κρατεῖ.] δαίνυται. εὐφραίνει
λαυξυᾷ· δαρήσει. Κρῆτες
λαύρα· *ῥύμη, δι' ἧς ὁ λαὸς εἰσέρχεται ASvgn. ἡ φλόξ. οἱ δὲ
τόπους πρὸς ὑποχώρησιν ἀνειμένους. οἱ δὲ ἄμφοδα. οἱ δὲ
στενωπούς. καὶ δίοδοι
*λαύρη· δημόσιος στενωπός, καὶ ἄμφοδον, ῥύμη, ὁδός, δι' ἧς
οἱ λαοὶ ῥέουσιν Σ
Λαύρεια· τὰ Ἀθήνησι χρύσεα μέταλλα λεγόμενα
λαύρην· ὁδόν, τὴν ῥύμην (χ 128)
λαύρη· ῥύμη στενή
λαῦρον· τὴν δάφνην. [ἢ μέταλλον ἀργύρου παρὰ Ἀθηναίοις]
λαυροστάται· οἱ ἐν τοῖς μέσοις ζυγοὶ ὄντες ἔν τισι στενωποῖς
μὴ θεωρούμενοι. οἱ δὲ χείρους μέσοι ἵστανται. οἱ δὲ ἐπιτεταγ-
μένοι πρῶτοι καὶ ἔσχατοι (Cratin. fr. 422)
†λαῦσαι· παριππεῦσαι τοῖς δεσπόταις
λαυστήρ· μοχθηρός. ὅμοιον δὲ τῇ δυνάμει τὸ ὄνομα. ἢ οἴκου
λαύρα
λαύστραν· ὃν τινὲς λύκον, τινὲς φρέατος ἅρπαγα
λαυχάνη· γλῶσσα
λαυφθάσσει· λάβρως ἐσθίει
λαυφθάζει· σπεύδει
λαφθία· ἡ ἀσπίς, ὅπλον
λάφνη· δάφνη. Περγαῖοι
*λάφονοι· λίαν φόνιοι AS
λαφός· ὁ ἀριστερᾷ χειρὶ χρώμενος
Λαφριάδαι· φρατρία ἐν Δελφοῖς
λαφύειν· τὸ εἰς αὑτὸν ἀσχημονεῖν
λαφύξαι· καταπιεῖν S, ἀναλῶσαι
*λαφύξας· διασπαράξας, ἀφειδῶς θοινησάμενος vg
*λάφυρα· τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα. τὰ δὲ
τεθνεώτων αὐτῶν, σκῦλα vgps
*λαφυροπωλεῖ· αἰχμαλωτίζει AS
*λαφύρων· αἰχμαλωσιῶν (1. Chron. 26,27) Sn
λαφύσσει· μετὰ σκυλμοῦ ἐσθίει. *σπαράσσει AS. λάπτει,
[καταπίνει S. σπεύδει. μετὰ θυμοῦ ἐσθίει (Λ 176 ..)
Λαφύστιον· ὄρος τῆς Βοιωτίας. καὶ {Λαφύστιος}· ὁ ἐντεῦθεν
λαχαίνειν· ὀρύσσειν, σκάπτειν· ἀφ' οὗ καὶ τὸ {λάχανον}· τὸ
μεγάλως χαῖνον
λαχάννα· τὸ ἐπὶ τῆς ἀπήνης πεπλεγμένον, ἐν ᾧ καθέζονται
λάχεια· εὔσκαφος καὶ εὔγειος· παρὰ τὸ {λαχαίνεσθαι}, ὅ
ἐστι σκάπτεσθαι πυκνῶς (ι 116)
*λαχεῖν δίκην· γράψασθαι, [δικάσασθαι AS
λαχή· λῆξις. ἀποκλήρωσις (Aesch. Sept. 914)
λαχήνας· σκάψας
λαχμία· ἐν ὕλῃ οὖσα
λαχμόν· ἵππειον λακτισμόν (Antim. fr. 101 W.)
λαχμὸν κουρᾶς· βάρος. [λακισμός]
λαχμῷ στεινόμενος· τῇ δασύτητι καὶ τοῖς μαλλοῖς πεπυ-
κνωμένος (ι 445)
λάχνη· δασεῖα θρίξ. χαίτη. κόμη. ὕλη. δασύτης παρὰ τὸ
λάσιον. δηλοῦται δὲ [καὶ] οὕτως καὶ ἡ κροκὺς ἡ ἐποῦσα τοῖς
ἱματίοις *[τρίχωσις (Κ 134) ASvgn. ἢ ἀφρὸς τῆς θαλάσσης
vgp
λαχνήεντα· *τετριχωμένα Ag, δασέα g, ἢ τριχώδη (Σ 415).
ἢ {ὄροφον}, τὸν κάλαμον, ᾧ ἐστέγαζον τοὺς οἴκους, ὃς ἔχει
τινὰ δασύτητα. {Ὄροφος} γὰρ κάλαμος· ἀπὸ δὲ τοῦ καλάμου
καὶ τὸ {ἐρέφειν} τὸ στεγάζειν εἴρηται (Ω 451)
λαχνοῦται· τριχοῦται. [δασύνεται (Solon. fr. 27,6?)
λαχνοστηνομένον· [τοῖς μαλοῖς πεπυκνωμένον]
*λαχόντα· τυχόντα, [κληρωσάμενον (Σ 327) Avgn
*λάχος· μέρος Sps, κλῆρος ps. ἐκ κλήρου
*λαχών· ὁ κληρωσάμενος (ε 40) gn
λάψα· γογγυλίς. Περγαῖοι
*λάψαι· πιεῖν τῇ γλώσσῃ ASvgn
λαψάνη· τῶν ἀγρίων λαχάνων ἐσθιομένη (h)
*†λαψάρων· τῇ χειρὶ ποτίζων, ἢ ἁπτόμενος (Iud. 7,6) AS
λάψῃ· ὑποκοιλαίνων τὴν γλῶσσαν ἀναφέρει τὸ ὕδωρ μετά
τινος ἤχου (Iud. 7,5) A
λάψοι· πίοι τῇ γλώττῃ
λάψοντες γλώσσῃ· τῷ ἄκρῳ τῆς γλώσσης πίνοντες (Π 161)
An
λαώ· λαός, δυϊκῶς
*λάωμεν· λάθωμεν AS
λαώ· λαούς, ὄχλους
λάων· οἱ μὲν βλέπων, ἐξ οὗ καὶ {λαός} ὁ βλέπων· οἱ δὲ λάπτων
τῇ γλώττῃ· οἱ δὲ ἀπολαυστικῶς ἔχων, ἐσθίων. {ἀλαός} γὰρ
ὁ μὴ βλέπων (τ 229)
*λαιά· ἀριστερά v
λεάδα· ἡ ἐξοχὴ τῶν πετρῶν
λέαινα ἐπὶ τυροκνήστιδος· σχῆμα συνουσίας ἀκόλαστον
(Ar. Lys. 231)
*λεαίνεται· λειοῦται. ἐξαλείφεται AS
*λεαντικός· λειῶσαι δυνάμενος A
λεανῶ· λεπτυνῶ (Ps. 17,43) r. ASvg
λέας· τὰς ἀπὸ τῶν ἱστῶν κρεμαννυμένας ἄγνυθας
λέβα· πόλις ὑπὸ Θρᾳκῶν
Λεβάδεια· πόλις Βοιωτίας, ἔνθα καὶ μαντεῖον Διὸς [τὸ] ἱερὸν
κατεσκεύαστο
*Λεβήδων· τόπος τῶν Λεβητῶν, ἔνθα ἐθυσίαζον (Isai. 15,2 v. l.)
AS(vg)
λεβηρίς· *τὸ τοῦ ὄφεως γῆρας, ὃ ἀποδύεται r. AS. τινὲς δὲ
ἄνδρα Λέβηριν γενέσθαι πτωχόν. οἱ δὲ τὸ λέπος τοῦ κυάμου
*λέβης· χάλκειος ποδονιπτήρ ASg. τρίπους (Zach. 14,21)
λεβίαι· τὰ λεπίδας ἔχοντα ταρίχη. καὶ ἰχθῦς λιμναῖοι (Ar. fr.
414)
λεβίνθιοι· ἐρέβινθοι
λέγειν· εἰπεῖν. οἰκοδομεῖν. ἀριθμεῖν. καὶ ὀνομάζειν. Ἀττικοί
λέγεσθαι· συνάγειν, ἀθροίζειν. ἐκλέγεσθαι
*Λεβήδων· τόπος, ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν Λιβανησίαν
Ἀραβίαν Μωαβῖται (Isai. 15,2) vgnp
*λεγεών· πλῆθος στρατεύματος, ἢ τάγματος, [ἓξ χιλιάδων
ἑξακοσίων ἑξήκοντα ἕξ (Ev. Luc. 8,30 ..) g
λέγμα· τὸ εἰπεῖν
λέγνα· τὸ ἔσχατον ...
λέγνη· τὸ παρυφαινόμενον τῇ παραστροφίδι, ὅπερ ἦν παχὺ
περὶ τὴν ᾤαν ἐκ ῥάμματος
†λέγνος ἄνανδρος· †σῖτος ὁ μὴ ἁδρός
λεγνώδεις· ποικίλας
λεγνῶσαι· ποικῖλαι
*[λέγξε· ποιὸν ἦχον ἀπετέλεσεν (Δ 125) AS]
λεγοίμεθα· "εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα" (Ν 276) οἷον,
εἴ τις τοὺς ἀρίστους εἰς μάχην διαλέγοι
*λέγοιτο· συλλέγοιτο n
λέγοντες· ἢ ἐκλέγοντες. ἢ συνάγοντες, ἢ συναθροίζοντες
(Λ 755)
*λέγοντο· συνήγοντο ASN. καὶ τὰ ὅμοια (Θ 547)
λεδδά· [ἡ ἐξοχὴ τῶν πτερνῶν]
†λεδρεῖται· φροντίζει. θέλει, βούλεται
λέη· ὁμοίως
*λεηλασία· αἰχμαλωσία r. ASvgn. μάχη. λῃστεία An. ἁρπαγή.
ἀδικία
λεηλατῶν· πορθῶν σφόδρα (Eur. Hec. 1143 ..)
λεία· ἡ ἀπὸ τοῦ πολέμου κτῆσις, λάφυρα (Eur. Troad. 614)
λειάδες· οἱ λειμῶνες. καὶ κάθυγροι τόποι
λείαν· κτῆσιν λαφύρων. ἢ πόρθησιν
*λειανέω· λείαν καὶ A ὁμαλὴν ποιήσω (Ο 261) ASn
λείας· ὁμαλάς. εὐθείας (Isai. 40,4 ..)
λείβηθρον· ῥεῖθρον. [ὀχετόν S. κρουνόν, καὶ τόπος ἐν Μακε-
δονίᾳ καὶ {κατὰ} τὸν Ἑλικῶνα
Λειβῆνος· ὁ Διόνυσος r
λείβειν· σπένδειν "Διὶ λείβειν αἴθοπα οἶνον" (Ζ 266) καὶ δα-
κρύειν, ὅ ἐστι τοῖς δακρύοις ῥέειν· "{δάκρυα λείβων}" (Σ 32),
καὶ στάζων
*λείβω· σπένδω r. An(gS). στάζω r(gS) p
λείη· ἡ τῶν θρεμμάτων ἀγέλη. ἢ προσηνὴς καὶ [ὁμαλή n. καὶ
{ἡ ἐκ} πολέμου ὠφέλεια
λεηλατεῖν· προνομεύειν. βιάζεσθαι (2. Macc. 2,21)
λείκρικα· σειραί, σχοινία, πλέγματα
λείηναν δὲ χορόν· τὸν τόπον, ἐν ᾧ ἔμελλον χορεύειν, λεῖον
ἐποίησαν (θ 260)
λεῖκνα· κανᾶ, ἐφ' οἷς τὰ λήϊα ἐπετίθεσαν. οὕτως δὲ ἔλεγον τοὺς
πυρίνους καρπούς
λείκνοισι προστρέπεσθε· λίκνα ἱστάντες προσάγεσθε· ἅ
ἐστι κανᾶ, ἐφ' οἷς τὰ λήϊα ἐπετίθετο, ἅπερ εἰσὶ καρποὶ πύρινοι
(Soph. fr. 760,3)
λιλαιομένην· προθυμουμένην, ἐπιθυμοῦσαν (α 15 ..)
λείμακες· νοτεροὶ καὶ [ποιώδεις τόποι r. ἔστι δὲ καὶ ζῷον
ὅμοιον κοχλίᾳ, ὃ καλοῦσι λείμακα
*λείμακος· λειμῶνος (Eur. Bacch. 867) (Sgn)
*λεῖμαξ· [χωρίον, ἐν ᾧ λειμών, ἢ χωρίον ἐπίπεδον] {ἀνθηρὸς
τόπος, λειμών Sg}
λειμωνοειδής· [ἀνθηρὸς τόπος]. [ἢ λειμών] {χωρίον ἐν ᾧ
λειμών, ἢ χωρίον ἐπίπεδον}
λειμών· αὐλών. θάλασσα. ἢ *ἀνθηρὸς τόπος (ASg) np
λειμωνιὰς †ἄρκτος· νύμφαι· ἐπειδὴ αἱ νύμφαι ἐν τοῖς λει-
μῶσιν
λείνα· [ἔρια. Κύπριοι]
λειξοῦρα· τὸ †δῶρον r. ἐκ τοῦ {λείχω}
λειόβατος· ἰχθῦς τις τῶν λευκοσάρκων
λειοκόνιτος S· ἡ τελείως εἰς κόνιν διαλελυμένη. {λείως} γὰρ
τελείως
λεῖον· ὁ σῖτος. ἢ ὁμαλόν
†λειόμερος· ταχυδιάνοιος
λείουρος· αἴλουρος S
*λείους· ὁμαλούς ASvg
λειούσματα ἢ λεγούσματα· εἶδος καταφράκτου. Γαλάται
λειπαρῶ· [παρακαλῶ]
λείπετ' ἄεθλα· ἀπετυγχάνετο (Ψ 640)
λεῖπε φορῆναι· ἔλιπε φορεῖν (Β 107)
λειπογνώμων· ὁ μηκέτι βόλον ἔχων· ὁ δὲ τέλειος καὶ γεγη-
ρακώς, μὴ ἔχων γνωρίσματα τῆς ἡλικίας
*λείποιτο· καταλείποι n
λειπομορία· δένδρον τὸ ἐκ τοῦ θωρακίου κατεαγός, ἐκ δὲ τῆς
ῥίζης φέρον βλαστούς
λιποτακτήσας· φεύγων p, ἢ φυγών r
λεῖπον· τὸ ἐλλιπὲς r ὄν
*λείρια· ἄνθη r. Sn κρίνα S
λειριόεντα· ἁπαλά. {λείριον} γὰρ τὸ ἄνθος· διὰ τὴν λειότητα.
διὰ τοῦτο καὶ {διὰ} τοῦ {ε} γραπτέον. ἢ *ποικίλον AS,
εὔχρουν A. τὸ δὲ {λιρός}, ὃ δηλοῖ τὸν ἀναιδῆ, διὰ τοῦ {ι}. Καλ-
λίμαχος· "λιρὸς ἐγώ, τί δέ σοι τόνδ' ἐπέθηκα φόβον;" (fr. 74)
παρὰ τὸ λίαν. ἀμέτρως γὰρ †ὁδεύονται οὗτοι. τὸ δὲ {χρόα
λειριόεντα} (Ν 830) καὶ {ὄπα λειριόεσσαν} (Γ 152) τὴν
προσηνῆ καὶ ἡδεῖαν
†λειρώς· ὁ ἰσχνὸς καὶ ὠχρός. καὶ {ληρίας} λέγουσι κύνας τὰς
κατισχνωμένας καὶ ἀποβαλούσας τὰς τρίχας. ἢ τὸν μικρὸν
λαγών
Λιταί· ἱκεσίαι (Ι 502). [ἢ συνέστηκεν]
λείτειραι· [ἱέρειαι]
λειτῖνος· πέμματος εἶδος
λειτόν· βλάσφημον
λείτορες· [ἱέρειαι]
*λειτουργεῖν· μοχθεῖν (S). δουλεύειν AS
*λειτουργικάς· ἱερατικάς (Exod. 31,9 ..) AS(vg)
λειτουργός· ὑπηρέτης (2. Regn. 13,8 ..) r
λειφαιμήσας· [ἐπιλείψας τῷ αἵματι]
λείφητρα· λείψανα
λειχανός· φθόγγος τῆς κιθάρας r. ἀπὸ τοῦ φθόγγου
λειχῆνες· τῆς σαρκὸς κάκωσις r. καὶ ἐπὶ τῶν πετρῶν φυκία
τινά. καὶ τῶν χωρίων τὰ ψιλά
λεῖψαν· κατέλιπον
λείψανα· περισσεύματα (r)
*λειψανδρία· λεῖψις ἀνδρῶν r. AS
Λειψύδριον· χωρίον τι ὑπὲρ Πάρνηθος, ὃ ἐτείχισαν Ἀλκ-
μαιωνίδαι
λειοκόρης· ὁ τελείως ἐκκεκαυμένους τοὺς ὀφθαλμοὺς ἔχων
λείως· ῥᾳδίως. δεινῶς, σφόδρα. τελείως. καλῶς
λεκανίδες· κεράμεαι λοπάδες. καὶ ἐν αἷς ἔνθρυπτα ἔφερον τοῖς
νεογάμοις
λεκανίσκη· τὸ ἐκ πετάλων τρύβλιον. ἢ λεκάνη (Ar. fr. 805)
λέκαιος· [ὁ ἀποτεταλμένος]
*λέκιθον· τὸ τοῦ ὠοῦ λεπίδιον (r. gvn)
λεκίς· παροψίς (Epich. fr. 70 ..) r
λέκκη· [χλαίνα]
†Λέκκον· δῆμος Ἀντιοχίδος φυλῆς
λέκος, λεκίσκιον· [λυκάριον] [τρύβλιον S, οἱ δὲ λεκάνιον
(Hippon fr. 58. Hippocr. vict. acut. 2,30 L.)
λεκροί· ὄζοι τῶν ἐλαφείων {κεράτων}
λέκρανα· τοὺς ἀγκῶνας
λέκρικα· σειραί. σχοινία
†λακτῆρες· εἶδός τι λαμνῶν
λεκτοί· ἀριστεῖς
λέκτη· χλαῖνα S
λέκτο· ἐκοιμήθη (δ 453). ἐπελέξατο. ἠρίθμει (δ 451)
*Λεκτόν· ὡς σεμνόν. ἢ [ἀκρωτήριον {τῆς Ἴδης} (Ξ 284)
λέκτρα· *κραββάτια ASvgn. ἢ ... κατὰ τὴν πόλιν ἐξέδρα.
καὶ προσωπεῖα Λάκωνες
λεκτρίτῃ θρόνῳ S· ἀνάκλισιν ἔχοντι
*λέκτροισι· κοίταις (Χ 503) APn Σa
λελάθῃ· λήθην ποιήσῃ. παύσῃ (Ο 60)
*λελάθοντο· ἐπελάθοντο (Δ 127) n
*λέλακεν· ἐβόησεν (Eur. Hec. 1110 ..) r. An (S)
*λελακκωμένη· κεκενωμένη (A)
λελακυῖα· φωνοῦσα r, βοῶσα, ἠχοῦσα (μ 85)
λελαχεῖν· θάψαι
λελάχωσι· *θάψωσι ASnp. λαχεῖν ποιήσωσιν, ὅ ἐστι· τυχεῖν
τῶν δεόντων, καὶ νομιζομένων νεκροῖς (Η 80)
λελάσθαι· λαθέσθαι. [λαβέσθαι] (Ε 834)
λελασμένα· ἀφειμένα (Ν 269?)
λέλαπται· εἴληπται
λέλαφας· πέπωκας (Ar. fr. 598)
λελάχασι· τετεύχασι (Emped. fr. 115,5)
λελάχωμεν· λαχεῖν ποιήσωμεν
λελάχνωσαι· δασὺς εἶ
λέλεγα· εἴρηκα
Λέλεγες· ἔθνος βαρβαρικόν (Κ 429)
Λελεγηΐς· ἡ Λακεδαίμων πάλαι
λελέγιες· κόχλακες, ἢ κοχλώδεις τόποι
λελεπασμένον· εἰς πέψιν ἧκον (Stratt. fr. 77)
λέλεκται· εἴρηται (Eur. Alc. 706)
*λελέξεται· λεχθήσεται (Thuc. 3, 53,4 v. l.) ASvg
λελεπρίς· ἰχθῦς ποιός, ἡ καλουμένη φυκίς
λελεγμένος· διαλογιζόμενος, ἢ διαλεγόμενος
*λεληθότως· λανθανόντως (2. Macc. 6,11) ASg
λέληκε· βοᾷ, φθέγγεται (Semon. fr. 7,15)
*λεληκώς· κεκραγώς, [φθεγγόμενος, κραυγάσας ASn
*λεληϊσμένη· μεμερισμένη ASs
λεληϊμένος· [προθυμούμενος]
†λελήϊται· τεθέρμανται
λελημάτωμαι· λῆμα ἔχω εἰς τὸ ἔργον
λελημένοι· λεληϊμένοι. διανοούμενοι. ἐν τούτῳ τὸ λῆμα ἔχον-
τες. {Λεληματίσθαι} γὰρ τὸ τῇ διανοίᾳ πρὸς πᾶν ὁρμητικῶς
ἔχειν
*λελησμένη· ἐπιλαθομένη An
*λέλησται· ἐπελάθετο (Greg. Naz. c. 2,1, 1,482) Sv(g)
λελιῆσθαι· θέλειν. ὁρμᾶν. σπεύδειν
*λελιημένος· προθυμούμενος r. np. καὶ ἔνθερμος ὤν (Ε 690)
λελιημένοι· προθυμούμενοι, ὁμοίως (Μ 106)
*λελικμημένη· κοσκινευθεῖσα, πτυισθεῖσα ἐπ' ἀνέμῳ (Isai.
30,24) AS
λελικκός· ἰχθῦς ποιός
*λελειμμένος· λειφθείς. νικηθείς (2. Macc. 4,45) AS
*λέλιξε· διέσεισεν (Α 530) ASb
λέλογας· εἴρηκας
λελόγχασιν· ἔλαχον (λ 304)
λέλογχε· ἠξίωται
λελοχυῖα· λεχὼ γενομένη (Antim. fr. 178 W.)
*λελογχώς· τυχών (3. Macc. 6,1) ASg
†λελύθμωται· χωρίον ἀπεῤῥωγός
λελυκωμένα πρόβατα· τὰ λυκόσπαστα
λέλυται· διαλέλυται (Θ 103)
λέλυνται· ἀσθενῆ εἰσιν (Β 135)
λελώφηκεν· ἐπέσχηκεν
*λελώβηνται· ἐβλάβησαν (Plat. rep. 6,495d) ASn (vg)
[λέμβαρχοι] [λιπόδερμοι]
λέμβος· τὸ μικρὸν πλοιάριον nps(g), τὸ ἐφόλκιον. καὶ οἱ ἐφολ-
κίοις πλέοντες {λέμβαρχοι}
*λέμμα· φλοιός. [λέπισμα (Plat. Tim. 76a) r. AS
λεμός· [λάρυξ. φάρυξ]
λέμφοι· αἱ πεπηγμέναι μύξαι
*λέμφος· ὁ μυξώδης gn καὶ μάταιος. [δηλοῖ δὲ τὸν ἀνόητον
ASn, καὶ ἀπόπληκτον
λενλαστῶν· [λεηλατῶν. πορθῶν]
λέντιον· περίζωμα ἱερατικόν (Ev. Ioan. 13,4) r
λεόντειος πόρος· ὁ Ἀλφειός· καθότι ἐπὶ ταῖς πηγαῖς αὐτοῦ
λεόντων εἴδωλα ἀφίδρυται
λεόντειος δορά· r τὸ δέρμα αὐτοῦ
λεοντόκρανον· Ἀμαζονικὸν ὅπλον (trag. ad. 230)
λεοντοφόνον· θηρίδιόν τι, πλανώμενον ἐν Συρίᾳ
λέξαι· εἰπεῖν, ἐπιλέξαι, ἐπειπεῖν
*λέξασθαι· ἐπιλέξασθαι (Β 125) (Sn). κοιμηθῆναι b
λέξασθε· ἐπιλέξασθε. ἐκοιμήθητε
λέξεται· λήξῃ. κοιμηθῇ (δ 413)
*[Λεοβίδας· ἀπὸ Λέσβης τῆς νήσου A]
*λεοντηδόν· ἰσχυρῶς κατὰ τὸν λέοντα (2. Macc. 11,11 v. l.)
AS
*λεώς· Ἀττικῶς, ὄχλος, λαός Ag
*λεωφόρος· ὁδὸς λαὸν φέρουσα AS
λεπάδες· τὰ πρὸς ταῖς πέτραις κεκολλημένα κογχύλια ὀστρέων
ἐλάττω
λέπαδνα· ἱμάντες πλατεῖς, οἷς ἀναδέονται οἱ τράχηλοι τῶν
ἵππων πρὸς τὸν ζυγόν (Ε 730)
λεπαδευόμενος· συνάγων λεπάδας. εἰσὶ δὲ θαλάσσιαι κόγχαι
μικραί, προσφυόμεναι ταῖς πέτραις
λεπανός [ἢ λέπανθος]· λιπόδερμος. Ταραντῖνοι
λεπάργου βοός· τοῦ λαπάρας λευκὰς ἔχοντος, ἢ ὅλον τὸ
δέρμα
λεπας· τὸ ἄναντες. καὶ τὸ τῇ πέτρᾳ προσσχόμενον κογχύλιον.
ἢ *ὑψηλόν, ἀκρότατον. ὀρεινόν (Eur. Andr. 295 ..) An
λεπαστή· κύλιξ
λεπαστής· οἰνοχόη. καὶ εἶδος κύλικος
λέπαστρον· σκεῦός τι ἁλιευτικόν
*λέπειν· τύπτειν (AS)
λεπίζω· ἐκδέρω r
λεπιστής· [ψεύστης. καὶ τὰ ὅμοια]
λέπος· λέπιον. φλοιός
λέπρα· πάγος τῆς ἐπιφανείας τοῦ σώματος (Lev. 13,8 ..)
Λεπρεᾶται· οἱ πάλαι Καύκωνες. {Λέπρεον} [ἢ {Λεπρεᾶται}·]
τὴν Τριφυλίαν. οἱ δὲ τῆς Τριφυλίας, ἀπὸ Λεπρέου πόλεως
ὠνομασμένοι
λεπταλέον· ἰσχνόν, λεπτόν
λεπτὰς καὶ παχείας· Ζάλευκος ἐν Νόμοις τὰς δραχμάς· λεπτὰς
μὲν τὰς ἑξωβόλους· παχείας δὲ τὰς πλέον ἐχούσας
λεπτή· ἀσθενής b. ἰσχνή, [λεπτή]
λεπτένδυτον· σινδὼν λεπτή. [στενή. ἢ ἀκριβής]
λεπτήκεα· λεπτῆς ἐργασίας ποιηθέντα
λεπτὴν πλέκειν· ἐπὶ τῶν πενιχρῶν τοῦτο λέγεται {οἷον
στενὴν ἢ ἀκριβῆ}
λεπτὴ δ' εἰσίθμη· στενὴ ὁδός (ζ 264)
*λεπτὴ δέ τε μῆτις· ἀσθενὴς βουλὴ καὶ ἡ ἐπίνοια (Κ 226)
λεπτήκεις· λεπτάς
λέπτ' ἠλάκατα στρωφῶσα· λεπτὰ μηρύματα ἀπὸ τῆς
ἠλακάτης νήθουσα. τὸ γὰρ ἔτυμόν ἐστιν, οἷον {ἠλακάτη} ἀπὸ
τοῦ ἐνειλίσσειν συνεχῶς. τινὲς δὲ {ἠλάκατα} τὸν στήμονα (ρ 97)
*λεπτόγεα· κακὸς ἀγρός. ἡ λεπτὴ γῆ An καὶ μὴ λιπαρά AS
λεπτομερῶς· μικρομερῶς r
*λεπτόμιτον· ἡ δασεῖα ὑφή ASn
*λεπτόμιτον φᾶρος· λεπτὸν ἱμάτιον (Eur. Andr. 831) Agp
*λεπτόν· ἀσθενές. [ἀόρατον, ἀφανῆ A
λεπτὸν ἄωτον· ἰσχνὸν ἄνθος (Ι 661)
λεπυξίς· ἀπὸ τοῦ λέπους, καὶ τῆς χωρίσεως
λεπυριῶσαι· ἐξαχυριῶσαι
Λερναία χολή {καὶ} {Λέρνη κακῶν}· παροιμία· διὰ τὸ τοὺς
Ἀργείους {τὰ} καθάρματα εἰς αὐτὴν βάλλειν· ἢ διὰ τὸ τὸν
Δαναὸν τῶν Αἰγυπτιαδῶν ἐκεῖ καταθεῖναι τὰς κεφαλάς
Λέρνη θεατῶν· παροιμία τίς ἐστιν Ἀργολικὴ {Λέρνη κακῶν},
ἣν ἀποδιοπομπούμενοι ἔλεγον. τὰ γὰρ ἀποκαθάρματα εἰς
τοῦτο τὸ χωρίον ἐνέβαλλον. {Λέρνην} οὖν {θεατῶν} ἔφη ὁ
Κρατῖνος τὸ θέατρον διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν
ὄχλον ἔχειν (fr. 347)
λεσβιάζειν· πρὸς ἄνδρα στόμα μολύνειν· {Λεσβιάδας} γὰρ
τὰς λαικαστρίας ἔλεγον
*Λεσβίδας· ἀπὸ Λέσβου τῆς νήσου (Ι 129) nS
Λέσβιος ᾠδός· οἱ μὲν τὸν Εὐαινετίδαν ἀκούουσι τὸν ἀπὸ
Ἀντίσσης· οἱ δὲ Φρῦνιν, ὃ καὶ μᾶλλον· ὑπὸ πολλῶν γὰρ
κεκωμῴδηται οὗτος, ὡς διαφθείρων τὴν μουσικὴν καὶ πρὸς τὸ
βωμολοχεύειν τρέπων. καὶ παροιμία δὲ ἐντεῦθεν ἐλέχθη· {μετὰ
Λέσβιον ᾠδόν}. οἱ δὲ μετὰ τὸν Τέρπανδρον. μέμνηται καὶ
Ἀριστοφάνης ἐν Νεφέλαις (970?)
Λεσβίων {ἄξια}· παροιμία ἐπὶ τῶν ἀπράκτων
λεσβίσαι· αἰτίας εἶχον ἀτόπους αἱ ἀπὸ Λέσβου
Λέσβος· νῆσος. καὶ πόλις (Ι 129 ..)
*[λεσήϊα τὰ πτερόεντα· τὰ ἀσπιδίσκια. τὰ κοῦφα AS]
λέσπιν· μεγάλην. ὑδρηλήν. Δίδυμος τὴν καταδυομένην εἰς
πέλαγος πέτραν. οἱ δὲ τὴν νοτεράν. ἄλλοι δὲ σπιλάδα βαθεῖαν.
οἱ δὲ λόχμην
*λέσχαι· φλυαρίαι ASg. πολλαὶ ὁμιλίαι (Eur. Hipp. 384) (n)
λεσχαῖος· ἐξηγητής. ὁμιλητής
λέσχη· *ὁμιλία ASgN. καὶ ἡ φλυαρία gN. καὶ ὁ δημόσιος
τόπος, ἐν ᾧ διέτριβον οἱ πτωχοὶ καὶ διελέγοντο ἀλλήλοις
(Hes. op. 493). σημαίνει δὲ καὶ τὰ κοινὰ δειπνιστήρια, καὶ
τοὺς ἐν αὐτοῖς λόγους. καὶ τοὺς ἀλεεινοὺς τόπους λέσχας
καλοῦσιν
λεσχηνεῖ· ὁμιλεῖ. μυθολογεῖ
λεσχηνευθέντα· μυθολογηθέντα, [φλυαρηθέντα A
λεσχηρεῖ· [κόπτει. ὁμιλεῖ]
†λετμὸς ἀναδρήσσει· τὸ σῶμα μερίας φησί†
λετωνῆσαι· ἀφειδῶς παῖσαι κατὰ τῶν ἰσχίων (Ar. fr. 804)
λευγαλέην· ὀλεθριώδη. οἰστρώδη. οἰκτρόν. κακόν, ἢ *χαλεπόν
(Ag) S
λευγαλέοιο· ὀλεθρίου. δεινοῦ (Ν 97)
λευγαλέῳ· εὐτελεῖ. καὶ τὰ τοιαῦτα (Φ 281)
*λευγαλέῃσι· χαλεπαῖς n. καὶ τὰ ὅμοια (Ι 119)
λεύγη· μέτρον τι Γαλατικόν
λευκά· φαιδρά. λαμπρά
*λευκανθίζοντα· λάμποντα (Lev. 13,39 v. l.) AS
λευκάδα πέτρην· διὰ ταύτης λέγεται τῆς πέτρας τὸν ὠκεανὸν
φέρεσθαι. ἢ ἀλληγορικῶς, τὸ στόμα ἡμῶν τῶν ἀνθρώπων, διὰ
τὸ τοὺς ὀδόντας λευκοὺς εἶναι· αἱ γὰρ ψυχαὶ τῶν τελευτώντων
διὰ τοῦ στόματος ἀνέρχονται (ω 11)
λεύκαινον ὕδωρ· κατὰ συνεκδοχὴν ἀντὶ τοῦ συντόνως ἤρες-
σον (μ 172)
λευκαὶ φρένες· μαινόμεναι (Pind. P. 4,194), λαμπραί, ἀγαθαί,
ἥμεροι
λευκανίη· φάρυγξ
Λευκάδος· Μένανδρος ἐν Λευκαδίᾳ· "εὐφημείσθω τέμενος πέρι
Λευκάδος ἀκτῆς" (fr. 258 Koe.)
λευκάσπιδα· λευκὴν ἀσπίδα χρώμενον (Χ 294)
λευκὰ ἄλφιτα· τὰ ἐκ κέγχρων. καὶ ἡ λευκὴ κέγχρος
λευκέα· σχοῖνος
λεύκ' ἐλέφαντι· λευκὰ ὡς ἐλεφάντινα (Ε 583)
λευκερίνεως· εἶδος συκῆς
λεύκη· πάθος τι τῶν περὶ τὸ σῶμα γινομένων (Hdt. 1, 138,1).
καὶ ἐν ταῖς χωνείαις ἡ ὑφισταμένη ἄμμος. καὶ δένδρον
λευκὴ ἡμέρα· ἀγαθή (Soph. fr. 5)
λευκὴ θάλασσα· ἡ κατακλυζομένη
λευκὴν μᾶζαν φυρῶ σοι· παροιμία ἐπὶ τῶν μεγάλα ὑπις-
χνουμένων
λευκὴ στάθμη· ἐπὶ τῶν μηδὲν συνιέντων, παροιμία. λέγεται
δέ· {ἐν λευκῷ λίθῳ λευκὴ στάθμη}. Στάθμη δέ ἐστι σπάρ-
τος τεκτονική (Soph. fr. 307 (?).
λευκὴ ψῆφος· παροιμία ἐπὶ τῶν εὐδαιμόνως ἢ δυστυχῶς
ζώντων
λευκοδίφθεροι· λευκοδέρματοι
λευκόζωτος· τῆς γῆς ἡ μὲν καλεῖται {λευκόζωτος}, ἡ δὲ
{μελάνζωτος}
Λευκοθέαι· πᾶσαι αἱ πόντιαι ...
λευκοί· οἱ δειλοί
λευκοῖο γάλακτος· τοῦ φύσιν λευκοῦ καὶ ἀσκίου (ι 246)
λευκόκρας· λευκοκέφαλος
λευκόκρατες· ἢ διὰ τὸ τοὺς ἐν Εὐβοίᾳ βοῦς λευκοὺς εἶναι· ἢ
ἴσως ἀντὶ τοῦ λαμπρούς
λευκόν· τό τε σύνηθες καὶ τὸ λαμπρόν. ἢ θεώρημά τι ἐν μου-
σικῇ
λευκόπυγος· ὁ ἄνανδρος (Alex. fr. 321). ἔμπαλιν δὲ {μελαμ-
πύγους} τοὺς ἀνδρείους ἔλεγον
Λευκόπυρα· τῆς Ἀντιοχίδος φυλῆς δῆμος
λευκοστεφῆ· τὰ κεραυνόβλητα
Λευκόσυρος· Βαβυλώνιος s. λευκόχροος
Λεύκου πεδίον· τοῦ Μεγαρικοῦ χωρίον
Λεύκοφρυς· ἡ Τένεδος τὸ πάλαι
λευκώλενος· λευκόπηχυς. ἀπὸ μέρους, ὅλη h λευκὴ καὶ καλή·
{ὠλέναι} γὰρ οἱ πήχεις (Α 55)
λευκῶν πραπίδων· κακῶν φρενῶν h
λευκωπίας· λευκὸς ὀφθῆναι
λευρά· λεῖα (ps)
*λευρᾶι· †εὑρίσκω (Eur. Hec. 700?) AS
λευρᾶς σωφροσύνης· τελείας. καὶ ταπεινῆς. κοίλης. ὁμαλῆς,
μὴ τραχείας
*λευρῷ· ὁμαλῷ (S). πλατεῖ (η 123) (ASn)
*λεύσει· βλέψει S, θεωρήσει ASs
*λεύσετε· ὁρᾶτε, [βλέπετε (Α 120) AS (n)
λευσθείς· λιθοβοληθείς b (g)
*λευσίμου δίκης· τῆς λιθοβολήτου τιμωρίας (Eur. Bacch. 356)
ASn
*λεύσοντες· βλέποντες g. †μαίνοντες
*λεύσουσα· βλέπουσα A. [τρέπουσα] (Eur. Hec. 925)
λευστά· ὁρατά. λιθοβόλητα r
λευστῆρα· φονέα λίθοις ἀναιροῦντα
*λεύσων· βλέπων (Ε 771) Agn
λέχεται· κοιμᾶται (S)
Λέχαιον· ἐπίνειον Κορινθίοις. εἰς τούτους τοὺς τόπους ἀπεδί-
δρασκον οἱ οἰκέται
λεχεποίην· τὸν πολλὴν πόαν ἔχοντα καὶ βαθεῖαν, εὐαυξῆ,
ἐν ᾗ ἐστι καὶ λέξασθαι, τουτέστιν κοιμηθῆναι (Δ 383)
λεχέρνα· ὑπὸ Ἀργείων ἡ θυσία ἐπιτελουμένη τῇ Ἥρᾳ
*λευχείμων· λευκὰ ἱμάτια φορῶν r. ASgb
*λεχέων στυγερῶν· γάμων στυγνῶν (Eur. Troad. 598) ASb
*λέχεσσι· κοίταις (Γ 391) g (Sn)
*[λεχηρί· πλάγια] ASN
λέχη· ἐφ' οἷς τοὺς νεκροὺς κοσμοῦσιν
λεχήρια· ἐνήλατα
†λεχῶεν· ὑλῶδες. βοτανῶδες
†λεχόες· κατακοιμησθείς
*λέχος· κοίτη r. Agbs. κλίνη. [γάμος s, μῖξις, συνουσία Ags. γυνή s
λεχόωντο· συγκάθηντο
λεχμάδες· ἤλεκτρον
λέχνη· τρόπις
λεχρίη· πλαγία
λέχριον· πλάγιον r (Ag). λοξόν r
λεχώ· προσφάτως τετοκυῖα r (g)
*[λεψιρῷ· ταχεῖ ASb]
λεῴ· λαοί. Ἀττικῶς
λεώβατος· ὁδός. καὶ ἰχθῦς σελαχώδης
λεωκόνιτος [λεωλέθριος.] ἢ {λεωκόριτος}· παντελῶς ἐξωλο-
θρευμένος
Λεωκόριον· τῶν Λεὼ θυγατέρων μνημεῖον, τὸ καλούμενον
Λεωκόριον, ἐν μέσῳ τῷ Κεραμεικῷ (Dem. 54,7)
λεώλεθρος· παντελῶς ἐξωλοθρευμένος
λεώλης· τελείως ἐξώλης
λέῳμι· θέλοιμι ἄν
λέων· τὸ θηρίον. καὶ παρθένος. καὶ ἰχθῦς
Λεοντίς· φυλὴ Ἀθήνησι
*λεωπετρία· λίθος λεῖος (Ezech. 24,7 ..) ASg (vn)
λεωργόν· κακοῦργον. πανοῦργον. ἀνδροφόνον (Aesch. Prom. 5)
*λεώς· Ἀττικῶς r. Agb ὄχλος n, λαός (Eur. Hec. 510 ..) Agn
*λεωφόρος· δημοτικὴ ὁδὸς ASvgn, πλατεῖα n, λαὸν φέρουσα
ASvp πολύν
λῇ· θέλει (Epich. fr. 35 ..)
†ληαρίσιν· ἡδυτάταις. χλιαραῖς
ληβόλε· λιθοβόλε, ἄξιε λιθασθῆναι
ληβολία· δημοσία κοπρία
*λῆγε· παύου (Eur. Hipp. 473) bΣ
*λήγω· παύομαι r. np
†ληγείει· ἡδυπάτη (Ι 186)
ληδεῖν· [κοπιᾶν S, κεκμηκέναι]
ληδήσας· [κεκμηκώς, κοπιάσας]
*λῄδιον· τριβώνιον Σp εὐτελές Σ
ληθαία· λαθραία
ληθάνει· λανθάνειν ποιεῖ (η 221)
λήθαργος· *ἐπιλήσμων A. ἐπίβουλος r. καὶ κύων ὁ προσαίνων
μέν, λάθρα δὲ δάκνων (Soph. fr. 800). καὶ τῶν ἵππων οἱ
ἀβλεμεῖς καὶ νωθροί. καὶ πάθος τι σὺν πυρετῷ
ληθεδών· λῆσις Σ
λήθη· ἀμέλεια
ληθηκέα· εἰς λήθην ἄγοντα φάρμακα
†ληθημόνοισι· ληθάργοις
λήθιος· λαθραῖος r
λῆθον· βαλιόν
*λήθω· λανθάνω (Α 561) r. nps
*λήϊα· κτήνη. πρόβατα AS. ἐφόδια. χρήματα ASn. ἢ σιτοφόρα
χωρία (AS)
ληϊάδας· ἐκ λείας αἰχμαλώτους συλληφθείσας (Υ 193)
*[ληϊάδης· αἰχμάλωτος] ASvg
ληϊάνειρα· ἡ ποιοῦσα τοὺς ἄνδρας γυναικῶν ἐρᾶν
ληϊβοτείρης· τῆς τὸ λήϊον [πεδίον] καταβοσκομένης. νομάδος
(σ 29)
ληίδα· *μερίδα Avgn. ἢ λείαν (ξ 86). τὴν ψιλὴν κτῆσιν
*[ληίδας· αἰχμαλώτους] A
*λήιδιον· εὐτελὲς ἱμάτιον AS (gb)
ληιδιώδεις· τριβωνίδες
*ληιζόμενος· σφετεριζόμενος ASn. αἰχμαλωτιζόμενος S
ληίη· προνομεία. οἰκονομία. βοσκήματα
λήιοι· ἱεροί. καὶ ἄγγελοι
λήιμος· εὔβοτος
λήιον· σιτοφόρον χωρίον An ἀπὸ τοῦ λειαίνειν τὴν τροφήν.
ἀγριοῦνται γὰρ οἱ λιμώσσοντες. βέλτιον δὲ ψιλῶς, διὰ τὴν
ἐπιφαινομένην κατὰ καιρὸν λειότητα τῶν ἀσταχύων (Β 147)
ληίς· κτῆσις ἡ ἐκ τῶν λαφύρων. καὶ βούλησις
ληίσασθαι· κτήσασθαι. ἀφελέσθαι
ληισθέντος· κλαπέντος, ἀφαιρεθέντος
ληισθιῶν· τρεπόμενος
ληισμαδία· αἰχμάλωτος. λεληϊσμένη
*ληΐσσατο· ἀπὸ λείας ἔλαβεν An, ἐμερίσατο, ἐλαφυραγώγησεν
(Σ 28) ASn
ληισταί· πειραταί. καὶ αἱ ἀπὸ λείας πεποιημέναι
*ληϊστοί· κτητοί (Ι 406) ASn
ληιστοσαλπιγκταί· οἱ Τυῤῥηνοί· ἐπειδὴ πρῶτοι σάλπιγγος
εὑρεταὶ γεγόνασιν (Men. fr. 869 Koe.)
*ληϊστόριον· πτύον, ἐφ' οὗ τὸ πῦρ φέρεται S
ληϊστά· κτήματα
ληιτεῖαι· ἡγεμονίαι. στρατιαί. [λαφυραγωγίαι]
ληίτιδι· λαφυραγωγῷ (Κ 460)
ληιτή· ἱέρεια, οἱ δὲ {λῃτή}
λήιτο· [ἐπέθετο]
ληιτάρχαι· οἱ καθηγούμενοι τῶν θυσιῶν καὶ ἑστιάσεων καὶ
ἀρχαὶ καὶ ἱερεῖς
*ληιτουργεῖν· λήιτον γὰρ δημόσιον [λειτουργεῖν] ASn
ληιτουργοί· ὑπουργοί. δημιουργοί
*ληίων· σιτοφόρων ἀρουρῶν AS. χωρίων
ληκεῖν· ... τὸ πρὸς ᾠδὴν ὀρχεῖσθαι
ληκᾶσθαι· περαίνεσθαι. καὶ τὰ αὐτά
ληκεῖ· ψοφεῖ. βοᾷ. [κροτεῖ (Theocr. 2,24?) S
†ληκῆσαι· [πατάξαι.] ὑλακτῆσαι r
†ληκοῦσι· τὰ αὐτά
ληπτός· καταληπτός
ληκυθιάδες· ἐνώτια ποιά
ληθύθινον· [τὸ εἰς λήθην ἄγον φάρμακον]
*ληκύθιον· πυρός τις περὶ καρπὸν κάλλιστος. τὸ δὲ αὐτὸ καὶ
ληκυθηδόν
ληκυθιστής· κοιλόφωνος (Soph. fr. 960)
λήκυθος· τὸ μεταξὺ τοῦ λαυκανίου καὶ αὐχένος ἠχῶδες {ὥς
φησι Κλέαρχος}. καὶ μυροθήκη, βησίον ὑάλινον
ληκώ· τὸ μόριον
Ληλάντου πεδίον· τῆς Εὐβοίας, ὠνομασμένον ἀπὸ Ληλάντου
βασιλέως
*λῆμα· βουλή. ἀξίωμα. ἀνδρεία (Hdt. 5,72,4) (AS). καὶ φρόνημα
ASvg
λῆμαι· αἱ περὶ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν πεπηγυῖαι συστά-
σεις. ἐκρέουσαι τῶν ὀφθαλμῶν ἀκαθαρσίαι
λημᾶν χύτραις {καὶ} {κολοκύνταις}· παροιμία· Χύτραις
λημῶ καὶ κολοκύνταις. ἐπὶ τῶν ἀμβλυωττόντων πάνυ (Ar.
Nubb. 327)
*λήματα· δόγματα. [βουλεύματα (Eur. Med. 119) Sn
λημάτων ὀρθρινῶν· θελημάτων ταχινῶν
*λημάτια· φρονήματα AS, βουλεύματα An
*ληματίαν· φρονηματίαν (g)
*λήματος οἴσεις βάρος· τοῦ φρονήματος τὰς ὑποψίας AS
λήμβωνι· [ἐν σκαφίδι, ἢ ἐν πλοιαρίῳ]
*λήμη· λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συνιστάμενον ASvgb, ἀκα-
θαρσία (AS) n
*λῆμμα· θράσος. δύναμις. τόλμα. ἀξίωμα AS. κέρδος. φρόνημα
Avgn. ἢ δῶρον (AS) p
Λήμνια· φοβερά. μοχθηρά
Λημνίᾳ χειρί· ὠμῇ, καὶ παρανόμῳ· ἀπὸ τῆς μοχθηρίας
Λήμνιον βλέπει· {πυρῶδες}, ἐπειδὴ τὸ πῦρ Λήμνιον
Λήμνιον κακόν· παροιμία, ἣν διαδοθῆναί φασιν ἀπὸ τῶν
παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν
λημνίσκους· τὰς ταινίας. Συρακούσιοι
*Λῆμνον· νῆσον {οὕτω καλουμένην} AS
*Λῆμνος· νῆσος τῆς Θρᾴκης g πλησίον, ἱερὰ Ἡφαίστου (Α 593)
Λημυκαί· γένος τι ἐπισήμον ἐν Μεταποντίῳ
λίην· λίαν (Β 800)
λῆναι· βάκχαι. Ἀρκάδες
*Ληναῖος· Διόνυσος r. ASp
Ληναιών· μήν. οὐδένα τῶν μηνῶν Βοιωτοὶ οὕτω καλοῦσιν.
εἰκάζει δὲ ὁ Πλούταρχος Βουκάτιον. καὶ γὰρ ψυχρός ἐστιν.
ἔνιοι δὲ τὸν Ἑρμαῖον, ὃς μετὰ τὸν Βουκάτιόν ἐστιν ... καὶ γὰρ
Ἀθηναῖοι τὴν τῶν Ληναίων ἑορτὴν ἐν αὐτῷ ἄγουσιν (Hes.
op. 504)
λήνεα· τὰ ἔρια. {Κύπριοι}
λήνει· ἐρίῳ
ληνεύουσι· βακχεύουσιν
ληνοί· σοροί, πύελοι. καὶ τῶν ἁρματείων δίφρων αἱ κοιλότητες
ληνός· ὅπου σταφυλὴ πατεῖται (Ioe(l 3,13) (r)
*λῆξαν· ἐπαύσαντο (Ζ 107) n
*λήξεως· κληρονομίας ASvg. τελειώσεως. [μερισμοῦ (AS)
ληξιαρχικὸν γραμματεῖον· εἰς ὃ τοὺς νέους ἐνέγραφον
λῆξις· *τελείωσις r. vgn (A). ἀποκλήρωσις. ἢ ἐπὶ μερίδι δια-
κληροῦσθαι
ληόν· ἔθνη. καὶ ὄχλον (Hdt. 5,42,2 v. l.)
ληπτέος· ἐπὶ τῶν μὴ εὐαλώτων ἐλέγετο
ληραίνειν· παραφρονεῖν, φλυαρεῖν q
ληροί· τὰ περὶ τοῖς γυναικείοις χιτῶσι κεχρυσωμένα (Com.
ad.)
λῆρος· μάταιος, *φλύαρος r. Avgnp. ψεύστης
ληροπετώδη· ληρώδη
†ληρώδεις σανίδες· ἐν αἷς οἱ νόμοι γράφονται
*λήσεσθαι· λαθεῖν (λ 554) q An
*λήσεται· λανθάνει (2. Regn. 18,13) AS
λησθέων· [στρεφόμενος]
λῆσις· βούλησις S. αἵρεσις (Epich. fr. 182)
λησμαδία· λελῃσμένη
*λήσομαι· ἐπιλησθήσομαι (α 308) Agn
λῆσος· ὁ ἐν τῇ ῥάχει τοῦ σκορπίου λαμπρὸς ἀστήρ
λήσω· λάθω
λήσομεν· λανθάνομεν
λῄσταρχος· ἀρχιλῃστής r
*[λῆται· ἄνεμοι A]
*λῆτος· λιμήν, ἢ θάλασσα
ληάζειν· [λίαν σπουδάζειν]
λῃτῆρες· ἱεροὶ στεφανοφόροι. Ἀθαμᾶνες
λῄτειραι· ἱέρειαι τῶν σεμνῶν θεῶν (Callim. fr. 681)
λῃτή· ἱέρεια
λῇτο· ἐπελάθετο
λῃτόν· δημόσιον r
ληχμόν· λῆξιν (Antim. fr. 111 W.)
ληχόϊον· κανοῦν. {οὐλοχόϊον}
λιάζει· ῥίπτει. ταράσσει. ἢ [λίαν σπουδάζει (S)
*λιάζετο· ἡπλοῦτο (Ω 96) AS
λιαζόμενοι· σκιρτῶντες
λιαμάθῳ· αἰγιαλῷ λίαν ἀμαθώδει
*λίαν· σφόδρα gn, πολύ vn, πάνυ Avg, ἄγαν g
*λίαν ἔλαβον· ἰσχυρῶς ἔλαβον, ἢ πραίδαν (Thuc. 6,95,1) A
*[λιανέω· λίαν καὶ ὁμαλὴν ποιήσω S]
λίαξ· παῖς ἀρχιγένειος
*λιαρόν· χλιαρόν ASn. θερμόν (Λ 477) nps. ὑγρόν. καθαρόν.
ἡδύ ASgn. προσηνές vg. εὔκρατον (Λ 830)
λιαρῷ· [τὰ αὐτά]
*λιάσαι· χωρίσαι ASvgn. ἐκκλῖναι
*λιασθείς· χωρισθείς AS, ἐκκλίνας (Α 349) ASvgn
*λιάσθη· ἀπεχωρίσθη, ἐξέκλινεν (Ο 520) (n)
*λιβάδα· σταγόνα ASvg. θεραπείαν
λιβάδιον· χωρίον βοτανῶδες
λιβαδίων λιπαρῶν· πιόνων, εὐτραφῶν
λιβάζω· ἀπηθῶ ὑγρόν
*λίβανος· τὸ δένδρον gSn. καὶ τὸ ὄρος Sn. [{λιβανωτὸς} δὲ ὁ
καρπὸς αὐτοῦ, εἶδος θυμιάματος gS
λιβάξεις· ἀποῤῥυήσει, ἀποφθερεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς
λιβάδος (Ar. Av. 1467 v. l.)
λιβάσαν· στάξαν
λιβάσεις· σοβήσεις. φθαρεῖς
*[λιβδύειν· ἀφανίζειν AS]
λιβάς· πηγή. σταγών (Eur. Andr. 116 ..) s
λίβει· σπένδει S ἐκχύνει
λιβρόν· σκοτεινόν S, μέλαν. δίυγρον r. ἢ {λιβρὸν σέλας} (trag.
ad. 232)
λιβύας· τὰς μελαίνας ὑδρίας, ἐπὶ τοῖς τάφοις τιθεμένας
λίβυες· τῶν ὄφεών τινες οὕτω καλοῦνται
Λιβυκοὶ λόγοι· Χαμαιλέων φησὶ Κυβισσὸν εὑρεῖν τοὺς λόγους
τούτους
Λιβυκὸν θηρίον· ἐπεὶ θανάσιμα ἐκεῖ ἑρπετά, καὶ ὡς {τῆς}
Λιβύης ἐχούσης θηρία. καὶ τὸν ποικιλόμορφον
*λίβυρνον· πολεμικὸν πλοῖον gS
Λίβυς τε ἀηδών· αἱ γὰρ ἐν Καρχηδόνι τῆς Λιβύης κλαίουσι
γυναῖκες, αἳ τὰ ἴδια τέκνα κατά τι νόμιμον ἐσφαγίαζον Κρόνῳ.
τινὲς δὲ τὴν ἐρημίαν ἀπέδοσαν· οὐ καλῶς (trag. ad. 233)
Λιβυάτιδες· τινὲς τῶν νυμφῶν οὕτω καλοῦνται
Λίβυς τε λωτός· ὁ ἀπὸ Λιβύης αὐλός (Eur. Troad. 544) n
Λιβυφοίτην· τὸ ἐπιμιγνύμενον Λίβυσι Νομαδικόν
*λίβων· στάζων (Sg)n. βάλλων (Ν 658) n
λίγα· λιγυρῶς. ἡδέως. λεπτῶς. [ὀξέως S προσηνῶς. ταχέως
(Τ 284)
λιγαίνει· μέλπει. ἄιδει. †μαστιγεῖ. κηρύττει. κλαίει. ἢ ὀξέως
ἐφορμᾷ
λίγαινον· ἐκήρυσσον (Λ 685)
λιγαίνων· μέλπων, ἡδέως ὑμνῶν (r)
λιγάντωρ· εἶδος τέττιγος. Λάκωνες
λίγδα· [ἡ ἀκόνη. καὶ] ἡ [κονία, {ἀλοιφή} S
λιγδαρεοχύται· οἱ ἐν τοῖς λίγδοις τὰς †σάρκας χέοντες,
τουτέστιν χοάναις
λιγδεύει· ἀπηθεῖ. [ὅσον ἐπιψαῦσαι τῆς ἐπιφανείας]
λίγδην· ὅσον ἐπιψαῦσαι τοῦ χρωτὸς τῆς ἐπιφανείας, καὶ οὐ
κατὰ βάθους. καὶ ὀλισθηρῶς. ἢ πλαγίως "{ἄκρον ἐπιλίγδην}"
(Ρ 599)
λίγδην ἐκλάψαι· τὸ μὴ κατὰ βάθους, ἀλλ' οἷον ἐπιγράφως
λίγδοι· [οἱ προστετριμμένοι τῶν ἀστραγάλων]
λίγδος· τόπος χοάνης, καὶ ἡ θυεία, καὶ ἐν ᾗ χωνεύουσιν (Soph.
fr. 32)
λίγδου χοάνη· οἱ δὲ τὰ λίκνα τῶν ἀργυρείων
*λιγεῖαι· ἡδεῖαι ASn
λίγα· ὀξέως (Τ 284) S
*λιγέως· ὀξέως. ἡδέως. ταχέως (Γ 214) ASn
λιγειπενές· [ἀσθενές. ἀγενές]
*λιγείας· ἡδείας (vg)
λιγνύς· ἡ τοῦ λύχνου ἀτμίς. [καπνός r. N καμίνου. [φλόξ n
λίγξαντα· ἐπιθυμήσαντα. ἠχήσαντα
λίγξεν· ἐψόφησεν. ὤλισθεν. ἤχησεν, ἦχον ἐποίησεν (Δ 125)
λίγξ πλάγιος· καμπτήρ. πλάγιον. ἢ σχιστήρια
a) †λιγρόν· πικρόν b) {λιγυρόν}· ἡδύ b, γλυκύ.
λιγυροῖσιν· ὀξέσιν καὶ τὰ ὅμοια
*λιγυρίζει· μελῳδεῖ AS
*λιγυρῶς· ἡδέως. ὀξέως AS. λαμπρῶς. καλῶς. καὶ τὰ ὅμοια
λιγύς· *ὀξύς. ἡδύς (Β 246) vgn. ἐπιτρόχαλος (Γ 214). ἐπιφω-
νητής, οὐ τῇ φωνῇ, καθὰ καὶ αὐλοί, ἀλλὰ τοῖς ῥήμασιν. καὶ
εὐεπὴς ἐν τῷ λέγειν (Α 248 ..)
λιγύφθογγοι· ὀξύφθογγοι (r. AS), ὀξύφωνοι (rns), εὐεπεῖς,
εὔφωνοι (Β 442 ..)
†λιδρίον· τρυβλίον
λίζει· †βίσσει. στάζει†. παίζει
λιζον· ἔλαττον
λίζονες· ἐλάττονες rS
λίζουσι· παίζουσιν
λίημος· ψάμαθος
λίηνος· λιθοπυργία
λίηφος· δεινός
λιθάδεσι· λίθοις (ψ 193)
λίθακες· χάλικες, πέτραι
λίθακι πέτρῃ· τῇ τραχείᾳ· ἀπὸ τοῦ συμβεβηκότος (ε 415) (S)
λιθάκων· λίθων (Greg. Naz. c. 2,1,34,74 ..) n (S)
λίθαξ· ὀλισθηρὰ πέτρα, ἢ τραχεῖα. ἢ ψώρα
*λιθόλευστος· λιθοβόλητος ASvgbp
λιθολόγημα· ἐκ λίθων οἰκοδόμημα
λιθολόγοι· οἰκοδόμοι (Thuc. 6, 44,1 ..)
λίθον ἕψεις· παροιμία ἐπὶ τῶν ἀδύνατον ἐργάσασθαί τι
θελόντων (Ar. Vesp. 280)
λίθος· βῶλος. βωμός. καὶ βάσις. τὸ ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ
βῆμα
λιθουλκεῖν· τὸ μόλις τι ἕλκειν
*λιθουργός· λιθοκόπος. λιθογλύπτης (Sir. 45,11) ASgpb
λιθόωσα· πολύλιθος
λιθωμόται· δημηγόροι ἐπὶ τοῦ λίθου ὀμνύντες. ὁ δὲ λίθος τὸ
ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ βῆμα (Com. ad. 667)
λίθων χοαί· αἱ διὰ λίθων ἐκχύσεις. καὶ χύτρινοι. Χοὰς δὲ ἐκ
λίθων ὑπονόμους καὶ χυτρίνους, οὓς καὶ διώρυγας (Eur. fr.
1007?)
†λίη· κρίνα, ἄνθη, ἴα
†λικερτίζειν· σκιρτᾶν
λίκηνον· ἀγγεῖον ὀστράκινον
†λικμάζειν· περιέχειν
*λικμηταί· διασκορπισταί r. AS
λικμητήρ· {τὸ} ἀποχωρίζον τοὺς καρποὺς καὶ τὰ ἄχυρα
{πύον} r
λικμήσονται· λείξουσιν
λικμίζει· ἀλοᾷ
λικμητήριον· πτύον s
λικμῷ· πτύῳ (Am. 9,9)
λικμῶντες· ἀλοῶντες, ἢ τὰ ἄχυρα ἀπὸ τοῦ σίτου διαχωρί-
ζοντες (Isai. 17,13?)
Λικνίτης· ἐπίθετον Διονύσου· ἀπὸ τῶν λίκνων, ἐν οἷς τὰ
παιδία κοιμῶνται
λίκνον· κανοῦν
λικνοστεφεῖ· λίκνον στεφανούμενος θρησκεύει (trag. ad.?)
λικριφίς· *ἐκ πλαγίου AS. καὶ κατὰ μεσότητα. ἐλαφρῶς.
ὀλισθηρῶς (Ξ 463 ..)
λικροί· οἱ ὄζοι τῶν ἐλαφείων κεράτων S
λίκυθον· [βῆσσα ἐλαίου]
Λικυμνίοις βολαῖς· τῶν ἐν τῷ Εὐριπίδου Λικυμνίῳ μνημο-
νεύοι ἂν ἴσως· κεραυνοῦται γὰρ ἡ ναῦς κατὰ τὸν ἐκεῖ λόγον·
οὐχ ὡς αὐτοῦ τοῦ Λικυμνίου [τῆς Φωκίδος] κατεσκημμένου
(Ar. Av. 1242)
Λίλαια· πόλις {τῆς Φωκίδος} (Β 523)
λιλαίεσθαι· ἐπιθυμεῖν, ὀρέγεσθαι. σπεύδειν (Π 89)
*†λιλεῖ· †φθονεῖ, [ἐπιθυμεῖ SN
*λιλαιόμενοι· ἐπιθυμοῦντες (Γ 133) n
*λιλαιόμενον· ἐπιθυμοῦντα (α 315) A (g)
λιλουργετά· ἐν τῷ σώματι ἐξανθήματα
λίλυ· τὸ ὕδωρ. Λίβυες
λιμαλέον· ῥυσόν. λεπτόν
λιμβόν· λίχνον. ἄπληστον
λιμένα κλυτόν· τὸν ἀεὶ κλυδωνιζόμενον ὑπὸ τῆς θαλάσσης
λιμένα· ἐκβεβλημένου τοῦ {σ}, οἷον λιμένα κλυστόν. καὶ Μεγα-
κλείδης {ἄκλυτον}· τὸν ἀνήκουστον, περὶ οὗ μηδεὶς ἤκουσεν.
ἢ τὸν ἔνδοξον καὶ ὀνομαστὸν καὶ ἀκουστόν (κ 87)
λιμήν· ἀγορά, καὶ ἐνδιατριβή. Πάφιοι
λίμα· ὑστέρημα (Isai. 37,4 S. Th.)
λίμινθες· ἕλμινθες h
Λιμηρά· ἡ Ἐπίδαυρος, διὰ τὸ λιμένας ἔχειν εὐφυεῖς. οἷον λιμε-
νηρά
λιμναγενές· ... Λίμναι· ἐν Ἀθήναις δὲ τόπος ἀνειμένος Διο-
νύσῳ, ὅπου τὰ Λήναια ἤγετο
λιμναῖοι· ἄνεμοι v ἀπὸ τῶν λιμνῶν πνέοντες h
λίμνη· ἡ θάλασσα, καὶ ὁ ὠκεανός (ζ 116 v. l. γ i) h
λιμνομάχαι· παῖδες οἱ πυκτεύοντες {ἐν} τόπῳ Λίμναις καλου-
μένῳ
Λιμοδωριεῖς· οὕτως ἐκλήθησαν οἱ ἀπὸ Πελοποννήσου, ἀφο-
ρίας χαλεπῆς ἐκεῖ γενομένης, ἀποικισθέντες διὰ ταύτην τὴν
αἰτίαν, καὶ κατοικήσαντες περὶ Ῥόδον καὶ Κνίδον. Δίδυμος δὲ
τοὺς περὶ τὸ Κυτίνιον κατοικοῦντας οὕτως λέγεσθαι, διὰ τὸ
λιμώττειν καὶ μοχθηρὰν ἔχειν ταύτην (Eupol. fr.)
Λιμοῦ πεδίον· τόπος τῆς Ἀττικῆς
λιμφεύειν· ἀπατᾶν
λιμφός· συκοφάντης. ψευδολόγος. ἢ μηνυτὴς παρανόμων
λιμῷ Μηλίῳ· παροιμία, ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους
πολιορκοῦντες λιμῷ· ὡς Θουκυδίδης (5,114 sqq.) (Ar. Av.
186)
λιμών· [ἀνθοφόρον πεδίον, εὐανθὴς τόπος, ἀνθηρός]
λιμώττοντος· πάνυ πεινῶντος
λῖν· λέοντα (Λ 480)
λίνα· ἱστία
λιναγρετουμένη· ἐνημμένη λινά, κακοείμων. λινεργοῦσα
λίναμαι· ἐκτρέπομαι
†λιναυτιά· ...
λιγνύς· [καπνός]
λίνδεσθαι· ἁμιλλᾶσθαι
Λίνδιοι τὴν θυσίαν· παροιμία ἐπὶ τῶν δυσφήμως ἱερουρ-
γούντων
Λίνδος· πόλις Ῥόδου (Β 656) r
λίναια· [ἔρια]
λίνῳ· [ἐρίῳ]
λίνεον· τὸ λινοῦν r
λινεύς· ὁ κεστρεὺς ἰχθῦς (Call. com. fr. 3)
λινοθώρηξ· λινῷ θώρακι χρώμενος (Β 529)
λίνοιό τε λεπτὸν ἄωτον· [ὅτε δὲ] λεπτὸν λινοῦν ὕφασμα·
διὰ τὸ λίαν κατανενῆσθαι (Ι 661)
λινοκάρυκες· οἱ τὰ λίνα πωλοῦντες (r)
λίνον· ᾠδῆς ὄνομα· κατὰ μέν τινας ἀπὸ τοῦ κλωστοῦ λίνου
(Σ 570). σημαίνει δὲ καὶ τὸ ἁλιευτικόν, καὶ τὴν ὁρμιάν (Π 408).
καὶ τὸ ὑποστρωννύμενον τοῖς κοιμωμένοις, ὅ τινες τύλην εἶναι
νομίζουσι (ν 73). καὶ ὕμνου εἶδος
λίνον λίνῳ συνάπτεις· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρας-
σόντων (Plat. Euthyd. 298 c ..)
λινοπλύτας· τριβεύς
λινοπτάζει· λινοπτᾶι, ἐπιλινεύει, περιβλέπει
λινόπτης· ὁ ἐν τοῖς κυνηγετικοῖς λίνοις ἑστὼς καὶ ἀποσκοπῶν
τὰ ἐμπίπτοντα θηρία
*†λινοπλῆγος· φρενοπλῆγος ASg
λινοτόμοι· οἱ τὰ λίνα διατέμνοντες, καὶ ὑγιῆ δεικνύντες
λινοχίτων· λινόπεπλος
λίξ· [πλάγιος. καὶ λίθος πλατύς]
λίξαντα· [ὁρμήσαντα]
†λίξει· πνευμονία, νόσος
λισχάσει· ἐκφεύγεται
λιολεθρίᾳ· [παντελεῖ ὀλέθρῳ]
λιοπέτριον· [λίθος λεῖος]
λίπα· λίπος. λιπαρὸν ἔλαιον
λιπαίνει· λιπαρὸν ποιεῖ (Prov. 5,3 ..) AS †ζημιοῖ. ἢ κλαίειν
ποιεῖ (S)
λίπ' ἀλείψασθαι· ἐλαίῳ ἀλείψασθαι (Ξ 171 ..)
λιπανθείς· πιανθείς r
λιπαρές· δεόμενον. καὶ τὸ παρεδρευτικόν· ἀπὸ τοῦ λίαν πα-
ρεῖναι
λιπαρεῖν· δεῖσθαι. κολακεύειν. προθυμεῖσθαι. φιλοτίμως δέεσθαι
λιπαρέως· ἀφθόνως
*λιπαράς· ἀνθηράς AS. ἀφθόνους (Ι 156)
*λιπαροῖσιν· εὐτραφεστέροις A. πλουσιωτέροις
λιπαροῖσι πόδεσσι· τοῖς εὐτραφέσι, καὶ εὐσάρκοις. ἀπὸ
μέρους δὲ καὶ τὸ ὅλον σῶμα δηλοῖ. ἢ οὕτω κυρίως ἔφη, ἐπειδὴ
ἠλείφοντο τοὺς πόδας οἱ ἀρχαῖοι πρὶν ὑποδήσασθαι
λιπαρόν· καλόν. ἐλαφρόν. λευκόν, στίλβον. εὔδερμον
*λιπαρῶ· παρακαλῶ rAvgp
λιπαροὶ πόδες· {διὰ τὸ} τοὺς ἐκ τοῦ πολέμου παραγινομένους
ἀλείφειν τοὺς πόδας
λιπαρῶς· ἐπιμελῶς. καὶ προσεδρευτικῶς (δ 210)
λιπαυρεῖ· αὔρα ἐπιλέλοιπεν
λίπεν· κατέλιπεν. ἐλείφθη
λίπεν αὐτοῦ· κατέλειψεν ἐπὶ τόπου (Δ 292)
λίπει· ἐπιλείπει
λιπέρνης· ὁ ἐκ πλουσίου (S) πένης A (S). ἢ ἐξ ἀγροῦ εἰς πόλιν
πεφευγώς. ἢ ὁ λιπόπολις (Archil. fr. 50)
λιπήμεροι· οἱ ἐν τῷ προσήκοντι χρόνῳ μὴ γεννώμενοι
λιπόβιοι· νεκροί
λιπογνώμων· ὁ τέλειος τῇ ἡλικίᾳ, καὶ ἀπογεγηρακώς, ὡς ἂν
οὐκ ἔχων γνώρισμα τῆς ἡλικίας .. τῶν ὀδόντων, οἷα ἀποβε-
βληκὼς αὐτούς
*λιποζύγων· μοναζόντων A
λιπόνεως· ὁ τὴν ναῦν ἀπολελοιπώς rp
λίτυον· βακτηρία p
λιπόνηρος· λίαν πονηρός
λιποστρατίη· λιποταξία (Hdt. 5,27,2)
*λιποτακτήσας· φυγὼν An τὴν τάξιν
λιποταξίου· φυγῆς
λιπῶμεν· παχύνωμεν. λιπαίνωμεν
λιρά· ἀναιδῆ (Alex. Aet. fr. 3,30 Pow.)
*λιριόεντα· ἡδύν (S)
*λιριόεσσα· ἡδεῖα. λαμπρά AS
*λίριον· κρίνον ASN (vg), ἄνθος
λιραίνει· ἀναιδεύεται
λιρός· ἀναίσχυντος, *[ἀναιδής Sn. θρασύς
λίς· διὰ τοῦ {ι} ὁ λέων (Ρ 109), καὶ ἡ λεία πέτρα "πέτρη γὰρ
λίς ἐστι περιξεστῇ εἰκυῖα" (μ 79) ὁμαλή. {λῖν} κατὰ τὴν αἰτια-
τικήν (Λ 480)
*λὶς ἠϋγένειος· λέων καλὸν γένειον ἔχων (Ρ 109) ASn
λίσκος· δίσκος
λίσπαι· οἱ ἠκρωτηριασμένοι τὰ κάτω μέρη
λίσπη· λεία, καὶ ἐκτετριμμένη (Ar. Ran. 826). καὶ ἄπυγος
λίαν
λίσποι· οἱ ἐκτετριμμένοι τῶν ἀστραγάλων. καὶ Ἀθηναῖοι·
ἀπὸ Θησέως, ἀπὸ τοῦ ἐν Ἅιδου προσσχεθῆναι τῇ πέτρᾳ.
ἀπὸ τῶν γλουτῶν
†λίσσαι· [λιάσσαι]. ὁρμῆσαι. βρῖσαι
λισσάνιος· ἀγαθός. Λάκωνες
λίσσεο· λιτάνευσον (Ω 467) (s)
λίσσεσθαι· λιτανεύειν, ἱκετεύειν, παρακαλεῖν (Ι 520)
λισσή· λεία (γ 293) (p)
λίσσωμεν· ἐάσωμεν
λισσομένη· παρακαλοῦσα r, δεομένη (Α 502) (b)
λισσόν· ἄναντες. ἀπότομον. ὑψηλόν. ἔλασσον. ἄθλιον
λισσούς· [δεομένους. καὶ] τοὺς ἡσυχῇ φαλακρούς
*λίσσου· παρακάλει An
λίστριον· τὸ ὑφ' ἡμῶν λεγόμενον τηγανόστροφον. οἱ δὲ μέτρον
τι, μεθ' οὗ ἐπὶ τὸ τήγανον ἄλευρον ἐπιχέουσιν
λίστρον· ξυστήρ. σκαφίον. πτύον σιδηροῦν. ὁμάλιστρον. ἔνιοι
ἐδαφιστήριον
λιστρεύοντα· ξύοντα. περισκάπτοντα (ω 227)
λιστρωτόν· [λιθόστρωτον] ὁμαλόν S
λισφώσασθαι· ἐλαττώσασθαι
λίσχροι· τὰ στροφικὰ τῶν σπερμάτων
*λισχρῶς· φειδωλῶς. σκνιφῶς AS
λῖτα· ἁπαλά. ποικίλα. λευκά, καθαρά (α 130)
*λιτάζομαι· παρακαλῶ, δέομαι ASvg. εὔχομαι, [ἱκετεύω s,
ἀσπάζομαι, [λιτανεύω (Greg. Naz. ep. 192,1) vs
λίταινον· ἐκήρυσσον (r)
*λιταῖς· παρακλήσεσιν (Eur. Phoen. 680 ..) ASvgn
λιτανεῦσαι· παρακαλέσαι. καὶ τὰ ὅμοια
λιταργίζειν· τροχάζειν (S)
λιταργιοῦμεν· ὀξυνοῦμεν. ταχυνοῦμεν (Ar. pac. 562)
λιτῆρας· τοὺς ἱερεῖς (r)
*λιτέσθαι· παρακαλεῖν (Π 47) r. A
λιτή· λιτανευτή
λιτῆρα θαλλόν· τὸν ἱκέσιον (trag. ad. 234)
λιτὴ χθών· ἀπὸ τοῦ προσκυνεῖσθαι, καὶ λιτανεύεσθαι
λιτί· λιτῷ. λευκῷ ὑφάσματι, περιβολαίῳ, καὶ ὑποστρώματι, ᾧ
καὶ ἐπὶ τῶν νεκρῶν ἐχρῶντο (Σ 352)
λιτουργόν· κακοῦργον (Greg. Naz. c. 2,1, 85,5)
λίτρα· ὀβολός. οἱ δὲ νόμισμα παρὰ Σικελοῖς. οἱ δὲ ἐπὶ σταθμοῦ
(Epich. fr. 40. Sophr. fr. 148). οἱ δὲ Ῥωμαῖοι διὰ τοῦ {β}
{λίβρα}
λιστρῆρες· οἱ λιστρεύοντες. καὶ οἱ πρὸς ταῖς ὑποκαιομέναις
χύτραις ἱστάμενοι σπινθῆρες
λιτρίς· πυξὶς σμηματοδόχος
*λιτοῖς· ψιλοῖς. εὐτελέσι ASvg
(*)λιτοβόρος· εὐτελῶς τραφείς r
*λιτόμην· παρεκάλουν AS
λιτός· ἁπλοῦς. εὐτελής
λιτῶν· λιτανειῶν
λίτρον· †κακὸν ἀναιρετικόν
λιτροσκόπους· ἀργυραμοιβούς. ἀπὸ τοῦ Σικελικοῦ νομίσμα-
τος, ὃ καλεῖται {λίτρα} (Soph. fr. 962)
Λιτυέρσας· ᾠδῆς εἶδος. ἔστι δὲ ὁ Λιτυέρσας Μίδου νόθος
υἱὸς ἀδικώτατος
λιγύριον· μουρρίνη (Exod. 28,19 ..)
λιτῶς· ἀσθενῶς. ἁπλῶς. ἢ ἀφελῶς
*λιφαιμεῖ· λείπει τῷ αἵματι, ἢ αἱμοῤῥοεῖ ASgb
*λιφαιμήσας· {ἐπιλείψας τῷ αἵματι} A
*a) λιφερνοῦντας· ... (Ios. Ant. Iud. 2,83 v. l.) AS *b) {λὰφρονοῦντες}· ἐν συνδένδρῳ τόπῳ προσφιλῶς διάγοντες
(Σ 567) A
λιχάδες· ὄστρεα πάντα, οἱ δὲ λίθοι καὶ ψῆφοι καὶ κογχύλια
λιχάζει· ἐπιθυμεῖ
λίχανος· ὁ μετὰ τὸν μέγαν δάκτυλον r τῆς χειρός
λιχάξαι· ῥῖψαι, βαλεῖν. Κρῆτες
λιχάς· ἀπότομος
λιχμάζει· †θρακίζει. περιλείχει τὸ ἴδιον στόμα
λιχμάς· θρῖναξ. καὶ ἁπαλὴ πόα καὶ χαμαιπετής, ἣν τὰ ἑρπετὰ
ἐπιλείχουσι
*λιχμήσονται· λείξουσι rAS
λιχνάζων· περιλείχων τὸ στόμα
*λιχνεύειν· λιμβεύεσθαι AS
*λιχνεία· λιμβεία. ἀπληστία r. AS
*λίχνος· ὀψοφάγος, λαίμαργος. λιμβός AS. πολυπράγμων S.
προαπτόμενος {κατ'} ἐπιθυμίαν {τῶν ὄψων} vgA
λιχνοφειδάργυρος· ὁ λίχνος μέν, φειδωλὸς {δέ.} Φιλύλλιος
Πόλεσιν (fr. 17)
λίψ· [ἐπιθυμία] πέτρα, ἀφ' ἧς ὕδωρ στάζει
*†λιψοπροτόνοις· τὰ ἄρμενα τοῖς σχοινίοις AS. [τὰς ἐξ αἵματος
ἀκαθαρσίας] A
λιώδης· [λιθόλευστος]
λιωργός· [κακοῦργος]
λόβα· [αἰσχύνη]
Λιψύδριον· [χωρίον Πάρνηθος ἄνυδρον]
λόβαι· [χεῖρες. καὶ] {λόβιον}· τὸ ἄκρον τοῦ ἥπατος
λοβοί· τὰ ἄκρα πάντα. κυρίως δὲ τῶν ὤτων τὰ κάτω. καὶ τὸ
ἀγγεῖον. καὶ σημεῖον ἐν τῷ ἥπατι
λοβοῖσι· τὰ αὐτά (Ξ 182) S
λογάδας· τοὺς ἐπιλέκτους. οἱ δὲ τὰς ὄψεις. ἄλλοι τὰ λευκὰ
τῶν ὀφθαλμῶν (Sophr. fr. 49). οἱ δὲ κανθούς. καὶ ψήφους
λευκάς
*λογάδες· ἐπίλεκτοι ASvg. καὶ πολυπράγμονες AS
*λογάδην· ἐπιλέκτως r. ASg
λογγάσαι· ἐνδιατρῖψαι, στραγγεύεσθαι (Aesch. fr. 112)
λογγάσια· ἐξ ὧν τὰ πρυμνήσια δέουσι τῶν νεῶν
λογγάζει· ὀκνεῖ, διατρίβει
λογγασίη· νεὼς καὶ ἱστίου ἔρεισμα
λογγεύειν· [βάπτειν]
λόγγη· [τάφος]
λόγια· θέσφατα, μαντεύματα. προφητεύματα. φῆμαι. χρησμοί
*λογεῖαι· ἐκλογαί. καρποφορίαι ASvgn. ἐπιλογαί (1. Cor. 16,2)
*λογιεῖται· διαλογίζεται, ἐνθυμεῖται (Eccles. 10,3 ..) ASvg
λογίζεται· φημίζεται (Sir. 40,19)
λογίζομαι· τῇ χειρὶ ψηφίζω
λογίζομαι· ἐνθυμοῦμαι. φημίζω (Eur. Andr. 398 ..)
λογεῖον· εἶδος κρατηρίσκου. καὶ ὁ τῆς σκηνῆς τόπος, ἐφ' οὗ
{οἱ} ὑποκριταὶ λέγουσι
λόγιος· ὁ τῆς ἱστορίας ἔμπειρος, πεπαιδευμένος (Act. ap.
18,24 ..)
λογούριον· [ὕελος. Λάκωνες]
*λογιούμενοι· ἀπαριθμούμενοι AS
*λογισμοῖς· ψήφοις AS
λογισμός· φροντίς, κίνησις ψυχῆς πρός τι, ἐπιθύμησις. τάτ-
τεται δὲ καὶ ἐπὶ ψήφου
λογίστρια· [ὀλοθρεύτρια]
*λογιστής· κριτής r. g. δοκιμαστής, ἐξεταστής Σ
λογούριον· [ὕαλος]
*λογοποιήσαντες· πλασάμενοι λόγους ψευδεῖς AS (vgp)
*λογοποιόν· συνήγορον AS
λογογράφος· ὁ δίκας γράφων
λόγος· ἡ τοῦ δράματος ὑπόθεσις q
*λόγχαι· ἀπολαύσεις AS
λόγχη· λῆξις, μερίς. καὶ ὁ τοῦ δόρατος σίδηρος
λόγῳ παρθένοι· τὰ μὴ ὄντα μέν, λεγόμενα δέ
λόε· ἔλουεν (κ 361)
*λοεσσαμένω· λουσαμένω (Κ 577) S
λοετρά· λουτρά. †κρίκη (Ξ 6 ..)
{λοετρόν}· πύελος, πυρία, λουτήρ
λοετροχόον· τὸν λέβητα οὕτως λέγει, εἰς ὃν τὰ λουτρὰ ἐγχεῖ-
ται (Σ 346) λέγει δὲ οὕτως καὶ αὐτὸν τὸν τὰ λουτρὰ παρα-
σκευάζοντα ἄνδρα, ὃν ἡμεῖς παραχύτην λέγομεν (υ 297)
λοῖα· [ἐκκλησία. ἢ ὀλέθρια]
λοίαξ· ὁ ξηρὸς χόρτος r
*λοιβᾶται· σπένδει. θύει ASp
*λοιβή· σπονδή. θυσία r. vgn (AS) οἴνου
λοιβίδες· σπονδεῖα (Antim. fr. 26 W.)
*λοίγια· ὀλέθρια (Α 518) AS
λοίγιον· ὀλέθριον r. p, ἐπίφθορον, θανατηφόρον
*λοιγός· θάνατος S, ὄλεθρος (Θ 130) AS
λοιγίστρια· ὀλοθρεύτρια
†Λοιγωντίαν· φρατρίαν
*λοίδορος· κακολόγος. ὑβριστής (1. Cor. 5,11) AS
†λοίθον· λιμός
λοῖκορ· κέγχρος
λοιμός· πάθος τι ἀερῶδες, φθοροποιὸν ζῴων, ἐκ τῶν τῆς γῆς
φλεγμονικῶν ἀναθυμιάσεων, καὶ τῆς τοῦ ἀέρος ἀταξίας γινό-
μενον
λοίσθημα· τέλος, πέρας. ἔσχατος
*λοίσθιον, λοῖσθον· ἔσχατον (Eur. Or. 517 ..) r. AS
*λοιμεύηται· φθοροποιῇ (Prov. 19,19) ASg
*λοιμούς· τῆς λοιμικῆς νόσου A {μεταδιδομένους} (Ez. 28,7)
*λοιμός· φθορά. νόσος r Svg
λοιμῶν· φθοροποιῶν. ἢ ἁμαρτωλῶν. τῶν τοῦ κόσμου ἐμπαικ-
τῶν (Ps. 1,1)
*λοῖσθος· ἔσχατος (Ψ 536) vgs
*[λοίσθοισι· τοῖς κατωτάτοις ἄκροις τῶν ὠτίων S]
*λοίσθῳ· ἐσχάτῳ, τελευταίῳ AS
λοίσθωνας· τοὺς ἀκρατεῖς περὶ τὰ ἀφροδίσια
λοιτεύειν· θάπτειν
λοίτη· τάφος
λοιτός· [λοιμός]
λόκκη· χλαμύς, ἐφαπτίς
[λοκός] λοκρός· φαλακρός r
Λοκρῶν ξύνθημα· παροιμία [λονηῦ αὐτὸς ἀνιστῶν] ἐπὶ
τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς
τοὺς Πελοποννησίους {προδόντες μετὰ τῶν Ἡρακλειδῶν ἐγέ-
νοντο}
λολλοῦν· τὰ παιδία {τὸν} πόλτον· κέχρηται τῇ λέξει Ἕρμιπ-
πος (fr. 89)
λομβούς· τοὺς ἀπεσκολυμμένους
λόμβαι· αἱ τῇ Ἀρτέμιδι θυσιῶν ἄρχουσαι, ἀπὸ τῆς κατὰ τὴν
παιδιὰν σκευῆς. οἱ γὰρ φάλητες οὕτω καλοῦνται
λόνδις· βωμολόχος. εἴρων
λοξοβάμοισι· πλαγίως περιπατοῦσιν (Greg. Naz. c. 1,2,1,714)
*λοξός· πλάγιος ASvg, ἐπικαμπής
λόξωσις· πλαγίωσις
λοπάς· {Συρακούσιοι} τὸ τήγανον· {παρὰ δὲ Θεοπόμπῳ ἐν
Ἀδμήτῳ (fr. 92) ἡ σορὸς καὶ παρὰ τοῖς κωμικοῖς. καλεῖται
δὲ οὕτως} καὶ ὁ ἐν τῇ †αλλαδη {γινόμενος} λίθος h
λόπιμα· κάστανα. οἱ δὲ Εὐβοϊκά. †λουτήλου
λοπίξαι· λαμπρῦναι S. ἢ λεπιδῶσαι
*λοπός· λέπισμα (τ 233) r(AS)
λοπῶντα· λεπιζόμενον, ἢ [λοπιζόμενον (Aesch. fr. 76,6) S
λορδόν· ὑπόκυρτον, *[ἀπεξυλωμένον, συγκεκαμμένον τῷ σώ-
ματι (AS)
λοῦ· λοῦσαι. Ἀττικοί
λοῦκα· ῥόφημα ἐξ ἀλφίτων. ὡς Καύκωνες
λουνόν· λαμπρόν
λουσόν· κόλουρον, κολοβόν, τεθραυσμένον
Λουσιεῖς· δῆμος Οἰνηΐδος
λοῦται· λούεται
†λουταρίζημα· ὅ τινες ὄλισθον
λουτήρια· λουτῆρα
λουτηρίαι· λουτῆρες. [λουτρίαι]
λουτρίδες· αἱ περὶ τὸ ἕδος {τῆς Ἀθηνᾶς} δύο παρθένοι, αἳ
καὶ πλυντρίδες λέγονται (Ar. fr. 841)
λούτριον· τὸ ῥυπαρὸν ὕδωρ καὶ λελουμένον, ἤγουν ἀπό-
νιμμα (Ar. fr. 306 ..)
λουτρόν· τὸ αὐτό
λουτροφόρα ἄγγη· τὰς ὑδρίας {ἃς} τοῖς ἀποθανοῦσιν ἀγά-
μοις ἔπεμπον. ἔπεμπον δὲ καὶ {εἰς} τοὺς γάμους
Λούζα· Βαιθήλ. ὅ ἐστιν οἶκος θεοῦ (Iud. 1,23)
λουτροφόρος· κυρίως μὲν ἡ ὑδρία ἡ τοῖς παλαιοῖς εἰς τὰ
λουτρὰ ἀπονεμομένη. ἐκάλουν δὲ οὕτω καὶ τὸν φέροντα τὰ
λουτρά. ἤδη δὲ καὶ πᾶσα ὑδρία. ἕτεροι δέ, ἐπεὶ ἔπεμπον εἰς
τοὺς γάμους λουτροφόρους, καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι τὸ
αὐτὸ ἐποίουν
λοφάδια· αὐχήν. οἷον [{τὰ} κάτω τοῦ αὐχένος (κ 169) g. ἢ
χωρίον, ὃ καλοῦσι Λίβυσσα
λοφᾷ· λόφου ἐπιθυμεῖ (Ar. Pac. 1211)
λοφαδίσκος· τὸ περίπτισμα. καὶ τὸ τῆς γῆς ἔπαρμα
λοφιάν· ἀκρώρειαν (Ios. 18,19). καὶ *[ἡ ἐπὶ τοῦ λόφου θρίξ
(ASn)
λοφιήν· νῶτον. τένοντα. αὐχένα (τ 446)
λοφεῖον· τρίχωμα τῶν ὑποζυγίων. ἢ τὸ ἀκρώμιον. ἢ περικε-
φαλαίας ἔλυτρον, θήκη τοῦ λόφου (Ar. Nubb. 751). καὶ τὰ
πρὸς ταῖς ἀμπέλοις φυόμενα, οἷον μύκαι
λόφιος· ἀκρώμιον, [ἢ ἀκρώνιον]
λοφίς· περικεφαλαίας θήκη
λοφνίδια· λαμπάδια
λοφνίς· λαμπάς
*λόφος· ὑψηλὸς τόπος r, γῆς ἐπανάστημα ASvg. καὶ ἄκρον
περικεφαλαίας. ἢ τράχηλος r. g
λοφοῤῥῶγα· τὸν ἀπεῤῥωγότα τὰς ἀκρωμίας
λοφοπωλεῖς· οἱ τοὺς λόφους πιπράσκοντες συνεχῶς ἐπένευον ‖
εἰώθεισαν γὰρ οἱ τοὺς λόφους πωλοῦντες τούτοις ἐπισείειν,
δεικνύναι βουλόμενοι, ὅτι αἱ τρίχες οὐ βέβρωνται τῶν λόφων,
ἐπιτιθέμενοι αὐτοὺς πρὸς ἐπαγωγὴν τῶν ὠνουμένων (Ar. fr.
812)
λοφυδνόν· οἰκτρόν (Ε 683) r
λόφουρος· ἐπίσημος. Λόφος ἐπὶ τοῦ αὐχένος †νεῶν τάσσεται.
ἢ ὑπερήφανος καὶ ὑψαύχην
λόφῳ· τραχήλῳ
λοφωσός· [ἐπιστήμων]
*λοχᾷ· θηρεύει, λεληθότως ἐνεδρεύει (Sap. 14,24?) ASvgn
*†λοχαγενεῖς· ἡγεμόνες, στρατηγοί ASn, ταξίαρχοι (AS).
ἄρχοντες τῆς ἐνέδρας Sn, οἱ συνάγοντες τοὺς στρατιώτας A
λοχάζεται· ἐνεδρεύει S
λοχαῖος· κλινόμενος σῖτος ἀπὸ τοῦ εὐτροφεῖν (Eur. fr. 725) (S)
*λοχεύει· τίκτει Sn. γεννᾷ (Σ)
*λοχευομένων· γεννωμένων AS [ἢ γεννώντων] (Ps. 77,71) n
*λοχῶντες· ἐνεδρεύοντες Avg
λοχήσατο· ἐνήδρευσεν
λοχια· κρυφαία ‖ γεννᾷ. αὔξει ‖ καὶ ἄρτος τῇ Ἀρτέμιδι γινόμε-
νος. καὶ ἁδροὺς ἀστάχυας ἔχουσα
λοχιάδες· αἱ ὗλαι
λοχία· μαῖα
λοχίαν· τὴν εὐτραφῆ γῆν καὶ ἁδροὺς στάχυας ἢ καρπὸν
φέρουσαν
λοχίζει· ἐπιβουλεύεται
*λοχισθέν· γεννηθέν A. ἢ σφαλέν
λοχίτης· ἐνεδρευτής r. [βασιλεύς]
λόχμη· ἐνέδρα, ἐπιβουλή. ἢ σύμφυτος τόπος (τ 439) r. ASvgn.
ἢ κρύφιμος, δασεῖαν ὕλην ἔχων, ὥστε ἐνλοχίσαι
*λοχείαις· γεννήσεσι ASvg
λόχοι· ... Λακεδαιμονίων φησὶν Ἀριστοφάνης (Lys. 453) τέτ-
ταρας. πέντε γάρ εἰσιν, ὥς φησιν Ἀριστοτέλης (fr. 541 R3)
λόχος· *ἐνέδρα r. Agn. στρατηγικὸν τάγμα, *τάξις Σ, φά-
λαγξ s. ἀπὸ τοῦ λέχους· οἱ γὰρ ἐνεδρεύοντες κατακλίνουσιν
ἑαυτοὺς ὡς ἐπὶ λέχους r. κρυπτοὶ τόποι
λύα· στάσις r
λυάζει· φλυαρεῖ, μωρολογεῖ. στασιάζει
λύαι· στάσεις, διαφοραί (Alcae. fr. 36,11 .. L. -- P.)
λυᾶται· στασιάζει, διαφέρεται
λυβάζειν· λοιδορεῖν (r)
λύγαια· τὰ περὶ ταῖς χερσὶ ψέλλια
λυγαίαν· σκοτεινήν, συννεφῆ. δόλιον. ἀφανῆ
*λυγαίως· ἀφανῶς, [σκοτεινῶς r. ASg, λεληθότως AS
λύγδος· λίθος εἰς τὰ ζῶια, ἢ ὁ Πάριος
Λύγδαμις· οὗτος ἔκαυσεν τὸν ναὸν τῆς Ἀρτέμιδος
λύγδη· τὸ δένδρον, ἡ λεύκη. †καὶ οἱ ἄλλοι φησὶ τῶν νεῶν
λύγδος†
λυγγανώμενον· λύζοντα ἐν τῷ κλαίειν
Λυγκαίη· πόλις Μακεδονίας
λυγίζει· στρέφει, κινεῖ, κάμπτει
λυγίζεται· συνδέδεται. [στρέφεται (Soph. Trach. 779)
*λυγιζόμενον· καμπτόμενον (Plat. rep. 3,405 c) ASn
*λυγίσμασι· συγκλάσμασι ASvgnp
*λυγισμός· ἀνάκλασις τῶν μελῶν r. ASn
†λυγκαστήσει· αὔξει παραπλησίως. ἢ λυγκάσαι, ῥεῦσαι
*λύγκες· θηρίον οὕτως λεγόμενον ASn
λυγκούριον· τὸ ἤλεκτρον
*λυγμός· ὀλολυγμός g, θρῆνος, ἀνανυγμός (i. Regn. 25,31 Aq.
Th.) ASn
λύγξ· τὸ πάθος ὁ λυγμός. καὶ τόξον. καὶ ζῷον
*λύγξ· πάθος ἐμποδίζον τῷ λέγοντι AS
λυγόα· [πονηρά, λυγρά, χαλεπά]
λύγοισι· φυτῷ τινι ἱμαντώδει, ὃ ἡμεῖς {κύτινον} λέγομεν
(Λ 105)
λύγος· ῥάβδος ἁπαλή r. ἄγνος. ἢ δενδρύφιον θαμνῶδες,
*ἱμαντῶδες φυτόν r. ASgn
λυγράν· λυπηράν (Eur. Troad. 344)
λυγρόν· λυπηρόν. ἐπίπονον, *κακόν, χαλεπόν. ἰσχυρόν. πεν-
θικόν ASvgn
λυγῶδες· ὄργανον, ἐν ᾧ τὰ κολλώμενα ἐμβάλλεται. οἱ δὲ τὸ
στρεβλωτήριον ὄργανον
Λυδία ἐσθής· S τὰ Λύδια ὑφάσματα
Λυδία λίθος· ἡ βασανίζουσα τὸν χρυσόν (Bacchyl. fr. 14,1 Sn.)
r. S
Λυδίας μαχαίρας· S τὰς †μυεργεῖς
Λυδίζων· χορεύων· διὰ τοὺς Λυδούς, οἳ σῴζονται μέν, δια-
σκευασμένοι δέ εἰσιν (Ar. Eq. 523)
Λυδικὴ λίθος· ... "{λίθος} σίδηρον τηλόθεν προσηγάγου"
(Soph. fr. 732). αὕτη γὰρ τὸν σίδηρον ἐπισπᾶται. ἡ δὲ Μαγνῆ-
τις διαπατᾷ τὴν ὄψιν, ὡς δοκεῖν ἀργύριον εἶναι
Λυδοί· οὗτοι τὰς θέας εὑρεῖν λέγονται. ὅθεν καὶ Ῥωμαῖοι
{λούδους} φασί
Λυδίῳ νόμῳ· ἀντὶ τοῦ μαντικῷ. οἱ γὰρ Λυδοὶ μάντεις ἐδόκουν
εἶναι. ἢ {Λυδῷ} ἀντὶ τοῦ Μυσῷ. εἰσὶ γὰρ Λυδῶν ἄποικοι καὶ
μαντικώτατοι. ἢ ἐπεὶ τὰς κεφαλὰς οἱ Λυδοὶ ἄμπυξιν ἐκος-
μοῦντο
Λυδὸς τὴν θύραν ἔκλεισε· παροιμία, ἐπὶ τῶν μωροκλεπ-
τῶν
Λυδὸς ἐν μεσημβρίᾳ· παροιμιακῶς παίζει, ἐπειδὴ ἐν ταῖς
τοιαύταις ὥραις οἱ αἰπόλοι ἀκολασταίνουσιν
*λύει· λυσιτελεῖ (Eur. Alc. 628) Agn. ἢ ἀδημονεῖ A
λύθιος· ἠθμός. Ἡρακλεῶται
λύη· στάσις, μάχη, διαφορά
λυκτρός· [λύχιος]
λύζει· †λυθάζει. κυλινδεῖ
λύθρον μαστιγόφορον· [*χῶρος αἵματος v. ἰχώρ. τὸ ἀπὸ
φόνου {αἷμα} καὶ τὸ ἐξ αἵματος καὶ κόνεως μόλυσμα AS] ὁ
μεθ' αἵματος φόνος, ἀπὸ τοῦ λύειν τοὺς ἐναντίους τοῦ θορεῖν.
ἢ *ὁ ἐκ τοῦ αἵματος μολυσμός ASvg
*λύθρῳ· φόνῳ. ἢ τῷ ἐκ μάχης μολύσματι συνισταμένῳ δι' ἱδρῶ-
τος καὶ κόνεως καὶ αἵματος (Ζ 268 ..) ASvgn
λυκάβας· ὁ ἐνιαυτός. καὶ {λυκάβαντες}· οἱ ἐνιαυτοί. παρὰ τὸ
{λυγαίως βαίνειν}, ὅ ἐστι σκοτεινῶς· λεληθότως γὰρ ὁ
χρόνος διέρχεται (ξ 161)
Λυκαβηττός· ὄρος τῆς Ἀττικῆς. εἴρηται δὲ οὕτως διὰ τὸ
λύκοις πληθύειν
Λυκαΐδες· [παρθένοι τινές]
Λυκαῖον καὶ {Θυμβραῖον}· τὸν Πύθιον. καὶ τὸν ἐν Χρύσῃ
[Λυκαῖον]
λυκαιμίας· ὁ λυκόβρωτος (Alcae. fr. 130,25 L. -- P.) r
λυκοβατίας δρυμός· ἐν ᾧ οἱ λύκοι διατρίβουσιν
Λυκαμβὶς ἀρχή· ὁ Κρατῖνος ἐν Νόμοις (fr. 130), τὸν πολέ-
μαρχον δηλῶν, πρὸς ὃ{ν} ἀπεγράφοντο τὰς τοῦ ἀπροστασίου
δίκας. Λυκαμβίδα δὲ εἶπε τὴν ἀρχήν ...
Λύκαστος· πόλις {Κρήτης} (Β 647)
*λυκέη· λύκου δορά (Κ 459) r. AS
λυκεῖον· φοβερόν (Aesch. Sept. 145?)
Λυκεῖον ποτόν· ἀπὸ κρήνης τῆς ὑπὸ Ἀπόλλωνος εὑρεθείσης,
{ἢ} ὑπὸ λύκων πινομένης, ... ἀπὸ οἴνου καὶ μέλιτος (Soph.
Phil. 1461)
Λυκηγενέι· τῷ ἀπὸ Λυκίας ὄντι, ἢ γενομένῳ (Δ 101)
Λυκιάδες κόραι· τὸν ἀριθμὸν λ#, αἱ τὸ ὕδωρ κομίζουσαι εἰς
τὸ Λύκειον †Λακεδαιμόνων
λυκηλάτους· τὰς ἐνχαλινωθείσας
Λύκειος ἀγορά· ἐν τῇ τῶν Ἀργείων (Soph. El. 7)
Λύκειον· τόπος Περικλέους ἐπιστατήσαντος τοῦ ἔργου.
ἐποιοῦντο δὲ αὐτόθι τὰς στρατιωτικὰς ἐξετάσεις καὶ συλ-
λόγους
λύκιος· κολοιοῦ εἶδος
λυκίσκος· ἡ μὴ ἔχουσα ἀξονίσκον τροχιλία, τρῆμα δὲ μόνον h
ἢ *ἄνοδος δώματος gn
λυκοειδές· τὸ πρὸς τὴν ἕω
λυκοειδέος ἀοῦς· τοῦ λυκόφωτος
λυκοειδής· διάλευκος
λυκοθρασής· θρασύς
λυκοδέρεια· ἐκ λυκείου δέρματος πεπονημένα
λύκοι· μάνδαλοι θυρῶν
λυκοκτόνος· ὁ Ἀπόλλων
λυκοκτόνου θεοῦ· Σοφοκλῆς Ἠλέκτρᾳ (6). Ἀρίσταρχος, διὰ
τὸ τὸν θεὸν νόμιον εἶναι, καὶ τὴν τῶν βοσκημάτων φυλακὴν
ποιούμενον τὸν Ἀπόλλωνα ἀναιρεῖν τοὺς {ἐπιβούλους αὐτῶν}.
οὐ καλῶς. ἔστι γὰρ ὁ λύκος ἱερὸν Ἀπόλλωνος
Λυκομίδαι· γένος ἰθαγενῶν
Λυκόποδες· οἱ Ἀλκμαιωνίδαι, οἱ μέν τινες διὰ τὴν τῶν ποδῶν
λευκότητα ... ἦσαν γὰρ ἀεὶ ὑποδεδεμένοι (Ar. Lys. 665)
Λυκόστρατος· ὁ μόναρχος. παρὰ †Ἱπποχάρμῳ†
λύκος· τὸ τοῦ ἴρεως ἄνθος. καὶ ποιὸς ἰχθῦς. καὶ τὸ ἐν τοῖς χαλι-
νοῖς σίδηρον. καὶ ὁ ἅρπαξ τῶν εἰς τὰ φρέατα καδίσκων. καὶ ὁ
τῆς θύρας μάνδαλος. καὶ ἀράχνιόν τι. καὶ [ὁ] εἷς τῶν Τελχί-
νων. ποταμός
λύκος ἀετὸν φεύγει· παροιμία ἐπὶ τῶν ἀφύκτων
λύκος ἔχανε· παροιμία ἐπὶ τῶν ἐλπιζόντων καὶ τῆς ἐλπίδος
{διαμαρτόντων} (Ar. fr. 337)
λύκος περὶ φρέαρ χορεύει· παροιμία ἐπὶ τῶν πονούντων
περί τι τῶν ματαίων. καὶ ὅτι ἄπρακτος περίεισιν ὅταν διψήσῃ,
[ἢ] μὴ δυνάμενος πιεῖν {ἢ} ἐπὰν διώκοντος αὐτοῦ ... ἐμπέσῃ
εἰς φρέαρ
λυκοσπάδες· ἵπποι ὑπὸ λύκων διεσπασμένοι, οἱ περὶ τὴν
Ἀδρίαν
Λύκου δεκάς· παροιμιῶδες· ἐπεὶ Λύκος ἥρως πρὸς τοῖς ἐν
Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων
λυκόφανον· τὸν ἐχινόποδα. Μεσσήνιοι
λυκόφρων· δεινόφρων, †ὑψήφρων (S)
λυκτά· οὐκ ἀνεκτά
Λύκτος· πόλις (Β 647)
λυκοκαρίς· θερμὸν ἀπ' ἀλφίτου πιεῖν
Λύλιος ἢ Μύλλος· [οὗτος ἐπὶ μωρίᾳ ἐκωμῳδεῖτο]
λῦμα· κάθαρμα r
λυμαίνεσθαι· καθαίρειν. φθείρειν
λυμαίνεται· διαφθείρεται (Eur. Bacch. 354)
*λυμεών· ὀλέθριος ASvgn. φθορεύς (Eur. Hipp. 1068) g (n)
λύματα· τὰ ῥυπάσματα τοῦ σώματος. [τὰ γὰρ τῆς νόσου,
τουτέστι] τὰ καθάρματα
λύμακες· πέτραι
*λύματ' ἔβαλλον· τὰς ἀκαθαρσίας ἔβαλλον (Α 314) A (n)
λυμάχη· ἡ εἰς διαφορὰν λύπη, ὕβρις
*λύμη· βλάβη, φθορά r. ASvgn
λυμηνάμενος· αἰκισάμενος r
*λυμήναντι· βλάψαντι AS
λυμνός· γυμνός
λύμπη· [πόνος]
†λύμπρωσχος· τὸ λυχνίον S
λύξ· λυγμόν
λύπεια· ἑταίρα S
λύπη· πόνος. ὕβρις, φθορά, ἀπώλεια, βλάβη
λυπηρός· ἄθυμος
λυπτά· ἑταίρα, πόρνη
λυπρὰν γῆν· τὴν λεπτήν S
*λυπράν· λυπηράν, μοχθηράν (Eur. Hec. 364) ASvg
λυπρή· εὐτελής. μοχθηρά. ἀχρεία. σκοτεινή. ὀλεθρία (ν 243)
*λυπρῶς· εὐτελῶς. λυπηρῶς (Eur. Phoen. 1207) r. Asn
*λύρα· κιθάρα r. ASs
λυρίτης· ζῷόν τι, ταῖς δρυσὶν ἐντίκτον
Λύρκειον· ὄρος τῆς Ἀργείας (Callim. fr. 307)
Λυρκείου δῆμον· τὸ Ἄργος· ἀπὸ Λύρκου τοῦ Λυγκέως.
ἔστι δὲ καὶ ὄρος καὶ πόλις (Soph. fr. 249,6)
Λυρνησός· ἡ Τένεδος. καὶ Κιλικίας πόλις r
λυροφοῖνιξ· εἶδος κιθάρας
*λυρῳδός· ψαλμῳδός, κιθαρῳδός Avg
λῦσαι· ἀπολῦσαι, [λυτρῶσαι r. n καθελεῖν. ἀφελεῖν. τεμεῖν
*λῦσαν· ἔλυσαν (Α 305) AS. ἐλυτρώσαντο (g)
Λυσάνδρεια· πανήγυρις, ἀπὸ Λυσάνδρου ὀνομασθεῖσα. ἤγον-
το δὲ ἐν αὐτῇ ἀγῶνες καὶ θυσίαι
λυσανίας· ὁ λύων τὰς ἀνίας (Ar. Nub. 1163). καὶ {δυσάνιος
γυνή}· ἡ ἐπὶ τοῖς τυχοῦσιν ἀχθομένη (Men. fr. 589 Koe.)
λυσίαν· [ὁρμήν, ἐνθουσιασμόν]
λύσειοι τελεταί· οὕτως ἐλέγοντό τινες τελεταί, ἐπεὶ καὶ
Λύσιος ἐλέγετο Διόνυσος
Λυσείεις· [δῆμος φυλῆς Οἰνήιδος]
λυσίζωνος· γυνή, ἥτις ἐνυμφεύθη. καὶ ἐπίθετον Ἀρτέμιδος
Λυσιμάχειος· βοτάνη, εὑρεθεῖσα ὑπὸ Λυσιμάχου
λυσιμελής· ἐπιθετικῶς, ὁ ὕπνος. ἤτοι ὁ τὰ μέλη τοῦ σώματος
λύων, ἢ τὰς μελεδῶνας, τὰς μερίμνας λύων, "μελεδήματα θυμοῦ"
(υ 57)
λύσις· ἡ λύτρωσις (ι 421) s
*λυσιτελεῖ· συμφέρει AS, ἐπωφελεῖ
*λυσιτελής· ὠφέλιμος, σύμφορος (Sir. 28,21) AS (vg)
†λυσιπνεῖ· φοβεῖται
λυσκάζει· περιφεύγει (r)
*λυσόμενος· λυτρωσόμενος (Α 13) ASb(g)
λύσω· ἀπολυτρώσω (Α 29)
λύσσα· ὁρμή. *ἐνθουσιασμός (Ι 239) AS
*λῦσας· ἔλυσας, ἐλυτρώσω g. ἔσωσας
*λύσσεται· μαίνεται A
*λύσσης· μανίας (Eur. Or. 401) An. ὄρεξις ἐπιβλαβής
*λυσσήεις· μανιώδης (Greg. Naz. c. 2,1,1,52 ..) r (vg)
*λυσσητῆρα· μανιώδη r. ASn
*λυσσῶδες· μανικόν ASvgp
λυσσῶσι· μαινομένοις
Λυταίη· Θετταλή
λυταρίς· μήκωνος εἶδος
λυταῶς· [σκοτεινῶς]
λυτήριον· φυλακτήριον
λυτήριος· φύλαξ
λύτρον· τίμημα r
λύτρα· καθάρματα. λυτήρια. καὶ *πάντα τὰ διδόμενα εἰς
ἀνάκτησιν ἀνθρώπων (AS)
*λυτρούμενον· ἐξ αἰχμαλωσίας [ἀνθρώπων] λυτρούμενον A
λυττεῖ· πολλὰ λαλεῖ
λύττοι· οἱ ὑψηλοὶ τόποι
λυττῶντας ἢ λυσσῶντας· μαινομένους
λύχνα· λύχνοι (Hdt. 2,133,4)
λυχναῖος καὶ {λυχνεύς}· ὁ διαυγὴς λίθος (Clem. Al. protr.
4,47,3?) r (AS)
λύχνιον· ἡ λυχνία
*λυχνοκαΐαν· λυχναψίαν AS
λυχνοκῶσαν· λυχνοκαυτοῦσαν (Teleclid. fr. 60)
λύχνος· ἡ λαμπάς s, ἡ δαΐς, παρ' Ὁμήρῳ (τ 34). καὶ ἰχθῦς
κάλλιστος
λυχνοῦχος· *ὁ φανός, λαμπτήρ gns. οἱ δέ, ἐφ' οὗ ὁ λύχνος
ὀχεῖται
†λύχνον· τράχηλον
λῶ· θέλω
*λώβας· βλάβας AS, ὕβρεις
*λωβᾶται· ἐξαπατᾷ AS. λυμαίνεται Sg
λώβη· βλάβη. ὄνειδος. ἀπώλεια. χλεύη. ψεῦδος. ὕβρις
λωβῆσαι· ὑβρίσαι, βλάψαι
*λωβήσαιο· βλάψειας, ὑβρίσειας (Β 242) (ASN)
λωβήεντα· βλαβερά
*λωβητήρ· ὑβριστής (Λ 385) r. ASn (g)
λωβητῆρα· βλαπτικόν, ὑβριστικόν (Β 275)
λωβητῆρες· λώβης ἄξιοι, ἐπονείδιστοι (Ω 239)
*λωβητόν· ἐνυβριστόν (Ω 531) AN (S)
λωβεύειν· ψεύδεσθαι (S). καταισχύνειν
λωβώμενος· χλευάζων
λωγάνιον· τῶν βοῶν τὸ ἀπὸ τῶν τραχήλων χάλασμα
λωγάλιοι· ἀστράγαλοι. ἢ [πόρνοι (r)
λωγάς· πόρνη
λώγασος· ταυρεία μάστιξ
λωγή· καλάμη S καὶ συναγωγὴ σίτου
λώεσσαν· τὴν ἅμαξαν (S)
*λώϊον· λωΐτερον, βέλτιον ASvn
λωισμόν· λῶμα. ἢ κλωσμένον
*λώϊστα· συμφέροντα ASn. ἄριστα (Eur. Med. 127 ..)
λωϊτέρη· συμφορωτέρα
λώλεσσαν· [τὴν ἅμαξαν]
*[λωλεύοντα· ἀνθοῦντα ASgb]
λῶλον· βρῶμα, ἐκ γιγάρτων καὶ σύκων γενόμενον, παιδίοις
πεφωσμένον
λωλώ· ὅταν σῦκα μετὰ γιγάρτων φωσθῇ (S)
λῶμα· ῥαφή. κλωσμός. ἢ *εἰς τὸ κατώτερον {μέρος} τοῦ ἱμα-
τίου {ἐπίβλημα ἐκ βύσσου καὶ πορφύρας} ASvgnp λῶμα (Exod.
28,33 ..)
λωπεύει· [ψεύδεται]
λώπη· ἱμάτιον, περίβλημα
λωπίζει· ἐκδύει, γυμνοῖ ἢ ὅπλων ἢ ἱματίων
λωπιστός· ὁ Παλαμήδης ἐκ τῆς τῶν ἱματίων ἐπιρίψεως (Eur.
Palam.?)
λωποδύται· κλέπται, ἀποδύοντες, ἐν λουτροῖς κλέπτοντες
*λῶπος· ἱμάτιον r ASvgn
†λωρόν· πικρόν
λωρυμνόν· βαθύτατα, κατώτατα
λῶσα· θέλουσα
λῶστοι· ἐραμμένοι. φίλοι
λῷστος· βέλτιστος Ss. [ἢ βοτάνη. καὶ εἶδος φυτοῦ]
λωτεῦντα· ἀνθοῦντα ASgbp. ἢ λωτὸν ἔχοντα (Μ 283)
λῶτα· ἄνθη
λωτεῦσι δὲ πάχνῃ· ἀνθεῖν ποιοῦσιν αἱ ψυχρότητες
λωτίζειν· ἀπανθίζεσθαι. [ἀπολαύειν (S)
λωτίνας ἀηδόνας· τοὺς αὐλούς (Eur. fr. 931)
λώτινος αὐλός· ἐκ λωτίνου ξύλου
λώτισμα· οἱ πρῶτοι, καὶ ἐπίλεκτοι (Eur. Hel. 1593)
λωτοβοσκὸν φῦλον· οἱ μὲν τὴν Θρᾴκην· οἱ δὲ τὴν Αἴγυπ-
τον S. ἄλλοι Σκυθίαν (trag. ad. 236)
λωτός· τράγημά τι. καὶ αὐλός. καὶ δένδρον. καὶ πόαν· κυρίως
δὲ τὸ ἐν ταῖς λιβάσι φυόμενον. καὶ πᾶν ἄνθος. καὶ καρπὸς
[τοῖς παρὰ] τοῖς Λωτοφάγοις
*λώτου τ' ἔρωτες· ... χόρτος γλυκύς, ὅθεν αἱ γλωσσίδες τῶν
αὐλῶν (Eur. Troad. 439) AS
λωτρόν· δειλινὸν ἄλειμμα. Λάκωνες
λωφᾷ· λήγει, παύεται
λωφάξαλος· ἐμπηδήσας
λῶφαρ· λώφημα
λωφᾶν· ἠρεμεῖν r. πεπαῦσθαι
λωφῆσαι· ἀπὸ τοῦ τραχήλου τὸ ἄχθος ἀποθέσθαι. παῦσαι,
λῆξαι, ἀναπαῦσαι, ἡσυχάσαι [λωφῆσαι. καὶ τὰ ὅμοια]
*λώφησις· ἀνάπαυσις r. ASgn. καὶ τὰ ὅμοια
λωφήσεων· λήξεων, ἀναπαύσεων
λωϊόνων· ὠφελίμων
*λωφῶσι· παύουσιν ASvgn
λωφούσῃ· παυούσῃ
λώψ· χλαμύς
λῴων· βελτίων (Eur. Med. 911) r
Μῆδος· [ἱκανός· ἐπειδὴ ὁ Μαδαεί, κτίστης τῆς Μηδείας. ἑρμηνεύεται δὲ
οὗτος ἐκμέτρησις, ἤγουν ἱκάνωσις (Procop. in Esai. 13,17) {μεμυαλω-
μένα}· (Ps. 65,15) {βαλλίζειν· Λώτ· ἐτυμπανίσθησαν}. ἐπρίσθησαν
(ep. Hebr. 11,35. 37) {ὕπερον}· (Prov. 23,31) {μεμαράς}· (Iob 15,35)
{θυΐσκη}· (Num. 7,14) {ἐμφρενώμενος· ἀντισήκωσις· ἀσπάλαξ}·
[ἄσβεστος (Iob 20,26) μοιχαλίς (Prov. 18,22)] μῦς τυφλός, ὁ τὴν γῆν
τρυπῶν (Lev. 11,30)].
Μά· τοῦτο Ὅμηρος ὡς συλλαβῆς τάξιν ἔχον συζεύγνυσι καὶ
κατομόσει καὶ ἀπομόσει, τοῦτ' ἔστι καὶ συγκαταθέσει καὶ
ἀποφάσει, τῷ τε ναί καὶ τῷ οὔ ἐπιῤῥήμασιν. ἔστι γὰρ αὐτοῖς
κοινόν
†μαατρόν· μωρόν. Λάκωνες
μαγάδεις· αὐλοὶ κιθαριστήριοι. ὄργανον ψαλτικόν. ὅθεν καὶ
τὸ ψάλλειν {μαγαδίζειν} λέγουσιν. Ἴων Ὀμφάλῃ· [ἢ]
"μάγαδις αὐλὸς ἡγείσθω βοῆς" (fr. 23)
ἀντὶ τοῦ ὁ συνᾴδων τῇ μαγάδι
μαγάδιν· ἀρχαῖον κιθάρισμα
μαγαδίδες· ὄργανα ψαλτικά (Soph. fr. 217)
μαγαρίς· μικρὰ σπάθη
μαγαρίσκος· πινακίσκος
*μαγάς· σανὶς τετράγωνος ὑπόκυφος, δεχομένη τῆς κιθάρας τὰς
νευράς, καὶ ἀποτελοῦσα τὸν φθόγγον ASvgn. [ἢ τόκον προ-
φέρουσα μνᾶν μίαν]
μάγγανα· φάρμακα. [δίκτυα]. γοητεύματα
μαγγανία· μηχανή p
μάγγανα· μηχανήματα
μάγδωλος· οἰκοδόμημά τι
μαγεύταν αὐλόν· τὸν [τὸν] μαγεύοντα τοὺς ἀκροωμένους S
μαγεύειν· γοητεύειν (S). θεραπεύειν θεούς
μαγῆες· οἰκονόμοι δείπνου. ἢ τὰ ἄλφιτα μάττοντες
μάγιν· ἀσπίδα (s)
μαγίδες· αἷς ἀπομάττουσι καὶ καθαίρουσι. καὶ μᾶζαι, ἃς κατα-
φέρουσιν οἱ εἰς Τροφωνίου κατιόντες
μαγίς· παλαθίς, ἄρτος (Iud. 7,13)
*μαγίστωρ· ἐπιστάτης. διδάσκαλος s
*μαγίστορας· διδασκάλους. ἐπιστάτας ASvg
μαγμόν· τὸ καθάρσιον· {ἀπομάσσειν} γὰρ λέγουσιν, ὅταν
περικαθαίρωσι τοὺς ἐνοχλουμένους τινὶ πάθει (Soph. fr. 429)
Μάγνης· κυβευτικοῦ βόλου προσηγορία (S) .... καὶ ἄλλων
πολλῶν λεγόμενα ὀνόματα βόλων
Μάγνητες· ἔθνος Θεσσαλίας (Β 756)
μαγνῆτις λίθος· αὕτη πλανᾷ τὴν ὄψιν, ἀργύρῳ ἐμφερὴς
οὖσα. ἡ δὲ Ἡρακλεῶτις τὸν σίδηρον ἐπισπᾶται (Eur. fr. 567)
μάγον· τὸν ἀπατεῶνα. φαρμακευτήν. τὸν θεοσεβῆ, καὶ θεολό-
γον καὶ ἱερέα οἱ Πέρσαι οὕτως λέγουσιν (Dan. 2,10)
*μάγαρον· [ὑπερῷον S]
μαγύδαρις· ὀπὸς σιλφίου. οἱ δὲ ἕτερον τοῦ σιλφίου εἶναι
μανότερον
μαγῳδία· ὄρχησις ἁπαλή· ἀπὸ Χρυσογόνου μάγου
μαδᾷ· ἐκρεῖ
μαγδάλλει· τίλλει. ἐσθίει
μαγδάλλοντες· τίλλοντες. ἐσθίοντες
μαδάρεις· τὰς πλατυτέρας λόγχας τῶν κεράτων. Κελτοί
μαδαρός· ἀραιόθριξ. ψεδνός
μάδεγμα· δέλεαρ, πρόβλημα. οἱ δὲ [{μάδευμα} S
μάδισος· δίκελλα. οἱ δὲ {μαδιβός}
*μαδίσας· τὰς τρίχας ἀποβαλών ASn
μαδόν· πόα. καὶ λεῖον
μάδος· τὸ ψίλωθρον
†μαδρυνθήσομαι· κολασθήσομαι. ἐπιτριβήσομαι
μᾶ· πρόβατα. Φρύγες
*μᾶζα· ἄλφιτα πεφυρμένα ὕδατι καὶ ἐλαίῳ ASs
μαζάκις· δόρυ Παρθικόν
μαζαγόας· ἐπὶ μάζῃ μεμψίμοιρος
μᾶζαν· ἀντὶ τῆς τροφῆς, καὶ τῆς μεμαγμένης †κόπρου
μαζάρυγξ· τὰ ἐπὶ τῷ ποτῷ ἐπόντα
μαζινὸς βοῦς· ὁ ἐξ ἀλφίτων
Μαζεύς· ὁ Ζεὺς παρὰ Φρυξί
*μάζης ὤνιον· ἄρτου πρᾶσις ASg
μάζιναι· μαζοί
μαζίον· ὀλίγον ...
μαζοί, μαζῶν· ...
μαζονόμιον· κοῖλον, καὶ ξύλινον πίνακα
μαζοπέπτης· ἀρτοκόπος
μαζός· μαστός (S). ὄχθος. τιτθός
μαζοφορίς· ὅμοιον κανῷ
μαζῶντα· τὸν μάττοντα τὰς μάζας
†μαεῖται· μυρολογεῖ
μαθαλίδες· ἐκπώματά τινα. οἱ δὲ μέτρα, ὡς κύαθοι (Blaes. fr. 2
Kaib.)
μάθαμι· ζητῶ
μάθας· μαθήσεως
μαθήματα· ἃ οἱ ὑποκριταὶ ἀνελάμβανον
μάθυιαι· γνάθοι
μαΐ· μέγα. Ἰνδοί
μαῖα· πατρὸς καὶ μητρὸς μήτηρ. καὶ τροφός. καὶ περὶ τὰς
τικτούσας ἰατρός, {ἣ} καὶ ὀμφαλοτόμος. καὶ προσφώνησις
πρὸς πρεσβῦτιν τιμητική, ἀντὶ τοῦ· ὦ τροφέ (β 372)
Μαίανδρος· ποταμὸς Μιλήτου· ἄλλοι Καρίας. καὶ κόσμος τις
ὀροφικός. καὶ εἶδος ἱππασίας παρὰ ἱπποδαμάσταις
*μαίεσθαι· ζητεῖν, ἐρευνᾶν (ξ 356) Ag(n). καὶ {μαιμάσσειν}
τὸ αὐτό
μαιεύονται· μαιοῦνται
{μαιεία· ἡ} μαίευσις (Plat. Theaet. 150 d ..) r
†μαιθαῦ· οἴμοι
μαίθη· καρδία πρὸς τοῖς ἱεροῖς. καὶ ὄνομα
μαιμᾶι· ἐνθουσιᾷ καὶ ὀξέως ὁρμᾶι, ἢ ὀρέγεται, προθυμεῖται
μαῖμα· τῶν ὀρνίθων ἡ κοιλία
*μαιμώοντι· ἐνεργῶς κινουμένῳ S
μαιμάκτης· μειλίχιος. καθάρσιος
μαιμᾶν· ὀρέγεσθαι, ἐπιθυμεῖσθαι
μαῖμαξ· ταραχώδης
μαιμάσασα· οἰστρήσασα
*μαιμάσσει· σφύζει. προθυμεῖται (Ierem. 4,19) ASvgn
μαιμώμενος· ὁρμῶν. ζητῶν
*μαιμώων· ἐνθουσιῶν n
*μαιμῶσα· ὀρεγομένη AS, προθυμουμένη n. κινουμένη AS
μαιμάωξ· [κινουμένη] [ἢ ἀδελφός p]
μαιμώωσιν· ἐνθουσιῶσιν n. ὀρέγονται, προθυμοῦνται (Ν 75)
μαινάδες· αἱ Βάκχαι (Eur. Bacch. 103 ..)
μαινάδι· Βάκχῃ n. μαινομένῃ (Χ 460)
*μαινάς· Βάκχη (Eur. Troad. 307) Sgn
μαίνεται· ὀργίζεται. ὑλακτεῖ
μαινόλης· παράκοπος. ἔνθεος
μαινομένοιο· ἐνθουσιωδῶς κινουμένου, ἢ μανίας παρασκευα-
στικοῦ, μανιοποιοῦ (Ζ 132)
μαινομένου Διονύσου· μανίας ἐμποιοῦντος. ἢ ἐπὶ τοῦ οἴνου,
μετωνυμικῶς· ἔκφρονας γὰρ ποιεῖ καὶ εὐκινήτους (Ζ 132)
μαινοῶσιν· [ἐνθουσιῶσιν]
Μαιονία· ἡ Λυδία
*μαιούμενος· ἐκλοχίζων ASn
Μαῖρα· κύων τὸ ἄστρον, ἢ ἀκμαιότατον καῦμα r. οἱ δὲ τὴν
σελήνην (Callim. fr. 75,35 Pf.). οἱ δὲ Προίτου θυγατέρα,
Αἴθρας ἀδελφοῦ εἶναι. Ταραντῖνοι δὲ {μαιριῆν}· τὸ κακῶς ἔχειν
μαίσωλος· ζῷον τετράπουν, γενόμενον ἐν τῇ Ἰνδικῇ, ὅμοιον
μόσχῳ
μαίσων· μάγειρον. ἄλλοι βορόν· ἀπὸ τοῦ μασᾶσθαι
*μαιωθήσονται· λοχευθήσονται. γεννηθήσονται. θεραπευθή-
σονται (Iob 26,5) Avgn
*μαιώσασθε· ἐρευνᾶτε τὴν φύσιν AS
Μαιωτίδα· λίμνην. {Μαίονά} φασιν εἶναι ποταμὸν τῆς Ἀχαΐας,
καὶ {Μαιῶτιν λίμνην} ἐν Ἑλλάδι (Plat. com. fr. 27)
μάκαρ· μακάριε, εὐδαίμων (Γ 182 ..)
μάκαιρα· τελεία. εὐτυχής. τιμία
μάκαρες· μακάριοι, εὐδαίμονες, ἅγιοι
μακαρία· βρῶμα ἐκ ζωμοῦ καὶ ἀλφίτων
μακαρίνη· ἀνδράχνη
*μακάριος· ὁ πάντοτε ἐν ἀγαθῷ ὤν, εὐδαίμων ASvg
*μακαριότης· εὐδαιμονία (4. Macc. 18,19) As
μακαρίτης· ὁ τεθνεώς. ὁ μακάριος. *ὁ νεκρός (AS)
*μάκαρος· μακαρίου (α 217 ..) g
*μακάρων· εὐδαιμόνων n, μακαρίων (Α 339) Avg
Μακάρων νῆσος· ἡ ἀκρόπολις τῶν ἐν Βοιωτίᾳ Θηβῶν (Ar-
menid. fr. 378,5 J.) Σ
μακεδνὰ σκῦλα· τὰ οὐράνια καὶ μεγάλα. ἢ ὅτι {τὰ} τρόπαια
μετέωρα ἵσταται
μακεδνή· μηκεδανή. μακρά. ὑψηλή (η 106)
μάκελλα· φράγματα, δρύφακτοι
μακέλλη· δίκελλα. πλατὺ σκαφεῖον ... δὲ τῆς μακέλλης ὁ
στελεός
μακελλῶν· δρύφακτος
*μάκελλα· τὰ αὐτά ASvgn
μακεσίκρανος· ἔποψ. διὰ τὸ ἔχειν ἐπὶ τῆς κεφαλῆς καθάπερ
λόφον. καὶ κορυθαίολον αὐτὸν λέγουσι. πολυώνυμον δὲ [λέγε-
ται] τὸ ζῷον· σίντην τε γὰρ αὐτὸν καὶ ἀλεκτρυόνα καὶ γέλα-
σον λέγουσι
Μακετία· ἡ Μακεδονία
μάκιστος· ποῤῥώτατος. ὄφελος ἔχοντα
μακιστήρ· βέλος. τάσσεται δὲ καὶ ἐπὶ τοῦ μεγάλου (Aesch.
Pers. 698)
†μάκιστι· λοιμός
Μάκκος· ... βασιλεύς
μάκκορ· ἐργαλεῖον γεωργικόν, ὡς δίκελλα
μακκούρᾳ· χειρὶ σιδηρᾷ, ᾗ χρῶνται πρὸς τοὺς ἵππους
μακκοᾶν· παραφρονεῖν. προσποιεῖσθαι μὴ ἀκούειν
μακούνιον· δίκτυον κιχλῶν, ὅπερ τινὲς {νεφέλην}
μακρά· μεγάλη {γραμμή}. εἰώθασι γὰρ οἱ καταδικάζοντες ἐν
τῷ γραμματιδίῳ μακρὰν γραμμὴν ἕλκειν, ὁ δὲ ἀπολύων μικράν
μακραμβές· τὸ εὔκυκλον
*μακρηγορία· μακρὰ διάλεξις, ἢ ὑπαγορία (ASvgn)
μακρῇσι· μεγάλαις (Ν 782)
Μάκρις· Εὔβοια ἡ νῆσος
Μακρόβιοι· αἱ νύμφαι. Ῥόδιοι (Callim. fr. 228,62?)
μακρὸν ἄϋσε· μεγάλως ἐβόησεν (Γ 81)
*μακρὸν ὀχῆα· τὸν μακρόν, τὸν συνέχοντα (Μ 121) AS
μάκται· οἱ μάττοντες τὰς μάζας
μακτήρ· ἡ κάρδοπος. ἡ πυελίς. καὶ διφθέρα. καὶ [ὀρχήσεως
σχῆμα (s)
μακτήριον· †ἱλαστήρια. κάλυμμα ἱερὸν κρυφίων. ἢ κύκλος
ξύλινος
*μάκτρα· ἀβάκιον, [ἔνθα μάσσουσι τὸ ἄλευρον AS
μακύνεται· μεγαλύνεται. ὀρθοῦται
*μακών· βοήσας (κ 163) ASg
μάλαγμα· [ἴαμα]
†μάλα· ἄθροισμα. βούνισμα
μάλα βούλεται· πάνυ, σφόδρα, λίαν, μάλιστα, ἄγαν (Ο 51)
*μάλαγμα· ἴαμα (Sap. 16,12 ..) n
*μάλα εἰκότως· πάνυ πρεπόντως A (g) h
μάλαι· μασχάλαι
μαλακία· *νόσος r. ASvg. βλακία. εἶδος δὲ ἰχθύων, τευθίδες
καὶ σηπίαι, {μαλάκια}
μαλακίζεσθαι· ἀσθενῶς διακεῖσθαι (Thuc. 3, 37,2). *νοση-
λεύεσθαι (ASn)
μαλακίννης· παρθένος s
μαλάκιον· γυναικεῖον κοσμάριον (Ar. fr. 320,10)
*μαλακὸν ἱμάτιον· τετριμμένον. [Κῷοι δὲ εὐμετακόμιστον] ἢ
πολυτελές. ἢ ἁπαλόν (Matth. 11,8 v. l.) A
*μαλακὸν περὶ κῶμα· ἁπαλὸν κοίμημα (Ξ 359) An
†μαλάγας· ἄδησυς† θῦλαξ, ἀσκός
μαλακός· μαλθακός. ἔκλυτος. γυναικοήθης
μαλακόστρακα· καράβους καὶ καρίδας
μαλακῷ· ἁπαλῷ, τρυφερῷ, *[ἡδεῖ (Ω 678) An
μαλάνιον· σάκκος
*μαλάντερον· μειλανώτερον A
μαλάξαι· πραῧναι
*μάλα σαφῶς· πάνυ φανερῶς vg (A)
μαλασσός· τράχηλος
μαλατῆρες· ναῦται
μαλατθᾷ· αἱμωδιᾷ
[μάλα τι τῶν ἀποκρύπτων]
μαλαφῶν· ζητῶν {μήλῃ τι τῶν ἀποκρύπτων}
*μαλάχη· μολόχη Agnp
μαλάχιος· ἰχθῦς ποιός
*μάλα ἄν· λίαν, πάνυ (Plat. Conv. 194a ..) A
Μάλεοι· [ὅριοι]
*μαλεροῖο· καυστικοῦ (Greg. Naz. c. 1, 1, 8,7) gn
μαλερόν· *καυστικόν AS. μαραντικόν (ASn). ὀξύ. λαμπρόν.
ἰσχυρόν. ἀσθενές
μαλερὰς φρένας· ἀσθενεῖς. καὶ ξηράς, καυστικάς
μάλευρον· ἄλευρον. στέας (Achae. fr. 51)
μάλη· [χλαῖνα] μασχάλη ps [μαλάχη]
μαλήκῳ πέδᾳ· μοιριδίῳ δεσμῷ. τροχιλία καὶ παγὶς μαλικὰ
καλοῦνται (Alcman)
μαλητέον· [ζητητέον]
μάλθαν· κηρὸν ἁπαλὸν {ἤσθιον} (Ar. fr. 157)
μαλθακόν· ἀγαθόν (Ar. fr. 815) (s). *μαλακόν AS. ἡδύ. προς-
ηνές. *τρυφερόν AS. ἀσθενῆ
μαλθάσσειν· μαλάσσειν. πείθειν
*μάλθη· μεμαλαγμένος κηρός q. ASgb. [ἢ μαλακία. καὶ τρυφερή]
μάλθη· ῥύπος ξηρός
μαλθώσω· μαλακώσω
Μαλέα· ἀκρωτήριον τῆς Λακωνικῆς b
μαλίαν· εὔφημον, ἥσυχον, πραεῖαν
μαλιή· τὸ περὶ τὰ ὑποζύγια πάθος, ὅτε βήττῃ
μαλοῖς· ζητεῖς
μάλιον· μᾶλλον (Tyrtae. 12,6)
Μάλικα· τὸν Ἡρακλέα. Ἀμαθούσιοι
Μαλίρ· γῆ κιμωλία
Μαλίς· Ἀθηνᾶ (Hippon. fr. 64 Bgk.) S. λαπαρά. ἄφθα. φλεγ-
μονή
μάλιστα· λίαν gn πάνυ n πλέον, σφόδρα, μᾶλλον
μαλιωτέρα· προσφιλεστέρα
μαλκενίς· ἡ παρθένος. Κρῆτες
μαλκῆν· τὸ ἐπικόπανον. Πάριοι
μαλκίειν· τὸ ὑπὸ ψύχους συνεσπάσθαι τὰς χεῖρας
μαλκίετον· μαλακῶς καὶ ἀσθενῶς ἔχετον. ἐπιεικῶς δὲ τοὺς
ὑπὸ κρύους ἐσκληκότας μαλκίειν λέγουσιν
μαλκιώτατον· μαλακώτατον
μαλκόν· μαλακόν
†μαλλαθόντες· ἐσθίοντες
*μᾶλλον· πλέον ASg. μάλιστα
μᾶλλόν πως· ὅσον
μαλλός· τὸ ἔριον. καὶ ἡ καθειμένη κόμη, ὁ καὶ κρὲξ καὶ σκόλ-
λυς. καλεῖται δὲ καὶ τὰ ποίμνια. ὅθεν καὶ μαλλῶτιν καλεῖσθαι
τὴν Ἴδην, διὰ τὸ πολυπρόβατον εἶναι. καὶ λευκός
μάλλυκες· τρίχες
μαλοπάραυος· λευκοπάρειος
Μαλόεις· Ἀπόλλωνος ἐπίθετον, ἢ ἐπώνυμον (Thuc. 3, 3,3)
μαλόσα· [ὁδὸς ᾗ τὰ πρόβατα βαδίζει]
μαλουρίς· λευκόκερκος. καὶ ἥτις τὴν οὐρὰν ἔχει λευκήν (Cal-
lim. h. Cer. 110 v. l.)
μάλουρος· λεύκουρος
μαλόχιον· σπαθητόν
*μάλ' ὦκα· πάνυ ταχέως (Β 52 ..) ASn
Μαμάγκεια· ἐν Κλαζομεναῖς τόπος (S)
μάμματα· †ποιήματα. βρώματα
μαματίδες· ἀναδενδράδες. Δόλοπες
Μάμερτος· Ἄρης
μαμᾶτραι· οἱ στρατηγοί, παρ' Ἰνδοῖς
μαμμάκυθος· μωρός S. ἔστι δὲ καὶ δρᾶμα πεποιημένον Πλά-
τωνι
Μαμβρή· ἀπὸ ὁράσεως
μαμμᾶν· ἐπὶ τῆς παιδικῆς φωνῆς. ἐσθίειν
μάμμη· ἡ μήτηρ τῶν γονέων. ἢ ὑποκόρισμα μητρὸς ἐκ παιδίου.
Ἀττικοί
†μαμμικόν· μικρόν
†μάμμος· οἰκέτης
†μαναύεται· πανέλκεται
μανάκις· ὀλιγάκις, σπανίως. ἢ πυκνά (Plat. com. fr. 200)
μανδαλωτόν· φίλημα ποιὸν οὕτως καλεῖται (Ar. Ach. 1201)
{ὡς δράπετον}
μανδοτά· σημεῖα
Μανδραγόρας· ὁ Ζεύς. *καὶ εἶδος βοτάνης ASvgn, οἰνικὸν
Svgn καὶ ὑπνωτικόν (Gen. 30,14 ..) Sn
Μανδραγορῖτις· Ἀφροδίτη
μάνδραι· ἕρκη, φραγμοί, αὐλαί, σηκοὶ βοῶν καὶ ἵππων
*μανδύας· εἶδος ἱματίου ASvg Περσῶν πολεμικοῦ S. [ἢ μαν-
τείας] (Iud. 3,16 ..) (n)
*μανδύη· λουρίκιον vg [ὡς δρέπανον]
μαμωνᾶς· θησαυρὸς πλεονεξίας
μανσούρ· κύων
μανασσῆς· ἐπιλανθανόμενος
*μανείην· μανῶ (Eur. Hec. 1278) A (vgp)
μάνης· εἰς {ὃ} τὰς λάταγας {ἠφίεσαν}
Μάνης· κυβευτικοῦ βόλου ὄνομα [καὶ] βαρβαρικόν, καθάπερ
Εὔβουλος (fr. 59) ἐν Κυβευταῖς· παρίστησι καὶ ἄλλων κατα-
λεγομένων βόλων {ὀνόματα}
Μανέρως· τοῦτόν φασιν Αἰγύπτιον ἀμαλογῆσαι πρῶτον παρὰ
μάγων διδαχθέντα, καὶ διὰ τοῦτο πᾶσιν ἀνὰ στόμα γενέσθαι,
ὡς Κλέαρχος ἐν τοῖς Περὶ παιδείας ἱστορεῖ
μανία· ὀργή, θυμός. κότος
*μανόν· ἀραιόν ASvg. μικρόν. ὀλίγον. [χαῦνον Sg
μανοστήμοις· ἀραιοστήμοις (Aesch. fr. 297)
*μανότης· ἀραιότης (Plat. Tim. 72 c) A
*μανότατον· ἀραιότατον ASg
*μαντευόμενος· χρησμοδοτῶν (Deut. 18,10) ASn
Μαντινέη· πόλις Ἀρκαδίας (Β 607)
μαντεῖον· ἀντὶ τοῦ μάντευμα (Prov. 16,10)
μάντιος· μάντεως
μάντις· ὁ ἐν τοῖς κήποις βάτραχος. καὶ εἶδος ἀκρίδος
*μαντοσύνην· μαντείαν (Α 72)
*μαντύας· [μαντείας A]
μανύ· μικρόν. Ἀθαμᾶνες
μάνυζα· μονοκέφαλον σκόροδον, ὅπερ ἔνιοι {μώλυζαν} (Hip-
pocr. nat. mul. 85 mul. 1,78)
*μάνυσον· τὰ μήκιστα δήλωσον (Eur. Hec. 192) AS
μανῶν· ἀραιῶν
ματεῖ· πατεῖ
μαραναθά· ὁ κύριος ἦλθεν. ἢ εἶδον τὸν κύριον
μάραγνα· μάστιγξ, ῥάβδος, ταυρεία
*μάραγνά γ' ἢ· ταυρεία (Eur. Rhes. 817) ASN
μάραγοι· οἱ ἀπόκρημνοι τόποι
Μαραθών· δῆμος τῆς Ἀττικῆς· ὅθεν καὶ ποίημα ἦν Μαραθώ-
νιον
*μαργαίνει· μαίνεται Σ
μαραινόπους· μεμαρασμένος τοὺς πόδας
Μαράξας· μήν, ὁ Ἀπελλαῖος
μαράσσαι· κύνες, ὄρνιθες
μαργᾶι· μαργαίνει. ὑβρίζει. ἐνθουσιᾷ, μαίνεται. ὑβριστικαὶ γὰρ
αἱ {μάργαι}
μαργαίνων· μαινόμενος. δεσμῶν. ὑβρίζων. δεσμὸς γὰρ ἡ
{μαργάς}
μαργαρίσκον· [πινακίσκον]
*Μαργέτης· μωρός τις ἦν μὴ εἰδὼς μίξιν γυναικός· καὶ γυνὴ
προτρέπεται αὐτόν {εἰποῦσα σκορπίον αὐτὴν δῆξαι καὶ ὑπὸ
τῆς ὀχείας θεραπευθῆναι} A
μαργηέντων· λυσσώντων
Μαργίτης· μωρός τις, μαινόμενος
μαργοτάτην· ἐπιμανεστάτην
Μαργίτου· ἄφρονος, μωροῦ
μαργοῖς· μαινομένοις. ὑβρισταῖς (Plat. leg. 792 e)
*μαργῶντες· μαινόμενοι An
*μάργος· μαινόμενος ASvgb. ὑβριστής
*μαργῶσαν χέρα· μαινομένην χεῖρα (Eur. Hec. 1128) Avgn
Μαρεῶτις· εἶδος ἀμπέλου
μαρήγει· [λαμβάνει]
†μαρηγηλλᾶι· ἀμφιπονεῖ. στραγγεύεται
Μαριανδυνὸς θρῆνος· δαιμονίως γὰρ περὶ τοὺς θρήνους
σπουδάζουσιν. ἄλλοι εἶδος ᾠδῆς τωθαστικῆς τὸν Μαριανδυνόν,
ὡς Λιτυέρσαν
μαριανδυνίζεις· εἰρωνεύεις
μαριζεύς· λίθος τις, ὃς ἐπισταζομένου ὕδατος καίεται
μαρίειν· [ὀχλεῖσθαι· πυρέττειν]
Μαρικᾶν· κίναιδον. οἱ δὲ ὑποκόρισμα παιδίου ἄῤῥενος βαρ-
βαρικόν
μαρίλη· ὁ χνοῦς S. καὶ τὸ λεπτὸν [τῶν ἀνθράκων S
μαριλοκαυτῶν· ἀνθρακευτῶν· {μαρίλη} γὰρ τὸ ἀπόψημα τῶν
ἀνθράκων (Soph. Indag. 34)
μαρίν· τὴν σῦν. Κρῆτες
μαρῖνος· κίθαρος. ἰχθῦς θαλάσσιος. καὶ ὄνομα κύριον
*μαριώθ· ἀντιλογία (Ezech. 47,19 v. l.) n
μάρις· [τὸν] ἓξ κοτύλας. καλεῖται δὲ ὁμωνύμως καὶ τὸ μακρὸν
πέπερι
Μαριταῖον· τὸν Δία
μάκαρς· μακάριος. εὔμοιρος
Μάρκος· ἐντολή
*μαρμαίρει· λάμπει ASvgn. [ἐνθουσιᾷ]
μαρμάραι· αἱ τῷ ἐρυθροδάνῳ βεβαμμέναι
μαρμάρειον· λευκόν, λαμπρόν. {ἄνθος}
μάρμαρα· λαμπρά. ἐρισύβη
μαρμαρόεντα· λάμποντα
μάρμαρ· στερεόν ...
*μαρμαίροντα· λάμποντα (Γ 397) ASn
*μαρμαρέην· λαμπράν (Γ 126 v. l.) g
μαρμαρέῃσι· λαμπηδόσι
μάρμαρος· λευκὴ λίθος (Π 735)
μαρμαρυγαί· αἱ συνεχεῖς τῶν ποδῶν κινήσεις (θ 265). ἢ
*λαμπηδόνες (ASvg)
μαρμαρυγή· *φῶς. ἀστραπή AS. βῆμα. πήδημα. [λαμπηδών.
ASg. κίνησις ποδῶν συνεχής. [αὐγὴ ὀφθαλμῶν ASn
μαρμαρυκᾷ· [ἀπὸ τοῦ μαρμαίρων]
*μαρμάρω· λίθῳ ποιῷ (Eur. Phoen. 663)
*μαρμάρῳ ὀκρυόεντι· λίθῳ τραχεῖ (Μ 380) ASn
μάρμαρα· λαμπρά
μαρμαῖρον· λαμπρόν
*μαρνάμενοι· μαχόμενοι (Ζ 256) ASn
*μάρναται· μάχεται ἐν πολέμῳ (Δ 513) ASvg
μᾶρον· ὀπός. καὶ πόα
μάρπτεν· *κατελάμβανε An, συνελάμβανε. καὶ {μάρπτει},
ὁμοίως (Eur. Hipp. 1188)
*μάρπτῃσι· καταλάβῃ (Θ 405) ASn
*μάρπτοντα· κρατοῦντα (Greg. Naz. c. 2,1, 1,91) g (Tn)
μάρπτις· ὑβριστής (Aesch. Suppl. 826)
μάῤῥον· ἐργαλεῖον σιδηροῦν
μάρσεται· κτήσεται
μαρσίππιον· βαλάντιον n. φασκώλιον (Prov. 1,14) {ἢ σάκκος}
μαρσίπεοι· οἱ γαστρίμαργοι. [ἢ σάκκοι]
μαρτυρίαι· βουλήσεις
μαρτυρίῃσι· βουλήσεσιν, ἐντολαῖς (λ 325)
μαρτύρομαι· ἐπιφωνοῦμαι (Eur. Phoen. 626 ..)
μάρτυς· μάρτυρ
*μαρυκᾶσθαι· ἀναπέμπειν τὴν τροφὴν καὶ πάλιν αὐτὴν ἀναμα-
σᾶσθαι AS
μαρυκᾶται· ἀναμασᾶται
*μάρψαι· συλλαβεῖν gn, καταλήψεσθαι (Eur. Hec. 1061) (Sg)
μάρψει δ'· καταλήψεται (Ο 137)
*μάρψω· καταλάβω (Eur. Alc. 847) An
Μάσης· πόλις (Β 562)
μάσασθαι· ἐφάψασθαι (λ 591). καθᾶραι
μάσθλη καὶ {μάσθλης}· δέρμα, καὶ ὑπόδημα φοινικοῦν (Sapph.
fr. 39 L -- P). καὶ ἡνία. διφθέρα
μάσθλητα δίτομον· τὰς ἡνίας. καὶ γὰρ {ὁ μάσθλης καὶ} ἡ
μάσθλη. Σοφοκλῆς Ἀνδρομέδᾳ καὶ Συνδείπνοις (fr. 125. 151)
μάσι· μεγάλως
μασίγδουπον βασιλῆα· μεγαλόηχον, τὸν μέγαν ἐν ἤχῳ
Μασιμάνας· τοὺς βαρβάρους οὕτως ἔλεγον
μάσκη· δίκελλα
μάσπετα· τοῦ σιλφίου τὰ πρῶτα πέταλα, ἢ τὸ τοῦ καυλοῦ
ὀπτόν
μάσσαι· ζητῆσαι. καθαρίσαι. φυρᾶσαι
μάσσασθαι· [μάχεσθαι.] λαβέσθαι. ἀφαρπάζεσθαι. [ἐφάψασθαι
(λ 591) S
*μάσσει· καθαρίζει. καὶ τὰ λοιπά AS
μᾶσσον· πλέον S, μεῖζον (θ 203). μικρόν, [ἔλασσον S
μασσότερον· ποῤῥώτερον
μάστα· ἡγεμών. [ἢ μεγάλως]
μαστάζει· μασᾶται
μαστάζεται· διαμασᾶται S
μάστακα· τὸ στόμα (δ 287)· ἀπὸ τοῦ {μασᾶσθαι}. ἢ τὸ
μάσημα (Ι 324). οἱ δὲ [ἀκρίδα (Soph. fr. 650) (s). ἢ σιαγόνα
μαστίδες· ἀκίδες. ἢ ἀγκύλαι
μασταλίδες· [χάρακες. κάμακες]
*μάσταξ· ἔνθεσις. ἢ ἀκρίς AS. ἢ στόμα gS
μασταρύζειν· μαστιχᾶσθαι. καὶ τρέμειν. ἢ σφοδρῶς, ἢ κακῶς
μασᾶσθαι (Ar. Ach. 689)
μαστεύει· ζητεῖ S, ἐρευνᾷ, ψηλαφᾷ, [ἐπιζητεῖ n
*μαστήρ· ἐρευνητής (Eur. Bacch. 986) AS
*μαστῆρες· ζητοῦντες A, ἐρευνῶντες
μάστι· μάστιγι (Ψ 500)
*μάστιγας· δαρμούς A
μάστιε· μάστιζε (Ρ 622)
*μαστιγίας· ὁ μαστιζόμενος ASvg
μαστίεται· μαστίζεται (Υ 171)
μαστίζει· [μασᾶται. ἢ] τύπτει
μαστίζει· πληγαῖς τύπτει
μαστίζων· [μασόμενος.] πατάσσων
μάστιν· τὴν μάστιγα (ο 182)
*μάστιξ· φραγέλλιον (Sirac. 40,9) ASn
μαστοί· τὰ ὑψηλὰ τῆς Ἀττικῆς μέρη
μαστός· ποτήριον. ἢ λίθον. καὶ τὰ {εἰς} ὕψος ἀνέχοντα {ἐν}
χώραις καὶ ὄρεσι {μαστούς}
μαστούειν· ἐπιζητεῖν
μαστρεῖαι· αἱ τῶν ἀρχόντων εὔθυναι
μαστροί· παρὰ Ῥοδίοις ἐρευνητῆρες
μαστροπός· δύστροπος. [πανοῦργος An. ἀπατεών. *ὁ τὰς
γυναῖκας ἢ ἄνδρας προσκαλῶν καὶ μαυλίζων, ἢ προαγωγός A
μαστροφός· τὰ αὐτά s
μασύντης· παράσιτος
μασχαλέον· κάνεον. πίναξ
μασχάλην αἴρειν· κωθωνίζεσθαι, καὶ πίνειν "ὡς ἄνω τὴν μας-
χάλην αἴρωμεν ἐμπεπωκότες" (Cratin. fr. 298) ἐν τῷ μεθύειν
αἴρειν ἄνω τὴν μασχάλην. εἰώθεισαν γὰρ λέγειν {μασχάλην
αἴρεις} ἀντὶ τοῦ κωθωνίζειν, καὶ καταμωκᾶσθαι ταῖς χερσίν·
οἷόν ἐστι καὶ τὸ παρ' Ὁμήρῳ· "χεῖρας ἀνασχόμενοι" (σ 100)
μασχάλη· μέρος τι τῆς πρῴρας, ὅπου καὶ τὸ τέρθρον, ὃ κα-
λοῦσιν ἀρτέμωνα. ἢ τοῦ τῆς ἐλαίας φύλλου τὸ μέρος
μασχαλῆν· τὸ τοῖς λευκίνοις σχοινίοις τὰς ἀγκύρας σχάσαντας
περὶ τὸν ἀγκυρίτην λίθον περιθεῖναι
μασχάλινον· φοινίκινον πλέγμα
μασχάλιον· κάνεον φοινίκιον. Μασχάλη γὰρ ἡ τοῦ φοίνικος
ῥάβδος. ἢ σχοινίον
μασχαλίσματα· {οἱ} φονεύσαντες ἐξ ἐπιβουλῆς τινας ὑπὲρ
τοῦ τὴν μῆνιν ἐκκλῖναι ἀκρωτηρίασαν τὰ μόρια τούτων, οἷον
ὤτων, ῥινῶν, καὶ διείραντες ἐκρέμνων ἐκ τοῦ τραχήλου διὰ
τῶν μασχαλῶν. καὶ τὰ [τῶν] ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων
κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις
μασχαλιστήρ· {ὁ} διὰ τῶν μασχαλῶν δεσμὸς (S) τοῦ ὑπο-
ζυγίου. τὸ αὐτὸ καὶ {μασχαλίς}
μασχαλισθῆναι· ἀνηρτῆσθαι ἐκ τῶν μασχαλῶν
μασχαλίττει· ὑπὸ κόλπον καὶ ὑπὸ μάλην φέρει
*μασχαλόν· τὸν χιτῶνα (S)
ματᾶι· διατρίβει, χρονίζει
ματαιολοιχός· ὁ περὶ τὰ μικρὰ πανοῦργος, καὶ λίχνος (Ar.
Nub. 451)
μάταιος· ἠλίθιος. τάλας
ματαίαν· τάλαιναν, ἠλίθιον (Esai. 31,2)
μάταισι· ταῖς ματαιότησιν
ματαΐσσει· μωραίνει
ματᾶν· ματαιΐζειν
μάταν· ἡ λύγξ. ἔνιοι δὲ {ματακὸς ἢ ματακόν}
μάταρος· στέφανος μεμαρασμένος
ματεῖ· ζητεῖ
ματήρ· ἐπίσκοπος, ἐπιζητῶν, ἐρευνητής
†ματρίους· τοὺς ἀβελτέρους
ματηρεύειν· ματεύειν. ζητεῖν
μάτησεν· ἀπέτυχεν. *[μάταιόν τι ἔπραξεν n. ἠμέλησεν Sn.
ἀπέσχεν (Ψ 510)
ματήσετον· [ἑάλωσιν,] ἁλῶσιν. ἀποτύχωσιν (Ε 233) AS
ματία· †μαρτυρία
ματίῃ· ματαιότητι (κ 79)
μάτιον· τῷ τόνῳ, ὡς βέλτιον· τὸ μικρόν, καὶ ὀλίγον, καὶ
μάταιον. οἱ δὲ †δερμάτιον
ματίς· μέγας. τινὲς ἐπὶ τοῦ βασιλέως
ματῆναι· ματεῦσαι. ζητῆσαι
ματρόξενος· τοὺς νόθους παῖδας. {Ῥόδιοι}
*ματρυλεῖον· [τόπος [τῶν πορνευόντων, τουτέστι πορνεῖον,]
ὅπου οἱ μαστροποὶ [ἤτοι μαυλισταί,] διέτριβον ASgn
Ματθαῖος· δεδωρημένος. {Ματθίας} δὲ δόμα θεοῦ
ματτάβης· ἀπορῶν
ματταβεῖ· περιβλέπει. ἀδημονεῖ
μάτταβος· ὁ μωρός
ματταβόμενος· μέλλων, καὶ ἀποκνῶν
ματύαι· [γνάθοι]
ματτύης· ἡ μὲν φωνὴ Μακεδονική, ὄρνις. καὶ τὰ ἐκ τοῦ ζωμοῦ
αὐτοῦ λάχανα περιφερόμενα
μὰ τὼ θεώ· οὐ μόνον γυναῖκες, ἀλλὰ καὶ ἄνδρες ὤμνυον
ματῶν· ματαιοπραγῶν, ἢ μάτην ποιῶν
μαῦλιν· λαοτομεῖον
†μαυκυρόν· τὸ χλιαρόν
μαῦλις· μάχαιρα (Callim. fr. 75,9). καὶ ἡ μίσθιον ποιοῦσα
μαυλιστήριον· παρ' Ἱππώνακτι, Λύδιόν τι λεπτὸν νόμισμα
(fr. 126 Bgk.)
μαῦρον· τὸ ἀμαυρόν. ἀσθενές. ἢ μωρόν
Μαύσωλος· ὄνομα δυνάστου
μάχαιρα· ξίφος. καὶ παραζώνιον. καὶ οἷς ἀποκείρεται τὰ πρό-
βατα, καὶ ζῷα ἑρπετὰ πολύποδα, ἴουλος. καὶ ἐργαλεῖον τεκ-
τονικόν
μὰ φρήν· διάνοια (Eur. Hec. 85) s
μαχαιροδέτης· ἐν τοῖς ὁπλισμοῖς καταληπτήρ
μαχᾶν· {ἀντὶ} τοῦ θέλειν μάχεσθαι
μαχατάρ· ἀντίπαλος
μάχης ἐπὶ μήδεα κείρει· τὰ περὶ τῆς μάχης βουλεύματα
κολοβοῖ, καὶ ἀποκείρει, ἢ κολούει (Π 120)
μαχητής· στρατηγός (Ε 801)
μαχησαμένω· μαχεσάμενοι, δυϊκῶς (Α 304)
*μαχλάδα· πόρνην AS
*μαχλάδας· πόρνας (Greg. Naz. c. 1, 2,29, 264) g
μάχλης· ἀκρατής, πόρνος
μαχλίς· ἑταίρα, πόρνη
μάχλος· ἀκρατής, καταφερής, *πόρνος gSns
μαχλοσύνη· ἡ περὶ τὰ ἀφροδίσια [ὡσεὶ] καταφέρεια, *ἀκολα-
σία ASn, πορνεία (Ω 30) ASgn
μαχλῶντες· πορνεύοντες Avg {ἀκολάστως} vg
†μαχλοίων· κρομμύων
Μαχλύονας· τοὺς αὐτομόλους Αἰθίοπες οὕτω καλοῦσιν
*μάψ· μάτην ns, ματαίως (Β 120) ASvgn
μαψαῦραι· αἱ μάταιαι ἄελλαι, ἢ κοῦφαι πνοαί (Hes. Theog.
872)
μαψίδιον· μάταιον vg. δαψιλές. χαλεπόν. δεινόν. ἑκούσιον
*μαψιδίως· ματαίως (γ 72) AN. [μαψίφωνον]
μαψίφωνον· ματαιόφωνον
(*)μάψωτος· μάταιος
*μαψώτου· ματαίου ASg
μέγα· μεγάλως, πολύ (Β 111)
Μεγαβύζειοι λόγοι· μεγάλοι· ἀπὸ τοῦ Περσῶν βασιλέως.
οἱ δὲ βαρβάρους. καὶ οἱ τῆς Ἀρτέμιδος ἱερεῖς. καὶ οἱ στρατηγοὶ
τοῦ Περσῶν βασιλέως Μεγάβυζοι
μέγα δικαστήριον· ἐν ᾧ τὰς δημοσίας ἔκρινον δίκας
*μεγάθυμοι· μεγαλόψυχοι, γενναῖοι N. {θυμὸς} γὰρ ἡ ψυχή
(AS) [γενναῖοι] (Α 123)
μέγα κεν· μεγάλως ἄν (Α 256)
μεγακήτεα· μεγάλην παραγώγως, ἢ μεγάλως κοίλην. ἢ μέγα
θηρίον, ἢ μέγα κῆτος (γ 158)
μεγαίρειν· φθονεῖν, ζηλοῦν. στερίσκειν
*μεγαίρω· φθονῶ (Δ 54) r. ASns (g)
μέγα ἴαχον· μεγάλῃ φωνῇ ἀνέκραγον (Β 333)
μεγαλαυχεῖ· σεμνύνεται, καυχᾶται (Ep. Iac. 3,5 v. l.)
μεγαλήγορος· μεγάλως λέγων
μεγάλη θεός· Ἀριστοφάνης ἔφη τὴν Βενδῖν (fr. 368). Θραικία
γὰρ ἡ θεός
μεγάλανδροι· μεγάλοι ἄνδρες. ἢ μεγάλοι κατὰ τὴν ἀνδρείαν.
ἢ πολυανδροῦντες
μεγαλαλκής· μεγαλοσθενής r
μεγάλαυχος· μεγαλόφρων, μεγαλόψυχος
μεγάλην κληῖδα θυράων· ὅλον τὸ θύραμα. τινὲς δὲ μοχλόν
(Ω 455)
μεγάλη νόσος· ἡ ἐπιληψία
μεγάλης δείλης· οἷον ὀψίας
μεγαλήτορος· μεγαλοψύχου (Β 547)
μεγαλήτορι· μεγαλοψύχῳ. ὑπερηφάνῳ (Ε 674)
*μεγαλήτωρ· μεγαλόψυχος r. ASvgn
μεγάλ' ἴαχε· μεγάλως ἤχησεν (Α 482)
μεγαλίζεο· μεγαλύνου, καυχοῦ. ἢ ὑπερυψώθης (Κ 69)
μεγαλίζομαι· μεγαλύνομαι (ψ 174)
Μεγάλλειον· μύρον [μέγεθος, ὕψος (Sir. 17,8)]
*μεγαλομερῶς· μεγάλως (2. Macc. 4,22 ..) AS
μεγαλομήτηρ· ἡ τῆς μητρὸς μήτηρ
*μεγαλόνοια· ὑπερηφάνεια Avg. σύνεσις r. AS
*μεγαλοπρεπής· μεγαλοφανής ASvg
*μεγαλουργίας· μεγάλας ἐργασίας v (gAS)
μεγαλορρημοσύνη· μεγάλα, λαλόνων (i. Regn. 2,3)
μεγαλορρήμων· ὑπερήφανος (Ps. 11,3) r
*μεγαλόφρων· μεγαλόψυχος (4. Macc. 6,5) r. ASvgn
*μεγαλοφυίας· μεγαλονοίας ASn
*μεγαλοφυέστερος· μεγαλόφρων Agn
μεγαλοψυχία· μεγαλαυχία. ὑψηλοφροσύνη
*μεγαλώνυμον· μεγαλόδοξον (Ierem. 39,19) ASvg
μεγάμυκος· μεγαλομυκητής. ἢ ὄνος
μέγαρα· οἱ μὲν τὰς κατωγείους οἰκήσεις, καὶ βάραθρα. οἰκία.
καὶ θεῶν οἴκημα. τινὲς δὲ καταστέγους οἰκήσεις. ἢ πόλιν
Μεγαρέων δάκρυα· δοκεῖ πλεῖστα φύεσθαι ἐν τῇ Μεγαρίδι
σκόροδα, καθάπερ φασίν. καὶ παροιμία ἐπὶ τῶν προσποιητῶς
δακρυόντων
*μεγαρίζοντες· λιμώττοντες ASgN. [μεγάλα λέγοντες] (Clem.
Al. protr. 14, 17,1 P.?) AS
Μεγαρικαὶ σφίγγες· Καλλίας πόρνας τινὰς οὕτως εἴρηκεν
(fr. 23)
*μεγάροις· οἴκοις (Β 137) gn
*μεγάροισιν· ἐν οἴκοις (Α 396) An
μέγαρον· πολυτελὴς οἶκος. ἢ *ὑπερῷον ASvg
μέγαρσις· φθόνος
μέγαρτος· ἀγνώμων. καὶ φθονερός r. {ἀμέγαρτος} δὲ ὁ ἄφθονος
μεγασχιδεῖ· μέγα σχίσμα ἐχούσῃ
μέγ' ἄφρονες· μεγαλόφρονες. ἢ μεγάλως ἄφρονες
μεγάσυρνος· εἶδος σταφυλῆς ἐν Κνίδῳ
μέγ' ἀχήσεται· μέγα βοήσει (trag. ad. 237)
μέγεθος· μεγαλεῖον r
μέγ' ἔξοχος· μεγάλως ὑπερέχων (Β 480)
μεγῆραι· φθονῆσαι, ζηλῶσαι r
*μεγήρας· φθονήσας n, ζηλώσας. στερήσας (Ν 563)
*μέγηρεν· ἐφθόνησε ASvgn. καὶ τὰ ὅμοια (Ψ 865)
μεγήριτα· τίμια. μεγαλόχαρτα (Hes. Theog. 240 v. l.)
μέγ' ἴαχεν· μεγάλως ἴαχεν, ἤγουν ἤχησεν (Δ 125)
μεγιστᾶνες· οἱ ἐν ὑπεροχῇ ὄντες (1. Esdr. 8,55 ..) r
*μεγίστην· μεγάλην (Eur. Hipp. 16 ..) AS
μέγιστος· μέγας
μέδει· ἄρχει
*μεδέοντα· βασιλεύοντα ASvg (T)
*μέδοντες· βασιλεῖς ASgn Hom. (Β 79 ..)
μέδεσθαι· ἐπιμελεῖσθαι, *φροντίζειν rgN. βασιλεύειν (Σ 245)
μεδέσθω· φροντιζέσθω (Β 384). βασιλευέτω
μεδέων· [βασιλέων ἢ φροντιζόντων]
μεδέων· βασιλεύων, παρὰ τὸ {μέδειν}, ὅ ἐστι προνοεῖσθαι
(Γ 276). καὶ πόλις (Β 501)
μεδιμναῖον· μέτρον μοδίου
*μέδιμνον· μέτρον ASg. ὅμοιον. ἢ χοινίκων τεσσαράκοντα ὀκτώ
μεδίμῳ· ἥρωϊ
μέδονται· ἐπιμελοῦνται. ἄρχουσι, βασιλεύουσι
μέδοντε· ἄρχοντες δύο
Μεδοντίδαι· οἱ ἀπὸ Μέδοντος Ἀθήνησι
*μέδοντο· ἐφρόντιζον (Ω 2 ..) ASn
*μεδώμεθα· φροντίζωμεν, ἐντρεπώμεθα ASn, προνοῶμεν (Δ
418) n
μέδων· βασιλεύων g, βασιλεύς r. ps
μέζος· αἰδοῖον
*μεθείς· ἐάσας (Eur. Rhes. 482 ..) ASvg
*μέθαις· τοῖς σκεύεσι τοῖς θεατρικοῖς, κιθάρᾳ ἢ κυμβάλοις (Ep.
Rom. 13,13) AS
*μεθαρμοζόμενος· μετερχόμενος g
*μεθεῖναι· ἀφεῖναι r. ASn, ἐᾶσαι (Eur. Hec. 554) An
*μεθεκτός· ἐκ τοῦ μετέχειν A (S)
†μεθησταί· ἀμεληταί
*μετεκτόν· μέρος ἔχον r. g
*μεθέμεν· ἀφεῖναι (Α 283) ASn
*μέθεν· ἐμοῦ (Β 26) rS
*μεθέντες· ἐάσαντες g. μὴ θελήσαντες An. ἀμελήσαντες n
*μέθεξιν· κοινωνίαν (r.) ASvgn
*μέθεπε· ἐδίωκε (Θ 126) (r.) n
μεθέπει· παραγίνεται. ἐπακολουθεῖ. [ζητεῖ S. διώκει. ἔρχεται
μεθέπεις· παραγίνῃ. καὶ τὰ ὅμοια
μεθεστάναι· μεταβεβλῆσθαι (Thuc. 8, 76,3)
*μεθέστηκεν· ἀφέστηκεν, μετῆλθεν (Eur. Med. 898) ASn
μέθετέ {με}· ἐάσατέ με (Eur. Alc. 266 Hippol. 1373) ASN
μεθέψομεν· μετοίσομεν
μεθήκειν· τὸ μεταγαγεῖν. ἢ μετελθεῖν
*μεθημοσύνη· ἀμέλεια (Ν 108) r. nps(S)
μεθήμων· εὔστοχος, [συνετός s. προδότης. ἔμπειρος. [ἀμελής
[εἰ] (Β 241) r. n
μεθῇς· ἐάσῃς. ἀμελήσῃς
μεθήσει· ἀμελήσει. ἐάσει
μέθη· κραιπάλη. σκότωσις οἴνου. ἢ θυμός
μεθήσω· ἀφήσω (Λ 841)
*μεθίει· ἀμέλει. ἀφῆκεν AS
*μεθιεμένους· ἀμελοῦντας S. ἐῶντας ANΣa
μεθιέντα· προϊέμενον (Ζ 330)
*μεθίεται· μετέρχεται ASn
μεθ' ἵππων· ἐφ' ἵππων
*μεθίσταται· μεταίρει ASvg. μεταίρεται
μεθίω· ἀμελήσω (Γ 414)
μέθλην· τὸν ἄρνα
*μεθοδείας· τέχνας (Ep. Eph. 6,11) ASvg. [ἐφόδια]
μεθόδιον· ὃ ἡμεῖς ἐφόδιον
*μεθοδεύει· μετέρχεται ASvg. ἢ διέρχεται
μεθοδευσάτωσαν· διελθέτωσαν
μεθοδίτας· τεχνίτας
μεθ' ὁδόν· ἐν ἴσῳ τῷ καθ' ὁδόν
μεθομίλεον· ὁμίλουν. συνήμην, ἢ συνανεστράφην (Α 269)
μεθόπιον· μέρος τι τῆς καλουμένης ὑπὸ τῶν ἀρχιτεκτόνων
τριγλύφου
*μεθόπωρον· {ὁ} μετὰ τὴν ὀπώραν {καιρός} ASvg. τροπὴ
μετὰ θέρος AS
μεθορίζει· μετέχει
*μεθόριον· τὸ μεταξὺ τῶν ὁρίων r. ASg, τὸ διαχωρίζον τούς
τινων ὅρους
μεθορμηθῆναι· ἐφορμηθῆναι
*μεθορμίζεται· μετάγεται ASvg ἀπὸ ὅρμου εἰς ὅρμον AS
*[μεθορμιζόμενος· μετερχόμενος AS]
μεθορμίσασθαι· μεταγαγέσθαι
μέθυ· οἶνος (Ι 469) r. S. ὅθεν τὸ {μεθύσκεσθαι}
μεθύει· πεπλήρωται
μεθυδρίδες· εἶδος μικρῶν ὀρνίθων
μεθύουσαν ἀλοιφῇ· διάβροχον τῷ λίπει, οἷον πεπληρωμένην
ἐλαίου (Ρ 390)
μεθύσιον· εἶδος ἀμπέλου
μεθύσκομαι· πληροῦμαι
μεθυστάδες· "ὡς οἰνοπλῆγες { - } μεθυστάδες γάμων" (trag.
ad. 238) μεθύουσαι καὶ εἰς γάμους συνιοῦσαι, ὅθεν τὸ παρθέ-
νους λέγεσθαι ἀπέβαλον. ἢ αἱ βαρυνθεῖσαι ὑπὸ μέθης οὐκέτι
παρθένοι ἦσαν
μεθύων· ἀπὸ οἴνου μεθύων (Isai. 19,14 ..)
Μεθώνη· πόλις Θεσσαλίας (Β 716). καὶ γαστήρ
μεθῶμεν· ἀφῶμεν. ἀμελήσωμεν (Κ 449)
μειαγωγός· οὕτως ἔλεγον τὸ εἰσαγαγεῖν τὸ ἱερεῖον τὸ λεγό-
μενον {μεῖον} ὑπὸ τῶν ἐγγραφομένων εἰς τοὺς φράτορας
*μείδησεν· ἐμειδίασεν, [ἐγέλασεν (Α 595) ASn
*μειδιᾷ· γελᾷ ASvg
μειδίαμα· γέλως r. Avgp
μειδιόων· γελῶν (Η 212)
μεῖδος· μείδημα, γέλως
†μείζοντες· μύοντες. λαλοῦντες†
μείλανι· μέλανι (Ω 79)
μειλεῖν· ἀρέσκειν
μείλινον· μελέϊνον, ἐκ ξύλου τῆς μελίας, δόρυ (Ε 655)
μείλια· μειλίγματα. [χαρίσματα (Ι 147) AS
μειλίγματα· ἀπάργματα. δῶρα (κ 217). καὶ [ἡ προῖξ r
μείλιον· μείλιγμα. λέγει δὲ τὴν προῖκα, τὰ χαρίσματα
*μειλικτήριος· εὐμενιστικός AS
μειλίσσεο· φιλοφρονοῦ. προσάγου (γ 96)
μελισσέμεναι· προσηνῆ, κεχαρισμένα πράττειν
μείλιχα· ἥδιστα T, [γλυκέα. προσηνῆ S. ἐπιεικῆ (Hes. Theog.
84)
μειλιχία· γλυκεῖα, ἡδεῖα
*μειλίχιον· πρᾷον. καὶ τὰ ὅμοια (Κ 288) Σa
μειλιχίῃ· ἱκετείᾳ (Ο 741)
*μειλίχιος· πρᾷος r(vN). συνετός. ἡδύς. [προσηνής r(vN)
μειλιχομειδής· πραΰγελως. ἡδύγελως. ἡδεῖα. πραΰνοος
*μειξοβάρβαρος· οὔτε βάρβαρος, οὔτε Ἕλλην, ἀλλ' ἀμφοτέ-
ρων μετέχων (Eur. Phoen. 138) AS
*μεῖον· μικρόν, ἔλασσον, ἔλαττον Avgn
*μειονεκτεῖ· τὸ ἧττον φέρει Avgn
*μειονεκτεῖται· ἐλαττοῦται A
*μειονεκτούμενοι· ἐλαττούμενοι (r). g(Av)
μειόφρων· ἐλαφρός, καὶ ἐλάττων φρενῶν, παράμωρος
μείρακα· τὴν νέαν γυναῖκα S
*μείρακες· νέοι, νεώτεροι, γενναῖοι (4. Macc. 14,6 ..) Avg
μείρεο· μερίζου. λάμβανε, λάγχανε (Ι 616)
μείρεται· στέρεται. κληροῦται, [μερίζεται S
*μεῖραξ· παῖς AS
*μείς· μήν (Τ 117) ASN
μεῖστον· ἐλάχιστον
*μείωσιν· ἐλάττωσιν gN
μείων· ἐλάσσων S, μικρότερος (Β 528)
μελαγκόρυφοι· οἱ ἀποκεκρυμμένοι. ἄμεινον δὲ νοεῖν οἱ ἄν-
θρωποι
μελαγκορύφους· μοιχούς. τοὺς γεννητικοὺς ἀνθρώπους
μελάγκρανις· ὀξύσχοινος. ἢ τὰ ἄκρα μελανίζουσα
μελαγχαίταν· {Ἴων} μεγάλῳ δράματι. ἀπὸ τῶν ἀνθρώπων·
οἷον ἀκμάζουσαν (fr. 16)
μελάγχλαινος· †ἡ διαυγής†
μέλαθρα· οἰκίαι. ὑπέρθυρα. δοκὸς δὲ καὶ ἡ διάτονος
*μέλαθρον· οἴκημα Avgn. καὶ | {...}· τὸ τῶν γυναικῶν μόριον
μελαθρόφιν· ἐκ τῶν δοκῶν τῆς στέγης. τῶν μελάθρων, τῶν
δοκῶν τῆς στέγης (θ 279)
*μελάθρων λῶβαι· τῶν οἴκων αἱ βλάβαι (Eur. Hec. 649)
ASn
μέλαιναν· βαθεῖαν (Α 141)
*μελαίνῃ· βαθείᾳ (Α 300) (A)
μελαινῶν· μελανῶν. καὶ {ὀδυνάων}, ὀδυνῶν μελανοποιῶν
ἐπεὶ κατηφεῖς ποιοῦσι τοὺς πάσχοντας (Δ 117)
μέλαιναι νῆες· αἱ βαθεῖαι, καὶ πισσόχριστοι (Β 524 ..)
μελαίνετο· βαθεῖα ἐγένετο
μέλαιναι φρένες· αἱ βαθεῖαι, καὶ ἀγαθαί, καὶ πυκναί (Ρ 83),
ἢ αἱ δειναί, καὶ ἰσχυραί, [καὶ δειλαί]
μέλαιος· [ἄθλιος. μάταιος]
μελαίοις· [ἀθλίοις. ματαίοις]
μέλλακες· νεώτεροι
μελάμβιος· σκοτεινὸς τὸν βίον, ἢ μελανός
μελαμβίου· σκοτεινοῦ, ἢ μελανοῦ τὸν βίον
μελάμπεπλος· πενθήρης (Eur. Or. 457) AS. [ἢ κλῆμα μέγα]
†μελαμπέραμον· σκοτεινήν (S)
μελάμπυγος· ἀνδρεῖος. τοὺς γὰρ δασεῖς τὰς πυγὰς ἀνδρείους
ἐνόμιζον (Ar. Lys. 802)
Μελάμφυλλος· ἡ Σάμος
μέλανα βρότον· (ω 189) [ἄνομον. ἔρημον. ἀπάνθρωπον]
μελαναθήρ· τῶν πυρῶν τις οὕτως καλεῖται
μελαναί· [βαθεῖαι]
*μελαναυγεῖ· τῇ ῥύσει τοῦ αἵματος (Eur. Hec. 153) AS
μελανδανέως· [ἀμπέλου εἶδος]
μελάνδειρος· ὀρνιθάριον ποιόν
μελάνδετον· πυκνὸν καὶ μακρόν, τὸ μέλαιναν ἔχον λαβήν,
τουτέστι κερατίνην, ἢ τὸ πυκνῶς δεδεμένον (Eur. Or. 821)
μελάνδετα· μελαίνας ἔχοντα λαβάς, τουτέστι κερατίνας (Ο 713)
μέλαν δρυός· ἡ ἐν τοῖς δένδροις δασύτης. καὶ ἡ τῶν ξύλων
ἐντεριώνη (ξ 12)
*μελάνθει· ἡράθρια τὰ μελάνθρια†
μελανθές· μέλαν (Aesch. Suppl. 154) r. S
μελάνοφρυς· λασίοφρυς. βαθεῖα
*μελάντατον· μελανόν, κατὰ ἐπίτασιν AS
μελάνυδρος· *ἐν βάθει τὸ ὕδωρ ἔχουσα An. ἢ πολύϋδρος
(Ι 14)
Μελάντειοι ὅροι· τοὺς Μελαντείους σκοπέλους (Callim. fr.
19 Pf.?)
μελαμψίθιος· οἶνός τις οὕτω καλεῖται
Μελάντειος χοιράς· ἢ {χοιράδες}, ἤγουν σκόπελοι. καὶ υἱὸς
Νάξου τοῦ Παρίου {Μελάντιος}
μέλας· μελανός. βαθύς. ἢ ποταμός
μέλδει· τήκει. ἕψει. φθίνει. ἐπιθυμεῖ
μέλδειν· μέλδεσθαι
μελδόμενος· μέλδων. *[τήκων (Φ 363) AS(vgn). ἐπιθυμῶν.
*[φθίνων AS. καὶ τὰ ὅμοια
μελέαγρος· ἡ κατοικίδιος ὄρνις r
μελεαγρίδες· ὄρνεις, αἳ ἐνέμοντο ἐν τῇ ἀκροπόλει
†μελαιαί· ἀστράγαλοι. ἢ νωθροί
μελεδαίνει· φροντίζει (r)
*μελεδήματα· φροντίδες, μέριμναι (Ψ 62) AS
*μελεδωνός καὶ {μελεδών}· φροντιστής r. (Ss), μεριμνητής An.
ἐπίτροπος (N), οἰκονόμος, [προεστώς (S), φύλαξ. καὶ [{μελε-
δῶναι} αἱ φροντίδες T. καὶ τὰ ὅμοια
*μελεδωνοί· φροντισταί. καὶ τὰ ὅμοια (Clem. Al. protr. 58,1)
Avg
μελεδών· ὁ βασιλεύς
μελεδωνεύς· ὁ φύλαξ. καὶ τὰ ὅμοια
μελέη· ματαία (ε 416)
μέλει· φροντίζει
μελείην· [τὴν ἐκ μελείας, ὅπερ ἐστὶ δένδρον
μελείῃσι· δόρασι (Β 543 ..)]
*μελεϊστί· τὸ κατὰ μέλος τι κόπτειν (Ω 409) AS
*μέλεος· μάταιος (Ψ 795) r. ASvg
μελερόν· [μαραντικόν. καυστικόν]
*μελετᾷ· ἀσκεῖ. ἐπιμελεῖται. γυμνάζεται. {Μελέτη} γὰρ ἄσκησις
AS. καὶ τὸ {μελεταίνεσθαι} γυμνάζεσθαι. ἐπιμελεῖσθαι. καὶ τὰ
ὅμοια
μελετητήριον· οἶκος, ἢ ὄργανον, ἐν ᾧ τις μελετᾷ. ἢ [σχολεῖον
(Anaxandr. fr. 15) r
μέλεον· μάταιον (Κ 480) S (Σ). ἀτυχές (Σ). ἀσύνθετον. κακόν
μελέων· κρεῶν
μέλη· τὰ γυῖα r. καὶ ᾠδή. καὶ σκεύη
μεληδών· τηκεδών. [φροντίς r. ᾠδή
μεληδόνες· τηκεδόνες. ἐπιθυμίαι. φροντίδες. ᾠδαί
μέλημα· οὗτινος ἄν τις φροντίζοι, ἀγάπημα (Theocr. 14,2)
μελήματα· φροντίδες μάταιαι
μελιρύτοισιν· ἐν πρώτοις ἡδέσι
μελίρυτον· ἡδὺ πρώτιστον
μελία· δένδρου εἶδος, ἀπὸ Μελίας Ὠκεανοῦ. ἢ *ὁδοί AS
μελίαι· βέλη, ὑσσοί. ἢ [δόρατα g, ἢ λόγχαι
μελίας καρπός· τὸ τῶν ἀνθρώπων γένος
μελίβδεσθαι· [μέλλειν]
†μέλιγγας ὄλοιτο παῖς θαλάσσας· παρὰ τὴν μελίαν τὸ
ξύλον. ἀκούει δὲ ἐκ τούτου τὴν ναῦν. τινὲς δὲ τὸν αὐλόν. ἢ
τὸν δι' αὐλοῦ μελισμόν
†μελίγηα· ἀκρόδρυα
μελίγηρυς· εὔφωνος, [ἡδύφωνος (μ 187) r
μελίγληνος· ἡδυόφθαλμος r
Μελιγουνίς· οὕτως ἡ Λιπάρα ἐκαλεῖτο νῆσος (Callim. h. Dian.
48). καὶ μία τῶν Ἀφροδίτης θυγατέρων
μεληδόν· ἐπίῤῥημα, εἰς μικρὰ μέρη καὶ μέλη κοπτόμενον
μελιείκελε· μέλιτι ὅμοιε
μελίζωρος· γλυκεῖα
μελίη· δόρυ (Τ 390 ..) {ἢ εἶδος δένδρου} S
μελιηδές· [μελιτῶδες [ἥδιστον AS]. διὸ καὶ ἐψιλοῦτο. παρήχθη
γὰρ παρὰ τὸ μέλι. ἔνιοι δὲ ὡς μέλι ἡδέος. διὸ καὶ ἐδάσυνον
(Δ 346)
μελιηδέος· μελιτώδους, προσηνοῦς, ἡδέος (Δ 346)
μελιηδής· ἡδύτατος, γλυκύτατος
*μελίης· δόρατος (Χ 225) An
*μελίη ὥς· ὥσπερ μελία. εἶδος δένδρου, ὅθεν τὰ μέλινα (Ν 178) A
†μελίκακι· σκεύασμά τι βρωτὸν διὰ τυροῦ ...
μελίκηρα· τὰ ὑπὸ τῶν πορφυρῶν συντελούμενα, ἐμφερῆ
κηρίοις ἐν τῇ θαλάσσῃ
μελικηρίς· εἶδος ἀμπέλου. καὶ πόα τις. καὶ πάθος ἔνικμον,
μελιτῶδες ὑγρὸν ἔχον (Hippocr. Prorrhet. 2)
μελίλωτος· πόα τις. καὶ [λωτοῦ εἶδος r
μελίνεως· εἶδος ἀμπέλου
μελίνη· ὀσπρίου εἶδος q, ὅμοιον κέγχρῳ. καὶ τοῦ πολύποδός
τι μέρος
*μελιοῦσι· κατακόψουσιν (Lev. 1,6) ASvg
*μελίσματα· ᾄσματα rAS
μέλισσα· ὀβολός, ὅς ἐστιν μέρος δραχμῆς
Μελισσαῖος· ὁ Ζεύς r
μέλισσαι· αἱ τῆς Δήμητρος μύστιδες
*μελισσάων· μελισσῶν (Β 87) ASn
μελίσσειον· τὸ σμῆνος r(p)
μελισσέμεν· πραΰνειν, παρειπεῖν, παρηγορεῖν. πρὸς ἡδονὴν
λέγειν
μελισσοκράς· ἡ γλυκεῖα †δέλτος, ἡ μέλιτι κεκραμένη
*[μελιστί· κατὰ μέλη N]
Μελιταῖα· ὀθόνιά τινα διάφορα, ἐκ Μελίτης τῆς νήσου
μελίτταινα· πόα τις, ἣν ἔνιοι {μελίκταιναν}, ἄλλοι {μελις-
σόφυλλον}
Μελιταῖον· κυνίδιον r. μικρόν
Μελιτεὺς κάπρος· {Εὐκράτης}, τὸν γὰρ δῆμον Μελιτεύς ἐστι.
καὶ σῦν αὐτὸν ἄντικρυς ἐκάλουν, ἴσως μὲν διὰ δασύτητα,
ἐπεὶ καὶ ἄρκτον αὐτόν φασι πολλαχοῦ. ἴσως δὲ καὶ ὅτι
μυλῶνας ἐκέκτητο, ἐν οἷς σῦς ἔτρεφεν (Ar. fr. 143)
Μελιτέων οἶκος· ἐν τῷ τῶν Μελιτέων δήμῳ οἶκός τις ἦν
παμμεγέθης, εἰς ὃν οἱ τραγῳδοὶ {φοιτῶντες} ἐμελέτων
μελιτήμερον· ἡδύ, γλυκύ
μελίττεια· τὰ βλιστά
*Μελιτίδης· μωρός τις ἦν {μὴ εἰδὼς μετρῆσαι πλείω ἢ πέντε}
AS
μελύγιον· πόμα τι Σκυθικὸν μέλιτος ἑψομένου σὺν ὕδατι καὶ
πόᾳ τινί
μελιτέτροπα· τὴν χλαμύδα οὕτω καλοῦσιν
μελιτόν· κηρίον. ἢ τὸ ἑφθὸν γλεῦκος
μελιττοπολεῖν· ἐπὶ τοῦ [κρούειν καὶ ψοφεῖν S ἐτάσσετο,
πρὸς τὸ προσιέναι μελίσσαις (Σ)
μελιτοῦττα· μᾶζα, μέλιτι δεδευμένη. τὸ δὲ αὐτὸ καὶ {μελι-
τόεσσα}
*μελιτοῦντας· πλακοῦντας (Ar. Av. 567 v. l.) A (g)n
μελίφρονα· προσηνῆ, καὶ ἡδέα· διὰ τὸ γλυκαίνειν τὰς φρένας
(Ζ 264). καὶ *μελίφρων· τὸ αὐτό (Β 34) Ag
μελίφυλλον· βοτάνη τις, ὃ καὶ {μελισσόφυλλον} καὶ {πρά-
σιον}
μέλκιον· κρήνη. νύμφαι. παίγνιον
μελλέβιος· ἡμιθανής. [καὶ μὴ συνιείς, ἢ ὁ ἐκδιδαγμένος]
μέλλει· φαίνεται, *[ἔοικε. δοκεῖ (Α 564) S. ἢ μένει (Eur. Troad.
1258)
μελλέποσις· ὁ μέλλων ἀνὴρ γίνεσθαι (Soph. fr. 965) (S)
μέλλετε· ἐοίκατε. βραδύνετε, ὑπερτίθεσθε (Eur. Bacch. 1351 ..)
*μελλήσας· ὑπερθέμενος, βραδύνας ASn
μέλλειν· βάλλειν. μέμφεσθαι
*μέλλησις· βραδυτής r. q (A) vgn
*μελλησμοῦ· ὑπερθέσεως, βραδυτῆτος (g) n
μελλήσω· *σπουδάσω ASvg. ἢ ὑπερθῶμαι
*μελληταί· ὑπερθετικοί ASvgn
μελλητιᾶν· τὸ μέλλειν
μελλείρην· μελλέφηβος
μελλόγαμβρος· μελλονυμφίος
μελλονικιᾶν· ἐπεὶ βραδὺς καὶ μελλητής. ὁ Νικίας ἐλέγετο (Ar.
Av. 639)
μελλόντων· μελετώντων
μελλόπαις· ὁ ἀπὸ δέκα ἐτῶν, προκόπτων παῖς τῇ ἡλικίᾳ
μελεδόνοι· [φροντίδες. ἐπίτροποι]
*μελοθεσία· ἡ τῶν μελῶν θέσις (AS)
μέλος· μέλημα S. ἢ μέρος τοῦ σώματος r. ἢ ἦχος ἡδύς, *[ᾆσμα,
ῥυθμός AS. ἀλαλαγμός
μέλπει· ᾄδει, παίζει, ὑμνεῖ
μέλπεται· τέρπεται, ᾄδει. καὶ τὰ ὅμοια
*μέλπεσθαι· τὰ αὐτά ASn
μέλπει· ἀλαλάζει, ἑορτάζει. καὶ τὰ ὅμοια
*μέλπηθρα· σπαράγματα ASg. παίγνια gpb. ἑλκύσματα. καὶ
{μέλπηθρα κυνῶν}· ὁμοίως (Ν 233)
μελπῳδοί· παίγνια μέλποντες, ὑμνοῦντες, ᾄδοντες
*μέλπων· ᾄδων, ὑμνῶν ASvgN
μέλει τάδε· ἐννοεῖ
*μέλω· ἐν ἐπιμελείᾳ εἰμί (ι 20) g
*μελῳδία· ἡδυφωνία (Eur. Rhes. 923) r. vg
μελῳδοῦσι· μετ' ᾠδῆς ὑμνοῦσιν
μελώμεθα· μελησάτω ἡμῖν
μέλων· ἀρέσκων (Eur. Troad. 842)
μεμάασι· προτεθύμηνται (Κ 208)
†μεμάθεται· φυλάσσεσθαι
μεμαγμένα· ἀληλιμμένα
μεμακυῖα· μεμυκυῖα. βληχομένη. φωνοῦσα, [βοῶσα (Δ 435?) r
μεμαλισμένους· μεμαλαγμένους. [ἢ παραφρονοῦντας, μαινο-
μένους]
μεμάμεν· προθυμεῖσθαι. ἐπιθυμεῖν. βούλεσθαι. σπεύδειν. πε-
ποιθέναι
μεμαρπώς· εἰληφώς S. ἡρπακώς
†μεμάσωμαι· ἐκπιάζωμαι
*[μεμάσσων· μεθ' ὁρμῆς ἐξερχόμενος. πρόθυμος] A
μεμαχημένη· ἀπηχθημένη
μεμαώς· ὁρμῶν. θέλων. σπεύδων. προθυμούμενος. πεποιθώς
(Δ 40)
μεμαῶτες· προθυμούμενοι. θέλοντες An. σπεύδοντες. [προθυ-
μοῦντες] πεποιθότες. ἐπιθυμοῦντες (Β 473)
μεμαῶτος· προθυμουμένου. καὶ τὰ ὅμοια (Θ 118)
μεμβλάσαι· συνδῆσαι
μέμβλεται· μέλει. φροντίζει. ἐπιμελεῖται. παραγίνεται (Τ 343)
μέμβλεσθαι· φροντίζειν. καὶ τὰ ὅμοια
*μέμβλετο· ἐφρόντιζεν (Φ 516) AS
Μεμβλίς· Μῆλος, ἡ νῆσος
*†μεμβληκότων· τυχόντων ASN
μέμβλωκα· †νιάζω, οἴχομαι, ἔξω τοῦ βίου εἰμί
μέμβλωκε· πάρεστι r. S, μεμόληκεν, [ἐλήλυθε S, παρεγένετο
(ρ 190)
*μεμελημένως· πεπονημένως ASvg
μεμέρα· [μερίμνης ἄξια. μέρμερα]
μεμεστωμένοι· πεπληρωμένοι (Act. ap. 2,13)
μέμηκε· βοᾷ, μέμυκε, κραυγάζει
μεμηκυῖαι· φθεγγόμεναι, βληχώμεναι
*μεμηκώς· κεκραγώς (Κ 362) ASn
μέμηλεν· ἐν ἐπιμελείᾳ ἐστίν, ἢ *φροντίδι (Β 25) An
μεμήλω· [φροντίζω]
μεμήλωνται· βεβαμμένοι εἰσίν. {Μήλωθρα} γὰρ τὰ βάμματα
*μεμηλώς· ἐπιμελῶς φροντίζων (Ε 708) ASn
μεμιασμένα· μεμολυσμένα. μεμιαμμένα
*μεμισθαρνηκότα· μισθῷ καμόντα AS(vg)
μεμίχθων· μεμιγμένοι ἦσαν
*μέμνησο· μνημόνευε (Eur. Or. 125 ..) r. ASvg
μέμνων· ὁ ὄνος
μεμνόνεια· τὰ ὄνεια κρέα
*μεμογημένος· μετὰ καμάτου AS. κεκοπιακώς
*μεμοιραμένη· κληρωσαμένη ASn
μεμολυσμένα· καὶ τεθρασμένα. ἢ πεφυρμένα (Esai. 65,4 v. l.)
μέμονε· θέλει. ὁρμᾷ. καρτερεῖ. προθυμεῖται, ἢ προεθυμήθη
(Μ 304)
*μεμονωμένος· ἐγκαταλελειμμένος ASn
μεμονώς· ὡρμηκώς. ἐπιθυμῶν, προθυμούμενος
μεμορημένον· ἠσκημένον. [πεπονημένον S
μεμορυχμένα· [μεμολυμένα] μυσαρά, μεμολυσμένα, ἐῤῥυπω-
μένα, [ἠσβολημένα S, μεμορωμένα ἅπαντα (ν 435 v. l.)
†μεμόσει· μολύνει
μεμυαλωμένα· ... (Ps. 65,15)
μεμυδότος· ῥέοντος
*μεμύημαι· πεπείραμαι r. ASvgn
μεμυθῆσθαι· εἰρῆσθαι
μέμυκε· σιγᾷ. συνέχει. τέθνηκεν. μυκᾶται. [τέθνηκεν.] ἀνέῳκται
(κ 227). ἐψόφηκεν
μεμυκήκασιν· ἐφώνησαν
*μεμυκότα· βοῶντα A, φωνοῦντα, [ἀνοικτὸν ἔχοντα στόμα
(AS). βοῶντα
μέμυκε· πεπύκνωται
*μεμυκότων· πεπυκνωμένων, συνεσφιγμένων AS
μεμύλληκε· διέστραπται, [συνέστραπται (S)
μεμυωμένων· πεπυκνωκότων
μέμφεται· αἰτιᾶται, ἐξουδενεῖ, καταγινώσκει
μεμφίδες· [αἱ τῶν πτηνῶν ψυχαί]
μεμφωλή· μέμψις r
μέμψις· κατάγνωσις (Sap. 13,6) r
*μεμψίμοιρος· μεμφόμενος r. ASvg τὸ ἀγαθόν r. g, ἢ φιλεγκλή-
μων ASvgn, ἢ φιλαίτιος An
*μεμωκημένον· καταπεφρονημένον AS(vg)
μενάσσει· [μολύνει]
*μένεα· [μολυσμός] {προθυμία, δύναμις} (Β 536 ..) n
μενεαίνει· βούλεται. θυμοῦ καὶ ὀργῆς πίμπλαται. προθυμεῖται
(Ο 507) [λιποψυχεῖ (n)
μενεαίνειν· τὰ αὐτά
*μενεαίνων· προθυμούμενος n. καὶ τὰ ὅμοια (Γ 379)
μενεδήϊος· ἀνδρεῖος, μένων ἐν τῇ μάχῃ (Μ 247) r
μενέκτυπος· ὁ μὴ ψοφοδεής
*Μενέλεως· Μενέλαος (Eur. Andr. 40 ..) r. A
*μένεος· θυμοῦ. [δυνάμεως n. ἢ ὀργῆς (Ν 60 ..) ASn
μενεπτόλεμος· κατὰ πόλεμον ὑπομονητικός A (n), κατὰ τὴν
μάχην (Β 740). ὁμοίως καὶ [μενεχάρμης (Ν 396) s
μενέτην· ἔμενον. δυϊκῶς (Θ 79)
*μενέων· δυνάμεων n. προθυμιῶν (Θ 361)
μενθήρη· φροντίς
μενθηριῶ· μεριμνήσω. διατάξω
μενθήραις· μερίμναις
μέννης· μενετικός
μενοεικέα πολλήν· προσηνῆ r. δαψιλῆ (π 429) n
μενοεικέα· †φατον, τὸν τῇ δυνάμει αὐτοῦ ἁρμόζοντα (ε 166)
μενοινᾶι· φροντίζει AS, μεριμνᾷ. [προθυμεῖται ASn, ὀρέγεται
(β 92 ..)
μενοίνας· φροντίσας. καὶ τὰ ὅμοια
μενοινᾶι· προθυμεῖ, φροντίζει, βούλεται
*μενοίνησε· προεθυμήθη ASn καὶ τὰ ὅμοια (β 36)
μενοινήσωσι· προθυμηθῶσιν (Κ 101)
μενοίνης· πρόθυμος r. φροντιστής
*μένος· ἰσχύς, [δύναμις ASg. ὀργή g. τόλμα. βία AS. θυμός g.
λῆμα. νοῦς, [ψιλὴ] ψυχή AS
μένος Ἄρηος· πόλεμος
*μενοῦν, τοιγαροῦν, μέντοιγε καὶ {μενοῦνγε}· σύνδεσμοι
ASgn
μέν ῥα· ὡς δή (Β 1 ..)
μεντιόπον· χλανίδα
Μενωνίδαι· τῶν †εὐφήμων, ἐκ Μενωνιδῶν. τινὲς δέ φασι τὸν
Μένωνα ἐξωστρακίσθαι
μέρα· ὄμματα
Μεραί· ποταμόν
μέργιζε· ἀθρόως ἔσθιε
μέρδει· κωλύει. βλάπτει
μερεία· φυλῆς μέρος ἐκ δέκα τριάδων συνεστός
μερθεῖσα· στερηθεῖσα. ἀμερθεῖσα
*μεριδαρχίας· μεριτείας (1. Esdr. 1,5 ..) ASgh {κατὰ δεκαρ-
χίαν} gh
μερίζειν· διανέμειν μερικῶς
μεριμνηταί· οἱ φιλόσοφοι (Eur. Med. 1226)
*μέρμερα· χαλεπά, δεινά, φροντίδος ἄξια (Θ 453) ASvg
*μερμέρω· φροντίζω r. ASnps
μερμήρα· ἡ εἰς ὕπνον καταφορικὴ φροντίς
μερμῆραι· φροντίδες. βουλαί. [μέριμναι (Greg. Naz. c. 2,1, 1,30) g
μερμήριζεν· ἐμερίμνα S, ἐβουλεύετο (Β 3)
μερμηρικοί· οἱ πειραταί
Μερμερίδης· Μερμέρου υἱός (α 259)
μέρμιθα· μέρμιθον, σπαρτίον, λεπτὸν σχοινίον, ἢ ἀργυροῦν
δεσμόν (κ 23)
μέρμνης· τρίορχος
μερόεν· μεριστικόν
μέροπες· *ἄνθρωποι· διὰ τὸ μεμερισμένην ἔχειν τὴν ὄπα,
ἤγουν τὴν φωνήν (Β 285) ASvg. ἢ ἀπὸ Μέροπος, τοῦ πατρὸς
Φαέθοντος, Κῴου. λέγονται δὲ καὶ Κῷοι Μέροπες· καὶ ὄρνεά
τινα, ὡς Ἀριστοτέλης (h. an. 9,615 b 25)
μερόπων· ἀνθρώπων
μέρος τι· ὀλίγον τι μέρος
†μερύτης· ἀναιδής
μερῶν· [ἐλάσσων]
μέρωον· πωλίον
*μεσάγκυλα· ἀκόντια (Eur. Andr. 1133) ASn
μεσαιπόλιος· οὐ σφόδρα πεπολιωμένος, ἀλλὰ μέσος, οὔπω
γέρων (Ν 361)
*μεσαίχμιον· μέσον αἰχμῆς. ἤγουν μέσον δόρατος, ἢ δύο στρα-
τευμάτων AS
μεσαίχμιος γῆ· ἡ διὰ πόλεμον ἀργή. καὶ {μεσαίχμιον} πᾶν
τὸ μέσον τινός, κυρίως τῆς αἰχμῆς
μέσακμον· κανὼν τοῦ ἱστοῦ, οἱ δὲ *[ἀντίον ASg. οἱ δὲ τὸ
μεσάκτων ἢ μεσάκρων (1. Regn. 17,7?) [ἢ μεσάτων τριχῶν.
ἢ τὸ μέσον τῆς αὐλῆς]
μεσημβρίη· μεταφορικῶς, ἐν τῇ ἀκμῇ καὶ μεσότητι τῆς ἡλικίας,
μεσώριον
μεσάτιον· μέσον. καὶ μέρος τοῦ ἅρματος
*μέσαυλον· ἔπαυλιν (Ω 29) ASn
μεσαύχενες· Ἀριστοφάνης (fr. 725) φησί· {μεσαύχενας νέ-
κυας}· ἀσκούς. διὰ τοῦ {μ} γραπτέον {μεσαύχενες}, ὅτι μέσον
τὸν αὐχένα αὐτοῦ πιέζει, {ὅπου} παρεβάλλοντο τὸ σχοινίον.
παρῳδεῖ δὲ τὰ ἐν τῷ Φιλοξένου Σύρῳ (fr. 12). ἔνιοι δὲ διὰ
τοῦ {δ} γράφουσι {δεσαύχενες}, [καὶ] οὐ καλῶς
*μεσέγγυον· μεσίτην (ASvgn)
μεσεγγύημα· τὸ τίθεσθαί τινι συμφωνίᾳ μισθὸν ἐπ' ἐγγύῃ
Μεσέρκειον· Διὸς ἐπίθετον
μεσηγύ· κατὰ μέσον (Θ 560)
μεσήεις· μέσος b τῇ ἡλικίᾳ
*μεσῆλιξ· ἀπὸ ἐτῶν τεσσαράκοντα ἕως πεντήκοντα ASn
*μεσημβρία· τὰ τοῦ νότου μέρη AS. καὶ τὸ τῆς ἡμέρας μέσον S
μεσηρεύειν· τὸ μηδετέροις συμμαχεῖν. Φίλιστος (fr. 556,70 J.)
μεσηῤῥοπῶν· [μέσην ὁδεύων]
μεσητίοισι· μέσοις
μέσκος· [κώδιον, δέρμα. Νίκανδρος (Ther. 549)]
μέσμα· μέστωμα
μεσογάστορα ναύταν· τὸν ἐν τῇ μέσῃ νηΐ. βέλτιον δὲ τὸν
διεζωσμένον μέσην τὴν γαστέρα, ζωνογάστορα
*μεσόγειος· γῆ ἄνευ λιμένος (2. Macc. 8,35) AS
μεσόδμα· γυνή {ὡς Λάκωνες} A
μεσόδμαι καὶ {μεσόδματα}· τὰ μεσόστυλα. τινὲς δὲ τὰ τῶν
δοκῶν διαστήματα (τ 37)
μεσόδμα· [γυμνή]
μεσόδμη· ξύλον, τὸ ἀπὸ τῆς τρόπεως ἕως τοῦ ἱστοῦ (β 424 ..)
μεσοκόποι αὐλοί· οἱ ὑποδεέστεροι τῶν τελείων, μέσοι
μεσοκουράδες· οὕτω καλοῦσι δένδρα τὰ ὑπὸ ἀνέμων κατα-
γέντα, καὶ {κουράν} ...
μεσολάνιον· μεσοδόμιον
*μεσομφαλία· ἡ μέσος τῶν Δελφῶν πόλις A
μεσομφάλους· φιάλαι. Ἴων Ὀμφάλῃ (fr. 20)
μέσον αἰόλοι· ἐπὶ τῶν σφηκῶν, οἱ μέσοι στρεφόμενοι (Μ 167)
μέσον ἕρκος· τὸ μέσον τῆς αὐλῆς
*μεσοπαγές· ἕως μέσου πεπηγὸς τὸ δόρυ (Φ 172 v. l.) AS
μεσοπαλές· κραδαινόμενον ἐκ μέσου (Φ 172 v. l.)
μεσοπέρδην· μεσοφέρδην, τὸν μέσον [τὸν] φερόμενον. τὸ γὰρ
παλαιὸν τὸ {π} ἀντὶ τοῦ {φ} ἐχρῶντο, προστιθέντες τὸ τῆς δασύ-
τητος σημεῖον (Com. ad. 1078 K.)
μεσοπερσικαί· ὑποδήματα γυναικεῖα
*μεσοπορῶν· μέσην ὁδεύων (Sir. 34,21) ASvgn
μεσόρομβος· δεσμός, παρὰ τοῖς ἰατροῖς
μεσοστροφώνιαι ἡμέραι· ἐν αἷς Λέσβιοι κοινὴν θυσίαν
ἐπιτελοῦσιν
μεσοφέρδειν· [μεσολαβεῖν]
μέσπλη· ἡ σελήνη, παρὰ Σκύθαις
μέσπιλα· φυτόν τι (r)
μέσσαβον· ἐξ ὠμοβοείων ἱμάντων, ᾗ τὸν ἱστοβοέα πρὸς μέσον
τὸν ζυγὸν προσδέουσιν, ὅ τινες {ἐχέβοιον} (Hes. op. 467)
μεσσαῖον· τὸ ὑπὸ τοὺς τραχήλους ὑποτιθέμενον
μέσαυλον· θυρωρόν. καὶ ἡ τῆς αὐλῆς θύρα (Λ 548). καὶ ἡ ἐν
ἀγρῷ οἴκησις
μεσαύχενες· οἱ ἀπὸ μέσου τοῦ αὐχένος δεσμευόμενοι
*μεσσηγύς· μεταξύ gN, μέσον (Ε 41) b
μέσση δὲ χίμαιρα· τὸ μέσον αἰγοπρόσωπον (Ζ 181)
Μεσσηΐς· κρήνη ἐν Θεσσαλίᾳ (Ζ 457)
Μέσσην· πόλις Λακωνικῆς (Β 582)
Μεσσηνή· ἡ Ἀρήνη
μεσσίδιος· μέσος. ἴσος
μεσσογενεῖς· οἱ ἐν μέσῃ ἡλικίᾳ γεγονότες
μεσοδόμα· γυνή. Λάκωνες
μεσοικέται· μέτοικοι [ἢ οἱ τὰς λαγόνας οἰκοῦντες]
μέσοπα· ἱμάντα, τὸν περὶ τὸν ζυγὸν καὶ τὸ ἄροτρον δεδε-
μένον
μεσοπαλές· [τὸ ἐκ τοῦ μέσου κραδαινόμενον δόρυ
μεσσόπλουτον προσόψημα· ... | ... · τὸ σκώληκα ποιῆσαν
μεσσόρης· ὁ μέσος ὠκεανοῦ καὶ οὐρανοῦ τόπος
μεσοτύλαρον· αἰδοῖον
μεσόψηρον· ἡμίξηρον
μέσσυϊ· ἐν μέσῳ. Αἰολεῖς
μέσωρον· μέσον
μέσωρ· μέσως
μεσσωτήρ· ὁ μεσιτεύων κατὰ τὸν ἀγῶνα
*μεστή· γέμουσα (Nah. 1,10) ASs
μεστόν· πλῆρες (Esth. 5,2) r
*μέστακα· τὴν μεμασημένην τροφήν AS
μέσφα· ἕως r. [μέχρι A καὶ ἀφ' οἵου χρόνου
μέσφ' ὅτε· μέχρις ὅτε (Callim. fr. 260,4 ..)
μέσωρα· ἐν τῇ δέκα ἐτῶν ἡλικίᾳ. καὶ παρήλικα. καὶ ἀγγεῖα,
καὶ παίγνια, οἷς ἔχαιρον, καὶ τὰ ὅπλα, οἷς ἐχρῶντο καὶ παῖδες
ὄντες, καὶ ἔφηβοι, καὶ τελειωθέντες
μετά· *ἔπειτα AS, μετὰ τοῦτο (Α 48)
μεταβαίνει· στρέφει. παρέρχεται. ἀναχωρεῖ
*μεταβαλών· μεταβάς. [στραφείς (Iob 10,8 ..) ASvg
*μεταβοθρεύοντες· μεταφυτεύοντες. μετασκάπτοντες AS
a) μετάβολοι· *πραγματευταί ASvg b) ...· καὶ οἱ Μετα-
πόντιοι παρὰ Ἰταλοῖς
†μετάβρασκος· μέτριος ἑρμηνεύς
†*μεταβῶν· μετασχών (Eur. Bacch. 302) ASvgn
μετάγει· μεταδιώκει. *[μετακινεῖται ASs
*μεταγενής· μεταγενέστερος r. S (Ab)
μεταγνώσθη· μετανεπείσθη
μεταδαίσομαι· μεταλάβω. *εὐωχηθήσομαι (Ψ 207) (AS) n
*μετὰ δέ {σφισιν}· ἐν αὐτοῖς δέ ASn (Β 93 ..)
†μετὰ δ' ἐτράπετο· ἐπεστράφη δέ (Α 199) n
μεταδεύκειαν· μετάνοιαν
μεταδήα· μεταμελέτη
μεταδήμιος· ἔνδημος (θ 293). τιμητικός. ἢ μεταδότης
μεταδόρπιος· δείπνου ὥρᾳ, ἤγουν {ἐν τῷ} δείπνῳ (δ 194)
μεταδρομάδην· μετατροχάζων (Ε 80)
μετάθεσις· μετάβασις
μεταΐξας· μεταδιώξας (Φ 564)
μεταίσιον· μεταχρόνιον
μεταΐσεσθαι· μετελθεῖν. μεταγνῶναι
*μεταίτου· ἐπαίτου AS
μεταίφνιος· ἐξαπίνης
†μεταιχμί· μοχθεῖ†
μεταιχμίῳ· τόπῳ μέσον πολεμούντων (Eur. Phoen. 1361)
μετακάρπιον· τῆς χειρὸς μέρος, τὸ μετὰ τὸν καρπόν
μετάκερας· τὸ εὔκρατον ὕδωρ, ἢ χλιαρόν
μετὰ κλέος ἵκετ' Ἀχαιῶν· ἀκούσας τὴν κληδόνα καὶ τὴν
φήμην τῆς τῶν Ἀχαιῶν στρατιᾶς †παρουσίας, ἦλθεν, ἀφίκετο
(Λ 227)
μετάκλησις· κλῆσις δι' ἑτέρου τινός
μετακλινθέντες· μετατραπέντες AS. ἢ μεταβαλλόμενοι (Λ 509
v. l.)
μετακοίνωνον· κοινωνόν
†μετακόκκω· ἡμέραι μεθέορτοι {δι' ὧν} ἑορτὴ οὐκ ἔστι
μετακόνδυλοι· [τῶν κονδύλων], τὸ μεταξὺ τῶν κονδύλων
μετακύμιον· τὸ μεταξὺ τῶν κυμάτων (Eur. Alc. 91?)
μετακοκκύγιον· φοινικοῦν
μεταλαβεῖν· μεταλαχεῖν, μετασχεῖν
*μεταλαγχάνειν· μετέχειν (ASvg) n. μεταλαμβάνειν (Plat. Gorg.
447a)
μετὰ Λέσβιον ᾠδόν· {εἰώθεσαν οἱ Λακεδαιμόνιοι} τοὺς ἀπο-
γόνους τοῦ Τερπάνδρου ἀγαθοὺς ἡγούμενοι εἶναι κιθαρῳδούς,
πρώτους εἰς τὸν ἀγῶνα προσκαλεῖσθαι, {εἶτ'} εἴ τις εἴη Λέσβιος
ᾠδός
μεταλλᾶν· ἐρευνᾶν, ζητεῖν, ἐρωτᾶν
μεταλλᾷς· ἐπιζητεῖς (Γ 177)
μεταλλεῖς· τῶν μυρμήκων τινὲς οὕτω καλοῦνται
μεταλλῖτις· γῆ τις
*μετάλλα· ἐπιζήτει (Α 550) b
*μεταλλεύει· ζητεῖ. [ὀρύσσει, ἀνασκάπτει (Sap. 4,12) (ASvg)
Μετάλλειον μύρον· Ἀριστοφάνης· (fr. 536)
μεταπέμπου νῦν ταῦτα σπουδῇ καὶ μύρον, εὕρημα Μετάλλου.
Μέταλλος γάρ τις Σικελιώτης τὴν τοῦ Μεταλλείου μύρου κατα-
σκευὴν εὗρεν. μνημονεύει δὲ καὶ Φερεκράτης ἐν τῇ Πετάλῃ
(fr. 140)
*μεταλλήξαντι· μεταβληθέντι ASn. παυσαμένῳ (Ι 157)
*μετάλλησαν· ἐπεζήτησαν (Ε 516) n
a) *μέταλλος· λίθος AS b) {μεταλλῶσα}· προμνήστρια
*μεταλλῶ· ἐπιζητῶ (Α 553) r. AS
μετάλμενος· ἐφαλλόμενος (Ε 336)
*μεταμάζιον· τὸ μεταξὺ τῶν μαζῶν n, ἢ ὑπὲρ τῶν μαζῶν, ἢ
τὸ μετὰ μαζῶν (Ε 19)
*μεταμαθεῖν· μεταγνῶναι ASvg
*μεταμείβων· μεταλλάσσων AS
μεταμέλειαν· μετάνοιαν (r)
μεταμέμβλεται· μεταμελήσεται
μεταμήθεια· μετάνοια
μεταμορφοῖ· τὴν μορφὴν ἀλλοιοῖ
μεταμίξ· ἀναμίξ. †μετὰ μίαν
μετ' ἀμύμονας· πρὸς τοὺς ἀγαθούς (Α 423)
*μεταμφίσκεσθαι· μετενδύεσθαι τὴν ἐσθῆτα ASvg
μετὰ μωλίας· ἐκ πολέμου. μετὰ μάχην καὶ φροντίδα
*μεταμώνια· μάταια AS. ἀνεμοφόρητα. [ἀχρεῖα (Δ 363 v. l.) S
μετανάσται· *μέτοικοι ASvgn. φυγάδες vg(An). σύμμαχοι
*μεταναστεύου· μετέρχου n. μετοίκει ASvg. καὶ τὰ ὅμοια
(Ps. 10,2)
μετανεγνώσθη· μετανεπείσθη. τὸ ἀναπεῖσαι {ἀναγνῶναί} φασι
μετ' ἀνέρας· μετὰ τοὺς ἄνδρας (Η 209)
μετάνιπτρον ἢ μετανιπτρίς· ἡ μετὰ τὸ δεῖπνον, ἐπὰν
νίψωνται, διδομένη κύλιξ· οἱ δὲ τὴν ὑστάτην πόσιν
*μετὰ νῶτα βαλών· τὰ νῶτα {δοὺς τοῖς πολεμίοις} (Θ 94) n
μεταξύ· ἐξαίφνης. μετ' ὀλίγον. *[ἀνὰ μέσον (Α 156) r (ASvg)
μετὰ πᾶσιν· ἐν πᾶσιν (Α 516)
*μεταπείσασθαι· μεταπεισθῆναι AS
μεταπεπεῖσθαι· μεταβληθῆναι
*μεταπεσεῖν· ἀπὸ δόξης εἰς ἀτιμίαν πεσεῖν ASvg
*μεταπέμπεται· μετακαλεῖται, μεταστέλλεται (Thuc. 8, 5,1 ..)
AS
μετὰ πληθύν· ἐν τῷ πλήθει (Β 143)
μεταπλομένοισι· τοῖς ἐξ ἀνθρώπων γενομένοις θεοῖς
μεταπόντιος· διαπόντιος
μεταποιεῖται· μετασκευάζεται. *φροντίζει (ASvg). ἀντιποιεῖ-
ται (Σ)
μεταπορεύδην· ἐπελθών, μετελθών
*μεταπρέπειν· ὑπερβαίνειν, ὑπερλάμπειν ASn
*μετ' ἀπρήκτους· ἀπράκτους (Β 376) AS
*μετατροπαλίζεο· ἐπιστρέφου (Υ 190) ASn
μεταψαλάσσειν· μετατιθέναι
*μεταψαίρων· μεταφέρων (Eur. Phoen. 1390) A
μεταψέφειν· μεταμελεῖσθαι
μεταψέφω· μεταβουλεύομαι
μετάψυξις· μεταπνοή
μετὰ εἶμι· μετὰ σὲ ἐλεύσομαι
*μετίεται· [μεταπεποίηται, ἢ] μεταποιεῖται AS
*μέτειμι· μετελεύσομαι (Ζ 341) ASn
μετεῖναι· προσήκειν. διαφέρειν (Eur. Med. 886)
μετεισάμενος· μετελθών n. ἐφορμήσας (Ν 90)
μετείσασθαι· πρὸς αὐτοὺς ἐλθεῖν
*μετεκίαθε· μετῆλθε (Π 685) ASn
μετεκίαθον· μετήρχοντο b, περιήρχοντο, [μετῆλθον b, ἐπε-
δίωξαν (Σ 532)
*μετελεύσομαι· μετακαλέσομαι ASn. ἢ μετέλθω (Ζ 280)
*μέτελθε· ἄπελθε, μετάβα AS
†μετελύειν· μεταγινώσκειν, μετανοεῖν
*μετ' ἐμέ· πρὸς ἐμέ n, ὡς ἐμέ
*μετεμόσχευσε· μετεφύτευσε ASn
*μετ' ἐμφάσεως· φανερὸν ποιῶν ASn
μετένδημος· μετάδημος
μετεξέτεροι· ὃ ἡμεῖς φαμεν ἔνιοι (Hdt. 2, 36,2 ..)
μετεωρίζει· ὑψοῖ
*μετέπειτα· μετὰ ταῦτα (Ξ 310 ..) ASvg
*μετεποίησε· μετεσκεύασεν AS
μετέπρεπεν· ἐκπρεπὴς b ἦν (Β 579)
μετερρυθμωμένα· μετεσχηματισμένα
μετέρχεται· ἀποδίδωσι
μετέρχομαι· ἱκανῶς ἱκετεύω. ἱλάσκομαι. ἐπεισέρχομαι
μετεσσεύοντο· μετεδίωκον, [ἐφώρμων ASn, ἐπ{επ}ορεύοντο
(Ζ 296)
*μετεστειλάμην· μετεπεμψάμην AS(vgn)
*μετέσχον· μετέλαβον (Eur. Or. 32) AS(vg)
*[μετέπρεπεν· εὐπρεπὴς ἐφαίνετο ASn]
μετετροπάζετο· μετεστρέφετο
μετέφη· προεῖπεν, ἐδημηγόρησεν (Α 58)
μετεωρισθήσονται· ὑψωθήσονται (Mich. 4,1)
*[μετέχμιον· ὁ μεταξὺ τῶν μαχομένων τόπος] ASv
*μετέχων· μεταλαμβάνων (1. Cor. 10,30) ASn
*μετεωρολέσχαι· φλυαροῦντες τὰ περὶ οὐρανὸν ASvgb με-
τέωρα (Plat. rep. 6,489 c)
μετεωρολόγοι· μεγαλοῤῥήμονες (Plat. Crat. 396 c)
*μετεωροπόλων· τῶν τὰ οὐράνια σκοπούντων AS(vgn)
*μετέωρος· κοῦφος. ἐνεός AS
*μετῇ· ἐξῇ ASb
μετῄεισαν· ἱκέτευσαν (Thuc. 8, 73,5)
μετῆλθεν· ἐτιμωρήσατο. [μετεμελήθη] (4. Macc. 18,22)
μετῆκε· μετεμελήθη. ἱκέτευσεν
μετήλλαξαν· μετήμειψαν (Rom. 1,25 ..)
a) μεττάν· μέσην. b) {μετῆν}· ... μετουσίαν
μετήορα· μετέωρα (Θ 26)
*μετ' ἤχους· μετὰ κραυγῆς (Ps. 9,7) AS
μετίδοιτο· ὑπερίδοιτο, ἀτιμάσειεν, καταφρονήσειεν
*μέτειμι· μετελεύσομαι AS
*μετεισάμενος· μεταμορφωθείς (Ν 90) AS
μετιτῆλαι· αἱ ἐξ ἑκατέρου μέρους τοῦ ἅρματος ῥάβδοι
*μετ' ὄγμους· τὰς ἐπὶ στίχον φυτείας ASb
μετοικεσίαν· τὸ ἐκ τόπου εἰς τόπον οἰκῆσαι (4. Regn. 24,16)
μετοικέται· κατὰ μέσον οἰκοῦντες
μετοικίας· παροικίας. αἰχμαλωσίας (3. Regn. 8,47)
μετοίκιον· τέλος οὕτως ἐκαλεῖτο, ὃ ἐτίθεσαν [ἐν] τῇ πόλει,
δραχμὰς δώδεκα· τῷ δὲ τελώνῃ τριώβολον Σa
μέτοικοι· οἱ ἐνοικοῦντες ξένοι ἐν τῇ πόλει Σa. καὶ τελοῦντες
ἀνὰ δραχμὰς δώδεκα τοῦ ἐνιαυτοῦ εἰς τὸ δημόσιον. *[μετα-
νάσται (AS). δημόσιοι
*μετοίχεσθαι· ἀπελθεῖν, πορεύεσθαι, μετελθεῖν AS
*μετοκλάζει· γονατίζει (Ν 281) p (ASn)
μέτειμι· λιτανεύω, ἱκετεύω
μετοκωχή· μετοχή. ἐποχή. ἢ ὀχεία
μετόπιν· κατόπισθεν (Soph. Phil. 1189)
*μετόν· ἐξόν. προϋπάρχον ASn
μετόπισθεν· ὕστερον r, μετὰ ταῦτα Sb, ὕστερον. ἢ ὄπισθεν
(Α 82 ..)
μετόπωρον· μετὰ τὴν ὀπώραν r. p, τροπὴ μετὰ θέρος
†μέτοποι· ἄνδρες
μετόσσομαι· περιβλέπω, ἀφορῶ, ἀποβλέπω
*μετῴχετο· ἐπορεύετο (Ε 148) ASb
*μετοχετεύσας· μεταγαγών ASvgn
*μετοχή· κοινωνία AS. σχέσις (Ps. 121,3 v. l.)
μετάμετρα· ἁρμόζοντα
μετρεῖ· δανείζει. καὶ {μετρεῖσθαι}· δανείζεσθαι (Hes. op. 349)
*μετριάζει· μετριοφρονεῖ ASvg(n)
μέτριοι· *ἐπιεικεῖς (r. vg) An. μικροί, εὐτελεῖς. καὶ *[οἱ μεμετρη-
μένην οὐσίαν ἔχοντες ASn
*μετριοπαθής· μικρὰ πάσχων AS. ἢ συγγινώσκων ἐπιεικῶς r
μέτρον· πέρας. ἢ ἄλλο τι ὡρισμένον
μέταυλον· μέσαυλον
μέττον· μεῖζον
*[μέτρια· εὐθηνὰ ἄρχοντες γεγονότες]
μετώπιον· τὸ μέσον τῶν ὀφρύων (Λ 95) r. g
μετωπίς· ἰατρικὸς ἐπίδεσμος
μεύει· [κοιμᾶται]
*μέχρι· ἕως r. AS τινός
μὴ [{ἄν}]· ἀντὶ τοῦ οὔ
μὴ ἀπώσῃ· ... (Ps. 43,24)
*μὴ ἀποσκορακίσῃς με· μὴ ἀποδιώξῃς με ASvg. μὴ ἀποδοκι-
μάσῃς με (Ps. 26,9 v. l.) gn
*μήδ' ἅζεο θοῦρον Ἄρηα· μηδὲ ἐντρέπου τὸν πηδητικὸν
Ἄρη (Ε 830) A
*μηδαμινός· ἄτιμος ASvgn
μὴ 'δειν· μὴ ἐσθίειν
μηδαμῶς· μὴ δῆτα r
μηδαπὴ γῆ· [ἰδία]
μὴ δαπανῶμεν· μηδ' εἰς δαπάνην ἐμβάλλωμεν
μήδεα· βουλεύματα. "ἐμ πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά
τ' ἀνδρῶν" (Β 340). καὶ τὰ αἰδοῖα. "μήδεά τ' ἐξερύσας δώῃ
κυσὶν ὠμὰ δάσασθαι" (σ 87)
μηδὲ λόγον ἔχειν· μὴ φροντίζειν
μήδεο· βουλεύου (Β 360)
μηδὲ πόδας· μηδὲ τὴν ἄφιξιν καὶ τὴν παρουσίαν (Ι 523)
μήδεσθαι· τεχνήσασθαι. βουλεύσασθαι
μήδεται· βουλεύεται. τεχνάζεται (Φ 413)
μηδ' ἐπ' ἀρωγῇ· [μηδὲ βοηθήσῃ.] μηδ' ἐπαρήγοντες μηδὲ
βοηθοῦντες {μηδετέρῳ} (Ψ 574)
*μηδ' ἕτερος· μηδὲ εἷς AS (vg)
*μήδετο· ἐφρόντιζεν. ἐτεχνάζετο. ἐβουλεύετο (Β 38) ASn
μὴ δὴ οὖν· μηδαμῶς οὖν
μὴ δῆτα· μηδαμῶς r
μηδόμενος· ποιῶν. βουλευόμενος
μὴ δόξῃ σοι· μὴ νομίσῃς [οι]
*μηδοτιοῦν· μηδέ τί g ποτε (n)
μηδιᾷ· [γελᾷ. καὶ ὄνομα ἡροΐδος]
Μηδικοὶ ὄρνεις· Μῆδοι ἀλεκτρυόνες
Μηδικὴ πόα· ἡ τρίφυλλος. οἱ δὲ λωτὸν κτήνεσιν ἁρμόζοντα
Μηδινεύς· Μηδεύς, [παρὰ μηδοτιοῦν. μηδαπλῶς.] παρὰ δὲ
Λυδοῖς ὁ Ζεὺς [ζεῦσις]
μήδιος· μαλακός. καὶ βοτάνης εἶδος. καὶ λίθος τις Μηδιάτης
μὴ δώῃ σοι· μὴ δῷ (Sir. 11,33?)
*μὴ ἐπαίρου· μὴ ὑπερηφανοῦ (Prov. 3,5 ..) AS
*μὴ ἐφικνούμενοι· μὴ καταλαμβάνοντες (2. Cor. 10,14) ASvghp
Μήθυμνα· πόλις Λέσβου (r)
Μηθυμναῖος· ὁ Διόνυσος r
Μηθών· πόλις r
μῆκα· [κέρατα]
μηόνη· [βάψει]
μηκάδες· ἢ [αἱ μηκώμεναι αἶγες ASb, ἢ κραυγάστριαι. ἔνιοι
δὲ τὰς κερατώδεις· {μῆκα} γὰρ τὰ κέρατα. Ἀπίων δὲ τοκάδας
(Λ 383)
μηκᾶσθαι· κράζειν ὡς αἴξ
μηκᾶται· τοῖς ἐρίφοις ἴσως κράζει
μηκεδανόν· μακρόν (r)
*μὴ κεῦθε· μὴ κρύπτου (Α 363) ASvgn
μήκιστα· μέγιστα, ὑπερμεγέθη, ἔσχατα
μῆκος· μάκρος
μὴ κοίνου· μὴ ἀφάνιζε. μὴ μίαινε. [μὴ ἀκάθαρτον νόμιζε (Act.
ap. 10,15) ASvgn
μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή· τὸ τῆς ζωῆς. αὕτη γάρ
ἐστιν ἐπὶ τῶν θηλειῶν (υ 71)
μὴ κοτέῃσι· μὴ ὀργισθῇ (Greg. Naz. c. 1,2,2,486)
*μηκύνων· αὐξάνων, μακρύνων ASvg
μήκωνες· πόα τις λήθην ἐμποιοῦσα ASn. καὶ τὰ τῆς πίνης
περιττώματα καὶ τῶν ὁμοίων. καὶ μέρος .... καὶ ὕφασμα
βύσσινον. καὶ οἱ ἄγριοι. καὶ ἡμεροπίτυς
μῆλα· κοινῶς μὲν πάντα τὰ τετράποδα· ὅθεν καὶ πᾶσα βύρσα,
[ὅ ἐστι πᾶν δέρμα] {μηλωτή} λέγεται. κατ' ἐπικράτειαν δὲ
τὰ πρόβατα καὶ αἶγες. καὶ παντὸς δένδρου καρπός, ἐξαιρέτως
δὲ τῆς μηλέας. πάντα τὰ δένδρα
μηλάταν· τὸν ποιμένα. Βοιωτοί
μηλαφῆσαι· ψηλαφῆσαι
μὴ λεαγόρει· {μὴ} δημηγόρει
Μηλιάδες· νύμφαι
μήλιαι· ἀστράγαλοι
*μηλοβοτεῖ· ποιμαίνει (AS)
*μηλοβοτῆρες· ποιμένες S(An). οἱ τὰ μῆλα νέμοντες (Σ 529)
*μηλόβοτος· τόπος ἀνειμένος προβάτων ASgn εἰς βρῶσιν AS
μῆλον· πᾶς καρπός
μηλολόνθη· εἶδος κανθάρων, οὕς τινες χρυσοκανθάρους λέγουσι
(Ar. Nub. 763)
μηλονομεῖς· ποιμένες (r)
μηλονομιαῖον· ἐννόμιον
μήλοπα· μηλοειδῆ τῷ χρώματι. τοιοῦτος γάρ ἐστιν ὁ πυρός
(η 104)
μήλοπα καρπόν· τὸν πυρόν, ὅτι μηλοειδής. [καὶ {μήλη} τὸ
ἐργαλεῖον, ἐφ' οὗ τὴν κρόκην ἔτριβον]. οἱ δὲ τὸ ἔριον, ἐπειδὴ
καρπός ἐστι τῶν προβάτων (η 104)
μηλοσόη· ὁδός, δι' ἧς {τὰ} πρόβατα ἐλαύνεται. Ῥόδιοι
*μηλοσφαγίαι· θυσίαι προβάτων (ASvg) p
μηλόται· ποιμένες
μηλοφόροι· θεραπεία Περσικὴ τοῦ βασιλέως
*μηλόβαι· μηλοβάται [ποιμένες]
μήλῳ βαλεῖν· πτοῆσαί τινα, καὶ εἰς ἔρωτα ὑπαγαγέσθαι (Ar.
Nub. 997)
μήλωθρα· βάμματα. οἱ δὲ τὸ τῶν δερμάτων βάμμα. ἄλλοι τὸ
παρύφασμα τῆς πορφύρας. οἱ δὲ καλλωπίσματα
μήλων· προβάτων
*μήλων· τὰ ἀκρόδρυα A. ἢ βάπτων (Ι 542)
Μήλων Ἡρακλῆς· ὀνομασθῆναί φασι τὸν θεὸν οὕτως διὰ τὸ
μὴ ἱερεῖα θύειν αὐτῷ τοὺς Μελιτεῖς, ἀλλὰ τὸν καρπὸν τὰ μῆλα
μηλῶσαι· τὸ τὴν μήλην καθεῖναί που. καὶ ἐν τῷ ἐμεῖν καθιέν-
τας τι εἰς τὸ στόμα καταμηλοῦν. καὶ τὸ τὰ βαπτόμενα ἔρια
πιέζειν εἰς τὸ χαλκεῖον
μηλωτή· διφθέρα
*μή με· μηδαμῶς με S
μὴ μὲν δὴ καθαρῷ θανάτῳ· {ὁ} δι' ἀγχόνης θάνατος οὐκ
ἔστι καθαρός, ἀλλ' ὁ διὰ ξίφους. ὅθεν οὐδὲ ἐναγίζουσι τοῖς
ἀπαγξαμένοις (χ 462)
μημωτά· [ψεκτά]
*μή μ' ἐρέθιζε· μή με παρόξυνε (Α 32) b
μήνα· [τὸ μέσον τοῦ ξύλου, ὅπερ {καρδία} καὶ {ἐντεριώνη}]
*μηναγύρτης· ὁ ἀπὸ μηνὸς συνάγων (Clem. Al. protr. 24,1) r.
ASvgn. [πανήγυρις]
μήνατο· ἐμήνατο, ἐμάνη. ἤρατο
μῆνες· ἡμέραι ...
*a) μήνη· σελήνη (Ψ 455) ASvgn. [καὶ] b) {μῆνις}· ἔμμονος n
καὶ παρατεταμένη [ὀργή (Α 1) n
μηνιάσας· [ὀργισθείς]
*μήνιγμα· μῆνιν ASn
μήνιγγα· ἐγκέφαλον
μῆνιγξ· ὑμὴν τοῦ ἐγκεφάλου ASvg. καὶ τὸ ὑφιστάμενον τοῖς
οἰνηροῖς πίθοις ἐν τῷ οἴνῳ πρὸ τοῦ ἀνθεῖν. ἐπίπλους. καὶ
δημός
*μήνιε· ὀργίζου (Α 422) A
μηνίειν· ὀργίζεσθαι
*μηνιθμός· ὀργή (Π 62) r (ASb)
μήνιμα· μῆνις, ὀργή, χολή, κότος ἐπίμονος, μέμψις. Ἀπίων,
μάνης· οἱ γὰρ ὀργιζόμενοι μαίνονται (Χ 358)
*μηνίσας· ὀργισθείς (Ε 178) ASn
μηνίσκοι· τὰ ἐπὶ ταῖς κεφαλαῖς τῶν ἀνδριάντων τιθέμενα ἵνα
μὴ τὰ ὄρνεα ἐπικαθέζηται (Ar. Av. 1114). καὶ τὰ χαλκώματα
τὰ τῶν πηδαλίων. *ὑμένες. πέταλα (AS). περιτραχήλια,
μανιάκια AS. περιδέραια (Iud. 8,21) A [περιτραχήλια]
*μηνίω· ὀργίζομαι Agn
*μηνοειδές· σεληνοειδές r. ASn (vg)
*[μῆνος· κότος. ἔμμονος ὀργή] Avg
μηνύειν· κηρύσσειν [ζητεῖν]
μηνύεσθαι· μηνυτρίζεσθαι
μηνυθῆναι· βούλεσθαι
μηνύεται· μηνυτρίζεται, μήνυτρα δίδωσι
Μηνυτής· Ἡρακλῆς ἐν Ἀθήναις
*[μηνύριζε· θρηνώδης ὁ φθόγγος (Ε 889) ASn]
*[μή νύ τοι· μὴ δή σοι AS, οὐδαμῶς γάρ σοι (Α 28) P
*μὴ νῶϊν· μὴ ἡμῶν (σ 13) ASn
*Μῄονες· Λυδοί (Κ 431) r. ASn {καὶ οἱ Κύπριοι} r
*Μῃονίς· Λυδή An. {Μῃονία γὰρ ἡ Λυδία} (Δ 142) r
†μηονέκτης· ὁ ἔλαττον ...
μὴ ὅτι· μήτιγε
μὴ οὖσα δίκη· οὕτω λέγονταί τινες οὐκ οὖσαι δίκαι, μὴ οὖσαι
μὴ ὄφελες· εἴθε μὴ ὤφειλες (Ι 698)
μὴ παιδὶ ξίφος· παροιμία
μὴ πάνχυ· μὴ παντελῶς (Ε 24)
*μὴ παραζήλου· μὴ ὁμοιοπαθῇς (Ps. 36,1) ASvgp
*μὴ παραρυῇς· μὴ ἐκπέσῃς Avgp. ἐκ μεταφορᾶς τῶν ὑδάτων
(Prov. 3,21) A
μὴ 'π' ἀχηνίῃ τρέπειν· μὴ αἰτιῶ τὴν πενίαν, ὅτε δέηται ....
*μὴ 'πίσειέ μοι· μὴ ἐπίσειέ μοι (Eur. Or. 255) ASn
μήπως· μήποτε (Ε 250 ..)
*μήρια· τὰ ἐκ τῶν μηρῶν ἐξαιρούμενα ὀστᾶ (Α 40) n
μήριθμος· [δέλτος. ἢ {μήρινθος}]
μήρινθος· δεσμός, *[σχοινίον r. vnp σπάρτης p, βρόχος
(Ψ 869)
μῆριγξ· ἄκανθα, γινομένη ἐν τοῖς ἐρίοις τῶν προβάτων
μηρός· τόπος ἀμπέλου, καὶ ξύλον, καὶ τὸ τῆς καλάμης κῶλον.
καὶ ὄρος
μήρυκες· ἰχθύες
μηρυκίζει· μαρυκᾶται
*μήρυμα· σπείραμα. ἢ ἐκτεινόμενον ASn
*μηρίνθῳ· σπάρτῳ (Ψ 854) ASn (vg)
*μηρυομένη· ἐκτεινομένη (Prov. 31,13) ASvgN
*μηρύσαντο· συνέστειλαν (μ 170)
*[μήρισμα· κάταγμα vg, ἢ σπάσμα ἐρίου]
*μησαμένη· βουλευσαμένη gn
μήσατο· εἰργάσατο, ἐτεχνάσατο (Κ 52)
μή σε· μηδαμῶς σε
*μή σε γέρον· οὐδαμῶς σε πρεσβῦτα (Α 26) n
μῆστο· [βουλεύσατο]
*μήστωρ· βουλευτής g. ἔμπειρος Agb. πολεμιστής AN. ἐριστής.
ἐπινοητικός, φρόνιμος N. μήστωρ μέν ...
*μήστωρα φόβοιο· ἔμπειρον πολέμου (Ζ 97) ASn
*μήστωρες ἀϋτῆς· ἐργάται μάχης, κραυγῆς, βοῆς (Δ 328)
μήτεα· μητίματα
μήτειρα· φρονίμη. καὶ ἡ μήτηρ {ὡς παρὰ Καλλιμάχῳ}
*μὴ τέκταινε· μὴ ἐργάζου, μὴ κατασκεύαζε AS. [μὴ κατὰ]
(Prov. 3,29 v. l.)
*μητέρα θηρῶν· πολλὰ θηρία ἔχουσαν (Θ 47) n
*μητέρα μήλων· πολυθρέμμονα (Β 696) (n)
μή τευ μελαμπύγου τύχοις· μή τινος ἀνδρείου καὶ ἰσχυροῦ
τύχοις (Archil. fr. 110 Bgk.)
μητέρι· μητρί
μήτηρ· [ἡ] πρεσβυτάτη πᾶσα
*μήτιγε· πόσῳ γε μᾶλλον (1. Cor. 6,3) ASvgn
μήτι ἐγώ· ἆρά γε ἐγώ (Matth. 26,22)
μητίετα Ζεύς· τεχνίτης σοφός, βουλευόμενος ἄριστα (Α 175)
*μητιέτης· βουλευτής r. AS
*μητίεται· βουλεύσεται r. Ans
*μήτι· βουλῇ (Ψ 315 ..) rN
μητιέτης· βουλευτής
*μητιόωσα· φροντίζουσα, βουλευομένη (ζ 14) b
μῆτις· σύνεσις. βουλή. τέχνη. γνώμη. δόλος, ἀπάτη. καὶ ἡ
θεός
*μή τι φόβον δ' ἀγόρευε· μηδέν μοι περὶ φυγῆς διαλέγου
(Ε 252)
Μητίχου τέμενος· εἴη ἂν τὸ Μητιχεῖον δικαστήριον μέγα,
ἐν ᾧ προσεκληρώθησαν {χίλιοι} δικασταί
μήτρα· εἶδος σφηκός. καὶ τῶν ξύλων τὸ ἐντός, ὃ {καρδίαν}
τινές, ἢ {ἐντεριώνην} καλοῦσι. καὶ ὁ κλῆρος ὑπὸ Σολέων,
ὡς Κλείταρχος. καὶ ἡ τῆς γυναικός. [καὶ κεφαλῆς διάδημα
βαρβαρικόν]
*μητραλοίας· ὁ τύπτων τὴν μητέρα αὑτοῦ r. Agns
*μητροπάτωρ· ὁ τῆς μητρὸς πατήρ (Λ 224) Agns
μητροπόλους· τὰς πάλαι Μελίσσας
μητρὸς μέθυ· ἐκ τῆς ἀμπέλου (Eur. Alc. 757)
μητρὸς Ἐρινύες· αἱ διὰ τὴν μητέρα εὐξαμένην ἐπήκοοι γενό-
μεναι (λ 280)
μήτρωες· μητρὸς ἀδελφοί
*μὴ ὑπερίδῃς· μὴ καταφρονήσῃς (Deut. 22,1 ..) AS
μὴ φέρειν· ἀντὶ τοῦ μὴ λαμβάνειν. διὸ καὶ {μισθοφόρους}
λέγουσι τοὺς μισθοὺς λαμβάνοντας καὶ μισθοὺς φερομένους
*μὴ φωραθῇς· μὴ ἐλεγχθῇς ASvg
μηχαναί· τέχναι. ἐπίνοιαι. βουλεύματα. ἅμαξαι. συμπεράς-
ματα. καὶ ὄργανά τινα μηχανικά, ἐν οἷς προσδεσμούμενα τὰ
κτήνη ἀλήθουσιν
μηχανόωντα· βουλεύοντα (σ 143)
*μηχανορράφος· κατασκευαστής, ἐπινοητὴς κακῶν (Eur. Andr.
1116) ASvgn
*μηχανώματος· διαζώσματος (Levit. 8,7 S. Th.) AS
μῆχαρ· μηχάνημα. ὄφελος
*μῆχος· μηχάνημα (Β 342) r. Sgn
μιαίνει· μολύνει (Eur. Phoen. 1050)
μιαιφόνος· μεμιασμένος φόνῳ, μιαινόμενος τοῖς φόνοις, μεμο-
λυσμένος, *φονεύς (Ε 844) ASvgn
μιαιφόνον αἷμα· μιαιφονικόν
μιᾶι μαχαίραι· τὴν λεγομένην {κῆπον} κουρὰν μιᾶι μαχαίραι
ἐκείροντο (Ar. Ach. 849)
*[Μιάνδρος· ποταμός AS]
μία λόχμη οὐ τρέφει δύο ἐριθάκους
μιαρά· μεμιασμένα, ἀκάθαρτα
μιαραὶ ἡμέραι· τοῦ Ἀνθεστηριῶνος μηνός, ἐν αἷς τὰς ψυχὰς
τῶν κατοιχομένων ἀνιέναι ἐδόκουν
μιαρός· μεμολυσμένος αἵματος ἀκαθάρτου (Ω 420?)
μίασμα ἢ μιασμός· μῶμος r, ῥύπος, μολυσμός, [ἀκαθαρσία r,
μιαρότης (Sap. 14,26)
*μιάστωρ· μυσαρός ASvg. λυμεών (Eur. Or. 1584 ..) S(Agn)
μία χελιδών· παροιμιῶδες τοῦτο, ὅτι μία χελιδὼν ἔαρ οὐ
ποιεῖ. βούλεται δὲ εἰπεῖν, ὅτι μία ἡμέρα τὸν σοφὸν οὐκ ἐᾷ εἰς
τελείωσιν ἐμβάλλειν, {ἢ} εἰς ἀμαθίαν
μιαχρόν· καθαρόν
μίαχος· μίασμα. ἀσέβημα. τίθεται δὲ ἐπὶ τοῦ δυσώδους
*μιγάδες· τὸ ἐκ πολλῶν ἄθροισμα ξένων ASvgn
μιγαζομένους· μισγομένους
*μιγάς· μεμιγμένος r. AS
μίγδα· ἀναμίξ r, μεμιγμένως
*μίγδ' ἄλλοισι· ἀναμεμιγμέναι (Θ 437) (n)
μίγδην· ἀναμίξ, ὁμοῦ r, ἐν ταὐτῷ (Greg. Naz. c. 2,1,1,209)
μιγδηράζειν· ὑβρίζειν
μιγέωσιν· μιχθῶσι (Β 475) n
Μίδα θεός· οἱ ὑπὸ Μίδα βασιλευθέντες ἐσέβοντο καὶ ὤμνυον
τὴν Μίδα θεόν, ἥν τινες λέγουσιν μητέρα αὐτοῦ, {ἣν} ἐκτετι-
μῆσθαι ...
μίδας· κυβευτικοῦ βόλου ὄνομα. καὶ θηρίδιον τι διεσθίον τοὺς
κυάμους. καὶ ὁ πλούσιος· ἀπὸ Μίδα, τοῦ βασιλέως
μίειν· [ἐσθίειν]
*μιῆναι· μιᾶναι r. AS, ῥυπῶσαι (Greg. Naz. c. 1,2,2,193)
*μιήνῃ· βάψῃ (Δ 141) N. μολύνῃ, ῥυπώσῃ
μιῆς χθονός· τῆς αὐτῆς γῆς (Greg. Naz. c. 2,1,1,81)
μίθρας· {στέφανος ἢ} ὁ ἥλιος, παρὰ Πέρσαις n
Μίθρης· ὁ πρῶτος ἐν Πέρσαις θεός
μίθρος ἢ μίθρους· συνζευγνυμένους
μίκαι· λάχανα ὄμβρια
μικᾶς· μικρολόγος
†μίκλας· αἶγας
μίκρ' ἄττα· μικρά τινα
*μικρολόγος· ἀκριβής ASn. φειδωλός ASvgn, [φειδωλῶ] σκιφός
(Sir. 14,3) Σ
*μικρόρωξ· μικρόβοτρυς AS
μικρόψυχος· δειλός
*μικροῦ· παρὰ μικρόν ASvg
μικύθινον· τὸ μικρόν. καὶ νήπιον
μῖλαξ· ἡλικία. ἔνιοι δὲ μέλλαξ. καὶ παρ' Ἑρμίππῳ ἐν Θεοῖς
(fr. 33), ἀγνοήσας Ἀρτεμίδωρος· ἐκεῖ {γὰρ μῖλάξ} ἐστιν. δηλοῖ
δὲ τὸν δημοτικόν
Μίλητος· δύο πόλεις Μίλητοι· ἡ μὲν Κρήτης (Β 647), ἡ δὲ
Ἀσίας (Β 868). αὗται ...
*[μίλια· τὰ ἀπόθετα χρήματα AS]
μιλίγμασι· κολακείαις. ἐδέσμασιν
†μίλιον· δένδρον ὅμοιον ἐλάτῃ, ᾧ τοὺς νέους στεφανοῦσιν ἐν
ταῖς πομπαῖς. ἢ *μέτρον ὁδοῦ, σταδίων ζ# AS. οἱ δὲ ζ# ἥμισυ
ποδῶν #δω# v
μιλίσσεο· [κεχαρισμένα καὶ ἡδέα λέγειν]
*μιλισσόμενος· [παρακαλῶν ASvg]
μίλιχα· [προσηνῆ, [ἥδιστα S]
μιλιχῆ· [πραότητι, προσηνίᾳ]
μιλιχίῃ· [ἱκετείᾳ]
μιλιχίοις· [γλυκίοις. πραϋτικοῖς]
μιλίχιος· [πρᾷος, ἢ πραΰς]
μιλός· βραδύς, χαῦνος
μιλτοπάρῃοι· μιλτόπρῳροι· τὰ ἑκατέρωθεν τῆς πρύμνης καὶ
πρῴρας μεμιλτωμένα ἔχουσαι (Β 637). οἱ δὲ αὐτοὶ καὶ {φοινι-
κοπάρειοι} ἐλέγοντο
*μίλτος· εἶδος ἐρυθρὸν AS Σινωπίδος Sn
μιλτῶ· †πλύνω
μιλτωρυχία· τόπος, οὗ μίλτος ὀρύσσεται (Amips. fr. 15)
μιλτῶσαι· βάψαι r
Μιλίτης· [Ἀφροδίτης]
μιμαίκυλον· ὁ καρπὸς τοῦ κομάρου. ἔστι δὲ ὡς μέσπιλον μικρόν,
πυῤῥόν
Μιμαλλόνες· Βάκχαι (Callim. fr. 503). βοηδρόμοι
μιμάξασα· χρεμετίσασα. φωνήσασα
†μίμαρ· ἀναιδές†
μιμάρκης· [λαγωοῦ χορδή]
μίμαρκυς· κοιλία καὶ ἔντερα τοῦ ἱερείου μεθ' αἵματος σκευαζό-
μενα. μάλιστα δὲ καὶ ἐπὶ λαγωῶν αὐτῇ ἐχρῶντο· ὁτὲ δὲ καὶ
ἐπὶ ὑός. ὁ δὲ Φερεκράτης (fr. 221) παίζων καὶ ἐπὶ ὄνου φησί
Μίμας· ὄρος †Αἰτωλίας
μίμαστα· ἄγρια λάχανα
μιμαυλεῖν· μιμεῖσθαι. ὑποκρίνεσθαι
Μίμαλις· ἡ νῦν Μῆλος (Callim. fr. 582)
*μιμερά· ἡ μιμητικὴ τέχνη. καὶ ἡ μίμησις AS
μιμηλάζειν· μιμεῖσθαι
*μιμηλόν· ὅμοιον, ἐξ ὁμοίου. παρὰ τὸ μιμήσασθαι ASvg
μιμιχμός· τοῦ ἵππου φωνή
μιμνάζειν· μένειν (Β 392) r. ASn. καὶ μίμνειν (Θ 78) r
μιμνάζετε· μίμνετε. μένετε
†μίμνησιν· ἀνάμνησιν ποιῆσ..
μιμνήσκεται· μνημονεύεται (ο 54)
*μιμνήσκῃ· μνημονεύεις AS
*μίμνον· ἔμενον (Ε 94) ASn
μιμορτοβία· [ναῦς, ᾗ ἄνθρωποι βεβήκασιν]
μίν· αὐτόν ASvg, αὐτήν, αὐτό vg. τρία γένη δηλοῖ
μίνα· [μύρια. καὶ τὰ μικρὰ σῦκα]
μίναι· [προφάσεις]
μίναρ· [χόρδη]
μινδαλόεσσα· ἀριθμῶν σύνταξις. καὶ τὰ περὶ {τὰ} οὐράνια ...
Βαβυλώνιοι
μίνδαξ· θυμίαμα ποιόν (Amphid. fr. 27,3)
μίνθα· τὸ ἡδύοσμον. καὶ ἀνθρωπεία κόπρος
μῆνις· ἔχθρα
μινίσκη· [ὑμένα. πέταλα]
Μινύαι· οἱ Ὀρχομένιοι, καὶ Μάγνητες
μινυανθές· πόα, ἀσφάλτιον. καὶ τρίφυλλον
μινύζωον· ὀλιγόβιον r
Μινυήϊος· ποταμὸς Πύλου (Λ 722)
μινύθειν· ἐλαττοῦσθαι r
*μινύθει· ἐλαττοῦται ASgn, μειοῦται (Υ 242)
μινύθουσι· φθείρουσι, ἐλαττοῦσι, μειοῦσιν, ἀφανίζουσιν
μίνυνθα· ἐπ' ὀλίγον χρόνον, ὀλιγοχρόνιον· "μίνυνθα δ' ἐχάζετο
δουρός" (Λ 539), ἐπ' ὀλίγον δὲ ἀπείχετο μάχης
*μινυνθάδιον· ὀλιγοχρόνιον (Α 352) (r. ASn)
μινυνθαδία· ἡ σελήνη. ἀπὸ τοῦ μινύθειν
μινυνθοῦσι δέ· φθείρουσι δέ b. ἀφανίζονται δέ (Ρ 738)
μινυνθοῦσι· [φθείρουσιν]
μινύον· τὸ βλίτον λάχανον, ἢ κιννάβαρι
μίνυρες· κλίνης ἱμάντες
*μινύρεται· κλαίει, θρηνεῖ ASvg, ὀδύρεται ἢ [*εὐφώνως λέγει
(Soph. O. C. 671) ASvg
μινυρίζει· ὀλίγῃ φωνῇ καὶ οἰκτρᾷ χρῆται
μινυρομένη· θρηνοῦσα. καὶ τὰ ὅμοια
μινυρόν· μικρόν, ὀλίγον. τῇ φωνῇ μινυρίζον
μινύρονται· προφωνοῦσι, προλέγουσι (Aesch. Sept. 122)
μινύον· ἀρωματικόν τι
μινυώριος· βραχύϋπνος. ἄχρηστος. ἀδύνατος. ὀλιγοχρόνιος.
ὀλίγης ὥρας ἄξιος
μινῶδες· εἶδος ἀμπέλου
*μὶν ὦκα· αὐτὸν ταχέως (Π 672 ..) ASn
*Μίνως· βασιλεὺς {Κρήτης} AS
*Μινώταυρος· Πασιφάης υἱός AS
μῖξαι· σπεῖραι. κεράσαι. συμβαλεῖν (Ο 510)
μιξίαμβος· λοίδορος. μεμιγμένος λοιδορίᾳ. ποιηματοκόπος
*μίξις· κοίτη, συνουσία AS
μιξοβάρβαρος· [ζήτει εἰς τὸ {μει}]
μιξοδίη· τρίοδος
μίξοδος· ὁδός, ἣ εἰς ἑτέραν συμβάλλεται
μιξοιφία· μίξις, πλησιασμός
μιονεκτούμενον· [ἐλαττούμενον]
Μίονες· [Κύπριοι]
μιρακύλιον· [παιδίον. ὑποκοριστικῶς]
μιργάβωρ· τὸ λυκόφως ...
μιργῶσαι· πηλοῦσαι. οἱ αὐτοί
μίρεα· λάχανα
μίρκα· εὐανθής, ποικίλη ἄνθεσι
μίργμα· ἐπὶ τοῦ κακοπινοῦς, καὶ ῥυπαροῦ, καὶ πονηροῦ
μιρόν· ὅταν ἀπονυστάζῃ τις, λέγουσι Ταραντῖνοι
μιονεξία· ἐλάττωσις
μιργούλον· μύσος. μίασμα
†μιρύκεον· σχοῖνον
μισγάγκεια· κοῖλος τόπος, εἰς ὃν πανταχόθεν τὰ κάτω φερόμενα
ἀπὸ τῶν ὀρῶν ὕδατα μίσγεται
μίσασθαι· μιτώσασθαι (Plat. com. fr. 267)
Μισατίς] Μίση· [τῶν περὶ τὴν μητέρα τις, ἣν καὶ ὀμνύουσι
*μισγάγκειαν· τόπος κοῖλος, ὅπου συμμίγνυνται ὕδατα πολλά
(Δ 453) ASn
μίσγεαι· συνέρχῃ (Β 232)
μισγέσκετο· ἐμίγνυτο (σ 325)
μισγοδίη· ὅπου ἂν ὁδοὶ μίγνυνται
μισγόλας· θόρυβος
μισγονόμος· οὗ πάντες νέμουσιν γῆ
μίσησεν· ἐφθόνησεν (Ρ 272)
μισήτην· τὴν καταφερῆ λέγουσιν μισήτην· "μίσηται δὲ γυναῖκες
ὀλίσβοισι χρήσονται" (Cratin. fr. 316), οἱ δὲ ἁπλῶς μισητὸν
τὸν ἀνίκανον, ἢ ἄπληστον τῇ τροφῇ
μισήτιζε· μίσει, στύγει
μισητός· μίσους ἄξιος. ἄπληστος
μισθαρνής· ὁ λατρεύων μισθοῦ. ἢ ὁ μισθὸν ἀφαιρῶν, καὶ
*ἀντικαταλλάττων Agb
*μισθαρνία· ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία ASvgn
μισθαρχίδης· ὁ ἐπὶ τῇ ἀρχῇ μισθὸν λαμβάνων. ὠψωνιάζοντο
γὰρ καὶ οἱ ἄρχοντες, καὶ μισθὸν ἐλάμβανον δημόσιον (Ar.
Ach. 597)
μισθός· τὸ ἔπαθλον τῶν κωμικῶν. καὶ τὸν ἀμφορέα. †ἔμμισθοι
δὲ πέντε ἦσαν
μισθοφορεῖν· τὸ ἐπὶ μισθῷ πράττειν τι q
*μισθοφόρος· μισθῷ ἐργαζόμενος ASgn
μίσκαιος· κῆπος
μίσκει· ἄρχεται ...
μίσκελλος· εὐτελὴς καὶ μέλας οἶνος
*μισογύνης· μισογύναιος ASs
μισόκαλος· ὁ μισῶν τὸ ἀγαθόν (Phil. migr. Abr. 183)
μιστῦλαι· τεμεῖν, κόψαι, μερίσαι, εἰς μικρὰ διελεῖν κρέα
μιστύλλειν· τὰ αὐτά
μίστυλλον· εἰς βραχέα κατέτεμνον (Α 465)
μισσυνή· ἡ ὀξύτης παρὰ Χαλδαίοις
Μιχαίας· ἑρμηνεία· ταπείνωσις, ἢ ταπεινούμενος
μίσυ· τῶν μεταλλικῶν τι (Hippocr. mul. 1,103) S
μισυοί· οἱ ἔχοντες τὸ ἥμισυ λευκὸν τοῦ σώματος, τὸ δὲ ἥμισυ
μέλαν, οὓς ἔνιοι {μίσγους}
μίσχη· πιλήματα, ταινίαι, μαλλοὶ οἱ τῶν ἐρίων
μίσχον· οὕτω λέγουσιν, ᾧ συνήρτηται πρὸς τὸ φυτὸν καὶ ὁ
καρπὸς καὶ τὸ φύλλον
μίσχος· ὁ παρὰ τῷ φύλλῳ κόκκος SN
μιτίτριζον· [ἐθρήνουν]
*μίτρα· ἡ χαλκῆ λεπίς g. διάδημα vgn. ζώνη ASvgb. θώραξ.
ταινία (Exod. 29,6 ..) A
*μίτρα χρυσᾶ· ὡς λεπὶς χρυσᾶ ASn, ἣ τῷ μετώπῳ φορεῖται
AS
μίτρῃ· θώρακι
μίτρην· χαλκῆν λεπίδα (Δ 216)
μιτραῖον· ποικίλον r
μίτος· τάξις. σειρά. τόνος
μίτυλον· ἔσχατον. νήπιον. Λακεδαίμονες
μιχθαλόεσσα· ἀλίμενος (Ω 753)
*μιχθῆναι· ἀπαντῆσαι. συμμῖξαι. ὁμιλῆσαι Σ
μιχωκεῖ· ἠχεῖ
μείωσις· ἐλάττωσις. ἀκαθαρσία
*μνᾶται· μνηστεύεται (π 77) ASvgn
μναάδας· τὰς ἀμελγομένας αἶγας
μναμονόοι· Μοῦσαι. μνηστῆρες (Pind. fr. 341 Sn.?)
μναμονεύθημεν· διεκλήθημεν
†μναμοσύρειν· τὸ ἐπιτηρεῖν, ἢ μεμνῆσθαί τινι
μνάμων· ἱερομνήμων. ἢ μνήμονες, ἢ τὰς θυσίας ἀπομνημονεύον-
τες
μνάριον· τὸ κάλλυντρον. Βοιωτοί
μναρόν· μαλακόν. ἡδύ. [κόρημα] θυμῆρες (Cratin. fr. 431)
μνασίον· μέτρον τι διμέδιμνον
Μναστήρ· τῶν μηνῶν οὕτω καλεῖταί τις
μνᾶται· [μνηστεύει. μέμνηται]
†μνείω· μνησθῶ ASvgN
*μνῆμα· μνημεῖον, [μνημόσυνον g. ἀνάθημα. [τάφος g
μνημεῖα· τὰ οἴκαδε πεμπόμενα ὑπὸ τῶν ἐν πολέμῳ τετελευτη-
κότων τοῖς οἰκείοις (Aesch. Sept. 49)
μνήμη· μνημόσυνον
μνήμονες· ἀρχὴ †γυναικῶν †ἐπιμελουμένων τῶν ἱερειῶν
μνᾶ· λίτραι δύο. ὁ δὲ ἅγιος Ἐπιφάνιος λίτρας μιᾶς διμοίρου
μνημοσύνη· μνήμη. (Θ 181) r. g b καὶ ἡ θεός r
μνημύει· σκυθρωπάζει
μνήμυκεν· ὑποπτήσσει. δυσχεραίνει
μνήσατο· ἀνεμνήσθη (α 29)
μνησίκακον· ... (Prov. 12,28)
μνησιχάρη· ἡδονή
*μνήστεια· γάμου δῶρα r. AS
μνηστευόμενοι· ἀῤῥαβωνιζόμενοι
μνηστή· ἡ κατὰ μνηστείαν γαμηθεῖσα r (n). ἢ ἡ ἐκ παρθενείας
μείνασα νῆστις, ἤγουν ἀπείρανδρος
μνηστῆρες· οἱ ἐπιβάλλοντες γῆμαί τινα. καὶ οἱ μεμνημένοι
μνήστωρ· ὁ δοὺς τοῦ γάμου ἀῤῥαβῶνα r
μήστωρι· βασιλεῖ. φρονίμῳ
μνῆστρον· ὁ τοῦ γάμου ἀῤῥαβών r
μνία· τὰ βρύα rn, καὶ τὸ φῦκος r
μνίει· ἐσθίει
μνοία· οἰκετεία
μνοιόν· μαλακόν (Euphor. fr. 156 Pow.?)
μνωῖται· δοῦλοι
†μνοῦνες· οἱ μηροί
†μνοῦς· ἔριον ἁπαλώτατον, καὶ ἡ πρώτη τῶν ἀμνῶν καὶ πώλων
ἐξάνθησις. καὶ τὸ λεπτότατον πτερόν, κυρίως δὲ τῶν χηνῶν
μνῴα· δουλεία
μνώεο· μέμνησο (Greg. Naz. epigr. 84,2)
*μνώμενος· μνηστευόμενος. μεμνημένος r (AS). μηχανώμενος
μνώονται· μνηστεύονται r. καὶ τὰ ὅμοια (α 248)
†μνώσκει· μίσγεται. ἔρχεται
μογίοντι· μογοῦσι. πυρέσσουσι. Δωριεῖς
*μογερᾶς· ἀθλίας ASn, πονηρᾶς, λυπηρᾶς, [ἐπιπόνου (Eur.
Tro. 783) N
*μογέοντας· μοχθοῦντας (Μ 29 ..) g
*μογήσας· κακοπαθήσας (β 343 ..) ASvgn
μόξοντι· [πυρέσσοντι. πονοῦντι]
μογξοῦντες· [πυρέσσοντες. πονοῦντες]
μόγος· πόνος. ὄχλησις. μόχθος, *[κακοπάθεια r. n
μογοστόκος Εἰλήθυια· ἡ μογοῦσα καὶ πονουμένη περὶ τοὺς
τοκετούς· τουτέστιν λοχεύτρια (Π 187)
†μόδα· στρώματα
μόδυχνον· [διοτάλεον]
μόθακες· οἱ ἅμα τρεφόμενοι τοῖς υἱοῖς δοῦλοι παῖδες
†μοεύων· ψέγων
μώλωψ· τραῦμα. καὶ ὁ ἐκ πληγῆς αἱματώδης τόπος. ἢ καὶ
τὰ ἐξερχόμενα τῶν πληγῶν ὕδατα
μόθος· *πόλεμος, μάχη r. (ASn). πόνος. φόβος. στάσις, [θόρυ-
βος (vn)
μοθούρας· τὰς λαβὰς τῶν κωπῶν
μόθων· εἶδός τι ὀρχήσεως (Ar. Eq. 697)
μόθωνας· τοὺς παρατρεφομένους, τοὺς λεγομένους παιδίσκους.
Λάκωνες. οἱ δὲ τοὺς δουλοπρεπεῖς. καὶ σπερμολόγους
μοθωνία· ἀλαζονεία r
μοικηθμοί· [τῶν βοῶν αἱ φωναί]
μοιμυᾶν· τὸ τὰ χείλη πρὸς ἄλληλα προσάγειν (Ar. Lys. 126)
μοιμύλλειν· θηλάζειν. ἐσθίειν. καὶ τὰ χείλη προσάπτειν ἀλλή-
λοις (Com. ad. 1080)
μοιός· σκυθρωπός
μοιρηγενές· ἐν ἀγαθῇ μοίρᾳ γεγεννημένε (Γ 182)
*μοιρηγενής· ἀγαθῇ γεγονὼς μοίρᾳ g
μοιρήλογχοι· οἱ τὰ κοινὰ διαιροῦντες
μοιρῆσαι· μερίσαι, ἢ [διελεῖν r
μοιρήσασθαι· λαχεῖν. καὶ τὰ ὅμοια
μοιρολογχεῖν· τὸ μερίδα λαγχάνειν. τινὲς δὲ διαιρεῖσθαι
(trag. ad.?)
*μοίραις· μερίσι. φυλακαῖς
μοῖτον ἀντὶ μοίτου· παροιμία Σικελοῖς· ἡ γὰρ χάρις μοῖτον.
οἷον χάριν {ἀντὶ χάριτος} (Sophr. fr. 168)
μοιχάγρια· τὰ τῆς μοιχείας ἀγρεύματα· ὁ γὰρ ληφθεὶς ἐπὶ
μοιχείᾳ ζημιοῦται (θ 332)
μοιχοῖς· πόρνοις
μοιχοτύπη· ἡ ὑπὸ μοιχῶν τυπτομένη
†μοκκώνωσις· περιφρονεῖς. παρὰ Βλαίσῳ (fr. 3 K.)
μόκρωνα· τὸν ὀξύν. Ἐρυθραῖοι
μολβίς· [στάθμιόν τι ἑπταμναῖον]
†μολγῶ· νέφος, παρὰ Βλαίσῳ ἢ †ἀκόλουθος (fr. 4 K.)
μολγός· Ἀριστοφάνης (Equ. 963). τάχα ἂν εἴη ἐκ πλήρους
ἀμολγός. ὁ δὲ ἀμέλγων τὰ χρήματα {ἀμολγός}. ἔνιοι δὲ {μολ-
γοὺς} ἀκούουσι τοὺς μοχθηρούς, †τοῖς ἀμέλγουσι τὰ κοινὰ
κλέπτας εἶναι· καὶ τὸ ἀμολγός. †ἄλλοι δὲ {μολγὸν} τὸν βόειον
ἀσκόν. τίθεται δὲ καὶ ἐπὶ τῶν ἁμαξῶν
μολεῖν· ἔρχεσθαι, τρέχειν, ἐλθεῖν, δραμεῖν
Μολίονε· μαχηταί. καὶ {Μολιονίδαι}· γυναικός τινος υἱοί
(Λ 709)
μολοβόβαρ· ὁ τοῦ Διὸς ἀστήρ, παρὰ Χαλδαίοις
*μολοβρός· μολίσκων ἐπὶ τὴν βοράν (S) τουτέστι παράσιτος,
[γαστρίμαργος vg, ἐπαίτης (S) καὶ ὁ ἐρχόμενος φαγεῖν γλούτ-
των (ρ 219) ASN
μολόβρια· τὰ τῶν ἀγρίων θηρίων †τινὰ οὕτω καλεῖται
μολόθουρος· ἀσφόδελος. ἢ ὄσπριόν τι. καὶ ἡ ὁλόσχοινος
(Euphor. fr. 133 Pow.)
μολορός· λυπηρός, ἀηδής
μόλος· πόνος. μάχη. φρύαγμα
μολεύειν· ἐγκόπτειν τὰς παραφυάδας
μολοῦρις· αἰδοῖον. κολοβὴ {λόγχη}. ἢ μόλις οὐρῶν
μολουρίδες· βατραχίδες. καὶ τῶν σταχύων τὰ γόνατα
μόλοφθος· ἐγκρυφίας
*μολοῦσα· πορευομένη, ἢ [πορευθεῖσα (Ζ 286) ASgn
μολπαί· ὕμνοι, ᾠδαί
*μολπάν· ᾠδήν (Eur. Troad. 148 ..) A
μολπαστής· συμπαίκτης. {μολπάστρια} δὲ συμπαίκτρια
*μολπή· ᾠδή. παιδιά AS. ὕμνος, ᾆσμα
†μολπίς· ἐλπίς
μολπός· ᾠδός, ὑμνῳδός, ποιητής
μόλσον· σελίνου καυλός, καὶ ἄνθος. οἱ δὲ τὴν ὑποφυάδα
μόλσος· ὁ δημός. Αἰολεῖς
μολτύους· τὰ κοκκύμηλα
μολύβδαινα· καὶ τὸ εἶδος τῆς μεταλλικῆς, καὶ τὰ λεῖα
*μολυβδαίνῃ· μολυβίδι (Ω 80) Σ
μολυβδίς· στάθμιόν τι [ζ#] ἑπταμναῖον. οἱ δὲ μολβίς (Soph. fr.
756?)
μολυβρόν· τὸ μολυβοειδές
μολύνει· μιαίνει. ἀναφύρει. πίμπλησι
μολυνίης· ἡ πυγή
μολυρόν· νωθρόν. βραδύ. ἀνιαρόν. ἀηδές, ἀχάριστον, λυπηρόν
μολυσμός· ἀκαθαρσία r, μίασμα. ἁμαρτία gn δυσέκπλυτος
(Ierem. 23,15)
μόλυχνον· δεισαλέον
*μολών· χωρῶν, [ἐλθών (Λ 173) s (n)
Μομβρώ· ἡ Μορμώ. καὶ φόβητρον
μομοκύκια· [τῶν τραγῳδῶν τὰ προσωπεῖα]
Μομμώ· ὃ ἡμεῖς Μορμώ φαμεν, τὸ φόβητρον τοῖς παιδίοις
*μομφή· μέμψις r. n. κατάγνωσις (Ep. Col. 3,13) (ASvg)
μόμφις· δύσκλεια (Teleclid. fr. 63). ἢ μόμφος (Eur. fr. 633)
μόναλκις· ἐξέχουσα. ἀνδρωδεστάτη
μονάρχου· τυράννου (Sol. fr. 9,3 Bgk.)
*μονάς· ἀριθμός AS. ἢ ἓξ μοῖραι τῶν ἑπτάδων
*μονή· παραμονή (Ev. Ioan. 14,23) ASvg
*μονήρη βίον· μοναχικὸν βίον (Avg)
*μονητάριος· τὸ κέρμα ἐργαζόμενος ASgb
μονίας· νήφων. "τοὺς γὰρ μεθύοντας δευτέρους εἶναί φαμεν"
μόνιμον· στάσιμον, βέβαιον (Eur. Phoen. 538)
μονίμων· βεβαίων, *αἰωνίων AS, ἐπιμόνων AS, στασίμων
*μονιμωτέρων· βεβαιοτέρων. παρὰ τὸ {μένειν} (ASvgn)
*μονιός· ὗς ἄγριος ὁ μὴ τοῖς ἄλλοις συναγελαζόμενος Sg. ἢ ὁ
περὶ τράχηλον ὅρμος. [ὁ δὲ ἅγιος Κύριλλος ἐν τῇ ἑρμηνείᾳ
Ὠσηὲ (14,8) τοῦ προφήτου ὄνον λέγει σημαίνειν· τινὲς δὲ
μέγα θηρίον κατὰ ἀπόνοιαν καταμόνας νεμόμενον (Ps. 79,14)]
*μονόγληνος· μονόφθαλμος (AS)
μονόβας· ὁμοίως
μονοβάτας· κλέπτης
μονοδαμιουργοί· οἱ τὰς δίκας δικάζοντες
*μονόζωνοι· οἱ τῶν πολεμίων κατάσκοποι n. ἢ μάχιμοι, οὓς
ἡμεῖς {μονομάχους} (4. Regn. 5,2)
μονολόγιστον· †μονοκλόνως
*μονόλοπα· μονόδερμα ASn. μονοχίτωνα n
*μονοκέρατος ἢ [μονόκερως· θηρίον φοβερόν (Iob 39,9 ..)
(n)
*μόνον οὐχί· σχεδόν, ἐγγύς ASvgn. ἄνω κάτω. [εὐθέως.
οὐδαμῶς s. [μόνον]
μονόνουν· [σχεδόν, ἐγγύς]
†μονόμματον· μονοειδῆ. ἁπλοῦν
μόνον· τὸ ἕν
μνωιονόμοι· τῶν εἱλώτων ἄρχοντες
μονοξύλοις· πλοίοις
μονοπείρας· τοὺς μὴ ἀθρόους, ἀλλὰ καθ' ἕνα πειρατεύοντας
(Men. fr. 882 Koe.)
μονορρήξ· ἀποῤῥηγμένος, ἀποσπασμένος
μονοστίλβης· ὁ ἐν ταῖς Ὑάσι λαμπρὸς ἀστήρ
μονοσταλής· ὁ καταμόνας στελλόμενος
*μονοστόλῳ· τῷ καταμόνας ἐλθόντι AS (gn)
μονοστραβὴς ὄχος· ἡμίονος (trag. ad. 239)
μονώτατος· μόνος ὤν, ὑπάρχων (2. Chron. 6,30 v. l.)
*μονότονος· μόνος ὤν, ὑπάρχων [*μονομάχος AS]
*μονότροπος· μόνος στραφείς (Eur. Andr. 281) ASvgn
μόνουσα· τὰ λεπτὰ λέπαδνα
†μονούαλος· τὸν ἐπὶ τῇ καρδίᾳ τοῦ λέοντος λαμπρὸν ἀστέρα
φασί
μονουνουχί· [μονονουχί]
μονόφαντος· μόνη ἐν φανερῷ, μόνη φαινομένη
μονοφθόρους] μονοφόρους· [ὄνους
μονόφορβος· μόνος βοσκόμενος, ἢ βόσκων μόνος (Greg. Naz.
c. 2,1,1,191 ..)
μονόχθηρος· [ἐπίμονος. πονηρός]
μονοψίδης· μονιός. ἀτιμαγέλως (Com. adesp.)
μονῳδεῖ· μονοθρηνεῖ. *{Μονῳδία} λέγεται, ὅτε εἷς μόνος τὴν
ᾠδήν, οὐχ ὁμοῦ ὁ χορός, ᾄδει An
μόρα· μέρη τινά. καὶ μέρη τοῦ στρατοῦ, ἢ τάγμα. παρὰ γὰρ
Λακεδαιμονίοις οἵ ποτε λόχοι μόρα αὖθις ὀνομασθέντες
μοργίας· γαστριμαργίας, καὶ ἀκρασίας
μόργιον· μέτρον γῆς, ὅ ἐστι πλέθρον, καὶ εἶδος ἀμπέλου
μόργος· φραγμός, καὶ τὸ ἐπὶ ταῖς ἁμάξαις φράγμα, ἐν ᾧ τὰ
ἄχυρα φέρουσι. καὶ σκύτινον τεῦχος· ἄλλοι τεῦχος βόειον
μοργυίων· σπαργάνων
μοργύλλει· χρονουλκεῖ
†μοργᾶται· παρῶπται
μορῆσαι· [μερίσαι. διελεῖν. ἐλθεῖν]
μορθῆναι· πειραθῆναι. γενέσθαι
μορίαι· ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς q
*μορία· μερίς r (AS)
μορίδες· μάντεις
μορίες· μερῖται. κοινωνοί
*μόριον· μέρος (Eur. Andr. 541) ASn
μόριος· [ἄπληστος]
*μορίων· μερισμῶν AS
†μοριφόν· σκοτεινόν. μέλαν
μόρμη· χαλεπή. ἐκπληκτική
μορμοί· φόβοι κενοί
*μορμολυκεῖα· τὰ τῶν τραγῳδῶν προσωπεῖα r. ASvg(n)
μορμολύξασθαι· ἐκφοβῆσαι
μορμολύττει· φοβερίζει
*μορμολύττεται· φοβεῖται AS
μορμόνας· πλάνητας (s) δαίμονας (Xen. Hell. 4,4,17)
μόρμορος καὶ {μορμυραία}· φόβος
μορμύνει· [δεινοποιεῖ]
μορμύρεσκεν· ἀνεκύκα (μ 238)
μορμύρει· ποιὸν ἦχον ἀποτελεῖ, ταράσσει, πλημμυρεῖ, δεινο-
ποιεῖ
*μορμυρίζει· ταράττει A, ἠχεῖ
*μορμύροντα· τὰ αὐτά (Ε 599) (AS)
*μορμύρων· ταράσσων Avgb, ἀφροὺς ἀποβάλλων (Σ 403) n.
κυρίως δὲ λέγεται ἐπὶ ποταμοῦ ῥεῦμα ἔχοντος (Φ 325) Avg
μορμύρος· ἰχθῦς r θαλάσσιος
μορμύσσεσθαι· ἐμβριμᾶσθαι
μορνάμενος· μαχόμενος
*μορόεντα· μετὰ πολλοῦ καμάτου πεπονημένα (Ξ 183) (r) (Sn)
μόροι· μοῖραι· κόποι, πόνοι. κλῆροι
*μόροιο· θανάτου gn
μόρος· φόνος. *θάνατος r (ASvgn). φθόρος. πόνος. νόσος.
*μοῖρα τοῦ βίου (AS)
μοροπονοῦν· κακοπαθοῦν
μόροττον· ἐκ φλοιοῦ πλέγμα τι, ᾧ ἔτυπτον ἀλλήλους τοῖς
Δημητρίοις
μορσική· †ἡ ἰνδική†
μόρσιμοι· ἀναγκαῖαι, *εἱμαρμέναι, μεμοιραμέναι (ASvgb). ἢ
ἕτοιμοι εἰς θάνατον (AN)
μόρτος· ἄνθρωπος. θνητός (Callim. fr. 167). μέλας, φαιός. οἱ
δὲ {μορτόν} φασι
μορτάν· τὴν γινομένην καταβολὴν ἀπὸ τῶν καρπῶν
μορτοβάτιν· ἀνθρωποβάτιν ναῦν
μορφάζειν· νεύειν
*μορφή· ἰδέα, εἶδος r. Ag
†μορφήεις· μωμητός
*μόρφνον· εἶδος ἀετοῦ (Ω 316) r. Sgn. καὶ {ξανθός}
μόρφωμα· μορφή
μορέα· ἡ συκάμινος
Μορφώ· ἡ Ἀφροδίτη r
*μόρφωσιν· σχηματισμόν, εἰκόνα (ep. Rom. 2,20) Av(gn)
μορφύνει· καλλωπίζει, κοσμεῖ (Antim.? fr. 162 W.)
†μοσπνεῦσαι· ῥινηλατῆσαι
μοσποί· θυσίαι
μόσσυν· πύργος (Xen. Anab. 5, 4,26)
†μοσσύνειν· μασᾶσθαι βραδέως
μόσσυνες· ἐπάλξεις. πύργοι (Callim. fr. 43,68 Pf.). καὶ ἔθνος
Σκυθικόν
μοσσυνικὰ μαζονομεῖα· Ποντικὰ ὁ Δίδυμος ἤκουεν· οἱ [δὲ]
γὰρ Μοσσύνοικοι ἐν Πόντῳ εἰσί. λέγει δὲ τοὺς ξυλίνους πίνακας
(Ar. fr. 417)
μοσσυνικοί· ξύλινοι πίνακες μεγάλοι, ὥστε ἐν αὐτοῖς καὶ
ἄλφιτα μάσσειν· ἐν τῷ Πόντῳ δέ εἰσιν ...
Μόσυχλον· ὄρος Λήμνου (Antim. fr. 46 W.)
μοσχανὸς σῖτος· ὁ ἀπαρχόμενος. καὶ χόρτος ὁ ἤδη καρπὸν
ἔχων
*μοσχεύματα· τὰ νεόφυτα (Sap. 4,3?) (ASn)
*μοσχεύσας· γεννήσας ASn
μόσχια· *ἁπαλὰ φυτά vgn. ἢ κρέα μοσχαρίου. ἢ κρομμύου τὸ
σπέρμα
μοσχίδια· μοσχεύματα
μοσχίνδα· τὸ ἑξῆς. καὶ ἀνελλιπῶς
μοσχίναι· οἱ σκιρτητικοί
μόσχοι· οἱ νέοι βλαστοί
μόσχοισι· τοῖς νεοφύτοις βλαστήμασιν, ἁπαλοῖς κλαδίσκοις
(Λ 105)
μόσχος· νέος λύγος. κλάδος. πτόρθος. καὶ ὁ ἁπαλὸς βοῦς.
Λύγα δέ εἰσι τὰ ἱμαντώδη φυτά
μότα· τὰ πληροῦντα τὴν κοίλην τῶν τραυμάτων ῥάκη
μοτήσας· [κακοπαθήσας]
μοττοῖ· τιτρώσκει. ταράττει
μοττοφαγία· θυσία τις ἐν Σαλαμῖνι τῆς Κύπρου τελουμένη
μοτρογένειον· σπανίῳ πώγωνι ...
μοττίας· ᾧ στρέφουσι τῶν ῥυτήρων τὸν ἄξονα
μόττυες· οἱ ἔγλυτοι καὶ παρειμένοι
μοττωνῆσαι· τῇ πτέρνῃ τύψαι
μοτῶσαι· πληρῶσαι
*μοτώσει· ἰάσεται δι' ὀθονίων (Hos. 6,1) vgn
μουῖαι· σκώληκες, οἱ γενόμενοι ἐν τοῖς κρέασιν
Μουκερίναι· πόλις ἐν Αἰγύπτῳ, ἡ Σάϊς
μουκηροβαγός· καρυοκατάκτης
μουκίζει· σιγῇ μέμφεται τοῖς χείλεσι
μουκτηριᾷ· σκαρδαμύττει
*μουνάξ· καταμόνας (θ 371) A
μόνῳ νόμῳ· καθάπαξ νόμῳ καθ' ἕν
μουνόκερω· τὸν μηκέτι ἔχοντα [τὴν] ἀλκήν, ὡς Ἀρχίλοχος
(fr. 181 Bgk.)
μουνομήτορι· ᾗ τῶν ἀδελφῶν μόνῃ μήτηρ {οὐχ} ὑπάρχει
μουνοπάλαι· οἱ μόνῃ πάλῃ νικῶντες
μοῦνος· μόνος (Β 212)
μουνοσταλής· καταμόνας στελλόμενος
*μούνου· μόνου (Ι 335) (g)
μοραίνει· [παρακόπτει, μαίνεται]
μοῦσα· τέχνη. καὶ {σοφοὺς} καὶ {μουσικοὺς} τοὺς τεχνίτας
ἔλεγον
*μούσαις· θεαῖς, ταῖς Μούσαις (Eur. Troad. 1245) ASv
μούσαξ· ὁ ὑπὸ τοῦ βοαγοῦ τρεφόμενος ...
μοῦσαι· ἐρωτικαὶ ᾠδαί. οἱ δὲ αἰνίγματα (Eur. Phoen. 50). καὶ
τέχνας
μουσίδδει· λαλεῖ. ὁμιλεῖ
*μουσικά· τερπνά, τὰ δι' αὐλῶν καὶ κινύρας, καὶ τὰ ὅμοια
(Sirac. 40,20) ASvg
μουσικήν· πᾶσαν τέχνην, οἱ Ἀττικοί
μουσικός· ψάλτης. τεχνίτης
μουσικτάς· ὁμοίως
μουσοκερατίδας· τοὺς τὰ μουσικὰ ἢ μελικὰ μέλη ἄιδοντας·
ἦν δὲ ταῦτα θρηνώδη
μουσουργός· ὁ αὐλητής
μούσχανον· τὸ βλαστόν
*μουσοπόλος· ποιητής (Eur. Alc. 445) AS
†μοῦρκορ· μυχός. οἱ αὐτοί
μουρτάρ· πιλός
†[μούρτιβοι] {μουστῆν} ζ# μό†
†μούρτιβοι· θυσίαι
μούσωνες· οἱ κορυφαῖοι τῶν μαγείρων. καὶ οἱ τεχνῖται
*μοχθεῖ· κακοπαθεῖ ASvgb
*μοχθηρά· κακή (Sirac. 27,15 v. l.) AS
μοχθηρία· [ἐπίπονος. κακοδαίμων] {κακία} r
μοχθίζοντες· κακοπαθοῦντες (Greg. Naz. c. 1,1,8,37) (r. n)
*μοχθηρός· ἐπίπονος. πονηρός ASvgn
μόχθος· πόνος s. κακοπάθεια
μοχλεύει· κινεῖ
μοχλοί· κλεῖθρα (r. g)
μοχοῖ· ἐντός. Πάφιοι
μόψος· κηλὶς ἡ ἐν τοῖς ἱματίοις. Κύπριοι
†μόων· μόθων
μυᾶτε· σκαρδαμύττετε
μύαγρος· ὁ μυοθήρας
*μυδαλέας· βεβρεγμένας (Λ 54) ASvgb
*μύγματα· καταξέσματα (Eur. Andr. 827) Avgnphm
μυδαίνει· στάζει. σήπει
μυδαλέον· δίυγρον (p). διάβροχον (Hes. op. 556) (g). τὸ ἐπί-
δακρυ καὶ κάθυγρον ὄμμα. νοτερόν. ῥυπαρόν
μύδης· γέροντος ἀδυναμία p
μυδῆσαι· βραχῆναι. παραρυῆναι. σαπῆναι
μύδος· [ἄφωνος]
μυδρίασις· πάθος τι περὶ τὴν κόρην τοῦ ὀφθαλμοῦ πλατυ-
νομένην
μυδροκτύπος· χαλκεύς
μύδρος· ὁ ἀργὸς σίδηρος. καὶ κραταιὸς λίθος. τίθεται δὲ καὶ
ἐπὶ ἀναισθήτου. *σίδηρος πεπυρακτωμένος r. ASvgn
*μυδῶντες· διϋγραίνοντες. σηπόμενοι ASvgn
μυδῶσι· [σεσηπημένοις ἢ] σεσημμένοις
μύει· [πίπτει. κλίνεται]
μυελός· τροφή, ἔδεσμα. *τὸ ἐντὸς τῶν ὀστῶν (Χ 501) r. n
μυελαυξεῖ τροφῇ· τῇ τὸν μυελὸν τρεφούσῃ
μύες· ὀστρέου τι εἶδος. καὶ οἱ κατοικίδιοι καὶ ἐνάλιοι. καὶ αἱ
πεπυκνωμέναι ἐν ἡμῖν σάρκες
μύζει· θηλάζει (hm), λείχει. πιέζει
μύζη· †ἀπόπληκτος
μύζοντος· μυκτηριζομένου
μύζουσι· θηλάζουσιν
μυήλα· [σάρξ τις, ἐπαίρουσα τὴν γαστέρα]
*μύησις· μυσταγωγία, μυστικὴ γνῶσις ASvgN
μῦθαρ· μῦθος
μύθα· φωνή. Κύπριοι
μύθαρχοι· οἱ προεστῶτες τῶν στάσεων
μυθεῖσθαι· λέγειν
*μυθήσασθαι· εἰπεῖν (Α 74) n
*μυθήσομαι· εἴπω n, ἢ εἴποιμι (Β 488)
a) μυθητῆρες· ... b) {μυθιῆται}· στασιασταί (Anacr.
fr. 16 Bgk.) (n)
*μυεῖται· μυσταγωγεῖται v. διδάσκεται Avg
*μυθήσασθαι· διηγήσασθαι (g) διδάξαι
*μυθολογῶν· ληρῶν, φλυαρῶν g
μῦθος· *λόγος κενός, ψευδής, εἰκονίζων τὴν ἀλήθειαν Avgn.
στάσις (φ 71). ὑπόσχεσις
*μύησις· μυσταγωγία p. πεῖρα. μετοχή. [γνῶσις μυστική b
†μυθίαμμαι· ῥάθυμαι
†μύφθει· σήπεται
μύθων ῥητῆρα· ἃ δεῖ λέγειν ὑποδεικνύντα (Ι 443)
*μύιαι· αἱ συνεστραμμέναι σάρκες, καὶ διεφθαρμέναι AS
*μυῖαι καδδῦσαι· μυῖαι καταδύνουσαι (Τ 25) ASn
*[μυῖα· κύνα ἀναιδῆ AS]
μυῖα χαλκῆ· λέγεται παιδιά τις, ἣν οἱ παῖδες παίζοντες κατα-
μύουσιν, ἀποτείνοντες τὰς χεῖρας ἄχρι ἄν τινος ἐπιλάβωνται.
καλεῖται δὲ καὶ τὸ πτηνὸν οὕτως
*μυιάων· μυιῶν (Β 469) A
μυίνδα· παιδιά τις S οὕτω καλουμένη ἀπὸ τοῦ συμβαίνοντος·
καταμύων γάρ τις τὸ ἐρωτώμενον ἀποφαίνεται σχεδιάζων,
ἕως ἂν ἐπιτύχῃ· ἐὰν {δὲ} ἁμαρτὼν ἀναβλέψῃ, πάλιν καταμύει
μυών· ὁ μῦς τῆς χειρός, τοῦ βραχίονος (Π 315?)
μυῶνες· μύες. φλέβες. καὶ [αἱ συνεστραμμέναι σάρκες n, καὶ
πεπυκνωμέναι. ἢ βραχίονες (Π 324)
μυκά· μύκησις
Μυκάλη· ὄρος Καρίας (Β 869)
Μυκαλησός· πόλις Βοιωτίας (Β 498) r
μυκαρίς· νυκτερίς
μυκάς· μυκήσεις
μυκᾶσθαι· ὄνοις καὶ καμήλοις ὁμοίως βρύχεσθαι, καὶ βουσί
Μυκερίνα· ἡ Μέμφις. Δίδυμος τὴν Σάϊν. ταύτης γὰρ λέγει
Ἡρόδοτος (2,130,1) βασιλεῦσαι Μυκερῖνον
*μυκηθμός· βοὴ βοῶν (μ 265) (ASvgn)
Μυκῆναι· πόλις ἐν Ἄργει r, ἧς ἐβασίλευσεν Ἀγαμέμνων
(Β 569)
μύκηρος· ἀμυγδαλή. τινὲς δὲ μαλακὰ κάρυα
μύκης· ἀμανίτης r
μύκης· μύκητος καὶ μύκου. δίκλιτον
μύκης· τοῦ ξίφους {ὁ} κατὰ τὴν λαβὴν ὁ {κρατητὴς} καλού-
μενος. καὶ περὶ τὴν μύξαν τοῦ λύχνου ἐφιστάμενος. ἢ πῖλος.
καὶ δερμάτινον ὑπηρέσιον. καὶ τὸ ἀνδρεῖον μόριον (Archil. fr.
47 Bgk.). καὶ ὁ ἐν ταῖς ἐλαίαις ἐγγινόμενος ἧλος
μυκητάτη· μωροτάτη
μυκήσασθαι· τοῖς βουσὶν ὁμοίως βοῆσαι
μυκός· ἄφωνος, ὡς εἴ τις εἴποι μυσαττόμενος. [{μύκλα}· με-
γάλη·] καὶ οἱ μὲν τὸν κακοήθη καὶ σκολιὸν ἄνθρωπον· οἱ δὲ
τὸν ἀλαζόνα
μύκλαι· αἱ ἐπὶ τῶν ὄνων γραμμαὶ μέλαιναι, τοῖς τραχήλοις
καὶ ποσὶν ἐγγινόμεναι
μυκληρόν· συνεχές. ἀχανές
μύκλοι· αἱ περὶ τὰ σκέλη, καὶ {ἐν} ταῖς ποσί, καὶ ἐπὶ νώτου
τῶν ὄνων μέλαιναι γραμμαί. καὶ οἱ λάγνοι, καὶ ὀχευταί
μύκον· ἐψόφησαν. ἠνοίγησαν. ἐπετάσθησαν (Ε 749)
Μυκόνιον· οἱ Μυκόνιοι διεβεβόηντο ἐπὶ γλισχρότητι. γλίσχρον
οὖν λέγει (Cratin. fr. 328)
μῦκος· μιαρός
μυκτήρ· τῆς ῥινὸς τὸ τρῆμα
μυκτηρίζει· *χλευάζει (r) Avgb. καταγελᾷ (r). ἀπὸ τοῦ
{μύζειν} τοῖς μυκτῆρσι (Prov. 11,12 ..)
μυκώ· †καρίς ἀπὸ τοῦ {μυκᾶσθαι} οὕτως εἴρηται
μυκών· ἠχήσας
μύκων· σωρός. θημών
μύλαι· αἱ ἐπιγονατίδες, ἢ *σιαγόνες (Ioe(l 1,6) r. AS
*μύλακες· λίθοι μυλώδεις (Μ 161) AS (n)
μυλακρίδες· [αἱ †βολακρίαι,] τὰ ζωύφια. ἢ ὄνοι. ἀλετρίδες.
ἢ τὸ ἄκρον τῆς μύλης
μύλοι· γόμφιοι ὀδόντες
μυλαβρίδες· μυλαβρίς· ἡ μαλακὴ σίλφη· γίνεται δὲ τῇ χροιᾷ
ἔλλευκος, ἀπὸ τῶν μύλων καὶ τῶν ἀλεύρων. ἔνιοι δὲ τὰς
τρωξαλλίδας ἐν τοῖς ἀλεύροις εὑρίσκεσθαί φασι. ἢ ἀκρὶς σιτο-
φάγος
Μυλάντειοι θεοί· ἐπιμύλιοι
Μύλας· εἷς τῶν Τελχίνων, ὃς τὰ ἐν Καμείρῳ ἱερὰ Μυλαντείων
ἱδρύσατο
μυλάσασθαι· τὸ σῶμα ἢ τὴν κεφαλὴν σμήξασθαι. Κύπριοι
μύλη· ἐπιγονατίς, τὸ ὀστέον τὸ ἐπὶ τῷ {γόνατι}. καὶ ἀργυρίου
τάλαντον. καὶ οὕτω λέγεται καὶ *ὁ κάτω τῆς μύλης λίθος·
τὸ δὲ ἄνω {ὄνος} ASvgn
μυληφάτου· μυλοκλάστου, ἀληλεσμένου, ὑπὸ μύλου ἠφα-
νισμένου. ὅθεν καὶ τὰ φάρμακα {ὀδυνήφατα}, ἀφανεῖς τὰς
ὀδύνας ποιοῦντα (β 355)
Μύλιτταν· τὴν Οὐρανίαν. Ἀσσύριοι (Hdt. 1, 131,3)
μύλλει· πλησιάζει (Theocr. 4,58)
μύλλα· χείλη
μύλλον· καμπύλον, σκολιόν. κυλλόν. στρεβλόν. καὶ εἶδος
ἰχθύος {μύλλος}. καὶ παροιμία ἐπὶ τῶν ἀκουόντων καὶ
...... {μὴ} προσποιουμένων. ἔστι δὲ καὶ κωμῳδιῶν ποιητὴς
οὕτως καλούμενος (Cratin. fr. 89)
*μύλιος· μύλων
μυμεῖ· [λεῖα]
μύλιον· ξύλινόν τι ἐργαλεῖον, καὶ σκεῦος
μυλοειδές· στρογγύλον. τραχύ (Η 270)
Μυλόεις· ποταμὸς Ἀρκαδίας
μύλος· σάρξ, ἣν αἱ κυοφοροῦσαι ἀντ' ἐμβρύων φέρουσιν
*[μυλώτατον· προσηνές (Eur. Rhes. 498) AS]
μῦμα· θριδάκων τρῖμμα, καὶ ὑπόχυμά τι
μῦμαρ· αἶσχος. φόβος. ψόγος
μυμαρίζει· γελοιάζει
μυνδαρός· σιωπηλός
μῦν δ' ἀλεύσας· περιφυγών. ἢ εὐλαβήσας
μύνδος· ἄφωνος. καὶ πόλις Ἀσίας r. ἢ ἐνεός (Soph. fr. 968)
μύνῃσι· προφάσεσιν, ἐπεγκειμένου τοῦ {ν}, ἀπὸ τοῦ μύειν τὰ
ὄμματα τοὺς προφασιζομένους· εἶναι γὰρ μύησιν ἀπὸ τοῦ
μύειν. ἐξ οὗ καὶ {ἀμύμονες} οἱ ἄμεμπτοι (φ 111)
μυννακωθείς· †Μυοναίων τὸν σκυτοτόμον· ἀφ' οὗ καὶ τὸ
ὑποδήσασθαι
*†μυντιζόμενος· μυωπάζων. παρακαμμύων Avg
*μυωξίαι· οἱ τῶν μυῶν χηραμοί (Greg. Naz. ep. 4 p. 25 A
Migne) (vg)
μύξα· ἡ ἐν τοῖς μυκτῆρσι, καὶ ἡ κόρυζα. καὶ αἱ ῥῖνες, καὶ οἱ
μυκτῆρες αὐτοί. καὶ οἱ ῥώθωνες
μυοδρέπανον· εἶδος λίθου εὐτελοῦς
μυόμενος· [τελούμενος]
μυόσωτον· πόα, ἐμφερὴς μυὸς ὠσί
*μυούμενος· τελούμενος, μυσταγωγούμενος (Clem. Al. protr.
14,2) ASvgn
μυοφόνον· πόα, ἣ καὶ ἀκόνιτον
μυόχοδος· οὐδενὸς ἄξιος (Men. fr. 363 Koe.)
μυρ{αιδεῖ}· θρηνῳδεῖ
μύραινα· ἐπὶ [τοῦ] κακοῦ ἐλέγετο, ὡς ἔχιδνα
μύραινος· ἡ μύραινα, ἀρσενικῶς. ἄλλοι δὲ {μύρον} αὐτὸν
καλοῦσιν. ἔστι δὲ καὶ ἄῤῥην
μύργμα· ψῆγμα
μύρειν· ῥεῖν [ὕδωρ.] κλαίειν, θρηνεῖν. ἠχεῖν. ὀλοφύρεσθαι.
καὶ {ἁλιμυρηέντων}, πρὸς τῇ θαλάσσῃ ἐχόντων ... (Φ 190)
μυρεψός· ὁ τὰ μύρα r. καὶ τὰ θυμιάματα [σκευάζων (Sir.
38,7) (r)
μυρῆεν· λυπρόν, [θρηνῶδες r
*μυρία· πολλά (Α 2) Avgb
*μυριάκις· μυριοντάκις A
Μυρῖκαι· χωρίον ἱερὸν Ἀφροδίτης ἐν Κύπρῳ
μυρικᾶς· ἄφωνος, ἐν ἑαυτῷ ἔχων ὃ μέλλει πράττειν
μυρίκη· εἶδος δένδρου, ὀνομασθὲν ἀπὸ τοῦ μύρεσθαι τὴν εἰς
αὐτὸ μεταβαλοῦσαν κατὰ τοὺς μύθους, [τὴν] Κινύρου θυγατέρα
μυρίκη· δυσώδης
*μυρικίνῳ· ἀπὸ μυρίκης. ἀγρίου δένδρου (Ζ 39) Ab
Μύρινα· ἡρωΐς, παρὰ Ἰλιεῦσι (Β 814)
*μυρ(ρ)ίνη· μυρσίνη· ὁ δὲ καρπὸς αὐτῆς {μύρτα} ASvg
μυρίον· πολὺ τῷ πλήθει (Σ 88)
μύρκος· ὁ καθόλου μὴ δυνάμενος λαλεῖν. Συρακούσιοι. ἐνεός.
ἄφωνος
†μυρμεαί· νύσσειν†
μύρμηκας· ἔξω τοῦ ζῴου καὶ οἱ πυκτικοὶ ἱμάντες. καὶ τῶν
θαλασσίων πετρῶν εἶδος. καὶ ζῷα ὑπόπτερα, ὡς κύνες τὸ
μέγεθος
μυρμηκιά· τάσσεται δὲ καὶ ἐπὶ διδασκαλείου καὶ συμφοιτήσεως.
ἦν δὲ καὶ λόγος, ὡς ὁ πτύσας εἰς μυρμηκιὰν οἰδεῖ τὰ χείλη,
ὡς ὁ Δεινολόχος (fr. 12 K.)
Μύρμηκος ἀτραπούς· Ἀθήνησιν ἐν Σκαμβωνιδῶν ἔστι
Μύρμηκος ἀτραπός, ἀπὸ ἥρωος Μύρμηκος ὀνομαζομένη (Ar.
Thesm. 100)
Μυρμήκων ὁδοί· Ἀθήνησι τόπος. καὶ αἱ μονόκωλοι τρίβοι.
ἀπὸ τῆς τοῦ ζῴου ὁμοιότητος κατὰ τὴν ὁδὸν γινομένου
μυρμηδόνες· οἱ μύρμηκες ὑπὸ Δωριέων
μυρμηκιών· ξυνοικία τῶν μυρμήκων
μυρμηκιῶν· ὁ ἥλους ἔχων ἐν ταῖς πτέρναις. ἄλλα δέ ἐστι τὰ
ἐξανθήματα, καὶ τὰ οἰδήματα, τὰ περὶ τὸ σῶμα γινόμενα
(Levit. 22,22)
μύρμοι· μύρμηκες (Callim. fr. 753)
μύρμος· φόβος
*μυρομένη· ὀδυρομένη (Ζ 373) ASgn
μυρμύρων· ταράσσων. τάσσεται δὲ ἐπὶ ποταμῶν ἐχόντων
ῥεύματα
μύροντο· ἐβρέχοντο
μύρος· ἰχθῦς ποιός. καὶ ἡ ἄῤῥεν μύραινα
μυῤῥίνης κλάδος, ἢ δάφνης· παρὰ πότον μυῤῥίνης {κλά-
δον} ἦν σύνηθες διδόναι τοῖς κατακειμένοις ἐκ διαδοχῆς ὑπὲρ
τοῦ ᾆσαι, ἀντὶ τοῦ βαρβίτου
μυρρίνην· ἔνιοι μὲν οἶνον {μυρρίνην} καλοῦσιν· οἱ δὲ πότον
ἐσκευασμένον· οἱ δὲ πόσιν φασίν, ᾗ ἐπεχεῖτο μύρον (Posid.
fr. 34)
μύῤῥινος· ἐπειδὴ μύῤῥινον στέφανον περιετίθεντο. καὶ αὐτὴν
τὴν μυῤῥίνην ἀρσενικῶς {μύῤῥινον} ἔλεγον
μυῤῥινῶν· ὃ δηλοῖ {τὸν} ἐπί τινα ἀρχὴν παρασκευαζόμενον.
οὕτως δέ, ἔοικεν, ἐσχηματίσθη διὰ τὸ τοὺς ἄρχοντας ταῖς
μυῤῥίναις στέφεσθαι
Μύρσινος καὶ {Μύρσιον}· πόλεις (Β 616)
μύρσος· κόφινος ὦτα ἔχων, ὃς καὶ {ἄῤῥιχος} (Callim. fr. 756)
*μύρτα· καρπὸς μυρσίνης ASvgbs
μυρταλίς· ἡ ὀξυμυῤῥίνη, ὡς Λάκωνες
μυρτίνη· εἶδος ἐλαίας
μυρτία, μυρτίνη, καὶ {μυρτίς}· {εἴδη ἀπίων}
μυρτίλωψ· ζῷόν τι
μύρτος· ἡ μυῤῥίνη. καὶ τὸ γυναικεῖον αἰδοῖον· οἱ δὲ τὸ σχίσμα
τῆς γυναικός
Μυρωνεία· κρήνη ἐν τῇ Ἀττικῇ
μυρῶν· [νύσσων]
μυσά· μιαρά, μεμιασμένα, μυσαρά
μῦσαι· *καμμῦσαι r. g. ἢ τὸ ὑπ' ἀνάγκης {ὑπομεῖναι}. Ἀττικοί
[ἢ μιᾶναι]
μύσαν· ἐκλείσθησαν (Ω 637)
μυσάλμαι· πολὺ πεινῶντες καὶ {ὁτιοῦν} ἐσθίοντες
*μύσας· καμμύσας (Eur. Med. 1183) ASgn
μυσαράν· ῥυπαράν, [ἀκάθαρτον (r)
μυσάξει· μιανεῖ
μυσάττεται· δυσχεραίνει
*μυσαττόμενος· σικχαινόμενος S. βδελυττόμενος Svgn. ἀπο-
στρεφόμενος S
μυσαχνή· μισητή. ἀκάθαρτος
μυσαχνόν· μεμολυσμένον. καὶ τὰ ὅμοια
μυσαχρόν· μυσαρόν, μυσαχθές
[μύσειεν· ἐκπορθηθείη] (Δ 290)
μύση· μιάσματα r. ῥυπάσματα
Μύσης· κώμη Ἀργείας
μυσιᾶν· ἀναπνεῖν, ἢ συνουσιάζοντα πνευστιᾶν. οἱ δὲ εὐτροφιᾶν
μυσημίεκτον· τοῦ ἡμιέκτου τὸ ἥμισυ. οὐ καλῶς δὲ νομισμάτιον
μικρόν
μυσίκαρφι· Κρατῖνος ἐν Ὥραις (fr. 267). οἱ μὲν ἀνέγνωσαν
ὡς ἀκονιτί, καί φασιν, ὅτι τὸ μεμυκότως καὶ ξηρῶς παίζειν
οὕτω λέγουσιν· ἢ ὡς ὀνομαζομένου τινὸς οὕτω ὡς μηδὲν ἀφ'
ἑαυτοῦ γλαφυρὸν σκώπτοντος, ἀλλ' ἐπιγελῶντος [τε] ἀηδῶς·
ὄνομα γάρ ἐστι Μυσίκαρφος, οὗ μνημονεύει καὶ Ἀπολλοφάνης
ὁ κωμικός (fr. 8). ὥς τινες δὲ τὸν †ἀρχιμάχον
μυσίνη· ὁ κατοικίδιος πυλών
Μυσιῶν· σιλλαίνων
Μυσίων Ὀλυμπίων· ἐπεὶ πλείους εἰσὶν Ὄλυμποι Μακεδονίας
καὶ Θετταλίας· ἔνιοι δὲ δεκατέσσαρας ἠρίθμησαν
μυσκελένδρα· ἃ ἡμεῖς {μυόχοδα}
μύσκλοι· σκολιοί. καὶ οἱ πυθμένες τῶν ξηρῶν σύκων
μύσκος· μίασμα. κῆδος
μῦς λευκός· ἐπὶ τῶν θηλυδριῶν ... κατωφερῶν (Philem. fr.
126)
Μυσοί· ἔθνος βαρβαρικόν (Β 858 ..)
μυσόν· τὴν ὀξύην. Μυσοί
*μύσος· μίασμα g. βδελυγμός vg. ἀποστροφή (2. Macc. 6,25)
μυσπαλεύματα· τὰ κατάλοιπα τῶν ἀλουμένων
†μύσπαν· μύξαν. οἱ δὲ τὸ μυὸς τρόπον ἀναστρέφεσθαι
†μυσπίην· μυχοισμόν. μύσαγμα
μῦς πίττης γεύεται· παροιμία ἐπὶ τῶν νεωστὶ πραττόντων
κακῶς. τινὲς δέ, {ὡς μῦς ἐν πίσσῃ}
μυσπολεῖ· ὡς μῦς περιπολεῖ (Ar. Vesp. 140) r
μυσπάγα· μυάγρα, παγίς
†μύσεις· κάρφεται
μυσσωτεύματα· ἀρτύματα
μυσσοτρίβον· ἀλετρίβανον
*μύστα· μυστηρίων μεταλαβών AS
*μυσταγωγεῖ· {εἰς} μυστήριον ἄγει Avg
*μυσταγωγός· ἱερεὺς ASvg ὁ τοὺς μύστας ἄγων
μυσταπάγη· [παγὶς μυῶν]
μύσταξ· αἱ ἐπὶ τῷ ἄνω χείλει τρίχες
*μύστας· μυστήρια εἰδότας (Sap. 12,5) Av
μυστέα· παιδιά τις ἐπιτελουμένη ... καταλύοντα τοὺς ἐξάρχον-
τας
μυστιλᾶσθαι· τὸ ἐκροφῆσαι τὸν ζωμὸν τοῖς ψωμίοις
μυστάδης· εἶδός τι ..., καὶ φατρία μάντεων
μυστίλη· ὁ κοῖλος ψωμός. ψιχίον. δρὰξ χειρός
μύστης· τελούμενος. σιωπηλός. *τὰ μυστήρια μαθών. μεμυη-
μένος A
μυστικόν· λεπρόν, ἢ λεπτόν
*μυστικῶς· πνευματικῶς (3. Macc. 3,10) AS
μυστείλει· [τέμνει]
μύστιξ· ἅμα τῷ σκότει
*μύστις· μεμυημένη (Sap. 8,4) A
μυσφόνον· παγίς
μύσχαι· αἱ μυχαί
μύσχλης· μύλος
†μυσσωτά· γελοῖα
μύσχης· εὖρος. ὡς Ἀμφίλοχος
μύσχον· τὸ ἀνδρεῖον καὶ γυναικεῖον μόριον
μυσσοτόν· πάθος περὶ τὴν ὄψιν
μυτικίζειν· κολάζειν
μύτις· ἰχθῦς θήλεια, ἥτις ἄνευ ἄῤῥενος οὐ νέμεται. καὶ ὁ ἐνεός.
καὶ ὁ μὴ λαλῶν. καὶ ὁ πρὸς τὰ ἀφροδίσια ἐκλελυμένος
μύτιλον· ἔσχατον (Callim. fr. 691?)· ἀφ' οὗ καὶ τὸν νεώτατον.
οἱ δὲ καὶ τὸ ἀποβαῖνον. καὶ ὁ νήπιος. καὶ ὁ νέος
†μυττάλυτα· μεγάλου ...
μύττακες· μύκαι. Σικελοί. †Ἴωνες πώγωνα
μυττάξασα· στενάξασα
μύττηξ· ὄρνις ποιός
μυττικάζειν· στένειν
μυττιδανός· ἀπόπληκτος
μυττίς· τὸ μέλαν τῆς σηπίας, ὅπερ ἐν τῷ στόματι ἔχουσα
ἐ(κ) κρίνει
μυττός· ἐννεός. καὶ τὸ γυναικεῖον
μυττωτεύσομεν· συγκόψομεν. ἀπὸ δὲ τοῦ {μυττωτοῦ} μετε-
νήνεκται. κυρίως δὲ λέγεται τὸ διὰ σκορόδων τρῖμμά τι, ἐξ
ἀρτυμάτων πολλῶν συντιθέμενον (Ar. Vesp. 63)
μυττωτόν· ὑπότριμμά τι διὰ σκορόδων (Ar. Pac. 273)
*μυχθίζουσι· μυκτηρίζουσι gn, χλευάζουσι (Greg. Naz. c. 2, 1,
1,548) g
μυχθισμός· στεναγμός (Eur. Rhes. 789) r
μυχλός· σκολιός. ὀχευτής, λάγνης, μοιχός, ἀκρατής. Φωκεῖς δὲ
καὶ ὄνους τοὺς ἐπὶ ὀχείαν πεμπομένους
*μυσταγωγηθείς· διὰ μυστηρίων ἀναχθείς Avg
*μύστης· ὁ εἰσηγητής vg
μυχμός· ἰδίωμα ἤχου (ω 416?)
μυχοί· αἱ καταδύσεις, *οἱ ἐνδότατοι καὶ ἀπόκρυφοι τόποι
ASvg. λιμένες. κοιλότητες. ἔσχατα. καὶ τὰ ποιήματα. ἢ τὰ
ἐσώτερα μέρη
*μυχοῖσιν· ἐνδοτάτοις {τόποις}. ἀποκρύφοις g
μύω· καμμύω p
*μυωξία· ὑβριστικὸς λόγος ASvgn. εἰσὶ δὲ καί τινα εἴδη, ὡς
σῦκα βιβρωσκόμενα, {μυωξάρια} AS
*μυωπάζων· ὀφθαλμιῶν (2. Petr. 1,9) ASvgn
μυώπη· ῥάμνος
μυωξίαι· τρῶγλαι
*μυωπιζόμενος· ἄκροις τοῖς ὀφθαλμοῖς προσέχων Avgn
μυωτός· εἶδός τι χιτῶνος
μύωψ· * μυῖά τις, ἐρεθίζουσα τὰς βοῦς r. ASvg καὶ πᾶν ζῷον
ἐλαύνουσα· {οἶστρος} μόνον βοῦν
μῶἁ· ᾠδὴ ποιά (Ar. Lys. 1249. 1298)
†μητεῖς· καλεῖς. βούλει
Μωαβ λέβης τῆς ἐλπίδος· ὅλων ἐθνῶν τὸ σύστημα διὰ
τῆς τοῦ Μωαβ προσηγορίας αἰνίττεται. θυσία ἀληθινή, τῷ
πυρὶ τοῦ θείου πνεύματος θερμαινομένη (Ps. 59,10)
μώδα· [ἄλφιτα σίτου]
μῶδιξ· φλέψ r. φλυκτίς
μῳδεῖ· λαλεῖ. ᾄδει
μόδιον· εἶδός τι σπυρίδος
μωδύει· θάλπει. μωραίνει. ἐκλύει
μώδυξ· [ἀπαίδευτος]
*μωκᾶται· χλευάζει r. AS
*μωκός· μωρός. χλευαστής Sg, σκώπτης (Sirac. 33,6) gp
*μωκωμένης· χλευαζομένης ASv. καὶ τὰ ὅμοια (Greg. Naz.
c. 2,2, 8,18)
μῶλαξ· εἶδος οἴνου. οἱ δὲ τὸ ἐν τοῖς ὁρκίοις σπενδόμενον, ἀπὸ
τοῦ Τμώλου. ὥς τινες Λυδοὶ τὸν οἶνον
μωλεῖ· μάχεται (r). καὶ {ἀντιμωλία} δίκη, εἰς ἣν οἱ ἀντίδικοι
παραγίνονται
μωλήσεται· μαχήσεται. πικρανθήσεται
Μωλύχιον· ἔνθα Λυκοῦργος {τὸν} Κορυνήτην ἀνεῖλε τόπος
μῶλον Ἄρηος· πόλεμος, θόρυβος n, μάχη (Β 401 ..)
μῶλος· ὁ ἐνχρονισμὸς τῆς μάχης. *πόλεμος r. gn
μῶλυ· φυτοῦ εἶδος ἀλεξιφάρμακον, *ἢ βοτάνης g. ἀντιπάθιον
ASghm. οἱ δὲ τὸν λόγον, δι' οὗ τὰ πάντα μωλύεται, ὅ ἐστι
πραΰνεται (κ 305)
μωτάπει· [ἰάσεται]
μώλυγερ· τὰ ἄνοζα ξύλα
μωλύεται· γηράσκει
μολύκνον· [μεμολυσμένον]
μώλυκα· τὸν ἀπαίδευτον. Ζακύνθιοι. {μῶλυξ}
μωλυτική· φοβερά
μωλυρόν· νωθρόν r. βραδύ
μῶλυς· ὁ ἀμαθής. Σοφοκλῆς δὲ Φαίδρᾳ· {μεμωλυσμένη}· παρει-
μένη (fr. 631)
*μωλύτερον· ἀμβλύτερον r. q. ASbp
*μώλωψ· ὁ ἐκ τῆς πληγῆς αἱματώδης τύπος g. ἔναιμον ἄλγος
ASn θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτυπίας τοῦ πλήξαν-
τος (Gen. 4,23 ..)
μῶμαρ· μέμψις. ὄνειδος, αἶσχος
*μωμᾶται· ψέγει, μέμφεται, σκώπτει ASg
μώμεθα· ζητοῦμεν
μωμήματα· ψέγματα (Sirac. 31,18 v. l.)
*μωμησαμένους· μεμψαμένους (Sap. 10,14) (S)
*μωμήσεται· ψέξει vg. μέμψεται (Prov. 9,7) Avg
μωμήσονται· μέμψονται (Γ 412)
*μωμητά· ψεκτά r. ASvgn. κατεγνωσμένα (Deut. 32,5) vg
*μῶμος· ψόγος (Sir. 20,24 ..) vgnps (A)
μωμφαί· [μέμψεις]
μῶν· μὴ {οὖν}. οὐ δή. *ἆρα r. ASgn
*μῶν ἐστί· ἆρ' ἐστί ASvgbp
μωνιή· ὀλιγωρία
μωνιόν· μάταιον, ἀχρεῖον
μῶνυξ· ὁ μίαν ὁπλὴν ἔχων, *μονώνυχος (Ε 236 ..) (Avgn)
μώνυχα· ἁπλῆν καὶ {μὴ} διεστῶσαν
μῶρα· [συκάμινα]
μωραίνει· ἀφραίνει, παρακόπτει, μαίνεται
μωρίαι· ἁμαρτίαι
μωρίαι· ἵπποι καὶ βοῦς ὑπὸ Ἀρκάδων
Μωριεῖς· οἱ τῶν Ἰνδῶν βασιλεῖς (Euphor. fr. 168 Pow.)
μώριον· πόα τις, ᾗ πρὸς φίλτρα χρῶνται r
μωρός· ἄφρων, μάταιος
μωρόν· ὀξύ. μάταιον. ἀμβλύ. βαρύ. δεινόν. νωθρόν. ὑλακτικόν.
δηλοῖ δὲ καὶ τὸ πεπονηκὸς περί τι. καὶ ἠλίθιον hm
μώρτα· [σῖτος r]
μωρωσός· ὁ τὴν διάνοιαν παντελῶς πεπληγώς
μῶσο· ζήτει ([Epich.] fr. 288)
μῶται· ζητεῖ. τεχνάζεται
μωύς· ἡ γῆ. Λυδοί
μῶυ· τὸ ὕδωρ rp {παρ' Αἰγυπτίοις} r
μώχεται· φθονεῖ
*μώψ· ὁ μὴ ὀξυδορκῶν, καθαροὺς δὲ ἔχων τοὺς ὀφθαλμούς v
*Ναάσατο· [κατώκησεν S]
νάβλα· εἶδος ὀργάνου μουσικοῦ. ἢ ψαλτήριον. ἢ κιθάρα (Soph.
fr. 765?)
*νάβλας· κιθαριστής, εἶδος ὀργάνου μουσικοῦ δυσήχου AS. καὶ
ὁ ἐνεργῶν. καὶ *[{νάβλον} τὸ αὐτὸ ὄργανον (1. Regn. 10,5 ..)
*νάει· ῥέει, στάζει (ζ 292) ASvg
*ναιδαμῶς· ἐναντίον τῷ οὐδαμῶς AS
ναελεῖς· [πρόσφατοι. Θεσσαλοί]
†νάεῤῥα· δέσποινα
ναέται· οἰκήτορες. καὶ {ναετῆρες}
ναέτωρ· ῥέων, πολύῤῥους
Ναζιραῖος· *ὁ θεῷ κεχαρισμένος, καὶ ἀφιερωμένος g, βαπ-
τιστής, ἱερεύς
ναθμούς· τὰς χοιράδας. τάσσεται καὶ ἐπὶ τῶν στημόνων
νάθραξ· νάρθηξ
ναιθροί· [νεβροί, οἱ νέοι ἔλαφοι]
νεδάλλειν· νηστεύειν
*ναὶ δή· ὄντως δή AS, ἀληθῶς δή (Α 286 ..) gb
*Ναιάδες ἢ [Ναΐδες· νύμφαι ὑδάτιαι. πηγαί ASvg
*ναίειν· οἰκεῖν (Σ 87) gS [ῥέειν S]
*[ναίεσθαι· πορεύεσθαι ASvg]
Ναΐδες, Νηΐδες. Ζεφυρίδες· νύμφαι. [ἀπὸ τῶν ναμάτων g]
ναιήσαντο· ᾤκησαν S *[{ναίειν}· τῶν δύο AS]
*ναὶ μήν· ὄντως δή AS
ναικισσορεύοντας· ἐπίτηδες διασύροντας, καὶ ἐξευτελίζοντας.
τινὲς δέ φασι {ναικισσήρεις} λέγεσθαι ἐπὶ τοῦ ἐμφαίνοντος
ὁμολογεῖν καὶ μὴ ὁμολογοῦντος (Pherecr. fr. 222). {ἐπὶ}
τῶν κατεψευσμένων ἡ λέξις
Ναβάν· ἐγκαθισμός (Isai. 15,2 v. l.)
ναὶ μά· ἀντὶ τοῦ μή. νή (Α 234 ..)
ναὶ μά· ὁμολόγησις· δηλοῖ δὲ ἄρνησιν νή
*ναὶ μήν· ναί g [Φρύγες]
ναίμοιτο· [καρποῖτο] S
†ναινεύρη· νὴ τὸν Ἄρη. Ἀττικοὶ δὲ ποδοκάκη
νάϊοι· ναυτικοί S
ναῖον· ᾤκουν (Β 511). [ἔῤῥεον]
*ναίοντα· οἰκοῦντα (Eur. Andr. 1261) ASn(g)
ναιός· [οἶκος. ναός. καὶ νεώς]
*ναίουσιν· οἰκοῦσιν (Β 130) ASvgn
ναὶ πρὸς θεῶν· ναὶ ἐν θεῷ (Eur. Med. 1277)
ναρᾶς· ῥευστικῆς (Aesch. fr. 347)
†νέρας· νέος
ναισιελία· ἡ ἀποπληξία. καὶ ἡ ἐμβροντησία. τινὲς δὲ {ναισή-
ματα}
ναὶ τάν· οὕτως οἱ ἀρχαῖοι, θεῶν ὀνόματα μὴ προστιθέντες
ναίτειρα· οἰκοδέσποινα
*ναίχι· ναί. Ἀττικῶς r. ASvgn
*ναίων· οἰκῶν (Δ 166 ..) ASvgn
*νάκεσι· δέρμασι προβάτων. τάπησι AS. κῳδίοις. καὶ [νάκη
ὁμοίως A
νάκολον· τὸ ἀκάθαρτον
*νάκος· κῴδιον. [αἴγειον δέρμα μετὰ τριχῶν ASvg
*νακοτίλται· οἱ κείροντες τὰ πρόβατα ASg
νακτά· τοὺς πίλους. καὶ τὰ ἐμπίλια
νάκυρον.] νακύδριον· [δέρμα
νάματα· ὕδατα. χεύματα. ῥεῦμα, πηγή (Eur. Phoen. 126 ..)
νάματα· προβολαί
ναμέρτεια· ἀλήθεια
ναμερτέα· ἀληθῆ
νάνναζον· παιζόμενον
νάνναν· τὸν τῆς μητρὸς ἢ τοῦ πατρὸς ἀδελφόν· οἱ δὲ τὴν
τούτων ἀδελφήν
ναννάριον· οὕτω καλούμενον εἶδός τι ἀσώτων. ἄμεινον δὲ τὸν
τρυφερὸν καὶ μαλακὸν ἀκούειν
νανναρίς· κίναιδος
νανεῖ· ἵπταται
νάννη· μητρὸς ἀδελφή
νανῆσαι· ἵπτασθαι
νάνιον· ἀμνίον. σφάγιον
†νάνας· τὰς ῥυτάς. ἀπὸ τοῦ νάειν
νανοκάκα· διὰ ῥινῶν λαλοῦσα
νᾶνος· ἐπὶ τῶν μικρῶν. ὡς νᾶνον καὶ αἰδοῖον ἔχοντα μέγα· οἱ
γοῦν νᾶνοι μεγάλα ἔχουσιν αἰδοῖα
νάξαι· σάξαι. βῦσαι
νάξει· ἐρείσει. λιθάσει
Ναξία λίθος· ἡ ἀκόνη· ἀπὸ Νάξου πόλεως
Νάξος· ἱερὰ Διονύσου
ναοκόρος· ...
νᾶμα· ῥεῦμα, πηγαῖον ὕδωρ (Eur. Phoen. 102 ..), ἢ ξύλινος ὀχετός
*ναός· οἶκος, ἔνθα θεὸς προσκυνεῖται (Eur. Andr. 162 ..) Anp
*νάουσι· ῥέουσιν (Φ 197) ASgn
ναρεῖ· τηρεῖ
νάπαι· οἱ φαραγγώδεις τόποι, καὶ ἐν τοῖς ὄρεσι τῶν πετρῶν
κοῖλοι *ἢ ὀρεινοὶ τόποι, καὶ ἀναπεπταμένοι (Θ 558) gn
*νάπα· σύμφυτος τόπος (Eur. Alc. 580) AS
Νάπας· ἡ κρήνη ἐπὶ τῶν ὀρῶν τῆς Περσίδος ἱστορεῖται, ἡ
φέρουσα τὴν ἄφθα
νάπιϊ· [σινάπιϊ, σίνιπι]
*νάπη· ὕλη. ἢ κοίλη, καὶ ὀρεινὸς τόπος (Eur. Bacch. 1084 ..)
Avgps
νάποινος· μάταιος
νάπος· γυναικὸς αἰδοῖον
*νᾶπυ [{ἢ μάπυ}]· τὸ σίνηπι ASgnp
νάρειν· κύειν. κρύπτειν. ζητεῖν. κυΐσκεσθαι. ἀμέλγεσθαι
νάρη· ἡ ἄφρων, καὶ μωρά
ναρθακιῶντες· νάρθηξι πλήσσοντες
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγήν· (Aesch.
Prom. 109) τὴν ἐν νάρθηκι θησαυρισθεῖσαν· παρόσον τῷ
νάρθηκι ἐχρῶντο πρὸς τὰς ἐκζωπυρήσεις τοῦ πυρός, ὅθεν καὶ
τῷ Διονύσῳ ᾠκείωσαν αὐτόν, διά τε τὰς ἐν ταῖς θοίναις τῶν
δένδρων ἁφάς, καὶ διότι θερμός ἐστι φύσει ὁ οἶνος, ἢ πυρώδης
"οἶνός τοι πυρὶ ἶσον ἔχει μένος" Ἐρατοσθένης (fr. 36 Powell)
*νάρθηξ· εἶδος φυτοῦ καλαμοειδοῦς ἐλαφροῦ (Eur. Bacch.
147 ..) AS
a) (*)νάρθηξ· στοά. b) {ναρότης}· ἡ ἥβη
*νάρκη· μυρμηκίασις ASgn. ὀκνηρία vg
ναρκίον· ἀσκόν
νάρναξ· κιβωτός
ναρκῶσαι· εἰς νάρκην ἀγαγεῖν
ναρόν· [σάρον, κόρημα.] πλησμονήν. ὑγρόν
ναρούς· τοὺς φύλακας
νάπη· ὑλώδης, σύμφυτος τόπος. καὶ κοῖλος καὶ ὑδατώδης καὶ
ὀρεινὸς τόπος
*ναρκώσης· ἐκλύτου, ἐκλυομένης g
νάρφη· σκευαστὸς ἄρτος, ὁ καὶ μασητρίς
νάρα· συνίημι
νᾶσαι· προβαλεῖν "ἐπηετανὸν γάλα νᾶσαι" ἢ ῥεῖν
νάσθαι· σκευάσαι. οἰκῆσαι. κτίσαι
*νάσθη· ᾠκίσθη ASvgn "πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη" (Ξ 119)
νασμούς· τὰς ἀποῤῥοίας· οἱ δὲ πληρώσεις. ῥεύσεις
νασμώδης· γῆ δίυγρος, παρὰ γεωργοῖς
*νασμῶν· ῥευμάτων (Eur. Hipp. 225) AS
νάσσα· ᾤκισα. ὡμάλισα (δ 174)
*νάσσατο· κατῴκησεν AS. ἔθλιψεν (Hes. op. 639)
†νάσσει· ὁμαλίζει. θλίβει
ναστά· ψαιστά. Ῥόδιοι. καὶ Ἀττικοὶ ἄρτους καὶ ἱερὰ πέμματα
Νάστης· οἰκιστής. καὶ κύριον ὄνομα (Β 867)
*ναστόν· μεστόν. πυκνόν. πλήρη. μὴ ἔχον ὑπόκουφόν τι Avg
ναστός· *συνεχής, †ὁδοιπόρος. ὁλοσφύρητος AS, μὴ ἔχων
ὑπόκουφά τινα A. ἢ ἄρτος μέγας ὁ ζυμίτης. Ἀττικοὶ δὲ ἄρτον
εἰς θυσίαν πλακουντώδη
νατῆρες· †ὑπηρέται. ἢ κεραμίδες
νατταρέον· πολύῤῥουν
*ναυαγός· ὁ ἐν θαλάττῃ ἀπολλύμενος AS
*ναύαρχος· ὁ τῶν νηῶν ἄρχων (AS) vg
†ναυαλεῖν· ὁ ἐνυάλιος
ναυβάτης· νεὼς ἐπιβάτης Avg. καὶ ὄνομα κύριον
ναύει· ῥέει, βλύζει
ναεύειν· ἱκετεύειν. παρὰ τὸ ἐπὶ τὴν ἑστίαν καταφεύγειν τοὺς
ἱκέτας
ναυσθλώσουσιν· ἀποκομίσουσι (Eur. Troad. 162)
ναύκλαροι· δήμαρχοι. [ἐπηρέται. {ναύκληροι} δὲ ἐρέται.]
τινὲς δὲ ἀφ' ἑκάστης φυλῆς δώδεκα, οἵτινες ἀφ' ἑκάστης χώρας
τὰς εἰσφορὰς ἐξέλεγον. ὕστερον δὲ δήμαρχοι ἐκλήθησαν
ναύκληρον πλάτην· ναυτικήν. Ναυπλίῳ πυρκαεῖ (Soph. fr.
397)
ναύκληρος· ὁ συνοικίας προεστώς. ἢ μεμισθωμένος ὅλην καὶ
ἀπομισθῶν κατὰ μέρος καλούμενος σταθμοῦχος. καὶ ὁ δεσπότης
τοῦ πλοίου
ναυκληροῦμεν· ναυτιλλόμεθα
ναυκληρώσιμοι στέγαι· τὰ πανδοκεῖα· ἐπεὶ ἔνιοι ἐμπορεῖα
λέγουσιν· ὡς καὶ {Στησίχορος ἐμπορικὸν οἶκόν} φησιν (fr.
80 Bgk)
Ναυκρατίτης στέφανος· ἀπὸ τῆς Αἰγυπτίας Ναυκράτεως,
ὁ βύβλινος, ἢ ὁ ἐκ φιλύρας, ἢ ὁ σαμψύχινος (Anacr. fr. 83 Bgk)
ναυκράτορες· οἱ τῶν νεῶν ἡγούμενοι (Thuc. 5,97)
ναῦλα· τὰ ἐφόδια {παρ' Αἰσχύλῳ} S (fr. 680 M.)
ναῦλον· τὸ εἰς τὸ στόμα τῶν νεκρῶν ἐμβαλλόμενον νομισμάτιον
ναυλοχεῖ· ἐν τῇ νηῒ κατατέτακται
ναύλοχον· εὐδινόν, ἐν ᾧ αἱ ναῦς λοχῶσι· Σ "ναύλοχον εἰς
λιμένα" (κ 141)
*ναύλοχον· τὸν ὑποδεχόμενον τὰς ναῦς AS
ναῦμα· πόα τις παρὰ Πέρσαις, ἥν τινες πολύγονον
ναύμαχα· εἰς ναυμαχίαν ἐπιτήδεια μακρὰ δόρατα "{ναύμαχα
κολλήεντα}" (Ο 389)
*ναυμαχία· ἡ διὰ πλοίων μάχη ASvgn
ναῦν· [πηγαῖον ὕδωρ. καὶ ἔριον. οἱ δὲ νάρδον]
ναοῖ· ἱκετεύει
νάουσι· ῥέουσι
ναύποδα· μακρόποδα (ι 464)
ναῦρα ἢ ναυρόν· ὄγκος
ναυρίζειν· καταμωκᾶσθαι
*ναῦς· πλοῖον· ASvg ὀρθῆς πτώσεως
ναῦσθλον· ναῦλον
ναυσθλοῦν· ναυτολογεῖν
ναυσθλωσάμενος· ναυτολογήσας
ναυσίασις· βδελυγμός
ναυσί· [ῥέουσι]
*ναυσίπορος· πλεόμενος (Eur. Rhes. 48) AS
ναυσίποδες· οἱ νησιῶται. καὶ {ναυσθενεῖς}
*ναύσταθμα· λιμήν (Eur. Rhes. 244) g
ναυστῆρες· οἱ οἰκέται
ναυστῆρα· μεγάλην. φοβεράν
*ναυστολίαν· πλοῦν (Eur. Andr. 795) ASgn
*ναστοφαγοῦσι· πλακουντοφαγοῦσι AS
Ναύσων {ναυκρατεῖ}· Κρατῖνος (fr. 349) ὠνοματοποίησε τὸν
Ναύσωνα παρὰ τὴν ναῦν καὶ τὸ ναυκρατεῖν. πολλὰ δέ ἐστι
τοιαῦτα· καὶ ἀγαθῶν {Ἀγαθίδες} καὶ λευκότερος Λεύκωνος
*ναυτιᾶσαι· ἐμέσαι. ἀποκινῆσαι. πλανῆσαι AS
ναυτίλλεσθαι· πλέειν
ναυτίλος· τὸ ἐν τῇ θαλάσσῃ ζῷον, ὃ τῷ ἑαυτοῦ σώματι πλοῖον
ἀπομιμεῖται
*ναυτιλλόμενοι· οἱ πλέοντες, ναῦται ASvg
*a) ναυτιλλόμενος· ἐμπλέων An. *b) ...· νήχεται
ναυτιῶντι· κλύδωνι περιφερομένῳ
ναυτοδίκαι· οἱ ἐπὶ τοῦ ἐμπορίου δικασταί, ἐφ' ὧν καὶ αἱ τῆς
ξενίας ἐκρίνοντο δίκαι
ναῦφιν· νεῶν, [νηῶν (Β 794 ..) n (S)
ναύφρακτος· ναύσταθμος. λιμήν
*νάφθα· θεάφιον AS, θεῖον (Dan. 3,46) ASvg
ναφρόν· λινοῦν ῥάμμα
ναχαλόν· σαθρόν. ὁμοίως καὶ {ναχαλές} [τὸ αὐτὸ σημαίνει]
†ναύω· λίσσομαι. ἱκετεύω
*ναύων· νεωρίων
Νέα· νεώματα. καὶ χωρίον Λήμνου, {ὅπου δοκεῖ Φιλοκτήτης
δηχθῆναι}
νεάζομεν· ἀφικνούμεθα ἢ νεωστὶ ἥκομεν
νεάζων· μειρακιευόμενος (Eur. Phoen. 713)
νέαι· ἀγωνισάμεναι γυναῖκες τὸν ἱερὸν δρόμον
Νέαιρα· Ὠκεανοῦ θυγάτηρ (μ 133)
Νεαιρῆισιν ἵπποις· ταῖς ἀπὸ †Νεαίρας. καὶ Σιμωνίδης·
{νέαιραν γνάθον} (fr. 244 Bgk). [Νέαιρα δὲ χωρίον ἐν Λήμ-
νῳ]
νεακές· νεωστὶ ἠκονημένον {ξίφος} r
*νεαλής· νεωστὶ ἁλούς r. AS
νεαλεῖς· πρόσφατοι. κυρίως δὲ ἐπὶ τῶν ἁλσὶ παττομένων
νεάλωτοι· νεωστὶ εἰλημμένοι
νεᾶν· νεάσαι γῆν
νέαν· νεωτέραν. ἢ νουμηνίαν
Νεάνθης· †Ὀρέστης
*νεανίας· τολμηρός (Eur. Phoen. 146) ASvg
νεανιεύεται· *νέου ἔργα πράττει ASg. ἢ καυχᾶται, ἢ μεγαλο-
φρονεῖ ἐπὶ ἀνδρείᾳ, κομπάζει κενῶς, ἢ τολμᾷ
*νεανιεύων· μειρακιευόμενος AS
νεανίσκος· νήπιος
νέαον· ἀγκυροβόλιον
νεαρά· τὰ εὐανθῆ. καὶ πρόσφατα
νεαροί· νεογνοί, νήπιοι. οἱ νέοι. ἀνόητοι. καὶ εὐανθεῖς. πρόσφα-
τοι
νεάσαι· μεταβαλεῖν τὴν ἠροτριωμένην γῆν
νεάσεται· νέος λόγος πορεύσεται
νεάτη· ἐσχάτη gn. καὶ ἡ {νήτη} χορδὴ ὑπὸ τῶν μουσικῶν
πρὸς ἀντιδιαστολὴν τῆς τε ὑπάτης καὶ τῆς μέσης
νεβλᾶραι· περαίνειν (Ar. fr. 241)
†νέβεστα· περιτάλματα τῶν ἱερῶν καὶ τῶν Σικελῶν†
νέβρακες· οἱ ἄῤῥενες νεοττοὶ τῶν ἀλεκτρυόνων
*νεβρίδων· δορῶν ἐλάφων (Eur. Bacch. 111 Phoen. 792) AS
*νεβρίς· ἐλάφου δορὰ Anp
*νεβροί· ἐλάφων γεννήματα (Δ 243?) (r. ASvgnp)
νεβρός· νεωστὶ εἰς βορὰν ἐληλυθώς. νεοβόρος
νεδίας· [τὰς αἰθυίας]
νἔεργε· ἤρκει. ἐχώριζε (δ 130)
νέειν· νήχεσθαι. καὶ νεῖν
*νέεσθαι· πορεύεσθαι Svgn. ἔρχεσθαι (Β 84)
*νεετάζουσιν· οἰκοῦσι (Δ 45) AS
ναιεταώσας· οἰκουμένας (Β 648) S
νεήκεσι· νεωστὶ ἠκονημένοις, ὀξέσι (Ν 391)
*νέηαι· πορευθῇς (Α 32) p (n)
νεηκλᾶ· [λικνᾶ]
*νεηκονές· ἠκονημένον A νεωστί (p)
*νεηλαία· νεότης πᾶσα AS
νεηλάτης· ὁ ἰθύνων ἢ ἐλαύνων τὸ πλοῖον
νεήλατον· νεοτευχές r
*νεήλυδες· νεωστὶ ἐλθόντες (Κ 434) ASvgn
νεήλυδος· νεωστὶ κατοιχομένης, νεωστὶ τετελευτηκυίας
νέην· νέαν, καινήν (Β 232 ..)
*νέηλυς· νεωστὶ ἐλθών (r. g)
νεῖ· πλέει
νεῖαι· πορεύσῃ (λ 114) p
νειαίρῃ· ἐσχάτῃ, κατωτάτῃ n. τουτέστι κατὰ τὸ ἔσχατον
μέρος (Ε 539) (n)
νεῖα· ξύλα, τὰ εἰς κατασκευὴν νεῶν ἐπιτήδεια
νειάτη· κατωτάτη, ἐσχάτη
*νείατον· ἔσχατον (Β 824) ASbp
*†νειᾶνται· οἰκοῦνται ASb
*νείκεα· φιλονεικία nAS, ἔχθρα (Β 376) vgn
*νείκεε· ὕβριζε (Β 224) b
*νεικεῖ· ὀνειδίζει (Α 521) n
νείκει ἄριστε· ἐν τῷ ὀνειδίζειν ἄριστε (Ψ 483)
νεικείεσκεν· ἐνείκησεν (Β 221)
*νείκεσεν· ὕβρισεν ASvg. ἔκρινεν (Γ 38) n
νείκεσσι· πολέμοις
νειῆσαι· ἀρόσαι
νείκησεν· ἐνείκησεν. [ὑμνεῖ, ᾄδει]
νεικλητήρ· λικμητήρ. Μεγαρεῖς
νεῖκλον· τὸ λίκνον
*νεικείων· ὀνειδίζων (Β 243) ASn
*νεῖκος· διαφορά, μάχη g, φιλονεικία Ag
*[νεῖκαι] νεῖμαι· μερίσαι AS, διελεῖν
νεῖμεν· διέδωκεν (Ι 217)
νεῖμον· ὄρχησαι
νεῖν· νήθειν στήμονα. κολυμβᾶν, νήχεσθαι
*νεῖν οὐκ οἶδε· κολυμβᾶν οὐκ οἶδεν ASvgb
*νειόθεν· κάτωθεν (Κ 10) ASn
*νειός· κυρίως μὲν ἡ νεωστὶ μεταβεβλημένη γῆ, τουτέστιν
ἠροτριωμένη· νέα γὰρ φαίνεται. [ἀπὸ τοῦ νέα φαίνεσθαι]
"νειῷ ἐνὶ τριπόλῳ" (ε 127). λέγεται δὲ καὶ πᾶσα πληθύουσα
χώρα, ἢ θάλλουσα
νείοις· μυχίοις. λέγει δὲ τὸν πυθμένα, ὥσπερ τῆς νεὼς τὸ
†προτιθέμενον
νειότατον· κατώτατον
νειόφυρτον· νεόκρατον
νεῖπτα· [ἔσχατα]
νειραί· κατωτάται. οἱ δὲ κοιλίας τὰ κατώτατα
νειρὴ κοιλίη· κοιλία ἐσχάτη
νειρόν· σφοδρόν. ἔσχατον
νείσεται· εἰσέρχεται
νείσαντο· [ἐπορεύοντο]
νεῖσθαι· πορεύεσθαι (ο 88)
*νεισόμενος· πορευόμενος (δ 701?) (n)
*νείσοντο· ἐπορεύοντο AS
νεῖται· ἐλεύσεται, ἔρχεται (μ 188)
νεκάδεσσι· νεκυάδεσι. ταῖς τῶν νεκρῶν τάξεσι (r). *νεκροῖς
(Ε886) ASn(g). ἐλέγχεται δὲ ὁ Καλλίμαχος νεκάδας ψιλῶς
τὰς τάξεις νενοηκώς· "ἡδομένη νεκάδεσσιν †ἐπισκυρῶν πολέ-
μοιο" (fr. 567 Pf.)
νέκες· νεκροί. ἀνίαι. ἀρχαῖοι. νέοι
*νέκταρ· πόμα θεῖον (Δ 3) AS, ἢ βρῶμα
*νεκτάρεος· θεῖος r. (ASn). ἡδύς, εὐώδης (Γ 385)
νεκταίρουσιν· κολάζουσιν
νεκτάρας· μάστιγξ
νεκτάρθη· ἐζημιώθη
*νέκυας· νεκρούς (Η 418) ASvgn
νεκύδαλλος· τὸ ἐκ τοῦ βόμβυκος ζῷον. ἢ ὁ σκώληξ τῆς κάμπης
νέκυες· νεκροί A, οἱ ἐστερημένοι τοῦ κέαρος, ἤγουν τῆς ψυχῆς
(Φ 302 ..)
*νεκυομαντεία· νεκρομαντεία r. AS(vg) p
νέκυρ· νεκρός. Λάκωνες
νεκυώριον· νεκρομαντεῖον r
νεκυώτατον· νεώτατον. προσφατώτατον
*νέμεα· σύνδενδροι τόποι ASn
Νεμεάδες πύλαι· ἔνιοι τὰς ἐν Τίρυνθι· οὐ καλῶς· τοῦ γὰρ
Ἄργους εἰσί, τοὔνομα λαβοῦσαι διὰ τὸ πρὸς τῇ Νεμέᾳ τε-
τράφθαι
νεμεάδες· ἰχθύες. βλαστοί. ὄρη ἀνειμένα. ἀπόγονοι. λειμῶνες
*νεμέθοντο· ἐνέμοντο n, ἀπὸ τῆς νεμήσεως (Λ 635)
νέμει· μερίζει. βόσκει. διαιρεῖ. ἀναγινώσκει. χειρονομεῖ. νομίζει.
ἔχειν διαδίδωσι
νέμεις· ἀναγινώσκεις
νεμηνίαν· νουμηνίαν
νεμεσᾶι· φθονεῖ. ὀργίζεται. μέμφεται
νεμέσα· μέμφου (Κ 145)
*νεμεσίζῃ· μέμφῃ (n) [βόσκῃ] (Ε 757)
*νεμεσῆσαι· βοσκῆσαι AS. μέμψασθαι Avg
νεμέσησεν· ἐμέμψατο (Δ 507)
*νεμεσήθητε· αἰσχύνθητε (Π 544)
νεμεσητόν· ἐπίφθονον, μεμψίμοιρον. καὶ ὃ ἄν τις ἐντραπείη
(Γ 410)
*νέμεσις· ὕβρις. μέμψις. φθόνος (Γ 156) ASvg
*νεμεσίζομαι· μέμφομαι. φθονῶ (Θ 407) AS
*νεμέσθωσαν· βοσκηθήτωσαν (Exod. 34,3)
νέμησις θέας· Ἀθηναῖοι τὰς ἐν τῷ θεάτρῳ καθέδρας, ψη-
φίσματι νενεμημένας προεδρίας ἱερεῦσιν
νέμησις ὑποκριτῶν· οἱ ποιηταὶ ἐλάμβανον τρεῖς ὑποκριτάς,
κλήρῳ νεμηθέντας, ὑποκρινομένους τὰ δράματα, ὧν ὁ νικήσας
εἰς τοὐπιὸν ἀκρίτως παρελαμβάνετο. ἔστιν οὖν ὡσὰν διαίρεσις
*νεμεσῶ· μέμφομαι (ζ 286) s
*νέμοιτο· καρποῖτο gn. βόσκοιτο, τρέφοιτο. [διαμερίζοιτο
(Β 780) (g)
νέμος· σύνδενδρος τόπος, καὶ νομὴν ἔχων (Λ 480). καὶ τὸ
γυναικεῖον αἰδοῖον. καὶ νάπος. καὶ τὸ τοῦ ὀφθαλμοῦ κοῖλον
νέμω· νομίζω. ἀναγινώσκω. [βόσκω r
νενεαμένην· ἠροτριωμένην
νενασμένας· πεπλησμένας
νενασμένως· ἐπιεικῶς
*νεναυμαχηκώς· ἐν πλοίῳ πολεμήσας AS
*νενευκότι· βλέψαντι ASvg
†νενεκέναι· τεθνηκέναι
νενημένων· συγκειμένων
νένηται· πεπλήρωται. σεσώρευται
νενίηλος· τυφλός. ἀπόπληκτος. ἀνόητος (Callim. h. Iov. 63)
νεννάζει· [κακολογεῖ]
νέννος· {πατρὸς} ἀδελφός
νενός· εὐήθης
νένοφε· νενέφωται. συννενέφωται. [νενόηται]
νενώμεθα· διανενοήμεθα
νενώπηται· τεταπείνωται. καταπέπληκται
νένωται· ἐν νῷ ἔχει (Soph. fr. 183)
νέξας· τὰ στρώματα
νεοαλδέα· νεωστὶ αὐξανομένην
*νεοαρδέα· νεοπότιστα (Φ 346) ASvg
νεοβόρον· νεωστὶ βεβρωμένον
νεόβροχοι· ἔγκυοι
*νεογιλλόν· νεογνόν ASvg, νέον
νεογιλλῆς· νεογνῆς, νεαρᾶς, νέας, νεωστὶ γεννηθείσης (μ 86)
νεοδαμώδεις· οἱ κατὰ δόσιν ἐλεύθεροι ἀπὸ τῆς εἱλωτίας
νεοδάρτης· ἔδεσμά τι ἀβυρτακῶδες
νεοδμήτην· νεωτέραν. ἢ *{νεωστὶ} δαμασθεῖσαν AS. ἢ οἰκο-
δομηθεῖσαν
νεοεργές· νεωστὶ εἰργασμένον, προσφάτως
νεολήνια· ἑορτὴ Διονύσου
†νεοθάλαμος· καπνός
*[νεοθαλής] {νεοθηλέα}· νεωστὶ θάλλουσαν (Ξ 347) ASn
*νεοθαλής· νεωστὶ ἀνθῶν ASgn
νεοθηλές· νεόβλαστον, νεόφυτον
*νεοθηλής· νεωστὶ βλαστήσασα ASvg
*νεόθρεπτον· τὸν νεωστὶ πεπηγότα τυρόν ASg
νεοθόροις· νεοαυξέσιν. νεωστὶ ὁρμῶσιν, αὐξανομένοις
νεοῖαι· ἀφροσύναι
*νεοίη· ἡ νεότης (Ψ 604) ASns
νεοκηδέϊ· νεωστὶ πενθήσαντι
*νεοκμήτῳ· νεωστὶ κατεσκευασμένῳ (r) ASn
*[νεοκόρος· ὁ τὴν ἐκκλησίαν κοσμῶν. κοσμεῖν γὰρ τὸ σαρεῖν n]
νεοκράς· νεωστὶ κεκραμένος
νεόκρατοι· τινὲς κρατῆρες ἐλέγοντο, ὧν ἡ χρῆσις διττὴ
καθειστήκει· ἔν τε γὰρ τοῖς περιδείπνοις, καὶ ἐν ταῖς ἑστιάσεσιν,
ἤγουν σπονδαῖς
νεόκτιστον· νεοκαθίδρυτον, ἢ νεωστὶ κατεσκευασμένον
*νεολαία· νέων ἄθροισμα r. gn. ἢ νεότης. ἢ [νέος λαός (Eur.
Alc. 103) g (ASv)
*νεόλεκτος· νεοστράτευτος r ASvg
νεολιγόν· [νεογνόν]
νεολώφητοι· νεωστὶ λελωφηκυῖαι τῆς μανίας
νέομαι· πορεύομαι, ἀπέρχομαι
νέον· νεωστί (Α 391)
*νεομηνία· ἡ πρώτη τῆς σελήνης ἡμέρα (Esai. 1, 13 ..) gn
νέον ἡβώοντα· ἀρτίως ἡβῶντα, ἄρτι ἀκμάζοντα (Ι 446)
νεοπαγῆ· νεωστὶ πεπηγμένον
†νεοπειθής· αἰχμάλωτος
νεοπευθῆ· τὰ οὐ πρότερον ἱστορημένα, ἀλλ' ἀρτιμαθῆ
νεόπτραι· υἱῶν ἢ {θυγατέρων} θυγατέρες
*νεοργής· νεωστὶ εἰργασμένος AS
νέον· νεωστὶ γενάμενον. θάλλον. πρόσφατον
*νέος· νεώτερος Avg, ἔφηβος
*"νέος ἐστὶ καὶ ὀξύς" (Plat. Gorg. 463 e)· ἀμαθής, προπετής
AS
νεοσμήκτων· νεωστὶ ἐσμηγμένων (Ν 342) (Sn)
νεὸς κυανοπρῴροιο· τῆς κυανῷ κεχρισμένης καὶ μέλανι τὴν
πρῷραν (Ο 693)
νεοσπαδῆ· νεωστὶ τὰ σπάδη περικείμενον, ἅ ἐστι σπάργανα
νεοστάλυγες· κεκλαυθμυρισμένοι παῖδες προσφάτως, νεο-
δάκρυτοι
νεοστεφέος· νεοκράτου
νεοστασίη· ἑτεροίωσις. νεωτερισμός. ἔκπληξις
*νεόστροφον· νεωστὶ ἐστραμμένον AS. καὶ καινόν (Ο 469) A
νεόσσυτα· νεωστὶ ὁρμῶντα r. νεαρά (Greg. Naz. c. 1, 1, 9, 96)
νεοτεύκτου· νεοποιήτου (Φ 592)
νεοτευχέος· τὰ αὐτά
νεότης· ἡ τῶν νέων ἡλικία
νεοττιά· καλιά
νεοττοί· νεοσσοί
νεόττιον· Ἀττικοὶ τοῦ ᾠοῦ τὴν λέκιθον (Men. fr. 37 Koerte)·
καὶ ὁ ὑφ' ἡμῶν νεοττὸς {νεοττίς} καὶ {νεοσσίς}
*νεουμένη· δευτερουμένη AS
νεούτατος· νεότρωτος (Ν 539)
νεόφατος· νεωστὶ τεθνηκώς
νεόφθιτος κόρη· ἡ ἄρτι φθαρεῖσα, ἡ τελευτήσασα. νεόφθιτος
(trag. ad. 240)
νεοχμόν· *νέον ASg. πρόσφατον. ἄκοπον, ἄπονον. νεωστὶ
εἰργασμένον (Eur. Hipp. 866)
νεόχμωσιν· νεοκίνησιν. μετακίνησιν
νεοχμίη· κίνησις πρόσφατος
νεοχμούμενοι· μετακοσμούμενοι. νεωτεριζόμενοι
νεοχμιζομένου· καινουργουμένου
νέπιτα· ἡ καλαμίνθη
νέποδες· νηξίποδες· τὸ γὰρ ἄποδες ἀποδιδόναι, ψεῦδος·
ἔχουσι γὰρ πόδας αἱ {φῶκαι νέποδες} (δ 404)
*νεπόδων· νηξιπόδων ἰχθύων (Callim. fr. 533) ASn
*νέρθεν· κάτωθεν ASvg. ὑποκάτωθεν (Η 212 ..) r. n
*νέρτερος· ὑποκάτωθεν. ἢ νεκρὸς ὑπὸ γῆν ASvg. κατώτερος
Svg. καταχθόνιος (AS)
νέρτος· ἱέραξ. οἱ δὲ εἶδος ὀρνέου (Ar. Av. 303)
νέρτατα· ἔσχατα
νέρτεροι καὶ {νερτέριοι}· οἱ Τιτᾶνες, διὰ τὸ κατατεταρ-
ταρῶσθαι. καὶ χθόνιοι. νεκροί
*νέρωπα· [λαμπρόν Avgp]
Νέσσος· ποταμός
*νεύσταθμος· λιμήν A, ἔνθα ἵστανται τὰ πλοῖα
Νεφθαλείμ· πλατυσμός
*†νεσθώπραι· υἱῶν καὶ θυγατέρων {θυγατέρες} AS
νέτωπον, νετώπιον· μύρον συντιθέμενον ἐκ πολλῶν μιγμά-
των. οἱ δὲ {μετώπια}
νεύει· ἐπανέρχεται. ἢ μᾶλλον, φεύγει
νεῦμαι· ἥξω, ἐπανήξω (Σ 136)
νευρά· {ἐπὶ} τοῦ τεταμένου νεύρου, καὶ τοῦ τόξου
νευροῖ· ἐνδυναμοῖ (r), ἐνισχύει
νευρομήτρα· μέρος τι τοῦ σώματος. οἱ δὲ ψύην
νεῦρον· ᾧ συνδεσμεύεται τὸ σιδήριον τοῦ βέλους πρὸς τὸν
κάλαμον, καὶ εἰς ὃ κατὰ τὴν ὀξεῖαν ἐντίθεται τὸ βέλος (Δ 151)
νεῦσεν· ἐπένευσεν, [ἐπέκλινε. συνεχώρησεν (Α 528) hm
*νεῦσαι· ἐπινεῦσαι (Prov. 21,1) n
νεῦσις· πλεῦσις
νευσόμεθα· νηξόμεθα
νεῦσον· βλέψον. κλῖνον
*νευστάζων· νεύων A, ἐπινεύων (Υ 162) Sb
νευστής· κολυμβητής
νέφεα· νέφη· "νέφεα σκιόεντα" (Ε 525). καὶ λίνα θηρατικά
νεφεληγερέτα· νεφεληγερέτης, ὁ τὰς νεφέλας ἀγείρων, ὅ ἐστι
συναθροίζων r. n. ὁ τοὺς ὄμβρους ποιῶν. κλητικὴ ἀντὶ
εὐθείας (Α 511 ..)
νεφελογερέτης· τὰ αὐτά
*νεώ· ναοῦ (r) v
νέω· τὸ νήχομαι
νέφος· σκότος, ἀχλύς. ἄθροισμα, *πλῆθος (Hebr. 12,1) ASvgn.
ἀὴρ πεπυκνωμένος
νέω· νεώτεροι S. δυϊκῶς
νεώβορτον ἢ νεώβρωτον· [νεωστὶ κατεσθιόμενον]
νεώμεθα· ἀπίωμεν, [πορευώμεθα (Β 236) AS
*νεωκόρος· ὁ τὸν ναὸν κοσμῶν. κορεῖν γὰρ τὸ σαίρειν ἔλεγον
(Act. ap. 19,35) ASvg
*νεῶν· ἱερῶν. ἢ *πλοίων n
*νέων· νηχόμενος (ε 344) (g)
*νεώνητος· νεωστὶ ἀγορασθείς ASvg
νεῶν δ' ἀλάπαζε φάλαγγας· τὰς πρὸ τῶν πλοίων τάξεις
(Λ 503)
νεῶν ἰκρία· τὰ σανιδώματα τῶν πλοίων
νεῶν οἴκους· τὰ νεώρια
νεῶνας· νεῶν οἴκους. νεώλκια
νεωνία· οὕτως τις τῶν ἐλαῶν ὠνομάζετο
*νεῶν ὕπερ· ἤτοι πρὸ τῶν νεῶν, ἢ ὑπὲρ τῆς τῶν νεῶν σωτη-
ρίας· "τεῖχος ἐτεκτήναντο νεῶν ὕπερ" (Η 449 v. l.)
νεῶπας· ἀντὶ τοῦ νεοβλέπτους, ἢ νέας
νεωρεῖν· νεωφυλακεῖν
*νεώριον· λιμήν AS
νέωρον· νέον
νεωρός· νεωριοφύλαξ
*νεώσατε· ἀροτριώσατε (Ierem. 4,3) ASvg
νεώσοικοι· τὰ νεώρια, ἔνθα ἡ ναῦς χειμῶνος εἰσφέρεται
νεώσσει· καινίζει
*νεώς· ναός. Ἀττικῶς ASvg
*νεωστί· ἀρτίως, προσφάτως ASvg. πρὸ μικροῦ
*νέωτα· εἰς τὸ ἐπιὸν vg. ἢ νέον ἔτος AS
νεωτάτῃ· ἀντὶ τοῦ ἐχομένῃ, τῇ ἐπιγενομένῃ. ἐσχάτῃ
*νεωτερίζει· καινὰ πράττει ASvgn, νεαρά
νεωτερὶς ἀνάστηθι πρεσβυτέρῳ· ἀντὶ τοῦ ἀνδραγάθησον
νεώτερον· οὐ μόνον συγκριτικῶς, ἀλλὰ καὶ νέον. Ἀττικοί
νεώχερμος· γῆ νεωστὶ εἰργασμένη
*†νεωχμάτην· νεωτάτην AS
νή· κατὰ τοῦ μὴ ὑπάρχοντος. καὶ †ἐάν
*νῆα· ναῦν n
νῆας ἐΐσας· τὰς ἰσοτοίχους ἐν τῷ πλεῖν (Α 306)
νῆάς τε· καὶ τὰ πλοῖα, καὶ τὰς ναῦς
νηγάτεον· νεωστὶ γεγονότα, ἢ κατεσκευασμένον λέγει, ἢ εὖ
νενησμένον (Β 43)
*νήγρετος· ἀνάγρετος g. βαθύς (ν 80)
*νηδύος· γαστρός ASvg, κοιλίας (Ν 290) (Ag). καὶ {νηδύοισι}
(Ρ 524) [καὶ {νηδύεισι}]· ἐντέροις n
νήδυμον· δυσέκδυτον. ἔσχατον AS. ἡδύ. βαθύ (An). καὶ
ἄδυμον μὲν ὃ οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ βάθος. οἱ δὲ
ἀναγινώσκοντες {ἥδυμος ὕπνος} .... (Β 2 ..)
νηδύπους· [ἀνυπόδετος]
νηδὺς ἐλαιάεσσα· {Σικελὴ} ἀπὸ μέρους, μιᾶς πόλεως τῆς
ἐλαιηρᾶς Ὕβλης (Soph. fr. 419)
*νῆες· πλοῖα ASvgp, ναῦς, νῆες
*†νηέρη· νόσος †Ag
νήει· σωρεύει. καὶ ἐσώρευεν (Ψ 169)
νήεσ(ς)ι· ταῖς ναυσί (Α 71)
*νηήσας· σωρεύσας (Ι 358) n
νηησάτω· πληρωσάτω, [σωρευσάτω n
*νὴ τὸν θεόν· μὰ τὸν θεόν ASvg
*νήεον ὕλην· ἐσώρευον ὕλην (Ψ 139, 163) Ag(Sn)
νηΐ· τῷ πλοίῳ. δοτικῶς (Α 183)
νήϊδα· ἄπειρον. καὶ δειλόν (Η 198)
νήϊδες· πληθυντικόν, ὁμοίως· καὶ {νηϊδέστεροι} συγκριτικῶς
Νηΐθ· ἡ Ἀθηνᾶ παρ' Αἰγυπτίοις (Plat. Tim. 21 e)
*Νηΐταις πύλαις· ταῖς πρώταις καὶ τελευταίαις (Eur. Phoen.
1104) AS
*νήϊον· ναυπηγήσιμον ξύλον r. ASn, τὸ εἰς νεὼς χρείαν, καὶ
εὔθετον (Γ 62)
νῆϊς· ἄπειρος r, κατὰ στέρησιν τοῦ {ἴσαι}, ὅ ἐστι γνῶναι
(θ 179)
νήϊστα· ἔσχατα. κατώτατα. [ἐσκατία]
νηΐτην στρατόν· τὸν ἐν ταῖς ναυσί
*νηκερδέα· ἀκερδῆ. ἀνωφελῆ ASvg. ἄφρονα AS. καὶ {νηκερδῆ}
ὁμοίως (Ρ 469)
νήκεροι· μὴ ἔχοντες κέρατα (Hes. op. 529)
νήκεστον· ἀνάκεστον, [ἀθεράπευτον r
νηκούστησεν· οὐκ ἤκουσεν, ἠμέλησεν, *παρήκουσεν (Υ 14)
ASvg
νηκτά· τὰ ἐν ὕδασι διαιτώμενα, *τὰ ἔνυδρα. παρὰ τὸ
{νήχεσθαι}, ὅ ἐστι κολυμβᾶν ASvg, πλέειν (Sap. 19,19)
νηλεγές· ἄνοικτον. ἀθρήνητον hm
νηλεγής· ἀφρόντιστος. [ἀθρήνητος r
νηλεγέως· ἀνοίκτως
†νηλέγῳ· θρήνῳ. ἢ δεινῷ
*νηλεεῖ· ἀνηλεεῖ. [σκληρῷ A
*νηλεὲς ἦμαρ· ἡμέρα σκληρά (Λ 484) (ASv)g(n)
*νηλεής· ἀνελεής r. ASvgs. σκληρά (AS) s
*νηλέϊ χαλκῷ· τῷ ἀνηλεεῖ σιδήρῳ (Γ 292) A
νηλεῶς· δεινῶς. ἀναιδῶς. καὶ τὰ ὅμοια
νηλής· ὁμοίως (Ι 632) r
νηλιτεῖς· ἀναμάρτητοι. παρὰ τὸ μὴ ἀλιτεῖν. καὶ {νηλίτιδες}
τὸ αὐτό (π 317, τ 498)
*Νηλήϊος· ὁ τοῦ Νηλέως παῖς (Β 20 ..) (An)
νηλίπεζοι ἢ *[νήλιποι· ἀνυπόδετοι (ASvgT)
νηλιτέες· [ἀνηλεεῖς. ἄνοικτοι.] ἀναμάρτητοι. ἀναίτιοι h.
ἄχρηστοι
*νηλός· ἔριον AS. ἄμεινον {λῆνος}
νῆμα· ὕδωρ. ὕφασμα (β 98?)
νημερτές· ἀναμαρτές. [ἀληθές (ASvg) nps. σαφές (Α 514)
νημερτής· ἀναμαρτής. καὶ τὰ ὅμοια
νεῖν· νήθειν
*νηνεμία· γαλήνη, ἀνέμων {ἀπουσία} ASvg
*νηνεμίης· πνοῆς ἐκτός. εὐδίας (Ε 523) A
νήνεμον· ἄνευ ἀνέμου. εὔπνουν. εὔδιον. ἥσυχον. ἄπνουν. καὶ
*[ἀνήνεμον τὸ αὐτό (An)
νηνεμούμενον· καθεσταμένον ἐκ ταραχῆς. εὔδιον. ἥσυχον
νηνίαι· [σύγκειται. ἢ] νέοι
*νηνυρίζοντα· θρηνοῦντα n. λαλοῦντα]
*νηός· ναός rA. πλοῖον. ἱερόν A
νηὸς ἰούσης· τῆς νεὼς πορευομένης (Α 482)
*νηοῦχος· φύλαξ πλοίου AS
νηπεκτέας· ἀκτενίστους
*νηπενθές· ἀπενθές g, ἀπένθητον (δ 221)
νήπια· μικρὰ παιδία (Β 136)
*νηπιάζεται· μωραίνεται Agp(v)
*νηπιαχεύων· τὰ τοῖς νηπίοις ἁρμόζοντα πράττων AS, παι-
δαριευόμενος, νηπιευόμενος (Χ 502)
νηπίαχοι· νήπιοι. [ἀνόητοι. μάταιοι S. νεογνοί (Π 262)
νηπιέη· ἡ τῶν νηπίων ἡλικία (Ι 491)
νηπιέῃσι· νεότῃσι (Ο 363 ..)
νηπίη· ἀσθενής. νεογνή (Λ 560)
νηπιάας ὀχέειν· νηπιότητας, ἀφροσύνας, καὶ ματαιότητας
ἔχειν, ἢ ὑπ' αὐτῶν ἔχεσθαι (α 297)
νήπιον· νεογνόν, νεώτερον, [μικρόν (Ε 480) gn. ἀνόητον,
ἄφρον, ἢ *[ἀφρονέστατον gn
*νήποδες· ἰχθύες S
*νηποινί· ἄνευ τιμωρίας ASvgn
νήποινον· ἀτιμώρητον, ἀνεκδίκητον, ἀνέκτιτον (α 160 ..)
νήπους ἢ νήποδες· [ἀνυποδέτους]
νηπτικωτάτην· νήφειν ποιοῦσαν
νηπυθές· ἄπευστον
ν ἠπύτα· βοητά. κήρυξ μακρόφωνος (Η 384)
*νηπύτιον· νήπιον A. ἄφωνον. [ἄφρονα A, ἀνόητον (Υ 200)
(AS)
νηρέα· μαράθου θάμνος
Νηρεύς· θαλάσσιος δαίμων. Ἀλκμὰν (Parth. I 19) καὶ {Πόρ-
κον} ὀνομάζει
*νηρίθμους· ἀναριθμήτους, ἀπείρους ASg
Νήρικος· πόλις Ἠπείρου (ω 377)
νηρίδας· τὰς κοίλας πέτρας
νηριπής· σεμνή
νηρίται· μεγάλοι
Νήριτον· ὄρος Ἰθάκης, ἀντικρὺ τῆς Ἠπείρου (ν 351). καὶ
[τὸ πολύ p. χλωρόν (Hes. op. 511?). ὑγρόν. θαλερόν. ἁπαλόν.
ἀεὶ ῥέον
νήριτος· ὁ νηρίτης, ὅ ἐστιν κογχύλιον κοχλιῶδες, ποικίλον
νηριτόμυθος· ὑπὸ τῷ γήρᾳ πεπτωκώς ἢ {οὗ} οὐκ ἄν τις
ἐρίσειε πρὸς {τοὺς} μύθους
νηριτόφυλλον· πολύφυλλον
νηρόν· τὸ ταπεινόν
νῆς· τὸ ἔνης, ὅπερ ἐστὶν εἰς τρίτην, Δωριεῖς [δὲ] νῆς λέγουσι
νησαίη λίθος· ἔνιοι τὴν Σαρδόνιον, διὰ τὸ ἐν Σαρδόνι
γίνεσθαι. οἱ δὲ σμάραγδον
Νησαίας ἵππους· μεταξὺ τῆς Σουσιανῆς καὶ τῆς Βακτριανῆς
τόπος ἐστὶ Καταστιγωνα, ὅπερ Ἑλλάδι γλώσσῃ Νῆσος.
ἐνταῦθα ἵπποι διάφοροι γίνονται, {εἰσὶν δὲ πᾶσαι ξανθαί.
Ὁ δὲ Εὐριπίδης (fr. 1128) πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ τὴν
Νησαίαν φησὶν εἶναι}
νησίγδα· ἐν Νυκτί (Philem. fr. 52). ἀποδιδόασι μάσημά τι
ποιόν
νῆσοι· τόποι ἐν μέσῳ θαλάσσης
νησόμεθα· κορεσθησόμεθα
†νῆσορ· νεοττός
*νῆστις· ἄσιτος g, νηστεύων
νῆσος· τόπος ὑψηλός, ἐξέχων ἐν ὕδασι
νήστειρα· ἡ μήποτε ... στερομένη τροφῆς
νῆστις· *ἀσιτία AS. καὶ τὸ μεταξὺ τῆς κοιλίας. καὶ τὸ τοῦ
στομάχου ἔντερον ASgn, ἐν ᾧ οὐδέποτε κόπρος εὑρίσκεται·
ὅθεν κέκληται {νῆστις}. τούτῳ δὲ τῷ ἐντέρῳ τὰς χορδὰς
περιειλοῦσιν οἱ μάγειροι
νητελέα· ἀνήνυτα
*νὴ τήν· μὰ τήν Av
*νὴ τὴν Ὑγεῖαν· μὰ τὴν Ὑγεῖαν AS
νητός· ἔσχατος ἢ πολύς, σεσωρευμένος (β 338)
νῆττον· πλῆρες, μεστόν
νὴ τὼ θεώ· ὅρκος κατὰ Δήμητρος καὶ Κόρης
νηυσί· ναυσί, πλοίοις (Α 179 ..) (A)
νηφάλιοι· νήφοντες, μὴ πεπωκότες. ἢ θύματα καὶ βωμοί, ἐφ'
ὧν οἶνος οὐ σπένδεται. ἢ *σοφοί (A)
νηφάλια ξύλα· τὰ μὴ ἀμπέλινα, ἢ συκάμινα, ἢ σύκινα· ἐκεῖνα
γὰρ οἰνόσπονδα λέγονται
νηφαλισμένον· ὕδατι, οὐκ οἴνῳ ἡγνισμένον
νῆφε· γρηγόρει. σωφρόνως βιοῦ (2. Tim. 4,5). [ἢ βρέχε· χιὼν
γὰρ ἡ κατὰ μικρὸν φερομένη λεπτῶς, καὶ ὁ λεπτὸς ὄμβρος
{νιφετός· νίφει} γὰρ τὸ χιονίζει]
νήφοντες· [νήφοντες]
*νήχεται· κολυμβᾷ (Iob 11,12) Avgnps
νήχι· [ναὶ μήν]
νήχυτον· πολύ (Philit. fr. 21 Pow.)
†νήαις· κάδος
*νηαιρίη· [ἐσχάτη AS. ἢ νηάτη]
†νηεξίς· ἐν Καππαδοκίᾳ γενόμενος μῦς, ὃν {σκίουρόν} τινες
λέγουσιν
Νίβα· χιόνα. καὶ κρήνην
νιβάδες· αἱ τοὺς λόφους ἔχουσαι αἶγες
νιβατισμός· εἶδος ὀρχήσεως βαρβαρικῆς
νιγλαρεύων· τερετίζων (Eupol. fr. 110 K)
νίγλαροι· τερετίσματα, περίεργα κρούσματα (Pherecr. fr.
145,27)
νίγλα· τρόπαια, παρὰ Πέρσαις
*νίζει· νίπτει, πλύνει, κλύζει. σμήχει ASvgn
νίδες· παίδων αἰδοῖα
νίκαθρον· ἔπαθλον, ἐπινίκιον
νικᾷ· κρατεῖ. [λικμᾷ]
Νικάνωρ· ἥρως, ὃν καὶ τιμῶσί τινες
νικατῆρες· οἱ ἀκμαιότατοι ἐν ταῖς τάξεσιν
*νίκεα· [φιλονεικία, ἔχθρα Av]
νικλεῖν· λικμᾶν. [κρατεῖν]
*νίκεσσεν· [ὕβρισεν AS]
νίκατρον· νικητήριον
νικῆσθαι· ἀπολέσθαι
νικητήριον· ἔπαθλον (n)
νίκλον· τὸ λίκνον
νίκορ· [διαφθορά]
Νικοστράτειος· εἶδος ἀμπέλου
νικύρτας· δουλέκδουλος (Hippon. fr. 49,5 Bgk.)
νίμματα· λουτρά, πλύματα
νίν· αὐτόν r. n. αὐτήν, αὐτό
†νινητός· ἀνόητος. οἱ δὲ νενίηλος καὶ νινιαστής
νηνίατος· νόμος παιδαριώδης. καὶ Φρύγιον μέλος (Hippon.
fr. 129 Bgk.)
νίννον· τὸν †καταβάλλην ἵππον
νίρνος· φθείρ. Ἀχαιοί. ἢ νίρμος
νιρόν· μέγα
νίτρον· σαπώνιον r
*νίσεσθαι· πορεύεσθαι (Eur. Phoen. 1234) r. ASn
Νισᾶν· ὁ Ἀρτεμίσιος μήν (2. Esdr. 12,1). καὶ †Ἰλίου πόλις
*νισόμενον· πορευόμενον (Ν 186) Agn
νισυνόχος· [φύλαξ νεώς]
*νίτρον· σαπώνιον καὶ εἶδος ἰατρικόν gp
νιφάδες· ἕλκη, τραύματα, *σταγόνες ASvg, ψεκάδες S
νιφάλιος· [εὐγρήγορος τὸν νοῦν]
νιφάς· ἡ τῆς χιόνος κατ' ὀλίγον ἀπόῤῥοια· "νιφάδες δ' ὡς
[ἐ]πῖπτον ἔραζε" (Μ 156). τὰς γὰρ ψεκάδας {ψιάδας} [γὰρ]
νίφαργον· νιφάδι λελευκασμένον
*νίφει· χιονίζει ASvg(r)
νιφετός· *ἡ τῆς χιόνος καταφορά (An), χιὼν λεπτή (Deut.
32,2) S, χιονισμός· "τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον
ἠὲ χάλαζαν {ἢ νιφετόν}" (Κ 6)
*νιφοβόλοις· χιονίοις (Eur. Phoen. 206) AS
νιφοβόλον· ὑψηλόν (Eur. Phoen. 234) r
*νιφόεν· χιονῶδες r. AS
νιφόεντα· χειμέρια. χιονώδη, χιονιζόμενα (Ξ 227)
νιφόεσσα Ἑλένη· ἀντὶ τοῦ λευκή. Ἴων Φρουροῖς (fr. 46)
*νιφομένη· χιονιζομένη An
νίψεως· νουνεχείας
*νιῷ ἐνί· ἠροτριωμένῃ γῇ (ε 127) AS
νοά· πηγή. Λάκωνες
νοαρέως· νουνεχόντως
*νόει· συλλογίζου. σκόπει (Eur. Rhes. 131) An
νοερόν· *πνευματικόν AS· {νοερόν} μέν ἐστι τὸ νοοῦν· {νοητόν}
δὲ τὸ νοούμενον. τροφὴ δὲ τρόπον τινὰ τοῦ νοοῦντος τὸ
νοούμενον. οὕτω μὲν οὖν κυρίως. λέγονται δὲ καὶ ἐναλλὰξ
καταχρηστικῶς
*νοεύσας· νοούσας n
νόημα· σύνεσις (β 363 ..)
νοήμων· συνετός, ἔμπειρος, γνωστικός (Prov. 1,5 ..)
*νοήσει· ἐνθυμήσει (Ι 104) ASn
νόησεν· ἐφράσθη (Γ 374)
*νοητά· τὰ μὴ ὁρώμενα ASvg
†νοθοῖ· φοβεῖται. ἀγριαίνει. νουθετεῖ
*νοθεύει· ἀπαλλοτριοῖ. ἀπατᾷ. κολακεύει ASvg
νοθογέννητα· *πορνειογέννητα (AS). οἱ μὴ γνήσιοι παῖδες,
ἀλλ' ἀπὸ πόρνης ἢ φίλης ἢ δούλης ἢ παλλακῆς. ἀλλότριοι
ἢ δυσγενεῖς ἢ ψευδεῖς
*νόθως· ψευδῶς (3. Macc. 3,17) AS
*[νοῖοι· αἱ τῶν υἱῶν γυναῖκες ASg(v)]
νωμελέως· [ἀδιαλείπτως]
νομάδες· βοσκόμεναι ἀγέλαι (3. Regn. 3,1 ..) ASvg
νομάδες· ἡμέραι αἱ φθίνοντος τοῦ μηνός S
*νομάδων· βαρβάρων, ἀγρίων (2. Macc. 12,11) gn
νομαί· βοσκήματα, βοσκαί
νομαδόστοιχοι· ἀπὸ τῶν †νομῶν, κατὰ στοῖχον ὀρχούμενοι
νομάριον· σκεῦος τραγικόν
νομάρχης· ὁ νομῶν ἄρχων· {νομοὺς} δὲ λέγουσι τὰ μεγάλα
χωρία
νομέας· ξύλα περιφερῆ
νομεῖς· βασιλεῖς. ἡγεμόνες. καὶ τῶν πλοίων τὰ ἐγκοίλια (Hdt.
1, 194,2). καὶ σχοῖνοι ἀρμένων
νομαλέως· [ἀδιαλείπτως]
νομεύς· ποιμήν. ὁ μεριζόμενος, ἢ μέρος ληψόμενος
νομή· διαίρεσις, μερισμός, νέμησις
*νομῆες· ποιμένες (Σ 525) ASvgn
νομή· *τροφή (A), βοσκή Avg. †ποινή. μερὶς ὕδατος
νόμιμα· τὰ δικαιώματα
νομίζειν· οἴεσθαι. λέγειν
νομιζόμεθα· νόμιμα οἰόμεθα
*νομιζόμενα· νόμιμα A, ἔννομα
*νόμιον· δίκαιον ASgn
*νομοθετεῖ· νομοποιεῖ An
*νομοΐστορες· νομομαθεῖς (Cyr. in Esai. 53 p. 577 Aubert)
ASvg(ps)
*νομόν· νομήν (Eur. Rhes. 477) A
*νόμος· θεσμός, συνήθεια ASvg. νομή A. τόπος. καὶ λόγος Ag.
[καὶ ὁ ποιητὴς τῶν καθ' ἡμᾶς νόμων]
νόμος· ὁ ποιητὴς τὸν καθ' ἡμᾶς νόμον οὐκ οἶδε· θέμιστας δὲ
καὶ εὐνομίας λέγει· ἀπὸ τῆς νεμήσεως· [ὁ] "ἀνθρώπων ὕβριν
τε καὶ εὐνομίαν" (ρ 487)
"νόμος ὁ πάντων βασιλεύς" (Pind. fr. 169,1)· κατὰ τὴν
φύσιν ... (Plat. Gorg. 484 b, 488 b)
*νομῷ· τῇ νομῇ (Β 475) An
*νόον· νοῦν (Ι 554 ..) g
νόον πολυκερδέα νωμῶν· τὸν ἀπατηλὸν καὶ ψεύστην νοῦν
ἐπὶ πολλὰ τρέπων· ἄλλο ἐπ' ἄλλο διανοούμενος (ν 255)
*νόος· νοῦς (Β 192 ..) Sn(g)
νόου· τοῦ νοῦ. τοῦ λογισμοῦ (β 346)
*νοοῦσι· φρονοῦσιν g. ἢ συνιεῖσι
νορβά· καλή
νορβεῖ· ἐνθυμεῖται
νορθακινοί· ἀσθενεῖς
νόῤῥος· ἄνθος μήλινον λωτοῦ. γίνεται δέ τι καὶ δένδρον ἐν
παραλίᾳ, ὅπερ ἔνιοι νορειὰν καλοῦσιν
νορύην· [ὀρύειν] ... ἔστι δὲ εἶδος ὀσπρίου
νόροπα· [λαμπρά S]
νοσακερός· νοσώδης. τρυφερός, μαλακός (Com. ad. fr. 1089 K.)
*νοσηλεύεται· νοσεῖ. ἢ νοσοῦντι ὑπηρετεῖ (AS)
*νοσσεύουσαι· γεννῶσαι (Ierem. 31,28) AS
νοσσίδες· ὑπόδημα γυναικεῖον
νόσος μεγάλη· ἐπιληψία
νοσοῦν· στασιάζον
*νοστῆσαι· περιελθεῖν AS, ἀφικέσθαι, [ἀνακομισθῆναι, ὑπο-
στρέψαι (Ο 374 ..) (AS)
νοσηλεύεσθαι· νοσοκομεῖσθαι
νόστιμον ἦμαρ· τὸ σωτήριον. καὶ ἀνακομιστικόν. ἀνακο-
μιστικὴ ἡμέρα (α 9)
*νόστιμος· σωτήριος AS. καὶ τὰ ὅμοια
*νόστοις· βίβλοις οὕτω καλουμέναις AS
νόστος· ἡ εἰς οἶκον ἀνακομιδή (Β 155) ἢ *[ἐπάνοδος. καὶ ἡ
ἀνάδοσις τῆς γεύσεως ASvgp
νόστου προμαχοῦντες· χρόνου πολλοῦ νόστου προμαχοῦν-
τες
*νοσφίδιον· κλοπιμαῖον, λαθραῖον ASg
νοσφίζεσθαι· λανθάνειν. πλεονεκτεῖν
νοσφιζοίμεθα· ἀρνοίμεθα. ἢ ἐπ' ἄλλο τι τραποίμεθα. ἢ κρυπ-
τοίμεθα (Β 81)
νόσφιν· *χωρίς Anps, ἄνευ. λάθρα. δίχα. ἐκτός. μακράν
(Α 541 ..)
*νοσφίζεται· ἰδιοποιεῖ An. κλέπτει vg, ἀποστερεῖ, [ἀφαιρεῖ vg.
χωρίζει (Σ)
νοσφιζόμενος· ἀφαιρούμενος AS. κλεπτόμενος. ἢ κλέπτων,
στερῶν
*νόσφιν ἐών· χωρὶς ὑπάρχων ASn
νουμήνιος· ὄρνεον, ὅμοιον ἀτταγᾷ ὄν· ὁ καὶ τροχίλος
νουνεχέσιν· ὀξυτέροις. νηπτικωτέροις. *[συνετοῖς Avg, σοφοῖς
(vg)
νοῦ πέρα παντός· ὑπεράνω παντὸς νοῦ
νοῦς· ψυχή. ποταμός. καὶ ἡ μονάς. κυρίως δὲ σώφρονος ψυχῆς
ἐνέργεια
*νοῦσος· νόσος λοιμική (Α 10) Anps
νοῦς οὐ παρὰ Κενταύροισι· παροιμιῶδες. ἔστι δὲ Πεισάν-
δρου κομμάτιον, ἐπὶ τῶν ἀδυνάτων ταττόμενον
νοχαλός· [ῥᾴθυμος. χαῦνος]
*νόῳ· ἐν τῇ διανοίᾳ (Α 132) n
*νύ· ἀντὶ τοῦ [καὶ] δή. [καὶ δὴ] (Α 28 ..) np
νύγει· τῷ κέντρῳ πλήττει
νυγμή· κέντρον
νυθόν· ἄφωνον. σκοτεινόν
νυθῶδες· σκοτεινῶδες
νύκτα· σκότος. *[ἡ χειμέριος δὲ {δασεῖα} (A)
νυκταίετος· ὄρνις ἱερὸς Ἥρας, ὁ καὶ ἐρῳδιός
*νύηκες· ἐκτεταμένον ASg (Ξ 385 ..)
νυκτελεῖν· ἐν νυκτὶ τελεῖν
νυκτὶ ἐοικώς· φοβερὸς τὴν θέαν (Α 47)
νυκτερεύειν· ἀγρυπνεῖν. Ἀττικοί
νυκτερινοὶ κύνες· οἱ λύκοι. τινὲς δὲ εἶδος ὑποδήματος γυναι-
κείου
νυκτερίς· πετεινὸν νυκτερινόν (μ 433)
*νυκτίβιος· ὁ ἐν νυκτὶ ὡς ἐν ἡμέρᾳ διάγων ASvg. τοιαῦτα δὲ
τὰ θηρία καὶ τὰ πλείω τῶν πτηνῶν AS
Νυκτίδαι· γένος τι τῶν τὰς λοιμικὰς νόσους ἐκδιωκόντων
νυκτ(ὶ) ἐοικώς· καταπληκτικός, καθάπερ νύξ (Α 47)
νυκτὶ θοῇ· τῇ ταχείᾳ. ἡ γὰρ ἡμέρα, πολύμοχθος οὖσα διὰ
τὰ ἔργα, μακρὰ ἡμῖν φαίνεται· ἡ δὲ νὺξ διὰ τὴν ἀνάπαυσιν
ταχεῖα (Μ 463)
νυκτιπόλοις· νυκτὸς ἀναστρεφομένοις καὶ περιοῦσι (Eur. Ion
718) A
νυκτιλόχους· τοὺς νυκτὶ ἐνεδρεύοντας, *ἢ [λῃστάς (p Σa)
νυκτικόραξ· ὁ νυκτὶ πετόμενος (1. Regn. 26,20 ..) r
νυκτόμαντις· μάντεως εἶδος
*νυκτομαχία· {ὅτε} νυκτὸς μάχονται {οἱ} πολέμιοι, καὶ οὐχ
ὁρῶσιν ἐν τῷ σκότει (Thuc. 7, 44,1) Avg
νυκτὸς ἀμολγῷ· μεσονυκτίῳ· παρ' ἣν ὥραν οὐδεὶς μολίσκει
(Λ 173)
νύκτωρ· νυκτός (Eur. Bacch. 486 ..)
νυκχάσας· γράφεται δὲ καὶ †{νυκχάσας}, ὅπερ ἐστὶ νεανιευ-
σάμενος. τὸ δὲ {νυκχάσας} νύξας
*νυμφαγωγεῖ· νύμφην ἄγει AS
νυμφαγωγός· ὁ μετερχόμενος ἑτέρῳ νύμφην καὶ ἄγων ἐκ τοῦ
πατρὸς οἰκίας, ᾧ πρότερον γεγαμηκότι οὐκ ἔξεστι μετελθεῖν·
διὸ ἀποστέλλουσι τῶν φίλων τινάς. Διαφέρει γὰρ ὁ νυμφα-
γωγὸς τοῦ παρόχου· καλεῖται γὰρ {πάροχος} τῶν φίλων τις
ὁ ἐπὶ τῷ ὀχήματι ἅμα τῇ νύμφῃ καὶ τῷ νυμφίῳ ὀχούμενος,
οἷον παράνυμφος
νύμφαι· οἱ πτερωτοὶ μύρμηκες. καὶ οἱ σκώληκες οἱ πτερο-
φυοῦντες, οἱ ἐν τοῖς τῶν μελισσῶν κυττάροις. οἱ δὲ καὶ {τὸ}
ἀνὰ μέσον τῶν γυναικείων αἱ νύμφαι. καὶ τῶν ῥόδων αἱ μεμυ-
κυῖαι κάλυκες. καὶ αἱ νεόγαμοι κόραι. καὶ Μοῦσαι καὶ θεαί
Νυμφαῖον ὄχθον· Ἴων (fr. 52). [ὁ] παρόσον ὁ Ἀλφειὸς τὴν
Ἀρκάδων παραμειβόμενος τὰς λεγομένας Γλυφὰς διέρχεται. οἱ
δὲ παραποτάμιον. Νυμφαῖον δ' ὄρος ἀκούει τὸ περὶ τὴν Ἀρκα-
δίαν
*νυμφεύτρια· ἡ συμπεμπομένη ὑπὸ τῶν γονέων τῇ νύμφῃ AS
παράνυμφος ASvgn
*Νυμφαῖον· νυμφῶν ἱερόν nΣ
νύμφη· ἡ νεωστὶ γαμηθεῖσα r. AS. καὶ ἡ ἐν τοῖς ἄστροις αἴξ,
ἡ Ἀμάλθεια. καὶ ἡ Μοῦσα. καὶ τὸ μεταξὺ τοῦ γενείου καὶ
τοῦ κάτω χείλους ἐν μέσῳ κοῖλον. καὶ ἡ τοῦ Διὸς μήτηρ. καὶ
ὁ ἐν τοῖς μελισσείοις σκώληξ
νύμφην γε νέην· νεωστὶ νενυμφευμένην
νυμφικὰ λουτρά· γαμήλια λουτρά· ἦν ἀπὸ κρήνης ἀποδε-
δειγμένης (Men. fr. 52. 430 Koe.)
νυμφίδες· ὑποδήματα γυναικεῖα νυμφικά
νυμφίον καὶ {νύμφην}· πάντα τὸν γήμαντα καὶ παιδοποιη-
σάμενον, κἂν πολυχρόνιος ᾖ· "νυμφίου, ὅς ῥα θανὼν δειλοὺς
ἀκάχησε τοκῆας" (Ψ 223)
νυμφόβας· Ἀχαιός (fr. 52). ὁ Σειληνὸς ἐπιβαίνων ταῖς Νύμ-
φαις. καὶ ἐν Μοίραις· "βαβαί, βαβαί, βήσομαι γυναῖκας" (Achae.
fr. 28 N.). ἐπὶ τῆς Ἀφροδίτης
*νυμφοκόμος· ἡ νυμφεύτρια. ἡ κοσμοῦσα τὴν νύμφην v
νυμφόλημπτοι· οἱ κατεχόμενοι Νύμφαις. μάντεις δέ εἰσι καὶ
ἐπιθειαστικοί
νυμφοπόνος· ἡ περὶ τὴν νύμφην πονουμένη
*νυμφοστόλος· νυμφαγωγός Avgnps
νυμφοτηρεῖς· ἄρχοντές τινες
νῦν· ἐπὶ τοῦ παρόντος. ἐνίοτε δὲ ἀντὶ τοῦ δή παραπληρω-
ματικοῦ. καὶ ἐπίῤῥημα χρόνου ἐνεστῶτος. δηλοῖ δὲ καὶ τὸ
ἀρτίως
*νῦν δέ· ἐπὶ τοῦ παρόντος gn
νῦν δὲ θεοὶ μάκαρες· τοῦτό φασιν ἐξόδιον εἶναι ῥαψῳδῶν·
νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε hm
*νυνδή· ἀντὶ τοῦ ἄρτι (Plat. leg. 3,683e) vhm
νῦν κ' εἴη· ἀντὶ τοῦ νῦν καιρός
νύννιον· ἐπὶ τοῖς παιδίοις καταβαυκαλουμένοις φασὶ λέγεσθαι·
ὁμοίως καὶ τὸ {νύννιος}
νῦν τ' ἦνθες ἐς χορόν, νῦν τ' ἔπραδες· νῦν εἰς χορὸν
ἦλθες, καὶ νῦν ἔπαρδες (Sophro fr. 144)
Νύξ· ἡ σωματοειδὴς θεός· "εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε"
(Ξ 259). καὶ ἡ συνήθως λεγομένη νύξ (λ 330)
*νυοί· νύμφαι (Ω 166) (r) A (ns)
νύξεν· ἐκ χειρὸς ἔτρωσεν· νύξε δέ μιν {κατὰ} χεῖρα μέσην (Λ
252)
νυός· νύμφη γεγαμημένη τοῖς τοῦ γήμαντος οἰκείοις ...
νυρεῖ· νύσσει
νυρίζει· νύσσει. ξύει
νυρῶν· νύσσων. ξύων. [νύκτωρ]
Νῦσα καὶ {Νυσήϊον}· ὄρος, οὐ καθ' ἕνα τόπον. ἔστι γὰρ Ἀρα-
βίας, Αἰθιοπίας, Αἰγύπτου, Βαβυλῶνος, Ἐρυθρᾶς, Θρᾴκης,
Θετταλίας, Κιλικίας, Ἰνδικῆς, Λιβύης, Λυδίας, Μακεδονίας,
Νάξου, περὶ τὸ Πάγγαιον, τόπος Συρίας
νύσσει· παίει. ῥήσσει
νύσσα· ὁ καμπτήρ· ἀπὸ τοῦ ἐλθόντας κατ' αὐτὸν νεύειν τοὺς
ἵππους (Ψ 332)
νύσσαι· ἐκ χειρὸς πατάξαι
*Νυσήϊον· ὄρος Διονύσου (Ζ 133) np
νυσταγμός· ὕπνος (Dan. 4,32)
νυσταλέον· ὑπνηλόν (r)
†νυσταλωπιᾶν· νυστάζειν
†νύστυχον· ὀλίγον ὑπνῶσαι
νυττόμενος· κεντούμενος. προσωθούμενος
νύχα· νύκτωρ r νυκτί
νυχεία· διανυκτέρευσις
*νύχιαι· νυκτεριναί (Avgp)
νυχεύει· κρύπτει. νυκτερεύει (Eur. Rhes. 520?)
νύχμα· ὄνειδος. λοιδορία. ψόγος
*νύχος· νύξ Avgps. σκότος r. s
νώ· ἡμᾶς (Ε 219)
Νῶβαι· Πυγμαῖοι
νωγαλεύματα ἢ νωγαλίσματα· τὰ κατὰ λεπτὸν ἐδέσματα.
οἱ δὲ τὰ μὴ εἰς χορτασίαν, ἀλλὰ τρυφερὰ ἀρτύματα
*νωδός· ὁ ὀδόντας οὐκ ἔχων ASvgn. καὶ ἐννεός. κωφός A. μὴ
λαλῶν (As)
*νώδυνον· ἀνώδυνον ASvgn
Νῶε· ἀνάπαυσις
*νώθεια· νωθρία, ὀκνηρία AS
*νωθεῖς· βραδεῖς, ἄλογοι ASvg
νωθῆ· τὸν †ἐργάτην, ἢ τὸν μηκέτι σκιρτᾶν δυνάμενον
νωθής· ὁ νωθρός, κατὰ στέρησιν τοῦ θεῖν. *βραδύς. ἀμβλύς
(Λ 559) Avg
νωθὴς ὁδός· ἡ μακρὰ ὁδός
νώθητι· ἐνθυμήθητι, γνῶθι
νώθουρος· ὁ ἀδύνατος συγγίνεσθαι (Com. ad. 1367). ἢ ὄνος
νωθρὴ ὁδός· μακρά. ἢ {νωθρά} (Greg. Naz. c. 1, 2,2, 227?)
νωθροκάρδιος· βραδὺς κατὰ λογισμόν (Prov. 12,8) ASvg
νωθρόν· βραδύ. νωχελές. *ἀσθενές (Avn)
νῶϊ· ἡμᾶς. [ἡμεῖς hm. [ἡμῶν] (Δ 418)
*νῶϊν· ἡμῶν v τῶν δύο. καὶ [ἡμῖν (Θ 374 ..) ASvg
νωϊτέρην· ἡμῶν τῶν δύο· "ἵνα νωϊτέρην ὄπ' ἀκούσῃς" (μ 185)
νωΐτερον· ἡμῶν τῶν δύο Ag. ἡμέτερον· "καὶ νωΐτερον λέχος
αὐτῶν" (Ο 39)
νῶκαρ· νύσταξις. νώθεια. κακόσχολος ἔννοια
νωλεμές· ἰσχυρόν, βίαιον. ἐντελές. καρτερόν. συνεχές (Ξ 58)
νωλεμέως· ἀδιαλείπτως. καὶ τὰ ὅμοια (Δ 428)
*νωλεμῶς· ἀδιαλείπτως. καὶ τὰ ὅμοια (AS)
νῶμα· νόημα, ἐνθύμημα
νωμᾷς· διοικεῖς (μ 218)
*νωμᾶται· κινεῖται ASns
νωμῆσαι· κινῆσαι, μετενέγκαι. διανεῖμαι. κυβερνῆσαι (Η 238)
νώματα· ἐπὶ τῶν ὑποζυγίων τὰ γνωρίσματα. οἱ δὲ τὰ θρέμ-
ματα
νώμησαν· διεμέρισαν (Α 471)
*νωμῆσαι βῶν· κινῆσαι τὸ ὅπλον (Η 238) AS
*νωμῶν· ἔχων AS. διανέμων. κινῶν g. διαιρῶν S
Νώνακρις· τόπος ἐπώνυμος Ἀρκαδίας. τινὲς δὲ {Νώναπις}
Νωνακρεύς· οἱ μὲν ἀλείπτην Ἀρκαδικὸν ἀποδιδόασιν. ἡ γὰρ
{Νώνακρις} Ἀρκαδίας ἐστὶ τόπος ... (Aristoph. fr. 829)
νῶντα· νήθοντα. ῥέοντα
νωνυμία· ἄκλεια. ἀσάφεια
νώνυμος· *ἀνώνυμος g (Sn). δύσφημος. ὃν οὐκ ἄν τις εὐφήμως
εἴποι, ἀλλὰ δυστυχῆ
νωρεῖ· ἐνεργεῖ
νώροπα· *λαμπρόν An. αἴθοπα. στερητικὸν τῆς ὄψεως. τὸ
γὰρ {νω} ἴσον τῷ {α}· ἄροπα, νώροπα (Β 578)
νώροπι· λαμπρῷ. καὶ τὰ ὅμοια (Η 206)
νώροπι χαλκῷ· τῷ λαμπρῷ χαλκῷ, ἢ *σιδήρῳ ASn. καὶ
τὰ λοιπά (Η 206)
νώροψ· *λαμπρός AS. ὀξύφωνος. ἔνηχος. ἢ ὅτι τὴν ὄψιν
ἀσθενῆ ποιεῖ
†νώρεμνος· μέγας. πολύς. κατώτατος, ἔσχατος. εὐσθενής
πλατύς
νωσάμενος· κατανοήσας (Callim. fr. 353 Pf.)
νώσασθαι· αἰσθέσθαι, ἐνθυμηθῆναι, νοῆσαι
νῶσις· ῥεμβός. πτωχός
νωσίχολος· ἀμελής. ῥᾴθυμος
νῶτα· τὰ ἀνώτατα. τὰ νωτιαῖα κρέα. καὶ συνήθως ἡμῖν
νῶτα θαλάσσης· *τὴν ἐπιφάνειαν αὐτῆς Avg. ἢ τὰ πελάγη
(Β 159)
νωτεῖς· οἱ ἀχθοφόροι ἡμίονοι. οἱ {δὲ} ἕλκοντες {ζύγιοι}
νωτίζειν· διώκειν. τρέπειν
νωτίσαι· τὸ κατὰ νῶτα λαβεῖν, καὶ παραμείψασθαι φυγόντα
νωτίσασθαι· ἀναθέσθαι ἐπὶ τῶν ὤμων. {ἀπονωτίσασθαι}
δὲ τὸ καταθέσθαι
*νωτοφόρος· ὁ μὴ ὑπὸ ζυγόν, ἀλλὰ τῷ νώτῳ ἀχθοφορῶν AS
ἄνθρωπος (Paral. 2,17), ἵππος, ὄνος (Xen. Cyr. 6,2,34) S(An)
†νωφαιόν· ἀφανές
νωχαλής· νωθρός
*νωχαλίζει· βραδύνει An(S)
νωχέλεια· *ἀσθένεια. βραδυτής An(S). ἀργεία. νώθεια. μιλό-
της. ὁμοίως καὶ [{νωχελίῃ} (Τ 411) n
νῶχμα· [ὄνειδος]
νώψ· ἀσθενὴς τῇ ὄψει
*νωχελής· ὁ μιλός. βραδύς ASvg. ἄχρηστος g
Ξαίνει· *διαξέει AS. νήθει (ASvg), σωρεύει (vg). ἐργάζεται
ἔρια AS. καὶ δέρειν ἱμάντι
†ξενύει· λήγει
ξάνδαρος· ζῷον ὅμοιον βοΐ, γενόμενον κατὰ τὸ Ἀτλαντικὸν
πέλαγος
ξανᾶν· κοπιᾶν A τὴν χεῖρα
ξανῆσαι· κοπιᾶσαι (Soph. fr. 458)
Ξανθή· ἡ Τροία. καὶ ἡ καλή. καὶ ἡ πυρρά, ἢ *πυρροειδής
(ASvg)
ξανθίζεσθαι· *κοσμεῖσθαι τὰς τρίχας q. ASvg. {Λάκωνες} q.
ἢ βάπτεσθαι αὐτάς. {Ἀθηναῖοι} q
ξανθιμίας· βόλου ὄνομα
ξανθόν· πυῤῥόν. καλόν. εὖ εἰργασμένον. χλωρόν. ὁ δὲ ποτα-
μὸς Ξάνθος. καὶ ὄνομα
ξάνιον· κτένια, ἃ αἱ γυναῖκες χρῶνται πρὸς τὴν τρίχα, καὶ ἃ
φοροῦσιν ἐν τοῖς δεραίοις
Ξανθικά· ἑορτὴ Μακεδόνων, Ξανδικοῦ μηνὸς ἢ Ξανθικοῦ ἀγο-
μένη. ἔστι δὲ καθάρσιον τῶν στρατευμάτων
*ξανθοῖσιν ὀρνέοις· g ...
†ξανίσσατο· διενοήθη
ξανῶ· κοπιῶ
ξέεσθαι· σπανίζεσθαι
ξεναγεῖ· δέχεται ξένους. ἢ τῆς ὁδοῦ ἡγεμονεύει [ἢ ξενοδοχή-
σας]
*ξεναγοί· οἱ τῆς ξένης ὁδοῦ ἡγούμενοι AS
*ξεναγός· ὁ τῶν ξένων ἡγούμενος ASgn
*ξεναγωγήσας· ξένον ὁδηγήσας AS(gn)
*ξεναγῶν· ξενοδοχῶν, ὁδηγῶν, καὶ ἄγων τοὺς ξένους Avg
ξεναγία· σύνταγμα {παρὰ Κρησί}. καὶ ὁ τούτων ἡγεμών
ξεναγός q
*[ξενάλογος· ξένα συλλέγων] g
*ξενία· κατάλυμα, καταγώγιον (Philem. 22) (vg)
*ξενίζειν· [τὸ {ξένῃ} χρήσασθαι φωνῇ AS(g)]
*ξενίζεται· ξενοδοχεῖται (Act. ap. 10,32) g
*ξενίζουσα· ἀλλόφυλος. ἀήθης (vg). καινή (Esth. 3, 13e) (g)
ξεστός· ὡμαλισμένος. ἐξεσμένος
ξεστοῖο· ὡμαλισμένου. ἐξεσμένου (Ζ 244)
*ξεῖνος· ὁ ἀπὸ ξένης φίλος (Av) g
*ξεῖνος· φίλος (vn)
ξείνια· τὰ ξείνια δῶρα, χαριστήρια ξενίας (Λ 779)
ξεινοδόκος· ὑποδεχόμενος ξένους (σ 64). καὶ μάρτυς
ξενοδόχος· ὁμοίως
ξεῖνοι· Θεσσαλοί
ξεῖνον· ξένον (Ρ 150)
ξεινοσύνης προσκηδέος· τῆς τὴν οἰκειότητα ἐμποιούσης
(φ 35)
ξεινοῦσσαι· ξενῶνες
ξειρίς· ἀρωματικόν τι φυτόν (Aristoph. fr. 831)
*[ξενεοί· στρατιῶται] AS
ξενήϊον· [φίλον]
ξενηλασία· τὸ μὴ ἐᾶν ξένους ἐπιμίγνυσθαι
ξενηλατοῦνται· τύπτεσθαι τοὺς ξένους ἐλαυνομένους (Ar. Av.
1013)
ξενία· ὑποδοχή r, φιλοτιμία, *[φιλία AS. δῶρα (Eur. Hec.
794) [κατάλυμα p, ἢ καταγώγιον]
ξενίας δίκη· ἐπὶ τῶν ὡς πολιτῶν μετεχόντων τῶν δημοσίων
*ξενίζειν· ξένῃ χρῆσθαι φωνῇ q. AS(g) n. ἢ ξένοις ἤθεσι AS(g)
*ξενίζουσαν· νεαράν (Esth. 3,13e) AS
ξενοδοκοῦμαι· μαρτύρομαι
*ξενοδοκῶν· ξενοδοχῶν. μαρτυρῶν AS
ξένοι· οἱ πολέμιοι. οἱ δὲ τοὺς Πέρσας (Hdt. 9,11,2). οἱ δὲ τοὺς
ἀπὸ ξενίας φίλους. ἢ ξένους
*ξενολόγος· ξένους στρατιώτας συλλέγων ASn
ξένος· ὁ ὀθνεῖος. ὁ ἐπιξενούμενος
ξεῖνος δ' οὗτος ἐμὸς πατρώϊος· καὶ ξενοδοκῶν καὶ ξενο-
δόχος (α 417)
*ξενών· κατάλυμα. ἢ μέγας ἀνδρών A
ξενῶνες· οἱ ἀνδρῶνες ὑπὸ Φρυγῶν
ξενώσεται· ὑποδέξεται
ξερόν· τὸ ξηρὸν τῆς γῆς. χέρσον (ε 402)
ξέσαι· τεμεῖν, κόψαι. ποιῆσαι. τεκτήνασθαι
ξέσμα· ξόανον
*ξέσω· ξύσω AS
ξέσαι· [κατασκεύασαι. εἰργάζου]
ξεστήν· ἐξεσμένην· "παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν"
(η 174). λέγει δὲ καὶ συνθέτως· "ἐϋξέστῃς ἐλάτῃσιν" (Η 5)
ξεστόν· γλυπτόν r. λεῖον. ποιητόν
*ξεστῇσιν· εὖ ἐξεσμέναις, καλῶς {κατεσκευασμέναις} (Ζ 243)
(Sn)
ξέστριξ κριθή· ἡ ἑξάστιχος. Κνίδιοι
ξηραλοιφεῖν· τὸ χωρὶς λουτροῦ ἀλείφεσθαι g. ἢ ξηροτριβεῖσθαι
(Soph. fr. 454). {ξηρολουτεῖν}· τὸ αὐτό
†ξήριγγοι· ποταμοὶ ἀεὶ ῥέοντες
ξηροκόλλα· σύνθεσίς τις παρὰ τοῖς χρυσουργοῖς
ξίμβαι· ῥοιαί. Αἰολεῖς
†ξίφαι· τὰ ἐν ταῖς ῥυκάναις δρέπανα ἢ σιδήρια
*ξιφήρους· ξίφος ἐχούσης AS ξιφηφόρου (vg)
*ξιφήρεις· ξίφη κατέχοντες (Eur. Or. 1346) g
ξιφίας· ἰχθῦς ποιός. [καὶ Δῆλος.] {ξίφιος} ὁμοίως r
ξιφίζειν· ἀνατείνειν τὴν χεῖρα, καὶ ὀρχεῖσθαι
†Ξιφίρου λιμήν· Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ (fr. 33). ὁ πορθμός.
ταῦτα γὰρ πάντα [τὰ] περὶ Ῥήγιον Ὠρίων ...
ξιφισμός· σχῆμα ὀρχηστικὸν τῆς λεγομένης ἐμμελείας ὀρχήσεως
ξιφιστής· φορεύς. τελαμών
ξιφισμάτων· ὀρχημάτων
ξιφιστύς· μαχαιρομαχία, μάχη ἐκ χειρῶν
ξιφοδρέπανον· ἡ λεγομένη ἅρπη, ὅπλον
ξιφομάχαιρα· ἡ μεγάλη μάχαιρα (Theopomp. com. fr. 25)
*ξιφοθήκη· βελοθήκη AS
ξίφος· μάχαιρα. ἢ παραζώνιον. ὁμώνυμον {φάσγανον}. ξιφί-
διον. καὶ πόα δέ τις
ξιφύδρια· κοχλία
ξόανα· *ἀγάλματα, εἴδωλα (ASvg), ζῴδια (g). κυρίως δὲ τὰ
[ἐκ ξύλων ἐξεσμένα, ἢ λίθων r
ξοανῶν προθύρων· ἐξεσμένων
ξοΐς· μεταλλικὸν σκεῦος, καὶ λιθουργικόν
ξοός· ξυσμός. ὁλκός
ξουθά· οὐ μόνον ξανθά, ἀλλὰ καὶ λευκὰ καὶ πυῤῥά
Ξουθίδαι· οἱ Ἴωνες. Ἴων γὰρ Ξούθου
ξουθόν· λεπτόν. ἁπαλόν. ἐλαφρόν. ὑγρόν. πυῤῥόν. χλωρόν.
†ἄργυρον. ξανθόν. πυκνόν. ὀξύ. τινὲς δὲ ποικίλον, εὐειδές,
διαυγές
*ξύει· κατασπᾷ AS. γράφει· ASvg ὡς παρ' Ὁμήρῳ. ἔνθεν καὶ
{ξύσματα} τὰ γράμματα vg
ξυήλη· ξυάλη. ἔστι δὲ καὶ ξιφίδιον, ὅ τινες {δρέπανον} λέγουσιν
ξύλαχος· [σύνδενδρος τόπος]
ξυλεύς· τὰ ξύλα παρέχων q AS. {παρὰ Κρησίν} AS. δοῦλος
ξυλεύεσθαι· ξυλίζεσθαι
*ξυλιζομένην· ξύλα συλλέγουσαν AS(vgn)
ξύλινον καρπόν· τῶν δένδρων (Lev. 27,30)
ξυλίτης· ἰχθῦς ποιός
ξυληβόρος· ξυλοφάγος
ξυλλεκτόν· συνειλεγμένον. παρεστός
ξύλον πρῶτον· βάθρον τὸ ἐν τῇ προεδρίᾳ, καὶ {ἐν} τῇ ἐκ-
κλησίᾳ καὶ {ἐν} τῷ δικαστηρίῳ
ξυλοφόρος· ζῷόν τι ἱστορεῖται σκωλήκιον
*ξυλόχοιο· ὑλώδους τόπου (Φ 573) (r) (gn)
ξύλοχος· *σύνδενδρος τόπος AS(g) ps. καὶ ξυλώδης (Ε 162).
δρυμός, ὕλη. ἢ θηρίου κοίτη
ξυλοδωνίη· τεκτοσύνη. ναυπήγησις. κωπηλασία. κυβέρνησις
*ξυμβαίνοι· συμφωνοῖ (Thuc. 4,4,2) AS(g)n
*ξυμβῇ· συμπέσῃ (Thuc. 1, 140,1 ..) ASn
ξύμβλητε· συνετύχετε
*ξύμβληντο· συνήντων, συνέβαλλον (Ξ 27 ..) AS
ξυμβολιμαίας δίκας· Ἀττικοὶ τὰς κατὰ συμβόλαια
ξύμβολος· μάντις ἡ εὖ συμβάλλειν δυναμένη
ξυμβόλους· τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον. ἀνε-
τίθεντο δὲ οὗτοι Δήμητρι. τινὲς δὲ τὰς διὰ τῆς φήμης γινο-
μένας μαντείας, ἃς Φιλόχορός φησι Δήμητρα εὑρεῖν. Σοφο-
κλῆ(ς) Ἀχαιῶν συλλόγῳ (fr. 152)
*ξύμμαχοι· σύμμαχοι Avgn
ξυμφορά· συντυχία. καὶ ἐπὶ ἀγαθοῦ τάσσεται {ὡς παρ'
Αἰσχύλῳ ἐν Καβείροις}, καὶ ἐπὶ κακοῦ {παρὰ Σοφοκλεῖ} hm
ξυνά· κοινά (r.) S
ξυνάγειραν· συνήθροισαν
*[ξυναίρεται· συνάπτεται] ASg
*ξυναλλαχθέντες· κοινωνήσαντες ASs
ξυναμοργός· δρεψαμένη
*ξυνάορον· τὴν συμβιοῦσαν γυναῖκα, [γαμετήν (Eur. Or.
654) ASvgn
ξυνάνεσθαι· συνανύεσθαι
ξυνῆνες· [κοινωνοί]
ξυνάοροι· ἀδελφοί S. ἀδελφαί
*ξυναρμόσας· συνάψας vgSn. συνθήσας (Eur. Troad. 11?)
ξυναυλίαν· πᾶν πρᾶγμα δισσόν. τὴν ὑπὸ δύο ἐπιτελουμένην
αὔλησιν· ὅταν γὰρ δύο αὐλῶσι, {ξυναυλία} λέγεται
*ξυνάωρ· εὐέα, δάμαρ, γυνή, ἄλοχος (Eur. Phoen. 1695) A
*ξυναόρων· ἀνδρῶν (Eur. Or. 1136) AS
*ξυνέηκε· συνέβαλεν (Α 8 ..) ASn
*ξυνεμπόρους· κοινωνούς (Eur. Bacch. 57) A (S)
*[ξυνερεῖται· συνέπεται] AS
*ξυνερέται· συνερέται AS
*ξυνέται· συμπολῖται AS
*ξυνάοροι· ἀδελφοί S
*ξυνεβέβλητο· συνεβέβλητο g. συνέτυχεν
*ξυνελαύνεις· συμβάλλεις (Φ 394) (S)
*ξύνες· σύνες. ἄκουσον (Β 26) ASvgn
ξυνέσεσθαι· συνεῖναι. συμβαλεῖν (η 270)
*ξύνεσιν· συνάφεσιν. *συμβολήν (κ 515) AS
ξύνεσις· ἡ εἰς τὸ αὐτὸ συμφωνία
ξυνέχεται· συμφέρεται
*ξυνεχῶς· συνεχῶς, διαπαντός ASvg
*ξυνή· κοινή (Ο 193) As
ξύνηβος· συμπότης. συνῆλιξ
*ξυνήϊα· κοινὰ καὶ ἀδιαίρετα χρήματα (Α 124) vgAS
ξυνῆκα· συνῆκα r. ἔγνων (Eur. Andr. 919)
ξυνήλυσις· σύνοδος
ξυνήονες· κοινωνοί (Hes. Theog. 595)
*ξυνήορον· κοινωνόν AS
ξυνηρετήσεις· συνήσεις. συζυγήσεις
*ξύνθακος· συγκάθεδρος (Eur. Or. 1637?) ASvg
ξυνθήματος· [σημείου (Thuc. 4,67,4 ..) ASvg]
Ξυνιάς· ὄνομα λίμνης
*ξυνιέναι· νοῆσαι ASvg. συνιέναι r. vg
*ξύνιεν· ἤκουεν (Α 273 v. l.)
*ξυνιέντες· συνιέντες (Plat. Theaet. 196 e?) AS
ξυνίημι· πέπεισμαι
*ξύνιον· ἤκουον AS. συνῆκαν (Α 273 v. l.) A
*ξυνιόντας· συμπορευομένους (Φ 390) (A)
ξύνισαν· συνήρχοντο (Ξ 393)
ξυνίστορας· συμπράκτορας
ξύνιστρον· νόμισμα
*†[ξυνοθόκος· ξενοδόχος] ASvg
ξυννενοφυῖαν· σκυθρωπήν (Ar. fr. 395)
ξύνοδος· σύνοδος. σύμπτωσις
ξυνοί· κοινοί. καὶ ὅροι
ξυνομαρτεῖ· ἀκολουθεῖ. συνομαρτεῖ
*ξυνόν· κοινόν (Π 262 ..) ASgn
ξυνουσία· συνήθεια. *συνουσία ASvgn
*ξυνοχή· συνοχή An
ξυνοχῇσι· τῷ συνέχοντι τόπῳ τοῦ καμπτῆρος, καὶ στενοῦντι
ἀμφοτέρων τοὺς δρόμους (Ψ 330)
*ξυνπονῆσαι· συνάρασθαι. ἀντι[τοῦ]λαβέσθαι (Eur. Hec.
862 ..) AS
ξυνστένομαι· συνσπῶμαι. ξύομαι
ξυνθήματος· συνθήματος. ἔστι δὲ σημεῖον, ἢ πρόσφθεγμα,
διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέμῳ ἢ ἑτέρᾳ τινὶ
ἐπιβουλῇ (Thuc. 4,67, 4 ..)
ξυνέχοιτο· συνέχοιτο. συνείη h
ξυντάσσεται· συσκευάζεται
ξυντυχεῖν· συντυχεῖν
*ξυνῳδά· συνῳδά (Eur. Med. 1008 ..) ASvg
*ξυνών· συνών (Eur. Hipp. 17) Avgbp
*ξυνωρίδα· ζυγήν, {κυρίως δὲ} ἐπὶ τῶν ἡμιόνων. {Ὀρεύς} γὰρ
ὁ ἡμίονος ASvg
*ξυνωρίς· ἅρμα {ἐκ δύο} ἵππων συνεζευγμένον AS(vg) n
ξύομαι· δέφομαι
ξυόεσσαν· εὖ ἐξεσμένην
Ξυπεταία· δῆμος τῆς Κεκροπίδος φυλῆς
ξυρεῖ· ἀκονᾷ
ξύει· τρίβει
ξυρμεύεσθαι· ἀδιακρίτως λαλεῖν. καὶ καυχᾶσθαι. Ἀττικοί
ξυρόν· τομόν. ἰσχνόν. ὀξύ
ξῦσαι· χαράξαι, ἐπιγράψαι
ξυνεχῶς· συνεχῶς, διαπαντός
*ξυμβαίνοι· συμφωνοῖ AS
ξυσμά· κνήφη. λέπρα (Sophr. fr. 53)
*ξυσμός· κνησμός r. Avgn
ξυστάδες· αἱ πυκναὶ ἄμπελοι. ἄμεινον δὲ τὰς εἰκῆ καὶ μὴ κατὰ
στοῖχον πεφυτευμένας ἀκούειν
*ξυστίδα· τὸ λεπτὸν ὕφασμα ASvg. ἢ εἶδος ἐνδύματος (Theocr.
2,74)
*ξυστίδες· ποδήρη ἐνδύματα AS. ἢ χλανίδας κωμικάς S
ξυστίς· τραγικὸν ἔνδυμα (Cratin. fr. 268). τινὲς δὲ χιτῶνα
ποδήρη γυναικεῖον. ἄλλοι τὸ λεπτόν ... παρὰ τὸ ξύεσθαι
ξυστοῖς· ἀκοντίοις (Ν 497)
ξυστόν· ἀκόντιον, δόρυ g κατεσκευασμένον. καὶ τόπος, ἔνθα
οἱ ἀθληταὶ γυμνάζονται
*ξυστός· ὁμοίως [ἀνειμένος ἀθληταῖς τόπος q. ASvg
ξυστρολήκυθον· κάδη καὶ βησσία ἐλαίου λουτρικά
*ξυστῷ· τῷ δόρατι (Δ 469) g (Sn)
*ξωθεν· ἔξωθεν (Eur. Alc. 950) Avgn
Ξώλων· ἔθνος βαρβάρων (Greg. Naz. epitaph. 146,1. 150,2)
†ξώστρα· ψυκτρίς, ψυκτρία
Ο· ἄρθρον προτακτικὸν ἀρσενικὸν ἑνικόν. καὶ ἀντὶ ἀρσενικοῦ
ὑποτακτικοῦ πτώσεως ὀρθῆς τοῦ ὅς. καὶ ὑποτακτικὸν ἄρθρον
οὐδετέρου ὀνόματος. καὶ ἀντὶ ἀναφορικοῦ τοῦ οὗτος (Α 9).
καὶ ἀντὶ τοῦ διό (δ 206). καὶ ἀντὶ τοῦ ὅτι (Α 120)
ὄα· δένδρον κάρπιμον· καὶ ὁ καρπὸς αὐτοῦ οὕτω καλεῖται. Ὄα
καὶ μηλωτή, ὄϊς δὲ τὸ πρόβατον, καὶ ἡ σὺν τοῖς ἐρίοις δορά.
ἡ δὲ ἐν τοῖς ἱματίοις ὤα
*ὁ ἀγελαῖος· ὁ ἐν ἀγέλῃ διάγων A
†ὀάνυες· ἐνέδραι
†Ὀασεῖς· δῆμος τῆς Πανδιονίδος φυλῆς
ὀά· οἴμοι
ὀάριζε· ὡμίλει (Ζ 516)
ὄαρας· γάμους. οἱ δὲ γυναῖκας
ὀαρίζειν· ἄνδρας καὶ γυναῖκας ὁμιλεῖν· "παρθένος ἠίθεός τ' ὀαρί-
ζετον ἀλλήλοισι" (Χ 128)
ὀαρίζουσιν· εἰρηνεύουσιν
ὀαρισμοί· *διάλογοι Avg. ἢ ἀνδρὸς καὶ γυναικὸς ὁμιλίαι·
{ὄαροι} γὰρ αἱ γυναῖκες (Χ 128)
*ὀαριστής· ὁμιλητής. συσχολαστής (τ 179) AS
ὀαριστύν· μάχην (Ν 291)
ὀαριστύς· *ὁμιλία ASn. ἢ παραλογιστικὴ διήγησις. ἢ ἀδο-
λεσχία
*ὀάρων· γυναικῶν (Ι 327) ASvgn
ὄαροι· αἱ γυναῖκες, ἀπὸ τοῦ συνηρμόσθαι· "ὀάρων ἕνεκα σφε-
τεράων" (Ι 327). μῦθοι, λόγοι. βουλεύματα. τινὲς δὲ θιάσους.
καὶ παιδιὰν περὶ τὰ ἀφροδίσια
ὁ Βάκχιος· ὁ Διόνυσος
*ὀβελίας ἄρτος· ὁ ἐπὶ ὀβελίσκου ὀπτώμενος ASvg
ὀβελίσκοι· ὀβελοί
ὀβελοῖς· ὀβελίσκοις (μ 395)
ὀβολοί· *νουμία (AS). καὶ τόκοι AS. καὶ εἴδη νομισμάτων
(Prov. 17,6) (ASvg). καὶ ἐν ἄστει δικαστικοὶ μισθοί
ὀβολοστάτης· ὀβολοστάτας τοὺς δανειστὰς ἔλεγον. ἐδίδουν
δὲ σταθμῷ οἱ δανείζοντες· διὸ ὀβολοστάται προσηγορεύθησαν.
τινὲς δὲ τὸ δανείζειν {ἱστάνειν} φασίν (Ar. Nub. 1155)
ὀβολοστατεῖν· δανείζειν
ὀβρικάλοις· τοῖς τῶν θηρίων ἐκγόνοις (Aesch. Ag. 143)
*ὀβριμοεργός· ἰσχυρὰ ἢ μεγάλα ἐργαζόμενος ἔργα, μεγαλο-
πράγμων (Ε 403) ASvg
ὄβριμον· βαρύ. ἰσχυρόν (Δ 453)
*ὀβριμοπάτρη· ἰσχυρὸν πατέρα ἔχουσα (Ε 747) ASn
*ὄβριμος· ἰσχυρός. γενναῖος. δυνατός ASvgn. [καὶ {ὀβριμοπά-
τρις} λέγεται ὁ ἰσχυρὸς πατήρ]
ὁ βρισαύχην· ὁ τὴν αὐχένα βαρῶν (Greg. Naz. c. 1, 2,14,
101) (T)
ὁ γάρ· οὗτος γάρ n, οὗτός γε (Α 9)
ὀγάστωρ· ὁμογάστωρ
Ὄγγα Ἀθηνᾶ· ἐν Θήβαις, ἐπιχώριον ἐπώνυμον ἔχουσα .....
ὀγδόα· ἡμιχοίνικον
ὀγδοαῖον· θυσία παρὰ Ἀθηναίοις τελουμένη Θησεῖ
ὅ γε· οὗτός γε (Α 93 ..)
Ὄγκας Ἀθηνᾶς· τὰς Ὠγυγίας πύλας λέγει (Aesch. Sept.
487)
ὀγκᾶται· βοᾷ
ὀγκηθμός· κραυγὴ ὄνου
ὀγκίς· γωνία p. μέγεθος
ὀγκίαι· θημῶνες. χώματα. σιδηροθήκη
ὀγκίον· ἀγγεῖον, ἐν ᾧ αἱ ἀκίδες. ἢ πλέγμα κιστοειδές, ἐν ᾧ
ἀπέκειντο οἱ πελέκεις. εἴρηται δὲ ἀπὸ τοῦ ὄγκου (φ 61)
ὄγκοι· αἱ ἐξοχαί, καὶ γωνίαι τῶν ἀκίδων. καὶ πώγωνες τοξικῶν
βελῶν (Δ 151)
ὀγκολογῆσαι· γογγύσαι
ὀγκοπελεθίαν· πελέθου γέμουσαν
ὄγκος· φύσημα. ὑπερηφανία. ἔπαρσις. μέγεθος (Hebr. 12,1)
ὄγκους· τοὺς πώγωνας τῶν ἀκίδων (Δ 151) A. [ἰσχυρῶς,
γενναίως]
ὀγκοῦται· φυσιοῦται
ὀγκύλλεσθαι· ὑψαυχενεῖν (r). καὶ ἐπαίρεσθαι. καὶ ὄγκον
περιβεβλῆσθαι
ὀγκύλον· σεμνόν. [γαῦρον r
ὄγμος· ἡ ἐφεξῆς φυτεία. μεταφορικῶς δὲ καί, ὅταν πορεύωνται
ἐφ' ἕνα τεταγμένοι κατὰ στίχον, {ὄγμον} λέγουσιν. ὁ δὲ τῶν
θεριζόντων στίχος {ὀγμεύειν} λέγεται
ὄγμους· τοὺς αὔλακας· διὰ τὸ †ὄγμους εἶναι (Σ 546)
Ὀγχηστός· πόλις Βοιωτίας (Β 506)
ὄγχναι· αἱ ἄπιοι (η 115) (r)
ὄγχνια· ἄπιον
ὸ γυῖα· μέλη (Η 6)
*†ὄγυρον· ἱμάτιον Ags. [οἱ δὲ μάταιον]
ὄδα· φορτία. ἢ ὤνια. οἱ δὲ †{ὀδάβα
ὄδαγμα· βρῶμα, ἀντὶ τοῦ ... εἰς τὴν ὁδόν. ἐνεκάθητο γάρ
φησι ἐν τοῖς ὁδοῖς
ὀδαῖον· πράσιμον r. καὶ εἰς ἐκδημίαν ἐφόδιον. {Δωριεῖς}
ὀδαίων· ὠνίων. {ὀδῆσαι} γὰρ τὸ ὠνήσασθαι (θ 163)
ὀδακτάσαι· δακεῖν τὴν καρδίαν. ἢ ἀκύρως τὸ τοὺς ὀφθαλμοὺς
παρορύξαι
ὁδαγός· ὁδηγός s
ὀδάξ· τοῖς ὀδοῦσι ἐμπεφυκότες, ἐνδακόντες. ὅμοιον δὲ τὸ {ἀπρίξ}
*ὀδάξει· τοῖς ὀδοῦσι δάκνει ASvg
*ὀδαξησμός· τρισμὸς ὀδόντων vgn. δηγμός AS. κνησμός ASg
ὀδαρός· ὀκνηρός
ὀδασμένος· ὠνεῖσθαι ἐπειγόμενος h
ὀδαχᾶς· καταπύγων. Ταραντῖνοι
*ὁ δέ· ὁ δεῖνα ASvg. οὗτος δέ n. (Α 47) [αὐτὸς ἐγώ]
ο δέγμην· προσεδόκων
*ὅδε ἐγώ· αὐτὸς ἐγώ (π 205) ASvg. †αὐτῷ ἢ αὐτοί n
ὁδεῖν· πωλεῖν
*ὁδέον· πράσιμον. ἢ εἰς ἐκδημίαν ἐφόδιον. {Δωριεῖς} A
ὅδερος· γαστήρ
ὃ δέ τοι· οὗτός σοι (Α 239)
ὁδεύει· περιπατεῖ. ἀπέρχεται
ὃ δή· ὃς δή (Α 388) τοῦτο δή. ἢ στρώματα
ὀδήσεις· ὠνήσεις
ὀδῆσαι· πρίασθαι. ἀποδόσθαι. ὠνήσασθαι
ὄδησον· πώλησον r. S
ὁδηθείης· ληφθείης. πραθείης
†Ὁδία· ἡ Κόρη θεός†
*ὁ διμαλέος· εὐλαβής ASvgp
*ὁδίτης· ὁδοιπόρος (Π 263) ASvg
*ὁ δίοπος· κυβερνήτης ASvg
ὀδίνουσα· [ἀποφορά. ὀσμή]
†ὀδμαῖος· ὀλίγος. ἀτερπής. πονηρός. φορτηγός. πράσιμος.
ὠνήτης
ὅδιος· οἰωνὸς αἴσιος. καὶ ἐπίθετον Ἑρμοῦ
*ὀδμή· ὀσμή ASvg. ὄσφρησις AS. ἀποφορά ASvg
ὀδμηνός· πολύοσμος. εὔοσμος
ὁδοιδοκεῖ· ὁδοσκοπεῖ
ὁδοιδόκος· κλώψ. ἐνεδρευτής. κακοῦργος ἔνοδος, [λῃστής p
ὁδοιπόριον· ἡ ἐπὶ τῷ συνοδεῦσαι ἢ συμπλεῦσαι εὐωχία
(ο 506) Σ
†ὀδολκαί· ὀβολοί. Κρῆτες
ὀδόλυνθοι· ἐρέβινθοι
ὀδοντίδας· πολυφάγος
*ὁδὸν εἰρήνης· τὴν κατὰ θεὸν πολιτείαν (Rom. 3,17) gn
ὀδοντισμός· εἶδος αὐλήσεως· ὅτε ἡ γλῶττα προσβάλλεται
πρὸς τὸν ὀδόντα
ὁδουρούς· τοὺς ἐν ταῖς ὁδοῖς κακουργοῦντας (Eur. fr. 260)
ὁδούρης· ὁ τῆς ὁδοῦ ἄρχων, ἢ κατάρχων
ὁδουρός· ἐνεδρευτὴς καθ' ὁδόν. ὁδοῦ κατάρχων. προοδοιπόρος.
κακοῦργος hm
ὁδοῦται· καθ' ὁδὸν πορεύεται (Hdt. 4,139,2)
*ὁδοιδόκος· ἐν ταῖς ὁδοῖς πανοῦργος AS κλώψ ASvg
*ὀδυνᾷ· λυπεῖ (A). καταπονεῖ (Sap. 14,24)
*ὀδύνη· λύπη. πόνος (ASvg). ταπείνωσις παρὰ ἀλλοτρίων. ἢ
ἀλγηδών (A)
*ὀδυνάων· ὁμοίως A. ἢ θλίψεων (Δ 117) (AS)
ὀδυνηρόν· λυπηρόν r. ἐπίπονον
*ὀδυνήφατα· τὴν ὀδύνην παύοντα n, ἀφανίζοντα τὰς ὀδύνας
S(g), ἢ παυσίπονα (Ε 401)
*ὁδοιπορεῖ· ὁδεύει AS
*ὀδυρμός· κλαυθμός (Ierem. 38,15) r. vgn
ὀδύσασθαι· χολωθῆναι
ὀδυσθῆναι· ὀδύσασθαι. χολωθῆναι, θυμωθῆναι, ὀργισθῆναι
*ὀδυσσαμένοιο· ὀργισθέντος (Θ 37) ASn
ὀδυσσάμενος· ὀργισθείς (τ 407) r
*ὄδωδεν· ὄζει, πονηρὰν καὶ βαρυτάτην ἀποφορὰν πνεῖ vg(n),
ἢ εὐῶδές ἐστιν
ὀδωδή· ὀσμή r
*ὀδωδός· ὄζον ASn
ὀδώδυσται· ὤργισται (ε 423)
ὁδῷ ἔπι· παρ' ὁδῷ. ἐπὶ ὁδῷ (Ζ 15)
Ὀδωνίς· ἡ Θάσος τὸ πάλαι
ὀδών· ὀδούς
ἐὰ· [μηλωτή]
ὁ δ' ὡμάρτησε· συνηκολούθησεν οὗτος (Greg. Naz. c. 1,2,1,
559)
ὀέα· [μηλωτή]
ὄες· κῴδια
ὀέσχαι· μηλωταί. βαῖται, ἤγουν δερματίνη ...
ὀέτεας· ... παρὰ τοῖς βαρβάροις ὁ καλλίθριξ
ὀζεία· θεραπεία
ὀζήρεις· οἱ σφριγῶντες
ὄζος· κλάδος. καὶ ὁ ἀπὸ τοῦ στελέχους σχιζόμενος ἀκρεμών·
"ὄζῳ ἐπ' ἀκροτάτῳ" (Β 312)
Ὀζόλης· Λοκρῶν γένος τι
*ὄζος Ἄρηος· ὁ κλάδος τοῦ πολέμου. ὁ πολεμικός (Β 540 ..)
An
Ὀζείας· ἰσχὺς Ἰαώ. ὁ αὐτὸς ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν
(15,34) {Ἀζαρίας}
*ὄζων· κλάδων (Eur. Bacch. 1070) (Sg)
*ὄζους· κλάδους (Α 234) ASn
*[ὀζοφύδιον· θρηνητικόν] ASg
ὄζυγες· ὁμόζυγες r
Ὄη· δένδρον. καὶ δῆμος τῆς Ἀττικῆς
ὃ θαρσαλέως· εὐθαρσῶς, θαρσῶν (υ 269)
ὅθεν· ἔνθεν (Δ 58 ..)
*ὄθεσαν· ἐπεστράφησαν ASvgn
ὄθεσθαι· φροντίζειν. ἐντρέπεσθαι. μέμφεσθαι. δεδοικέναι
*ὄθεται· ἐπιστρέφεται (Ο 107) n
ὀθέτη· ἅμαξα ἡμιονική
ὀθεύει· ἄγει. φροντίζει
*ὀθέων· φροντίζων ASvg
ὄθη· *φροντίς ASvg. ὤρα. φόβος. *[λόγος ASvg
*ὁ θηλυδρίας· ὁ γυναικεῖος AS(vg)
ὅθι· ὅπου ASgn. ἔνθα (Β 722)
ὄθιζα· ἅμαξα ἡμιονική
ὄθματα· ὄμματα. Αἰολεῖς
ὀθνεῖα· μάταια. ἀλλότρια, ἀλλοεθνῆ, ξένα, ἀλλογενῆ
†*Οθοῖ· ὄνομα κύριον S
*ὄθομαι· ἐπιστρέφομαι, φροντίζω (Α 181) r. AS
ὀθόναι· τὰ περιβόλαια πάντα· παρὰ τὸ {ἕσασθαι}. τινὲς δὲ
ζώνας ἀποδεδώκασιν
ὀθόνη· σινδών. ζώνη. τελαμών. γυναικεῖον ὀθόνιον λεπτόν.
καὶ *πᾶν τὸ ἰσχνόν, κἂν μὴ λινοῦν ᾖ ASvgn
ὀθόνῃσι· λεπτοῖς ἱματίοις (Γ 141)
ὀθόνια· λινᾶ ἱμάτια (Iud. 14,13 ..) r
*[ὄθριζε· διελέγετο] AS
†ὀθρεῖν· ἄγειν
ὄθροον· ὁμόφωνον, σύμφωνον
ὀθρυόεν· τραχύ. ὑλῶδες. δασύ. κρημνῶδες
ὄθρυν· Κρῆτες τὸ ὄρος
Ὀθρωνός· ἡ πρὸς Κερκύρᾳ νῆσος
ὀθῶς· ταχέως
οἷ εἴη· γένοιτο
οἱ· αὐτῷ. αὐτῇ. ἢ οἵτινες. ἢ αὐτοῦ. ἢ ἄπιθι. ἢ πορεύου
οἱ· ἄρθρον προτακτικὸν ἀρσενικὸν πληθυντικόν, καὶ ὑποτακτι-
κόν. καὶ ἀντὶ τοῦ οὗτοι. καὶ ἀντωνυμία τρίτου προσώπου
*[ὄθημον· ὑστερινόν g]
ὄθομαι· [ἐπιστρέφομαι]
*οἷα· ὥσπερ ASvg, καθάπερ (Eur. Or. 1352 ..) vg
*οἷα δή· ἅτε δή AS, ὥσπερ δή (Eur. Bacch. 291 ..) vg [ἢ
ἐνέχυρα]
*οἶαι· διφθέραι, μηλωταί AS
οἴακες· *πηδάλια ἤτοι αὐχένια AS. καὶ οἱ ταῦτα ἐπιστρέφοντες
κανόνες (g). καὶ κρίκοι, δι' ὧν ἱμάντες διείρονται
οἵδε· [οὗτοι]
*οἰακίζει· ἐλαύνει. διοικεῖ, [κυβερνᾷ (Iob 37,10) Avgn
*οἰακοστρόφος· κυβερνήτης (Eur. Med. 523) r. AS
*οἰακοστροφῶν· κυβερνῶν AS (vg) b
*οἴαξ· πηδάλιον. ὁδηγός (Eur. Or. 795) ASn
οἴαξιν· αὐχενίοις, πηδαλίοις
ὄϊας· τὰ θήλεα πρόβατα
*οἴδημα· φλεγμονή. φύσησις. ὄγκωμα. ἀπόστημα. ὡς ἐκ μετα-
φορᾶς δὲ τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως
λέγεται AS
*οἵδε· οὗτοι ASvg
οἷα· τὰ δυνατά. [Αἰολεῖς]
οἰατᾶν· κωμητῶν (Soph. fr. 130). {Οἶαι} γὰρ αἱ κῶμαι. {Αἰο-
λεῖς}
οἷα τε καὶ αὐτός· ὡς καὶ αὐτός
*οἱ αὐτοί· οἵγε οὗτοι
οἰάτιδος ἐκ νομοῦ· Σοφοκλῆς Οἰδίποδι ἐπὶ Κολωνῷ (1061).
γῆς προβατευομένης ἐκ νεμήσεως. οἱ δὲ ἀπὸ τοῦ δήμου· κακῶς·
οὐ γὰρ ἐγγὺς κεῖται
οἳ γάρ οἱ· οὗτοι γὰρ αὐτῷ
*οἴγει· ἀνοίγει ASvg. οἰγνύει
*οἰγόμενος· ἀνοιγόμενος r. AST
*οἰδαίνει· οἰδεῖ. ἐπαίρεται. σπαράσσει. φλεγμαίνει ASn
*οἰδαίνουσι· φλεγμαίνουσι. φυσῶσιν AS. [*{οἴδεα πόντα}·
τὸν μέλαν A]
οἰδαίνεσθαι· θυμοῦσθαι. καὶ τὰ ὅμοια
οἱ δέ νυ· οἱ δὲ δή. ἢ *[οὗτοι ASvg δὲ S
οἴδημα· *ὄγκωμα. ἀπόστημα ASvg. ταραχὴ κυμάτων
*οἰδήματα· φλυκτίδες AS. καὶ τὰ ὅμοια
*οἰδήσεις· ὁμοίως Avg. ἐπάρματα g
*[οἰδημός· ψεκτός] AS
*οἶδμα· κῦμα. ἔπαρμα Svn. ῥεῦμα, πέλαγος (Eur. Phoen. 202).
αὔξημα
*οἴδματα· τὰ αὐτὰ Av πληθυντικῶς
*οἱ δόσις· αὐτῷ δόσις (Κ 213) An
οἰδοῦντες· ὀγκοῦντες. καὶ τὰ ὅμοια
*οἵ ἑ· οἵτινες αὐτόν (Δ 534) n
*οἴεαι· νομίζεις ASvg. ὑπολαμβάνεις (κ 380) v
οἴεο· νόμιζε, ὑπολάμβανε
*οἶες· πρόβατα Avgn
*οἴεσθαι· ὑπονοεῖν, ὑπολαμβάνειν vg
οἱ εἰς τὸ γόνυ· ἦν συνθέματος στρατιωτικοῦ ἐπώνυμον
οἴεται· ὑπολαμβάνει, ὑπονοεῖ (ρ 586)
*οἰέτεας· ἰσοετεῖς. ὁμήλικας (Β 765) n
ὀΐζυε· κακοπάθει, μόχθει (Γ 408)
οἰζύει· μογεῖ, πάσχει
ὀϊζύομεν· κακοπαθοῦμεν, πάσχομεν (Ξ 89)
*ὀϊζύος· κακοπαθείας (Ζ 285) An
*οἰζυρά· πονηρά. [μοχθηρά (Sn), ἐπίπονα (Sgvn), ταλαίπωρα
(ASn), κακοπαθῆ (ASvg)
οἰζύς· πτωχεία. *κακοπάθεια, ταλαιπωρία ASn, κακουχία
οιη· μόνη n, μία s. νομίζεις, ὑπολαμβάνεις. ἢ ὁποία
οιη δέ· τὰ αὐτά. ὁποία δέ
οἰηθῆναι· δόξαι, [ὑπονοηθῆναι r
οἰητᾶν· κωμητῶν (Soph. fr. 130)
οἰήϊα· πηδάλια ASn. ἡνίαι. οἴακες (Τ 43)
*οἴης· μόνης (g). ὁποίας (Ι 638)
*οἰήσεως· δοκήσεως ASvg. ἐπάρσεως vg. ὑπονοίας (AS). νομί-
σεως
οἰΐας· τῶν προβάτων τὰ σκεπαστήρια δέρματα
οἷ κα· ὅπου {ἄν}
οἴκαδε· οἶκόνδε, *εἰς οἶκον n. εἰς τὸν ἴδιον οἶκον ASvg, εἰς τὰ
οἰκεῖα (Α 19) Σ
οἱ καθ' ἡμᾶς· οἱ πρὸς ἡμᾶς
οἰκάριον τὸ ὄπισθεν γυναικωνίτιδος (Lys. fr. 244 Tur.)
†οἰκανόν· τὸ οἰκεῖον
*οἰκεῖ· μένει AS
οἰκεία· ἰδία r
*†ὀικεῖλαι· ἐκβληθῆναι g
οἰκεῖοι· οἱ κατ' ἐπιγαμίαν ἀλλήλοις προσήκοντες. ἢ ἴδιοι. καὶ
κατὰ τὴν οἰκίαν πάντες
οἰκειώσαντο· ἰδιοποιήσαντο
οἵ κέ ἑ· οἵτινες αὐτόν (Ι 155)
οἵ κέ με· οἵτινες δή με (Α 175)
οἰκέοιτο· οἰκοῖτο (Δ 18)
οἰκέται· οἱ κατὰ τὸν οἶκον πάντες
οἰκετεύεται· συνοικεῖ
*οἰκέτης· δοῦλος g. ὑπουργός
οἰκέτις· κατοικίδιος
οἰκεύς· ὑπόχρεως οἰκέτης S
οἰκῆϊ· οἰκέτῃ, δούλῳ (δ 245)
οἰκῆας· οἰκείους (Ε 413). πάντας τοὺς κατὰ γένος προσήκον-
τας. καὶ τοὺς δούλους. καὶ πάντας τοὺς κατὰ τὴν οἰκίαν·
"κήδετο δ' οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς" (ξ 4)
οἴκημα· τὸ δεσμωτήριον (Lys. fr. 326 Tur.). Ἀττικοὶ δὲ τὸ
πορνεῖον
οἰκητήρια· σκεύη τὰ κατ' οἶκον (Alcae. com. fr. 27)
Οἰκιάδης· Σιμωνίδης. καὶ Ἱππόνου πατήρ
οἰκία· οἶκοι
οἰκίδδειν· καθίσαι
οἰκίζουσιν· οἰκοῦσιν
οἰκιήτης· ὠνητὸς δοῦλος
*[οἰκιμβάζειν· στραγγεύεσθαι vn. διατρίβειν]
οἰκίσκος· ὁ τῶν ὀρνίθων [ἢ ἐλεεινός] (Ar. frg. 405. 406)
οἰκιστής· οἰκίζων
[οἴκιστρον] {οἴκτιστον}· ἐλεεινόν [ἢ οἶκον]
οἰκογενής· δοῦλος. ἢ συγγενής (Gen. 15,3 ..)
οἴκοθ' οὖρος· οἰκουρὸς κύων
οἴκοθι· ἐν οἴκῳ s. [ἢ ἐξ οἴκου]
*οἴκοι· οἴκοθι. [ἐν οἴκῳ (Α 113) ASvg
*{οἴκοθεν}· ἐξ οἴκου ASg
οἰκονομία· βράβευσις. διοίκησις
οἰκονόμος· ὁ τὸν οἶκον νεμόμενος φύλαξ
οἶκος· ὅλη ἡ οἰκία· "οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος" (φ 16).
καὶ μέρος τι τῆς οἰκίας· "ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς
ἔργα κόμιζε" (Ζ 490). καὶ τὰ ἐν τῇ οἰκίᾳ· "νῦν αὖ καὶ πολὺ
μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα ..." (β 48)
οἰκόσιτος· μισθωτὸς ἑαυτὸν τρέφων
*οἰκότριψ· οἰκογενὴς δοῦλος Avg
οἰκότριψ· ὁ θρεπτός. διαφέρει δὲ οἰκέτης οἰκότριβος· ὁ μὲν γὰρ
οἰκότριψ γονέων δοῦλος· ὁ δὲ οἰκέτης οὐ πάντως· ἀλλὰ καὶ ὁ
αἰχμάλωτος· καὶ ὁ ἐν οἴκῳ ὤν
οἰκοτρίβαιον· τὸ{ν} ἐκ δούλου δοῦλον
οἰκούρια· κυρίως τὰ ὑπὸ τῶν μητέρων προσφερόμενα τοῖς
νηπίοις παίγνια. ἢ *[ἡ κατ' οἶκον φυλακή (A) S
οἰκουρὸν ὄφιν· τὸν τῆς Πολιάδος φύλακα δράκοντα. καὶ οἱ
μὲν ἕνα φασίν, οἱ δὲ δύο ἐν τῷ ἱερῷ τοῦ Ἐρεχθέως. τοῦτον
δὲ φύλακα τῆς ἀκροπόλεώς φασι, ᾧ καὶ μελιτοῦτταν παρα-
τίθεσθαι (Ar. Lys. 759)
*οἰκουρός· ὁ φροντίζων [τὰ] τοῦ οἴκου ASvgn, καὶ φυλάτ-
των n. οὖρος γὰρ ὁ φύλαξ ASvgn. λέγεται
οἰκοφθόρους· μοιχούς
*οἰκτείρημα· ἔλεος (Ierem. 38,3) AS
οἰκτείρειν· ἐλεεῖν
οἰκτίζει· θρηνεῖ
οἶμον· κύκλον. ἔνθεν καὶ {παροιμία} κέκληται, τὸ παροδικὸν
διήγημα. ἔστι δὲ λόγος ὠφέλιμος. καὶ ὁδός
*οἴκτιστα· ἐλεεινά (χ 472) (ASvg)
*οἶκτος· θρῆνος. ἔλεος. συμπάθεια AS. φιλανθρωπία vg (b 81)
οἰκτρά· ἐλεεινά (Eur. Phoen. 627 ..). †ἐλάχιστα
*[οἰκριβάντες· ἐμβάται AS]
*οἰκτριζόμενος· ἐλεούμενος AS
οἰκτρογοοῦντας· οἰκτιζομένους, ἐλεουμένους
*οἰκτρός· ἐλεεινός vn. ἐλάχιστος. ἐλέου ἄξιος (Λ 242) vg(A).
δειλός. βραδύς
*†οἴκων μωστορνύν· τῶν οἴκων μέσον τινὰ ὁρμᾶν ASn
οἰκωφελίη· εὐπορία, ἐξ ἧς ὁ οἶκος ὠφελεῖται (ξ 223)
†οἰλάωμα· τὸ προστιθέμενον τῇ πλάστιγγι τοῦ ζυγοῦ, ἐὰν μὴ
ἰσοῤῥεπῇ
*οἶμαι· νομίζω, ὑπολαμβάνω r. ASvgn
οἶμα· ὁρμή (Π 752) p
οἰμᾶν· δύεσθαι, ὑποβρύχιον εἶναι. καὶ ὁρμᾶν
οἴματα· ἀετοῦ ὁρμήματα· g (AS) "ἀετοῦ οἴματ' ἔχων" (Φ 252)
οἴμη· φωνή. ὁδός. λόγος. ἱστορία. ᾠδή. ὅθεν {προοίμιον} τὸ
πρὸ τῆς ᾠδῆς. καὶ κύκλος
*οἴμης· γενικῶς, τὰ αὐτά (θ 74) (A)
οἴμημα· ὅρμημα r
*[οἰμῆσαι] οἴμησεν· ὥρμησεν (Χ 140) g. [ἦσαν]
†οἴμηλα· [οἰμίηλα]. ἀκρόδρυα
οἶμοι· στίχοι, ὁδοί (Λ 24)
*οἴμοι· ἐπίφθεγμα θρήνου (Ioe(l 1,15 ...) r. ASvg
*οἶμον· {ὁδόν, κύκλον} (Eur. Or. 1252) ASvgn
οἶμος· ὁδός. κύκλος. τρίβος. ὅθεν καὶ τῆς ἀσπίδος κύκλους
{οἴμους} ἐκάλεσαν (Λ 24)
*οἰμωγαί· θρῆνοι ASvg, ὀδυρμοί, στεναγμοί vgn (AS)
*οἰμώζει· τὰ αὐτά vgn
οἰμωκτιᾶν· τὸ οἰμῶξαι
οἶν· συνεῖρον τὸ ὄϊν ἀῤῥενικῶς Ἀττικοί
*οἴνα· τὰ τῆς ἀμπέλου φύλλα (Eur. Phoen. 229) r. AS
Οἰνάδας ἀκτάς· ἀντὶ τοῦ Οἰνωάτιδας
οἰνάδες· ἀμπελώδεις τόποι
Οἰνόαι· οἱ μὲν τῆς Ἀτταλίδος, οἱ δὲ τῆς Πτολεμαΐδος φυλῆς
εἶναι ...
οἳ ναίουσιν· οἵτινες οἰκοῦσιν (Β 130) n
Οἰναῖοι τὴν χαράδραν· παροιμία τεθειμένη ἐπὶ τῶν ἑαυτοῖς
κακόν τι προσελκομένων. φησὶ δὲ Δήμων, ὅτι τῆς Ἀττικῆς
ἐστι τόπος Οἰνόη. οἱ δὲ ἐνταῦθα γεωργοῦντες, παροχετεύοντες
τὴν ἄνω φερομένην χαράδραν, ἀρδεύειν τὰ δένδρα καὶ τὰς
ἀμπέλους ἐπεχείρουν· ὕδατος δὲ πολλοῦ γενομένου συνέβη
καταῤῥαγέντα τὸν ποταμὸν τῶν κτημάτων πολλὰ διαφθεῖραι,
καὶ τῶν τόπων δὲ τοὺς κύκλους ἐγχῶσαι
οἰνάνθη· ἡ ἔκφυσις τῆς ἀμπέλου. ἔστι δὲ καὶ ἕτερον φυτὸν
οὕτως λεγόμενον
*οἰνάς· γένος κόρακος. οἱ δὲ ἀγρίαν περιστεράν AS
οἴναρα· τὰ τῆς ἀμπέλου φύλλα r
οἰναρίζειν· φυλλολογεῖν. ἀμπέλους ἐργάζεσθαι
οἰναρίς· κληματίς r
οἰνάς· εἶδος περιστερᾶς ἀγρίας
Οἰνᾶτις· Ἀρτέμιδος τῆς ἐν Οἰνόῃ τῆς Ἀργείας {ἐπώνυμον}
(Eur. Herc. 379?)
*οἰναχθής· μέθυσος ASv. μεθύων
οἴνη· ἡ ἄμπελος. καὶ κυβευτικὸς λέγεται βόλος, ὁ κενὸς καὶ
ἀντικείμενος τῷ ἓξ, ὁ καὶ Χῖος. {Οἰνίζειν} γὰρ τὸ μονάζειν κατὰ
γλῶσσαν
οἰνήρυσις· ἀγγεῖον, ὡς κοτύλη, μεθ' οὗ τὸν οἶνον ἀντλοῦσιν
(Ar. Ach. 1067)
οἰνίαξ· εἶδος κόρακος
†οἰνιεῖς· ταχεῖς. ὀξεῖς
οἰνίζειν· τὸ μονάζειν κατὰ γλῶσσαν
οἰνίζεσθε· οἶνον ὠνεῖσθε (Θ 506)
οἰνίζοντο· ὅμοιον (Η 472 ..)
οἰνιστήρια· Ἀθήνησιν οἱ μέλλοντες ἐφηβεύειν, πρὶν ἀποκεί-
ρασθαι τὸν μαλλόν, εἰσέφερον Ἡρακλεῖ μέτρον οἴνου, καὶ
σπείσαντες τοῖς συνελθοῦσιν ἐπεδίδουν πίνειν. ἡ δὲ σπονδὴ
ἐκαλεῖτο οἰνιστήρια (Eupol. fr. 135)
οἰνοβαρής· οἴνῳ βεβαρημένος. μέθυσος (Α 225)
*οἴνοπα· μέλανα Sn. οἰνώδη τῇ χροιᾷ (Α 350 ..) n
οἰνοπέδοιο· οἰνοφόρου, ἀμπελοφύτου γῆς (Ι 579)
οἰνοπήκτην· οἰνόδεσμον
*οἰνωπόν· μέλαν. ἀμαυρόν. [οἰνοειδές (Eur. Phoen. 1160 ..) n
*οἰνοποτάζει· εὐωχεῖται. οἰνοποτεῖ gn. πίνει (ζ 309) (AS)
οἰνόπται· ἀρχὴ εὐτελής, καθ' ἣν θρυαλλίδας καὶ λύχνους καὶ
τὰ τοιαῦτα δεῖ τὸν αἱρεθέντα ἄρχοντα παρέχειν (Eupol. fr.
205)
Οἶνος· Διόνυσος
οἰνόσπονδοι θυσίαι· ἐν αἷς οἶνος σπένδεται
Οἰνότροποι· αἱ Ἀνίου θυγατέρες (Callim. fr. 188)
οἶνος ἀμπέλινος· τοῦτο δηλοῖ καὶ ἐξ ἑτέρων γίνεσθαι οἶνον
(Hdt. 2, 37,4)
Οἰνούσιος· εἶδος ἀμπέλου
οἰνοῦσσα· μάζα οἴνῳ πεφυραμένη A. ἢ ἡ διακονοῦσα τοῖς
συμποσίοις
οἰνοῦσσαι καὶ {οἰνοῦτται}· τοιαῦται
*οἰνοφλυγίαι· μέθαι (Philo v. Mos. 2,185) (ASp)
*οἰνόφλυξ· αἰσχρός g. μέθυσος r. ASvgn
*οἰνόφλυξ· μέθυσος ASvg. ὁ κατεπίθυμος οἴνου, †οἰνοφερής,
πάροινος
οἰνοχίτωνας ἐλαίας· ...
*οἰνοχοεῖ, οἰνοχοεύει· τὸ κιρνᾶν {οἶνον} ASgn
οἰνοχόην· τὴν κατάχυσιν. τὸ ἀγγεῖον
*οἰνοχόος· ὁ πιγκέρνης (2. Esdr. 11,11) r. ASvgnp
οἰνῶνες· αἱ ἀποθῆκαι r
οἰνῶντα· μονήρη
οἴνοπα. οἰνωπόν· πορφύρεον, [μέλανα S
οἰνωροί· οἱ ἱεραγωγοὶ Διονύσου
οἴνωτρον· χάρακα, ᾗ τὴν ἄμπελον ἱστᾶσι. Δωριεῖς
οἰνώψ· οἶνοψ. μέλαν
*οἴξας· ἀνοίξας (Eur. Alc. 547) r(s) Σ
*οἴξασα· ἀνοίξασα (Ζ 89) r. ASn
*[οἶο· [οἴω] σου αὐτῶ μόνω] AS
*οἰοβίοισι· μονοβίοις (Greg. Naz. c. 1, 2, 5, 11) (n)
οἰόζωνον· μονόστολον
οἰόθεν· μοναχόθεν
*οἰόθεν οἶος· ἐκ μόνου μόνος ASn. τουτέστι [μόνος πρὸς μόνον
(Η 39 ..) n
*οἷοι· ὁποῖοι (Η 227) Sn. ἢ οἵ, οἵτινες (Δ 91?)
*οἴοιτο· νομίζοι ASvg. ἀρκούντως ἔχειν. ἢ [ὑπολάβοι (ρ 580) vg
*ὀΐομαι· νομίζω, ὑπολαμβάνω (Α 78 ..) n
*[οἴομεν, οἶος· μόνος πρὸς μόνον] A
οἰόμενον· οὐκ εἰδότα. νομίζοντα (Plat. rep. 3,409 c)
οἷον· *ὁποῖον ASgn. μόνον g. τρόπον τινά. δυνατόν. [καθά-
περ n. ἢ ποιόν
οἶον· ἅπαξ ἕνα
οἷον ἔτυχεν· ὁποῖον ἐγένετο
οἱονεί· ὡσπερεί r
†οἰονεῖς· οἰήσεις, δοκήσεις
οἰονίζει· μαντεύει
*οἱονεὶ χειᾶς· ὥσπερ φωλεοῦ AS
*οἷόν τε· δυνατόν ASvg [†λέγουσιν]
οἰὸς ἀώτῳ· προβάτου ἄνθει, τουτέστιν ἐρεῷ περιβολαίῳ·
"ἔνθ' ὅ γε παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ" (α 443). καὶ
αὐτὸ δὲ τὸ ἔριον {οἰὸς ἄωτον} λέγεται
*οἷος· ὁποῖος. ἢ μόνος r Svg
οἷος νόος· ὁποία διάνοια, οἷος νοῦς (Β 192)
οἰοπόλος· ἔρημος, ἐν ᾗ τις μόνος ἀναστρέφεται
οἰοπόλῳ· ἐν ᾧ ὄϊες πολοῦνται, ἢ μόνος τις πολεῖται· τουτέστιν
ἐρήμῳ χωρίῳ (Ν 473)
*ὁ ἴουλος· ἡ πρώτη τοῦ γενείου βλάστη ASn(vg)
οἵου φωτός· οἵου ἀνδρός (Γ 53)
οἰοσφάγῳ σιδήρῳ· οἷον μηλοκτόνῳ
οἰοχίτων· δίχα ἱματίου (ξ 489). ἢ *μονοχίτων AS. ἢ προ-
βατοχίτων (Greg. Naz. c. 2, 1, 45, 143)
οἷ παῖδα ἐοικότα· ἑαυτῷ παῖδα ὅμοιον (Ε 800)
*οἵπερ ἄν· ὅσοι περ ἄν, οἵπερ δή, οἵτινες {ἄν} ASvg
*οἰνοπορεῖν· κιρνᾶν, οἰνοχοεῖν AS
οἱ προσκείμενοι· οἱ κολλώμενοι (Deut. 4,4) ASvg
οἵ ῥα· οὗτοι δή, {οἵτινες}
†οἱραῖοι· βλέπειν S [οἵτινες]
*οἵ ῥά μιν ὦκα· οἵτινες δὴ αὐτὸν ταχέως (Π 672) ASn
οἱρών· ἡ ἐκ τῆς καταμετρήσεως τῆς γῆς εὐθυωρία
*οἷς· πρόβατον AS. ἢ τοῖς ἑαυτοῦ S. ἢ τοῖς σοῖς
*οἵ σε· οἵτινές σε (ψ 14) g
*οἴσει· ἐνέγκῃ, προσφέρει. κομίσει (Exod. 28,26) ASg
*οἰσέμεναι· κομίσαι n καὶ τὰ ὅμοια (Γ 120)
οἴσεται· ἄξεται. [κομίσεται (Ψ 663) r
*οἶσθα· οἶδας, γινώσκεις (Α 85 ..) ASvgn
*οἶσθας, οἶδας· ἑκατέρως Ἀττικοί ASh
ὀϊσθῆναι· οἰηθῆναι. δόξαι
*ὀϊσθείς· αἰσθόμενος AS. εἰκάσας. δόξας (Ι 453)
οἰσθλά· [ἀγαθά]
*οἴσομεν· κομίσομεν (Γ 104 ..) ASvgn
οἰσόμενος· κομίσων (Ν 168)
οἶσον· κόμισον, φέρε. ἢ σχοινίον (Antim. fr. 121 W.)
οἴσπη· προβάτων κόπρος, ῥύπος (Hdt. 4, 187,2 v. l.)
ὀΐσσατο· ἐνόησεν
οἰστά· [*βέλη ASvgn]. [φορητά n, ἐλαφρά, κοῦφα (Thuc.
7,75,7)
ὀϊστεύει· τοξεύει
*ὀϊστεῦσαι· τοξεῦσαι (Θ 269 ..) (Avgn)
οἰστέον [{ἢ οἰτέον}]· κομιστέον
οἰσπωτή· τῆς οἰὸς ὁ ῥύπος. ὁ δὲ Δίδυμος τὸν τῶν προβά-
των ... (Ar. Lys. 575)
οἰστός· ἐλαφρός, κοῦφος, φορητός. τόξευμα, βέλος [θάνατος.
βάρος]
*οἰστρεῖ· ἐκμαίνει r. ASn
οἰστρηλατεῖται· μαίνεται
*οἰστρηλατούμενοι· πυρούμενοι ASg
*οἴστροις· μανίαις (Eur. Bacch. 665) n
*οἰστροπλῆγας· τῇ μανίᾳ πληγείσας (Eur. Bacch. 1229)
AS(vgn)
ὀϊστούχου φαρέτρας· ὀϊστοὺς ἐχούσης [καὶ εὐστόχου]
*οἶστρος· ἐρεθισμός ASvg, ὁ λεγόμενος {μυῖα}. [μανία vg ἀφρο-
δισίων AS. πύρωσις, ἔκκαυσις vg. λύσσα. φόβος. καὶ εἶδος
πτηνοῦ AS, ὑφ' οὗ κεντιζόμεναι αἱ βοῦς σκιρτῶσιν, ὃ {μύωψ}
καλεῖται (χ 300) vg
οἰσοφάγος· βρόγχος [ἢ βρόχος]
οἰσυΐνοισιν· οἰσύϊνοι γένος σχοινίου (ε 256 v. l.)
οἰσυΐνῃσι· πλέγμασι τοῖς ἀπὸ οἰσύας γεγενημένοις, ἢ λύγου.
ἔστι δὲ εἶδος σχοινίου (ε 256 v. l.)
*οἰσύπειον· ἔριον ῥυπαρὸν n προβάτων. τὸ αὐτὸ {οἰσυπη-
ρόν} AS καὶ {οἰσυπηρός}
οἴσυπος· ὁ τῆς οἰὸς ῥύπος
οἰσύλος· βαίουλος. προύνικος
οἴσωμεν· [κομίσωμεν, φέρωμεν, ἄξωμεν]
οἴχεα· [δίδυμοι ὀρχιπέδων]
Οἴτας· [ὁ κορυνήτης]
οἵ τε· ὥσπερ
*οἱ τῆδε· οἱ ὧδε AS
οἶτος· μόρος (AS). [θρῆνος]. κακοπάθεια. ὄλεθρος. [πόνος s.
φθορά. [νόσος s. θάνατος rp. καὶ ὁρμίσκος τις ἐξ αἱματίτου
Οἴτυλος· πόλις (Β 585) r
*οἱ φαλλοί· τὰ δερμάτινα μόρια Sn, καὶ τὰ [αἰδοῖα r
οἰφεῖν· ὀχεύειν. καὶ τὰ ὅμοια
οἰφί· μέτρον τι τετραχοίνικον Αἰγύπτιον (Lev. 5,11 ..)
οἰφόλης· ὁ μὴ ἐγκρατής, ἀλλὰ καταφερὴς πρὸς γυναῖκα
οἰφόλις· γυνὴ καταφερής, μάχλος, πασχητιῶσα hm
Οἰχαλία· πόλις Θεσσαλίας, ἡ Εὐρύτου χώρα r
*Οἰχαλίηθεν· ἀπὸ Οἰχαλίας (Β 596) r. n
οἴχεσθαι· οἰχνεῖν. [πορεύεσθαι. τρέχειν (ASg)
*οἰχετηγός· [ὑδραγωγός Sn]
*οἰχήσονται· πορεύσονται Avg. ἀπελασθήσονται (vg). ἢ
ἔρχονται. ὁμοίως καὶ {οἴχῃ}· ἠφανίσθης
οἴχνεσκον· ἐπορεύοντο AS. καὶ τὰ ὅμοια (Ε 790)
οἰχμή· δούλη. οἱ δὲ {οἰχμᾶν}
οἰχομένη· πορευομένη. καὶ τὰ ὅμοια (Χ 223 ..)
οἰχομένοιο· [ἡ παρ' ἐνίοις σόλα]
οἰχῶρος· οἰκουρός
οἴῳ· μόνῳ· "οἴῳ φαινομένη" (Α 198 ..) καὶ μόνοι, δυϊκῶς. καὶ
οἵω· ὁποίω
*οἰώθη· ἐμονώθη (Ζ 1) r. n
*ὀΐω· ὑπολαμβάνω (Α 59) r. ASs
*οἰων· μόνων AS. προβάτων ASvgn. αἰγῶν (Λ 678) AS
*οἰωνισάμην· παρετηρησάμην ASvg. ἢ ἐμαντευσάμην vgn
*οἰωνιστής· ὀρνεοσκόπος (Β 858) ASn
*οἰωνοβρώτους· ὑπὸ ὀρνέων βρωθέντας (2. Macc. 9,15 ..)
ASg(v) n
Οἰωνίχου μουσεῖον· τοῦτο δὲ Οἰωνίχου φησὶ μουσεῖον
εἶναι τὸ ...
*οἰῶντα· μονάζοντα vh
οἰωνοί· σαρκοφάγα ὄρνεα καὶ πάντα, γῦπες, κόρακες. [εἴρηνται
δὲ οἰωνοί, δι' ὧν οἰωνιζόμεθα τὰ μέλλοντα, ὅθεν καὶ {οἰωνο-
πόλοι} οἱ μάντεις h. ἢ ὄφεις
οἰωνοπόλοι· μάντεις. ὀρνεοσκόποι, ὀρνιθομάντεις (Α 69 ..)
οἰωνός· ὄφις. ἐπιεικῶς γὰρ λέγεται εἰς τὰς μαντείας τοὺς ὄφεις
ἔχειν, οὓς καὶ οἰωνοὺς ἔλεγον
οἰω· δοκῶ. μόνῳ
*ὁ Ἰωθόρ· ὁ περισσός
†οἰοταζομένης· φιλοτιμουμένης
οἰωτός· χιτὼν ἀπὸ ἐρίων r
*ὁ καθείς· ὁ χαλάσας ASvg
ὁ καθ' εἷς ἡμῶν· ἕκαστος ἡμῶν
*ὁ καυλός· ὁ κλάδος (Exod. 25,31) AS
ὀκείλασαν· τὴν ἐποκείλασαν ναῦν
ὀκέλλειν· ἐμβάλλειν. προσορμεῖν
*ὀκέλλει· προσορμεῖ (r.) ASvg. καὶ μὴ κρατεῖ ἑαυτοῦ
ὅκ' ᾖ· ὅτε ᾖ
ὀκιμβάζειν· διατρίβειν. καὶ στραγγεύεσθαι v
ὄκκαβος· τὰ περὶ τὸν βραχίονα ψέλλια
ὅκκα σάζηι· ὅταν στοιβάζηι
ὄκκον· ὀφθαλμόν
ὀκκῦλαι· τὸ ὀκλάσαι, καὶ ἐπὶ τῶν πτερνῶν καθίζεσθαι
ὀκλαδίας· *θρόνος πτυκτός AS, δίφρος ταπεινός, ὃν οἱ ἀκό-
λουθοι φέρονται τοῖς εἰς τὰς ἀγορὰς ἐξιοῦσι πλουσίοις. καὶ
πεποίηται τοὔνομα παρὰ τὸ κεκλάσθαι
*ὀκλάζειν· λαγγάζειν A (vg) n. εἰς γόνυ κάμπτειν (ASvg). διστά-
σαι (vg)
*ὀκλάξ· ἐπικεκαμμένως AS
ὀκνεῖ· δέδοικε. δειλιᾷ, εὐλαβεῖται. οὐ βούλεται [φόβος]
ὀκνείω· ὀκνῶ n. καὶ τὰ ὅμοια (Ε 255). καὶ {ὀκνηρός}
*ὀκνόδραστον· πᾶν πρᾶγμα ἄγνωμον
ὄκνος· εἶδος ἐρῳδιοῦ. καὶ [φόβος r
*ὀκνῶν· ἀναδυόμενος ASgn. φοβούμενος (r. s)
*ὁκοῖον· ὁποῖον. Ἀττικῶς vgn
ὀκορνούς· τοὺς ἀττελέβους. καὶ τὰ ἀκριδώδη οὕτω λέγουσιν
(Aesch. fr. 256)
ὀκριάζων· τραχυνόμενος (Soph. fr. 971)
*ὀκρίβαντας· ἐνβάτας ASn
*ὀκρίβας· βῆμα ἡνιόχου gn
ὀκρίβας· οἱ μὲν ὄνον φασίν, οἱ δὲ ἄγριον κριόν, ἄλλοι κλίμακα.
κυρίως δὲ τὸ λογεῖον, ἐφ' οὗ οἱ τραγῳδοὶ ἠγωνίζοντο. τινὲς
δὲ κιλλίβας τρισκελής, ἐφ' οὗ ἵσταντο οἱ ὑποκριταὶ καὶ τὰ ἐκ
μετεώρου λέγουσιν
*ὀκριόεντι βαλών· τραχείᾳ βαλών (Μ 380) A
ὀκριόεν· τραχύ r. σκληρόν. στερεόν. [ὀργίλον r
*ὀκριόεντι· τραχεῖ (Δ 518) ASn
ὀκριόωντο· ἐτραχύνοντο g. ὠργίζοντο. μεταφορικῶς ἀπὸ τῶν
ἄκρα πολλὰ ἐχόντων λίθων. ὄκρις γὰρ κυρίως ὁ τραχὺς
λίθος (σ 33)
ὁ Κρὴς τὴν θάλατταν· ὡς Κρητὸς ἐν θαλάττῃ χειμασθέντος,
εἶτα προσγαληνιῶσαν αὐτὴν ἰδόντος "Εἴ σε μὴ ᾔδειν, ἐπί-
στευσα ἂν ὡς ἀληθευούσῃ εἰπόντος
ὀκρυόεν· φρικῶδες r. (T)
*ὀκρυοέσσης· φρικτῆς ASn. χαλεπῆς (Ζ 344) (r. p)
ὀκτάδιον· καλάθιον πρὸς ὀρνιθάρια
ὀκτάκνημα· ὀκτὼ κνήμας ἔχοντα (Ε 723)
ὀκτήσεις· οἴσεις [ὀκκήσεις]
Ὀκτώπας· ποταμός (Aesch. fr. 149)
ὀκτώπηχυ· τὸ ὀκτάπηχυ (Philem. fr. 212)
ὀκτώπους· σκορπίος (Cratin. fr. 77) Σ
ὀκχεῖν· φορεῖν. ἴσχειν
ὀκχή· στήριγμα, βακτηρία, ἔρεισμα, σκῆπτρον (Callim. fr. 355)
ὀκωχεύειν· ἔχειν, συνέχειν
ὅλα· τὰ ἐντὸς τῆς σηπίας στρογγύλα
†ὀλαεῖ· ἐνοχλεῖ. καὶ {ὀλαθεῖ} ὁμοίως
ὀλαί· κριθαί. ἀπαρχαί
ὀλαιμεύς· τὸ τὰς ὀλὰς βάλλων
ὀλαιτοί· σπερμολόγοι. καὶ {ὀλατοί}
ὀλβάχνιον· κανοῦν. Δεινολόχος (fr. 13)
ὀλβιόδαιμον· τρισόλβιε. μακάριε. κατὰ τὴν εὐδαιμονίαν
(Γ 182)
*ὄλβιος· πλούσιος, εὐδαίμων ASvgn. ὁ διὰ τοῦ ὅλου βίου
μακαριστός (ρ 420)
*ὀλβοδότης· πλουσίως παρέχων Asg. ὄλβος γὰρ ὁ πλοῦτος
(Eur. Bacch. 573)
*ὄλβος· πλοῦτος, χρῆμα (Sir. 30,15) AS. τιμή (γ 208?)
ὀλοθρευτής· λυμεών (1. Cor. 10,10)
ὄλεθρος βαθύς· ἔνιοι {παρὰ Ἀριστοφάνει (fr. 320,3)} ἐπὶ
κόσμου γυναικείου· {ἄλλοι ἐπὶ δαπάνης· ἀποδυσπετοῦντα γὰρ
εἰπεῖν τὸν παρὰ τῷ Ἀριστοφάνει. ὄλεθρος γὰρ ὁ θάνατος}
hm. *ἀπώλεια g
ὀλέθρου πείρατ' ἐφῆπται· ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ
ὀλέθρου ὑμῶν πέρας· οἷον δέδεσθε τῷ ὀλέθρῳ (Η 402)
*ὀλεῖ· [ἐνοχλεῖ.] ἐξολοθρεύσει (Eur. Andr. 856) ASvg
ὀλείρ· [ἔλιος μῦς]
*ὀλέθριος· ἐξολοθρευτής (2. Thess. 1,9 v. l.?)
ὀλέκειν· ἀπολλύναι. πολιορκεῖν. *φονεύειν (vgS)
ὀλέκοντο· *ἀπώλλυντο An. ἐπολιορκοῦντο. ἐφονεύοντο. ἐξω-
λοθρεύοντο (Α 10)
ὀλέκρανα· οἱ πήχεις, [τὰ ἐπὶ τῶν ἀγκώνων ὀστᾶ q. καὶ *{ὀλέ-
κρανες} AS. τὰ αὐτά
ὀλερόν· βορβορῶδες. τεταραγμένον
*ὀλέσαι· ἀπολέσαι (Ω 242) n
*ὀλετῆρες· φονεῖς (r) vgpn (Σ 114?)
†ὄλεχθον· τὸ μαζονόμον
*ὄληαι· ὀλοίης, ἀποθάνῃς (Γ 417) ASp
†ὀληθείς· ὀδυνηθείς
†ὀλήθη· καὶ τὰ ὅμοια n
ὀλητῆρες· [φονεῖς]
ὀλιβράξαι· ὀλισθεῖν
ὀλιβρόν· ὀλισθηρόν. λεῖον. ἐπισφαλές
*ὀλίγα ἄττα· ὀλίγα τινά ASvgn
*ὀλιγαρχίαι· ... ὀλίγοι ἦρχον ASn
*ὀλιγαρχούμενοι· ὑπὸ ὀλίγων ἀρχόμενοι. τρεῖς δέ εἰσι πολι-
τεῖαι, βασιλεία, ὀλιγαρχία, δημοκρατία q. ASvg
ὀλίγῃ ἐνὶ χώρῃ· ἐν στενωπῷ (Ρ 394)
ὀλίγῃ ὀπί· βραχείᾳ φωνῇ (ξ 492)
ὀλίγη δὲ ἀνάπνευσις πολέμοιο· ὀλίγον καιρὸν εἰς διάπνευ-
σιν δίδωσιν ὁ πόλεμος (Λ 801)
ὀλιγηπελέων· ὀλίγον δυνάμενος, ἀσθενής, ἄτονος (Ο 24)
ὀλίγινθα· ὀλίγον
ὀλίγγοι· εἶδος ἀκρίδων. τινὲς ῥιζίον, ὅμοιον βολβῷ
ὀλίγιστος· ὀλιγοχρόνιος. ἐλάχιστος (Τ 223)
ὀλιγίστου· παρὰ μικρόν
*ὀλιγόγνωμον· ὀλίγωρον (ASvgn)
*ὀλιγοδεής· ὀλίγα χρῄζων ASvgn
ὀλιγοδρανέων· ὀλίγον δυνάμενος (Ο 246)
*ὀλιγοδρανής· ὀλίγον ἰσχύων r. ASvgn. ὀλίγον δυνάμενος AS
ὀλίγοισι· μικροῖς (μ 252)
ὀλίγον· μικρόν ἢ οὐδέν (Ε 800)
ὀλίγον γόνυ γουνὸς ἀμείβων· πόδα κατὰ τὴν πορείαν
ὀλίγον ἐναλλάσσων, ἠρέμα ἀναποδίζων, καὶ οὐ προτροπάδην
φεύγων· ὅπερ ἐστὶν εἰς τοὔμπροσθεν τετραμμένος, οἷον νῶτα
διδοὺς τοῖς πολεμίοις (Λ 547)
ὀλιγωροῦντος· ἀδημονοῦντος
*ὀλίγου δεῖν· σχεδόν ASvgn, ἐγγύς
ὀλιγόφρων· μικρόψυχος
ὀλιγοψυχήσας· μικροψυχήσας
*ὀλιγωρεῖ· ῥᾳθυμεῖ, ἀμελεῖ AS
*{ὀλιγωρήσας}· [ἢ] ὀλίγην ἔχων φροντίδα ASn
*ὀλιγώρως· μικρολόγως. σκνιφῶς. ῥυπαρῶς A
ὀλίζονες· ἥσσονες, ἐλάσσονες (Σ 519)
ὀλιζοῦται· μειοῦται, [ὀλιγοῦται sn
*ὀλιζοῦνται· μειοῦνται, [ὀλιγοῦνται AS
Ὀλιζών· πόλις (Β 717). καὶ ὁ ἐλάσσων
ὁλκάς· εἶδος πλοίου
†ὀλίκοι· ἐκκομίδαι
*ὁλικῶς· ἐξ ὅλου. ἐπιῤῥηματικῶς ASgn
†ὄλινοι κριθῆς· δέσμαι. καὶ ὤλενος παρὰ Κυπρίοις
ὀλινύει· λήγει. ἀργεῖ
ὀλισβοκόλλιξ· παρὰ τὸ ἐτυμοκόλλιξ (Com. ad. 1094)
*ὀλισθαίνει· πίπτει (Sirac. 21,7 v. l.) ASvg
ὀλισθεῖν· δραμεῖν. πεσεῖν. ἐλθεῖν
*ὀλισθήμασι· πλάναις Avg. παραπτώμασιν (Ierem. 45,22)
A (r)
ὀλισθηρόν· πτωτικόν r
*ὄλισθος· πτῶσις (Ps. 72,18 Sym.) r. g
ὀλίς· σκίουρος. ἔλειος
ὁλκά· δυνατά
ὁλκάδεσσι· ναυσί, πλοίοις (p)
*ὁλκάζει· ἕλκει, χαλιναγωγεῖ (r) n
ὁλκαῖον· λακάνη, νιπτήρ. κρατήρ
ὁλκάς· *πλοῖον AS, ναῦς φορτηγός. {[καὶ παρὰ Ἀλκμᾶνι
ὁλκὰς} {ἀοιδὰ Σειρήνων} [δυνατάς] P
*ὁλκαῖς· δυνάμεσι. τόνοις ASn
ὁλκεῖς· οἳ τὰ ἀμφίβληστρα ἐπισπῶνται
ὁλκή· δύναμις. ῥοπή. ἰσχύς. βάρος. ῥυτήρ, [ἢ ῥυρή] σταθμός
*ὁλκῇ μιᾷ· τόνῳ. δυνάμει AS
ὁλκῇ μιῇ· τὸ αὐτό
ὁλκεῖον· μέγας κρατήρ. λουτήρ (Iudith 15,11?)
ὁλκοί· λύκοι. καὶ οἱ τῶν ὄφεων συρμοί. καὶ αἱ μηχαναί, δι'
ὧν αἱ νῆες νεωλκοῦνται
*ὁλκόν· [ὁλκάς.] τὸν ἕλκοντα πλοῖον An
ὁλκός· ὁδός. ἰσχυρός (A). ῥυμός. συρμός. τόνος (g). βάρος
ὁλκότης· τὰ αὐτά
*ὁλκούς· ναυστάθμους. τὰς ἕλξεις τῶν πλοίων (Eur. Rhes. 673)
ASn
*ὁλκῶν· ἐφέλκων An. καὶ τὰ ἑξῆς
*ὀλλύει· ἀπολλύει. φονεύει ASvgn
Ὅλμιον· ὄρος Ἐφέσου r
Ὀλμειός· ποταμός (Hes. theog. 6) pn
ὅλμος· περιφερὴς λίθος, μάρμαρος, ἐν ᾧ τὰς βοτάνας τρίβουσι.
καὶ ποτηρίου εἶδος. καὶ τὸ ὑπὸ ταῖς ὑπογλουτίσιν ἑκατέρωθεν
κοῖλον. καὶ κύλινδρος
ὁλοβολάδες· θῖνες
ὁλόζινον· ὀζῶδες. συμπεφυκώς
†ὁλοεῖται· ὑγιαίνει
ὁλοθούριον· εἶδος θαλάττιον
ὀλόεργος· κακοῦργος
*ὀλοή· ὀλεθρία (Φ 83) (n)p
ὀλοίῃς· ἀποθάνοις
*ὀλοιῇσιν· ὀλεθρίαις (Α 342) n. [ἀπωλείας]
ὄλοισθε· ἀπόλοισθε (Eur. Med. 113)
ὄλυσος· ὁ ἀπολλύς
*ὁλοκαρπούμενον· ὅλον προσφερόμενον (4. Macc. 18,11)
ASvgn
*ὁλοκαύτωμα· ὅλον πυρὶ καθαγιζόμενον, ὁλόκληρον (Exod.
29,18 ..) AS
ὄλοκες· αὔλακες
*ὁλόκληρον· σῶον (AS)
ὁλόκνημοι· ὁλομελεῖς (Pherecr. fr. 108,13)
ὁλοκληρία· ἕνωσις
ὀλολυγή· ποιὰ φωνὴ λυπηρά, ὀδύνην καρδίας ἀσήμῳ τινὶ
φθόγγῳ παριστῶσα
ὀλολυγή· φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμε-
ναι (Ζ 301). καὶ ἄνθος τι παρὰ λίμναις γινόμενον
ὀλολυγών· ζωύφιον γινόμενον ἐν ὕδασιν, ὅμοιον ἐντέρῳ. καὶ
τοὺς εὐήθεις δὲ οὕτως ἔλεγον
ὀλολυγμός· θρῆνος vg, κλαυθμός (Eur. Or. 1137)
ὅλον οὐσιοῦται· ὅλον ἑνοῦται
ὀλοοῖο· δεινοῦ (Γ 133). ἢ †ἀγαθοῦ
ὀλοοίτροπα· παρὰ Ῥοδίοις ὀπτὰ πλάσματα εἰς θυσίαν
ὀλόμενον· δεινόν (Eur. Phoen. 1295?)
ὀλοοίτροχος· *ὀλίγα τρέχων AS. ἢ κυκλοτερής Sn, στρογ-
γύλος λίθος. ἢ ὁλότροχος, ἐπεὶ στρογγύλος, καὶ παντὶ μέρει
ἐφαπτόμενος τῆς γῆς. ὁ γὰρ τετράγωνος ἑνὶ μέρει ἐφάπτεται
(Ν 137)
ὀλοόν· κακόν, [κακόν,] χαλεπόν, *ὀλέθριον (Ξ 139) gnp. ἢ
ἀγαθόν
Ὀλοοσσών· πόλις Θεσσαλίας (Β 739)
*ὀλοόφρονος· ὀλέθρια φρονοῦντος ASn, κακόφρονος s, δεινοῦ
(α 52) ASn
ὀλόπτειν· λεπίζειν, τίλλειν, κολάπτειν
†ὁλόπτυον· συμπεφυκότα
ὀλός· τὸ μέλαν τῆς σηπίας r
ὁλοσπάδες· ὅλαι κατασπώμεναι, καὶ καταπινόμεναι (Soph.
fr. 972)
ὁλοστός· ὅλος ὥς ἐστιν (r)
ὁλόσφυροι, ὁλοσφύρατοι
*ὁλοσχερής· διόλου, διαμπάξ. τέλειος, ὁλόκληρος AS. δυσχερής.
ἐξ ὁλοκλήρου
*ὁλοσχερῶς· τελείως (1. Esdr. 6,28) ASvg
ὁλόσχοινος· ὀξύσχοινος
ὁλότροχος· περιφερὴς λίθος {καὶ στρογγύλος} b
ὀλουρίδας· εἶδος κόγχης
ὀλούροισιν· ἄνω τῆς θύρας στρόφιγγες
ὀλουφεῖν· τίλλειν
ὀλοφυγγόνα· φλυκτὶς ἐπὶ τῆς γλώττης (Theocr. 9,30 v. l.)
ὀλοφυδνόν· ὀλοφυρτικόν. λυπηρόν, *[θρηνητικόν AS, ὀδυρ-
τικόν (Ε 683) Anvg
ὀλοφυκτίς· τὴν φλύκταιναν. οὐκ εὖ· ἐπὶ γὰρ τῶν δυναμένων
φύεσθαί τι. ἐπινυκτίδα, ἢ δοθιῆνα (Hippocr. mul. aff. II 206?)
*ὀλοφύρεται· ὀδύρεται, κλαίει, θρηνεῖ ASvgn, κοπετεῖ (Θ 202 ..)
ὀλόφυς· οἶκτος. ἔλεος. θρῆνος (Sapph. fr. 21,3 L. -- P.)
ὀλοφώϊα· ὀλέθρια, οἷον ὀλοποιά, δεινὰ βουλεύματα (δ 410. 460)
ὀλοφώϊος· πολύπειρος, πολύφρων. πανοῦργος, πονηρός
ὁλόφωνος· ὁ ἀλεκτρυών· ἢ ἀπὸ τοῦ λόφου, ἢ ἀπὸ τοῦ ἐν τῷ
ᾄδειν ὅλον αἴρεσθαι καὶ μετεωρίζεσθαι (Cratin. fr. 259)
*ὀλοώτερος· ὀλέθρου αἰτιώτερος (Γ 365) Avgn
ὀλπα· ἡ ἐλπίς. καὶ χόνδρου τις ἕψησις. λήκυθος. ἔδεσμά τι.
ἢ ὄλβος
ὄλπις· οἰνοχόη (Sapph. fr. 141,3 L. -- P.)
ὀλλύει· φθείρει
ὀλυμπία· [δοκός]
Ὀλύμπια δώματ' ἔχοντες· οἱ τὸν Ὄλυμπον κατοικοῦντες
θεοί, ὅ ἐστιν ὄρος ἐν Μακεδονίᾳ, καὶ οὐρανός (Α 18)
Ὀλύμπια· ὁ Ἀθήνησιν ἀγών
Ὀλύμπιον· τοῦτο ἀτελὲς ἔμεινεν Ἀθήνησιν οἰκοδομούμενον,
πολλάκις ἀρχὰς λαβὸν τῆς κατασκευῆς
*Ὀλυμπιονίκης· στεφανισθεὶς εἰς Ὀλυμπίαν AS(g)
*Ὀλύμπιος· οὐράνιος r. ASvg
Ὀλυμπίου πνοαί· Ὀλυμπίας ἄνεμός ἐστιν ὁ ἀπὸ τοῦ Ὀλύμ-
που πνέων Ζέφυρος
*Ὄλυμπος· οὐρανός, θεοῦ οἰκητήριον. καὶ ὄρος ἐν Μακεδονίᾳ
r. Avg
Ὀλύμπου νόμος· τῶν αὐλητικῶν τις (Ar. Equ. 9)
ὄλυνθος· τὸ μὴ πεπαμμένον σῦκον. {καὶ ὄνομα πόλεως} r
ὄλυνος· τὸ ἀπότριμμα, καὶ ἀποκάθαρμα
ὄλυρα· *εἶδος σπέρματος. ἢ βρῶμά τι μεταξὺ σίτου καὶ κριθῆς
ASn. οἱ δὲ αὐτὴν τὴν κριθήν. ἄλλοι καρπόν τινα σιτικόν.
*ζειάν [τινὲς ζέαν] (Ezech. 4,9) ASvg
ὄλλυται· ἀπόλλυται (Eur. Med. 1066)
ὄλχον· ἐνέδραν (s)
*ὀλώλαμεν· ἀπολώλαμεν, ἀπεθάνομεν (Eur. Rhes. 761 ..) ASvgn
*ὀλώλῃ· ἀπόληται (Δ 164 ..) n
ὄλωνται· ἀπόλωνται (Θ 34)
*ὅλως· παντελῶς AS, [ἢ ἄρα ὁμοῦ]
ὁμᾶ· ὁμοῦ rh {ἢ ἅμα}
ὁμαδεύειν· ἀθροίζειν (r)
ὅμαδος· *ἄθροισις vg. θόρυβος ASvgn. ὄχλος. τάραχος. στρα-
τός. [ἀπὸ τοῦ {ὁμοῦ} {αὐδᾶν} g
*ὅμαιμοι· ἀδελφοί, συγγενεῖς. ὁμόαιμοι (ASvg)
*ὁμαιχμίη· συμμαχία (Hdt. 7, 145,2) AS. [καὶ ὁμαίθρα] καὶ
{ὁμαιχμία}
ὅμαιχμοι· σύμμαχοι (Thuc. 3, 58,4) (r)
ὁμαλεῖς· ὁμοῦ {ὄντες}
*ὁμαλόν· *λεῖον. ἴσον AS, ἰσόπεδον. εὐχερές
*ὀμάρξασθαι· ἐκμάξασθαι. ὁμοιωθῆναι ASg
ὁμαρές· ὁμοῦ. συμφώνως
ὄμαρξον· ἀπόμαξον
*ὁμαρτῆ· ὁμοῦ (Eur. Hec. 839) n
ὄμβρον· βροχήν, ὑετόν
ὁμαρτεῖν· συντυχεῖν ASv. ἐπακολουθεῖν Av. συναθροίζειν
ὅμαυλον· ὁμόκοιτον AShm, {σύγκοιτον} hm. ὁμοῦ αὐλιζόμενον
ASv. {Σοφοκλῆς Φινεῖ} (fr. 650 a) hm
ὄμβρος· [χοιρίδιον. ἢ] ὑετός r
ὀμβρεῖ· ἀτιμάζει, ἀκολουθεῖ. ὑπερισχύει. αὔξει. πιαίνει. πλήθει
ὁμειλαδόν· [μετατᾶγμα καὶ ἄθροισμα]
ὁμιλήσωσι· συμβάλωσιν (Τ 158)
ὅμειλος· [συστροφή. ἀπὸ τοῦ ὁμοείλας εἶναι. καὶ πλῆθος
ὄχλου]
ὁμειρόμενοι· {ἐπιθυμοῦντες} (1. Thess. 2,8)
*ὁμείρονται· ἐπιθυμοῦσιν (Iob 3,21) ASvg
ὀμεῖται· ὀμνύει (Ι 274)
*[ὅμερρος· τυφλός v]
ὁμέστιοι· σύνοικοι
ὁμέστιον· σύνοικον
*ὁμέστιος· ὁμόοικος (Greg. Naz. c. 2,1 32,3?) (r) (AS)vg
ὁμᾶ· [ὅπερ ὠμοῦ]
*ὁμευνέτου· συγκοίτου (r). ASgn, ὁμολέκτρου (Eur. Med.
953)
*ὁμή· ὁμοία (Ψ 91) AS. ἢ ὀμνύεις ASvg
*ὁμηγερέες· ὁμοῦ ἀθροισθέντες (Α 57) r ASn
*ὁμηγερέεσσιν· ὁμοῦ πᾶσιν (Ο 84) A
ὁμήγοροι· ἰσήγοροι, ἐν ταὐτῷ συνήγοροι
*ὁμηγύρειν· τὸ συνάξαι AS
ὁμηγύρεως· συνόδου, συναθροισμοῦ
*ὁμήγυρις· πλῆθος r. Avg, ὄχλος, [συναγωγή n, συνέλευσις g
ὁμηγυρίσασθαι· ὁμοῦ συναγαγεῖν πολλούς (π 376)
*ὁμήθεα· συνήθη ASg
ὁμιλεῖ· πολεμεῖ AS. συμμαχεῖ (Ε 834)
*ὁμηλικίη· τῆς αὐτῆς ἡλικίας, συνῆλιξ (Γ 49) AS
ὁμήν· ὁμοίαν. τὴν αὐτήν (Ω 57)
ὁ μήνιεν· ὠργίζετο (Α 488)
*ὁμὴ νῶϊ· ἡ αὐτὴ ἡμᾶς τοὺς δύο (Ψ 91) A
ὅμηρα· τὰ ἐπὶ συμβιβάσει διδόμενα ἐνέχυρα (1. Macc. 9,53 ..)
r. p
*ὁμηρεύειν· συμφωνεῖν AS
ὁμηρεῦσαι· τὸ συμβολῆσαι. ὁμοφωνοῦσαι, ὁμοῦ λέγουσαι
(Hes. theog. 39)
ὁμηρεῖν· ὁμοῦ ἡρμόσθαι. καὶ συμφωνεῖν
ὁμηρεῖ· ἐγγυᾶται. ἀκολουθεῖ
Ὁμηρίδαι· οἱ ῥαψῳδοί r
ὁμηρέταις· ὁμοψήφοις, ὁμογνώμοσιν
†ὁμηρητῆρες· ἀκόλουθοι. συνήγοροι
ὁμηρίδδειν· ψεύδεσθαι
*ὅμηροι· οἱ ἕνεκεν εἰρήνης διδόμενοι, ἐνεχυραζόμενοι Avgn
ὅμηρος· ὁ τυφλός. καὶ ὁ ἐνεχυραζόμενος
ὀμηνήν· [τροφήν]
*ὁ Μίδας· βασιλεὺς Φρυγῶν πλούσιος A (S) gn
ὁμιλαδόν· ἐν συστροφῇ καὶ τάξει μάχεσθαι, *[κατὰ τάγμα καὶ
ἄθροισμα (Μ 3) S
*ὁμιλεῖ· συναναστρέφεται ASvgn. μάχεται
ὁμιλεῖν· ἐπακολουθῆσαι νεκρῷ (Π 641). ἀναστρέφεσθαι. λα-
λεῖν. τίθεται δὲ καὶ ἀντὶ φιλίας, καὶ διαλέξεως
*ὁμιλέομεν· διαλεγόμεθα (Λ 523?) AS
ὁμιλήσειε· συναναστραφῇ (α 265). ἢ ἐμαχέσατο, καὶ συνέβαλε
πρὸς μάχην
ὁμιλία· διήγησις. ὅμιλος
ὁμιλίαι χθονός· ἀντὶ τοῦ φιλίαι, ἔρωτι τῆς πατρίδος. καὶ
ἀντὶ τοῦ πάλῃ. περὶ γὰρ τὴν πάλην ἐσπούδασαν οἱ Θηβαῖοι
(Eur. Phoen. 1408)
ὅμιλος· *ἄθροισμα. ὄχλος (ASvg) np. θόρυβος (AS). δῆμος.
[πλῆθος (ASvg). [μάχη.] σύνοδος s. μάχη. ἀπὸ τοῦ ὁμοῦ | εἰλεῖσθαι κατ' αὐτὸν ὄχλον (Γ 36)
ὅ μιν· ὅτι αὐτόν S
*ὀμιχεῖν· οὐρεῖν (Hes. op. 727) (n)
ὁμίχλη ἢ ὁμίχλα· ἀὴρ παχύς, σκοτεινός, ἀχλὺς [σκοτεινός]
ὑδατώδης, σκοτία (Α 359)
ὀμίχματα· οὐρήματα (Aesch. fr. 435) r
ὀμματοστερεῖς· πηρούς. ἢ βλάπτεσθαι
ὀμμάτειος πόθος· διὰ τὸ ἐκ τοῦ ὁρᾶν ἁλίσκεσθαι ἔρωτι· "ἐκ
τοῦ γὰρ ἐσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν" (Agath. fr. 29). καὶ
ἐν Ἀχιλλέως ἐρασταῖς· ὀμμάτων ἄπο {λόγχας ἵησιν}
(Soph. fr. 161)
*ὁμοαιχμία· ὁμομαχία ASg
ὁμοβόρος· [ὁμοφάγος]
ὁμόβωμοι θεοί· ἐν Ἐλευσῖνι Δήμητρος καὶ Κόρης εἰσίν ...
ὁμογάλακτες· οἱ ἐκ τοῦ αὐτοῦ γένους. ἢ ἀδελφοί
*ὁμογάστριος· ἐκ τῆς αὐτῆς γαστρός (Φ 95) ASn
*ὁμογενῶν· συγγενῶν ASvg
*ὁμόγνια· ... ἢ γνήσια (AS) Σ (p)
ὁμοδάλιον· ἰσοετῆ
*ὁμοδίαιτος· ὁμότροφος (AS). ὁμοτράπεζος A (Svg), σύνοικος
ὁμόδοξος· μιᾶς καὶ τῆς αὐτῆς δόξης (Greg. Naz. or. 1 p. 194a)
*ὁμόδουλος· σύνδουλος (Eur. Hec. 60) ASvg
*ὁμοερκής· ὁμότοιχος g
*ὁμόζυγος· γαμετή ASvg
ὁμοήγορον· ὅμοιον
ὁμόθεν· ἐκ τοῦ αὐτοῦ τόπου· ἐξ ὁμόθεν πεφυκότες (ε 477)
*ὁμοθυμαδόν· ὁμοῦ. ὁμοψύχως (Iob 2,11) n
*ὁμόθυμος· ὁμόφρων ASvg, ὁμόψυχος vg
*ὅ μοι· ὅτι μοι (Α 120) vn
ὅμοια· ἴσα· "ὁμοίῃ ἔνθεο τιμῇ" (Δ 410)
ὁμοίης· ὁμοίας. τῆς ἴσης (Α 278)
ὁμοιΐου πτολεμοῖο· [ἐν ᾧ ὅ ... (Ν 358)]
ὁμοιΐου· τοῦ ὁμοῦ ἰέναι ποιοῦντος {πτολέμοιο}. ἐν ᾧ ὅμοιος
πᾶσι καὶ ἴσος ὁ κίνδυνος· ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα
{κατέκτα} (Σ 309). ὁμοίως δέ φησι καὶ {ὁμοιΐου θανάτοιο}
(γ 236?). καί· ἀλλά σε γῆρας τείρει ὁμοίϊον (Δ 315)
ὁμοιογενῆ· ὁμόφυλον, συγγενικόν
ὁμοιόπτεροι· ὁμοιότιμοι
ὅμοιος· ἐν ταὐτῷ συνεστώς
*ὁμοιοῦσθαι· ἐξισοῦσθαι (Eur. Bacch. 1348) gn
ὁμοιωθήμεναι· ἐξισωθῆναι (Α 187). συμμιγῆναι
*ὁμοκλή· ἀπειλή, βοή AS
ὁμοκλῆς· ὁμώνυμος. ἢ ἀπειλῆς
*ὁμοκλήσας· [ὁμοῦ ἀπελθών.] ἀπειλήσας. βοήσας (Ε 439).
στενάξας ASn
ὁμοκλήσασκεν· [ἢ ὁμοκλεῖν.] ἐβόα (Β 199)
ὁμοκλητῆρες· ἀπειλητῆρες
ὁμοκλητῆρος· ἀπειλητῆρος. τοῦ παρακελευομένου (Μ 273)
ὁμόκλητος· ὁ μιᾷ κλήσει καλούμενος μετὰ ἑτέρου
ὁμολογῶ· †ζοφῶ
ὁμολειῶν· ἰσάζων. καταλειαίνων
*ὁμόλεκτρος· σύγκοιτος (Eur. Or. 508) r. (ASn)
ὁ μολοβρός· αἰσχρός, ἀναιδής. περίτριμμα
*ὁμολόγως· συμφώνως (Hos. 14,5) ASvg
Ὁμολωΐδες· πύλαι ἐν Θήβαις (Eur. Phoen. 1119)
Ὁμολώιος Ζεύς· Θήβησιν οὕτω προσαγορεύεται ὁ Ζεύς
ὁμόν· ἕν, τὸ αὐτὸ ὅμοιον· "ἦ μὰν ἀμφοτέροισιν ὁμόν" (Ν 354)
ὁμοούσιον· τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ὑπάρχον
ὁμοουσιότης· ταυτότης κατὰ τὸ ὑποκείμενον, καὶ τὸ ἀπαράλ-
λακτον κατὰ τὴν οὐσίαν
ὁμόπαιδα κάσι(ν) Κασσάνδρας· ὁμοῦ παιδευθέντα, ἢ
ὁμοῦ τεκνωθέντα· ἐπειδὴ δίδυμοί εἰσιν (Lyr. adesp. 79B Bgk)
ὁμόπτεροι· ὅμοιοι. ὁμότριχοι. ὁμόχρονοι, ἀδελφοὶ ἥλικες,
ὁμοῦ ηὐξημένοι
ὁμορβεῖν· ἀκολουθεῖν. ὁδοιπορεῖν
ὀμόργνυ· ἀπέψα. [ἀπέμασσεν (Ε 416) n
ὁμορίτας· ἄρτος ἐκ πυροῦ διηττημένου γεγονώς
ὀμόρξαι· ἀπομάξαι, ἀποψήσασθαι
ὀμόρξῃ· ἀποψήσῃ
*ὅμορος· πλησιόχωρος r. nΣ, γειτνιῶν vg
*ὁμοροῦσα· γειτνιῶσα r. As(S). πλησιάζουσα (Ierem. 27,40)
n (Σ)
*ὁμοῤῥοθοῦντες· ὁμοφωνοῦντες n, ὁμόηχοι
ὁμοῤῥοθεῖν· ὁμοῦ ἕλκειν, καὶ *[συμφωνεῖν (Eur. Or. 530)
(Avg) n
ὁμόῤῥοθα· ἀθρόα
ὁμοροῦσα· [γειτνιῶσα, πλησιάζουσα]
ὁμόροφος· ὁμοδίαιτος. *[σύνοικος v
*ὁμόρων· ἀστυγειτόνων (Thuc. 3,92,2) AS(g)
*ὁμός· ὅμοιος. [ὁ αὐτός (Δ 437) n
*ὄμοσαι· [ὀμόσω. ὀμνύω Α]
*ὄμοσσον· ὄμοσον [ὀμνύω] (Α 76) A
*ὁμόσε· εἰς τὸν αὐτὸν τόπον AS· τῶν πάντων ὁμόσε στόματα
ἔτραπε (Μ 24)
ὁμοσίπυοι· ὁμοτράπεζοι
ὁμόσκευοι· τῷ αὐτῷ ὁπλισμῷ χρώμενοι (Thuc. 2, 96,1)
*ὁμόσε χωρεῖν· συνδραμεῖν (Eur. Or. 921)
ὁμόσιτοι· ὁμοτράπεζοι
*ὁμόσπονδος· φίλος (Dem. 18,287) (Avgn) Ss
ὁμόσποροι· ἀδελφοί (Eur. Bacch. 1092)
ὁμόστιβοι· συμπράττοντες
ὁμοστιχάει· ὁμοστιχεῖ. ὁμοῦ πορεύεται (Ο 635)
ὁμόστολοι· συμπράττοντες. τῇ αὐτῇ ὁδῷ κοινωνοῦντες
ὁμόσφυροι· συνοδοιπόροι
ὁμόσφυρος· ἀδελφή. τῆς δὲ τρίτης συλλαβῆς ἐκτεινομένης,
δηλοῖ τὸν ὁμόχωρον. {Σφῦρα} γὰρ τῆς σπορίμου γῆς τὸ
μέτρον
ὁμοτελεῖς· οἱ ἀπὸ τῶν αὐτῶν τιμημάτων
ὁμοταγεῖς· οἱ ἐν τῷ αὐτῷ τάγματι
*ὁμοτέρμων· ὅμορος, γείτων ASn
ὁμότιμος· ὁμόδοξος. ἰσότιμος. ὅμοιος
ὁμοῦ· ἐγγύς. τοπικόν. ἢ "{ὁμοῦ} ἄνδρες Ἀθηναῖοι δισμύριοι"
([Dem.] 25,51) [ὁμόφρονες]
*ὀμοῦμαι· ὀμνύω (Α 233) ASvgn
ὅμουρα· σεμίδαλις ἑφθή, μέλι ἔχουσα καὶ σησάμην
ὁμούρησιν· τὴν ὁμόρησιν [Ἀττικοί]
ὁμουροῦσι· γειτνιῶσιν ἐν τοῖς ὅροις (Hdt. 2, 33,2 ..)
ὁμοῦ 'στιν· σχεδὸν ἐγγύς ἐστιν (Ar. Pac. 513)
ὁμοφροσύνη· προσηνία, πραότης
*ὁμοφυής· ὁμογενής (Plat. Phaed. 86 b?) ASvgn
ὄμπαι· θύματα. πυροὶ μέλιτι δεδευμένοι (Callim. fr. 655 Pf.)
†ὀμπάται· ὑβρίζει. προπηλακίζει
ὄμπια· παντοδαπὰ τρωγάλια
ὄμπνη· τροφή. εὐδαιμονία r
ὄμπνια· τὰ ζωτικά
ὄμπνια· καρποφόρος. [τροφή.] ἄφθονος. ἀγαθή. νόστιμος. ἡ
τὸ ἀναπνεῖν ἡμῖν διδοῦσα (Callim. fr. 1,10 Pf.)
ὀμπνίῃ δαιτί· ἀντὶ τοῦ πολλῇ
ὀμπνίου νέφους· μεγάλου, πολλοῦ, ηὐξημένου (Soph. fr. 225)
ὄμπνιος λειμών· ὁ τῶν πυρίνων καὶ Δημητρίων καρπῶν·
ἐπεὶ {Ὄμπνια} ἡ Δημήτηρ
ὀμπνιόχειρ· πλουσιόχειρ. [πλούσιος r
ὀμπνηρὸν ὕδωρ· τρόφιμον (Callim. fr. 357 Pf.)
ὀμφά· ὀσμή. Λάκωνες
ὄμφακες· πάντα τὰ αὐστηρὰ καὶ ὀξέα, ἤγουν ὄξινα
ὀμφακίας· πάροξυς
ὀμφαλητόμος· μαῖα (Hippon. fr. 1 Kn.)
Ὀμφαλίδαι· πατριά
ὀμφαλιστήρ· ᾧ τοὺς ὀμφαλοὺς ἀποτέμνουσιν
ὀμφαλόεσσα· ἡ Ἄρκτος· διὰ τὸ μέσον τὸν βόρειον πόλον
περιέχειν. τινὲς δὲ τὴν εὔτροφον χώραν (Nic. Al. 7). καὶ
{ἀσπίδες ὀμφαλόεσσαι}· ἢ ὀμφαλοὺς ἔχουσαι, ἢ στρογ-
γύλαι (Δ 448)
ὀμφαλόεντα· ὀμφαλοὺς ἔχοντα ζυγόν. Ὀμφαλοὺς δὲ λέγουσι
τὰς ἐν τῷ ζυγῷ τρώγλας, ἐφ' ὧν αἱ ἡνίαι δέδενται (Ω 269)
ὀμφαλός· ζυγοῦ τὸ μέσον (Ω 273). καὶ Δελφοί, ἐπειδὴ μεσαί-
τατοι
ὀμφαλὸς Αἰγαῖος· ζητεῖται πῶς τὴν Πυθὼ {ὀμφαλὸν Αἰ-
γαῖον} {εἴρηκε}· τινὲς δὲ παρὰ τὸ τῆς Αἰγαίων γῆς {μέσον
εἶναι}
*ὀμφή· φήμη θεία. κληδὼν θεία gnS. φωνή gn. δόξα. [πνοή Ss.
ὀνείρου φαντάσματα (Β 41) (A)Sn
ὄμφορα· ὅσα ἀπὸ τῶν ἱερῶν ἐκφέρεσθαι ὁ νόμος κωλύει
ὀμφύνειν· αὔξειν. [σεμνύνειν r. ἐντιμότερον ποιεῖν
*ὁμωθῆναι· εἰς ὁμόνοιαν ἐλθεῖν (Ξ 209) AS
ὁμωρόφιος καὶ {ὁμώροφος}· ὁ ὑπὸ τῇ αὐτῇ στέγῃ ὑπάρ-
χων (r)
a) ὅμως· πλήν r. s. b) {ὁμῶς}· ὁμοίως (Α 196) Snp
ὁμωχέται· οἱ συμμετέχοντες τῶν αὐτῶν σπονδῶν. ἢ ὁμοβώ-
μιοι. καὶ ὁμόναοι (Thuc. 4, 97,4)
ὅν· ἄρθρον ἀρσενικὸν ἑνικὸν ὑποτακτικόν· "ὅν τινα μὲν βασιλῆα
καὶ ἔξοχον" (Β 188). καὶ οὐδέτερον ὑποτακτικόν· "Ζεὺς δὲ πρὸς
ὃν λέχος ἤϊ' Ὀλύμπιος" (Α 609). καὶ ἀντωνυμία ἀρσενικὴ
τρίτου προσώπου ἀντὶ τοῦ τὸν ἑαυτοῦ· "αὐτὰρ ὅγ' ὃν φίλον
υἱόν" (Ζ 474). ἢ ὑπάρχον. ἢ τὸν αὐτόν
*ὀναίμην· τύχοιμι g, ἀπολαύσω, ὠφεληθείην (Eur. Hec. 997)
vg
*[ὀναίμην· ἀπήλαυσα AS]
*ὄναιντο [ἢ ὄναιτο]· ὠφεληθεῖεν ASvg(n)
ὄναιον· ἄμεινον
ὄναρ· καθ' ὕπνου [φαντασία (Α 63) r
*ὀνάσθαι· ὠφελῆσθαι (Eur. Hipp. 517 ..) vg
ὄνειαρ· ὠφέλημα. ὀνήσιμον. ἀγαθόν (Χ 433 ..) r
ὀνᾶς· δοῦλον ἀνόητον, ἀχρεῖον
ὄνοται· ἀτιμάζει. μέμφεται
ὃγ γόνον· τοὺς ἑαυτοῦ προγόνους, ἢ τὴν ἑαυτοῦ γένεσιν
(a 216?)
ὀνείατα· ὅσα ὄνησιν παρέχει καὶ ὠφέλειαν (g). ἀγαθὰ [βρώ-
ματα (Ι 91 ..) p
ὁ νείατος· οὐραγός
ὀνειάτων· ὀνησιφόρων
*ὀνείδη· ὕβρεις g. χλευάσματα. κατηγορίαι ASvg. αἰσχῦναι
ὄνειδος· αἶσχος. [μέμψις r. κατήφεια. καὶ κλέος (Eur. Med.
514). καὶ εἶδος πόματος
ὀνείνυεν· [ὠφέλησεν]
ὀνείλεον· θυσία Ποσειδῶνος ...
Ὄνειον· ὄρος ἐν Κορίνθῳ (Thuc. 4, 44,4) r
ὀνειρείῃσι πύλῃσι· ταῖς τῶν ὀνείρων πύλαις, ἃς ὑφίσταται
μυθικῶς, ὧν τὴν μὲν μίαν κερατίνην, τὴν δὲ ἑτέραν ἐλεφαν-
τίνην. [ἢ τῷ ὕπνῳ.] διὰ γὰρ τούτων ὄνειροι ἐκπέμπονται
(δ 809) {ἢ τῷ ὕπνῳ}
ὀνειρόπληκτος· ὀνείρῳ πεπληγώς [ἢ ὀνειροκρίτης]
*ὀνειροπολεῖ· ὡς ἐν ὀνείρῳ βλέπει, ἢ ὡς ἐν ὕπνῳ φαντάζεται
(Ar. Nub. 16) ASvg
*ὀνειροπόλος· ὀνειροκρίτης Avgn. ἢ ὁ περὶ τοὺς ἰδίους ὀνείρους
πολούμενος Ap, καὶ διὰ τούτων τοὺς πέλας μαντευόμενος· ἢ
ὁ κρίνων αὐτούς (Α 63)
ὀνειροπολῶν· δι' ὀνείρων μαντευόμενος
ὄνειρος· ὁ θεός. καὶ τὸ δι' αὐτοῦ θέαμα
ὄναιτο· ὠφεληθείη (Ar. Nub. 1237?)
ὀνήμενος· ἄξιος ὀνήσεως· οἷον ὄνησιν ἑαυτοῦ λάβοι. τινὲς δὲ
φρόνιμος (β 33)
ὀνήμεναι· ὠφεληθῆναι
ὀνήσεαι· ὄνησιν λήψῃ (Ζ 260)
ὄνησις· ἰσχύς. *[ὠφέλεια (Eur. Med. 254) r. ASvgn
*ὀνησιφόρος· ὠφέλειαν φέρων r. ASvg
ὀνησιφόρων· τὰ ὠφέλιμα φερόντων
*ὀνητά· μεμπτά ASvg
ὃν ἠτίμησεν· ὃν ἀτίμως ἔπεμψεν (Α 94)
ὀνήτωρ· ὄνησιν φέρων
*ὄνθον· κόπρον κτηνῶν, ἤτοι βόλβιτον (Ψ 781) vg
*ὄνθος· βόλβιτον, [κόπρος βοῶν (Ψ 775) ASn
*[ὄνια· ὠφέλιμα A. ἢ βρώματα. ἢ κτήματα vg]
ὄνιαρ· [ὠφέλεια]
ὀνίας· σκάρου εἶδος
*ὀνιαῖα· τοῦ ἵππου τὸ ἀφόδευμαι AS(g)
ὄνιγλιν· εἶδος οἴνου (Alcm. fr. 117 Bgk)
*ὀνίνασθαι· ὠφελεῖσθαι r. ASn
*ὀνίνησιν· ὠφελεῖ r. ASg
†ὀνίνοιεν· ὠφελήσοιεν
ὀνίσκος· τεκτονικὸς πρίων
†ὀνίστειοι· νεοσσοί
Ὀνείτης· ἥρωος ὄνομα, καὶ ἴσως ἂν εἴη ...
ὀνῖτις· ὀρίγανον (Nic. Al. 56) gn
ὀνοβόστιδες] ὀνοβάτιδες· [αἱ ἐπὶ μοιχείᾳ ἁλοῦσαι γυναῖκες
καὶ ἐξενεχθεῖσαι ἐπὶ ὄνων
ὀνόγυροι· σειροί. καὶ πόα τις
†ὀνοδέστεροι· ἄγνωστοι
*ὄνοιτο· ὁμοίως (Ν 287 ..) (Sn)
*ὀνοκίνδιος [καὶ {ὀνοκίνδας}]· ἀστραβηλάτης. ὀνηλάτης (eu-
pol. fr. 182) ASg
ὀνοκένταυροι· παρὰ Ἀκύλᾳ {τριχιῶντες}, δαιμόνων τι
γένος, κάθυλον καὶ σκοτεινὸν τῇ ἐπιφανείᾳ, ὅπερ {σίειμ} ὠνό-
μασαν οἱ τὴν Ἑβραϊκὴν φωνὴν μεταθέντες οἱ λοιποί (Isai.
13,22)
[ὀνοκύνδος καὶ {ὀνοκίνδας}· ἀστραβηλάτης, ὀνηλάτης]
ὀνομάκλυτος Ἄλτης· κατὰ μὲν τοὺς {ὑφ'} ἓν ἀκούοντας
ἔσται ὁ ἔνδοξος κατ' ὄνομα· κατὰ δὲ τοὺς διαιροῦντας ὁ τῷ
ὀνόματι κλυτός (Χ 51)
*ὀνομαστοί· ἔνδοξοι, περιβόητοι (Num. 16,2 ..) ASvg
*ὀνομῆναι· ὀνομάσαι r. n, ἐπαγγείλασθαι
*ὀνομήνω· [ὀνομήσω] ὀνομάσω (Β 488) ASn
ὀνόπη· ἀμπέλου [εἶδος] μελαίνης εἶδος
ὀνόπορδον· τὴν ἑλξίνην. ἔστι δὲ λάχανον ἄγριον (Epich. fr.
161). καὶ εἶδος κογχυλίου
ὄνος· ὁ ἀνώτερος λίθος τοῦ μύλου. καὶ τὸ ὑποζύγιον. καὶ τὸ
περὶ τὰ τῶν ὑδάτων ἀγγεῖα πολύπουν ζῷον καὶ συστρεφό-
μενον, ὡς κύαμος. καὶ τὸ ἀχθοφόρον ζῷον. καὶ ἐφ' οὗ {καὶ}
τὴν κρόκην νήθουσι. καὶ ἰχθῦς ποιός, ὁ καὶ ὀνίσκος λεγόμενος
*ὀνόσαιτο· ἐκφαυλίσειε. μέμψαιτο (Ν 127) AS
ὄνος ἄγει μυστήρια· τοῖς μυστηρίοις ἐξ ἄστεος {εἰς} Ἐλευ-
σῖνα κομίζουσι τὰ πρὸς τὴν χρείαν διὰ τῶν ὄνων. τότε μάλιστα
εἶχον τοὺς ὄνους ἀχθοφοροῦντας (Ar. Ran. 159)
ὄνος Ἀντρώνιος· παρόσον ἐν Ἀντρῶνι τῆς Θεσσαλίας ὄνοι
μεγάλοι γίνονται (Pherecr. fr. 15)
ὄνος ἰσόσπριος· ἔστι δὲ ζῷον πολύπουν, ὀσπρίῳ ὅμοιον, ὃ
καὶ ἴουλόν τινές φασιν (Soph. fr. 336)
*ὀνόσσεται· ὠφελήσει (Ι 55?) A
ὀνοστά· ἐκφαυλισμοῦ ἄξια, ψεκτά, μεμπτά, εὐτελῆ, φαῦλα. ἢ
καὶ *[μεμπτά (Ι 164) vn
ὀνοστύππαξ· [ὀνοστύπτα.] διὰ μὲν τοῦ {ὄνου} τὸν μύλωνα
ὀνειδίζων· διὰ δὲ τοῦ {στύππακος}, ὅτι στυππειοπώλης ἦν
(Com. ad. 94)
ὀνοτάζειν· ὀνειδίζειν, ὑβρίζειν
ὀνοταζομένη· πορθουμένη. Ἴων μεγάλῳ δράματι (fr. 17).
κυρίως δὲ ἐπὶ τοῦ ἐκφαυλίζεσθαι
*ὀνοτάζων· ὑβρίζων, [ἐκφαυλίζων (Hes. op. 258) ASvgn
ὀνοτός· μεμψίμοιρος r. πτωχός. [ἐπονείδιστος r
ὄνου γνάθος· Εὔπολις παίζει εἰς πολυφαγίαν (fr. 434). ἔστι
δὲ καὶ τόπος οὕτω καλούμενος {ἐν Λακωνικῇ}
ὄνου ποκαί· χωρίον ἐν ᾅδου διατετύπωκεν Ἀριστοφάνης
(Ran. 186), οὕτω λεγόμενον πλάσας. ἔστι δὲ καὶ παροιμία
τις· {ὄνου ποκαί}, ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν· οὐδὲ γὰρ
αἱ πέξεις τῶν ὄνων καὶ κάρσεις δύνανταί τι. ὥσπερ εἰ λέγοι
τις {ὄνον κείρεις}· παρόσον οὖν τὰ ἐν ᾅδου ἀνήνυτά ἐστι καὶ
τὸ μηδέν, παρὰ τοῦτο τὰς τοῦ ὄνου ποκὰς ἔπλασεν
ὄνου σκιά· Ἀριστοφάνης Σφηξί (191)· "περὶ τούτου νῦν δὴ
μαχεῖ περὶ ὄνου σκιάν", ἐπὶ τῶν {περὶ} μηδενὸς χρησίμου
φιλοτιμουμένων
*ὄντως· ἀληθῶς (1. Cor. 14,25 ..) r. ASvg
*ὃν τρόπον· καθάπερ, ὥσπερ ASvg, καθ' ὃν τύπον (Hos.
9,13 ..)
*ὀνυρίζεται· ὀδύρεται S
ὀνυχιεῖ· ἐπιμελῶς [ἐξετάσει s
ὀξάλεια· εἶδος σύκων
ὀξαλίς· ἡ ὀξεῖα τρύξ. ἢ ὀξίνης οἶνος
*ὀξέα· μεγάλα. ἀνατεταμένα A
ὀξερίας· τυρὸς ἀχρεῖος
*ὀξέως· ταχέως (Sap. 3,18 ..) ASvg
ὀξίδες· λαγύνια μικρά (ASn). ἢ ὀξύβαφα
ὀξίνα· ἐργαλεῖόν τι γεωργικόν, σιδηροῦς γόμφους ἔχον, ἑλκό-
μενον ὑπὸ βοῶν
ὄξος Σφήττιον· ἴσως οἱ Σφήττιοι ὀξεῖς ἦσαν. διὰ τοῦτο εἶπεν
{ὄξος Σφήττιον}, ἤγουν δριμύ (Ar. Plut. 720)
a) ὄξους χόνδρος· ... b) ...· εἶδος ἐλαίας
ὀξύ· [ὀξέως· ταχέως.] ταχύ. ταχυδρόμον (Ep. Rom. 3,15?).
μέγα. ἰσχυρόν
ὀξυάκανθον· οἱ ἐν Καρίᾳ καὶ Φρυγίᾳ τὰ αἱμα{σιώδη φυτά}
ὀξύβαφον· τὸ σκεῦος οὕτω λέγεται
ὀξυβελής· ὀξέως βληθείς, ἢ [ταχέως βαλλόμενος (Δ 126) r
*ὀξυδερκής· ὀξέως βλέπων r. ASvgn
*ὀξυθήκτοις· ὀξυτάτοις (Eur. Andr. 1150) AS(n)
*ὀξύθηκτος· ὀξύτατος vg
ὀξυθύμια· τὰ ξύλα, ἐφ' οἷς ἀπάγχονται· ἀπὸ τοῦ ὀξέως τῷ
θυμῷ χρῆσθαι· οἱ δὲ τὰ καθαρτήρια καὶ ἀποτρόπιμα [ξύλα],
ἅπερ εἰς τὰς τριόδους ἀποστρέφουσι καθαίροντες τὰς οἰκίας.
τὰ οὖν ἀνακαθάρματά εἰσι τὰ λεγόμενα ὀξυθύμια
*ὀξυλαβῆσαι· ὀξέως λαβέσθαι πράγματος qA
ὄξυλον· {ξύλῳ} ὅμοιον, ἰσόξυλον
ὀξύμαλα· τὰ κοκκύμηλα
ὀξὺν Ἄρηα· ὀξὺν πόλεμον (Β 440 ..)
ὀξυόεντι· ὀξεῖ. ἢ ὀξυΐνῳ. {Ὀξύα} δὲ εἶδος δένδρου (Ε 50)
ὀξυοπείαν· ὀξυβλεψίαν
ὀξυπευκές· ὀξύπικρον (Aesch. Choe(. 640)
ὀξύπετρος· γῆς ποιὸν εἶδος οἱ γεωργικοί φασιν
ὀξυπρῴρῳ· ὀξυκέρατι (Achae. trag.)
ὀξυρεγμία· ἀπεψία
ὀξυῤῥεπής· ὀξέως βαρῶν, ἢ ῥέπων, ἢ κινούμενος
*ὀξύς· ταχύς s. δριμύς Avg. φρόνιμος
*ὀξυτόνως· κυρίως ... ASph. {εἴρηται δὲ καὶ τὸ ἐπὶ τέλει τὴν
ὀξεῖαν ἔχων ὄνομα} AS
†ὄοιγα· φαρέτρα
ὄοιτο· [ὑπελάμβανεν]
ὅου κλέος· οὗ δόξα (Β 325)
ὀπά· θυρὶς ἡ ἐκ τοῦ κεράμου, καὶ *φωνήν r. Sgn
ὄπα γηρύοντες· φωνὴν φθεγγόμενοι (Greg. Naz. c. 2,1,
1,282)
*ὀπαδεῖ· ἐπακολουθεῖ r. A
*ὀπαδός· ἀκόλουθος r. ASvg. συνεργός n. δοῦλος (Eur. Hipp.
1151) ASvg
*ὀπάζει· κατόπιν [διώκει (Θ 103) ASvgn. περιποιεῖ. [δίδωσι g.
παρέχει ASvgn
ὄπαζε· παρεῖχε, ἐδωρεῖτο (Μ 255). ἐδίωκεν
ὀπαζόμεναι· ἑπόμεναι. θεραπεύουσαι
ὀπαία· κεραμίς, ἡ τὴν κάπνην ἔχουσα (Diphil. fr. 84)
ὀπάονα· ἀκόλουθον (AS). παρὰ τὸ ἕπεσθαι (Ρ 610)
*ὄπας· ὀφθαλμούς AS
*ὀπάσαι· δοῦναι (δ 619) Sg
ὀπάσας· χαρισάμενος
*ὀπάσσατο· προσελάβετο (Τ 238) n
ὄπασεν· ἔδωκεν (Ω 461)
†ὀπασθείς· ἐκ τῶν ὀπίσω δεθείς, καὶ ἐξαγκωνισθείς
ὀπασσάμενος· ἀκολουθήσας
*ὄπασον· ἀπόδος, πάρεχε (Η 205) Avgn
*ὀπάσσω· χαρίσομαι (θ 430) (vg)
ὀπαστόν· τὸ ἐφόδιον. Πέρσαι
†ὀπάτα· τὸ ἐπήτειον
ὄπατρον· τὸν ἐκ τοῦ αὐτοῦ πατρός (Λ 257)
ὄπατρος· ὁ ἐκ τοῦ αὐτοῦ πατρός τινι γεγονὼς ἀδελφός
(Μ 371) r. S
*ὀπάων· ἀκόλουθος (Η 165) As
*ὁ πέραν· ὁ ἐπέκεινα ASg
*[ὀπεύει· περισκοπεῖ AS, βλέπει]
ὀπή· θυρίς
*ὀπηδεῖν· ἀκολουθεῖν (Ε 216) (n)
ὀπηδητήρ· σύνοδος. ἀκόλουθος
ὀπηδοῖς· ἀκολούθοις. συνοδοιπόροις
ὀπιζόμενος· ἐντρεπόμενος. αἰσχυνόμενος
*ὅπη κεν· ὅπου ἄν S
*ὁπηνίκα· ἡνίκα, ὁπόταν, ὅτε ASvgnp
*ὀπήσασθαι· θεωρῆσαι A
ὄπιβαλ· [πτέρνα. ἢ σφυρόν]
ὄπιδα· ἐπιστροφήν, ἐντροπήν (ξ 82)
ὀπιδνή· φοβερά. πονηρά
ὀπίζεο· †πονηρεύου. ἀπόφευγε (ε 146)
ὀπίζεται· ἐντρέπεται. αἰσχύνεται
ὄπισθεν· τῶν ἀπολελειμμένων
ὄπιθεν δὲ δράκων· τὴν δ' οὐρὰν δράκων (Ζ 181)
*ὄπιν· ἐπιστροφήν v(n). φωνή (φ 28) n
οπῖπα· *ἐξαπατᾷ AS, ἀπατεών, ἢ ἀπατῶν (Λ 385)
*ὀπιπεύει· περιβλέπει (ASn), περισκοπεῖ (n)
ὀπιπεύεις· περιβλέπεις, περισκοπεῖς· "ὀπιπεύεις δὲ γυναῖκας"
(τ 67 v. l.). ὁ δὲ παρθένους περιβλεπόμενος παρθενοπίπας
ὀπιπευέτω· περιβλεπέτω
ὀπιπηρά· ὀφθαλμιῶσα
ὀπίσθια· τὰ παρελθόντα. [ὀπίσθια] ἄλλοι τὰ τῶν ζῴων
οὐραῖα
ὀπισθοδόμοις· τόποι ὄπισθεν τῶν οἴκων, ἐν οἷς τὰ κειμήλια
ἀπόκειται
ὀπισθοδόμος· ἐν τῇ ἀκροπόλει, οὗ τὸ δημόσιον ἀργύριον
ἀπέκειτο πρὸς τῷ ὀπισθοδόμῳ καὶ ὁ φόρος
ὀπισθοκρηπίς· εἶδος ὑποδήματος
*ὀπισθόπους· ὑποστρέψας As
ὀπισθορμήσας· εἰς τοὐπίσω χωρήσας
ὀπισθοτίλα· σηπία. {Βοιωτοί} (Stratt. fr. 47,3)
*ὀπισθότονος· ἐναντίον κύρτωμα (Deuter. 32,24) ASvgp
ὀπισθοφανής· εἰς τοὐπίσω προσέχων (Gen. 9,23) ASvgp
ὄπισον· λάχανον ἄγριον. ἢ τρωκτὸν ἢ †ἄπιστον
ὀπίσεται· [ὄψεται]
ὀπίσσοος· εἰς τοὐπίσω ἐπαναφέρεσθαι
ὀπίσωρος· δυσάρεστος
ὀπίσω· πάλιν, ὕστερον, μετὰ ταῦτα. καὶ τὸ μέλλον
*ὀπίσσωτρον· ἡ ἀψὶς τοῦ τροχοῦ] A
ὀπισθότατον· τελευταῖον, ἔσχατον
ὀπίστατος· τελευταῖος, ὕστατος, ὀπίσω τῶν φευγόντων
(Θ 342)
ὀπίττομαι· ὀπίζομαι. Βοιωτοί
ὅπλα· ποτὲ μὲν τὰ πολεμικὰ σκεύη (Σ 614). ποτὲ δὲ τὰ τῆς
νεὼς σχοινία (μ 410). καὶ [τὰ χαλκευτικὰ {ἐργαλεῖα} (Σ 409)
ASpn
*ὁπλαί· αἱ πυξίδες. ἢ ὄνυχες ἵππων ASg. καὶ ἑτέρων κτηνῶν
(Lev. 11,4 ..) AS
ὅπλεσθαι· ὁπλίζεσθαι (Τ 172)
ὁπλή· ὄνυξ κτήνους. ἄλλοι ἐπὶ ποδῶν ἀνθρώπου. ἢ [χηλή S
ὀπλίας· Λοκροὶ τοὺς τόπους, ἐν οἷς συνελαύνοντες ἀριθμοῦσι
τὰ πρόβατα καὶ τὰ βοσκήματα
ὁπλίζεσθαι· ἑτοιμάζεσθαι (ξ 526)
*ὁπλίσαι· παρασκευάζεσθαι (Ω 190) n
ὅπλον· ἔνδυμα πολεμικόν. καὶ τὸ αἰδοῖον
ὅπλισμα· *βῆμα AS. καὶ τὸ τοῦ πλοίου σχοινίον
*ὁπλοτεράων· νεωτέρων (Ξ 267) n
*ὁπλότερος· νεώτερος (Β 707) r. gnps
*Ὀπόεις· πόλις Λοκρίδος (Β 531) n
ὅποι· ἔνθα, ὅπου, ποῦ
ὀποιιομένη· [μισγομένη]
*ὅποι· ὅπου (Eur. Andr. 922 ..) r. ASvg
ὀρέγει· [παρέχει]
*ὅποι ποτέ· ὅπου ποτέ, πῆ vgpn
ὀπός· *πυτία ASgn, βοτάνη τις, δι' οὗ πήγνυται τὸ γάλα r.
καὶ τὸ τῶν δένδρων δάκρυον. καὶ τὸ γαλακτῶδες ἐκ τῆς συκῆς
ἀνιέμενον (Ε 902)
ὁπόσον· ὁποῖον (Eur. Med. 1408) r
*ὁπόστον· πολλοστόν ASn
ὁπόταν· ὅτε, *[ὅταν vg, ἡνίκα
ὁποτέρας· ὁποίας
ὅππη· ὅπου (Ν 784)
†ὁπότευ· ὅτι μέν, ὅτι δέ
ὁππόθι· ὅπου (Ι 577)
*ὁππότεροι· ὁποῖοι (Γ 299) n(gp)
ὁππότερος· ὅστις
*ὁ προστρόπαιος· ὁ ἀποστρέφων A. καὶ ἐπὶ τῶν ἄλλων
*ὀπταλέον· ὀπτόν (Δ 345) r(n)
ὀπτανεῖον· μαγειρεῖον r. ps
ὀπτανόμενος· ὁρώμενος. ἐμφανιζόμενος (Act. 1,3)
ὀπτασία· θεωρία r, φαντασία, θέαμα (Dan. 9,23 Th.)
*ὀπτήρ· ὁρατήρ AS. ἐφόπτης (Antiph. 5,27 ..) r. n
*ὀπτῆρες· κατάσκοποι (Ag). καὶ τὰ ὅμοια (ξ 261)
ὀπτήρια· τὰ ἐν τοῖς ἀνακαλυπτηρίοις διδόμενα δῶρα τῇ
νύμφῃ (Callim. h. Dian. 74)
ὄπτιλλοι· ὀφθαλμοί
ὀπτιλλίασις· ὀφθαλμίασις
ὀπτή· ὀπτική. {Ὀπτικὸν} καὶ {ὀπτὸν ταὐτὰ} σημαίνει· ὁρατά,
φανερά, προορατικά
ὀπτός· φαινόμενος n. ἢ ἑψημένος πυρί
ὀπυίειν· γαμεῖν
*ὀπυίει· γαμεῖ ASvgn
ὀπυιομέναι· γεγαμημέναι
*ὀπυιομένη· γεγαμημένη (Θ 304) (ASs)
*ὀπυιέμεναι· γαμῆσαι (Ξ 268) n
ὀπυιόλαι· γεγαμηκότες s
*ὄπωπα· ἑώρακα, ἴδον ASvgn, ἐθεασάμην (Β 799) r. n
*ὀπωπαῖς· ὄψεσιν, ὀφθαλμοῖς (Greg. Naz. c. 2,1,1,43)
*ὀπωπή· πρόσοψις (g). ἐντροπή (γ 97)
ὀπώρα· τὸ θέρος. καὶ τὸ μετόπωρον. κυρίως δὲ ἡ σταφυλή.
καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀκροδρύων
ὀπώρῃ· τῷ φθινοπώρῳ (ξ 384) (n)
ὀπωρινόν· θερινόν r
*ὀπωρινὸν δέος· τὰ ἐν ταῖς ὀπώραις φόβητρα, ἢ κεράμβηλα
AS
*ὀπωρινός· ἐν ἀρχῇ τῆς ὀπώρας πνέων (Φ 346) Anp
*ὀπωρινῷ· τῷ κατὰ τὸν καιρὸν τῆς ὀπώρας (Ε 5) AS
ὀπωρώνας· τοὺς εἰς πρᾶσιν ὠνουμένους
*ὀπωροφυλάκιον δὲ ἡ σκηνὴ ἢ [καλύβη τοῦ φυλάσσοντος
{τὰς ὀπώρας} (Mich. 1,6) S
ὅπως· ἵνα S [ὅπως. παῖς. ὀφθαλμός]
ὅπως· [τὴν πρόσωψιν]
ὀπώφαται· πέπρηται, οἰδεῖ
ὁπωσοῦν· ὁπωσδήποτε r. οἱῳδήποτε τρόπῳ
ὅρια· τὰ νεώρια. ἔνιοι ἀποθήκας. καὶ Ῥωμαῖοι ὄρεα καλοῦσιν
ὀράδα· οἱ μὲν τὴν ὄρειον, οἱ δὲ τὴν γαλακτώδη παρὰ τὸν ὀρόν
*ὅραε· ἔγειρε. ἐλθέ ASg
†ὅραες· ἀναγκαῖοι, προσήκοντες
ὀράδες· [ὑλώδεις τόποι]
*[ὀράγδαιναν· ὁρμητικήν v]
*ὀργάζειν· δεύειν. μαλάσσειν AS
ὁρᾶ· [βλέπω. ὁρᾷ]
ὅραμα· θέαμα s, ὀπτασία, ὅρασις. εἶδος. φαντασία, θέα
*ὁρᾷ· βλέπει (Eur. Hipp. 849 ..)
ὁρᾶσθαι· ὁρᾶν (Γ 306)
*ὁρατικόν· γνωστικόν (Prov. 22,29) ASvg
ὁρατόν· αἰσθητόν. θεωρητικὸν καὶ θεωρητόν (Iob 37,21)
*a) ὀργᾷ· ἐπιτεταμένως ἐπιθυμεῖ. δηλοῖ δὲ καὶ τὸ ἀκμάζειν vh.
b) {ὀργαί}· μανίαι. θυμοί. ἐπιθυμίαι. καὶ ἦθος
ὀργάδα· [ὄρειον ἢ γαλακτώδη παρὰ τὸν ὀρόν]
ὀργᾷ δ' Ἀθηνᾶ· ὀργᾶν λέγουσι τὸ ἐπί τι παρασκευάζεσθαι
καὶ ὁρμᾶν
ὀργάδες· γεγεωργημένοι τόποι
Ὀργάνη· ἡ Ἀθηνᾶ, ἣν καὶ {Ἐργάνην} ἀπὸ τῶν ἔργων λέ-
γουσιν
*ὄργανον· τὸ εἰργασμένον A. καὶ ἐργαλεῖον ASgn
ὀργάς· λοχμῶδες καὶ ὀρεινὸν χωρίον, καὶ ἀνέργαστον. καὶ
[*{λέγεται} παρὰ τὸ ὀργιζόμενον, ἢ ἐντρεπόμενον AS. ἢ
ἐπιθυμοῦν. ἢ ἀκμάζον
ὀργάσαι· ἑτοιμάσαι. καὶ τὸν {πηλὸν ὀργάσαι} (Soph. fr.
719) φασίν, ὅ ἐστιν ἑτοιμάσαι, φυρᾶσαι, βρέξαι, ἀναδεῦσαι
ὀργάσας· μαλάξας
ὀργέων· [ἱερῶν, ἢ] ἱερέων (Lys. fr. 112 Tur.)
ὀργεῶναι· ἱέρειαι
ὀργεῶνες· μύσται, ἱεροφάνται, ἱερεῖς (Aesch. frg. 144)
ὀργή· τρόπος. μανία. θυμός
ὀργητύς· ὀργή [κάπνη. διάδυσις]
*ὄργια· τὰ ἱερά. οἱ δὲ τὰ μυστήρια ASvg
ὀργιάζειν· τελεῖν Διονύσῳ (Eur. Bacch. 415)
ὀργιάζουσι· τελοῦσιν
*ὀργιάσθης· ἐμυήθης. ἐχόρευσας θείως A
ὀργίλος· θυμώδης. μανιώδης r
*ὀργίοις· μυστηρίοις AS
*ὀργυιά· ἡ τῶν ἀμφοτέρων χειρῶν ἔκτασις (Ψ 327). καὶ τὸ
μέτρον, ἀπὸ τοῦ τὰ γυῖα μετρεῖν. καὶ πήχεις τρεῖς AS
*ὀργῶν· ἐπιθυμῶν, ὀρεκτικῶς ἔχων A
*ὀργῶσαν· ἐπιθυμοῦσαν A (Sg) p
ὀργμή· [ῥύμη. ῥώμη]
ὄρδικον· τὸν χιτωνίσκον. Πάριοι
ὄρδημα· ἡ τολύπη τῶν ἐρίων
*ὀρέγει· παρέχει ASvgn
*ὀρέγεται· ἐπιθυμεῖ (r) ASvg
ὄρεγμα· βῆμα. ὅρμημα. ἅλμα (Aesch. Choe(. 799)
*ὀρεγνύς· ἐκτείνων r. ASn. τῆν χεῖρα (Α 351)
ὀρέεσιν· [οἰκουροῖς γυναιξίν]
ὄρει· [φυλάσσει]
ὀρείοις ποσί· κώπαις· ἐπεὶ ἡ ἐλάτη ὄρειος (trag. ad. 244)
ὀρειοκόμος· [ὁ τὰς ἡμιόνους θεραπεύων]
ὄρειον· ἱμάτιον ἄγναφον (Com. med. adesp. 328 K.)
ὀρείονες· ἄνδρες
ὀρεῖς· ἡμίονοι
ὀρέγδην· ἐκτενῶς, καὶ προθύμως
ὀρείτορες· [ἄγριοι]
ὀρείχαλκον· ... τῶν εἰκῆ διαδεδομένων εἶναι τοὔνομα. οἱ δὲ
πλείους ὑπάρχειν αὐτόν. ἔστι δὲ καὶ ὕλη ὁμοία χαλκῷ
*ὀρεκτεῖν· ἐπιθυμεῖν AS
*ὀρεκτῇσι· μακραῖς ASn
ὀρεκτῇσι μελίῃσιν· αἷς ὀρέγδην καὶ οὐκ ἐκ διαστήματος
χρῶνται, συνιστάμενοι καὶ ἐκτείνοντες τὰ δόρατα (Β 543)
*ὀρεκτιῶν· ἐπιθυμῶν A
ὀρεκτύς· [ἐκτείνων]
ὀρεκτύων· ὀρέξεων S
ὀρέξαι· δοῦναι (Ο 596). ἐκτεῖναι
ὀρεξάμενος· ἐκτείνας (Π 314)
*ὀρέξας· δούς. ἐκτείνας ASvg
ὀρεξάσθω· ἐκτεινάτω. στρωσάτω. παταξάτω, πληξάτω. ὁ
γὰρ τύπτων ἐκτείνει τὴν χεῖρα. ἔνιοι δὲ ἀγωνιζέσθω (Δ 307)
*ὀρέξατο· ἐξέτεινε (Ζ 466). παρέσχεν An
ὀρέξατο· ὥρμησε. διέβη (Ν 20)
*ὀρέξειν· παρασχεῖν. δοῦναι (Ο 602 v. l.) AS
*ὀρέξει· ὁμοίως (Ε 33) An
*ὄρεξις· ἐπιθυμία (Sap. 14,2) r. ASps
ὄρεξον· ἔκτεινον. ἐπίδος
*ὀρεοκόμος· ὁ τὰς ἡμιόνους τρέφων r. ASvg
*ὀρέοντο· ὥρμων Sn. ἐπορεύοντο (Β 398)
ὀρεσκῴοισιν· ὀρεσιοίκοις ἢ ὀρεσικοίτοις· {κεῖαι} γὰρ τὸ κοι-
μηθῆναι (Α 268)
ὄρεσι· [προβάτοις]
*ὀρέστερος· ἄγριος (Χ 93 ..) (AS)ns
Ὀρέστη· χωρίον Εὐβοίας
ὀρεστιάδες· αἱ ἐν τοῖς ὄρεσι τὴν ἑστίαν ἔχουσαι, ἤγουν οἰκίαν
(Ζ 420)
*ὄρεσφιν· ὄρεσιν (Λ 474) AS
ὀρεσχάς· τὸ σὺν τοῖς βότρυσιν ἀφαιρεθὲν κλῆμα
ὀρεύειν· φυλάσσειν
*ὀρεῦσιν· ἡμιόνοις A
*ὀρεύς· ἡμίονος r. ASvg. ἄρσην
ὀρεῖς· ἡμίονοι ἄρσενες
ὀρεταί· ὁρμαί. λαβαί. ἐγέρσεις
*ὀρέχθεον· ἐστέναζον. [ἐμυκῶντο. ἐβρύχοντο (Ψ 30) AS
ὄρημι· ὁρῶ
†ὀρήχου· τῆς αἱμασιᾶς
Ὀρθάνης· τῶν ὑπὸ τὸν Πρίαπόν ἐστι θεῶν, καὶ αὐτὸς ἐντε-
ταμένον ἔχων τὸ αἰδοῖον
ὀρθαγορίσκος· χοιρίδιον μικρόν
ὀρθέσιον· ὄρθιον. μακρόν. ὀξύ. μέγα
*ὄρθεν· ἀνωρθοῦν AS
Ὄρθη· πόλις Θεσσαλίας (Β 739)
*ὄρθια· ἀνατεταμένα. [ἐξάκουστα. μεγάλα (Λ 11) AS
*ὀρθήν· τὸ ὀρθὴν ἀπιέναι AS
Ὀρθία Ἄρτεμις· οὕτως εἴρηται ἀπὸ τοῦ ἐν Ἀρκαδίᾳ χωρίου,
ἔνθα ἱερὸν Ἀρτέμιδος ἱδρῦσθαι ...
ὀρθιάζειν· μαντεύεσθαι
ὀρθίας· ἱστὸς νεώς. τίθεται καὶ ἐπὶ κακεμφάτου (Epich. fr. 106)
ὀρθιόκωποι· οἱ ἐπιτόνως ἐλαύνοντες, καὶ ἀκλινῶς
ὄρθιον· πρόσαντες. *ἀνατεταμένον (g). ὑψηλόν (g) n
ὀρθιοκώπους· ἐξορθουμένους ἐν τῷ ἐρέσσειν ἐπιτόνως
ὄρθιον νόμον· οὕτως ὠνομάσθαι φασὶν αὐτὸν ἀπὸ τοῦ ῥυθμοῦ,
καθάπερ καὶ τὸν τροχαῖον
*ὀρθογόη· ἡ χελιδών (Hes. op. 568 v. l.) ASvgn
ὀρθόδωρον· μέτρον τὸ ὀρθὸν τῆς χειρὸς ἀπὸ [ἄκρου] τοῦ
καρποῦ μέχρι {ἄκρου} τοῦ δακτύλου. οἱ δὲ σπιθαμήν
ὀρθόκερως· ὀρθόθριξ (Soph. fr. 791)
ὀρθοκραιράων· ἐπὶ μὲν τῶν νεῶν, τῶν ὀρθοπρύμνων (Σ 3)·
ἐπὶ δὲ τῶν βοῶν, τῶν ὀρθοκεράτων (Θ 231). εἴρηται δὲ παρὰ
τὸ {κάρα}
ὀρθόκορυς· ὀρθὸν πῖλον ἔχων
ὀρθόν· τὸν ὄρθιον {νόμον}
ὀρθοπηγιᾶν· ὅταν γυνὴ ἑαυτὴν ἐπαίρῃ πρὸς τὸ μακροτέρα
φαίνεσθαι
ὀρθόπτερος· μεγάλους κολωνοὺς ἔχουσα· {πτερὰ} γὰρ τὰ εἰς
ὕψος ἀνέχοντα. ἢ μεγάλας ἔχουσα περιστῴους οἰκοδομάς
(Soph. fr. 30)
ὀρθοστάδιοι χιτῶνες· οἱ στατοὶ ὑπόκομμα ἔχοντες. οἱ δὲ
συρόμενοι {συρτοί}
ὀρθοσταδόν· τὸ ὀρθὸν ἀφροδισιάζειν
ὀρθοστάτης· εἶδος πέμματος
*ὀρθοστατῶν· παραστατῶν A
ὀρθόφρων· ἀνατεταμένας φρένας ἔχων, ἢ ὀρθάς. μετέωρος
(Soph. fr. 973)
*ὀρθωθείς· ἐξαναστάς (Β 42) r. A
ὀρθωθῆναι· τὸ ἀπὸ τῆς ὑπτιότητος ἐξαναστῆναι
Ὀρθωσία· ἐπώνυμον Ἀρτέμιδος
ὀρειλεχές· ὀρείκοιτον
ὀριγνᾶσθαι· ἐπιθυμεῖν. ὀρέγεσθαι (r)
ὀριγνώμενοι· ἐπιθυμοῦντες (r. p) n
*ὀριγνώμενον· τεταραγμένον. ὅρια λαβών ASg
ὁρίζει· ἵστησιν. ὅρον δίδωσι. κρίνει. θεματίζει. διαιρεῖ, ἀφορίζει
(Ezech. 47,20 v. l.)
ὀρικάνην· [δεσμωτήριον. οἱ δὲ φραγμόν. οἱ δὲ σαργάνην ἢ
σκῆπτρον]
ὀρικυπτεῖν· [τὸ ἀνατείνεσθαι, καὶ ἐπ' ἄκρων ὀνύχων ἵστα-
σθαι]
ὀρινάδες· τὰ ἀνώτερα
*ὄριναν· ἐτάραξαν ASvgn
ὀρίνδην· ἄρτον, παρὰ Αἰθίοψι. καὶ σπέρμα παραπλήσιον
σησάμῳ, ὅπερ ἕψοντες σιτοῦνται. τινὲς δὲ ὄρυζαν (Soph. fr.
552)
ὄρινε· διήγειρε τὴν ψυχήν, ἐκίνησεν ... οὐ κατὰ ἀπειλήν·
"ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐπὶ στήθεσσιν ὄρινεν" (Β 142)
ὀρίνετον· ὥρμων. ἐτάρασσον, ἐκίνουν. δυϊκῶς· "ὡς δ' ἄνεμοι
δύο πόντον ὀρίνετον ἰχθυόεντα" (Ι 4)
ὀρινίαι· ἀναδενδράδες
*ὀρίνθη· ἐταράχθη (Ε 29) ASvgn. ὑψώθη
*ὀρινόμενοι· ταραττόμενοι. διωκόμενοι An. ὑψούμενοι (Ξ 59)
ὅριον· τείχισμα. φραγμόν
ὅρισμα· στήριγμα [ἡμίονος. ἢ ὅρος]
*ὁριστάς· ὁρίζοντας (A) gn
ὀρίχαλκος· χαλκὸς χρυσῷ ἐοικώς S. ἢ κρήνη †ἀρχίχαλκος
*ὀριχᾶται· γλίχεται AS, ἐπιθυμεῖ r. ASvg
Ὄριψα· Ἐρινύς
*†ὅρκη· ὄψις ASvg
ὁρκάθους· ἐφ' ὧν τὰ σῦκα ψύχουσιν
ὁρκάνη· εἱρκτή, *[δεσμωτήριον Aps. ἔνιοι κρεμάστραν. *[ἄλλοι
σαργάνην. οἱ δὲ φραγμόν (Eur. Bacch. 611) Anps
*ὅρκια· {σκῆπτρον} καθ' οὗ ὤμνυον ASvg. ἤτοι ὁρκωμόσια S
ὅρκια πιστά· ὅρκους ἐπὶ πίστεσι (Β 124)
ὁρκίδδει· ὅρκον ποιεῖ ὀμνύειν
ὁρκμόν· φράγμα
ὅρκοι· δεσμοί, σφραγῖδες
ὄρκυνος· ἰχθῦς ποιός
ὁρκύπτειν· τὸ ὑπερκύπτειν {πρὸς τὸ} ἰδεῖν τι. τὸ ἐκτείνειν
ἑαυτόν, καὶ ἐπ' ὀνύχων ἵστασθαι
ὁρκωμόσια· θύματα, ἐφ' ὧν ὅρκοι γίνονται
ὁρκωτής· ὁ ὁρκίζων
ὁρμαθός· χορός. στίχος ASvgn. φωλεός (n)
ὁρμαθοῦ ἐκ πέτρης· τόπου ἐπαλλήλου πετρώδους ἐπισυν-
θέσεως. ἢ τοῦ τῶν νυκτερίδων ἀθροίσματος (ω 8)
ὁρμαίνειν· ὁρμᾶν
*ὁρμαίνοντα· διανοούμενον (Κ 4) gn
ὁρμαίνων· φροντίζων. ἐν διανοίᾳ ἔχων (ο 300)
†ὁρμανόν· ἀνεστηκός. χαλεπόν
*ὁρμάς· κινήσεις ASvg
ὀρμάται· οἱ ἀνδροκτόνοι. Σκύθαι (Hdt. 4, 110,1)
ὁρμειαί· ὁρμιαί
*ὄρμενα· ὁρμῶντα (Λ 572). κεκολλημένα ASn
ὁρμεῖσθαι· ὁρμεῖν. τὸ πολεμεῖν
Ὄρμενος· ὄνομα κύριον (Θ 274, Μ 187). καὶ πόλις Θεσσαλίας.
καὶ οἱ μὲν τῆς κράμβης τὸ ἐντὸς κύημα· οἱ δὲ τὸν ἄγριον
ἀσπάραγον. ἄλλοι πᾶν τὸ ἐκκεκαυλημένον
ὁρμήματα· μέριμναι (Β 356)
ὁρμή· βουλή, ἐπιθυμία. τιμή
ὁρμητήριον· καταγώγιον r
ὁρμιά· σχοινίον λεπτόν r
*ὁρμιευτής· ἁλιεύς ASs
ὄρμικας· μύρμηξ
ὅρμινοι· ὄσπριόν τι
ὁρμίσκοι· περιτραχήλιοι κόσμοι γυναικεῖοι. ἢ *[μανιάκης
ASvg. ἢ περιδέραια (Prov. 25,11). ἢ κλοιά. ἢ δακτύλιοι
ὅρμισον· δῆσον. ἀνάπαυσον. εἰς ὅρμον κάτελθε
ὁρμοί· ἱμάντες ὑποδημάτων
ὅρμος· λιμήν. ἢ περιτραχήλιος κόσμος. καὶ ὁ ὑπόδρομος [τοῦ
πλοίου] καὶ ἡ {τοῦ πλοίου} στάσις
ὅρμου μέτρον· τὸν ὅρμον. καὶ τὸν λιμένα (ν 101)
ὁρμώμενος· *προθυμούμενος ASvgn. ἢ φερόμενος
Ὀρνειαί· πόλις (Β 571)
ὄρνεα· ὀρνεοπώλια. καὶ πετεινά. καὶ τόπος (Ar. Av. 13?)
*ὀρνιθευτής· ὀρνιθοθήρας rq. AS
ὄρνιθι· οἰωνῷ. ὀρνέῳ (ε 51 ..)
ὀρνιθοκάπηλοι· ὀρνιθοπῶλαι (Crit. fr. 70 D.) (r)
*ὀρνυμένου· ὁρμῶντος. [διεγειρομένου (Δ 421) AS(vgnp)
ὀροβάδων· νεβρῶν
ὀροβάκχη· βοτάνη τις. οἱ δὲ τῆς ῥοιᾶς τοὺς καρπούς, οὓς
ἔνιοι κυτίνους
ὀρόβιον· χρυσοκόλλης εἶδος
ὄρογκοι· τῶν ὀρῶν τὰ ὀγκώδη, ἃ καὶ {ὀρόχθους} καλοῦσιν. ἢ
ὀρῶν λόφους. τινὲς δὲ καὶ τὰ ἐργάσιμα ξύλα
ὀροδάμνοι· κλῶνες. κλάδοι. βλαστήματα. ὅρπηκες
*ὀρόδαμνος· τὰ αὐτά ASvgn. καὶ ποταμός
ὀροδεμνιάδες· νύμφαι, καὶ αἱ μέλιτται. ἀπὸ τοῦ {ὄρους} {καὶ}
τῶν {δεμνίων}· ἐπεὶ ἐκεῖ κοιτάζονται. οἱ δὲ ἀπὸ τῶν {ὀροδάμ-
νων}, οἵ εἰσι κλάδοι
ὀροδίος· [φόβος]
ὀροδοῦντες· [φοβούμενοι]
ὁροθέσια· τὰ χωρίζοντα τὴν γῆν
ὀροθύνειν· ἐρεθίζειν (Φ 312). ταράσσειν (Κ 332). θαῤῥύνειν
(σ 407)
ὀροιβάδες· αἱ αἶγες
ὀροικλάνοι· ὀξύσχοινοι
ὄροβον· εἶδος ὀσπρίου
*ὀροιτύπος· ὑλοτόμος Σs
ὀρόμενος· ὁρμώμενος s
ὄρονται· ἐφορμῶσιν. ἐπακολουθοῦσιν (ξ 104)
ὅρος· νόμος, θεσμός. ἢ στήλη, ἡ καταπεπηγυῖα ἐπὶ χωρίῳ ἢ
οἰκίᾳ
ὀρός· τὸ ὑδατῶδες καὶ ἀφιστάμενον τοῦ γάλακτος r. ἀπὸ τοῦ
ὀρούειν ἀπ' αὐτοῦ (ρ 225)
ὀρὸς γάλακτος· γάλακτος τὸ ἀφύλισμα
ὄρος Κοτύλαιον· τῆς Εὐβοίας (Aeschin. 3,86)
ὀρούα· χορδή. καὶ σύστημα πολιτικόν, εἰς ὃ Ἐπιχάρμου
δρᾶμα (p. 110 K.)
ὀρούειν· ὁρμᾶν (Β 310 ..)
*ὀροῦσαι· ὁρμῶσαι gn. λέγει δὲ {τὸ} αὐτὸ ὀρούειν καὶ ὁρμαίνειν
ὅρμοι αἰώνιοι· θάνατος
ὀρούματα· ὁρμήματα. πηδήματα
ὀροτύπου δίκην· ... (Aesch. Sept. 85)
{ὀροτύπους}· ὅτι οἱ γίγαντες ἀποσπῶντες ἀπὸ τῶν ὀρῶν
κορυφὰς καὶ πέτρας ἔβαλλον
*ὀροφή· στέγη r. ASvg
ὀροφηφόρον· ζῷον πᾶν ὀστρακόδερμον r
ὀροφίας· ὄφις τῶν κατ' οἰκίαν
ὄροφος· κάλαμος, ᾧ στεγάζουσιν (Ω 451). ἤδη δὲ καὶ ἡ ὀροφή
*ὀροφοιτῶντα· εἰς ὄρη περιερχόμενον (4. Maccab. 14,15 v. l.)
A (vgnp)
ὄροχθον· ὄρειον ὄχθον
*ὄρπα· [Ἐρινύς v]
ὁρόων· ὁρῶν, βλέπων (Α 350)
ὄρπαξ· θρασὺς ἄνεμος
ὅρπας· τῆς ἀκρίδος ὁ γόνος, ἔνθεν γαροποιοῦσιν
ὄρπη· σίδηρος, ἐν ᾧ τὸν ἐλέφαντα τύπτουσιν
*ὅρπηκες· κλάδοι g(ASn). ὄζοι (Φ 38)
ὅρπηξ· κλάδος r. Avgn. ἐκπεφυκώς, κάτωθεν ἀναβλαστήσας,
ἢ ἀπὸ τῆς ῥίζης τοῦ δένδρου, ὀρθὸς κλάδος
*ὅ ῤῥα· ὃς ἄρα v
ὀρρέξας· θραύσας. ἀνελόμενος
ὀῤῥιδιᾶν· τὸ ἐπὶ τὰ ἰσχία καὶ τοὺς γλουτοὺς πεσεῖν
ὄῤῥιον· ὀρίγανον
ὀῤῥόβηλος· ὀδός. Ἰταλιῶται
*ὀῤῥοπύγιον· ὀρθοπύγιον (Ar. Nub. 158) AS
ὄῤῥος· ἡ τράμις· οὐχ, ὥς τινες, τὸ ἰσχίον. ἕτεροι δὲ ἐτυμολο-
γοῦσι καὶ τὸ {ὀῤῥωδεῖν}· οἱ γὰρ δεδοικότες ἰδίουσι τὸν ὄῤῥον,
ὅ ἐστιν ἱδροῦσιν, ἢ *τὸ ὀστοῦν τὸ ὑπὸ τὴν ῥάχιν AS
ὀῤῥούει· [ὁρμᾷ. πηδᾷ AS]
ὄῤῥυνε· [παρώρμησεν]
*ὀῤῥωδεῖ· φοβεῖται ASvn. ἀπορεῖ AS
*ὀῤῥωδία· φόβος ASvgn, ἀπορία (Eur. Med. 317)
ὀῤῥωδίᾳ· τῷ φόβῳ
*†ὀῤῥοδωδέως· ἐμφόβως AS
ὀρσάγγης· σωματοφύλαξ. ἢ ὁ τὴν βασιλέως οἶκόν ποτε
εὐεργετήσας (Hdt. 8, 85, 2)
ὄρσαι· ὁρμῆσαι h. ἐγεῖραι v. ἐρεθίσαι h
ὀρσιπετής· ὑψοῦ πετόμενος (r)
ὀρσίπους βοή· ἐριστικοὺς παρασκευάζουσα πρὸς τὸν τῶν
ποδῶν δρόμον (trag. ad. 245)
ὄρσο, ὄρσεο· ἐγείρου (Δ 204, Γ 250) r. n
ὀρσοδάκνη· ζωύφιόν τι ἐν τῇ κράμβῃ γινόμενον
ὀρσοθύρα· θύρα μεγάλη καὶ ὑψηλή, δι' ἧς ἐστιν ὀροῦσαι
καταβαίνοντα. ἄλλοι πᾶσα θύρα μὴ ἔχουσα τὸν βαθμὸν πρὸς
τῇ γῇ, ἀλλ' ἀπέχουσα τοῦ ἐδάφους, οἷον θυρίς. ἢ θύρα εἰς
ὑπερῷον ἀνάγουσα (χ 126)
ὀρσοί· τῶν ἀρνῶν οἱ ἔσχατοι γενόμενοι
ὀρσολοπεῖται· διαπολεμεῖται. ταράσσεται. Αἰσχύλος (Pers. 10)
*ὀρσομένη· διεγειρομένη r. ASn
ὄρσω· τολμῶ
ὁρτή· ἑορτή
ὀρτάλιχοι· οἱ μήπω πετόμενοι νεοσσοί. καὶ οἱ ἀλεκτρυόνες.
καὶ κρεμάστραι
ὀρτός· βωμός. Κύπριοι
ὀρυγάνει· ἐρεύγεται (Aesch. Ag. 1388?)
Ὀρτυγία· ἡ νῦν Δῆλος καλουμένη νῆσος
Ὀρτυγίη {ὅθι τροπαὶ} {ἠελίοιο}· τοῦτο δέ ἐστιν, ὅπου
αἱ δύσεις ἄρχονται. ἔγραψαν δέ τινες καὶ {τροφαὶ} καὶ {στροφαί} (ο 404)
ὀρτυγομήτρα· ὄρτυξ ὑπερμεγέθης
ὄρτυξ· πόα τις
ὀρύα· χορδὴ ἑφθή (Epich. fr. 92)
ὀρυγμάδες· [θόρυβοι]
ὄρυγμος· [βρυχόμενος]
ὀρύεται· [ὑλακτεῖ]
ὀρυκτήν· σκαπτήν (Θ 179)
*ὀρυμαγδός· ταραχή, ψόφος, θόρυβος, κτύπος (Β 810 ..)
ASvg
ὄρυμος· βωμός. οἱ δὲ {ὄρυμβος}
ὀρυνθεῖ· γρυλίζει
ὄρυξ· λαοξοϊκὸν σκεῦος. ἢ *σκαφίου εἶδος. καὶ ἰχθῦς. καὶ ζῷόν
τι τετράπουν, δόρκωνι κατὰ τὴν χροιὰν παραπλήσιον (Deut.
14,5) AS
ὀρύξομεν· σκάψομεν (Η 341)
ὀρφακίνης· ἰχθῦς ποιός
ὀρφναία· νυκτερινή, σκοτεινή. ὅθεν καὶ {ὀρφανὸν} εἰρῆσθαι
τὸν ἐν σκότει ὄντα
ὀρφανή· ἐπὶ γονέων
ὀρφανός· ὁ γονέων ἐστερημένος r. καὶ τέκνων (Eur. Phoen.
988)
ὀρφίνη· καλάμη μελίνης
*ὀρφναία· σκοτεινή. μελανή (Eur. Or. 1225) r(ASn)
*ὄρφνα καὶ [{ὄρφνη}· σκοτία. νὺξ μέλαινα (Eur. Rh. 42. 697 ..)
vg (AS)
ὀρφνῆεν· μέλαν, σκοτεινόν r. καὶ {ὀρφανόν} ...
ὄρφνινον· τὸ μέλαν ἱμάτιον. καὶ {ὀρφνίδες}
ὀρφοβόται· ἐπίτροποι ὀρφανῶν
ὀρφοβοτία· ἐπιτροπή
ὀρφώς· ἰχθῦς ποιός r
*ὄρχαμε λαῶν· βασιλεὺς ἄγων λαόν (Ξ 102) (Ag)
ὄρχαμος· βασιλεύς. [ἡγεμών (Β 837) r. ASvgn
ὀρχάς· περίβολος, αἱμασιά. καὶ [εἶδος ἐλαίας vg
*ὄρχατοι· αἱ ἐπὶ στίχον φυτεῖαι ASn, ἢ αἱ κήπων. ἀπὸ τῆς
ὀρχήσεως (Ξ 123)
ὀρχέα· ἡ τοῦ ταύρου ὀσχέα
ὀρχεῖται· διασείεται r. βακχεύει
*ὀρχηστής· ποτὲ μὲν ὁ χορικός· ποτὲ δὲ [ὁ ἐν πολέμῳ εὐκίνητος
(Π 617) vh
ὀρχήστρια· ἑταίρα r. h
†ὄρχια· ζῷον τῶν τετραπόδων. καὶ πόα
ὀρχηδόν· ἡβηδόν (Hdt. 7, 144,1)
ὀρχίλον· ὀρνιθάριον τῶν εὐφώνων. λέγεται δὲ ὑπό τινων
σαλπικτής
ὀρχιπεδίζειν· τὸ κακοσχολεύεσθαι παρὰ τοῖς παισί
ὀρχηθμοῖς· ὀρχήσεσιν
ὀρχιστής· [συγκεκροτημένος περὶ τὰ πολεμικά]
ὀρχμαί· φραγμοί. καλαμῶνες. φάραγγες. σπῆλυγξ
ὄρχοι· στίχοι ἀμπέλων (n)
Ὀρχομενός· πόλις Βοιωτίας, ἣν Μινύειον καλοῦσιν (Β 511)
ὄρχος· *κῆπος ASvg. καὶ φυτῶν στίχος (η 127)
ὀρωδεῖ· [μαίνεται. φοβεῖται. φρίττει. εὐλαβεῖται. δειλιᾷ
ὀρωδία· φόβος. καὶ τὰ ὅμοια
*ὀρωδεῶς· ἐμφόβως
ὀροδοῦν· ἐκφοβοῦν]
ὁρῶν· ἰδών, θεωρῶν (Ε 872)
ὀρώρει· ὥρμητο. [διεγήγερτο (Β 810) n (AS)
ὄρωρεν· ἐγήγερται, [διηγέρθη. ἀνῆλθεν (Β 797) vg
ὀρώρεται· τετάρακται. τεθύμωται (τ 377) h
ὀρωρέχατο· ὡρμημένοι ἦσαν, ἢ ἐκτεταμένοι (Λ 26)
ὀῤῥοχμόν· ἔσχατον. ἄκρον
*ὁρῷτο· βλέποιτο (Τ 132) g
*ὅς· ἄρθρον ἀρσενικόν, [ὅστις Svg, οὗτος s
*ὃς αἰσυμνᾶι· βασιλεύει (Eur. Med. 19) AS
*ὁσάκις· ποσάκις g
ὁσάτιον· ὅσον (Ε 758)
ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργεν· ... (Ξ 349)
ὃς δέ κεν· ὃς δ' ἄν
ὃς ᾔδη· ὅστις ᾔδει (Α 70)
*ὁσημέραι· πάντοτε καθ' ἡμέραν Avgn
ὅσια· ἄλφιτα δεδευμένα ἐλαίῳ καὶ οἴνῳ r. καὶ ἡ καρδία
ὁσία γνώμη· γνησία
ὁσίη· θέμις (χ 412)
ὅσιος· καθαρός. δίκαιος. εὐσεβής. εἰρηνικός. ἁγνός
ὁσιουργῆσαι· †ἀποκαρδιουργῆσαι. καὶ τὸ ἐπιλέγειν ἐν ταῖς
θυσίαις, ὅταν ἀπάρχωνται, τῶν θεῶν †αὐτῶν
ὁσίους θαλάμους· τοὺς μὴ θείους, ἀλλ' ἀνθρωπείους (trag.
ad. 246). ἔστι δὲ ἀπὸ τῆς {ἕσεως} τὸ ἐφιέμενον καὶ μὴ ἀπη-
γορευμένον· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους
(120)
*ὁσίως· πρεπόντως. δικαίως (Eur. Hipp. 1287) ASvgn
Ὄσιρις· αἱ ἐν Αἰγύπτῳ {γυναῖκες} ὑπηνέμια τίκτουσι, τὸν
λεγόμενον Ὄσιριν [γυναῖκες]
ὀσκάπτω· ἀνασκάπτω
ὀσμύλια· τῶν πολυπόδων αἱ ὄζαιναι λεγόμεναι. καὶ ἰχθύδια
ποῖ' ἄττα εὐτελῆ (Ar. frg. 247)
ὀσμύλαι· βολβιτίναι θαλάσσιοι
*ὅς κεν· ὅστις δή (Α 64 ..) An
*ὃς μέγα· ὅστις μεγάλως (Α 78) n
ὅς οἱ· ὅστις αὐτῷ (Β 184 ..)
*ὅσον· ὀλίγον AS. {ὅσον ὅσον} δὲ ὀλίγον ὀλίγον (Isai. 26,20)
ASvg
*ὅσον οὔπω· ταχύ ASvg
ὅσος· ὁπόσος r
ὃς οὐδὲν τοῖος ἔην· ὃς οὐκ ἦν τοιοῦτος, ἀλλὰ τοὐναντίον
λαμπρός (δ 248)
*ὁ σπονδοφόρος· ὁ φιλοποιός ASg
ὅσπερ ἔφηνεν· ὅσπερ καὶ φανερὸν ἐποίησεν (Β 318)
ὄσπρα· ποικίλα
ὄσπρια καὶ γενικῶς καὶ ἰδικῶς λέγεται
ὄσπρος· ἰδίως τις λέγεται, ὡς πισὸς καὶ ἐρέβινθος
*ὅς ῥα· ὅστις δή (Α 405) ASvgn
a) ὅσα· ὁπόσα g. ὅσα, τόσα. b) {ὄσσα}· κληδών, καὶ φήμη
(Β 93)
*ὅσσα δίσκου οὖρα· ὅσα δίσκου A οὔρια (Ψ 431)
ὁσσάτιον· ὅσον (Ε 758) n
ὅσσα ἔοργας· ὅσα εἰργάσω (Γ 57)
*ὄσσε· ὀφθαλμοί. δυϊκῶς (Α 104) vgnp
ὄσσε καθαιρήσουσι· καμμύσουσι τοὺς ὀφθαλμούς, καὶ συγ-
κλείσουσιν· ὅπερ τοῖς νεκροῖς γίνεται ὑπὸ τῶν οἰκείων περὶ
τὸν τοῦ θανάτου καιρόν (Λ 453)
ὄσσε δέ {οἱ}· ὀφθαλμοὶ δὲ αὐτοῦ (Α 104)
ὄσσει· βλέψει. ἴδοι
*ὄσσεις· βλέπεις ASvgn. ὁρᾷς
ὄσσευ· ὅρα, βλέπε
ὅς σευ· ὅστις σοῦ (Β 27)
*ὀσσέων· ὀφθαλμῶν n
οσσητῆρα· βοηθόν (Ο 254 ..)
ὀσσίξαι· ἐπιδεῖξαι
ὁσσίχον· ὅσον. ἡλίκον (Theocr. 4,55)
ὄσσομαι· περιβλέψομαι, ὁρῶ
ὀσσόμενος· *τοῖς ὀφθαλμοῖς ὑποβλέπων (Α 105) ASgv, ἢ
κατὰ ψυχὴν προσδεχόμενος (α 115). ἢ *[προσδοκῶν (υ 81)
ASvgn
*ὅσσον· ὁπόσον. πηλίκον (Α 186) n
ὅσσον τε γέγωνε βοήσας· ὅσον δ' ἐβόησε κραυγάσας ἀνήρ
(ε 400)
*ὄσσοντο· διενοῦντο. προεώρων (Σ 224) AS
ὄσσοντο δ' ὄλεθρον· πρὸ ὀφθαλμῶν εἶχον, τουτέστι προσε-
δόκων, καὶ προεσήμαινον, καὶ ἔμφασιν ἐποιοῦντο (β 152)
*[ὀσσυπηρόν· ῥυπαρόν vg]
ὅς σφιν· ὃς αὐτοῖς (Α 253)
ὀσσᾶσθαι· κληδονίσασθαι
*ὄσσων· βλεφάρων. ὀφθαλμῶν (Hes. theog. 826) Avn
ὀσταθείς· ἐξαγκωνισθείς
ὀστακός· εἶδος καράβου. οἱ δὲ {ἀστακὸν} λέγουσιν
ὄστλιγξ· πλόκαμος, {παρὰ τὸ} ἑλίξαι, βόστρυχος (Callim. fr.
7,12). ἢ τὸ ἐν βότρυσι γινόμενον
†ὀσταλιόχος· τόξευμα
ὄστασαν· ἀνέστησαν
ὀσταφίς· οὕτω διὰ τοῦ {ο} ἔλεγον τὰς ἀσταφίδας
ὀστέον εἴσω· ἕως τοῦ ὀστοῦ (Δ 460) n
ὅστ' εἶσιν· ὅστις διέρχεται (Γ 61)
*ὅς τοι· ὅστις σοι (Ο 91 ..) A
ὀστρακίνδα· παιδιὰ ἦν ἐπὶ τῷ ὀστράκῳ
ὀστρακίς· ἀγαλμάτιόν τι Ἀφροδίτης
*ὀστρακισμός· οἱ κακονούστατοι τῷ δήμῳ ἐξωστρακίζοντο,
καὶ κατεδικάζοντο, ὀστράκοις ἐγγραφόντων τὸ ὄνομα τοῦ
φευξομένου Σ
*ὀστρακισμός· εἶδος φυγῆς ἐν ὀστράκοις γραψάντων {δεῖν τὸν
δεῖνα φεύγειν}. ἀπὸ τῶν ὀστράκων {ὀστρακισμός} AS
ὄστρακον· ὁπότε τις ἀποθάνοι, γάστραν πρὸ τῶν θυρῶν
ἐτίθεσαν, ἐξ ἄλλης οἰκίας λαμβάνοντες καὶ πληροῦντες ὕδατος
(Ar. Eccles. 1033)
ὀστράκων· "ἀπτῆνα, τυτθόν, ἄρτι γυμνὸν ὀστράκων" (Aesch.
fr. 337) ἀντὶ τοῦ ᾠῶν. τινὲς δὲ κελύφων
ὄστρεα· τὰ κογχύλια. Λάκωνες ἄνθος
*ὄστρεον· μυάκιον θαλάσσιον ASvg
ὄστριμον· ἐν ᾧ αἱ θεριναὶ μοναὶ τόπος. οἱ δὲ ἔπαυλις (Anti-
mach. fr. 49 W.)
*ὀσφραίνεται· ὀσμᾶται (Iob 39,25) r. A
ὀσφρέσθαι· τὸ ὀσφρανθῆναι (Eupol. fr. 10)
*ὀσφύος· ψόας AS. ῥάχις A (vg). καὶ τὸ πλησίον τῶν γλουτῶν
Ag
ὀσφῦς· ὁ παρὰ πλευρὸν διάκενος τόπος
ὃ σφῶϊ· ὃς ὑμᾶς (Α 336)
ὄσχαι· κλήματα βοτρύων γέμοντα
ὄσχεα· βαλλάντια, μαρσύππια. ἢ τὸ τῶν διδύμων ἀγγεῖον.
[καὶ κλήματα βοτρύων πλήρεις]
ὀσχεός· τὰ αὐτά
*ὄχεσφιν· ὀχήμασιν (Δ 297 ..) S
*ὅς χ' ἕτερον· ὃς ἂν ἄλλο (Ι 313) ASn
*ὅταν παίω· ὅταν παιδεύω, ἢ τύπτω (Exod. 12,13) ASvg
ὅτε· ὅταν. ἐπειδή· "δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ'
ἄνθρωποι" (μ 22)
ὅτε ἔφησθα· ὅτε ἔλεγες (Α 397) n
ὅτε κέν σε· ὅτε ἄν σε (Χ 359.)
ὅτε μ' ὤνατο· ὅτε κατεμέμψατο καὶ ἐξεφαύλισεν (Ρ 25)
ὁτέῳ· ὅτῳ. [ᾧτινι (Ο 664) p
*ὅτε, ὅτε περ· {ὁπότε} (Ε 802 ..) n
ὅτι ἄριστον· ὅτι τὸν κράτιστον (Α 244 ..)
ὅτι μάλιστα· λίαν, πάνυ, πλέον, σφόδρα, ἄγαν
ὅτι μή· ὅτι οὐχί
ὅτινας· οὕστινας (Ο 492)
ὅτι οἶσθα· ὅπερ οἶδας (Α 85)
ὁτέοισιν· οἷστισιν (Ο 491) p
*ὁτιοῦν· τὸ τυχόν ASvg
ὁτιποῦ· [οὐδαμῶς]
ὅτι ῥα· ὅτι δή (Α 56) p
ὅτις· ὅστις (Γ 279)
ὅτι τόσον· διότι τοσοῦτον (Α 64)
ὀτλεύει· πονεῖ. κακοπαθεῖ
ὀτλημάτων· κακοπαθημάτων (r)
ὁ τλήμων· ὁ ἄθλιος (Eur. Med. 1204 ..)
ὄτλος· μόχθος r
ὀτλῶ· πονῶ s. κακοπαθῶ r
ὀτοβεῖ· θορυβεῖ (Aeschyl. fr. 57,6?)
ὄτοβος ἅλιμος· θάλασσα θορυβώδης (trag. ad. 247)
*ὀτοτύζειν· κλαίειν. [θρηνεῖν v (h)
*ὅτου δὲ δή· οὗτινος δὲ δή ASh
ὅτου δή· τίνος δή
ὅτου ἕνεκα· τίνος ἕνεκα
*ὁτουοῦν· οὗτινος οὖν Avgn
*ὅτου χάριν· τίνος χάριν AS(g) np
ὄτρα· [ἡ τοῦ ἀλέκτορος οὐρά]
*ὀτραλέως· ταχέως rAS. ὀξέως. δραστικῶς. ἐνεργῶς (Γ 260)
ASn
ὄτρεα· [ἡμίονος]
Ὀτρεὺς καὶ {Μύγδων}· βασιλεῖς Φρυγίας (Γ 186) n
ὀτρηρή· ἐνεργός. σπουδαία (Ζ 381) An
*ὀτρηρὴ ταμίη· ἡ τηροῦσα τὸν οἶκον (Ζ 381) ASn
*ὀτρηροί· ἀνδρεῖοι. ταχεῖς AS. ὀξεῖς vg. ἐνεργεῖς. δραστικοί
ASvn. ὑπήκοοι. πιστοί ASg. σπουδαῖοι (α 109)
*ὀτρηρόν· τὰ αὐτά (A)
ὄτριχας· ὁμοιότριχας (Β 765) p
ὀτρύγη· χόρτος. καλάμη
ὀτρυγηφάγου· περιττὸν τὸ {ο}. {Τρύγη} γὰρ ὁ σῖτος καὶ ὁ
χόρτος (Archil. fr. 97 Bgk)
ὀτρῦναι· *παροξῦναι ASvgn. κελεύειν. σπεύδειν. *[παρορμᾶν
(Θ 219) (An)
ὀτρυντήρ· κήρυξ. κελευστής. σαλπικτήρ
ὀτρυντύς· παρακέλευσις. προτροπή (Τ 234)
ὅττεο· οὗτινος (α 124)
*ὄττεσθαι· κληδονίζεσθαι ASn
ὀττεύεσθαι· ὁμοίως
ὄττιες· ὄψεις
ὅττι κεν ἄρχῃ· ὅτι ἂν κρατῇ, καὶ σύμφορον εἶναι δοκῇ (Ι 102)
*ὀττοτοῖ· θρηνῶδες ἐπίφθεγμα (Eur. Or. 1389 ..) r. ASb
*οὗ· οὗτινος n
οὔ· ἐπίῤῥημα ἀρνητικὸν κατὰ στέρησιν, ἤτοι οὐχί. εἴωθεν δὲ
αὐτὸ ὁ ποιητὴς παραλαμβάνειν καὶ μετὰ τῆς μά φωνῆς.
συμπλέκει δὲ αὐτῷ καὶ τὸ {πω}. σημαίνει δὲ καὶ ὅπου καὶ ἔνθα
τὸ {οὗ}
οὗ· δασυνόμενον μὲν δηλοῖ ἄρθρον ἀρσενικὸν καὶ οὐδέτερον
ὑποτακτικόν, καὶ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου.
ἐμοῦ, σοῦ, οὗ
οὐαί· †φυλαί
οὐάραι· [ἡμεῖς. Κύπριοι]
*οὗ ἀρᾶς γέμει· οὗ κατάρας πλήρης ἐστίν (Ps. 9,28) ASvg
οὔαρον δὲ ἔλαιον. Κύπριοι
*οὔατα· ὦτα (υ 365 ..) ASvg
*οὔατα βάλλει· τὰ ὦτά μου ἠχεῖ An, [ἢ ἄγχει] (Κ 535)
οὐατόεν· ὦτα ἔχον. καὶ ὅπερ ἔχει κρεμαμένους ὄζους πολλούς,
ὀζῶδες, τραχύ
οὐ βατόν· οὐ πορεύσιμον
*ουβρῶστις· λιμός ASs. [ἢ οὐβρώττης]
οὐ γὰρ ἄκανθαι· παροιμία. Ἀριστοφάνης Σκηνὰς καταλαμ-
βανούσαις· "οὐδ' ἴσως ἀντέλεγες τούτῳ τῷ δειπνίῳ· οὐ γὰρ
ἄκανθαι" (fr. 483) καὶ ἐν Δράμασιν ἢ Κενταύρῳ· "χωρεῖ δ'
ἄκλητος ἀεὶ δειπνήσων· {οὐ γὰρ ἄκανθαι}" (fr. 272). ἔοικε δὲ
ὑπομιμνήσκων τὴν τοῦ βίου διαφορὰν καὶ μεταβολήν
οὐ γὰρ ἦ· ἴσον τῷ οὐ γὰρ δή. οὐ γὰρ δὴ ὑγιαίνει
οὐδ'· οὐδέ (Α 90)
οὐδ' ἅλα· οὐδὲ τὸ †ψυχρὸν καὶ ἄφθονον εἰς χρῆσιν. Αἰγύπτιοι
δὲ τῶν ἄρτων τὰ φλογίσματα (ρ 455)
οὐδαμῶς· οὐδέποτε [οὐδαμῶς]. καὶ τὸ οὐδέν
*οὐδ' ἀεσίφρων· οὐδὲ ἀνόητος (Υ 183) ASn
οὐδαῖοι· χθόνιοι, ἐπίγειοι
οὐδαμινός· οὐδενὸς λόγου ἄξιός ἐστι. βραχύς. εὐτελής
οὐδαμῶς· οὐδέποτε. ἢ παντελῶς (Eur. Hipp. 609 ..)
οὐδ' ἀπόνητο· οὐδὲ ὄνησιν ἔλαβεν (λ 324)
*οὖδας· γῆ. ἢ τὸ ἔδαφος (Λ 749 ..) ASns
*οὐδέ ἕ φημι· οὐδὲ αὐτὸν λέγω (Ε 103) ASgn
*οὐδ' ἐλεαίρει· οὐδὲ ἐλεεῖ (Λ 665) ASn
οὐ δέμας· οὐδὲ κατὰ τὸ σῶμα (Α 115)
οὐδ' ἐμάτησεν· οὐδ' ἐλήρησεν (Ψ 510?)
οὐδὲ μέν· οὐδὲ μήν (Α 154)
οὐδέν· ἀντὶ τοῦ οὔ (Α 244 ..)
οὐδ' ἀπὸ παλαιφάτου δρυός· τῆς πάλαι φημιζομένης, ὅτι
ἐξ αὐτῆς ἐγένοντο ἄνθρωποι. τινὲς δὲ γράφουσι {παλαιφύτου},
ἐπειδὴ παλαιόν ἐστι φυτὸν ἡ δρῦς (τ 163)
οὐδὲν ἀπὸ τρόπου· ἀντὶ τοῦ οὐκ ἀπεικός (Plat. Phaedr.
278 d)
οὐδ' ἐν δέρματι· οὐδὲ δέρμα ἴδιον ἔχοντα. {ᾧ} οὐδὲν ὑπῆρχεν
οὐδὲν ἧττον· μᾶλλον
οὐδενίας· εὐτελείας (Plat. Phaedr. 234 e)
οὐδὲν ἱερόν· παροιμία λεγομένη ἐπὶ τῶν τέλεον ἀχρήστων
πρὸς τὸ συλλαβέσθαι καὶ ἐπαρκεῖν, καὶ ἑαυτοῖς {καὶ} τοῖς
γνωρίμοις. φασὶν δὲ Ἡρακλέα πρῶτον θεασάμενον τὸν Ἄδωνιν
εἰπεῖν· οὐδὲν ἱερόν· ἴσως ἦν †ἀνίδρυτον, διὰ τὸ πρὸς μηδὲν
εἶναι χρήσιμον
οὐδενόσωρα· οὐδὲ μιᾶς φροντίδος ἄξια. {Ὠρεῖν} γὰρ τὸ
φροντίζειν καὶ φυλάσσειν· ἔνθεν τὸ {ὀλιγωρεῖν} καὶ {πολυω-
ρεῖν}. Ἀπίων δὲ οὐδενὸς φυλακτικά (Θ 178)
οὐδ' ἐν σελίνοις· παροιμία ἐπὶ τῶν μηδὲ κατὰ τοὐλάχιστον
διηνυκότων οἷς ἐπέθεντο. ἐν γὰρ τοῖς λεγομένοις περικηπίοις
τὰ σέλινα καὶ τὰ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν
ἡ παροιμία· οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος, καθάπερ
οὐδὲ οἱ εἰς τοὺς κήπους εἰσιόντες ἐν τοῖς σελίνοις εἰσίν
οὐδέ νύ πως· οὐδαμῶς
*οὐδέ νυ τόν· οὐδὲ τοῦτον ASg
οὐ δεόντως· παρανόμως
οὔδεος· ἐδάφους (Μ 448)
οὐδέ πή ἐστιν· οὐκ ἔστιν (Ζ 267)
οὐδ' ἐπινυκτίδιος· οὐδὲ ἐπὶ μιᾶς νυκτός. οὐδὲ πρὸς μίαν
νύκτα (Callim.? fr. 775)
οὐδ' ἐπηρώτων· οὐδ' ἠρώτων
οὐδ' ἐρέοντο· οὐδ' ἀνεπυνθάνοντο (Α 332)
*οὐδέτερον· οὐδὲ ἓν τῶν δύο (Eur. Phoen. 545 ..) vgn
οὐδέ τί πω· οὐδέποτε. οὐδαμῶς (Β 252)
οὐδ' ἐτρύπησε κρόκην· οὐδ' εἰργάσατο (Com. ad. 714 K.)
οὐδὲ φυήν· οὐδὲ τὴν φύσιν (Α 115)
*οὐδ' ἠβαιόν· πρὸς ὀλίγον, οὐδ' ὀλίγον AS, ἢ ὧδε ὀλίγον
(Β 380)
*οὐ δηναιός· οὐ χρόνιος (Ε 407) S
οὐδ' ἡντιναοῦν· οὐδὲ τὴν τυχοῦσαν
οὐδῆσαι· [πρίασθαι. ἀποδόσαι S]
οὐ δῆτα· οὐδαμῶς (Eur. Hec. 756 ..)
οὐ δίκαον· οὐ δίκαιον
*οὐ διεκρίθη· οὐκ ἀμφέβαλεν. οὐκ ἐδυσπίστησεν (Rom. 4,20)
ASvg
*οὐ διήμαρτεν· οὐκ ἀπέτυχεν ASvg
οὐδιτανοῦν· [εὐτελοῦς, οὐδενὸς λόγου ἄξιος]
*οὐ διωσόμεθα· οὐκ ἀποβαλούμεθα, [οὐκ ἀποῤῥίψομεν ASvgn
οὐδ' ὅγε πρίν· οὐδὲ οὗτος καὶ πρίν (Α 97)
*οὐδ' ὄθομαι· οὐδὲ ἐπιστρέφομαι (Α 181) (n)
*οὐ δοκέουσιν· οὐ προσδοκῶσιν. οὐ νομίζουσιν (Greg. Naz. c.
2,1,1,168) n
οὐδ' ὅλως· οὐδὲ τοῦ τυχόντος
οὐδ' ὀνομήνω· οὐδ' ὀνομάσω (Β 488)
*οὐδός· βαθμός, βατήρ Avg. ὁ πρὸ τῆς θύρας [βαθμός Σa, καὶ
ὀδός (Ζ 375) A
οὐδ' οἴοιτο· οὐδ' ἂν ἐνοήθη
οὐδ' ὁτιοῦν· οὐδὲ τὸ σύνολον
οὑδραία· ὑδρία. μέτρον τι, Ἀττικοῦ μετρητοῦ ἥμισυ
οὑδραίνει· περικαθαίρει S. Λάκωνες
†οὐδύεται· ἐρίζει
*οὗ εἵνεκεν· διότι, ἕνεκεν AS
οὐ ἕθεν· οὐδαμῶς αὐτῆς (Α 114)
*οὐεριδάριος· βεριδάριος AS
†οὔθα· σποδός. ὁδός†
οὖθαρ· τὸ πιότατον τῆς γῆς, ἤτοι τῆς χώρας (Ι 141 ..). καὶ
*τῶν ζῴων τὸ κατὰ τοὺς μαστούς (A)
οὐθάρα· ἐπὶ ἀσκοῦ ὁ κατὰ τὸ οὖθαρ τόπος. οἱ δέ, περὶ ὃν
στρέφεται [ὁ χορός, ἢ] ὁ τροχός
*οὔθατα· μαστοί (ι 440) gp
οὔθατα βόσκει· αἶγας βόσκει (Callim. (?) fr. 776 Pf.)
*οὐθείς· οὐδὲ εἷς ASvg
*οὐ θέμις· οὐ δίκαιον (Ξ 386) ASvg
*οὐθέν· οὐδέν Avg
*†οὐθένεια· μηδαμινή. εὐτελής (n)
*οὐθενείας· ἀσθενείας AS
οὐθ' ἕτερον· οὐδὲ ἓν τῶν δύο
οὐ θήν· οὐ μήν. οὐ διὰ παντός (Ξ 480)
οὐϊτόν· τὸ ὑπ' ἐνίων οἰτόν
οὐδειελίζω· [οὐ φροντίζω]
*οὐκ ἀγεννῆ· οὐκ ἀνίσχυρα. ἀταλαίπωρα (ASvg)
*οὐκ αἰδεσθείς· οὐκ αἰσχυνθείς (2 Macc. 4,34) Asvg
οὐκ ἀθεεί· οὐκ ἄνευ θεοῦ. ἢ οὐ χωρὶς θαύματος (σ 353)
*οὐκ ἀΐεις· οὐκ ἀκούεις (Ο 248) (S)
*οὐκ ἀΐοντι ἐοικώς· οὐκ ἀκούσας τὸ πρέπον (Ψ 430) A
οὐκ ἄκοντες· [οὐχ] ἑκόντες (S)
οὐκ ἀλαπαδνόν· οὐκ ἀσθενές (Ε 783)
*οὐκ ἀλεγίζω· οὐ λόγον ἔχω (Α 180) (ASn)
*οὐκ ἀλέγοντες· οὐ φροντίζοντες (Π 388) n
οὐκ ἄλκαρ· οὐ βοήθεια (Ε 644)
*οὐκ ἁλώσιμα· οὐκ εὔληπτα AS
*οὐκ ἄμοιρος ἦν· οὐκ ἐκτὸς μοίρας ἦν ASvg
*οὐκ ἀμώμητος· οὐκ ἄψεκτος ASvg. οὐχ ὑγιής
*οὐκ ἂν δή· οὐδαμῶς ἄν AS
οὐκ ἀναλίσκεται· οὐκ ἐκλείπει
*οὐκ ἀνεύθυνον· εὐκατάκριτον vg (AS)
οὐκ ἀνέχομαι· οὐ καταδέχομαι (Isai. 1,13)
*οὐκ ἀνίει· οὐκ ἀφίει ASn [οὐ πρέπει]
*οὐκ ἀνήσει· τὰ αὐτά (Deut. 31,8 ..) ASvg
*οὐκ ἄν τι· οὐδαμῶς ἄν AS
οὐκ ἀξιόχρεως· οὐχ ἱκανός (Eur. Or. 597)
οὐκ ἀπᾴδοντα· οὐκ ἀλλότριον
*οὐκ ἀπᾳδόντως· ὅμοιον ASn
*οὐκ ἀπαναίνεται· οὐ ἀποστρέφεται ASvg. [οὐκ ἀπόχρη S].
οὐ παραιτεῖται vg
*οὐκ ἀπεικός· οὐκ ἄτοπον ASvg. ἄξιον ASg. ὀφειλόμενον.
πρέπον. ὅμοιον. {Εἰκὸς} δέ ἐστιν παρὰ τὸ ἐοικός. εἶτα {ἀπεικὸς}
τὸ ἀπρεπές, τὸ ἀνόμοιον· καὶ τὸ {οὐκ ἀπεικὸς} διὰ δύο ἀρνή-
σεων μία συγκατάθεσις· ὡς τὸ {ἥκιστα} οὐδαμῶς, {οὐχ ἥκιστα}
τὸ μάλιστα AS
*οὐκ ἀπεοικός· οὐκ ἀπρεπές Avgn
*οὐκ ἀπέχρη· οὐκ ἤρκει AS
*οὐ κατακτενεῖς· οὐ καταβιάσῃ. οὐ καταβαρήσεις A
οὐκ ἀπᾴδομεν· οὐκ ἀπαρνούμεθα
*οὐκ ἀπηξίωσεν· ἠξίωσεν AS
οὐκ ἀπίθανος· πιθανός
οὐκ ἀπολείπεται· οὐκ ἀποστερεῖται
οὐκ ἀπορεῖ· [οὐκ] ἀρκεῖ. εὐπορεῖ
*οὐκ ἀπορηθήσεται· οὐ χρήσει (Isai. 8,23) AS
*οὐκ ἀποῤῥυήσεται· οὐ κατατακήσεται (Ps. 1,3) AS
οὐκ ἀποφώλια· οὐκ ἀδίδακτα. οὐ μάταια (ε 182)
*οὐκ ἀπόχρη· οὐκ ἀρκεῖ ASvg
οὐκ ἀπρακτήσεις· οὐκ ἀποτάξεις
*οὐκ ἀπώναντο· οὐκ ὠφελήθησαν Avg
οὐ κάρος· οὐ νέκρωσις
οὐ καρτερεῖς ᾗ δεῖ· οὐ φρόνιμος εἶ
*οὐκ ἄσημοι· ἐπιφανεῖς. οὐκ ἀφανεῖς vgS. οὐκ ἄδοξοι S
οὐκ ἀσκίῳ· "οὐκ ἀσκίῳ μεντἄρ' ἐμορμολύττετο αὐτούς, ἐπεὶ
τάδ' ἔστ' ἀληθῆ" (Crat. fr. 8). παροιμία ἐπὶ τῶν καὶ τὰ κενὰ
δεδοικότων· ἐπεὶ κενὸς ὁ ἀσκός
*οὐκ ἄστεκτος· οὐκ ἀφόρητος AS. οὐκ ἀβάστακτος
*οὐκ ἀσυντελές· οὐκ ἀχρήσιμον (ASvgn)
*οὐ κατὰ κόσμον· οὐ κατὰ τρόπον (Β 214) n
*οὐ καταναρκήσω· οὐ κατοκνήσω (2. Cor. 12,14) ASp
οὐ κατ' ἀσυμφανές· δῆλον
*οὐ κατενάρκησα· οὐ κατεβάρησα (2. Cor. 12,13) ASvgn
οὐκ ἄτραχυ] οὐκ ἄτραχυς· [τραχύς AS
οὐκ ἄωρον· [οὐ] κατὰ καιρόν. οὐ παρὰ καιρόν
οὐκ ἔασαν· οὐκ ἀφῆκαν
*οὐκ ἔασκεν· οὐκ εἴα (Β 832) AS
*οὐκ ἔγρυξεν· οὐκ ἐφθέγξατο (Ios. 10,21) ASvgn
οὐκ ἐδέξατο· οὐ προσήκατο
*οὐκ εἴασκεν· οὐκ ἠφίει. ἐκώλυσεν (Υ 408) ASn
*οὐκ ἔην· οὐ δυνατὸν ἦν AS
*οὐκ εἴκουσαν· οὐχ ὑποχωροῦσαν A (Svg)
*οὐκ εἰσῄεις· οὐκ εἰσήρχου AS
οὐκ εἰσμένησαν· [οὐκ ἐχάρησαν]
*οὐκ εἰῶ· οὐκ ἐῶ (Δ 55) As
οὐκ ἑκών· οὐ βουλόμενος
*οὐκ ἐλελήθεις· οὐκ ἔλαθες ASvg
*οὐκ ἐκάθισεν· οὐκ ἐνέμεινεν (Ps. 1,1) Ag
οὐκ ἔμβαρος εἶ· οὐ φρονεῖς. ἀπὸ τῆς ἐμβάρου φρονήσεως
(Men. fr. 368 Koe.)
*οὐκ ἐμφορούμενοι· οὐ πληρούμενοι AS
οὐκ ἔναιμος· οὐ δίκαιος
οὐκ ἐνασπιδώσομαι· οὐ καθοπλισθήσομαι (Ar. Ach. 368)
*οὐκ ἐνδέχεται· οὐ δυνατόν ἐστιν (Luc. 13,33) An
*οὐκ ἐνδώσει· οὐ χαυνώσει AS
οὐκ ἐνῆν· οὐκ ἠδύναντο
*οὐκ ἐνήνοχά σοι· οὐκ ἀγήοχα vg. οὐκ ἤνεγκά σοι (Gen.
31,39) ASvg
*οὐκ ἐνόν· οὐ δυνατόν g
*οὐκ ἔξωροι· οὐκ ἄκαιροι ASgn. [οὐκ ἄκληροι]
*οὐκ ἐπέοικεν· οὐ πρέπον ἐστί (Α 126) n
οὐκ ἕπεται· οὐκ ἀκολουθεῖ
*οὐκ ἐπέπυστο· οὐκ ἀκηκόει (Ν 674) n(s)
οὐκ ἐπέφετο· [οὐκ ἠκολούθει]
οὐκ ἐπιεικτόν· οὐ μέτριον (Ε 892)
οὐκ ἐπιγλωττήσομαι· οὐ βλασφημήσω (Ar. Lys. 37)
*οὐκ ἐπιλήσομαι· οὐκ ἐπιλαθήσομαι (Χ 387) ASvgn
*οὐκ ἐπιτεύξεται· οὐκ ἐπιτυγχάνει (Prov. 12,27) ASvgnh
*οὐκ ἐρηρεισμένος· οὐκ ἐστηριγμένος (A) gn
*οὐκ ἔσθενον· οὐκ ἴσχυον (3. Maccab. 3,8) Ag
οὐκ ἐτάλασσεν· οὐκ ἐτόλμησεν (Callim. h. Dian. 62)
οὐκ ἔστερξεν· οὐχ ὑπέμεινεν
*οὐκ ἔσφαλεν· οὐκ ἐκινδύνευσεν (Iob 21,10) ASvg
οὐκ ἐτός· οὐ ματαίως. οὐκ ἀληθῶς
οὐκέτι· οὐχί, ἢ οὔ
οὐκ ἐτυρώθη· [οὐκ ἐπαισχύνθη]
*οὐκ εὐδιάθετος· οὐ δυναμένη εὐχερῶς γήμασθαι AS [ἢ εὐμα-
ρῶς γίνεσθαι]
*οὐκ εὐθὺ σκοποῦ· οὐκ ἀκριβῶς ASvgn. [ἢ ὀρθῶς βλέποντος]
*οὐκ ἐφέπετο· οὐκ ἠκολούθει (Eur. Hipp. 1307) ASn
*οὐκ ἐφίενται· οὐκ ἐπιθυμοῦσι ASvgn
οὐκ ἐφικνεῖται· οὐ φθάζει
*οὐκ ἔχαδε· οὐκ ἐχώρησεν (Δ 24) ASn
οὐκ ἥκιστα· μάλιστα
οὐκ ἤμειψεν· οὐκ ἤλλαξεν
*οὐκ ἠσμένισαν· οὐκ ἐχάρησαν (1. Regn. 6,19) ASvg
οὐκί· οὐχί (Β 238)
οὐ κιγχάνει· οὐχ εὑρίσκει
*οὐκ ὄθεται· οὐκ ἐπιστρέφεται (Ο 166) ASn
*οὐκ ἐφάτην· οὐκ εἶπον. δυϊκῶς (Eur. Hec. 128) ASvg
*οὐκ οἷόν τέ ἐστιν· οὐ δυνατόν ἐστιν ASvgn
*οὐκ οἰστά· οὐ φορητά ASn
οὐκ ὀλεῖσθαι· οὐ φθαρήσεσθαι
*οὐκ ἐτυλώθη· οὐκ ἐπαχύνθη ASh. οὐκ ἐτραυματίσθη (Deut.
8,4) Avgh
*οὐκ ὀνησιφόρον· οὐκ ὠφέλιμον ASn
οὐκοῦν· ἐπειδή. ἢ *[λοιπόν gn
*οὐκ ᾤετο δεῖν· οὐκ ἐνόμιζε συμφέρειν ASvg
οὐκ ὤν· οὐχ ὑπάρχων. οὐκ ἐγένετο
*οὐκ ὦπται· οὐκ ἐφάνη A
οὐ κωφεῖ· οὐ βλάπτει, οὐ πηροῖ (Callim. fr. 195,34)
οὐλάδες· πῆραι, θύλακοι
†οὐλαίνει· οὐ σχολάζει
*οὐλαμός· τάξις στρατιωτική. θόρυβος vg(A). ἢ ἄθροισμα
(Δ 251 ..) (Ag)
οὐλάς· *κριθάς AS. ἐνίοτε δὲ καὶ τὸ μαλακόν, ὅ ἐστι τὸ ἁπαλόν·
ὅθεν καὶ τὰ ἐπάνω τῶν ὀδόντων πάνυ μαλακὰ ὄντα {οὖλα}
καλεῖται. καὶ ἡ γαστήρ
οὖλε· ὑγίαινε. ἀφ' οὗ καὶ τὸ ὑγιὲς γενόμενον ἕλκος {οὐλὴν}
λέγουσι (ω 402)
οὖλα· τὰ τῶν ὀδόντων
οὐλαφηφορεῖ· νεκροφορεῖ
οὔλαφος· νεκρός
οὐλείοιεν· ἐν ὑγείᾳ φυλάσσοιεν
οὐλή· ἐπιπόλαιον ἕλκος εἰς ὑγεῖαν ἧκον (τ 391 ..) vg. ἢ χλανὶς
μαλακή (Κ 134). ἢ σῆψις ὀστέου
οὐ λήγουσαν· οὐ παυομένην
*οὔλη λευκή· θρὶξ λευκή ASg
οὔλια· ὀλέθρια (Greg. Naz. c. 1,2,2,217)
οὐλιᾶσθαι· [ὄνησίν τινα ἔχεται]
*οὔλιμος· ὀλέθριος Ag
*οὐλίμων· ὀλεθρίων S
†οὔλιμα· μαχηοτανμεμιγμενος†
οὔλιος ἀστήρ· ὀλέθριος καὶ χαλεπός. λέγει δὲ τὸν κύνα (Λ 62)
†οὐλοβάται· οἱ κολοβοί
οὐλόθυμος· σχέτλιος. δεινόθυμος
*οὐλόμεν' αι...· ὀλέθριαι πληγαί (Eur. Phoen. 1529) ASn
*οὐλομένην· ὀλεθρίαν. ἐξώλη (Α 2) v
*οὐλόμενος· ὀλέθριος (κ 394) (vg)n
ουλοι· [οὖλα.] δράγματα
οὐλοθέσια· τελεία θυσία
οὐλομελές· [οὐλοσελές.] ὑγιές, ὁλόκληρον
οὐλομελίῃ· καθόλου. συλλήβδην. ἄλλοι ἐπὶ τῆς ἀθρόας [τῆς]
τῶν ὅλων φύσεως· τὸ γὰρ ὅλον {οὖλον} λέγει
*οὖλον· ποτὲ μὲν τὸ [μαλακὸν AS. καὶ ἁπαλόν (Π 224) (g).
ποτὲ δὲ τὸ [ὑγιὲς καὶ ὁλόκληρον (ρ 343) v. καὶ τὸ ὀλέθριον
(Β 6) Av. κυρίως δὲ τὸ [συνεστραμμένον {καὶ ταραχῶδες
οὖλον} AS
οὖλος Ἄρης· ἀντὶ τοῦ ὀλετὴρ δεινός (Ε 461) [καὶ ταραχῶδες
οὖλον]
οὐλοχόϊον· ἀγγεῖον, εἰς ὃ αἱ ὀλαὶ ἐμβάλλονται πρὸς ἀπαρχὰς
τῶν θυσιῶν
οὐλόχυτα· τὰ κατάργματα
οὐλοχύτας· ὁτὲ μὲν τὰ κανᾶ, ἐν οἷς τὰς οὐλάς, αἵ εἰσι κριθαί,
τῶν ἱερείων κατέχεον. φαίνεται δὲ ἀγγεῖα δηλοῦσθαι (γ 445)·
ἢ [κριθὰς πεφρυγμένας (Α 449 ..) ASg
*οὐ μά· {οὐ} μὰ τόν (Α 86) ASn
οὑμαί· ὑμέτεραι
οὐ μάλα κικκάς· παροιμία τὸ μηδὲν σημαίνουσα· "ὠνήτης
δὲ κικκὰς οὐ μάλα φαίνεται" καὶ Στράττις ἐν Ζωπύρῳ περι-
καιομένῳ (fr. 10) "τῶν οὐ μάλα τέθηκα †κεκυκκᾶν Ἐπικράτη"
*οὐ μάν· οὐ μήν (Μ 318) AS
*οὔ μ' εἴας· οὐ συνεχώρεις με (Ε 819) A
οὐ μὰ τήν· οὐκ ἀληθῶς. Μένανδρος ἐν Ὀργῇ (fr. 311 Koe.)
*οὐ μεθείς· οὐκ ἐῶν ASn
οὔ με γάμος δέ· οὐδαμῶς δὲ γάμος με (Greg. Naz. c. 2,1,1,63)
*οὐ μὲν οὖν· οὐδαμῶς Avgn
οὐ μέμ πως νῦν ἐστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης·
ὑπόληψιν εἶχον οἱ παλαιοί, ὡς ἐκ δρυῶν καὶ πετρῶν τῶν
ἀνθρώπων γεγονότων (Χ 126)
οὐ μετὰ δήν· οὐ μετὰ πολὺν χρόνον (Greg. Naz. c. 1,2,2,148)
οὐ †μεταψέφεις· οὐ μεταμελῇ, οὐ μετανοεῖς
*οὐ μετρίως· μεγάλως AS
*οὐ μήν· ἀλλὰ μήν. οὐδαμῶς An
*οὐ μὲν ἀλλά· ἔτι γε μήν ASvg
*οὐ μὴν δέ· οὐδαμῶς δέ Avg
*οὐ μὴ πρόωμαι· οὐ παραχωρήσω (Iob 27,6) Avgn
*οὐ μήν· οὐ μόνον g
*οὐ μή σε ἀνῶ· οὐκ ἄν σε ἐάσω AS. οὐκ ἄν σε ἐῶ. [οὐ μή σε
ἐάσω (Hebr. 13,5) vgps
*οὐ μόνον· οὐχ ἕως τούτου ASvg
*οὑμός· {ὁ} ἐμός (Θ 360) Avgnps
*οὐ μὴν δέ· οὐδαμῶς δέ v
οὐ μ' ἰᾶς· [οὐ συγχωρῆ]
οὔνη· δεῦρο. δράμε. Ἀρκάδες
*οὕνεκα· διότι (Α 111 ..) AS
*οὕνεκα· οὗ χάριν n
*οὐ νέμεσις· οὐ μέμψις (Γ 156) n
οὔνεσθε· ὄνησίν τινα ἔχετε (Ω 241 v. l.)
οὐ νέομαι· οὐ πορεύσομαι (Σ 101)
a) οὔνης· κλέπτης. b) ...· κλεπτοσύνη, †φαρεια
*οὔνομα· ὄνομα (ζ 194) vgs
οὖνον· [ὑγιές.] Κύπριοι δρόμον
οὔνιος, οὔνης· δρομεύς. κλέπτης
οὔνοσθε· [ὄνησίν τινα ἔχετε. κατ' εἰρωνείαν]
οὔ νύ τοι· τοῦ σοῦ, ἢ σοῦ. ἢ οὐδαμῶς
οὔ οἱ· οὐδαμῶς αὐτῷ
†οὔου· σχεδόν
οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ' ὁ πλοῦς· Ἀριστο-
φάνης (fr. 902 a), ἐπεὶ δοκεῖ τοῖς ἐς Κόρινθον εἰσπλέουσι ξένοις
χαλεπή τις ἡ πόλις εἶναι, διὰ τὴν τῶν ἑταιρῶν γοητείαν.
ἐσπούδαζον γὰρ περὶ τοῦτο οἱ Κορίνθιοι, καὶ ῥᾳθύμως διὰ
τοῦτο διῆγον
*οὐ παρελεύσεται· οὐ παρέλθῃ AS. οὐ παραλείψει (2. Paral.
25,7 v. l.) S
οὐ παρεξήνεγκεν· οὐ παρῆλθεν
*οὐ παρομαρτεῖ· οὐ παρακολουθεῖ ASn
οὐ πεπλασμένον· ἄπλαστον (Aesch. Prom. 1030?)
*οὐ περανοῦσιν· οὐ τελειοῦσιν (1. Regn. 12,21) AS
*οὐ περιέσται· οὐ περιγενήσεται ASvg
*οὔποθι· οὐδαμοῦ (Ν 309) A
οὐ πολιᾷ· οὐ γηράσκει
*οὔποτε· οὐκ ἄν ποτε vg, οὐδέ ποτε (Α 234) AvgN
οὐ προσαμύνει· οὐ βοηθεῖ (Ε 139)
*οὐ προσείλοντο· οὐκ ἠθέλησαν (Prov. 1,29) ASvg(ns)
*οὐ προσεποιήσαντο· οὐκ ἠγάπησαν (Iob 19,14 v. l.) AS
*οὐ προσήκαντο· οὐ προσεποιήσαντο (Greg. Naz. or. 4 p.
89 C) Agnh
*οὐ προσίεντο· οὐ προσεδέχοντο A. οὐκ ἠρέσκοντο vg
*οὐ προσίεταί με· οὐκ ἀρέσκει με (Ar. Equ. 359) AN
*οὐ προσώχθισαν· οὐκ ἀπεστράφησαν (Ps. 21,25) (A)
οὐ πρὸς σέ· οὐ κατὰ σέ. οὐκ ἄξιόν σου
οὐ προτιμᾷ· οὐκ ἔχει λόγον (Eur. Med. 343)
οὔπω· οὐδέπω
οὔπω ποτέ· οὐδέ ποτε (Α 106)
οὐρά· ἡ κέρκος. καὶ τὸ αἰδοῖον (Eupol. fr. 440)
οὖρα· ὁρμήματα (Ψ 431)
*οὐρα· ὅρια. τὸ τῆς στρατιᾶς τέλος A
*οὐραγεῖ· ὑστερίζει (Sir. 32,11) Ag
οὐραγία· στρατηγίας οὐρά, τουτέστι τὸ τέλος τῆς στρατιᾶς
καὶ τῆς τάξεως
*οὐράγιον· ἔσχατον A
οὐραγός· τῆς οὐρᾶς ὁ ἔσχατος ἡγεμών. καὶ τοῦ εὐωνύμου
κέρατος φύλαξ· ὁ δὲ τοῦ δεξιοῦ {δεξιοφύλαξ}
*οὐ ῥᾴδιον· οὐκ εὐχερές (2. Macc. 2,26) An
*οὐραγίαν· τὴν ὄπισθεν ἀκολουθοῦσαν vg στρατιάν (Deut.
25,18) vgA
οὐ ῥᾳδίως· κακῶς. Θουκυδίδης (6, 57,4)
οὐρανίαν· ὅταν τὴν σφαῖραν ἀναβάλωσιν. καὶ τὴν τοιαύτην
δὲ καθόλου παιδιὰν {οὐρανίαν} καλοῦσι καὶ {οὐρανιάζειν}.
παρὰ τοῦτο οὖν ἔπαιξεν Ἀριστοφάνης
οὐραί· [ἡ κέρκος. καὶ τὸ αἰδοῖον]
Οὐρανίδην· ἀπὸ τοῦ [οὐ{νο}ῦ ἢ] οὐρανοῦ
οὐρανία αἴξ· ὡσεὶ λέγοι τις τὸ τῆς Ἀμαλθείας κέρας. ὅ τι
γάρ τις εὔξαιτο, ἐλάμβανεν ὁ ἔχων τοῦτο. ἐπήκοος δέ ἐστιν
αὐτή. ἴσως, ὅτι κατ' ἐνίους ἡ Σελήνη τῇ αἰγὶ ἐποχεῖται. ταύτῃ
δὲ τὰ γύναια ηὔχετο διὰ τὸ καὶ αὐτὴν ἐπὶ τῷ Ἐνδυμίωνι τὰ
αὐτὰ παθεῖν, ὅθεν καὶ {εὐκταίαν} φασὶν αὐτὴν ἔνιοι (Cratin.
fr. 244) h
οὐρανίζετο· πρὸς τὸν οὐρανὸν διϊκνεῖτο (Aesch. fr. 436)
οὐράνιον ἄχος· τὸν κονιορτόν. δηλοῖ δὲ καὶ τὸ μέγα, καὶ
ὑψηλόν (Soph. Ant. 418)
οὐράνιοι· οἱ τὸν οὐρανὸν κατοικοῦντες (Eur. Hel. 1499)
Οὐρανίωνας· τοὺς ὑπὸ τὴν Οὐρανοῦ ἀρχὴν τεταγμένους
*οὐρανόθι {πρό}· πρὸ τοῦ οὐρανοῦ (Γ 3) A
οὐρανομήκη· ὑψηλὸν λίαν
οὐρανός· ὁ κατηστερισμένος τόπος. Πέρσαι δὲ τὰς βασιλείους
σκηνὰς καὶ αὐλάς, ὧν τὰ καλύμματα κυκλοτερῆ, {οὐρανούς} .....
οὐρανοσκόπος· ἰχθῦς ποιός
οὐρανοφοιτᾶν· ἐν οὐρανῷ διατρίβειν (Greg. Naz.?)
οὐ ῥᾷστα· οὐκ εὐχερῆ
*οὖρα· δίσκου ἐπιφερομένου ... A
*οὔρεα· ὄρεα (Α 157) Avgn
οὐρέας· ἡμιόνους
οὐρεῖς· φύλακες
*οὔρεος ἐμ βήσσῃσιν· ἐν τοῖς βασίμοις τόποις τοῦ ὄρους
An. [ἐπιτήδειος ἄνεμος] (Λ 87)
οὐρεσίφοιτος· ἐν τοῖς ὄρεσι πλανώμενος (Greg. Naz. c. 1,2,
17,43)
οὐρῆας· ἡμιόνους An, παρὰ τὸ ὀρούειν, ὁρμητικούς τινας
ὄντας· ἢ ἐπεὶ οὔριον τὸ ζῷον, οἷον ἄγονον (Α 50). οἱ δὲ
*[{οὐρήων} τῶν φυλάκων An
οὔρια· ἠνεμισμένα ἢ ὀξέως πνέοντα· ἢ ἄγρια
*οὐρίαχον· τὸν σαυρωτῆρα. ἔστι δὲ σιδήριον ἐγκεκαμμένον εἰς
τὸ ἕτερον μέρος τοῦ δόρατος (Ν 443) A
οὐρίζει· ὑπεπιφέρει. ἢ ὁρίζει
οὐρίη· ὀπισθία
*οὐριθρέπταν· ἐν ὄρεσι τραφεῖσαν (Eur. Hec. 205) An
οὔριομ βῖκον· τὴν ἀμίδα. ἢ {οὐροδόχην} (Antisthenes?)
οὔριον· σωτήριον. ἢ ὄπισθεν πνέον
οὐράνιον νέφος· κατ' οὐρανὸν [ὄπισθεν] ἐρχόμενον. ἢ ὑπὸ
οὔρων ἐλαυνόμενον (Cratin. fr. 138)
*οὔριος· ἐπιτήδειος, ἐπιδέξιος {ἄνεμος} Avgn
Οὐρίας· φωτισμὸς θεοῦ
οὐρίσαι· ὁρίσαι. παρασκευάσαι
οὐροδόχην· τὴν ἀμίδα (Xenoph. com.?)
*οὖρος· ἄνεμος (γ 176) (A)nps
ὄριον· φυλακή. σημεῖον
*οὖρον ἀρούρης· ὅρον τῆς χώρας (Φ 405) An
οὖρος· βασιλεύς. *[φύλαξ. σωτήρ (Θ 80) An
*οὖρος Ἀχαιῶν· τὰ αὐτά (Θ 80) An
οὔρους· φύλακας. ἢ [τὰ νεώρια n. τὰ περιτειχίσματα. ἢ τὰ
προορίσματα τῶν πλοίων, ἢ τὰ ὁρμητήρια, δι' ὧν καθέλ-
κονται
οὕς· ἄρθρον ἀρσενικὸν πληθυντικόν, πτώσεως αἰτιατικῆς,
[οὕστινας n. καὶ ἀντωνυμία τρίτου προσώπου· "οὓς ἑτάρους
στέλλοντα" (Δ 294)
οὖς· ὠτίον
οὖσα· σχοινία, νεὼς ὅπλα (Antim. fr. 57,2 Wyss)
οὖς Ἀφροδίτης· οἱ ἁλιεῖς ὄστρεόν τι οὕτω καλοῦσιν
οὔ σε· οὐ δή σε (π 202)
οὐ σθενῶ· οὐκ ἰσχυράν ... {Eur. Alc. 267)
οὐσία· ἐξουσία. οὐσιότης. *[πλοῦτος. ὕπαρξις Avgs. εἶδος
ὑφεστός, βίος. κτῆσις
*οὐσιώδης· ὢν ἀεὶ Avgn ἐν αὐτῷ An κατ' οὐσίαν vgn
*οὕς ῥα· οὓς δή g
οὐσιώσαντος· τὸ ἡνωμένον ἄκρως (Greg. Naz. or. I p. 499 c/d)
οὐ συγγινωσκόμενοι· οὐ συγκατατιθέμενοι (Hdt. 3, 99,1)
οὐ σύ· μὴ σύ
οὐ συμβαίνει· οὐ συμφωνεῖ
*οὐ συνιστορῶ· οὐκ οἶδα. {οὐ σύνοιδα} A
*οὐ συνέσχεν ὀργήν· οὐ κατεκράτησεν ὀργῆς (Mich. 7,18) A
οὐ σὺν ἱδρῶτι· οὐ σὺν καμάτῳ
οὐ σχολαίτερον· ταχέως (Thuc. 2, 75,6)
οὔτα· ἔτρωσεν. ἔπληξεν. ἐκέντησεν (Ν 192)
*οὐτάζοντο· ἐτιτρώσκοντο (Η 273) A
*οὐτάμεναι· τρῶσαι (Φ 68) An
*οὔτ' ἄρ· οὐ δή (Α 93) An
οὔτ' ἂρ φρένας· οὔτε κατὰ σύνεσιν (Α 115)
οὐτάσαι· τρῶσαι, ἐκ χειρὸς νύξαι (Ξ 424)
*οὔτασεν· ἔβαλε An. καὶ τὰ ὅμοια (Ε 56)
*οὔτε τῳ· οὔτε τινί An
οὐτηθείς· τρωθείς (Θ 537)
*οὔτι· οὐδέν Σ
*οὔτι· οὐδαμῶς (Α 153) n
*οὐτιδανός· οὐδαμινός v. ἀσθενής p. ἄψυχος. [οὐδενὸς ἄξιος gn
οὐδὲ λόγου (Α 293) (A)
οὔτι κράτεΐ γε· οὐ τῇ δυνάμει (Η 142)
οὔτι μάλα δήν· καὶ οὐκ ἐπὶ πολύ (Α 416)
οὔτι μέλει· οὐ μέλει (Β 338)
οὔτι μοι ὔμμες· οὔκ ἐστέ μοι ὑμεῖς (Α 335)
*οὗτινος οὖν· οἵου δήποτε Avg
*οὔτι που· οὐδαμῶς Avg
οὔτις· *οὐδείς An. ἢ εἶδος ὀρνέου. καὶ οὐρανός
οὔτοι ἀπόβλητον· οὐκ ἀποβληθῆναι ἄξιον (Β 361)
οὐτόν· [κακὸν μόρον, θάνατον A]
οὗτος· [τοῦτος]
*οὑτοσί· διὰ τοῦ {ι}, καὶ {ὁδί} Ag
οὖταρ· [οὔτε δή]
οὐτρηρώ· [δραστικοί. σπουδαῖοι]
οὕτως· τοιούτως, ὁμοίως
οὑτωσί· οὕτως. *{Οὕτω} δὲ χωρὶς τοῦ {σ}, ὅτε σύμφωνον ἐπι-
φέρηται Avg. *[Τέσσαρα σημαίνει τὸ [{ὁμοῦ}· χρόνον· τόπον·
ἐγγύτητα· ἀριθμόν n]
*οὐ τῷ τυχόντι· οὐ τῷ μικρῷ Avg. οὐ τῷ οἵῳ δήποτε vg
οὐ φατός· ἄφατος
οὐ φαικά· οὐκ ἀρεστῶς. οὐ κούφως
†οὐφέλλαν· γῆν τὴν εἰς τὰ ἱμάτια
οὑφίδρωμα· τοῦ σάγματος ἡ πρὸς τῇ πλευρᾷ διφθέρα
*οὐ φοιβήσεται· φοιβᾶν ἐστι τὸ ἐπὶ νεκρῷ ἢ δαιμονικῷ
μαντεύεσθαι (Deut. 14,1) A
*οὐ φορητόν· μέγα. βαρύ. οὐκ ἐλαφρόν Avg. οὐ βαστακτόν
(Eur. Hipp. 443) vg(A)
οὐ φροντὶς Ἱπποκλείδῃ· παροιμία, ἧς μέμνηται καὶ Ἕρμιπ-
πος Δημόταις (fr. 17). [μὴ πρὸς ὀργὴν ὁμιλεῖν. καὶ] ἀντὶ τοῦ
ἐμοί
οὔχ· οὐχί. οὐχ οὕτως
*οὐχ ἅζομαι· οὐ σέβομαι. οὐκ ἐντρέπομαι (Eur. Or. 1116) An
*οὐχ ἅλις· οὐχ ἱκανῶς (Eur. Androm. 582) n
†οὐ χάζεις· οὐ πιέζεις συνεχῶς
οὐχ ἕδος· οὐ καιρὸς τοῦ καθέζεσθαι, οὐ καθέδρας φροντίς
(Ψ 205)
οὐχ εἴκων· [οὐχ ὑποχωρῶν]
*οὐχ ἥκιστα· μάλιστα Avgn
*οὐχί· οὐδαμῶς A. οὐ δῆτα
*οὐχ ἑκών· οὐ βουλόμενος Avg, οὐ θέλων g
*οὐ χειαί· φωλεοί A
οὐχ ἕπεται· οὐκ ἀκολουθεῖ
*οὐχ οἷόν τε ἐστίν· οὐ δυνατόν ἐστι vgn
*†οὐχ ὑπὲρ ἀλόγου· οὐχ ὑπὲρ λόγον n
*οὐχ οἷοί τε· οὐ δυνατοί Avg
οὐχ οἷός τε εἰπεῖν· μὴ δυνάμενος εἰπεῖν
οὐχ ὁρέοντα· οὐ ζῶντα (Greg. Naz. c. 1,2, 29,15)
*οὐ χραίσμῃ· οὐ βοηθῇ (Α 28) n
*οὐ χρή· οὐ δεῖ (Β 24) n
*οὐχ ὑπελείπω· οὐχ ὑστέρησας. οὐ κατέλειπας (Gen. 27,36
v. l.) Avg
*οὐχ ὑποίσω· οὐχ ὑπενέγκω. οὐ βαστάσω (Iob 31,23) Avg
οὐχ ὑφίεται· οὐκ ἐνδίδωσιν
*οὐχ ὑφίσταται· οὐχ ὑπομένει Avg. οὐχ ὑποφέρει (Prov.
13,8) vg
ὄφατα· δεσμοὶ ἀρότρων. Ἀκαρνᾶνες
ὀφείλει· δεῖ γενέσθαι κατὰ ἀνάγκην
*ὀφειλή· χρέος, δάνειον Avgn. ἀνάγκη (Matth. 18,32)
ὀφειλέτης· χρεώστης (Matth. 18,24)
ὄφεις· τὰ δρακοντώδη γινόμενα ψέλλια. Μένανδρος Παρακα-
ταθήκῃ (fr. 329 Koe.) {τοὺς ὄφεις}, λέγει, {καλῶς γέ μοι
ἠγόρασας}
ὀφέλλει· ὠφελεῖ. [αὔξει (Γ 62) v
ὀφέλλειν· αὔξειν (Π 631) [καὶ ὀφέλλειν]
ὀφέλλεται· αὔξεται (γ 367) r
ὄφελες ὤφειλες (Α 415), ᾧ συζυγεῖ τὸ {ἔφελον} (Σ 367). [καὶ
{ὄφελον}] καὶ ἐπίῤῥημα ὅπερ ἔχει χαρακτῆρα ὁριστικοῦ παρα-
τατικοῦ· ὅμοιον γάρ ἐστι τῷ ἔλεγον, ἔλεγες
ὀφέλλουσα· θρασύνουσα. σώζουσα. παρασκευάζουσα
ὄφελμα· αὔξημα (Soph. fr. 975). κάλλυμα. κάλλυντρον
ὀφέλμασι· σαρώμασιν
a) ὄφελλον· ὤφειλον. *b) {ὄφελον·} εἴθε. μακάρι (Σ 367) r Avg
ὄφελος· αὔξησις A. ὄνησις (n). ἐπικούρημα. [κέρδος (Ν 236) A
ὄφελτρον· κάλλυντρον
*ὀφθαλμιᾶσαι· φθονῆσαι. ἐπιβαλεῖν ὀφθαλμόν Avg
*ὀφθῇ· εὑρεθῇ. φανῇ Avg
ὀφθαλμὸς βασιλέως· ὁ πεμπόμενος κατάσκοπος (Ar. Ach. 92)
Ὀφικοί· οἱ νῦν Ὀπικοί
ὀφιδεύειν· [σχολάζειν, διατρίβειν, οἰκεῖν]
ὀφικιάλιος· ......
ὀφειλόντως· πρεπόντως. δεόντως
*ὀφιομάχης· ἰχνεύμων n. καὶ ἀκρίδων γένος, μὴ ἔχον πτερά
(Lev. 11,22) A
ὀφίουρος· ὄρνις ποιὸς ἐν Αἰθιοπίᾳ
Ὀφιοῦσσα· ἡ Ῥόδος· διὰ τὸ πλῆθος τῶν ὄφεων
ὄφις· ποιὸς ἰχθῦς. καὶ τὸ χρυσοῦν περιβραχιόνιον. καὶ ὁ δράκων
ὁ φυλάσσων τὰ χρυσᾶ μῆλα, ὃν ἀπέκτεινεν Ἡρακλῆς
*Οφλα· ὄνομα χωρίου, ὅπου ἦν τεῖχος Ἰερουσαλήμ (2. Esdr.
13,27 v. l.) n
ὀφλάνειν· ὀφλισκάνειν. ὀφείλειν
*ὄφλῃ· ὀφείλῃ n
ὀφλεῖν· ὀφείλειν ἐκ καταδίκης
ὄφλημα· χρεώστημα
*ὀφλήμασι· χρεωστήμασιν Avgn
*ὄφλησιν· χρεώστησιν (Bar. 3,8) A
*ὀφλήσουσι· χρεωστήσουσιν A
*ὀφλισκάνοντες· χρεωστοῦντες Ap(n). ὑπομένοντες (A)
*ὄφλοι· ὀφείλοι An. [ὀφειλέται. ὀφειλαί]
ὀφνίς· ὕννις, ἄροτρον
ὄφρα· ἵνα, ὅπως. ἕως, μέχρι. ἐάν [τόφρα]
ὄφρα ἴδητε· ὅπως ἴδητε, ἵνα θεάσησθε (Δ 249)
*ὄφρα μὲν οὖν· ἕως μὲν οὖν (Ι 550) n
ὄφρ' εὖ εἰδῶ· ὅπως καλῶς εἰδῶ (Α 515)
*ὄφρ' ἄν· ἕως ἄν (ρ 10 ..) A
ὄφρυα· τὰ ὑψηλὰ καὶ ὑπερκείμενα χωρία. τινὲς αἱμασιάς
ὀφρυάζει· ταῖς ὀφρύσι νεύει (Amips. fr. 36)
ὀφρυγνᾷ· ὅλως ... Βοιωτοί [οἱ δὲ †μέσον, καὶ ὑψηλόν]
ὀφρύγη· χῶμα. λόφος. αἱμασιά
ὀφρύκνηστον· ἐρυθριῶντα. οἱ γὰρ ἐρυθριῶντες κνῶνται τὰς
ὀφρῦς
ὀφρυόεντα· λοφώδη. ὑψηλόν
*ὀφρυόεντες· ὑπερήφανοι vgn
ὀφρυόεσσα· ὑψηλή. ἀλαζών (r). ἐφ' ὕψους καὶ ἄκρας κειμένη
(Χ 411)
ὀφρύη· μετέωρον (Eur. Heraclid. 394)
ὀφρῦς· τὰ κρημνώδη καὶ τραχέα τῶν ὀρῶν. καὶ ἔπαρσις,
[ὑπερηφανία r
*ὄχα· ἐξόχως (Γ 110) r. np
ὀχαεῦνται· [ἠρέμα κινοῦνται]
ὄχανον· ὁ τῆς ἀσπίδος πόρπαξ r. καὶ ὁ δεσμός. καὶ ὅπου
ἐμβάλλουσι τὰς τρίχας
ὀχάνοις· δεσμοῖς· ἀπὸ τοῦ συνέχειν. ἔνθεν καὶ τὸ {ὀχμάζειν}
*ὄχ' ἄριστος· ἐξοχώτατος (Α 69) n(g)
ὀχᾶσθαι· ἀνάλλεσθαι. ὁ λόγος ἐπὶ Ἀχιλλέως· οὐ {βαρυσκε-
λῆ ποιεῖ} (trag. ad. 250) ὁ τῶν νεβρῶν μυελός
*ὄχεα· ἅρματα np, ὀχήματα (Ε 745)
ὀχέεσθαι· ἡνιοχεῖσθαι (Κ 403)
ὀχέεσκον· ἔφερον, ὑπέμενον (λ 619)
*ὀχεία· ἡ μίξις, καὶ ἡ συνουσία (Sir. 33,6 v. l.) Avg
ὀχεῖα ποντία· ἡ ἄγκυρα. παρὰ τὸ ὀχεῖν ἐν τῷ πόντῳ τὰς
ναῦς (trag. ad. 251)
ὀχεῖον· *ἅρμα Avg. καὶ τόπον εἰς ὀχείαν ἀνειμένον, Ἀττικοί
ὀχεῖς· κλῇθρα. Κερκυραῖοι
ὀχεῖται· μετέωρος φαίνεται
ὀχέοντας ὀϊζύν· ἔχοντας κακοπάθειαν, ἢ ἐχομένους ὑπὸ
κακοπαθείας, ἢ ἀναδεχομένους κακοπάθειαν (η 211)
ὀχέοντες· ἐν αὑτοῖς ἔχοντες
ὄχεσκον· ὑπέμενον, ἔφερον
*ὄχεσφιν· τοῖς ὀχήμασιν n, ἢ τοῖς ἅρμασιν (Δ 297) Anp
ὀχετεύει· ἐπιχέει. *[σαλεύει. μεταφέρει Agn
ὀχετηγός· *ὁ τὸ ὕδωρ ἄγων A, ὑδραγωγός Avg, κηπουρός,
ἢ ὁ ἄρδων (Φ 257)
ὄχετλα· τὰ ὀχήματα. οἱ δὲ τὰ συντεθραυσμένα
ὀχετός· *σωλήν, ἀγωγός, ῥύαξ vg. ὕδωρ. ὑδραγωγεῖον. οὐ
χείμαῤῥος [ἤγουν αὖλαξ], ἀλλ' ἀεὶ ῥέων
ὀχεύς· ὁ τῆς περικεφαλαίας ἱμάς (Γ 372) n {καὶ ὁ τῆς θύρας
μοχλός} r
ὀχή· τρώγλη. τροφή. καὶ ὄρος Εὐβοίας v. καὶ [τροχός r
*ὀχῆα· συνέχοντα ... (Μ 121) A (n)
ὀχῆες· οἱ συνέχοντες τὴν θωρακοζώνην κρίκοι (Δ 132). καὶ οἱ
{μοχλοί}· ἀπὸ τοῦ συνέχειν (Μ 455)
*ὄχημα· ἅμαξα, ἅρμα vg, δίφρος (Eur. Med. 1321) g
*ὀχῆς· [ὀμίχλη καὶ φωνή A]
*ὄχησις· ἱππασία. φόρησις v
*ὀχήσομαι· βασταχθήσομαι r. A
ὄχθα· χεῖλος ποταμοῦ. ἢ {ὄχθαι} (Φ 10)
ὀχθεῖσθαι· ἀπὸ τοῦ ὄχθη. οἱ γὰρ στένοντες ἑαυτοὺς μετεωρί-
ζουσιν
*ὀχθεῖ· στένει, στενάζει v
ὄχθη· χεῖλος ποταμοῦ r. ps
ὄχθησαν· ἠγανάκτησαν
ὀχθήσας· στενάξας. βαρυνθείς· {ἄχθος} γὰρ βάρος. ἢ μετεω-
ρισθεὶς τὴν ψυχήν, ἀπὸ τῶν {ὄχθων}, ὅ ἐστι τοῦ ἀναστήματος
(Α 517)
ὄχθησις· θόρυβος, τάραχος
*ὄχθοι· αἱ τραχεῖαι καὶ δύσβατοι τόποι Avgn. καὶ αἱ ἐξοχαὶ
vg τῶν πετρῶν
ὄχθοιβοι· περιάπτειν τινὰ εἰώθασι περὶ τοὺς χιτῶνας, ἃ
καλοῦσιν {ὀχθοίβους}· εἰσὶ δὲ τὰ λεγόμενα {λώματα} (Ar. fr.
320,2)
ὄχθος· κρημνός. πέτρα. τὸ ὑψηλὸν τοῦ ποταμοῦ ἢ τῆς γῆς.
ἢ τὸ ἀπόκρημνον στόμα τῆς θαλάσσης. κυρίως δὲ ποταμῶν
†καὶ κροχρημένων†
*ὀχλαγωγῆσαι· θορυβῆσαι Avgp, ἢ συναγαγεῖν ὄχλον, ἢ
[ταράξαι vgp
ὀχλεῖ· στένει. λυπεῖ. κωλύει μετὰ ὄχλου
*ὀχλεῦνται· κινοῦνται n. κυλινδοῦνται (Φ 261)
ὀχλεύονται· [ὁμοίως]
ὀχλεύς· μοχλός r. στρόφιξ. δεσμός. ἕρμα. πόρπη
ὄχλησις· ἀσχολία
ὀχλημῶν· μοχλῶν
*ὀχλίσειαν· κινήσειαν (Μ 448) r. n
ὀχλίζειν· κινεῖν. μοχλεύειν
*ὀχλιζομένων· συναγομένων A
*†ὀχλοισίαν· ἱκεσίαν. ἐκκλησίαν A †
ὄχλον· ἐνόχλησιν (Eur. Med. 337)
†ὀχλόγος· κατάλογος λαοῦ
ὄχμα· πόρπημα
ὀχμάζει· *†μάχεται. βαστάζει Avgn. ἐρείδει. θάλπει. [*συνέχει
(An), κατέχει, [*πιέζει (An)
*ὀχμοί· σταχύων φυτεῖαι An
*ὀχμὸν ἐλαύνουσι· τὴν ἐπὶ στίχον φυτείαν (Λ 68) A
*ὄχνη· εἶδος [κύστου, ἢ] κουστουμίνου Agn
ὀχοί· οἱ συνέχοντες τὰς ναῦς (ε 404)
ὀχοί· ἐφ' ὧν ὀχοῦνται αἱ ναῦς. καὶ οἱ συνέχοντές τι καὶ διακρα-
τοῦντες
ὄχος Ἀκεσταῖος· ἐπεὶ αἱ Σικελικαὶ ἡμίονοι σπουδαῖοι. ἦν δὲ
Ἀκέστη Σικελίας (Soph. fr. 611)
†ὀχρός· ὀχούμενος, φερόμενος
ὀχεύει· βαίνει
*ὀχυρά· ἰσχυρά Avg, ἀσφαλῆ (Deut. 28,52) g
ὀχύρωμα· τεῖχος ἀσφαλές. ὀχυρόν. [*κάστρον. φρούριον ἢ
ἀσφάλισμα (Gen. 39,20 ..) Avg
ὀχύρωσεν· ἠσφαλίσατο. ἐφυλάκισεν (2. Chron. 11,11 ..)
ὀχῶν· ὀχευτικῶς ἔχων. ἢ [*τροχῶν ἁρμάτων An
ὄψ· ὄψις. ὀφθαλμός. ἢ [φωνή (Antim. fr. 96 W.) r. ps
ὄψανον· [ὄψιν]
*ὄψα· προσφάγια r. vg. μαγειρεύματα (γ 480)
ὄψανον· ὄψις [φωνή] (Aesch. Choe(. 534)
Ὀψαλίδαι· οἱ ἀρχηγέται τῶν Αἰτωλῶν
*ὀψαρτυτής· μάγειρος r. vg(A) p
*ὀψέ· μετὰ πολὺν χρόνον A. βραδέως (Δ 161) Avg
*ὀψέ ποτε· μετὰ χρόνον ποτέ, ἐπ' ἐσχάτων (Greg. Naz. c.
2,1,13,197) vg
ὄψεαι· θεωρήσεις (Δ 353) (n)
ὄψεως· θέας
ὀψὲ δύων· ὀψὲ καταδυόμενος (Φ 232) (n)
ὀψείοντες· ὀπτικῶς ἔχοντες, ἰδεῖν θέλοντες ... κλαυσείοντες,
βρωσείοντες (Ξ 37)
ὀψὲ δύοντα· βραδέως δύοντα, διὰ τὸ τῇ ἄρκτῳ ἀκολουθεῖν
(ε 272)
ὄψεις· ὄνειροι. ὀφθαλμοί. ὁράσεις
ὀψέ ποτε· μόλις ποτέ r. p
ὄψεσθαι· θεωρήσεσθαι, ἰδέσθαι (Ε 120)
ὄψ' ἦλθες, ἀλλ' εἰς τὸν Κολωνὸν ἵεσο· ἐπὶ τῶν μισθωτῶν
ἔλεγον. τοὺς ἐπὶ τὸ ἔργον ἐλθόντας ὀψέ, ἀπέλυον πάλιν εἰς
τὸ μισθωτήριον· τὸ δὲ ἦν ἐν Κολωνῷ
*ὀψίας· ἑσπέρας (Matth. 8,16 ..) A
*ὀψιγενές· καὶ [{ὀψιγενῆ} τὰ βραδέως γεννηθέντα Avgn
ὀψίγονοι· οἱ ὕστερον γενόμενοι
*ὀψιγόνων· τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσομένων Avgn,
μεταγενεστέρων (Γ 353)
*ὀψιμαθής· βραδυμαθής (r) Avg
ὄψιμον, ὀψιτέλεστον· ὀψὲ γεννώμενον. ἢ ὀψὲ ἀρξάμενον καὶ
ὀψὲ τελεσθησόμενον (Β 325)
*ὄψιμον· χρόνιον. ὕστερον (Ioe(l 2,23 ..)
ὄψιμος· χρόνιος. βραδύς
ὄψιοι· δειλινοί. ὕστεροι
*ὀψίοντες· ὀπτικῶς ἔχοντες. παρακολουθοῦντες τοῖς γινομένοις.
κατοπτεῦσαι βουλόμενοι A
ὀψιπέδωνας· τοὺς ἕως ζῶσιν ἄξοντας πέδας, βράδιον {λελυ-
μένους} (Com. ad. 1049)
*ὀψίσθην· ὤψισα Avn
*ὄψις· θεωρία, ὅρασις (A)
ὀψιτέλεστον· μετὰ πολὺν χρόνον τελεσθησόμενον (Β 325) A
*ὄψον· προσφάγιον (Λ 630)
ὀψίχα· ὀψέ. Βυζάντιοι
ὄψον δὲ βλέψον r, ὅρασιν
*ὄψος· μοχθηρός Σ
*ὄψου· παντὸς προσεψήματος Ap
ὀψῶνα· τὴν πρὸς τὸ ὀψωνεῖν σπυρίδα
ὀψώνιον· δαπάνη. *κέρδος (Ep. Rom. 6,23) s(np)
ὀψοφαγία· εὐωχία
*ὁ ὠγύγιος· ὁ ἀρχαῖος A
*ὁ ὠκύμορος· ὁ ταχυθάνατος Avg
*ὁ ὠκύπλοος· ὁ ταχέως πλέων A
*ὁ ὠκυπόρος· ὁ ταχέως πορευόμενος A
*ὁ ὠκύτατος· ὁ ταχύτατος Avg, ὀξύτατος
*ὁ ὠμηστής· ὁ ὠμὰ κρέα ἐσθίων Avg
*ὁ ὤν· θεός, ἀεὶ ζῶν, ὑπάρχων (Exod. 3,14) Avg
*ὁ ὠνούμενος· ὁ ἀγοράζων A
ὀώρων· [γυναικῶν παρὰ τὸ ὀαρίων]
Πααμύλης· Αἰγύπτιος θεὸς Πριαπώδης. Κρατῖνος ὁ νεώτερος Γίγα-
σιν·
ὡς σφοδρῶς [ἡ] Αἰγυπτώδης, Σώχαρις, Πααμύλης
Παᾶπις· οὗτος ποτήριά τινα τοῖς Ἀθηναίοις ἔπεμψε δῶρα. Λεύκων
Φράτερσιν·
ἀτὰρ ὦ Μεγάκλεες οἶσθ' ἃ τοῦ Παάπιδος·
Ὑπέρβολος τἀκπώματα κατεδήδοκε
παγαίη· κύων. Σκυθιστί
πάγανα· σφύρα, καὶ ἡ Ἀργὼ ἐπάγη
*παγανός· ἰδιώτης, ἄφρων
παγάς· γῆ τις ὑπὸ τῶν γεωργικῶν
πάγασα· θύρα. καὶ {παγασαί}
Παγασίτης· Ἀπόλλων παρὰ Ἀχαιοῖς ἐν Παγασαῖς, καὶ παρὰ Θες-
σαλοῖς
παγετός· κρύσταλλος. ψῦχος. [κρημνός, σκόπελος]
παγετῷ· ψύχει. κρυμῷ
πάγη· παγίς. ποδάγρα. βρόχος
πάγη δέ τις· παγὶς δέ τις
πάγην· παγίδα. [ἢ ὑψηλὸν τόπον]
παγῆναι· στερεωθῆναι
παγγάς· [πλάνος]
πάγιον· στερεόν. πιστόν. κάτοχον. βέβαιον. ἀσφαλές
*παγηνός· ὁ ἐξ ὁδοιπορίας καὶ διωγμοῦ κονιορτός
παγκαρπία· πανσπερμία
παγκράδη· ἀπὸ τῆς κράδης τῶν συκῶν
παγκρατής· Ζεύς. Ἀθηναῖοι
παγκρατιάζειν καὶ {παγκράτιον}· τὸ αὐτό. τὸ τρὶς πλησιάζειν.
καὶ τὸ κιχόριον, ὅ ἐστι πόα. ἢ διαπαντός
παγκρατιασταί· ἀθληταί, πύκται
πάγκυφος· ἐλαίας εἶδός τι κατακεκυφὸς καὶ ταπεινὸν ἐν τῇ ἀκρο-
πόλει
*παγελός· ὁ ἐν τῷ ποδὶ ἀστράγαλος
παγ.λάδια· ἑορτὴ παρὰ Ῥοδίοις, ὅταν ἡ ἄμπελος τμηθῇ
πάγον εὐτειχῆ· τετειχισμένον ἐν ὄρει
πάγοι· αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν
πάγος· ὄχθος. βουνός. ψῦχος
παγούαιρ· μάρμαρος. ἢ μικακύς
πάγουρος· εἶδος καρκίνου
Παγχαῖος· Ζεύς
πάγχυ· παντελῶς
*παῖον· ἀσφαλές, βέβαιον
παγχυρισμός· πολυσύγκριτος
παγῶν· πηγῶν
παδησχέαι· σχίζαι
*παλλία· ἀγών. οἱ δὲ τὸ παλεῖν· ἔνιοι δὲ τὸ πᾶν
*παθήματα· συμφοραί
παθαίνεσθαι· δεινοπαθεῖν
παθιώταρ· συγγενοῦς. τελευταίου
(π)άζιον· λίθος πολύτιμος
Παιὰν Ζεύς· τιμᾶται ἐν Ῥόδῳ. ἢ εἶδος ᾠδῆς
παιάναι· οἱ τοὺς παιᾶνας ᾄδοντες. ἢ ᾠδή, ἐπὶ ἀ(πα)λλαγῇ κακῶν,
ἢ αἰσχροῦ τινος
παιᾶνας· κώμους. εὐφημίας, ᾠδάς, ὕμνους εἰς θεόν
Παιανιέα· ἀπὸ δήμου τῆς Ἀττικῆς
παιᾶνι στυγνῷ· θρηνητικῷ ὕμνῳ
παιδαγωγία· παιδεία, διδασκαλία
παιδαγωγός· παιδευτής. καὶ τὰ ὅμοια
παιδάκιμα· [μειράκια]
*παῖδαι· ἡμέραι τινές
*παῖδα δέ μοι· τὴν θυγατέρα δέ μοι
παιδάρια· τὰ μείζονα. καὶ τὰ ἀρτίως γεγονότα
*παιδαλήθριον· παιδισκάριον
παιδαριήματα· παιδάρια
παιδαριώδη· ἀσύνετα
παιδέρως· οἱ μὲν σφραγῖδος ὄνομα· οἱ δὲ ἀλείμματος· οἱ δὲ μύρου εἶδος
*παιδεία· ἀγωγὴ ὠφέλιμος. διδαχή
παῖδες· τὸ πάλαι μὲν τέκνα ἀρσενικὰ καὶ θηλυκά. μεταπεσούσης δὲ
τῆς χρήσεως νῦν καὶ οἱ δοῦλοι
παιδεύειν· τρέφειν, παιδοτροφεῖν
παιδεώτις· [παιδοκτόνος]
*παιδεία· πείρα. νουθεσία
παιδικά· τὰ [ἱ]ἐρωτικά. καὶ οἱ [ἱ]ἐρώμενοι. ἐπὶ τῆς πρὸς γυναῖκας
συνουσίας
παιδικέωρ· ὁ ἐν γυμνασίῳ ὑπηρέτης
παιδίνορ· παιδίσκη
παιδισκάριον· τὸ κοράσιον. Ἀττικοί. ἐπὶ τῆς ἡλικίας. καὶ λίθος, ᾧ
πρὸς ταλασιουργίαν χρῶνται
παιδίσκοι· οἱ ἐκ παίδων εἰς ἄνδρας μεταβαίνοντες
παῖδνες· [ἀλαλαγμοὶ ἐν πολέμῳ]
παιδνός· νεογνὸς παῖς. νέος ὁ ἐξερχόμενος ἀπὸ τῆς τοῦ παιδὸς ἡλι-
κίας, ἢ παρὰ τοῖς Ἀττικοῖς καλούμενος {ἀντίπαις}. ἄφρων, νήπιος
παιδοβάτιον· εἶδος ἀμπέλου
παιδόθεν· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παιδικῆς ἡλικίας
παιδικομίας· παιδοτροφίας
παιδοκόμ[εν]ος· ὁμοίως
παιδοκόρης· Ἑρμῆς. τιμᾶται ἐν Μεταποντίοις
παιδολέτρια· παιδοφόνος
παιδολέτερον· παιδοφόνον
παιδονόμος· ἀρχή τις παρὰ Λάκωσι
παιδοπίπας· ἀρσενοβάτης, ἀνδροβάτης
παιδός· ἀκμῆς
παιδοτρίβαι· ἀλεῖπται. γυμνασταί
παιδοτριβοῦσι· παιδεύουσι. καὶ τὰ ὅμοια
παιδῶνας· τοὺς μισθοῦ[ς] ἐκ τῆς ἀγορᾶς κομίζοντάς τι
(*)παιδονίκται· οἱ προϊστάμενοι τῆς τῶν παίδων εὐκοσμία ς
παίει· τύπτει, πλήττει, κρούει. δέρει. ἢ ἐσθίει
παιήονα· ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα, ἐπὶ
καταπαύσει λοιμοῦ ᾀδόμενον· ποτὲ δὲ θεόν τινα, ὃν συνίστησιν ἰατρὸν
θεῶν. [ἢ ᾠδή. ἢ ἔθνος]
*πεζός· τοῖς ποσί
παιηοσύνη· ἰατρεία
παιητέον· πληκτέον
παιλαγρέται· ἀρχή τις, ἐπὶ ἱππέων
παιλλός· ἄῤῥην, νήπιος
παίμμα· πλακούντια
Παίονες· ἔθνος βαρβαρικόν. δοῦλοι. [καὶ ἰατροί]
*παῖον· ἀσφαλές, βέβαιον
*παιπάλλειν· σείειν
παιπαλᾶν· περισκοπεῖν. ἐρευνᾶν
παιπάλη· ἄλευρον λεπτόν, τὸ ἀπὸ κριθῆς, ἢ κέγχρου, ἢ τὸ τυχόν
παιπάλημα· ποικίλος ἐν κακίᾳ
(*)πάϊν· παῖδα
παιπαλόεσσαν· ὑψηλήν·
ἔστη(ν) δὲ σκοπιὴν εἰς παιπαλόεσσαν ἀνελθών
καὶ τραχεῖαν. τινὲς δὲ σκολιάν
παιπαλόεντος· τραχύν
παιπάσσουσα· παντὶ φαινομένη
παῖς· πᾶς ὁ φύσει υἱὸς ὤν τινος. καὶ ὁ τῇ ἡλικίᾳ νέος. καὶ ἀντὶ τοῦ
{παρθένος}. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δούλου. ἄρτι ἀκμάζων
παῖσαι· ὃ ἡμεῖς {παῖξαι}
παισαρεύματα· [περικόμματα]
παιρεύς· παιρέτης
παίσατε· ἐνίοτε μὲν ἐπὶ τοῦ παίξατε· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ἔν-
δοτε
.παις θ' ἅμα· [παίει ἅμα]
παίσδῃ· παιδαριεύῃ
Παισός· πόλις. καὶ ποταμός
παιτάσας· [ἁπλώσας
παίταυρα· σίγνα]
παιφάσσειν· πυκνὰ ἀπ' ἄλλου ἐπ' ἄλλον ὁρμᾶν, ἐνθουσιαστικῶς ἔχειν,
σπεύδειν, θορυβεῖν, πηδᾶν
παίω· δέρω, τύπτω, πλήττω
*παιώνιον· φάρμακον καταπαῦον ὀδύνας
Παίων· ὄνομα. καὶ ἰατρός. ὁ δὲ ἀλαλαγμὸς {παιωνισμός}. γράφεται
δὲ καὶ {παιανισμός}
Παιῶνες· τὰ αὐτά
παιώνια· φάρμακα ἰατρικά. ἢ θεραπεῖαι
παιώνιον· ἴασιν. θεραπείαν
Παιώνιος· Διόνυσος
παιωνίσαντες· ἀλαλάξαντες
πακοτή· ἀποσκότ..
πακτά· ἡρμοσμένα. πεπηγμένα
Πακτωλός· ὄνομα ποταμοῦ
πάλα· ζώνη
*πάλαι· ποτέ
πα[λ]άθη· ἡ τῶν σύκων ἐπάλληλος θέσις
παλάθαι· σύκων μαζία
παλαία· ἀλφιτισμός. οἱ δὲ ποσισίτου
παλαιγενεῖς· πρεσβῦται
παλαιθέου· παλαιᾶς θεοῦ
*παλαιοθέτης· παλαιοπράγμων. δραστήριος
*παλαιδέτης· πρεσβύτης. ὁ συνήθης. ὁ παλαιετής
*παλαιόν· ἀρχαῖον. σαθρόν
*παλαιός· ὁ ταῖς φρεσὶν ἐξεφθαρμένος ἤδη, ἄφρων, ὁ καὶ ἠλί-
θιος
Παλαίμων· ὁ Ἡρακλῆς
παλαιόρ· μωρός
πάλαι πεπρωμένον αἴσῃ· πρὸ πολλοῦ ὑπὸ τῆς εἱμαρμένης, ὅ ἐστι
μοίρας, εἰς τέλος ἀχθέντα τοῦ βίου
Παλαίπολις· τὸ πάλαι[ὸν] Ἄργος
πάλαισμα· κακοτεχνία
παλαισμοσύνη· πάλη
παλαιστή· παλάμη, τὸ τεττάρων δακτύλων μέτρον, καὶ ἡ σπιθαμή
παλαίστρα· ὅπου οἱ παῖδες ἀλείφονται
παλαίτερον· παλαιοτέρων ἱστοριῶν
παλαιφάγου· πάλαι ἐσθιομένης
παλαίφατα· ἐκ παλαιοῦ χρόνου πεφατισμένα, ὅ ἐστι μεμαντευμένα.
οἱ δὲ πάλαι τέλος ἔχοντα
*πάλη· ἀγών
παλαιῶς· ῥάπισμα. [καὶ παλαιά
παλαιῷ φωτί· πρεσβύτῃ γεγονότι
παλακῖνος· πολεμιστήριος
παλάμαι· αἱ χεῖρες. καὶ αἱ τέχναι. ἐπεὶ δι' αὐτῶν πολλὰ μαιόμεθα
παλάμη· τέχνη. χείρ
παλαμήσας· τεχνάσας. ἐργάσας
παλαμήσασθαι· τεχνάσασθαι. καὶ τὰ ὅμοια
πάλαμις· τεχνίτης, παρὰ τοῖς Σαλαμ(ι)νίοις
(*)παλαμέων· τεχνῶν
παλαμναῖος· ἀποτρόπαιος. σκληρός. φονεύς, ὁ αὐτοχειρίᾳ τινὰ ἀνε-
λών. ὁ ἐνεχόμενος μιάσματι οἰκείῳ
πάλανον ἀφρόν· [πεπηγότα ἀφρόν]
παλάξαι· βρέξαι· ἔνθεν καὶ {πηλὸς} ἡ βεβρεγμένη γῆ. ἢ μαλάξαι,
συνθράσαι
*παλάσσετο· διεβρέχετο. ἐφύρετο. ἐμολύνετο. ἀνεπίμπλατο. ἐμα-
λάσσετο
π(α)λάσια· τὰ συγκεκομμένα σῦκα. καὶ διὰ τοῦ {θ} {π(α)λάθια} καὶ
{παλάθη}
παλαστῶσαι· χειροτονῆσαι
παλάχη· ἀρχή. λῆξις. μοῖρα. γενεά
παλαχῆθεν· ἐκ γενεᾶς. ἐκ παλαιοῦ
*παλαίστρα· ἀγωνία
παλεύεται· θηρεύεται, ἀγρεύεται
παλεύσας· τὰ αὐτά. καὶ ὑπαγαγόμενος·
παράνομον γάμον παλεύσας.
μετῆκται δὲ ἀπὸ τῶν περιστερῶν. λέγονται γὰρ {παλεύτριαι} αὗται
αἱ ἐξαπατῶσαι καὶ ὑπάγουσαι πρὸς ἑαυτὰ ἤγουν ἐνεδρεύουσαι
παλευταί· οἱ τὰ λίνα ἱστῶντες, οἷς τὰ θηρία παλεύεται
παλημάτιον· τὸ λεπτὸν ἄλευρον
πάλην· ἄλευρα. καὶ σποδός. τὸ λεπτότατον τοῦ ἀλεύρου
*παλαμναῖος· φονεύς. ἀντίθεος [θεῷ.] μεμιασμένος
παλήσειε· διαφθαρείη
παλιτούτη· πλίνθος
πάλθοις· τόξοις. σφενδόναις
παλίβολος· [ἄστατος, εὐμετάβολος, ἢ εὐμετάβλητος]
παλι(γ)γλώσσῳ· βλασφήμῳ
παλιγκάπηλος· ὁ μετάβολος. ὁ τὸ αὐτὸ ἀεὶ ἀγοράζων καὶ πωλῶν.
ὡς {παλίνδουλος} ὁ πολλάκις δουλεύσας
παλίγκλαστον· σκολιόν. αὐστηρόν. δύστροπον
παλίγκοτα· οὐκ ἀξιόχρεα. ὀργίλα. ἐχθρά. καὶ τὰ ὅμοια
παλιγκώα· πλάνη
παλ(.)ίζεσθαι· σφαιρίζειν
Παλικοί· Ἀδράνῳ δύο γεννῶνται υἱοὶ Παλικοί, οἳ νῦν τῆς Συρακου-
σίας εἰσὶ κρατῆρες, οἱ καλούμενοι Παλικοί, οἱ καὶ κατοικήσαντες
αὐτήν
παλίλλογα· παλινσύλλεκτα
παλιλλογία· ταυτολογία
παλίμβιος· ὡς ἐξ ἀναβιώσεως
παλίμβολον κήρυκα· τινὲς τὰ ἐναντία βουλευόμενον. οὐκ εὖ. γνώ-
μο(ν)α γὰρ δηλοῖ
παλίμβολος· ἀκατάλληλος, ἀνάρμοστος, ἀπερίστατος. {τρίπρατος}.
ὁ πολλάκις ἐπὶ μεταβολῇ ἀπημπολημένος, κοῦφός τε καὶ οὐ βέβαιος,
ἀκατάλληλος. ἀπ' ἄλλου εἰς ἄλλον μεταβαίνων
παλίμβολος· ἀδόκιμος, ἀνελεύθερος
παλιμπετές· εἰς τοὐπίσω πεπτωκός
παλιμπετής· ὀπισθόρμητος, ἢ ἐναντιοπετής
πάλιμ πλαχθέντας· ὀπίσω πλανητούς, οἷον ὑποστρέψαντας εἰς
τοὐπίσω, ἢ πλανηθέντας
παλιμπόρους βάκχους
παλιμπρυμνηδόν· οἷον παλίμπρυμνον χώρησιν. προῆλθεν εἰς τοὔμ-
προσθεν ἀνακάμπτουσα, ὡς ἐπὶ πρύμναν κροῦσαι
παλιμπυγηδόν· τὸ εἰς τοὐπίσω ἀναποδίζειν
παλίμφημα· κακόφημα, δύσφημα, βλάσφημα
πάλιν· εἰς τοὐπίσω. Ἀρίσταρχος τὸ πλέον {πάλιν} τοπικῶς χρῆσθαί
φησι τὸν ποιητήν, καὶ οὐχ, ὡς ἡμεῖς, χρονικῶς
παλινάγγελος· ὁ ἐξ ὑποστροφῆς ἄγγελος, ὅταν ἀπαγγείλας τινὶ ἀπὸ
τούτου ἑτέραν φάσιν ἀποφέρῃ
παλινάγρετα· εὐμετάβλητα, τὰ χαρίσματα τὰ ἐκ μεταμελείας πάλιν
ἀναλαμβανόμενα
παλινάγρετον· παλίλληπτον. μεταμελητόν
παλιναίρετον· ἐπεσκευασμένον, καὶ οἷον ἐκ παλαιοῦ (κε)καινοποιη-
μένον. παλισύῤῥαπτον
παλινδαές· παλίγγνωστον
παλινδ[ε]ινία· [πάλιν γεννῆσαι] ἡ ἐξ ὑποστροφῆς ὑδάτων
παλινδικεῖ· ἐπισυνάπτει δίκην
παλινδικία· ἡ ἐξ ἀρχῆς δίκη
*παλιγγενεσία· τὸ ἐκ δευτέρου ἀναγεννηθῆναι, ἢ ἀνακαινισθῆναι
παλινδίνητον· συνεχές ......
παλινδορία· τὸ σκύτος. Πλάτων Σύρφακι·
σὲ μὲν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω
παλινδρομεῖ· ἀνατρέχει. ὑποστρέφει
*πάλιν ἐρέει· ἐναντιωθήσεται. ἢ ἀντερεῖ
*παλίνορσος· ὀπισθόρμητος. πάλιν ὑποστρέψας
*παλινδ(..)ία· ἡ ἐξ ὑποστροφῆς λεγομένη δίκη
παλιμπλά(γ)κτοισι[ν]· ὀπισθορμήτοις
παλινοιωνίαι· ἐκ δευτέρου μαντεῖαι
παλίνπιττα· ἑφθὴ πίττα
παλινσάγης· χήρα γυνή ........
παλίνσκιος· σύ[ν]σκιος, σκοτεινός, ζοφώδης. τὸ γὰρ {πάλιν} ἐνιαχοῦ
ἐπίτασιν δηλοῖ, ὡς {παλινκάπηλος παλίμπρα[κ]τος}
παλίντιτα· ὀπισθέκτι[ς]τα, ὅ ἐστιν ἐξ ὑποστροφῆς τιμωρίαν δώσοντα
παλίντονα· ὀπισ(θ)ότονα, ἢ τὰ ἐπὶ θάτερα τρεπόμενα
παλιντριβεῖ· κακεντρεχεῖ
παλιντροπά[ς]ασθαι· εἰς τοὐπίσω τρέπεσθαι
*παλινοστήσας· εἰς τοὐπίσω ἐπανελθών
παλινῳδίαν· ᾠδὴν τῇ προτέρᾳ ἐναντίαν. ἢ δόγμα τῷ πρώην ἐναντίον
παλίνωξις· [ἡ ἐξ ὑποστροφῆς δίωξις]
παλινώρους· ἄκοντας
παλίνωρον· εἰς τοὐπίσω ἐξέκλασεν καὶ ἐξέβαλεν. ἀπὸ τῶν {ἐκκοκκι-
ζομένων} ῥοιῶν
παλίουρος· κάδος. ἀντλητήρ. καὶ τὸ θαμνῶδες δένδρον
παλιῤῥόθιον· παλιῤῥόουν. ἐκ τοῦ ὄπισθεν ὡρμηκός, ἢ εἰς τοὐπίσω
φερόμενον
παλίῤῥυτον· εἰς τοὐπίσω ἑλκόμενον
παλίσσυτοι· ἀναχωρήσαντες
παλίσσυτον· ἐξ ὑποστροφῆς
παλίωξις· ἡ ἐξ ὑποστροφῆς δίωξις, ὅταν οἱ πρότερον φεύγοντες ἔσχα-
τον διῶκται γένωνται
πάλκος· πηλός
πάλλα· σφαῖρα ἐκ ποικίλων ναμάτων πεποιημένη
Παλλάδος πρόσωπον· στατήρ, ἐπὶ μὲν ἑνὸς μέρους Ἀθηνᾶς πρόσω-
πον, ἐπὶ δὲ θατέρου τὴν γλαῦκα ....
παλλάκιον· μειράκιον
παλλακός· ἐρρωμένος
Παλλάντιος· Ζεὺς ἐν Τραπεζοῦντι
Παλλαντίς· ἡ Τριτωνὶς λίμνη
Παλλάς· Ἀθηνᾶ, ἡ παίουσα τοὺς αὐλούς
παλ[λ]άσσειν· [ταράσσειν. βρέχειν. μολύνειν]
παλλάχανον· κρόμμυον. Ἀσκαλωνῖται
πάλλε[ν]· ἔβαλεν. ἐκράδαινεν
πάλλει· κινεῖται, ἅλλεται
πάλλειν· κινεῖν. πηδᾶν. κληροῦν. κραδαίνειν. στρέφειν
*πάλλεται· πηδᾷ. σείεται. καὶ τὰ ὅμοια
πάλλεσθαι· κληροῦσθαι. ἅλλεσθαι
πάλλευκον· εὐήμερον
Παλληνί[α]ς· ἡ Ἀθηνᾶ, ἐν Χαλκίδι
*παλλία· ἀγών. οἱ δὲ τῷ Πάλει. ἔνιοι δὲ τῷ Πανί
πάλληξ· βούπαις
παλλιχίαρ· πεμμάτιόν τι παρὰ Λάκωσι
*πάλλεται· πηδᾷ. σείεται. κραδαίνεται. κινεῖται. σφύζει
*πάλλον· ἔσειον. καὶ τὰ ὅμοια
*πάλλων· κινῶν, ταράσσων
*παλλομένων· κληρουμένων
παλλύτας· ὄργανον βασανιστήριον
πάλμη· γέῤῥον
παλμός· τρόμος. σεισμός. καὶ τὰ ὅμοια
παλμυός· βασιλεύς. πατήρ. οἱ δὲ {πάλμυς}
Παλμύτης· [Αἰγύπτιος θεός]
πάλνης· [πλάνης. ἀπάτης]
*παλλωΐα· τὸ μὴ τυχεῖν βάλλοντα
πάλ[λ]ος· κλῆρος. ἀπὸ τοῦ {πάλλεσθαι}, πρὸς τὴν ἄρ[νη]σιν τοῦ
λαγχάνοντος. καὶ τό·
κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες
πάλ[λ]ος ἔζευξεν· ......
παλλουμένων· [κληρουμένων]
[πάλοις{αις}, τοῦ πάλλεσθαι, καὶ τὰ ὅμοια]
παλτά· ἀκόντια. λόγχαι
πάλτο· ἥλατο. ἀπέβη
παλτόν· κληρωτήν
παλτῶν· ἀκοντίων
παλύνας· τὸ λεπτὸν τῆς γῆς ἐπιβαλών, τὴν λεγομένην {χυτήν}. εἴρηκε
δὲ ἀπὸ τοῦ ἀλεύρου·
ἐπὶ δ' ἄλφιτα λευκὰ[νειν] παλύνειν
πάσσει(ν)
παμβῶτις τύχη· ἐλπὶς παντοτρόφος
Παμισός· ποταμός
παμμάκαρ· κατὰ πάντα μακαριστός
παμμέγεθες· λίαν μέγα
παμμελέσιν· ἐνμελέσι. γλυκερέσιν
παμμήστορα· πάντων τεχνίτην
πάμπαν· παντελῶς. ὁλοτελῶς. ὁμοίως. ὄντως
Πάμπανον· ἡ Δημήτηρ ἐν Ἡρακλείᾳ
παμπήδην· ὁλοσχερῶς. παντελῶς
παμπησ[σ]ία· πᾶσα ἡ ὕπαρξις
παμποίκιλος· πολύτροπος
*πάνπρωτον· πάντων πρῶτον
παμφάγος· πάντα δαπανῶν
παμφαές· φαιδρότατον. πάντα φωτίζον
παμφαίνειν· λάμπειν, στίλβειν, ἀστράπτειν
παμφαλύζει· τρέμει
παμφανάᾳ· λάμπει
παμφανόωντα· λαμπρόν, πάντοθεν λάμποντα
παμφαοῦς· πάντα φωτιζούσης
παμφθόγγῳ· παμφώνῳ
πάμφι· παντάπασι
Παμφίδες· γυναῖκες Ἀθήνησιν ἀπὸ Πάμφου τὸ γένος ἔχουσαι
παμφόρῳ· πάντα φέροντι
πα[μ]ωχίων· κεκτημένος
παμῶχος· ὁ κύριος. Ἰταλοί. καὶ ἡ δεκάς. [καὶ τὸ φιλεῖν τῷ στόματι
τὰ παιδία [καὶ] τὸν πατέρα
πᾶν· ὅλον. {τὸ πᾶν}· τὸ ὅλον
παναγῆ· καθαρά. ἅγια
παναγής· καθαρός, κατὰ πᾶν ἁγνός
παναγιστίας· [παναγίας]
πάναγρα· [πανάγρια,] ἐν οἷς τὰ λεπτὰ καὶ ἁδρὰ θηρεύεται
πανάγρου· τοῦ πάντα ἀγρεύοντος
παναθήναια· ἡ τῶν Ἀθηναίων ἑορτή. καὶ ὁ ἀγών
παναιεῖς· Ἀθήνησιν ἱέρειαι
παναίθῃσιν· ὅλαις λαμπραῖς·
παναίθῃσι(ν) κορύθεσ(ς)ι
πάναιθον· λαμπρόν
παναίθετος· πάντα ἀπαραίτητος
παναίγυλος· πανκάκουργος
παναιΐα· ἱέρεια, ἥτις οὐ μίσγεται ἀνδρί
Παναῖ[ν]οι· ἔθνος Θρᾴκιον
παναίολος· παμποίκιλος
πανάκεια· θεραπεία
πάν(ακ)ες· βοτάνη τις, ἣ πολλοῖς ὀνόμασι καλεῖται
Πάνακτος· ἡ ὀρίγανος. καὶ τόπος ἐν τῇ Ἀττικῇ
παναλκές· ἰσχυρόν. παντοδύναμον
πανάμερος· δι' ὅλης ἡμέρας
πανάμωμος· ἀρεστός
πανάποτμος· ἀθλιώτατος, κατὰ πάντα κακόποτμος, ὅ ἐστι παντε-
λῶς κακόμορος
παναρμόνιον· εἶδος ὀργάνου, ἐξ ὅλου τεταγμένον. {Ἁρμονία} γὰρ
ἡ εὔτακτος ἀκολουθία
*πανάργυρον· ὅλον ἀργυροῦν
πανασκηθέα· πάντα ὑγιῆ
παναφήλικα· πάντων ὁμηλίκων ἀπεληλαμένον ἐκτός
Παναχαιῶν· πάντων Ἑλλήνων
παναώριον· πάντων ἀωρότατον. καὶ ἄμοιρον. ἢ κατὰ πάντα ἄωρον
πανδαισία· ἡ πάσαις ταῖς αἰσθήσεσιν ἡδονὰς παρέχουσα εὐωχία, ἢ
πολυτελὴς τράπεζα
πανδαισίαν· τὴν παντοδαπὰ ἐδέσματα καὶ πολυτελῆ ἔχουσαν
πανδαμάτωρ· ὁ πάντας δαμάζων
πανδαμικοί· παιδικοὶ χιτῶνες ἐν ταῖς πομπαῖς
πανδ[ε]ῖα· ἑορτὴ Ἀθήνησι
πανδερκεῖς· πάντα ὁρῶντες
πᾶν δ' ἦμαρ· δι' ὅλης δὲ τῆς ἡμέρας
πανδημεί· σὺν παντὶ τῷ δήμῳ
πανδήμιος· ὁ καθ' ὅλον τὸν δῆμον ἀναστρεφόμενος
πανδήμου· δημοσίας, κοινῆς
πανδοκ(ε)ῖον· πανδοχ(ε)ῖον
πάνδοξ· ὁ ἐν πανδοχ(ε)ίῳ οἰκῶν
πανδοῦρα ἢ πανδουρίς· ὄργανον μουσικόν. {Πάνδουρος} δὲ ὁ
μεταχειριζόμενος τὸ ὄργανον
Πανδοσία· πόλις τῆς Ἠπείρου καὶ Ἰταλίας
πανδοχεύς· ἐπιδέξιος, ὁ πάντας δεχόμενος
πανδώρα· ἡ γῆ, ὅτι τὰ πρὸς τὸ ζῆν πάντα δωρεῖται. ἀφ' οὗ καὶ
{ζείδωρος} καὶ {ἀνησιδώρα}
πάνεια· κεχορτασμένη
πανείπας· ἀναιδής
πανέξαλλον· ἐν πᾶσιν ἀλλότριον
*παναίολος· παμποίκιλος
πᾶνες· τοὺς ἐσπουδακότας σφοδρῶς περὶ τὰς συνουσίας ἔλεγον
πανέψιον· [πᾶσι σύνοπτον]
πανήγυρις· ἔπαινος. ἑορτή. θέατρον
πανημαδόν· διὰ βίου
πανημέριος· οὐχ ὁ δι' ὅλης ἡμέρας, ἀλλ' ὁ ἀφ' οὗ τι(ς) ἂν ἄρξη-
ται μέρους· ἢ καὶ δι' ὅλης τῆς ἡμέρας, καταχρηστικῶς
πανήρεα· πᾶσιν ἀρέσκοντα
πανήρεσι· κατὰ πάντα ἡρμοσμέναις
πανῆρες· πᾶσιν ἀρέσκον. ποικίλον. παμμήχανον
*πανήπορος· πανάπορος, ἐνδεής
πανθρ(ό)ῳ δήμῳ· παῤῥησίαν ἄγοντι δήμῳ, πάντα θροοῦντι, ὥστε
μηδὲν ὑποστέλλεσθαι
πάνθρυλ[ι]ον· τὸ πάντα θρυλοῦν
πανθύλην· μονογενῆ τοῖς τόξοις ἢ σφενδόναις
πανθυμαδόν· πάσῃ τῇ ψυχῇ, ἢ παντὶ τῷ θυμῷ
πάνθ' ὑπὸ μηνιθμόν· περὶ πάντα τὸν τῆς μηνίδος χρόνον
Πανία· ἡ Πελοπόν(ν)ησος
πανίας βήσσας· ὡς ἀπὸ τοῦ Πανός. Αἰσχύλος Καλλιστοῖ. [καὶ ὁ
λευκὸς πάντη] [ἢ ὁ λευκὸς πάντη καὶ καθαρός. καὶ ὁ μέλας καθαρός
πανικτόν· Ἕρμιππος ἐν Στρατιώταις·
ὥρα τοίνυν μετ' ἐμοῦ χωρεῖν (τὸν) κωπητῆρα λαβόντα
καὶ προσκεφάλαιον, ἵν' ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάξῃς.
ἀλλ' οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν (προσκεφαλαίου)
πάνιον· αὐτόχρουν. ὁμοέχρουν. λευκόν. καθαρόν
πανίῳ δαίμονι· μανιώδει δαίμονι
πανιώνιον· ἱερὸν Ποσειδῶνος ἐν Ἰωνίᾳ
πάγκαλος· ἐξ ὅλου, κατὰ πάντα καλός
πανκαρπία· πανσπερμία
πανκρατής· πάντων κρατῶν, καὶ ἄρχων, καὶ βασιλεύων
*πάντα· ὅλα
παννόας· ὁ ἀπόπληκτος. καὶ ἀδολέσχης
παννυχίη· δι' ὅλης τῆς νυκτός
παννυχίς· ἑορτὴ νυκτερινή
(πανοικί)· σὺν ὅλῳ τῷ οἴκῳ
πανόλβιος· παμμακάριστος
[πάνομαλφαίῳ]
πανομφαῖον· πεφημισμένον. [ἢ ὁ τὰ κακὰ ἀποστρέφων
πανομφαίῳ· ᾧ πᾶσα φήμη καὶ μαντεία ἀναφέρεται, τουτέστι κλη-
δών
Πανόπη· πόλις Φωκίδος
πανόπτης· πολυόφθαλμος. Ζεύς. Ἀχαιοί
πάνοπτος· ὁ πανταχόθεν φαινόμενος
πανορμίη· ἐπίθετον Ἀπόλλωνος
πανὸς σκῶλον· ὄνομα σχήματος, ὅταν οἱ ἀπὸ σκώλου ᾖ πεπληγὼς
[ἄντρον τι λέγεται σχῆμα
πανὸς σκότος· οἷον νυκτερινὸς φαντασίας
πανοσπρία· σύνοδος
πανοστρία· [συμμιγὴς πληθύς. σύνοδος]
πᾶν ὁτιοῦν· οἷον δή ποτ' οὖν, πᾶν τὸ τυχόν
πανοῦργος· πάντα μανθάνων. δόλιος, πάντα ἐν πονηρίᾳ ἐργαζόμενος
πανουλεύς· ἐξώλης
πανούριος· πάντα οὔριος
Πάνοψ· ἥρως Ἀττικός. ἔστι δὲ αὐτοῦ καὶ νεώς, καὶ ἄγαλμα, καὶ
κρήνη
πανόψιον· πάντων ὁρώντων. πᾶσι σύνοπτον. λαμπρόν
πανσαγία· πανοπλία
πανσθενεστάτῳ· ἰσχυροτάτῳ
πανσυδίη· ὁμοῦ πάντες
πάντα κάλων σείει· παροιμία ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων
πάντα κινήσας πέτρον· παροιμία
πάντα λίθον κινεῖν· παροιμία, ἧς μέμνηται Ἀρίσταρχος. ὅτε γὰρ
Ξέρξης ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσεν, ἡττηθεὶς παρὰ Σαλαμῖνι .....
παντάνα· τρυβλίον
πάντα δ' ἀπὸ (π)λευρῶν χρόα ἔργαθεν· οὐ κατὰ βάθους ἔτρω-
σεν, ἀλλ' ἀπεῖρξε τοῦ χρωτὸς καὶ τῶν πλευρῶν τὸ δόρυ
παντάπασι· παντελῶς. ὅλως
πανταρκέα· πᾶσι βοηθόν
πανταρκής· ὁ πᾶσιν αὐταρκῶν. [ὁ]
παντάσκιος· ὁ πάντοθεν σκιὰν οὐκ ἔχων
πανταχῶς· πάντα τρόπον
παντελές· παντελῶς, ὁλοτελῶς
παντελής· ὁλοτελής. [καὶ]
παντεπόπτης· ὁ πάντα καθορῶν
πάντες· ἀντὶ τοῦ οἱ πλεῖστοι
πάντεσ(ς)ιν· ὑπὲρ πάντων
παντευχία· πανοπλία
πάντη· πάντως. πανταχοῦ, πάντοθεν
πάντη τε· πάντως
πάντη· πανταχοῦ (..) ἑκάστῳ (....)
παντὶ σθένει· ὅλῃ, πάσῃ δυνάμει
παντίτῳ· παντί τινι
παντοδαποῖς· διαφόροις
παντοδαπός· παντοῖος. σύμμικτος
παντοδα(πῶν)· παντοίων. καὶ διαφόρων
πάντοθεν· πανταχόθεν, ἐξ ἑκάστου τόπου
παντόθι· πανταχοῦ
παντοίων· πάντων. πολυτρόπων
παντοκράτωρ· ὁ θεός, πάντων κρατῶν
παντομάντειραι· μοῖραι
πάντοσε· εἰς πάντα τόπον. πανταχοῦ
πάντοσ' ἐΐσην· πανταχόσε στρογγύλην
παντώνια· παντοδαπά
*πάντων· πάντως
*πάντων· ὑπὲρ πάντας
*πάντων ἐκπαγλότατε· ὑπὲρ πάντας ἐκπληκτικώτατε
πάντως· ἰσοδυναμεῖ ἀληθείᾳ. κυρίως
πάντως θαρσαλέη· κατὰ πάντα θρασεῖα
πανυπερτάτη· πασῶν ὑπερκειμένη τῶν παρακειμένων νήσων
πανυπείροχον· πάντων μέγιστον
πάνυσσα· (ς)τρόφος. ἀναδέσμη. οἱ δὲ κειρίαν, ᾗ τὰς τρίχας ἀνα-
λαμβάνουσι
πανύστατον· πάντων ἔσχατον
*παννυχίους· δι' ὅλης νυκτός
*πάντη τε καὶ πάντως· κατὰ λόγον καὶ τρόπον πάντα
πανώλεθρον· ἐξῶλες, πανῶλες
πανώλης· πανώλεθρος, ἐξώλης, ἀπολλύμενος
πάξ· ὑπόδημα εὐυπόδητον. ἢ τέλος ἔχει[ν]
Πάξοι· νῆσοι κατὰ Ἰταλίαν
*παππάζοιεν· πατέρα καλοῖεν
παπαίδην· [παντελῶς]
*πάπας· πατρὸς ὑποκόρισμα
πάππα· προσφώνησις παι(δὸ)ς πρὸς πατέρα.
παπαῖ· σχετλιασμός
παππ(ά)ζοιεν· πατέρα καλοῖεν
παππάζουσιν· πατέρα προσαγορεύουσιν. πεποίηται δὲ ἡ λέξις ἀπὸ
τῶν παιδίων, ἃ τοῖς πατράσι λέγει πάππα
πάππος· ἄκανθα· ἐπὰν γηράσῃ καὶ ἀποξηρανθῇ, καὶ ὑπὸ ἀνέμων
ἐκριπίζηται, καὶ τόπον ἐκ τόπου μεταβάλλῃ. σημαίνει δὲ καὶ ὀρνέου
εἶδος. καὶ πατρὸς ἢ μητρὸς πατέρα. καὶ τὴν ὑπὸ τῷ γενεί(ῳ) τρίχωσιν
παπταίνειν· περιβλέπειν πάντη
παπταίνοντα· ὁρῶντα
παπταιγγεῖ· [περισκοπεῖ]
παπτήνας· περισκοπήσας
πάρα· ἐγγύς. πάρεστι
παραβαίνοντας· ἀρνητικούς. ἢ μὴ εὐθέως βαίνοντας
παραβαλεῖς· ἀπατήσεις. παραθήσεις. παραδώσεις
παραβαλλόμεναι· ἐξαπατῶσαι. παρακα(τα)τιθέμεναι
παραβαλλόμενος· ἐναποκινδυνεύων, ὅ ἐστι παραβόλως μαχόμενος
*παράβολον· παράδοξον
παραβαλοῦ· ἀνάπαυσαι. ἀπὸ δὲ τῶν νεῶν ἡ μεταφορά
παραβαλῶ· συγκρινῶ. παραθῶ, ὅμοιον
παραβαλών· ὁμοίως παραθείς
παρ[α]βεβαῶτε[ς]· παραβεβηκότες
παραβλέπων· στραβός
παραβλήδην· ἀπατητικῶς. παραλογιστικῶς. ἐξ ἀντιβολῆς παραβάλ-
λοντες
παραβληθησόμενος· συγκριθησόμενος
παραβλητικός· παραβάλλων
παραβλῶπας· παρορῶντας
παραβλῶπες· ὁμοίως, διάστροφοι, τὰς ὄψεις διαστρέφοντες, καὶ πα-
ραβλέποντες
παραβολή· πραγμάτων ὁμοίωσις
παραβουλευσάμενος· εἰς θάνατον ἑαυτὸν ἐκδούς
παραβραβευθείς· καταῤῥαγείς. παραμεληθείς
παραβραβεύων· παρακρίνων
παραβύουσαν· παρακαμ(μ)ύουσαν
παράβυστον· λάθρα γινόμενον, ἀπόκρυφον. ἀποκεκρυμμένον, ἢ μι-
κρὸν κλινίδιον, παρατιθέμενον τῇ μεγάλῃ, ἔνιοι δὲ δικαστήριον οὕτω
καλούμενον
παραγάγγας· [εἶδος μέτρου Περσικοῦ]
παρ' ἀγαυοῦ Τιθωνοῖο· παρὰ τοῦ λαμπροῦ Τιθωνοῦ
πάρα γε· ἐγγὺς δέ. ἢ κόψον
παράγει· παρέρχεται. παραπέμπεται. φυλάσσεται. εἰσπορεύεται
παραγκωνίσασθαι· ἀποστρέψαι
παραγόρευσιν· ἄρνησιν
παραγράφεται· ἐκβάλλεται
παραγραφή· ζημία
παραγράψαι· ὃ ἡμεῖς λέγομεν διαγράψαι. καὶ τὸ ἐκ τραπέζης λα-
βόντα διὰ γραμμάτων τοῦ τραπεζίτου πιστώσασθαι
παραγράψεται· οὐ παραδέξεται
παραγυμνῶσαι· φανεροποιῆσαι
παραγωγαί· ἀπάται. χρήσεις
παραγωγάς· χιτὼν παρὰ Πάρθοις
πάρα δέ· ἐγγὺς δέ
παραδέδρομα[ι]· παρεμνήσθην
παραδειχθέν· φανερωθέν
παράδειγμα· ὑπόδειγμα. ἢ παρασκευασθέν τι ἔλαττον εἰς μείζονα
παραδειχθῶ· οὐ φαίνομαι
παράδεισος· τίθεται ἐπὶ τῶν ἀναισθήτων. οἷς ἐστιν ἐμπεριπατεῖν.
ἢ τόπος [ἔνυδρος ἤτοι] εὔυδρος, ἐν ᾧ περίπατοι. καὶ ἡ βασιλέως κα-
τάλυσις
πάρα δέ σοι· πάρεστι δέ σοι
παραδήμῳ· ἐξακούστῳ
*παραδειγματίσαι· φανερῶσαι. θριαμβεῦσαι
παρὰ δίκην· παρὰ τὸ δίκαιον
παρὰ δόξαν· παρ' ἐλπίδα, παρὰ προσδοκίαν
παράδοξον· θαυμαστόν. ἀπροσδόκητον
παράδοξος· ὁ παρὰ δόκησιν λεγόμενος
παράδοσις· ἄγραφος διδασκαλία
παραδόσεων· διδασκαλιῶν
παραδραθέειν· παρακοιμηθῆναι
παραζηλῶν· παροξύνων, παρεξισῶν
παραζωστρίς· μικρὰ μάχαιρα
παραθαλπόμενος· παραθερμαινόμενος. παρακμάζων. παραμυθού-
μενος
παραθεῖ· παρατρέχει
παράθεμα· ἐπίθεμα
παραθέουσι· παρατρέχουσι
παραθήγειν· ἀκονᾶν, παροξύνειν
παραθήκη· παρακαταθήκη. [παράθου
παραθῆται· ἐκβάλλῃ
παρὰ θῖνα· παρὰ τὸν αἰγιαλόν
*παραθέντες· ἐκβληθέντες
παράθρανος· κώπη τις ἐν ταῖς παραθράνοις
παρ[α]θρέξειας· παραδράμοις
παραθῶτε· [ἐκβάλλει]
παρα(ι)βάται· οἱ ἐπὶ τῶν δίφρων ἑστῶτες μαχόμενοι, οἱ κύριοι τῶν
ἁρμάτων
παρ' αἰγείρου θέα· Ἐρατοσθένης φησί, ὅτι πλησίον αἰγείρου τινὸς
θέα (αἴγειρος δέ ἐστι φυτοῦ εἶδος) ἐγγὺς τῶν ἰκρίων. ἕως οὖν τούτου
τοῦ φυτοῦ ἐξετείνετο καὶ κατεσκευάζετο τὰ ἰκρία, ἅ ἐστιν ὀρθὰ ξύλα,
ἔχοντα σανίδας προσδεδεμένας, οἷον βαθμούς, ἐφ' αἷς ἐκαθέζοντο,
πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον
*παράδοξος· θαυμαστός. ἐπάξιος. καὶ ὁ παρὰ δόκησιν λεγόμενος
*Παραίλεως· ὄρος ἐγγὺς μ ρ θ ν{ο}
*παραινεῖ· συμβουλεύει
παραιθένατα· τὰ ἀπὸ τῶν μικρῶν δακτύλων παρὰ τὸ θέναρ, ἤγουν
ἐπὶ τὸν καρπόν
παραικάτια· αἱ ἐπὶ τοῖς ζεύγεσι τῶν ὁπλιτῶν τάξεις
παραίνεσις· συμβουλή, νουθεσία, σωφρονισμός
παραίπαιμα· παρακοπή
παραὶ ποσί· παρὰ τοῖς ποσί
παραιρεῖται· ὀλίγα ἀφαιρεῖται
παραιρήμ[μ]ατα· παράρματα ἱματίων
παραιροῦνται· ἀφαιροῦνται
*παραὶ ποσὶ κάππεσε θυμός· ἠγωνίασ(αν), καὶ κατέπεσαν τῇ
γνώμῃ [ἢ ποσίν]
παραισαβάζειν· παραμεμηνέναι. ἀπὸ τοῦ Σάβου
παραίσι[μ]α· ἀλλοῖα τῶν προσηκόντων
*παρίσομαι· ....
παραΐσσοντα· παρατρέχοντα
παραίτησιν· παράκλησιν
παραίφασις· ἀπολογία. παραλογισμός. παραμυθία. συμβουλία. πα-
ρηγορία. παραίνεσις
παραιφάσσει· τινάσσει. πηδᾷ. παρακινεῖ. καὶ τὰ ὅμοια
παραιφηλούμεθα· παραγόμεθα
παρακαίρια· παράκ(αι)ρα
παρακαταθήκη· ἐνέχυρον
παρ[α]κατέλεκτο· παρακατέκειτο
παρακεκλημένοι· παραμυθηθέντες, παρακληθέντες
παρακεκόαται· παρανοεῖ
παρακεκομμένον· ἄνανδρον
παρακέκρουνται τῶν φρενῶν· (παρ)ηλλάττοντο
παρακελεύσεσθαι· προτρέψασθαι
παρακελεύουσιν· ἐπιτρέπουσιν
παρακεχόρδικεν· παρήλλαχεν. παρήμαρτεν
παρακεώμεθα· ἐγκείμενοι ὦμεν
*παράκλητον· πνεῦμα λέγεται, ὡς τὰς παρακλήσεις τῶν ὅλων δεχό-
μενον
*παρακλήτορες· παραμυθηταί
*παρακλιδόν· ἕνα παρ' ἕνα. παρακεκλιμένος. παρατετραμ(μ)ένος·
"παρακλιδόν, οὐδ' ἀπατήσω"
*παρὰ κληῖδος ἱμάντα· παρὰ τοῦ τρυπήματος παραγομένου κλεί-
θρου, δι' οὗ τὸν ἱμάντα ἐνιᾶσι
παρακοᾶν· παρανοεῖν
παρακοίτης· ὁ ἀνήρ. γυνὴ γαμετή, παλλακίς {παράκοιτις}
παρακονᾶν· τὸ ἐν τῷ ἀσπάζεσθαι παρατρίβειν τὸ γένειον καὶ τὰς
παρειάς
παρακόπτει· μαίνεται
παρακόρησον· παρακάλλυνον
παρακοττεῖ· παραφρονεῖ
παράκρουσις· [ἀπάτη. [παρενεγκεῖν]
παρακροτήσαντες· παραθαρσύναντες
παρακροτῶν· παροξύνων
παρακρούει· πλανᾷ, ἐξαπατᾷ
παρακρουσθέντες· παραλογισθέντες
παρακρουσιχοίνικος· παραλογιζόμενος ἐν τῷ μέτρῳ. εἴρηται δὲ
οὕτω διὰ τὸ κρούειν τὰ μέτρα καὶ διασείειν ἕνεκα τοῦ πλεονεκτεῖν
παράκρουστος· μωρός
παράκτης· ὁ τῶν κυνηγῶν τοὺς κύνας ἐπὶ τὴν θήραν ἄγων
παρὰ κωφὸν ἀποπαρδεῖ· ἡ παροιμία. πρόδηλος δὲ αὐτῆς ἡ
αἰτία
παραλαλοῦντος· ......
παρὰ λαπάρη(ν)· παρὰ τὴν λαγόνα
παραλέ(λε)ξαι· παρὰ τὸ τὰς ὑπερεχούσας (τρίχας) ἐν ταῖς ὀφρύσι
παραλέγειν
παραληρούντων· μωρὰ λαλούντων
παραλία· ἡ Ἀττική. ἔνθεν καὶ ἡ ναῦς {πάραλος}
παραλία καὶ {πάραλος} καὶ {παράλιος}· παραθαλάσσιος
*παραλαλεῖ· φλυαρεῖ, μὴ γινώσκων ἃ λαλεῖ
παραλίτης· ὁ ἀπὸ τῆς παράλου· ἡ δέ .... ἐστιν ἱερὰ ναῦς
παραλλαγῆς· ἐναλλαγῆς, ἀλλοιώσεως
παραλλάξαι· * διάβηθι, πάρελθε
παραλλάξας· ἐνηλλαγμένως. παρελθών
παρ' ἀλλήλαις· ἐγγὺς ἀλλήλων
παράλληλον· ἀκόλουθον, ὅμοιον τῷ μεταξὺ ὄν
παραλογισμός· ἀπάτη λογισμοῦ
παραλογιστής· ἀπατεών
παράλογον· ἀλόγιστον
πάραλ[ι]οι· οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀττικῆς
παραλουργεῖς· οἱ ἧττον[ες] ἔνδοξοι καὶ ἔντιμοι· ὡσεὶ λέγοι τις· {πα-
ραβαφής}· {Ἁλουργὲς} γὰρ τὸ ἐκ τῆς θαλαττίας πορφύρας ὕφος
παραλούς· παρακρατηθείς. συσχεθείς
παραλυθῆναι· ἀπολυθῆναι
(*)παραλοῦμαι· παροιμιωδῶς· ἐπεὶ ὑπὸ τῶν πλουσίων οἱ πένητες
παρελοῦντο
παραλώματα· [τὰ ἔξωθεν]
παραλώματα· τὰ ἔξωθεν τῶν {μ}ρών (ς)κεπασμάτων
παραμαρτών· ἀποτυχών
παραμήνας· [παραναγνούς
παραμήξας· παραλλάξας]
παραμεῦσαι· παραλλάξαι. ἐκτραπῆναι
Παραμήνη· ἡ τῶν θεῶν μήρα. Λυδοί
παραμίξεται· γειτνιάσει
παρ' ἄμμι· παρ' ἐμοί
παραμνείσω· [παραμένοντι καὶ καταπραΰνοντι τὸ μένος, ἤγουν δύ-
ναμιν]
παράμονος· καρτερός
παραμυθίαν· παράκλησιν
παραμυ(θή)σασθαι· συμβουλεῦσαι
παρὰ ναῦφιν· παρὰ τῶν νεῶν
παρὰ νῆας· παρὰ τὰς ναῦς
παρὰ νηυσί· παρὰ τοῖς πλοίοις
παράνοια· ὑπερηφανία
παράνομος· ἄνομος, ἄδικος, ἄθεσμος. ἁμαρτία
πάραντα· τὰ παρὰ τὸ ἀντικρύ, οἷον πλάγια, τὰ παρατετραμμένα
τῆς εὐθείας ὁδοῦ
παράνυμφος· νυμφεύτρια
παραξιφίς· μάχαιρα
παρ[αρ]άορος· σειραφόρος
παραός· ἀετὸς ὑπὸ Μακεδόνων
παράπαγος· μάνδαλος θύρας
παραπαίει· παρακόπτει, μαίνεται, ληρεῖ, παραφρονεῖ
παραπαιόντως· ὁμοίως
παράπαιστος· παραπλήξ. ἢ παρειμένος
παράπαν· παντελῶς, καθόλου
παρὰ πάντας· ὑπὲρ πάντας
παραπασσόμενος· ἐπιβαλλόμενος
παραπείσῃ· [παραπαίξῃ]
παραπέμποντες· ἀπωθούμενοι
παραπεπ[ε]ίθοιμι· παραπείθοιμι
παραπεπλεγμένως· συμπεπλεγμένως
παραπετάσματα· παρακαλύμ(μ)ατα
παράπηχυ[ν] ἱμάτιον· τὸ παρ' ἑκάτερον [μέρον] μέρος ἔχον πορ-
φύραν
παραπικραίνων· παροργίζων
παραπλαγιάσας· πλαγιασάμενος
παραπλάγξασα· παρακρουσθῆναι ποιήσασα
παραπλασμός· ὁ ἐν ταῖς τῶν αὐλῶν τρύπαις ῥύπος
παραπλέξαι· ἐμπλέξαι
παραπλάσματα· τὰ κηρία τὰ ἐπιτιθέμενα τοῖς ζητήμασιν ἐν τοῖς
βιβλίοις
παραπλῆγος· μανιώδους
*παραπλῆγας· τοὺς τὰς ἄκρας ἀνατεινούσας ἔχοντας αἰγιαλούς. ἢ
{πέτρας}
παραπλήγων· μαινομένων
*παραπληγία· παρακοπή
παραπλήξ· παράφρων, τὰς φρένας βεβλαμ(μ)ένος, μανιώδης, παρα-
κόπτων, παραφρονῶν
παραπληξία· μανία
παραπλήσιος· ἐμφερής, ὅμοιος
παραπλῆττον· ἐκπλῆττον
παραπλόκαμος· ἡ παραπεπλεγμένη τὰς τρίχας
παραπλομένοισι· παροῦσι
παρὰ πλόνεσι· [παρὰ πολλοῖς]
παραπλώζειν· τὸ παρὰ τὴν ὁδὸν ἵστασθαι, ἢ ἰέναι
παρὰ πόδα· εὐθέως. ἐγγύθεν
παρὰ ποδί· παρὰ τοῖς ποσί
παρὰ πολύ· πολύ
παραποιεῖν· παραπράττειν
παραποιήσασθαι· παρασφραγίσαι
παραπρονοῆσαι· ἐνθυμηθῆναι, νοῆσαι
παραπομπή· μετακομιδή
παραρεῖν· φληναφεῖν
παρα(ῤ)ῥητοί· παραινετικοί, σύμβουλοι, παραμυθητικοί
παρα(ῤ)ῥητοῖσι· παραμυθηταῖς
παραῤ(ῥ)ύματα· δέῤῥεις
παραρτίζεσθαι· παρασκευάζεσθαι
παραρυῇς· μετεωρισθῇς, παραπέσῃς
παράρυμα· Σοφοκλῆς Πολυξένῃ {παράρυμα ποδός}, ὡς κρεμαμέ-
νων τινῶν ὑφασμάτων ἐκ τοῦ ἅρματος πρὸς κάλλος. τινὲς δὲ σχοινίον
ἐν ταῖς ναυσίν. οἱ δὲ ὑπόδημα
παραρυμίς· τὸ παρὰ τὸν ῥυμόν
παραρυτεῖν· παρέχειν
*παραρυῶμεν· ἐξολισθῶμεν
*παραρυόμενον· παραπεσό[μενο]ν, παραῤ(ῥ)υέν
παρασάγγας· εἶδος μέτρου Περσικοῦ
παρασαγγιλόγω· οἱ Πέρσαι τοὺς διαγγέλλοντας οὕτω λέγουσι
παρασάγγης· μέτρον ὁδοῦ, τριάκοντα σταδίους ἔχον
παρασαρῶσαι· ἐροὴ δὲ καὶ [κάλυθρον ἢ] κάλλυντρον τὸ σάρον. καὶ
κόρηθρον καλεῖται
παρασεσυρμένοι· παρελκυσμένοι, ὑπεσκελισμένοι
παράσημα· τεράστια
παρασημαίνει· παραχαράττει. παραδηλοῖ
παράσημον· ἀδόκιμον, κίβδηλον. ἀπὸ τὸ καὶ νομισμάτων τὰ κίβδηλα
{παράσημα} λέγεται
παράσιτοι· ἀρχὴ ἐπὶ τὴν τοῦ ἱεροῦ σίτου ἐκδοχήν ......
παράσιτος· κοσσοτράπεζος
παρασιωπῶν· μακροθυμῶν
παρασκευάζεται· εὐτρεπίζεται, ἑτοιμάζετο
παρασπάς· φυτὸν ἀπεσπασμένον
παρασπάσησθε· ἀφέλησθε
παρασπίζουσα· σύνουσ(α). συνοικοῦσα
παρασπιστής· παρεστώς. ὁπλίτης
παρασπονδήσας· παραβὰς τὰς συνθήκας
παρασπονδοῦντες· ἐχθραίνοντες. πολεμοῦντες
παρασπῶν· συλῶν
παραστάδες· οἱ πρὸς τοῖς τοίχοις τετ[ρ]αμένοι κίονες
παρασταδόν· ἐκ τοῦ σύνεγγυς, ἢ παραστάντες, ἢ παραστατικῶς, ἢ
κατὰ τρόπον, ἢ κατὰ τὸ δέον
παρασταθμίδες· τῆς θύρας τὰ πρὸς τῷ στρόφιγγι
παράστανον· λόγχη
παράστασις· φυγή. καὶ τὸ φυγαδεῦσαι {παραστήσασθαι}
παραστάται· τὰ ἀπὸ τῶν νεφ(ρ)ῶν ἀγγεῖα. καὶ οἱ πρὸς τὰς ὤας
στήμονες
παραστάτην· προστάτην
παραστάτησον· παραστάτης γενοῦ. νίκησον
παραστατίς· ἀγγεῖον θερμαντικόν
παραστέλλεται· ἀναστέλλεται
παραστέλλων· ἀναστέλλων
παραστησάμενος· μετακαλεσάμενος
παραστίζουσα [ἢ παραστίζων ἢ παραστιχθείς]· ἐπ(ε)ὶ τῶν
[ἀνακλυσετῶν] ἀφυστερούντων τὰ ὀνόματα παρέστικται. [Σώφρων δὲ
κεντήματά φησιν.] ἄλλοι, ὡς ἀπόντα [τινὰ] παραστήσουσα σημειου-
μένη
παραστόρνυται· καὶ τὸ λεῖον ποιῆσαι ξίφος, καὶ τὸ παράστροτον
*παρασυνεβλήθη· ὡμοιώθη
παρασύρει· χαυνοῖ. παρατρέπει
παρασυρέντες· παρατραπέντες
παρασυρῶ· παρατρέψω, καὶ τὰ ὅμοια
παρά σφιν ἢ παρά σφισιν· παρ' [ἑ]αὐτοῖς
*παράχασον· ἀναχώρησον
παρασχεδιαζομένη· παραχαραττομένη
παράταξις· πόλεμος. φάλαγξ. καὶ ὄνομα
παρατάσσεται· ἐν πολέμῳ ἀνθίσταται
παρατατικός· ἐκτεταμένος
παρατέθηγμαι· παρηκόνημαι. παρωξύνθην
παρατεθηγμένος· ἠκονημένος
παρατείνει· παρέλκει. πλατύνει
παρατεκτήναιτο· παρὰ τὰ ὄντα κατασκευάσειεν
παρατενεῖς· ἀπολεῖς
παρατέτακται· ἡτοίμασται
παρατηρημάτων· ἐπιτηρήσεων, παραφυλάξεων
*παρατούριον· [ἀντίπανον. κράσπεδον
*παραχαράκτης· διαστροφεύς, παρατρωτὴς τῶν εὖ τεθέντων νόμων
παρατηρημάτων· ἐπιτηρήσεων,] κληδονισμῶν τε καὶ ἀπαντήσεων
παρατρέπει· παραγορεῖ
παρατρέχει· παρέρχεται
*παρὰ τὸ εἰκός· παρὰ τὸ δέον
παρατρέψαι· παρενέγκαι. πορθῆσαι
παρατρέψας· παρελάσας
παρατροπαῖς· μεταβολαῖς
παρατροπέων· παρατρωπῶν. παραλογιζόμενος
παρατρύζει· παραφωνεῖ. γογγύζει
παρατρύζουσι· γογγύζουσι. καὶ τὰ ὅμοια
παρατρωπῶσ'· παρατρέπουσι, παραπείθουσι τῆς ὀργῆς
παρατ[ρ]υχών· παρών
παραύδα· παραφώνει, παρηγόρει
παραύλια· τὰ παρὰ τὴν αὐλήν, οἷον πρόχωρα
πάραυλος·
πάραυλος Ἑλλησποντίς, ὡραία θέρους,
ἡ κατὰ τὸ θέρος ἀκμάζουσα
παραυτά· παραχρῆμα, εὐθέως, παραυτίκα
παρ' αὐτόφι· παρ' αὐτῷ
παραυχενίζων· παρακλίνων
παράφημι· παραινῶ. παραμυθοῦμαι. συμβουλεύω
παραφθαίησι· παραδράμοι
παράφορα· παρατετραμμένα
παραφορμά· ἀρχή τις τῶν συνεξιόντων βασιλεῖ
παράφορος· παραφερόμενος. παρόμοιος. ἐξεστηκώς
παράφρων· ἀνόητος
παραχαράσσον· παραλλάσσον, παρασημαῖνον
παρὰ χεῖρα· μετὰ χεῖρα, ἐν χερσί
παραχρᾶται· κακῶς λέγει
παραχρῆμα· παραυτίκα. [ἀθρόως.] εὐθέως
παραχωρημάτων· ἐκβολῶν
παραψίδες· [τὰ μεγάλα τρύβλια]
παραψυχή· παραμυθία
παρδακῶν· διύγρων
παρδαλέην· παρδάλεως δοράν
πάρδαλις· ποιὸς ὄρνις
πὰρ δέ· παρὰ δέ
πάρδικος· ἡ οἰκοδομὴ τῆς καθέδρας
παρεᾶσαι· πλαγιάσαι
παρέβασκε· παρεβάτει
παρεβλήδην· [ἐρεθιστικῶς]
παρεγγεγραμμένος· ὁ μὴ κατὰ νόμον τοῖς πολίταις (ἐν)τεταγμένος.
δημοποίητος [παῖς]
παρέγγ[έγ]ραπτος· νόθος. παρεγγεγραμμένος
παρεγγραφέντων· ῥᾳδιουργηθέντων
παρεγγυᾷ· παραγγέλλει. διαδίδωσιν
παρεγγυᾶται· λέγει. παραδίδωσιν. ἐντέλλεται. παραινεῖ. διδάσκει.
προλέγει. παραγγέλλει. διαβεβαιοῦται. ἢ {παρεγγυᾷ}
παρεγγυήσαντος· παρασχόντος
παρεγχρίψεται· ἐγγίσει, προσπελάσει
*παρ' αἰδοίῃσι· παρὰ ταῖς αἰδοῦς ἀξίαις
πάρεδρον· παρακαθήμενον. παραμένον. σύνθρονος
πάρεδρος· ἀρχή τις "καὶ αὐτὴ ἡ κελεύουσα παρέδρους δίδο[υ]σθαι
ὑπὲρ τοῦ τὸν ἁμαρτάνοντα μηνύεσθαι"
παρέζεο· παρακαθέζου
παρεζόμενος· παρακαθήμενος
παρεθείς· ἐκβληθείς. ἢ ἐάσας
παρεθεωροῦντο· κατεφρονοῦντο
παρεθήγοντο· παρωξύνοντο
παρειά· γνάθος
*πάρει· ἦλθες
παρεῖαι ὄφεις· ὄφεων εἴδη μεγάλας παρειὰς ἐχόντων· ταῦτα δὲ ἥκι-
στα δάκνει ἀνθρώπους
παρείθη· παρελύθη, ἐχαυνώθη. ἐκρεμάσθη, ἐχαλάσθη. ἐάθη
παρείεμαι· [παραλέλυμαι]
παρεικάθῃ· παρέλθῃ. [παρελύθη]
παρείκαμεν· παρεπέμψαμεν
παρείκει· παρέρχεται
παρείκουλον· [ἀπόφασις ἄρχοντα]
παρεῖμαι· παραλέλυμαι, ἐκλέλυμαι
παρειμένος· παραλελυμένος, ἐκλελυμένος, παράλυτος. παρεωραμένος.
τετελευτηκώς. ἢ καταπεφρονημένος
παρειμένως· καταφρονητικῶς, ὁμοίως
πάρειμι· ἐῶ. ἢ παραλελυμένος
παρείμην· [εὑρέθην. ὑπῆρχον]
παρεῖναι· ἐᾶσαι
παρεῖξαι· παραχωρῆσαι
παρείπῃ· παραλογίσηται
παρειπεῖν· παραμυθήσασθαι. παραινέσαι. παραπείσειν. παραλογί-
σασθαι
*παρειμένων· παρεωραμένων
παρεῖρξαν· [ἐκώλυσαν]
παρείς· ἐάσας, ἀφείς, καταλιπών
παρείσακτον· ἀλλότριον
παρείσανον· κράσπεδον, ἀκρωτήριον
παρείση· [παραστίκης]
παρείσθωσαν· παραλυέσθωσαν
πάρεισιν· εἰσίν
παρεισκρίνεται· παρεισέρχεται. παρεισβάλλει
παρεισρέων· παρεισερχόμενος
πάρ[ε]ιτε· παρέλθετε
παρεκίρνα· παρέμισγε
παρεκλήθη· παρεμυθή(θη)
παρέκλησε· παρῆλθεν
παρὲκ νόον ἤγαγέ [μου]· τὸν νοῦν παρελογίσατό μου
παρὲκ μίτον· παρὰ τὸ(ν) μίτον
παρεκναμε[νο]ῦντο· παρεπ[ιπ]ορεύοντο ἐπιπόνως
παρεκρότει· παρώξυνεν
παρεκρούσατο· ἐχλεύασεν. παρεψηφίσατο. διεσκέδασεν
παρεκτικόν· παρεχόμενον
παρεκόπτου· ἠφάνιζες
παρέλαβες· ἐπαιδεύθης
παρελάσας· παραδραμών
παρελέγετο· παρὰ τὸν αἰγιαλὸν ἔπλεεν
παρελέξατο· ἐκοιμήθη. παρεκλίθη. ἢ παρεπλέξατο· τὸ γὰρ παρα-
πλέξαι τινὲς {παραλέξασθαι} καὶ {λέξασθαι} λέγουσιν
παρελεύσεαι· παραδραμεῖς· καὶ παραλογίσῃ
παρελεύσεται· παραδράμῃ, παρέλθῃ
παρεληλυθότας· παραβαίνοντας
παρελθόντων· εἰσελθόντων
παρέλκεται· διατρίβει
παρέλκον· περισσόν. [περιττόν.] βραδύ. παρατεῖνον
παρέλκυσις· βράδος, βραδυτής
παρελογίσασθε· ἠπατήσατε, ἐψεύσασθε, ἐχλευάσατε
παρελύθησαν· ἠσθένησαν
παρέλυσε· καθεῖλεν, ἐξέβαλεν
παρεμβαλεῖ· παρεντίθησιν
παρεμβαλεῖ· ἐπισκέπει
παρεμβάλ[λ]οιτο κλῆρον· συγκληρώσαιτο
*παρεμβολή· στρατόπεδον. παράταξις. στῖφος στρατιᾶς, ἢ πλῆθος.
ἢ οἴκησιν. ἢ κάστρον
παρεμπίνειν· τὸ ἐκτὸς λόγου πίνειν
παρ' ἔμοιγε· πάρεισι γάρ μοι
παρεμφάρακτος· ἀσελγής. πέρπερος
παρεμφαίνεσθαι· παραδηλοῦσθαι
παρεμφερές· ὅμοιον
παρ' ἕν· κατὰ τὸ ἑξῆς
παρενδοθῇ· παρατεθῇ
*παραίνεσις· συμβουλία. διδασκαλία
παρενεγκεῖν· παραθεῖναι. παραβαλεῖν
παρενήνεον· παρανιέων. παρετίθεσαν ἀθρόως. παρεσώρευον
παρένθετος· παρείσακτος
παρενθῆκαι· μετενήνεκται (ἢ) ἀπὸ τῶν τεχνιτῶν τῶν παρεργαζομένων
ἔνια λεπτά. ἢ ἀπὸ τῶν πλοϊζωμένων· παρεντιθέασι γὰρ τοῖς φορτι-
κοῖς κοῦφα. ἀπὸ τῶν καμιν(έ)ων· τοῖς γὰρ πίθοις πινακίσκοι παρεν-
τίθενται καὶ λεπτά
παρέντες· παραλείψαντες, ἐάσαντες
πάρεξ· χωρίς, ἐκτός
παρεξειρεσίαν· τὸ κατὰ τὴν πρῷραν πρὸ τῶν κωπῶν· ὡσεὶ λέγοι
τις, πάρεξ τῆς εἰρεσίας
*παρελέξατο· παρεκοιμήθη
παρεξηυλημένος· ὑπὸ γήρως τὸν νοῦν παρεξηυλημένον ἔχων, ἀμυ-
δρόν. μετενήνεκται δὲ ἀπὸ τῶν γλωσσίδων τῶν ἐν τοῖς αὐλοῖς· αἱ
γὰρ κατα(τε)τριμμέναι ἐξηυλῆσθαι λέγονται
παρὲξ ὁδοῦ· ἔξω τῆς ὁδοῦ
παρὲξ εἴποιμι· παρὰ τὴν ἀλήθειαν εἴποιμι
πάρεξ τὸ θεῖον χρῆμα· ἔξω τῆς μίξεως
παρεοικώς· παρόμοιος
παρεόντα· παρόντα
παρέπαφεν· παρέπεισεν
παρεπίδημος· πάροικος
παρεπλάγχθη· παρεκρούσθη
παρεπτάμενα· περιττά
παρεπτάμενον· περιττόν
πάρεργον· νόθον, ὡς μικρόν τι τῶν ἀναγκαίων
παρεργότατα· [κατεῤῥογότατα]
παρέργως· ἀκαίρως. ῥᾳθύμως
παρενεῖται· [ὀλίγα ἀφαιρεῖται]
παρ' ἐρινεόν· παρὰ τὴν ἀγρίαν συκῆν
παρερέωσαν· παρετάξαντο, ἐν πολέμῳ ἀντέστησαν, κυρίως δὲ μετὰ
τῶν ῥεῶν
παρεῤ(ῥ)υπωμένα βιβλία· οἷς κηροὺς προσπλάσσομεν, πρὸς τὸ
ζητῆσαί τινα
παρέρχεται· ὑπερβάλλε[τα]ι
παρεῤῥωγότα· κατεῤῥωγότα
*παρεσταμένη γῆ· ἐφ' ᾗ τις ὀφείλει δάνειον· καὶ ἡ ἐκδεδομένη
ἐπὶ γεωργίᾳ
πάρεσαν· παρῆσαν
παρεσθίε[τα]ι· παραβιβρώσκεται
*πάρεσιν· ἄφε[ω]σιν, συγχώρησιν
παρέσεσται· [πάρεσται]
παρέσμεθα· ἤλθομεν
πάρεσο· παραγενοῦ
παρεσόμεθα· [παρεγενόμεθα
παρεσόμεθα· παρεῖναι μέλλων
παρέσσυα· παρόρμησα. παραγινομένη
παρέσσεται· παρέσχεται
*παρεσπονδημένοι· ἔκθεσμοι. παρηνομένοι
παρεστέλλετο· παρεγίνετο
παρέστη[σε]· παρεγένετο. ἐπέστη
πάρεστιν· ἐστὶν ἐγγύς
*παρέσφηλεν· παρεφάνετο. ἀποτυχεῖν ἐποίησεν
παρέσφαλεν· ὁμοίως
παρέσχεν· ἔδωκεν
παρετάξατο· ἐν πολέμῳ τέθνηκεν
παρετάξαντο· ἐπολέμησαν
παρέτμηξεν· ἐξηφάνισεν
πάρετος· παραλελυμένος
παρετρώπασκε· παρετρέπετο
παρευημερεῖσθαι· νικᾶσθαι
παρευημερηθείς· παροραθείς
παρευθύνουσι· βιάζονται. παραφέρουσιν
παρευθύνωσιν· ὁμοίως
παρευνάζων· παρακοιτάζων
παρεφάσεις· [παραινέσεις
παρεφασίῃσι· παραμυθίαις]
παρεφέρετο· ἐδαιμονίζετο
παρέφησε· παρεγράψατο. ἠπάτησεν
παρεχάσσατο· παρεχώρησεν
παρέχει· δίδωσι, χορηγεῖ
παρῇ· ἔλθῃ
πάρηβον· παρὰ Κτησί(ᾳ), ξύλον τι
παρήγαγεν· ἤνεγκεν. ἢ ἠπάτησεν
παρηγοναῖς· παραγώγως. ἀπάταις
παρηγορεῖ· παρακαλεῖ, παραμυθεῖ(ται)
παρηέρθη· παρηνέχθη
παρήθη· [ἐάθη]
παρήϊξαν· ἐκώλυον
παρήϊον· ὁ παρὰ τὸ γένειον τόπος. καὶ κόσμος ἐπὶ μετώπου τῶν
ἵππων παρὰ γνάθον
παρῆκεν· ἀφῆκεν, εἴασεν, ἔλειπεν
παρήκτης· [πάντα πράττων ἐπὶ κακῷ
παρήθρει· παρῃωρεῖτο
παρῆκεν· εἴασεν, ἀφῆκεν,] ἀπέλυσεν
παρήλασα· παρεφθεγξάμην. παρέβην
παρήλατοι· παραμύθιοι
παρῆλθε· ἧκεν. εἰσελήλυθεν
παρήμενος· παρακαθήμενος. ἔκλυτος
παρημένων· παρενηνεγμένων
παρημοσύνη· [θεραπεία]
παρηνέχθη· παρεκρεμάσθη
παρῇξαν· ἐκώλυσαν
παρήορος· ὁ παραιωρούμενος. ἄφρων. καὶ ἵππος ὁ παράσειρος, ὁ
ἐκτὸς τοῦ ἅρματος τρέχων
παρήπαφεν· ἠπάτησεν. ἐξέστησεν
παρηρία· μωρία
*πάρερος· ὁ μωρός
παρήσει μοι· δοκῶ
πάρησιν· [χαύνωσιν]
παρήσομεν· ἐάσομεν. παράσχωμεν
παρήτασεν· ἐξήτασεν
παρηυμάρησαν· κατεφρόνησαν
παρθέμενοι· παραθέμενοι, παραβάλλοντες
σφὰς γὰρ παρ[α]θέμενοι κεφαλάς
παρθενίας· ἀβυρτακῶδές τι πέμμα
παρθενική· παρθένος
παρθένιοι· οἱ κατὰ τὸν Μεσσηνιακὸν αὐτοῖς πόλεμον γενόμενοι ἐκ
τῶν θεῶν. καὶ οἱ ἐξ ἀνεκδότου λάθρα γεννώμενοι παῖδες, ἀπὸ τοῦ
δοκεῖν ἔτι παρθένους εἶναι τὰς γεννησαμένας αὐτούς. καὶ ποταμὸς
Παφλαγονίας {Παρθένιος}
*παρθενοπίπας· ὁ τὰς παρθένους ὀπιπεύων, οἷον περιβλέπων, ἢ
ἀπατῶν
Παρθένοι· τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων .....
Παρθένου Παλληνίδος· [ἱέρεια] Ἀθηνᾶς. ἔστι γὰρ ἱερὸν Ἀθηνᾶς
ἐν Παλληνίδι
παριαμβίδες· Ἀπολλόδωρος παρὰ τοὺς ἰάμβους αὐτά(ς) φησι πε-
ποιῆσθαι, ἃς οἱ κιθαρῳδοὶ ᾄδουσιν
Παριανός· ἐξ ἐπιθέτου Πρίαπος
παριαύων· παρακοιμώμενος
παριδρύσαντες· παρακαθίσαντες
παρίεται· ἐᾷ, παραπέμπεται
παρίημι· ἐῶ, καταλιμπάνω, συγχωρῶ, ἀφίημι
παρίησιν· ἀφίησι, συγχωροῦσιν
παρικτόν· παρερχόμενον
*Πάροικοι· γένος τι Ἀθήνῃσιν
παριλλαίνουσα· παρεμβλέπουσα. {ἴλλοι} γὰρ οἱ ὀφθαλμοί
πάριον· [πιστόν. κάτοχον]
Πάριος· Πάριδος. [πιστός. κάτοχος]
παριππεύει· ἀφεῖ αὐτοὺς καὶ ἄλλῃ ὁδεύει. παρατρέχει. παρακο-
λουθεῖ
παρ' ἵππων· παρὰ τῶν ἵππων
παρίσθμια· τὰ περὶ τὸν φάρυγγα
παρίστασθαι· τὸ ἁρπάζειν τοὺς παῖδας
παρισώματα· ὁμοιοειδῆ
*παρίστατο· παρέστηκεν
*παριστῶ· ἀποδείκνυμι
πάριτε· ἔλθετε
παρκατέλεκτο· παρεκοιμᾶτο
παρμέμβλωκε· πάρεστιν. ἢ παραμεμένηκεν. ἢ παραμεμόληκεν
πάρμη· Θ(ρ)ᾴκιον ὅπ(λ)ον, σκεπαστήριον, κονδότρον θυρεοῦ
Παρνάσιος Φωκεύς· .......
Παρνασός· ὄρος Φωκίδος
Πάρνηθος ὄχθος· ὄρος τὸ αὐτό
Παρνησός· τὸ αὐτὸ ὄρος
πάρνοπες· ἀκρίδες
Παρνόπη· Καλλίστρατος Ἀθηναῖος
πὰρ ξίφεος· παρὰ τὴν τοῦ ξίφους (θήκην)
παροδικός· παρόδῳ χρώμενος
πάροδος· μέρος τι τῆς νεώς
παροδούμενον· παροιμιαζόμενον. ᾀδόμενον
παρόδους· διαβάσεις
πάροιθεν· ἔξωθεν. ἔμπροσθεν. ἐπὶ τόπου καὶ χρόνου
πάροικοι· ξένοι, παρεπίδημοι
παροιμίαι· παραινέσεις, παραμυθίαι, νουθεσίαι, ἠθῶν ἔχουσαι καὶ
παθῶν ἐπανόρθωσιν
παροιμία· βιωφελὴς λόγος, παρὰ τὴν ὁδὸν λεγόμενος, οἷον παροδία.
{οἷμος} γὰρ ἡ ὁδός
παρ' οἷμον· παρὰ τὴν ὁδόν [λεγόμενος]. καὶ {πάροιμος} ὁ γείτων
παροιμώσαντες· ἐκτραπέντες τῆς ὁδοῦ
παροινία· ἡ ἐκ τοῦ οἴνου ὕβρις. καὶ οἱαδήποτε ἁμαρτία
παροινίαι· κραιπάλαι. ὕβρεις ἀπὸ οἴνου
παροινιάσαι· ὑβρίσαι, λοιδορῆσαι
πάροινος· ἁμαρτωλός. μεθυστής. ὑβριστής, λοίδορος. ἔκλυτος
πάροιος· [πρᾷος
παροῖραι· ἡγούμεναι, πρότεραι]
παροισθέντι· παρενεχθέντι
παροίσομεν· παρενέγκωμεν. παρακομίσομεν
παροιστρῆσαι· παροξῦναι, ἐρεθίσαι
παροιστρήσουσι· μαίνονται
παροιστρῶσαι· ἐρεθίζουσαι. ἐξεστηκυῖαι
παροίτεροι· μᾶλλον ἔμπροσθεν προάγοντες
παροκλάζοντες· γονατίζοντες
παρολκή· ὑπέρθεσις
παρομαρτεῖ· παρακολουθεῖ
(παρομαρτοῦν· παρεισόμενον)
παρόν· ὑπάρχον. συνόν
παρόντα· προκείμενα
παροξυνταί· οἱ τρεφόμενοι ὑπὸ τῶν ἑταιρῶν ὡς ἂν δὴ ἐρασταί
παροπαιδία· εἶδός τι πήρας
παροπαίδιον· μικρὰ μάχαιρα
παρορμᾷ· προτρέπεται. διεγείρει. παροξύνει
παρ' ὅρμον· παρὰ τὸν λιμένα
πάρος· ἔμπροσθεν. πρότερον
πάρος γε· πρώην. καὶ τὰ ὅμοια
παροτρύνει· διεγείρει
παρ' οὐδέν· εὔκολον. εὐχερές
παρουσία· οὕτως ἐκάλουν καὶ τὰ ὑπάρχοντα [παρουσίαν]. καὶ μή-
ποτε ἡ {παρά} πρόθεσις παρέλκει. Μένανδρος Ὑδρίᾳ
παρουφά· ἡ ἐν τῷ χιτῶνι πορφύρα
παροχετεύει· παραπλαγιάζει. προσεγγίζει. [περιπλησιάζει.] παρα-
φέρει. παρορμᾷ
.παρυστρίδες· [αἱ τὸ ἔλαιον χέουσαι]
πάροχοι· παραβάται. παράπομποι, καὶ οἱ συμπορεύοντες τὴν νύμφην
ἐπὶ τοῦ ζεύγους, καὶ (οἱ) παράνυμφοι
πάροχος· παράνυμφος
παροχῶν· δωρημάτων, χαρισμάτων
παροψίς· ὀξυβάφιον, ἢ ἐμβάφιον
πάρπαγος· ὁ ἄνω τῆς θύρας μάνδαλος
Πάρπαρος· ἐν ᾧ ἀγὼν ἤγετο καὶ χοροὶ ἵσταντο
παρπεπιθόντες· παραπείσαντες, παραλογισάμενοι
πὰρ πυλεῶνα· παρὰ πυλεῶνα
πὰρ πυμάτην· παρὰ τὴν ἐσχάτην
Παῤῥασίη· πόλις Ἀρκαδίας
Παῤῥάσιον· ὄρος Ἀρκαδίας
παῤῥέκτης· πάντα πράττων ἐπὶ κακῷ
παῤῥησία· ἐξουσία. ἄδεια
παρσουλακίρ· τὸν τρίβωνα, ὅταν γένηται ὡς θύλακος
παρτάδες· ἄμπελοι
πάρταξον· ὕγρανον. Λάκωνες
παρτέλλεται· παραινεῖται
παρτετύμβει· παραφρονεῖ. ἡμάρτηκεν
πάρ τοι· πάρεστί σοι
παρτομίς· μικρὸν τῷ μήκει βιβλίδιον
παρυφή· ὕφασμα
παρυφίς· Μένανδρος ἐν Ὑμνίδι
παρφάμεν· παραβῆναι ἅπαντα
παρφάμενος· παραπείσας. εἰπών. παρηγορήσας
πάρφασις· παραίνεσις. συμβουλία. παρηγορία. ἢ ἀπάτη
παρφυσίδες· βάτραχοι
παρῶ· παραλείπω. ἢ συνῶ
παρωάς· παρωαὶ λέγονται ἵπποι τινὲς τὸ χρῶμα πυῤ(ῥ)οί
παρῳδοῦντες· παρατραγῳδοῦντες. χλευάζοντες. ἢ λέγοντες
παρωθοῦντες· ἐκβάλλοντες
παρώκλασεν· ἐγονάτισεν
παρωλένια· τῶν χειρῶν τὰ ὄπισθεν
παρώλισθεν· ὠλίσθησεν, ἐξέπεσεν
παρώλοφα· τὰ ἀπὸ τῶν τενόντων μέρη
παρώμφημα· παρωνυμίασμα
παρώνυμον· ἐκ τοῦ συμβεβηκότος καλούμενον
πάρωος· εἶδός τι πυῤ(ῥ)οῦ χρώματος ἵππου
παρώπαλα· [τὰ περὶ τοῖς ὀφθαλμοῖς.] ἐν τῷ περὶ ἱπποτροφίας
παρόπανος· [ἐμβρόντητος]
παρώπια· τὰ τοῖς ἵπποις παρατιθέμενα δέρματα, ἅ τινες {ἀνθή-
λια} λέγουσι, παρὰ τοῖς ὀφθαλμοῖς
παρῶπται· παρεώραται
παρῶπτο· παρεώρατο
πάρωρον· παράκαιρον
παρωσάμενος· ἀπωθήσας. ἀποβαλών
παρώσας· ἐάσας. ὤσας, ὠθήσας. ἐκβαλών
παρώσατο· ὤσατο. καὶ ὤθησεν
παρωσμένων· δεδιω(γ)μένων
παρώτρυναν· παρώξυναν
παρῴχετο· παρῆλθεν. ἐπορεύετο
παρωχετεύων· ὅταν ἀπὸ τούτου τοῦ μέρους στρέφῃ τὸ ὕδωρ εἰς
ἄλλον ὑδρα(γω)γόν
παρῳχημένας· παρελθούσας
πᾶς· ὅλος. ἕκαστος
πᾶσαι· ὅλαι
πασ[σ]άμενος· γευσάμενος. κτησάμενος
πασάμην· ἐδεξάμην
πᾶσαν ἐπ' αἶαν· πᾶσαν τὴν γῆν
πάσ[σ]ανος· ἀρτοπώλης, ἢ ἀρτόπτης
πάσ[σ]ασθαι· γεύσασθαι
πάσατο· ἐγεύσατο. ἐκτήσατο
πασάτω· ῥανάτω
πᾶσι δέ κεν· περὶ πάντων δέ
πᾶσις· κτῆσις
πάσκος· πηλός
πάσμα· ᾧ συνήρτηται πρὸς τὸ τοῦ φυτοῦ φύλλον. ἔνιοι μαλλὸν
ἐρίου
πάσορ· πάθος. Λάκωνες
πασπάλη· τὸ τυχόν. οἱ δὲ κέγχρον· ἢ ἄλευρα κρίθινα
Πασπάριος· ὁ Ἀπόλλων· παρὰ Παρίοις καὶ Περγαμηνοῖς
πασσακίζουσα· πασσαλεύουσα
πασσακίῳ· πασσάλῳ
πάσσακον· πάσσαλον
πάσσαλερ· σφῆνας. (Λάκωνες)
πασσάλιον· τοῦ ζυγοῦ τῆς κιθάρας τὸ μέσον
πασσαλόφιν· τοῦ πασσάλου. ὁ δὲ σχηματισμὸς Βοιώτιος
πασσάριος· σταυρός
πάσσε· συνήθως ἡμῖν·
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων
καὶ ἐνεποίκιλλε·
πολέας δ' ἐνέπασσεν ἀέθλους
ἔνθεν καὶ {παστὸς} τὸ γαμικὸν ποίκιλμα
πάσσεται· ἐσθίει
Πάσσιρος· ὁ τὴν Εἰρήνην κτίσας Ὑπερβόρ(ε)ιος. ἐκαλεῖτο δὲ Εἰρήνη
καὶ Πελαγοῦ(ς)σα
πάσσονα· παχύτερον, ἢ πλατύτερον. καὶ {πάσσους} εἶναι
πάσσοντος· εἰς ἀέρα χέοντος, ἢ σκορπίζοντος, ἢ ῥίπτοντος
πασσυδίᾳ· ὁμοῦ πάσῃ σπουδῇ, ἢ ὁρμῇ. τινὲς δὲ πανδημ(ε)ί
πασσυδίῃ· ὁμοίως
πασσύριον· ἀντὶ τοῦ πασσυδίην. Αἰολεῖς. τὸ πασσύριον ἡμῶν ἁπάν-
των γένος
πασσύρως· ἄρδην. πανοικί
πάσσων· ῥίπτων. χέων. σκορπίζων. ἐπιπάσσων
πάστα· βρῶμα ἐκ τυροῦ ἀνάλου μετὰ σεμιδάλεως καὶ σησαμίου σκευα-
ζόμενον. οἱ δὲ ἔτνος ἀλφίτοις μεμιγμένον
παστάδες· παστοί, στοαί. καὶ τῶν ἀμπέλων αἱ συστάδες. καὶ τόποι,
ἔνθα ἐδείπνουν, ἀπὸ τοῦ πάσ[ς]ασθαι. ἴσως δὲ καὶ οἱ διαγεγραμ-
μένοι οἶκοι· {πάσαι} γὰρ τὸ ποικῖλαι. καὶ ἔτνος ὅμοιον
παστάξ· πάσσαλος
παστάς· στοά. προστάς. {παστάδας}· νυμφῶν(ας)
παστήρια· σπλάγχνα. τὰ ἐντοσθίδια. κοιλία
παστοφόριον· τὸ τὸν παστὸν φέρον. ἢ οἰκονομία. ἢ συναγωγή. ἢ
ναὸς εὐανθής
πασχαλκεύς· [πολύτεχνος]
πασχητιᾷ· πάσχειν θέλει[ν]. ἢ ἀκόλαστος ...., ἢ αἰσχρᾶς ἡδονῆς
ἡττᾶται
παταγεῖ· ψοφεῖ. κτυπεῖ
πάταγος· ψόφος, κτύπος
Πάταικοι· θεοὶ Φοίνικες, οὓς ἱστᾶσι κατὰ τὰς πρύμνας τῶν νεῶν
παττάλους· πασσάλους
πάτανα· τρύβλια
πατάνια· τὰ ἐκπέταλα λοπάδια, καὶ τὰ ἐκπέταλα καὶ φιαλοειδῆ πο-
τήρια, ἃ {πέδαχνα} καλοῦσι. τινὲς δὲ διὰ τοῦ {β} {βατάνια} λέ-
γουσιν
παταπῶ· πάλαι ποτέ
Παταρ(η)ίς· πόλις, καὶ ὄρος Λυκίας
πάτασσε· ὑπὸ ἀγωνίας ἐπλήσσετο, ἐταράττετο
πατάσσει· πλήσσει, κρούει. τρέμει. πηδᾷ. φοβεῖται. ἅλλεται. [ἢ πα-
τάξαι
πατάσσω· ἠχῶ. δέρω, πλήσσω
πάταχνον· σκεῦος λοπαδίῳ ἐμφερές
πατεῖσθε· ἐσθίετε
πατεῖν· πορεύ[ς]εσθαι
πατέοντο· ἐγεύοντο
πατέουσι· καταπατοῦσι
πατεύσουσι· [καταφρονήσουσιν
πατερῆται· ἐσθίουσι]
πατέρες· πλούσιοι. ἢ πρόγονοι
πατευτικόν· [θηρευτικόν]
πατηνόν· πεπατημένον. κοινόν
πατήρ· ὁ φύσας
πατήρια· [ἐγκοί[κ]λια. καὶ τῆς λη[μ]νοῦ μέρη τινά]
πατηταί· οἱ τραπηταί
πατίαι· [χώραι]
*πάτησαν· κατεπάτησαν
πατνή· καλὴ ὑπὸ Πάρθων
πατνώματα· στεγάσματα οἴκου
πάτον· ὁδὸν πεπατημένην
πάτος· ἡ πεπατημένη καὶ λεωφόρος ὁδός. καὶ ἔνδυμα τῆς Ἥρας. καὶ
κόπρος
πατράδελφος· θεῖος πρὸς πατρός
*Παῦλος· θαυμαστὸς ἢ ἐκλεκτὸς σύμβουλος
πατραλοίας· ὁ τὸν πατέρα ἀτιμάζων, πατροτύπτης. καὶ τὸ {μητρα-
λοίας} (οὕτω) συντίθεται
*Πάτραι· πόλις τῆς Ἑλλάδος
πατρέμβατοι· [ὑψηλοί]
πάτρην· πόλιν ἐπαρχίας. φυλήν. πατρίδα.
πάτρης· πατρίδος. σημαίνει δὲ καὶ τὴν ἐκ τοῦ αὐτοῦ πατρὸς γέ-
νεσιν
πατριαί· φυλαί
πατρίδι· πατρῴᾳ
πατρίδα γαῖαν· πατρῴαν γῆν
πατρίδος αἴης· πατρῴας γῆς
πάτριον· [τὴν πομπήν
πατρίς· φυλίς. πατρίδος]
πατριώτης· παρὰ Ἀθηναίοις, ὁ βάρβαρος. καὶ ο(ὐ) πολίτης
πατρόθεν πορδακίδαι· ὅτι πατέρων εἰσὶν ὄνων ἡμίονοι
πατροκασιγνήτῳ· τῷ τοῦ πατρὸς ἀδελφῷ
πατρόπολις· ἡ πατρῴα οἰκία
πατρῴζουσαι· τὰ τοῦ πατρὸς φρονοῦσαι
πατρώϊον· τὸ τοῦ πατρός. καὶ ἀπὸ προγόνων
πατρώϊος· πατρικός
πατρωλοίας· [ὁ τὸν πατέρα τύπτων, ἢ κτε(ί)νων]
πάτρωνες· οἱ πρῶτοι τῶν ἀξιωθέντων τῆς Ῥωμαίων πολιτείας ὑπὸ
Ῥωμύλου ἑκατὸν ὄντες, ὥσπερ δευτέρων πατέρων τάξιν ἐχόντων· καὶ
ἐκ τούτου οἱ κρινόμενοι(ς) βοηθοὶ παραγινόμενοι
πατρῷος Ζεύς·
ναὶ ναὶ καταιδέσθη(τι) πατρῷον Δία
καὶ ἄλλοι πολλοί
πατώσας· διατριβούσας
παύεται· ἥσυχος γίνεται
παῦλα· ἄνεσις, ἀνάπαυσις
παυνί· μικρόν. οἱ δὲ μέγα. ἢ ἀγαθόν
παῦνις· ἀπόχρεως
παῦνον· μέγα
παῦρα· ὀλίγα, εὐ(α)ρίθμητα
παυράκις· ὀλιγάκις, ἢ οὐδὲν ὅλως
παυρακίς· τὴν πέμπτην Σαμοθρᾷκες καλοῦσιν
παῦροι· ὀλίγοι. ἐλάττους. ὀλιγώτεροι
παυσιβάκτρων· ἰσχυρῶν βακτηρίων χρωμένων
*παύσειεν· καταπαύσειεν
παυσικάπη· μηχάνημα τροχῷ ἐοικός, δι' οὗ τὸν τράχηλον εἶρον, ὡς
μὴ δύνασθαι προσενεγκεῖν τὴν χεῖρα ....
Παυστήρια· ὄρη τῆς Ἀχαίας, ἐν οἷς ὁ Ὠρίων ἀπέθανε. καὶ προβλή-
ματα, ἢ φράγματα
παυσωλή· ἀνάπαυσις. τελευτή. κατάληξις
Παφλαγόνες· ἔθνος
παφλάζει· βράζει, ἀναζεῖ
παφλάζοντα· ἠχοῦντα. καχλάζοντα. ἀναβράζοντα, θερμαίνοντα
παφών· κτείνας
παχείᾳ δραχμῆ· τὸ δίδραχμον. Ἀχαῖος
παχείῃ χειρί· τῇ ἰσχυρᾷ
πάχετον· παχύτ(ε)ρον
πάχητες· πλούσιοι. παχεῖς
πάχνη· ἡ ψυχρότης· ἀπὸ τοῦ {πήσσειν}. ἢ λεπτὴ χιών. ἢ παχεῖα δρό-
σος. ἢ τὸ πηγνύμενον ὕδωρ ὑπὸ ψύχους
παχνουμένης· ἀνιωμένης
παχνοῦται· θυμοῦται. πήσσεται· παρὰ τὴν {πάχνην}. φρίσσει. λυ-
πεῖται, ἀνιᾶται
*παχήμερον· τὸ Μενδήσιον λεγόμενον
παχυμερῶς· ἁδρῶς, παχέως
παχύνοοι· παχὺν νοῦν ἔχοντες, ἀνόητοι
παχύποδα· τὸν ὑπὸ λιμοῦ καὶ φιλαργυρίας οἰδήσαντα
παχύτερον· ἁδρότερον. οὐκ ἀκριβῶς
π[ρ]αῶται· συγγενεῖς. οἰκεῖοι. Λάκωνες
πέαρ· Γλαυκίας λιπάρον
πέδα· μετά. ἢ γῆ
πεδάγρετον· μεταμέλητον. μεταληπτόν. ποικίλον. μεταδίωκτον
πέδαι· δεσμά. περισκελίδες. καὶ κρίκοι ἐσκυτωμένοι τῆς νεὼς τοῖς πη-
δαλίοις καὶ τῷ ἱστῷ
πέδαλα· ποικίλα
πεδαλευόμενος· μεταμελόμενος. μεταδιωκόμενος
πεδανῷ ὕπνῳ (ἢ) ἠπεδανῷ· κούφῳ. Ἴων Ἀγαμέμνονι. τινὲς δὲ οὐ
βεβαίῳ
πεδανός· ταπεινός, πεδεινός. ἢ ὁ τῷ μάντει διδόμενος μισθός
πεδάρσ[ε]ιον· μετέωρον. ὑψοῦ
πέδαχνα· τὰ ἐκπέταλα καὶ φιαλοειδῆ ποτήρια
πεδαχνοῦται· ἐξυπτίωται. καὶ τρυφᾷ
πεδαοριστής· ἵππος φρυ(α)γματίας. καὶ μετεωριστής
πέδειλα· ὑποδήματα
πέδελθε· ἱκέτευσον. μέτελθε
πεδέλθῃ· ἱκετεύῃ. μετέρχηται
πέδευρα· ὕστερα. Λάκωνες
πέδευρον· ὕστερον. πάλιν. ὀπίσω
πέδη· εἶδος ἱππασίας. καὶ περισκελίς. δεσμός
πέδησεν· ὑποχείριον ἐποίησεν
πεδῆται· πεπεδημένοι
πεδιάδα γῆν· τὴν Φωκίδα
πεδιᾶλαι· μεταπέμψασθαι. μεταβαλεῖν
πεδιακὰ πρόβατα· πρόβατα ἀπὸ πεδίου, καὶ οὐ λειμῶνος
πεδιάτιδες πύλαι· τὰς πλησίον τοῦ Θυμβραίου ἐν Ἰλίῳ φησί, ἅς
τινες {Ἐπιχηλὰς} καλοῦσι
πέδιλα· ὑποδήματα. καὶ ἔστιν οἷον ποδόειλα
πεδόθεν· ἀρχῆθεν, ἐκ ῥίζης, ἀπὸ γενέσεως, ἐκ παίδων
πεδοίκους· μετοίκους
πεδοίκου χελιδόνος· συνοίκου. Αἰσχύλος Τροφοῖς
πέδον· γῆ, ἔδαφος
πέδουρος· [μετέωρος]
πέδο(ρ)τα· ἡμέρα, ἐν ᾗ οὐ γίνεται ἑορτή
Πεδώ· ἡ νῦν καλουμένη Κλεψύδρα, κρήνη ἐν ἄστει
πέζα· ἡ ἀρχὴ τοῦ ῥυμοῦ· διὰ τὸ πρὸς τῷ πέδῳ ...., ὅθεν καὶ πέζα
ἱματίου λέγεται ἡ ὤα, ἢ πρὸς τῷ πέδῳ τὰ κατώτατα μέρη
πεζὰς μόσχους· οὕτως ἐκάλουν τὰς μισθαρνούσας ἑταίρας χωρὶς
ὀργάνου
πεζεταίροις· τοῖς περὶ τὸν βασιλέα δορυφόροις
πεζὴ λέξις· κοινὴ λέξις
πεζήν· τὴν συνήθη, ἢ κοινήν
πεζός· κοινός. ταπεινός. {Πεζοῖς} δὲ τοῖς ἐκ ποδῶν πεζεύουσιν
πεζοφόροις ζώμασιν· Αἰσχύλος Τοξότισιν. ὥσπερ πέζαν ἐχόντων
τῶν χιτώνων· τινὲς δὲ ποδήρεσι. {Ζῶμα} δὲ τὸ ἔνδυμα
πεζῶν· τῶν ὁδευόντων
πεζῷ γόῳ· τῷ ψιλῷ. καὶ {πεζὰς ἑταίρας} ἔλεγον τὰς μισθαρνούσας
χωρὶς ὀργάνου
*πιθανότης· πιστότης
πειθαρχήσαντες· πεισθέντες
πείθεο· πείθου
πείθεσθε· πείσθητε
πειθήνιοι· ὑπήκοοι, πειθόμενοι
πειθήσας· [πεισθείς]
πειθή· [πεισμονή, πίστις]
πείθονται· πειθήνιοί εἰσιν
πειθώ· ἡ ὀγδοάς
πεικαμμαῖς· ὀξείαις, καὶ λεπταῖς
πείκειν· ξαίνειν
πεῖκος· ἔριον. ξάμμα
πεικόν· πικρόν, πευκεδανόν
πειλός· [πᾶν τὸ πεπιλωμένον]
πεινέων· πεινῶν
πειναρόν· ῥυπαρόν
πεινῆν· πεινᾶν
πείρω· [πέρας]
πειράζων· ἐνεδρεύων. λῃστεύων
*Πειραΐδαο· Πειραίου παιδός
*πειδαίρουσα· δέρουσα
πεῖραι· πειρατ(ε)ῖαι. δόλοι
πειρᾶν· πειράζειν ......
πεῖραν ποιούμενος· πειράζων
πείραντες· ἐκκεντήσαντες
πείρατα· πέρατα. τέλος
πειραταί· κακοῦργοι, λῃσταί. θηρευταὶ ἐν ὕδασι
πειρᾶται· πεῖραν λαμβάνει, πειράζει. ἐπὶ δὲ λῃστῶν, πειρατεύεται
πειρατήριον· τόπος λῃστῶν
πειρεᾶσθε· πειράσθητε
πείρησαι· πείρασον
πειρήθη[ξαι]· πεῖραν λαμβάνει
πειρῆσθαι· ἔσθ' ὅτε λῃστεῦσαι
πειρήσομαι· πειράσομαι
πειρήσοντα[ι]· διάπειραν ληψόμενον
πειρήτιζε· πείραζε
πειρητίζειν· πειρᾶσθαι. πεφυσῆσθαι. πεφοβῆσθαι
Πειριεῖς· νῆσος. καὶ Ἀστερία
Πείρηθοι· νύμφαι ἐν Κύπρῳ
πείρινθος· πλέγμα, τὸ ἐπὶ τῆς ἁμάξης· τὸ πλινθίον, τὸ ἐπιτιθέμε-
νον τῇ ἁμάξῃ τετράγωνον
πειρῶ· σπεῦδε. πείραζε
πειρώμενος· πειράζων
πειρῶν τὴν παῖδα· πειράζων. διαφθείρων
πείσαντες· ποτίσαντες, ὑγρά[ί]ναντες
πείσ[σ]εα· λειμῶνες. ἕλη. [πέδη.] ποτάμιοι, π(ο)ιώδεις, ὑδατώδεις τόποι
πείσ[σ]εα[ς] ποιήεντα· τοὺς διύγρους τόπους καὶ βοτανώδεις
πείσεν· πείσει, ἔπεισεν
πείσεσθαι· παθεῖν
πείσεται· ὑπομενεῖ
πείσῃ· πείσματι. καὶ χώρᾳ·
τῷ δὲ μάλ' ἐν πείσῃ κραδίη μένε
πείσματα· σχοινία ἀπόγεια, πρυμνήσια. περιβόλαια
πεισόμενον· παθεῖν μέλλοντα
πείσονται· πάθωσι
πείχισον· δοκίμασον
πεκούλιον· (βαλάντιον)
πεκτεῖ· κτενίζει. τίλλει. κείρει. ξαίνει
πεκτοῦμαι· τρίχομαι. τίλλομαι
πεκτούμενον· τιλλόμενον. τίλλοντα. {Πεκτεῖν} γὰρ τὸ κείρειν
πελάγια· τὰ κρόταλα. ἡ δὲ ῥίνος πελαγία
πελαγίζειν· τοὺς ὀδόντας συγκρούειν. καὶ πλεῖν πέλαγος ἄβατον. καὶ
ἀλαζονεύεσθαι, καὶ ψεύδεσθαι μεγάλα
πέλαγος· μέγεθος, πλῆθος, βυθός, πλάτος θαλάσσης
πελάζειν· ἐγγίζειν, πλησιάζειν
πελαζόμενοι· ἐγγιζόμενοι
πέλαιτον· τὸ ἐφικτόν. μέγιστον
πέλαινα· πόπανα, μειλίγματα
Πελάνα· ἡ Σαλαμίς. ἐν τοῖς Εὔκλου χρησμοῖς. ἢ τὰ ἀπὸ τῆς ἅλω
(ἀ)πάργματα. καὶ θυσίαι, καὶ πέμματα
πέλανοι· πέμματα εἰς θυσίας ἐπιτήδεια
πέλανον· ἀφρόν, τὸν περὶ τὴν γῆν ἀφρόν. ἢ πέμμα τι πλακουν-
τῶδες
πέλανος· πέ[μ]ψιν ἔχων ῥυπαράν. ἢ τὸ ἐκ τῆς (παι)πάλης πέμμα.
οἱ δὲ ἐπὶ τοῦ κηρίου τιθέασι. καὶ τὸν περιπεπηγότα τῷ στόματι
ἀφρόν
πέλανορ· τὸ τετράχαλκον. Λάκωνες
πελαργικοὶ νόμοι· τὸ ἀντι[ς]τρέφειν τοὺς γονεῖς.
Πελαργικόν· ἀντὶ τοῦ Πελασγικόν. Πελαργοὺς γάρ φασι τὴν Ἀττι-
κὴν οἰκῆσαι· ἀπὸ τῶν Πελασγῶν μεταφέροντες ἐπὶ τὰ πτηνά
πελαργός· ἄγγος τι κεράμεον
πέλας· γείτων, ἐγγύς, πλησίον
πελάσαι· ἐγγίσαι, πλησιάσαι
πελάσαιμι· προσεγγίσω
Πελασγοί· οἱ Θεσσαλοί. καὶ {Πελασγικὸν Ἄργος} ἡ Θεσσαλία νῦν.
καὶ ἔνιοι τῶν βαρβάρων. καὶ γένος ἀπὸ Πελασγοῦ τοῦ Ἀρκάδος γενό-
μενον πολυπλάνητον
πέλασε· προσήγγισεν
πέλασσεν· ἐγγίσαι ἐποίησεν, ἐπλησίασεν
πελαστικόν· [τειχίον οὕτω ἐν Ἀθήναις καλούμενον Τυῤῥηνῶν κτι-
σάντων]
πελάται· οἱ διὰ τὴν ἀναγκαίαν τροφὴν μισθῷ δουλεύοντες, τρεῖς
μίσθαρνοι· ἀπὸ τοῦ {πέλας}. ἢ θρέμματα
πελάχνιν· τρύβλιον ἐκπέταλον
πελδασταί· οἱ τὰ ἀσπιδίσκια ἔχοντες
πελεθοβάψ· Θεόδ(ω)ρος ὁ τραγικὸς [ὁ] ὑποκριτὴς οὕτως ἐπεκαλεῖτο.
τινὲς δὲ ποιητὴν αὐτόν φασι γεγονέναι
πελεθρίσματα· δρομήμα(τα)
πέλεθρον· μέτρον γῆς, ὅ φασι μυρίους πόδας ἔχειν· τινὲς δὲ στα-
δίου[ς] ἕκ[α]τον
Πελεθρόνιον· πολυφάρμακον
Πελεθρόνιος· ὁ Χείρων, ἀπὸ τοῦ Πελεθρονίου, ἐν ᾧ ἐτράφη· οἱ δὲ
πολυφάρμακος
πέλει· ὑπάρχει, ἐστί. δίδωσι. γίνεται
πέλειαι· περιστεραί. καὶ αἱ ἐν Δωδώνῃ θεσπίζουσαι μάντεις
πελειοθρέμμονα νῆσον· [Ἀριστοτέλης φησὶ διαφέρειν περιστερὰς
καὶ πελειάς
πελείους· Κῶοι καὶ οἱ Ἠπειρῶται τοὺς γέροντας, καὶ τὰς πρεσβύ-
τιδας ......
πελεκάν· ὄρνεον τὸ κολάπτον καὶ τρυποῦν τὰ δένδρα
πελέκεα· πέλεκυν δίστομον
πέλεκκος· στελεός, ὅ ἐστι ξύλον εἰς τὴν ὀπὴν τῶν πελέκεων βαλλό-
μενον
πέλεκρα· ἀξίνη
πέλεκυς· ἀξίνη δίστομος. ἢ σταθμίον ἑξαμνιαῖον ἀρχαῖον· οἱ δὲ
[δω]δεκαμνιαῖον
πελεκύστερον· τὸ στελεόν
πελεμίζειν· σείειν, κραδαίνειν
πελεμίχθη· διεσείσθη
πέλεν· ἦν, ὑπῆρχεν
πελένα· ζεῦγος βοῶν
Πελεός· Ἀχαιὸς Φρίξῳ. καὶ μήποτε τὴν παρ' Ὁμήρῳ Πτελεόν. δύ-
ναται δὲ καὶ τὰ Πέλη τὰ ἐν Θεσσαλίᾳ λεγομένα δηλοῦν
Πελεστόθρην· νῆσον τὴν Σαλαμινίαν
πελεσσύδραι· συ[ν]στρέμματα ὑδάτων
πέλεται· ὑπάρχει, γίνεται
πελήαρ· περιστερὰς καὶ περσικῆς τὸ ἥμισυ. Λάκωνες
*πέληται· γένηται
πέλη[τ]ος· γέρων
*πελειάδες· περιστεραί
πελιαί· μέλαιναι. [περιστεραί. φάσσαι]
πελιανόν· [μολύβδῳ ἐοικὸς κατὰ τὴν χρόαν]
πελιγᾶνες· οἱ ἔνδοξοι· παρὰ δὲ Σύροις οἱ βουλευταί
πελίγξαι· ἐπιδραμεῖν
πελιδνόν· μέλαν ὡς μόλυβδος. ἢ ὕφαιμον
πελίκαν· εἶδος ποτηρίου ξυλίνου. διὰ τὸ πεπελεκῆσθαι. ἄλλοι ξυλίνη
λεκάνη
πελιοί· μέλανες, ὡς ὠχροί, ἢ χλωροί
Πελινναῖος· ὁ Ζεὺς ἐν Χίῳ
πελιτνόν· πελ[ε]ιόν
πέλλα· λίθος
πέλλαι· ἀγγεῖά τινα, εἰς ἃ ἀμέλγεται τὸ γάλα, οἷον πύελ[λ]οί τινες
οὖσαι, ἐν αἷς τὸ πύος, τουτέστι τὸ γάλα, εἰλεῖται
Πελλαῖον· [φαιόν. καὶ] Μακεδονικόν
πελλάνιος· Ποσειδῶν ἐν Κυρήνῃ
πελλαντῆρα· ἀμολγέα
πελλᾶς· πέλ[λ]η[τ]ος. πρεσβύτης
πέλλας καὶ {πέλλαι}· ποιμενικὰ ἀγγεῖα
πελλασταί· [ὑποδήματα, ἃ περιετίθεσαν οἱ δρομεῖς περὶ τὰ σφυρά,
ἵνα μὴ ἔξω στρέφηται]
*πελλαιχρὸν ἢ πελλαιχνόν· πυῤῥόν
πελλήν· κούφην, καὶ φαιὰν τῷ χρώματι
Πελλήνη· πόλις ἐν Ἄργει
Πελλ(ην)ικαὶ χλαῖναι· ἐπεὶ διαφέρειν ἐδόκουν αἱ ἐν Πελλήνῃ γινό-
μεναι, ὡς καὶ ἆθλα τοῖς νικῶσι δίδοσθαι
πέλληον· στέψον
πελλη(τή)ρ· πολυφάγος. ἀμολγός
πελλητῆρες· ὁμοίως
πελλία· σπέλεθοι
πέλλιξ· κράνος
πελλίς [ἢ πελλάς]· λεκάνη
πελλόν· φαιὸν χρῶμα, ἐμφερὲς τῷ πελιδνῷ
πελλοπλαύραστον· ὀξύθυμον. ἢ ἔκλιμον
πελλύρον· [μετέωρον]
πέλλυτρα· οἱ δεσμοί, οἱ περὶ τὰ[ς] σφυρὰ καὶ τοὺς ἀστραγάλους
τῶν δρομέων περιελισσόμενοι, εἰς τὸ μὴ ἐκ(ς)τραφῆναι
[πελλύτα καὶ {πελλύτεμα}. δεσμός]
πέλμα· τὸ κάτω τοῦ ποδός
Πελοπίδαι· Ἀγαμέμνων {γέ}{ν}
Πελοπόννησος· πόλις τοῦ Ἄργους
πέλος· μέγα. τεράστιον
πέλτη· εἶδος ὅπλου. δόρυ. ἢ μικρὰ ὅπλα
πέλτη· ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ἢ ὅπλου σκέπασμα. ἀκόντιον
πέλτης· Θρᾴκιον ὅπλον. καὶ εἶδος ταρίχου
πέλω· εἰμί, δίδωμι, γίνομαι
πέλωρ· μέγα. ὑπερφυές
πέλωρα· θηρία. δείματα. τέρατα. σημεῖα μεγάλα
πελωρεύει· φανερῶς ποιεῖ
πελώρης· τινὲς εἱμαρμένης
πελώρια· μεγάλα, τεράστια
πελώριος· μέγας δεινός
πελώρου· θηρίου
πέμμα· εἶδος πλακοῦντος. καὶ πᾶν πεπτόμενον
πέμματα· ποικίλα ἐδέσματα πλακουντικά
πεμπά[υ]δος· πεντάδος
πεμπαζόμενοι· ἐπιστρεφόμενοι. ἐκπληττόμενοι. μεριμνῶντες
πεμπάς· τριακάς
πεμπάσασα· ἐξαριθμήσασα
πε(μ)πάσσεται· κατὰ πέντε ἀριθμήσει· τὸ γὰρ πέντε Αἰολεῖς
{πέμπε} λέγουσι. καταχρηστικῶς δὲ καὶ ψιλῶς ἀριθμήσει
πέμπε· Αἰολεῖς πέντε
πέμπελον· στωμύλον, λάλον. οἱ δὲ λίαν γηραλέον
πέμποι· ἀναπέμποι
πέμπουσιν· ἔπεμψαν, ἀνέπεμψαν, κατέπεμψαν
πεμπωβόλους· πέντε ὀβελίσκους, ἐκ μιᾶς λαβῆς συνεχομένους τριαι-
νοειδῶς
πέμφελα· δύσκολα. τραχέα. βαθέα
πεμφίδες· πομφόλυγες. καὶ πτηνῶν ψυχαί
πεμφιδώδεις πυρετοί· φλυκταινώδεις. πνευματίαι
πέμφιξ· πνοή. ψυχή. καὶ αἱ τοῦ ἡλίου ἀκτῖνες
πέμψις· ἐνεχυρασμός
πενεῖν· πενητεύειν
*πενία· ἀχρημοσύνη, ἀπορία
*πένεται· πονεῖ, ἐνεργεῖ. ἀχρηματεῖ. κάμνει
πενέσται· οἱ μὴ γόνῳ δοῦλοι, οἵτινες εἰργάζοντο τὴν γῆν. τινὲς δὲ
οἱ εἵλωτες. τινὲς δὲ λάτρεις. ἢ ἐργάται πένητες ἢ ὑπήκοοι
*πενειαδεῖν· κατεπιστατεῖν
πένης· ὁ αὐτοδιάκονος
πένησσα· πτωχή
πενθέριον· τὴν προῖκα. Θάσ[ς]ιοι
πενθερός· τῷ νυμφίῳ ὁ τῆς κόρης πατήρ. καὶ {πενθερὰ} ἡ μήτηρ.
τίθεται δὲ καὶ ἐπὶ τοῦ γαμβροῦ
πένθος· συμφορά. θρῆνος, λύπη
πέννα· [πτερά
πενόν· μεμελανωμένον
πένοντο· ἐνήργουν
πενταέτηρον· πέντε ἐτῶν]
πεντάσχοινον· στάδιον
πεντάχα· ἡ χείρ. ἢ πέντε μέρη
πένταχος· τὴν τάλαρον. Βοιωτοί
πεντεκτενῆ· ἐνδύματα, οἷον πριόνων ὀδοῦσιν ἐμφερῆ, πεποικιλμένα
πέντε κριταί· τοσοῦτοι τοῖς κωμικοῖς ἔκρινον, οὐ μόνον Ἀθήνησιν,
ἀλλὰ καὶ ἐν Σικελίᾳ
Πεντέλεια· ὄρος Ἀρκαδίας, ἐξ οὗ Λάδων ὁ ποταμὸς καταφέρεται
πεντεστατήριον· [πενταετῆ]
πεντεσύριγγον ξύλον· πέντε ὀπὰς ἔχον κατὰ τὸ δεσμωτήριον·
τέσσαρας μέν, εἰς ἃς οἱ πόδες καὶ αἱ χεῖρες διείροντο· μίαν δέ, δι'
ἧς ὁ τράχηλος
πεντετηρίς· πενταετηρίς
πεντηκοντόγυον· πεντήκοντα γύας ἔχον· οἷον πεντηκοντοπέλε-
θρον
πεντηκοντομέσοδμον· πολύστεγον. αἱ γὰρ {μέσοδμαι} στέγαι
πεντηκοντόστολον· ὅπου οἱ δραπέται ἀνάγονται
πέντοζος· χείρ
πεντόροβον· ἡ γλυκυσίδη
πέξαι· κεῖραι, κτενίσαι
πεξαμένη· κτενισαμένη τὰς τρίχας, καὶ ξάνασα
πέξις· ψίλωσις, κουρά, ξύρησις
πεπάγουσα· ἁπαλή
πεπαιδεῦσθαι· πεπαιδοποιῆσθαι
πέπαικεν· ἐπάταξεν
πεπαίνεται· μελανοῦται. ὀπτᾶται. μαλάσσεται. πέπειρον γίνεται.
πραΰνεται
πεπαλαγμένον· μεμολυσμένον {αἵματι καὶ λύθρῳ}. ἢ λελευκα-
μένον
πεπαληκέναι· ἐκπεσεῖν
πεπαλημέναι· βεβλα(μ)μέναι
πεπαλ(.)μένος· βεβλαμ(μ)ένος, ἔξαρθρος γεγονώς
πεπαλόεντος· [τραχέος
πεπαλόεσσα· τραχεῖα]
πεπαμένος· κεκτημένος
πέπανα· πλακούντια
πεπᾶναι· πραῧναι
πεπανός· ὁ πολὺν χρόνον ἔχων παρὰ τὸ ὀπτηθῆναι
πεπαρεύσιμον· εὔφραστον, σαφές
πεπαρεῖν· ἐνδεῖξαι, σημῆναι
πεπάρθαι· παρακεῖσθαι
πέπαρμαι· δι' ἥλου κατέχομαι. πεπερόνημαι. καθήλωμαι
πεπαρμένον· ἀνειρμένον. πεπερονημένον. καθηλωμένον. κατεσχημέ-
νον. ἐμπεπηγός. διαπεπερονημένον
πεπαρῳνηκότων· ἀτακτησάντων. ὑβρισάντων. {Παροινία} γὰρ ἡ
ὕβρις
πεπᾶσθαι· κεκτῆσθαι
*πεπάσωται· πιότητος γέμει
πέπα[υ]στο[ι]· ἐγέγευστο. ἐπεπλήρωτο
πέπαυται· πεπράϋνται
πεπαχυμμέναις· πεπυκνωμέναις
πεπεδημένος· δεδεμένος
πεπ[ε]ίθοιμεν· πείσοιμεν
πεπ[ε]ιθοῦσα· πείθουσα
πέπειρα· γραῖα
πεπειρῆσθαι· γεγυμνάσθαι. (δια)πεπαρθενεῦσθαι
πέπειρον· πεπανθέν, ὥριμον, ὠπτημένον, ἀκμαῖον
πεπείρους· ἑψημένους. ἐπὶ ὀπώρας [λαβεῖν] ἤτοι σταφυλῆς
πέπεισμαι· ἤλπισα. θαῤῥῶ
πεπεμμένην· ζυμωθεῖσαν, ἐν κλιβάνῳ ἄρτον γενομένην
πεπένεται· [μαλάσσεται. καὶ τὰ ὅμοια]
πεπεραγκέναι· ἠνεγκέναι
πεπερασμένος· πεπληρωμένος
πεπερημένος· ὁ πεπεραιωμένος
πέπευται· πέπεικται
πεπιεσμένος· τεθλιμμένος
πεπ(.)λαγμένον· μεμολυσμένον
πεπλαδηκώς· σεσηπώς. ὑγρανθείς
πεπλασμένον· μὴ ἀληθές, ψεῦδος
πέπλαται· [ἥπλωται]
πέπληγε· πέπληκται
πεπλεγμένον· (κε)κοσμημένον. ἐκτενισμένον
πέπληγον· ἔτυπτον. ἐκρότουν
πεπληγυῖα· πλήξασα
πεπληγώς· πλήσσων
πέπλη[κ]ται· κύει
πέπλον ἢ πέπλος· ἱμάτιον ἢ ἔνδυμα γυναικεῖον
πεπνοιῶν· [ἐνεργῶν, θεραπεύων]
πεπνυμένοι· σώφρονες, συνετοί
πεπνυμένον στόμα· σεσωφρονισμένον. σιγηλόν
πεπνυμένος· φρόνιμος, συνετός
πέπνυσαι· συνετὸς εἶ
πέπνυται· συνετός ἐστι
πεποδήγημαι· δεδίδαγμαι. ὡδήγημαι
πεποιημένον· [ποιότητα ἔχον]
πεποίηται· πέπρακται
πέποιθας· θαῤῥεῖς
πεποίθασιν· ἠλπίκασι. πιστεύουσι. θαῤῥοῦσιν
πεποιθήσεις· θαῤῥήσεις. πιστεύσεις. ἐλπίσεις
πεποίθῃς· θαῤῥήσῃς
πεποιθίαν(?)· ἐλπίδα. προσδοκίαν
πεποιθότατε· προσφιλέστατε. φίλε
πεποιθώς· ἐλπίσας. πιστεύσας
πεποίωται· ὅπου τις ῥέπει
πεποιωμένον· ποιότητα ἔχον, ἢ περιδραξάμενον
πεπόλιστο· ἔκτιστο
πέπομφα· ἔπεμψα
πέπον· προσφιλέστατε, προσηνέστατε. ἔκλυτε, μαλακέ
πέπονθα· ἔπαθον
πεπορασμένος· φανερός
πεπορεῖν· δοῦναι
πεπορθῆσθαι· ἀπολωλέναι. συν(τε)τελέσθαι
πεπορπημένη· τῇ περόνῃ συνεχομένη
πεπορωμένοι· [τετυφλωμένοι]
πέποσθε· πεπόνθατε
πέποσμαι· ἀκήκοα. [ἥπταμαι
πεποτήαται· ἵπτανται
πεπραδῖλαι· εἶδος ἰχθύων
πεπρημένος· πεφυσημένος
*πεπράχαμεν· ἐπράξαμεν
*πεπράτορα· θαυμασία
πεπρίλος· ἰχθῦς ποιός
πεπρυμένοι· [συνετοί]
*πεπρωμένη· εἱμαρμένη
*πεπρωμένον· μεμοιραμένον
*πέπρωται· τετύπωται. ὥρισται. [τὸ εἱμαρμένον ζήτει]
πεπρυτανευκώς· ἐπιμεμηνιευκώς. καὶ προανηλωκώς
πέπτασθαι· ἀνεῷχθαι. περιέχειν
πέπταται· ἥπλωται
πέπτει· πραΰνεται τὴν τροφήν
πεπτέον· φυλακτέον. εὐρυτέον
πεπτήνας· περιβλεψάμενος
πεπτηώς· δι' ἀσθένειαν καὶ δειλίαν πεπτωκώς
πεπ.γμένοι· [μαθόντες, ἢ εἰδότες]
πεπύθωνται· ἀκούσωσιν. Ἀττικῶς
πεπυκασμένα· ἐσκεπασμένα, περικεκαλυμμένα
πεπυρακτωμένα· πεπυρωμένα
πέπυσμαι· ἀκήκοα. ἔμαθον, (ε)ἶδον
πεπύσμεθα· ἠκούσαμεν. καὶ τὰ ὅμοια
πεπυσμένος· ἰδών. καὶ τὰ ὅμοια
πέπυστο· ἠκηκόει
πεπωγμένον· κεκλασμένον
πέπωκα· ἔπια
πέπων· ἔκλυτος. ἀσθενής
πεπωρωμένοι· ἐσκληρωμένοι. τετυφλωμένοι
πέρα· πλέον. ἐπέκεινα. ὑπεράνω
*περάαν· διαπερᾶν
*Περαιβοί· ἔθνος Θεσσαλικόν
περάγην· διέῤῥωγα. Ῥίνθων
περαίνει· ἐπὶ πέρας ἄγει. πληροῖ. ἀνύει
περαίνειν· ἐξανύειν. ἀποπληροῦν
πέραινον· οἱ Πυθαγορικοὶ τοὺς περι(τ)τοὺς ἀριθμούς
περαίτατον· ποῤῥώτατον
περαιτέρω· πλείω ἔμπροσθεν. μετὰ τὸ τέλος ἄλλο
περαιωθῆναι· τελειωθῆναι
πέρα λόγου· ὑπὲρ λόγον
πέρας· τὸ τέλος. καὶ ἡ λύσις. καὶ τὸ τῆς γῆς πέρας
περᾶσαι· διαβῆναι. ἀποδόσθαι ἐπὶ πέρατα τῆς γῆς, ἢ εἰς τὸ πέρας
διελθεῖν
*πέρατα· τὰ τέλη
πέρασας· εἰς τὸ πέρας τῆς θαλάσσης διεπέρασας, ἐπώλησας
περατεύει· ὁρ[γ]ίζει. στέλλει. λέγει
περατουμένην· ἐκπληρουμένην
*περγάμιον· δήμιον
*Πέργαμα[ς]· ἡ ἀκρόπολις τῆς Ἰλίου
Περγαία θεός· ἡ Ἄρτεμις
περγοῦλον· ὀρνιθάριον Ἀργειλέγω
πέργουν· πρέσβεις. οἱ αὐτοί
Πέρδικος καπηλεῖον· χωλὸς κάπηλος ὁ Πέρδιξ ἦν. ἔνθεν ἔνιοι τὴν
παροιμίαν φασὶ διαδοθῆναι
*περιδώμεθα· συνθήκην παράσχωμεν
περεούμενοι· [τελειούμενοι
περεοῦσθαι· διαπερᾶν πλοίῳ ἐπιβάντα]
περέτισαν· ἐτίμησαν
περ(ῆ)σαι· διαπερᾶσαι
*περάτρια· ἡ παραγγέλλουσα τὴν ὥραν ταῖς κεκτημέναις
πέρθαι· πορθηθῆναι
πέρθετο· ἐπορθεῖτο
πέρι· περισσόν. περίεστι
περιαγ[κάμψ]αῖς· καμπαῖς
περιαγγέλλειν· τὸ [μὴ] συνάγειν ὄχλον ἐπὶ τὰς ἐκφορὰς τῶν τετελευ-
τηκότων
περιάγει· περιφέρει. ἢ κάμπτει
περιάγνυται· περικλᾶται. συντρίβεται. περιέρχεται. περιηχεῖ
περιάγνυτο· περιεκλᾶτο. καὶ τὰ ὅμοια
περιαγόραιος· περίλογος. περιαγορευτής
περιαδεῖς· περίῤῥυτοι. περίπνοοι
περιαθρεῖν· περισκοπεῖν
περιαίνυτο· περιελάμβανεν. περιεῖχεν
περίαλλος· τὸ ἰσχίον [ὅταν εἰλεῖν
περιαμησάμενος· θερίσας
περιαμμάτων· περιάπτων
περιάοιδος· ἡ ἐγκύκλιος ᾠδή
περίαπτα· περιάμματα
περιαυθαδίζεται· ἐν ὑπερηφανίᾳ ἀναστρέφεται, ἢ μεγαλοφρονεῖ
περιαυτίζεσθαι· τὸ ἐν αὐτῷ ἐνδιατρίβειν, ἢ ἀποδιδόναι ἑαυτῷ
περιαυτίζεται· μεγαλοφρονεῖ
περὶ αὐτόν· πρὸς αὐτόν
περιβάλλειν· περιλαμβάνειν. πείθειν. στρέφειν. εἰδέναι
περιβάλλουσαν· ὁμοίως
περιβάλλεσθαι· ὑπερβάλλεσθαι
περίβαρα· ὑποδήματα
περιβαρίδες· ὑποδημάτων εἶδος γυναικεῖον
Περιβασώ· ἡ Ἀφροδίτη
περιβεβυσμένος· περιπεφραγμένος
περιβῆναι· πεπτωκότος ὑπερασπίσαι, ὑπερμαχῆσαι
περίβησαν· ὑπερήσπισαν. καὶ τὰ ὅμοια
περιβλέπεται· περισκοπεῖ
περίβλεπτος· ἔξοχος. [περιβόητος
περιβόητος· ἐπὶ κακοῦ ἢ ἀγαθοῦ φήμην ἔχων
περιβολή· περίβοιος. περιδέρματος. ὑπέρτιμος
περίβολοι· τείχη πόλεων, ἢ περίδρομοι
περιβομβεῖσθαι· περιηχεῖσθαι
πέρι γάρ· περισσῶς γὰρ
περιγηθής· περιχαρής
*περίγειος· πρὸς τὴν γῆν
περιγίνεται· περιοικεῖ. περιττεύει
περιγλαγέας· γεγαλακτωμένας
περιγλαγές· περίπλεω(ν) γάλακτος
περιγράφει· περιγίνεται. [περιαίρεσιν τοῦ πράγματος] ἢ χωρεῖ. ἢ
συλλαμβάνεται
περιγραφήν· περιαίρεσιν τοῦ πράγματος. ἢ ἐν ἀγρῷ ἐστι
περίγραφον· οἱ δανείζοντες τοῖς μὴ ἀποδιδοῦσι τὸ ἀργύριον περι-
έγραφον, καὶ οὐχ ὑπερέβαινον ἕως λύτουν
περιγυρίδας· περιφερείας
περὶ δ' ἄλλων· ὑπὲρ τοὺς ἄλλους
περιδαρδάπτεσθαι· κατεσθίεσθαι
περιδαρδάπτειν· κατεσθίειν
περὶ δ' ἐδρύφθη· περιεξέσθη
περιδεής· περίφοβος
περιδείδιθι· φοβοῦ
περιδεινεῖσθαι· περικινεῖσθαι. περιπορεύεσθαι. περιστρέφεσθαι.
περιέρχεσθαι
περιδεινηθήτην· περιεστρέφοντο. ὅμοιον
περιδεινήσεως· περιόδου. καὶ τὰ ὅμοια
περιδεινηταί· περικινηταί. καὶ τὰ ὅμοια
περίδεινον· πειρατήν
περιδεινός· περιπαθής
περιδεινοῦσι· περιστρέφουσιν
περιδεινοῦντα· περιοδεύοντα
περίδειρον· τὸ κατώτατον τῆς περιγραφῆς τοῦ τραχήλου
(περιδείσασα)· περισσῶς δείσασα, περισσῶς εὐλαβηθεῖσα
περιδεῖσθαι· συντείνεσθαι
περὶ (δὲ) κλισιὼν θέε πάντη· περιετετείχιστο δὲ κλίσιον, κύκλῳ
περι(ε)βέβλητο καὶ παρέκειτο κλίσιον, διὰ τὸ ἐν κύκλῳ κρηπίδωμα
βαθροειδὲς ἔχειν
περιδέξιον· φρόνιμον. ὀρθόν, μηδὲν ἀριστερὸν ἔχον. καὶ οἱ μὲν πε-
ρισσῶς δεξιὸν περὶ τὴν τοῦ δόρατος βολήν. οἱ δὲ ἀμφοτέραις ταῖς
χερσὶν ὡς τῇ δεξιᾷ βάλλων
περὶ (δὲ) πνοή· ἡ πνοὴ δὲ τοῦ βοῤῥᾶ
περιδέραια· περιτραχήλια. ἢ ἐνώτια
περὶ δ' ἐστέ· ὑπερέχετε δέ. ἢ ὑπάρχετε. ἢ κρατεῖτε
περιδευκές· περισσῶς πεποικιλμένον
περιδεῶν· ἐμφόβων
περίδηλον· περιφανές. καλόν
περιδῆσαι· [περιδύνασθαι]
περίδοσιν· συνθήκην
περιδοῦ· σύνθου. τοῦτο δὲ παραβάλλεσθαι λέγουσιν, ἢ συνθήκης
θέσιν
περὶ δουρί· περὶ τῷ δόρατι
περίδρομοι· τοῦ δ[ε]ικτύου τὸ δ(ι)ειρόμενον σχοινίον· διὰ τὸ καὶ
κάτω βρόχοις ...... καὶ [πάντῃ, περιεχόμενος τόπο[ι]ς.] περιφερεῖς,
στρογγύλοι
περιδρόμους τείχους· περὶ τοὺς βεβλημένους τοίχους κύκλῳ
περιδρύφῃ· περιξέῃ
περιδύεται· περιβάλλεται. κρύπτεται. εἰσδύεται
περιδῦσαι· περιδύνασαι
περίδυσε· ἀπέδυσε
περιδύω· ὅμοιον
περιδώμεθα· συνθώμεθα
*περιβάλλων· ἐκύκλωσαν
περιδώσομαι· συνθηκοποιήσομαι
περι(έ)γραψε· περιεγένετο
περιεδίνε(ι)· περιεκύκλευεν
περιεδρύ(φ)θη· περιεξέσθη
περιεζόμενον· περιεχόμενον
περιέθει· περιέτρεχεν
περιειλημμένως· περιεκτικῶς
περιείληπτο· περιεγέγραπτο. ἢ ἐκεκράτητο. ἐκ τοῦ περιλαμβάνεσθαι
περιεῖναι· περιττεύειν
περιεῖπεν· ἐτημέλει
περιείργασμαι· περιττὸν ἐποίησα[ν]
περιεκωκύετο· περιηχεῖτο
περιεκτικόν· τὸ περιέχον. ἤτοι γενικόν. ἢ περιληπτικόν· ἐκ τοῦ πε-
ριβάλλειν. [ἢ ὑπερέχον]
περιεκτικώταται· ὁμοίως
περιεκτικώτερον· γενικώτερον
περίελε· κόψον. ἔπαρον. ἀφελοῦ
περιελόμενος· ἐπάρας
περιελιχμήσατο· τῇ γλώττῃ (ἢ) σπογγιᾷ ἐκάθηρεν
περὶ ἐμέ· πρός με
περιέπει· περιέρχεται. περιεργάζεται. φυλάττει. θεραπεύει
περιέπειραν· ἔπηξαν
περιεπτισμένη· περιεξεσμένη. περικεκαθαρμένη
περιέπων· ἐνεργῶν
περιεργάσ[σ]ει· πράξει(ς) περισσά
περίεργον· περιττόν. ἢ στρεβλόν
περιερεία· [καθαρσία]
περιερέττων· κωπηλατῶν
περίσ[ς]ομαι· περιγενήσομαι, κρατήσω, νικήσω, κατισχύσω. ἢ μέλ-
λοντες περιγενέσθαι
περιεσπάσθη· ἐσείσθη. περιδέδεται
*περιεσκεμμένος· (ἠκριβωμένος)
περιε(..)σσων· [κωπηλατῶν]
περιέσται· περιγενή(σε)ται. νικήσει
περιεστήξει· περισταθήσεται. [περιφράξει, ἢ περικυκλώσει
περιεστοιχισμένοι· οἱ περιέχοντες. καὶ περιεχόμενοι
περιετέμοντο· περιήλασαν
περιετίθουν· ἐκρέμων
περιέτυχον· συνέτυχον
περιευτίζεσθαι· [ἀποδοῦναι αὐτῷ]
περιέφραξαν· ἐσκέπασαν. ἐφύλαξαν
περιέχομαί σου· ἀντιποιοῦμαί σου
*περίζωμα· περιβόλαιον
περιέχοντες· περιλαβόντες. καὶ τὰ ὅμοια
περίζυξ· ὁμόζυγος, σύζυγος
περιηγές· κυκλοτερές, περιφερές
*περιήγει· ἐζωγράφει
περιήγητος· ὁ περιπόρφυρος χιτών
περιηγμένα· περιφερόμενα
περιῄεσαν· περιήρχοντο
περιήθελεν· ἠγάπα
περιήθλουν· [ἀγα]
περιηθέλησεν· ἠγάπησεν
περιήκασε· περιώρυξεν. περιέγραψεν
περιήκοντα· [περιέγραψαν. ὤρυξαν
περιήλυσις· περίοδος
περιημεκτεῖ· ἀγανακτεῖ, ἀνιᾶται, δυσκολαίνει
περιῆν· ὑπῆρχεν. ἐπλεόναζεν
περιῃρημένον· κεκομμένον
περιῆῤῥον· περιῄεσαν
περιήσω· [περιδώσω]
περιηχήθη· περιεψιθυρίσθη
περιθείης· [{μα}{θ} πειραθείς]
περιθείς· κύκλῳ θείς, περισσότερον [λαβεῖς
περὶ θεόν· πρὸς θεόν
περιθειῶσαι· περικαθᾶραι, κυρίως θείῳ
περιθέσθαι· περιποιήσασθαι. προσλαβέσθαι. κύκλῳ θεῖναι
Περιθοῖδαι· δῆμος φυλῆς τῆς Οἰνηΐδος
περιθραυσθέντα· περιπεσόντα. ῥαγέντα
περιθρεκτέον· περιδραμητέον
περιθυρεῖν· τὸ ἐπὶ ταῖς θύραις ἵστασθαι
περιΐδμεναι· περισσῶς εἰδέναι
περιϊόντας· περιερχομένους
περιϊππεύοντας· περιτρέχοντας
περι.ίσσεται ὥρα[ς]· [περιέρχεται [τὰς] ὥρα[ς]
περιϊστάμενος· κυκλεύσας
περιΐστασο· κύκλευσον. σκόπησον. περίφευγε. ἀνάτρεπε
*περιστοιχείωσαι· περίελθε
περιϊών· περιερχόμενος
περικάθαρμα·
περικαθαίρων· ἀναλύων τὸν πεφαρμακευμένον, ἢ τὸν γεγοητευμένον
περικαλλές· λίαν καλόν
περικαλλέος· περισσῶς καλοῦ
περικάμπτεται· περικιρεῖται
περὶ καπνῷ· περὶ τὸν καπνόν
περικάρδιος ὑμήν· ὁ ἐπὶ τῇ καρδίᾳ
περικάρπιον· τὸ λέπυρον, σκέπασμα
περικεφαλαία· ἡ ἐκ τριχῶν γεγονυῖα περιθετή. καὶ μέρος τι τῆς
νεώς. ἢ κάσ(ς)ις
περικέχυται· περιείληφεν
περικήδεο· φείδου φροντίζων
περίκηλα· περισσῶς ξηρά. τὰ περικεκαυμένα. περιεσχισμένα
περὶ κῆρι· κατὰ ψυχήν
*περικλυτῷ· σφόδρα ἐνδόξῳ
περικλῃζόμενος· δοξαζόμενος λίαν
περικλύμ(εν)ος· ὁ Πλούτων. καὶ πόα, ἡ καὶ κυκλάμινος
περικλυτός· ἔνδοξος, περισσῶς καὶ λίαν ὠνομασμένος διὰ τὴν τέχνην
περικνημίς· σκεπαστήριον τῆς κνήμης
περικόπται· κλῶπες. λῃσταί
περίκουροι· οἱ ἐκ τοῦ κυκλωθῆναι ἁλισκόμενοι ἐν ταῖς μάχαις
περικτίονες· περίοικοι, γείτονες, πέριξ οἰκοῦντες
περικτιόνεσ(ς)ι· περιοίκοις
περίκυκλον· ἵνα ὑπερεφῆ
*περὶ κῶμα· κοίμημα
περικωδωνίσαι· περιβομβῆσαι
περικωνῆσαι· ....... περιαγαγεῖν. σπογγίσαι. ἢ περιπισσῶσαι. Λά-
κωνες
περιλαβεῖν· περιβαλεῖν. καὶ τὰ ὅμοια
περιλέγειν· τὰ περισσὰ φράζειν
περιλεγνές· περιποίκιλον
περιλεσχήνευτος· περιβόητος. περιλάλητος
περιληπτικόν· ἐφαπτόμενον
περιλῆσαι· περι(ς)τρέψαι
περιλιχμήσασα· περιλείξασα
περιλυγίζεσθαι· περιστ(ρ)έφεσθαι
περιμάχητον· ὑψηλόν, μέγα, ἰσχυρόν
περὶ μέν· περισσῶς μέν
πέρι μὲν φάσθαι· διαφερόντως λέγειν
περίμετρον· ὑπέρμετρον, μέγα. τινὲς δὲ εὔκυκλον
περιμήκεος· μακροτάτου
περίμηκες· ὑπερμέγεθες
περιμήκετος· ὑψηλός. ὑπέρμηκος. ἢ περισσῶς μακρὰν καὶ ὑψηλήν·
εἰς ἐλάτην ἀναβὰς περι[με]μήκετον
περιμήκεϊ ῥάβδῳ· ἁλιευτικῷ καλάμῳ
περίνα· περίναιον. τὸ αἰδοῖον. ἀφ' οὗ καὶ τὸ {περαίνεσθαι}
περ[ι]νάμενα· [πιπρασκόμενα]
*περίνησ[σαι]α· περιβόλαια, οἷς ἐν κύκλῳ πορφύρα παράκειται
περίνεως· ὁ δεύτερος ἱστός. καὶ καθάπαξ τὰ διττὰ τῆς νεὼς σκεύη
περίνησον· ἱμάτιον ἔχον πορφύραν κύκλῳ
περινοεῖ· περισσῶς νοεῖ
περίνοια· μηχανή. τέχνη
περινομαί[α]· περιφορα(ί)
περίνος· τὸ αἰδοῖον. οἱ δὲ τὸν καυλόν, ἢ τὸ τῶν διδύμων δέρμα,
ἤγουν ὁ ταῦρος
περινοστεῖ· περιέρχεται
περινοστήσαντες· περιελθόντες, κυκλεύσαντες. ἢ ἐξιόντες
περινοστοῦντι· περιστρεφομένῳ
πέριξ· κύκλῳ
περίοδος· τὸ ἐκ διαλειμμάτων ἐπιπεσὸν ὄνομα. ἢ χρόνος. ἢ κύκλος.
ἢ ἡ ἐν λόγοις, καὶ ἡ τῆς γῆς περιήγησις. καὶ ἡ τάξις τῶν αἰώ-
νων. καὶ ἡ παρὰ τοῖς ἰατροῖς. καὶ ἡ ᾠδή. καὶ μέτρον τι τῶν με-
τάλλων
περιόδων· χρόνων. κύκλων
περιόδῳ· κυκλώσει
περιοίκιον· ὁ περὶ τὴν πόλιν ἢ τὴν ἔπαυλιν τόπος. τινὲς δὲ περί-
βολον
περιοίσει· ἀνοίσει ἐκ τῆς νόσου
περιοκωχή· (περιοχή)
*περιωπή· ἀκρώρ(ε)ια. ὕψος. τόπος ὑψηλός
περίοπτον· ἐπιφανῆ, πολυθέατον, περίβλεπτον
περιορᾶν· ὑπερορᾶν
περιόρια· ἑορτὴ ἐν Κύπρῳ
περιοργῶς· ὑπεροργόντως. καὶ παρωρμημένως
περιοριζόμενοι· περιεχόμενοι. γινωσκόμενοι. ἐξολισθαίνοντες
περιορίσαι· περινοῆσαι
περιορισθῆναι· γνωρισθῆναι. ἐξορισθῆναι
περιοριστόν· περιγραπτόν
περιουσία· πορισμός. πλῆθος
περιουσιασμοῦ· πλήθους
περιούσιον· πολύ, περισσόν. περιποιητόν
περιούσιος· πλούσιος. πολύς
περιοχή· περιπέτεια. καὶ ὑπόθεσις. καὶ φυλακή. καὶ ἡ [περὶ πάν-
των] πολιορκία
περιοχῆς· τετειχισμένης
περιόψεται· καταφρονήσει
περιπαθῶς· συμπαθητικῶς. λυπηρῶς. [διαπονηθείς
περιπαλαχθῆναι· περιπλακῆναι
περὶ πάντων· ὑπὲρ πάντας τοὺς ἄλλους
περίπατοι· αἱ ἱστορίαι καὶ οἱ λόγοι. ἢ τόποι διακινήσεων
περὶ πέζαν· τὰ περὶ τοὺς πόδας
περιπεζία· ταπείνωσις
περιπείρῃ· περικεντήσῃ
περιπέπληκα· περιπεπόληκα. περιπέπληγμαι
(*)περιπετάσας· περιβαλών
περιπεπλιγμένα· περιπεπλεγμένα τοῖς σκέλεσιν. οἱ γὰρ ἀλεῖπται τὸ
βῆμα {πλίγμα} λέγουσιν
περίπε[μ]πτον· τὸ περιπεπεμμένον
περι[πετάσθαι] πετάσας· περι(α)πλώσας
(*)περιπεπλίχθαι· διηλλαχέναι τὰ σκέλη ἀσχημόνως
περιπέτεια· ὑπόθεσις. σύμπτωσις. σύμβασις
περιπετεῖς· περιε[ρ]χόμενοι. ἐναντίοι. ἢ προπετεῖς. ἢ περιπεσόντες
περιπετρίζεσθαι· περικρούεσθαι
περίπετρον· [πανταχόθεν ἐξέχον]
περιπευκὲς [ἢ περίπευκος]· περισσῶς πικρόν, διὰ τὸ χρίεσθαι·
πικρὰ γὰρ ἡ πεύκη
περιπῆγις· πόρνος. μάχλος
περιπηγής· περιπαγείς, ἐμπαγείς
περιπλη..] περιπλίγδην· [περιβάδην
περιπλίξ· περιειληφώς
*περιπλέες· λίαν, πλεονάκις
περιπλομένων· περιπολουμένων, ἤγουν περιερχομένων
περίπλους· περιόδους
περὶ πόδα· οὕτως ἐκάλουν τὸ ἁρμόζον· μεταφέροντες ἀπὸ τῶν συμ-
μέτρων τοῖς ποσὶν ὑποδημάτων. ἢ ἀκριβῶς
περὶ ποδός· ἀντὶ τοῦ ἁρμόζον. καὶ {περὶ πόδα}· τὸ ἡρμοσμένον,
ἀπὸ τῶν ὑποδημάτων
περιποιεῖται· προξενεῖ. ζωοποιεῖ
περιποίησις· πλεονασμός, κτῆσις
περιποιητικός· διοικητής
περιπολεῖ· περιοδεύει, περιέρχεται, περιέπει, ἀναστρέφεται, περι-
πολεύει, κυκλεύει. καὶ τὰ ὅμοια
περίπολος· φρουρός, ἔφορος
περὶ πολλοῦ ποιοῦ· τίμα, θεράπευε
περιπόνηρος Ἀρτέμων· παρὰ τὴν παροιμίαν τὴν {περιφόρητος}
{Ἀρτέμων}. εἰσὶ δὲ Ἀρτέμωνες δύο
*περι[ι]ππεύει· ἀφίησιν αὐτοὺς καὶ ἄλλῃ ὁδεύει
περιπρωκτιῶσα· τρυφερευομένη ἐπὶ τῇ πυγῇ
περιπτύσσομαι· καταφιλῶ
*περίπτερα· οἱ ἀποσπινθηρισμοί
*περίπτερον· ὑψηλόν, πανταχόθεν ἐξέχον. ἢ στέγην ἔχουσαν ἐξοχήν
περιπτεύσαντες· [περιδραμόντες]
περιπτυχαί· περίβολοι
*περιπτύσσει· καταφιλεῖ
περίπυστα· διαβόητα
περιραίνεσθαι· περιραντίζεσθαι. ῥαντίζεσθαι
περιρέζειν· τὸ ἐπὶ τοῖς καθαρσίοις θύειν
*περιρεμβαῦσαι· περιφθαρῆναι
*περὶ ῥίον· περὶ τὸ ἀκρωτήριον
περὶ ῥέθεσι· περὶ ταῖς παρειαῖς
περιῤῥηδής· περικεκλασμένος. περιστροβηθείς. οἱ δὲ περιεῤῥιμμένος.
ἢ ὑπτιασμένος
περισαίνοντες· κολακεύοντες. παρὰ τὸ σαίνειν, ὡς τῶν κυνῶν τὴν
(οὐρὰν) κινούντων
περὶ σέ· περὶ σοῦ, ἐγγύς σου, {γνησίως διάκειμαι}
περὶ σεῖο· περὶ σοῦ. καὶ {περιέσσιον}· περὶ σοῦ
περισείρια· τὰ πλάγια τῆς γλώττης
περίσημον· διαβόητον
περισιγᾶν· [ἀφέλκειν τοῦ προκειμένου]
περισκαίρουσι· περισκαρίζουσι
περισκελές· σκληρόν, δυσχερές. ἢ μέχρι τῶν ποδῶν
περισκέπτῳ· πάντοθεν ὁρωμένῳ. οἱ δὲ μόνῳ, κεχωρισμένῳ, ὥστε
ἀπ' αὐτοῦ περισκέψασθαι
περίσκεψις· βάσανος
περισκήπτειν· περιθλίβειν
περισοβεῖν· ἐν κύκλῳ πίνειν. ἢ περιτρέχειν. ἢ φωνεῖν. ἢ διώκειν
*περισσομένη· πορθουμένη
περίσονται· [περιποιήσονται]
*περισσοεπήσει· περισσολογήσει
περισπάσασθαι· περιποιήσασθαι
περισπέ.του βοῆς· ὑπερεπειγούσης
περισπερχής· περιώδυνος
*περισκέλια· βρακκία, φεμινάλια
περὶ σπονδῶν· περὶ εἰρήνης
περισταδόν· περιστάντες
*Περιστενός· οὕτω δράκων καλεῖται
περισταλείς· κοσμηθείς. ἤτοι ταφείς
περισταλαδόν· περισταζόμενον, περιῤῥεόμενον τῷ χόλῳ
περιστατήρια· [σπλάγχνα]
περιστατόν· τὸ ἀνάστατον
περίστασις· θλῖψις, ἀνάγκη, μέριμνα
περιστεγανόν· περισσῶς στεγανόν
περιστένειν· ἔκθυμον εἶναι
περιστείληται· περικαλύψηται
περίστειλον· συγκάλυψον. συνάγαγε
περιστέλλει· καλύπτει. συστέλλει. κοσμεῖ. σκέπει. φυλάττει. περι-
βάλλει
περιστελοῦμεν· τὰ αὐτά
περιστένεται· πάνυ στενοχωρεῖ
περιστήθιον· ἱερατικὸν ἔνδυμα
περιστέρια· κοσμάρια ποιά
περιστίαρχος· ὁ περικαθαίρων τὴν ἑστίαν, καὶ τὴν ἐκκλησίαν
*περιστ(.)ῖξαι· περικυκλῶσαι, περιελθεῖν. περιελάσαι. ἀπὸ τοῦ
στ(ε)ίχειν
περίστιον· ἐπὰν τὸν νεκρὸν ἐκπέμψαντες ὑποστρέψωσι, καὶ τὸ κα-
θάρσιον ποιήσωσιν
περιστλεγγίσαι· περιξύσαι· {στλεγγὶς} γὰρ ἡ ξύστρα
περιστοιχίσαντες· περιλαβόντες
περιστολή· περιβολή. ἔνδυμα
περιστόμιον· ὁ τῆς ἐπιγλωσσίδος τόπος ἐν τῷ βρόγχῳ
περιστόων· [περιστύλων]
περίστροφος· ὁ τῆς ὑποσφραγίδος τόπος
περίστῳον· περίστυλον
περισύρει· σύρει
περίσφατα· τὰ ἐπιθρήνητα, καὶ ἐπονείδιστα, καὶ μοχθηρᾶς ἐπιφω-
νήσεως ἄξια
περισφάτως· περιωδύνως. περιβοήτως
περισχαδόν· τὸν ὑποκρινόμενον τὸν Περσέα, ὡς πτωχὸν καὶ φησί-
μορφον ψίαθον, ἐν ᾧ περιειλοῦσι τὰς ἰσχάδας
περισχελές· δυσχερές
περίσχεο· φροντίδα ποίησαι καὶ ἐπιμέλειαν· ἀντὶ τοῦ λαβοῦ καὶ
ὑπερμάχησαι
περισχέσθαι· ἀγαπῆσαι
περίσχετο· ἠγάπησεν. ἐφείσατο
περισχιδεῖς· εἶδος ὑποδήματος εὐτελές
περισχόμεθα· περισσῶς ἐχόμεθα. ἀντιλαμβανόμεθα
περισχών· περιτείνας. ἢ ἐπισχών
περιτάμνεσθαι· περιορίσαι τι διὰ τῆς αὔλακος
περιταμνόμενον· περιελαύνοντα. μεταφορικῶς ἀπὸ τῶν γηπέδων
περί τ' ἀμφί· κύκλῳ, πέριξ
πε[ρι]ρίτ' εἰμί· ὑπερέχω. ὑπερφρονῶ
περιτελλομένων· πληρουμένων. περιερχομένων
περὶ τέρμα βαλούσας· περιελ(ας)άσας τὸν καμπτῆρα
περιτετάσθαι· ἡπλῶσθαι ἐπὶ τὰ ἴχνη
περιτεύξεται· συντύχῃ. ἢ περιπεσεῖται
περιτευξοίμεθα· περιτύχοιμεν
περιτευξόμενος· περιτυχεῖν μέλλων
περιτεύοντες· συλ[λ]ῶντες
περὶ τὴν λέξιν· ἐν αὐτῇ τῇ λέξει
περί[πε]τ[ε]ια καὶ {περιῆτες}· περιῆτες μὲν οἱ φύλακες, περί[πε]-
τ[ε]ια δὲ Μακεδονικὴ ἑορτή
περιτίθεται· περιβάλλεται
περιτομίς· μέρος τι τῆς νεώς
περιτόναιον· μέρος τι τῆς νεώς. καὶ τὸ δέρτρον
περιτρέπεται· ε(ἰ)λιγγιᾷ
περιτρέφετο· περιεπήσσετο. ὅθεν καὶ τροφαλ[λ]ὶς τὸ πεπηγμένον
περιτριβομένων· παρεσομένων
περίτριμμα .....· τετριμμένον
περιτροπέων· περιτρεπόμενος. μέλλων τελειοῦσθαι. ἢ περιερχόμενος
περιτρόπου· ἴλιγγος
περὶ τρόπιος· ἐπάνω τῆς τρόπιδος. [τῆς ἀγορᾶς.
περιτροπόωντες· περιχωροῦντες
περίτροχον· στρογγύλον
περιττοί· περισσοί, περίεργοι
περιφαλλία· πομπὴ Διονύσῳ τελουμένη τῶν φαλλῶν
περιφάνεια· λαμπρότης, δόξα
περιφανέστερον· ἐμφανέστερον
περιφέρεια· διαστροφή. κύκλος
περιφερές· στρογγύλον
περιφέρεται· πλανᾶται
περιφερόμενα· λαλούμενα
περίφημος· ὀνομαστός
Περιφήτης· ὁ κορυνήτης
περιφθείρεται· τὰς φθεῖρας συλλέγει. ἢ μειοῦται, ἐλαττοῦται
περιφοιτῶντα· περιερχόμενον. περιγινόμενον
περιφορά· ἡ κατὰ κύκλον κίνησις
περιφοραί· ὁμοίως
περιφορᾶς· περισπασμοῦ. πλάνης
περιφραδέως· περιπεφρασμένως. ἐμπείρως
περιφραστικῶς· δύο λέξεων τὸ αὐτὸ σημαινουσῶν ὄνομα
περιφρονεῖς· περισσοφρονεῖς, ὑπερφρονεῖς
περίφρων· σωφρονέστατος, ἢ περισσῶς φρονῶν, συνετώτατος
περιφ[ρ]ῦναι· περιλαβεῖν, περιπλακῆν(αι)
περιχαρής· χαιρόμενος (sic). γελωτοποιός
περιχάσκειν· ἀνοῖξαι τὸ στόμα
περιχεύας χρυσόν· περιπάσας χρυσίῳ
περιχ[ε]ιλοῦντες· ἀντὶ τοῦ ἄδην κορεσθέντες
περιχλ(ι)ανίζεται· περικαλύπτεται. καλλωπίζεται. [ἢ παραστραγ-
γεύεται]
περιχόραι· περιχορεῖαι
περιχορίζειν· ἐνόπλως, συντόνως ὀρχεῖσθαι
περὶ χροΐ· περὶ τῷ σώματι
περὶ χροῒ ἕσσατο· περιεβάλλετο
περιχωρεῖ· συμμίσγεται
περιχώρησον· μέτρησον. περίστησον
περίψημα· περικατάμαγμα. ἀντίλυτρα, ἀντίψυχα. [ἢ ὑπὸ τὰ ἴχνη
πάντων]
περίψυκτος· περιπόθητος, ἐκ ψυχῆς ὅλης ἀγαπώμενος
περιώγανα· ἐπίσσωτρα. οἱ δὲ τὰς κνημίας, αἳ περιπήγνυνται ταῖς
ἁμάξαις
περιώκαλα· ὑπέρσεμνα, ὑπερβαλλόντως καλά
περιωπή· ἄποψις. τόπος ὑψηλός, ὅθεν ἐστὶ περισκοπῆσαι. ἀκρώ-
ρεια
περιωπῆς· προσόψεως
περιώσας· ὠθήσας. ζώσας
περιῶσιν· ζῶσιν. ὑπάρχωσιν
περιώσ[σ]ιον· περιωσ[ς]ίως. περισσῶς. περισσόν. μέγα, ἢ πολύ
περκάζει· μελανίζει. ποικίλλει. ἢ πεπαίνεται
περκαίνειν· διαποικίλλεσθαι. καὶ τὰ ὅμοια
πέρκανα· τὰ ἱστοῦ περιπλέγματα
περκνόν· μελανόν. ποικίλον
περκνός· γλαυκός. μέλας. καὶ τὰ ὅμοια
περκώματα· τὰ ἐπὶ τοῦ προσώπου ποικίλματα
Περκώσ(ι)ος καὶ {Περκώτη}· πόλις
Περμησός· ποταμός
πέρναται· πωλεῖται
περνάμενα· πωλούμενα
περνᾷς· πωλεῖς
πέρναξ· θρίδαξ
Πέρνη· ἔνιοι μετὰ τοῦ {τ} Πτέρνη. εἶναι γάρ τι ἀκρωτήριον τῆς Αἰγί-
νης οὕτω προσαγορευόμενον
περνῆν· ἐμπωλεῖν
πέρνησον· πώλησον
περομνύναι· ἐλέγχεσθαι
περόναι· πόρπαι. καὶ τὰ ἀντικείμενα τῇ κνήμῃ ὀστᾶ
περόνη· ῥαφίς
περονήσατο· ἐπορπήσατο, ἐπερονήσατο, διείρατο
περόσχια· τὰ ῥάκη
πέρπερα· προπετῆ
περπερεύεται· κατεπαίρεται
πέρπερος· μετὰ βλακίας ἐπαιρόμενος
*περὶ πολλοῦ ποιεῖται· τιμᾷ, θεραπεύεται
Πέῤῤαμος· βασιλεύς
πεῤῤεθήκατο· περιεθήκατο
Πεῤῥεύς· ἥρως Ἀθήνησι τιμᾶται
πεῤῤέχειν· ὑπερέχειν
πεῤῥησιππίαν· τὴν ἀνατρέπουσαν ἵππον
Πεῤῥίδαι· τῆς Ἀττικῆς δῆμος ἐν Ἀφίδναις
πέρ σε· πρός σε
*πέρσαντες· ὀλέσαντες, πορθήσαντες, ἀνελόντες
*πέρσας· τὰ αὐτά. [καὶ τὸ ἔθνος
Πέρσης· κυβευτικοῦ βόλου ὄνομα
Περσίδα· πόλιν Περσικήν. ὅ ἐστιν ὑπόδημα
περσιθέα· ἡ Ἀφροδίτη
περσικά· εἴδη καρύων. ἢ εὐτελῆ ὑποδήματα. καὶ ὀρθαὶ βακτηρίαι.
καὶ ὄρχησις Περσική
περσικὸς ὄρνις· ὁ ἀλεκτρυών
πέρσος· ὁ ἰχθῦς ποιός, ἐν Ἐρυθρᾷ γινόμενος
περ(υ)σινόν· ἔφηβον. τὸν ἐξ ἐφήβων
πέρυσι· ὁ παρεληλυθὼς χρόνος
Πέρφερες· θεωροί
Περφίλα· Σωσίβιος. κύριον ὄνομα
περώσιον· μέγα
πεσέεσθαι· πεσεῖσθαι
πέσημα· πτῶμα
πεσκέων· δερμάτων
πέσκον· πικρόν. ἢ κώδιον, ἢ δέρμα
πέσμα· πίεσμα. ἢ μίσχος. ἔστι δὲ ἐξ οὗ τὸ φύλλον ἤρτηται
*πεσέονται· πεσοῦσιν
πέσσαι· πεῖσαι. [ἢ πάσχειν. καὶ νέμειν, καὶ τεχνᾶσθαι τῇ διανοίᾳ
πεσσὰ πεντέγραμμα(τα) καὶ κύβων βολάς· Σοφοκλῆς Ναυ-
πλίῳ Πυρκαεῖ. παρ' ὅσον πέντε γραμμαῖς ἔπαιζον. διαφέρει δὲ
πετ(τ)εία κυβείας. ἐν ᾗ μὲν γὰρ τοὺς κύβους ἀναῤῥίπτουσιν· ἐν δὲ
τῇ πετ(τ)είᾳ αὐτὸ μόνον τὰς ψήφους μετακινοῦσι
πέσσει· πεπαίνει. θεραπεύει. κατέχει. καταπραΰνει
πεσ(ς)έμεν· πέσ(ς)ειν
πέσσεται· ὀπτᾶται. Ἀρκάδες. ὀπτήσει
πεσσεύων μετατίθεσο· τὴν γνώμην πρὸς τὸ κρεῖσσον
πεσ[σ]ήματα· πτώσεις
πεσ[σ]ήματος· πτώσεως, πτώματος
πεσσοῖς· πεττοῖς. βολίοις, κύβοις
πέσ(ς)ον· ὄρος· χωρίον Κύπριοι· πεδίον Αἰολεῖς· τινὲς ὁμαλές
πεσσός· οὕτως ἐκάλουν τὰς ψήφους, αἷς ἔπαιζον. καὶ τὸ περὶ τὴν
κόρην μέλαν τοῦ ὀφθαλμοῦ
*πεσσοῖσι· τοῖς κύβοις· παρὰ τὸ πίπτειν αὐτούς
*πέσσω· ὀπτήσω ἄρτον
πεσσύγγιον· σκυτ(ε)ῖον
πεσσύπτη· σκυτεύρια
πέσσυρα· πίσυρα. τέσσαρα
πέσσυρες· τέσσαρες. Αἰολεῖς
πεσών· πάσχων
πέτα· πτῶσις. στάχυα
πετάζει· ἁπλοῖ. σκεπάζει
πεταιτά· μετέωρα. ἀμπελουργία, ὡς αἱ ἀναδενδράδες
πετάλα· ὀνόματα θήλεια. καὶ βοῦς
πέταλ[λ]α, οὐδετέρως· τὰ φύλλα
πεταλίζειν· βλαστεῖν. φυλλολογεῖν
πε[τ]αλισμός· ὁ διὰ φύλ[λ]ων ὀστρακισμὸς γινόμενος
πέταλ[λ]ον· φύλλον. καὶ τῆς ἐπιγλωσσίδος τὸ καλύπτον τὸ στόμα
πεταλωτόν· ἀκμαιότατον. εὐειδέστατον
πεταλίδων ὑ[ι]ῶν μεταίη· ἀπὸ τῶν μόσχων. πέτηλοι γὰρ οὗτοι λέ-
γονται
πεταλοῦνται· [ἐξυπτιῶνται. τρυφῶσιν
πέτακνον· ποτήριον ἐκπέταλον. (τὸ) δὲ αὐτὸ καὶ πέταχνον]
πετάσας· ἁπλώσας. τανύσας
*πετᾶσθαι γαμβραί· κεκτῆσθαι
πετάσειεν· ἁπλώσειεν. κουφίσειεν. ἀπὸ ἐνεστῶτος τοῦ πετάζω
πέτασος· τὸ τῶν ἐφήβων φόρημα
πέταυρα· τίγνα
πέταυρον· εἶδος παγίδος
πετελκές· καμπύλον
*πετεηνῶν· πετεινῶν
*πετέσθην· ἐπέτοντο. δυϊκῶς
πέτευρον· σανίς, ἐφ' ἧς αἱ ὄρνεις κοιμῶνται· καὶ πᾶν τὸ ἐμφερὲς
τούτω. καὶ ὄργανον ποιόν. καὶ πᾶν τὸ μακρὸν καὶ ὑπόπλατυ. ἔστι δὲ
λεπτόν, ὅταν ἐν μετεώρῳ κείμενον ᾖ. {Πέτευρον} λέγεται, ἢ καὶ
{πέντευρον}
Πετε[υ]ών· πόλις
πετήλας· τοὺς μικροὺς καὶ θαμνώδεις φοίνικας
πετηλίς· ἀκρίς
πετηνίς· κόρις
πέτραι ἠλίβατοι· ὑψηλοὶ κρημνοί, ἀκρώρειαι
πετρέμβατοι· [ὑψηλοὶ κρημνοί]
πετραδεῖλαι· [οἱ μὲν τοὺς ἀποπνευματισμούς· οἱ δὲ εἶδος ἰχθύων
πετρεφράμη· θρασεῖα. θερμή
πέτρη τ' Ὠλενίη· πόλις
πέτρον· λίθον
*πετειᾷ· παίζει
πεττεία· διὰ κύβων παιδιά
πεττείαις· κύβοις, τάβλαις, παιδι[λ]αῖς
πεττεύει· διαπαίζει. μεταστρέφει. κυβᾷ
*Πέτρος· ἐπιλύων. ἐπιγινώσκων. οὗτος καὶ Σίμων καὶ Κηφᾶς καὶ
Συμεὼν ἐλέγετο
πεττοί· βόλια, ἐν οἷς ταυλίζουσι
πεττεύουσι· κυβεύουσιν
πέττουσιν· ἑψοῦσιν
πευδρία· ἀρτοθήκη
πεύθεται· πυνθάνεται. ἀκούει
πεύθετο· ἤκουεν. ἐπυνθάνετο
πεύθη· πεῦσις. ἐρώτησις
πευθῆνες· πιστοί. περίεργοι
πευθείς· ἑψηθείς
πευΐδας· λαμπάδας
πευκαλεῖται· ξηραίνεται. ἢ ἀντὶ τοῦ ζητεῖται. Ἀριστέας
πευκαλέον· ξηρόν. ἀγγεῖον
πευκαλίμαις· συνεταῖς. ὀξείαις. πικραῖς. ἢ ἀγαθαῖς
πευκαλίμη· θερμή. θρασεῖα. καὶ φλεγμαίνουσα
πευκαλίμῃσι· πυκναῖς. συνεταῖς. καὶ τὰ ὅμοια
πευκάνα· [πευκονία.] ἱστοῦ παράπλεγμα. [τροχίαι]
πευκεδανόν· πευκές. πικρόν
Πευκέτιοι· οἱ περὶ τὸ[ν] Βρεντέσιον οἰκοῦντες
πεύκινο(ν) δάκρυ[ν]· πίσσαν
πεύκλα· ἁματροχιαί
πεῦσις· ἐρώτησις. ἀπόκρισις
πεύσομαι· ἐρωτήσω. ἀκούσω. ἐρευνήσω. μάθω
πευστός· ὑπήκοος
πέφανται· πεφανέρωνται. ἢ πεφονευμένοι εἰσίν
πεφάσθαι· πεφονεῦσθαι, καὶ ἀνῃρῆσθαι. ὅθεν καὶ {φάσγανον}
πεφασμένον· φανερόν. ἀνῃρημένον. ἢ πεφανερωμένον
πεφάσσουσα· [ἐνθουσιωδῶς ὁρμῶσα]
πέφαται· εἴρηται. τέθνηκεν, ἀνῄρηται, πεφόνευται
πεφαύλικεν· ἤμβλυκεν
πεφαυλισμένον· ἀποδεδοκιμασμένον
πεφένακ(ικ)εν· ἠπάτησεν
πεφενακισμένος· ἐξηπατημένος
πέφη· ἐφάνη ἢ πεφύκασι
πεφήμωσο· [παῦσον. φιμώθητι]
πεφήνακεν· [ἠπάτησεν]
πέφηνεν· ἐφανερώθη, ἐφάνη. ὑπῆρχεν
πεφηνώς· ἕτοιμος. φανερός
πεφήσεαι· τολμήσεις, ὑπομενεῖς. τεθνήξῃ
πεφήσεται· φανεροποιήσεται
πεφιδέσθαι· φείσασθαι
πεφλάζει· βράζει
πεφλοιδώς· τὸν φλοιὸν ἀποβαλών
πεφλοιδέναι· φλυκταινοῦσθαι
πέφνειν· κτείνειν
πέφνεν· ἀνεῖλεν, ἐφόνευσεν
πεφοβημένοι· εἰς φυγὴν τετραμμένοι
πεφοβῆσθαι· κεκοσμῆσθαι, κομᾶν. δεδοικέναι
πεφοινιγμένη· ᾑματωμένη, πεπυῤ(ῥ)ωμένη. ἀπὸ φόνου, ἢ φοίνικος
πεφοιτηκότες· παραγενόμενοι
πεφορημένα· ἐνηνεγμένα. πεπληρωμένα, κεχορτασμένα
πεφορύνθαι· μεμιάνθαι, μεμολύνθαι
πέφραδεν· εἶπεν. ἐσήμηνεν
πεφράδοι· διασημήνειε. εἴποι
πεφρασμένος· παρεσκευασμένος, εἰς τὸ φρασθῆναι προσακτικὴν ἔχων
δύναμιν
πεφρίκασι· δεδοίκασι
πεφρικέναι· δεδοικέναι. πεφοβῆσθαι. [πεφρικέναι]
πεφρυγμένον· τὸ εἰς τὴν χεῖρα φρυσσόμενον. [ἢ πεφυγότα]
πεφυγμένος· πεφευγώς
πεφυζότες· μετὰ δέους φεύγοντες
πεφύκαμεν· ἐσμέν, ὑπάρχομεν
πέφυκεν· ὑπάρχει. ἐγένετο
πεφυκώς· ὑπάρχων
πεφυραμένους· μεμιγμένους
πεφυρμένοι· μεμιασμένοι
πέφυρται· μεμία(ν)ται
πεφυσιγγωμένοι· ἀπὸ τῶν ἐν τοῖς σκορόδοις {φυσίγγων}, ὅπερ
ἐστὶν ἐντεριών(ων)
πεφυσιωμένους· ὠγκωμένους. κενοδοξοῦντας. ἐπῃρμένους
πεφωρημένα· ἐληλεγμένα, κατειλημμένα. {Φωρᾶσαι} γὰ τὸ θεά-
σασθαι
πέχαρι· ἔλαφος. Ἀμερίας
πέψαι· ἑψῆσαι, ἡδὺν κατασκευάσαι, ἢ πραῧναι
πέψις· ἀρτοποιία
πῇ· ποῖ, πῶς, εἰς τίνα τόπον
πηγάδα· τὴν οὐ πολλῷ ὕδατι κεχρημένην γῆν, ὕστερον γενομένην ξη-
ρὰν καὶ πεπηγυῖαν
πηγάζει· ἀναβλύζει
πηγαί· τῶν ὀφθαλμῶν οἱ πρὸς τῇ ῥινὶ κανθοί
πηγαῖον· τὸ ὄστρακον, ὃ καὶ {ἀρδάνιον} ὁμοίως λέγεται
πηγαῖον ὕδωρ· περικαθαῖρον, τὸ πρὸ τῆς οἰκίας τῶν ἀποπεμπομέ-
νων, ὅτε ἐξεκόμιζον
πηγεσιμάλλῳ· εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς· {πηγὸν} γὰρ
τὸ εὐτραφές. τινὲς δὲ λευκὸν {τὸ πηγόν}· οἱ δὲ μέλαν
πηγόν· οἱ μὲν λευκόν· οἱ δὲ μέλαν. καὶ εὐτραφῆ, ἢ μέγα
πηγυλίς· ψυχρά, παγετώδης
Πήδαιον· πόλις. καὶ ὄνομα κύριον
πηδάλια· τῶν ἀκρίδων οἱ ὀπίσθιοι πόδες
πηδαλίοις· οἴαξιν
πηδαλιο(υ)χούμενοι· κυβερνώμενοι· παρὰ τὸ πηδάλιον, ὅ ἐστιν
αὐχήν
Πήδασος· πόλις, καὶ ἔθνος βαρβαρικόν. καὶ κύριον ὄνομα, καὶ
ἵππου
πῇ δὴ ἄρα· πῶ(ς), ποῖ δή
πῆδον· πηδάλιον
πῆδος· τὸ πλατὺ τῆς κώπης, ἀπὸ τοῦ {παίειν}. οἱ δὲ {πήδινον}
εἶναι {ξύλον} εὔθετον πρὸς τὴν τῆς κώπης κατασκευήν. γράφουσι δὲ
καὶ ἐν ἐκείνῳ·
μέγα δ' ἔβραχε πήδινος [τε]
καὶ ἡ ἀγρία ἄμπελος
πηδύειν· [νάειν. βλύζειν. βρύειν
πηδύειν· πηγάζειν. ὀμβροῦν. ἱδροῦν
πηδυλίς· πέτρα, ἐξ ἧς ὕδωρ ῥέει]
πηδῷ· τῷ πλάτει τῆς κώπης τοῦ πλοίου
πήθων· [πίθηκος]
πῆι· πόκα
πηκτὰ δάκρυα· παρὰ τὸ πεπηγέναι· ὡς ἐκ πηγῆς ῥέοντα
πηκταὶ θύραι καὶ {εὔπηκτοι [εὔ]θύραι}
πηκτίδες καὶ {σύριγγες}· ὄργανα μουσικά
πηκτίδος· πανδουρίου
πηκτίς· πανδούριον. ψαλτήριον. σύριγξ. ὄργανον
πηκτόν· ἐκ πολλῶν ξύλων πεπηγμένον
πηκτὸν ἄροτρον· τὸ ἀπὸ δύο ἀρότρων. εἰσὶ γὰρ καὶ μονόβολα
πηκτὸς θάνατος· ὁ τοῦ Σαλαμινίου Αἴαντος τοῦ μανέντος, ὃς τῷ
ξίφει ἐπιπεσὼν ἀπέθανεν
Πηλαγόνες· γέροντες, παλαιοί, γηγενεῖς
πῆλαι· κραδᾶ[ί]ναι, σεῖσαι
πηλαμύς· διὰ τοῦ {υ} ἰχθῦς ἐν Πόντῳ
πῆλεν· ἔπαλ(λ)εν
Πηλέως μάχαιρα· παροιμία, ἣν ἐκ πλήρους Ἀριστοφάνης ἀναγρά-
φει οὕτω· {μέγα φρονεῖ μᾶλλον, ἢ ὁ Πηλεὺς τῇ μαχαίρᾳ}.
ἐδόκει γὰρ σωφροσύνης γέρας εἰληφέναι .....
Πηλ(η)ιάδεω· τοῦ Πηλέως παιδός
πηληκίσματα· [φενακίσματα]
Πήληξ· περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι. καὶ δῆμος
Πηλιάδα (μελιήν)· τὸ δόρυ
Πηλιάς· ἰδίως τὸ τοῦ Ἀχιλλέως δόρυ· καταχρηστικῶς δὲ καὶ πᾶν
πηλιδνόν· πελιδνόν
πηλίκον· οἷον, ὁποῖον, ποταπόν. διάφορον
πηλίκοις· διαφόροις. καὶ τὰ ὅμοια
πηλίναις· χοϊκαῖς
πήλινος· ἐκ πηλοῦ, χοϊκός
Πήλιον· ὅρος ἐν Θεσσαλίᾳ. καὶ Πήλιον
πηλός· οἶνος. Ἴωνες, ἔνθεν καὶ {κάπηλος} ὁ τὸν οἶνον πωλῶν
πηλὸς ἀϊδνός· περὶ τὴν Λιβύην ἐστὶ τόπος. καὶ τὸν ὁρίζοντα
ὠκεανόν
πήλυξ· ῥαγάς
πῆμα· βλάβη. ἀναπημονή
πημαίνει· βλάπτει, κακοποιεῖ
πημαινούσης· κακούσης. καὶ τὰ ὅμοια
πήμασι· κακοῖς. [πήμασι] βλάβαις
πῇ μέματον· ποῦ προθυμεῖσθε
πῆμος· πηνίκα
πῆν· πῆ καὶ πῆν ἐπὶ τοῦ κατάπασσε καὶ καταπάσσειν
πήνα· ἀπήνη
Πηνειός· ποταμὸς ἐν Θεσσαλίᾳ
Πηνελόπη· ὄνομα κύριον
πηνέλοψ· ὄρνις ποιός
πηνηκίζειν· ἀπατᾶν
πηνηκισμάτων· φενακισμάτων
πήνην· [τὸ ἀνάπτειν.] λέγεται ἡ ἐργασία
πηνία· ἐντίθεταί τινα τοῖς πλακοῦσι λεγόμενα πηνία. ἔστι δὲ λευκὰ
καὶ προσόμοια τοῖς πηνίοις ὄντως
πηνίκα· πότε. [ἢ τότε]
πηνίκα δέ· [ὅτε δὲ] ἢ πότε δέ
πηνίκη· θρίξ. ἐμπλοκή
πηνίον· [πανούκλιον. ἢ] ἄτρακτος, εἰς ὃν εἱλεῖται ἡ κρόκη
Πηνιός· [ποταμός]
πῆνος· ὕφασμα
πηνώμενον· πηνιζόμενον. τριβόμενον
πῆξαι· κατασκευάσαι. στῆσαι
πήξας· στήσας. βαλών. κατασκευάσας
πῆξε θυμόν· ἔπληξε τὴν ψυχήν
πηοί· συγγενεῖς, οἱ κατ' ἐπιγαμίαν οἰκεῖοι. ἀγαθοί. ἀναγκαῖοι. ἀνδρεῖοι
πήραξον· ἀφόδευσον
Πηρεφόνεια· Περσεφόνεια. Λάκωνες
πηρία· Ἀ(ς)πένδιοι τὴν χώραν τοῦ ἀγροῦ
Πηρίη· πόλις ἐν Θεσσαλίᾳ
πῆριξ· πέρδιξ. Κρῆτες
πηρίς· ὄσχη, κήλη, αἰδοῖον. καὶ ἱερείου ταυρία
πηροῖς· βλάπτοις
πηρόν· ἐστερημένον τῆς φωνῆς. ἔνιοι δὲ πεπηρωμένον καὶ βεβλαμμέ-
νον αὐτοῦ τὴν διάνοιαν ....... τὸν (ἐ)νεὸν καὶ ἄφωνον· προπερισπω-
μένως δὲ τὸν τυφλόν
πηρόν· τὸν παντάπασι μὴ ὁρῶντα
πήρωσις· βλάβη. λύπη. τύφλωσις
πήσασθαι· μέμψασθαι
πήτεα· πίτυρα
πητ[ε]ῖται· πιτύρινοι ἄρτοι. Λάκωνες
πήχεων· πηχῶν
πῆχυς· νεῦρον, ἢ τὸ τοῦ τόξου μέσον· ἔνιοι τὰ ἄκρα. {κιθάρας} δὲ
{πῆχυς} ὁ ἀγκών. ἢ ὁ εἷς καὶ ἥμισυ ποῦς
πηῶν· φίλων. συγγενῶν
πιαζόμενος· θλιβόμενος
πιαίνει· σιτεύει. λιπαίνει
*πιανάτω· λιπανάτω
πιαινέτω· λιπαινέτω
πιαλέον· λιπαρόν
πιανεῖ στυγνῷ· [τῷ θρηνητικῷ ὕμνῳ]
πίαλον· παράλευκον
πῖαρ· τὸ κράτιστον. καὶ στέαρ. ἢ τὸ πέρας. καὶ λιπαρόν
πιάτοις· τὸ ἄσημον ἀργύριον
πίγγαλος· σαῦρος ὁ καλούμενος χαλκίς
πίγγαν· νεόσσιον. Ἀμερίας. γλαυκόν
πίδακες· σταγόνες. πήγξ
πιδακοέσσης· καθύγρου
πῖδαξ· λιβάς, κρήνη, ἀναβολὴ ὑδάτων, πηγή, ἄκρα ὕδατος
πίδαξι· πηγαῖς
πιδηέσσης· καθύδρου, πιδακώδους. καὶ ἡμεῖς {πιδᾶν} λέγομεν τὸ
ἀναβάλλειν ὑγρόν
πίδναται· [προσπελάζει]
Πιδώ· δῆμος [ἐν τῇ θάκῃ
πιέειν· πιεῖν
πιέζειν· κατέχειν. θλίβειν, σφίγγειν. μαλάσσειν. βαρεῖν
πιερά· λιπαρά. εὐδαίμονα, πλούσια. καὶ {πιείρῃ
Πιερία· ὄρος. [ἢ λιπαρά]
Πιερίδες· αἱ Μοῦσαι ἐν Μακεδονίᾳ
Πιέρι..· ἡ ἀκρώρεια τοῦ ἐν Μακεδονίᾳ ὄρους
πιέσαι· πιάσαι
πιεσθείς· δαμασθείς
πιῆναι· ὠφελῆσαι. αὐξῆσαι
πιθάκναι καὶ {πιθάκνια}· οἱ μικροὶ πίθοι. καὶ σιπύαι
πιθανάς· εὐπίστους
πιθανολογία· διάλεξις ἀληθής
πιθανόν· ἀληθινόν. πιστόν. εὐπ(ε)ιθές
[Πιθήνης πόλις]
πιθήσας· πιστεύσας. πισθείς. πιστωθείς
*πιθάρχει· [πίσθητι]
πιθοῖ· [πισμονή, πίστις]
πιθοίγια· ἑορτὴ Ἀθήνησι
πιθραύσκεται· [φανεροῦται]
πιθών· π(ε)ίσας
πικα(ῖ)σι· πικραῖς
πικέλα· [πίσσα, Ῥωμαῖοι]
πίκειν· ξαίνειν
πίκεται· κτενίζεται
πικόν· πικρόν. Χαλδαῖοι
πικρόν· χαλεπόν. ἀργαλέον
πικρῶς· κατακόρως. ἀκρατῶς
πίλημα· ζώνη. μίτρα
πιλιπαγμός· ποιά τις φωνή
πίλνα· προσήγγιζε
πίλναι· προσεγγίσαι
πίλναται· προσπελάζει
πιλνάμενον· ἐμπελαζόμενον, πηγνύμενον
(π)ίλνασθαι· ἐγγίζειν, πλησιάζειν, προσάγειν
πίλνατο· προσεπέλαζε, προσήγγιζε. καὶ τὰ ὅμοια
πιλνόν· φαιόν. Κύπριοι
πίλοις· πιλωτοῖς
πιλός· κοχλιός
πῖλος χαλκοῦς· εἶδος περικεφαλαίας
πιμελή· στέαρ, πιότης, λίπος
πιμελής· εὐτραφής. λιπαρός
πιμέντα· [φάρμακα
πιμεντάριος· φαρμακὸς καὶ μυρεψός]
πίμπλαμαι· πληροῦμαι
πίμπλαντο· ἐπληροῦντο
πίμπλαται· πληροῦται
πιμπρᾶν· ἐμπυρίζειν φυσᾶν. καίειν
πίμπρασθαι· ......
πίμπραται· .......
*πεμφθοί· ὀφθαλμῶν τὰ μελανά. Ἠλεῖοι
πῖνα· εἶδος ἰχθύος. καὶ ὀστρεῶδες κογχύλιον
πίνακας· τὰς σανίδας. καὶ τὰ θραύσματα τῶν [ὀρνεῶν. ἄλλοι δὲ
τὰς δέλτους. καὶ οἱ ἐπὶ τῶν σκυτ(οτομ)ικῶν τραπεζῶν λίθοι. καὶ τὰ
ἄκρα τῶν ξύλων
πίνακες· ἀναγραφαί. εἰκόνες
πινακίδο[ῦ]ς· ὄρχησις ποιά
πινάκιον· τὸ λεύκωμα. τινὲς δὲ σύμβολον δικαστικόν
πίνακι πτυκτῷ· δέλτῳ
πινακίρ· πινακίσκος
πίνακος κουρά· τὰ τμήματα, καὶ ἀποκαθάρματα τῶν ξύλων
πινακοπώλης· ὀρνιθοπώλης. τίλλοντες γὰρ αὐτὰ καὶ τιθέντες ἐπὶ
πίνακος ἐπώλουν, τὰ λεπτὰ ὁρμαθίζοντες
πίναξ· ζωγραφία. ἱστορία. ἀναγραφή. περιοχή
πιναρά· ταπεινά, εὐτελῆ, ἐλάχιστα. ῥυπαρά
πιναρός· ῥυπαρός. εὐτελής, ἐλάχιστος
*πίνος· ῥύπος. καὶ τὰ ὅμοια
πινόεν· ῥυπαρόν. πιναρόν
πινοτήρης· πινοφύλαξ λεγόμενος. {Πῖνα} δὲ εἶδος ὀστρέου
πινυμένην· συνετήν
πίνυσις· σύνεσις
πινυτή· σύνεσις, φρόνησις
πινυτήν· σωφροσύνην
πινυτός· σώφρων, συνετός
πινυτόφρων· σωφρονέστατος. συνετώτατος
πινυτῶς· οὕτως φρονῶν
πινῶδες· ῥυπαρόν. ξηρόν
πινωδία· ἀκαθαρσία
πιόμενα· ποτιζόμενα
πίονα· λιπαρά. πλούσια
πίονα ἔργα· νῦν τὰ γεωργικά, κατ' ἐξοχήν, τὰ ἡμᾶς πιαίνοντα
*πίος· εὐσεβής
πίονες· στεατῖται πλακοῦντες
πίονος· λιπαροῦ. ἀγρίου. εὐτραφοῦς. πλουσίου. μεγάλου
πιότατον· λιπαρώτατον
πιπαλίς· ἡ παρά τισι χαλκίς, παρὰ δὲ ἐνίοις σαύρα
'πιπάλ(λ)ων· κραδαίνων, πάλλων
πίπαν· [τὸν ἀκριβῆ τοξότην]
πιπίζειν· κατὰ μίμησιν ἡ λέξις πεποίηται τῆς τῶν ὀρνέων φωνῆς.
λέγουσι δὲ τὸ ποτίζειν, ἢ πιπίσκειν
Πίπλ(ε)ιαι· αἱ Μοῦσαι ἐν τῷ Μακεδονικῷ Ὀλύμπῳ, ἀπὸ κρήνης Πι-
πλείας
πιπλῶν· πληρῶν
πίπον· ἄκρον
πιπράσκει· πωλεῖ
πίπτωσι· φονεύωνται
πιπώ· ὄρνεον πολέμιον, ὥς τινες, ἐρῳδιῷ
πῖραρ ἐπαλλάξαντες· [ὅταν σχοινίον ἀποτείνωσιν ἀπὸ πέρατος
εἰς πέρας
πιπνύοντα· σχολεύοντα
πίρινθα· βῆμα. καὶ τὸ ἐπὶ τῆς ἁμάξης πλέγμα, τὸ πλινθίον]
πιρίσσας· ἐλέφας
Πῖσα[ι]· πόλις, ὅπου τὰ Ὀλύμπια ἐπιτελεῖται
πῖσαι· ποτίσαι
πισάκιον· περιστόμιον
πισάκνα· πιθάκνη
πίσεα· κάθυγρος καὶ ποώδης γῆ
πίσεα π(ο)ιήεντα· διύγρους τόπους
πίσῃ· [π(ε)ίσματι]
πίσιρα· πίτυρα. Ἀχαιοί
πισιρῖται· πιτύρινοι ἄρτοι
[πίσιρα]· [ἀγγεῖα
πίσματα· [τὰ ἀγκύραια σχοινία]
πισμός· πιστήρ. ποτίστρα. ληνός.
πισόμενον· γενησόμενον. παθησόμενον
πίσορ· πίθος. Λάκωνες
πισσᾶται· οἱ τὴν λευκὴν ἔχοντες λέπραν
πισσοκωνίας· Διόδοτος πισσοκωνίαν εἶπεν διὰ τὸ τὰ πρόβατα πίσσῃ
χρίεσθαι
πισσοκωνήτῳ πυρί· πίσσῃ χρίουσιν, ἵνα τάχιον κατακαίηται. {Κω-
νῆσαι} δέ ἐστι τὸ περιενεγκεῖν
πιστά· βέβαια
Πίστα· Πίστειρα πόλις. οὕτως εἶπεν
πιστὴν γνώμην· βεβαίαν
πιστήρ· [ληνός]
πίστις· ἀπόδειξις
πιστήριον· ποτιστήριον. {πῖσαι} γὰρ τὸ ποτίσαι. καὶ πῖστραι αἱ πο-
τίστραι
πιστός· εὐπειθής
πιστούμεος· πιστά τε ποιῶν, βεβαιούμενος τὸ λεχθέν
πισύγγιον· σκυτ(ε)ῖον
πισύγγων· σκυτέων
πίσυνοι· πεποιθότες, πεπιστευκότες
πίσυνος· πεποιθώς, πιστεύων, θαῤῥῶν
πίσυρας· τέσσαρας
πισύρων· τὸ αὐτό
πίσω· [πράξω]
*πιστώσαντο [στῶ]· πίστεις ἀλλήλοις ἔδοσαν
Πιτανάτης στρατός· ὁ τῶν Ἑλλήνων, ἤτοι ἀπὸ μέρους, ἢ διὰ τὸν
Μενέλαον, ὃς ἦν Πιτανάτης, οὗ χάριν ἐστράτευσαν. ἔστι δὲ ἡ Πι-
τάνη φυλή
Πιτανάτης· ὁ Πιτανάτης λόχος αὐτοσχεδιάζεται, οὐκ ὢν ταῖς ἀλη-
θείαις. {Πιτανάτῃ} δὲ {ἀγῶ(νι)} γυμνικῷ ἐν Πιτάνῃ ἀγομένῳ
'πιτίμια· τὰς ἀξίας τιμωρίας (ἐ)πιτίμιά φασιν
πιτνάς· ἐκτείνων. [τίμιά φασι]
πίτνει· πίπτει. [ἐκτείνει]
πίττῃ· πίσσῃ
πιτυδάνη· ἀσκὸς μικρός
Πιτύ(ε)ια· πόλις Θρᾴκης
πιτύλοιν· ταῖς καταφοραῖς τῶν τειχέων
πιτύλοιν· [ψόφοις ὑδάτων]
πιτύλοις· ταῖς καταφοραῖς τῶν ὑδάτων [τειχέων] καὶ τοῖς ψόφοις
τῶν ὑδάτων
πίτυλος· ὀρνιθάριόν τι ἄγριον. ἢ συστροφὴ τῆς χειρός, ὅταν πι-
κρῶς ἐπιφέρηται
πιτύλους· οἱ ἀλεῖπται τὰς ἐν περιόδῳ καταβολὰς τῶν πληγῶν· οἱ δὲ
ναυτικοὶ τὸ πρὸς κέλευσμα ἐλάσαι
πιτύνη· [κνῆκας, ὁ τὸν τυρὸν πογρίων]
πίτυρα· τὰ τῶν σίτων ἢ κριθῶν φλοιά
πίτυς· δένδρον, ἐμφερὲς πεύκῃ
πιφαλλίς· πίφιγξ
πιφαύσκεο· φαῖνε λέγων
πιφαύσκεται· φανεροῦται, διασαφεῖ, φανεροποιεῖ
πιφαυσκόμενος· σημαίνων, λέγων
πιφαύσκω· παραδείκνυμι, ἀναφαίνω, εἰς φῶς ἄγω, σημαίνω
πιφαύσκων· ἐμφανίζων, παραδεικνύων, σημαίνων, λέγων. καὶ τὰ ὅμοια
πίφιγξ· κορυδαλός
*[πιφραύσκων]· πιφαύσκων. λέγων, ἐμφανίζων
'πίχειρον· ἀνταπόδοσις
πίχυς· [βραχεῖον μέτρον]
πίων· λιπαρῶν
πλαγάν· πληγήν
Πλάγας· [τὰς Συμπληγάδας πέτρας]
πλαγγόνιον· μύρον τι παρὰ Ἀθηναίοις
πλαγγών· κηρινόν τι κοροκόσμιον, σφαῖρα, καλαθίς. καὶ {πλαγγό-
νες} κεκρύφαλοι
πλαγιάσαι· παραλογίσασθαι. πλανῆσαι
πλάγιοι· δόλιοι
πλαγίως· δολίως. μὴ φανερῶς. ἀσυμφανῶς. αἰνιγματωδῶς
πλαγκτά· καμπτά. [πλαγκτά]
Πλαγκταί· οὕτω πέτραι τινὲς καλοῦνται, (ἀπὸ) τοῦ πλάζεσθαι αὐ-
τάς· ἃς ἔνιοι Συμπληγάδας καλοῦσιν
πλαγκτέ· παράφρων, καὶ πεπληγμένε τὴν διάνοιαν
πλαγκ(τ)όν· ἀνόητον, τὰς φρένας βεβλαμμένον, πλανώμενον
πλαγχθέντες· πληγέντες. πλανηθέντες
πλάγχθη· ἐστράφη. καὶ τὰ ὅμοια
πλαδαρόν· νοτερόν, ὕπομβρον. χαῦνον, ἀσθενές. ὑγρόν
πλαδαρώτερος· ἐκλυτώτερος. καὶ τὰ ὅμοια
πλα(δ)διῇ· ματαΐζει. σοβαρεύεται
πλαδῶσαν· ὑγράν
πλαδῶσιν· ὑγροῖς. λιπανθεῖσιν. ἢ αἱ σάρκες αἱ μὴ ἐστερεωμέναι
πλάζεσθαι· πλανᾶσθαι, ἀποσφάλλεσθαι
πλαζόμενος· ἐγγίσας. ἢ πλανώμενος
πλάζουσι· πλανῶσι. διαμαρτάνουσι τῶν ἐπιθυμιῶν. σφάλλουσι
πλάζον· πλανῶν
πλάθανον· κύκλον, ἐφ' οὗ πλάσσουσιν ἄρτους καὶ πλακοῦντας
πλα[σ]θείς· προσπελασθείς. δοθείς
πλαθεῖσα· τὰ αὐτά
πλάθεται· παραγίνεται, προσπελάζει
πλάθους· πλήθους
πλαῖσι· κλῆσι
πλαίσια· πλινθία
πλαίσιον· ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις· καὶ πίναξ. καὶ
πλινθίον. καὶ διὰ ξύλων τετράγωνα πήγματα
πλαίτερ· πέτραι. οἱ δὲ {πάτερ}
πλάκα ἡλιακήν· τὴν ἀνατολικὴν γῆν, ἢ τὴν ἡλιακήν. {Πλάκα} καὶ
τὴν ὅλην χώραν, καὶ τὴν κοινήν, ἢ τὴν γῆν
πλάκας· δέλτους
πλακάτην· [ἐριουργικὸν ἐργαλεῖον]
Πλακία· χώρα παρὰ τὴν Θρᾴκην, εἰς ἣν ἀποικίαν ἔπεμψαν Ἀθη-
ναῖοι
πλακίησιν· [ἁμαρτίαις]
πλακίς· κλινίδιον κατεσκευασμένον ἐξ ἀνθῶν, (ἐν) τῇ ἑορτῇ τῶν Πανα-
θηναίων
Πλάκος· ὄρος τῆς Κιλικίας. τινὲς δὲ Πλακούσιον λέγουσιν
πλακοῦς· ἐκτὸς τοῦ πέμματος καὶ ὁ σπερματικὸς τύπος τῆς ἡμέρας
μαλάχης
πλακτήρ· τὸ τοῦ ἀλεκτρυόνος πλῆκτρον
πλᾶκτρον· πλάνημα. πλῆθος. ἢ τὸ πλῆκτρον
πλάκτος· [παράφρων. πεπλανημένος]
*πλανίς· τὸ τῆς νύμφης χρυσοῦν διάδημα
πλάνα· τριακάς
πλάνη· ἀπάτη
πλανῆται· ἀστέρες. τρέχουσιν ἐπισήμοις. ἤτοι μετανάστ[ε]αι
πλάνος· πλανήτης, ἀπατεών
πλάντων· [ἄφρων, ἄνους. καὶ ἡ πλατεῖα πέτρα]
πλανύττων· πλανῶν
πλάξ· ἐπὶ τῆς γῆς, καὶ ὄρος. καὶ τὰ μεμαζωμένα. καὶ τὸ διπλοῦν.
καὶ ἡ πλατεῖα πέτρα. ἢ πλάκας τῆς κοιλίας. καὶ ἡ γαστήρ
πλαριᾶν· μίγνυσθαι
πλάσμα· σχηματισμός. ψεῦσμα. ἢ κτίσμα
πλασταρεύοντες· πλάσσοντες
π[λ]αστηρία· (ς)πλάγχνια
πλάστιγγι· [ἰσχία
πλάστιγξ· μάστιξ. ἢ τοῦ ζυγοῦ τὸ ἀντίῤῥοπον. καὶ τὸ νῦν λεγόμενον
{λίτρα}. καὶ τὸ πρὸς τοὺς κοττάβους πινάκιον. καὶ μέρος τι τοῦ
αὐλοῦ. καὶ σύριγγος τὸ ζύγωμα
πλαστουργήσαντα· πλάσαντα, ποιήσαντα
πλάστρα· ἐνώτια. καὶ θεῶν τύποι
πλα[σ]τά· προσπελαστά
πλαταγώνιον· τὸ τῆς μήκωνος καὶ ἀνεμώνης φύλλον
πλαταγωνίσας· ἀποληκυθίσας, καὶ ψοφήσας
*πλαταγεῖν· κροτεῖν
πλάται· τῶν σπαθῶν τὰ πλατέα
πλαταΐσαι· τὸ ὠμοθετῆσαι
πλαταμών· τόπος πλατὺς καὶ μέγας ὑποθαλάττιος. οἱ δὲ λεωπετρία.
οἱ δὲ ὀλισθηρὰ πέτρα
πλάταν· [πληγήν. ἢ] πλοῖον
πλατάνιστον· πλάτανον
πλάτανος· δένδρον, πρὸς ὃ οἱ γυναικονόμοι τὰς ζημίας ἐν λευκώματι
ἐξετίθεσαν
πλατέα· τὰ ἐν πλάτει νεμόμενα, μεγάλα
πλατεάζειν· ἀλαζονεύεσθαι. φενακίζειν
πλατεῖα· κόσμος τις
πλατειάδδοντες· [οἱ γυμναζόμενοι τοῖς ἐφήβοις]
πλατεῖαι· καρποὶ τῶν χειρῶν
πλατείαις· ῥύμαις, ἀγοραῖς
[πλατῆορ]· τὸ πλατείᾳ τῇ χειρὶ πατάξαι
πλάτιγξ· τῆς κώπης τὸ ἄκρον, ᾧ πλήσσεται τὸ ὕδωρ
πλάτη· ἡ ὠμοπλάτη. καὶ ἡ θαλασσ(ί)α
πλᾶτιν· γυναῖκα. ἢ τὴν ἄθροισιν
πλατίς· ἡ γυνή. ἡ ἄπιστος, κλώψ. σύνοδος, ἄθροισμα
πλατίστακος· (γυν)αικεῖον αἰδοῖον. καὶ ἰχθῦς ποιός
πλατορόα· θυσία. Λίνδιοι
πλατυγίζειν· καταλαζονεύεσθαι. ἀπὸ τῶν {πλατῶν} τῶν ἐν ταῖς
κώπαις καὶ τῆς θαλάσσης
πλατύνειν· μηρύειν
*πλατύ· μέγα. εὐρύ. ἁλμυρόν
πλατὺν Ἑλλήσποντον· τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόν-
του· ἀπὸ τοῦ ὅλου τὸ μέρος τοπικῶς λέγων
πλατύ· [μέγα, εὐρύ. ἁλμυρόν]
πλατὺ ὕδωρ· τὸ ἁλμυρόν
πλάτων· χαλκωμάτιόν τι, ᾧ τὸν ὀρὸν ἀντλοῦσιν, ὅτε γάλα συμπής-
(ς)ωσιν
πλάχθη· [ἐπλανήθη]
πλέα· πλείη
*πλατύρ· δοῦλος. ἢ δῆμος
*πλάτυς· ἡ τῶν λοχώντων ἄθροισις
πλέαι· πλεῖαι, πλήρεις
πλεγματεύεσθαι· ἐμπλέκεσθαι
πλέθρα· μέτρα γῆς. ἢ διύγρους καὶ βοτανώδεις τόπους
*πλεῖαι· [ἢ πλείη.] πλήρεις
*πλείην· τὴν ἔγκυον
*πλεῖν· πλέειν
πλέθρισμα· δρόμημα
πλεῖ[ο]ν· πλέον. Ἀττικοὶ ἑκατέρως λέγουσιν
πλεῖον· πλῆρες
πλείονες· οἱ τετελευτηκότες
*πλειόνει· σπείρει
πλειοτέρῃ σὺν χειρί· πλείονι καὶ πλουσιωτέρᾳ. ἢ σὺν πλείοσι
χρήμασι
πλείου· πλήρους·
ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
πλείου ἀφυσσάμενοι
καί·
ἀνδρῶν δυσμενέων πλεῖος δόμος
πλεῖς τὴν θάλασσαν· ......
πλειστηριαζόμενος· ὑπερβαλλόμενος. καὶ ({πλειστηριάζειν})
τὸ ὑπερτιμᾶσθαι ὤνιον
πλειστηριάσαντες· πλείονος πωλήσαντες οὗ ὠνήσαντο
πλειστηριασμός· ὑπερθεματισμός
πλειστοβολίν(δα)· παίζειν ἀστραγάλοις
Πλεῖστος· ποταμὸς ἐν Δελφοῖς
πλειών· ὁ ἐνιαυτός. ἀπὸ τοῦ πάντας τοὺς καρποὺς τῆς γῆς συμπλη-
ροῦσθαι
*πλέθρον· πο{δ} ρ..... πῆχυς {ξῶ} καὶ πόδα ἕνα
πλέκει· μηχανᾶται
πλέκεται· μαστιγοῦται. συκοφαντεῖται
πλέκος· πλέγμα
πλεκτή· σειρά, ἡ ἐξ ἱμάντων
πλένναι· μύξαι
πλέμνιον· ἀρχαῖον. πλῆρες
πλεονασμός· ἐπίδοσις
πλεονέκτα· βίαιε
πλεονεξία· τὸ πλέον τοῦ δέοντος ἔκ τινος λαμβάνειν
πλευμονία· νόσος ἡ ἐρωτική
πλευρῖτις· νόσος ὀλεθρία
Πλευρών· πόλις τῆς Αἰτωλίας
πλεφίδερ· ἡ πεφρυγμένη σησαμίς
πλεφίς· σησαμίς
πλέω· πλήρης. καὶ {πλέω}· τὸ κολυμβῶ
πλέω νὺξ τῶν δύο μοιράων· πλέον μέρος, καὶ νυκτὸς αἱ δύο
μοῖραι. ὁ τρόπος ἀναστροφῆς
πλέως· πλήρης
πλήγανον· βακτηρία
πληγάς· δρέπανον
πληγεῖον· παλαιόν
πληγενεῖς· οἱ μὴ ἐκ τοῦ αὐτοῦ ὄντες πατρὸς ἢ μητρὸς ἀδελφοί
πλήγη· ἐξεπλάγη
πλήθει· πελάζει. ἢ κρείττονι ἀριθμῷ
πλήθει πρόσθε βαλόντες· τῷ πλήθει τῶν θεωμένων συνεργηθέν-
τες, ὅ ἐστιν βοηθηθέντες. ἢ τῷ πλήθει τῶν θεατῶν κωλυθείς, ἢ τῷ
πλήθει τῶν ἁρμάτων ἐμποδισθείς, ἢ τῷ πλήθει τῶν ἡνιόχων. δίδυ-
μοι γὰρ ἦσαν οἱ ἡνιοχοῦντες
πλῆθος· ἀθροισμός, ὄχλος
πλήθουσα· πλεονάζουσα, πλήρης
πλήθουσαν· πλήρη
πλῆθρον· κλῆθρον. ἢ εἶδος μέτρου
πληθύς· ὄχλος, δῆμος
πληϊάδες· πλ(ε)ιάδες. ἔστι δὲ ἑπτὰ ἄστρα, πλησίον τοῦ ταύρου, ὀνο-
μασθέντα ἀπὸ τῆς μητρὸς αὐτῶν Πληϊόνης
πλήκτης· μάχιμος, ὑβριστής
πληκτίζεσθαι· μάχεσθαι, ὑβρίζειν
*πληγεῖτε· ἀπεγνωσμένοι. ἀνίατοι, ἀδιόρθωτοι, συντριβῇ καὶ ἀφα-
νισμῷ
πληκτικώτερον· ὑβριστικώτερον
πλῆκτρα· τῶν ἀλεκτρυόνων αἱ ἐν τοῖς ποσὶ κερατώδεις ἐξοχαί
πλῆκτρον· τὸ τῆς κιθάρας, ἐν ᾧ κινεῖ τὰς χορδάς ..... ἢ τὸ προσπε-
λάζον ἢ τὸ πλῆσσον. καὶ τὸ μέρος, καθὸ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κο-
τύλῃ προσπελάζει· καὶ διὰ τὸ πεπλῆχθαι τὸν μηρόν
πλῆμα· πλήρωμα
πλημαθῆναι· πλησθῆναι
πλημαινόν· παλαιόν
πλημμελεῖ[ς]· ἐκμελεῖ[ς]. οὐ συνῳδὰ λέγει, ἁμαρτάνει
πλημ(μ)ελής· ἀμελὴς ἢ πο[π]λεῖον πλάσσον καὶ τὰ ὅμοια
πλημμύρα· ῥεῦσις ὕδατος, πλῆθος
*πλήμνη· ἡ χοινικὶς τοῦ τροχοῦ ἢ τῆς σύριγγος. ἀπὸ τοῦ πληροῦ-
σθαι ὑπὸ τοῦ ἄξονος. καὶ ὕδωρ τὸ ἐπὶ γλεῦκος ἐπιχεόμενον
*πλῆμνος· ἀφρός
*πλῆμναι δέ· αἱ περιέχουσαι τὸν ἄξονα χοινικίδες
*πλήμνῳ· παλαιῷ
πλημμύρει· πέπληθεν
πλημ(μ)υρίς· τὸ ὅρμημα τῆς θαλάσσης, ἡ ἐπίῤῥυσις. οἱ δὲ {πλή-
μνη· "πλημμυρὶς ἐκ πόντοι(ο)"}
πλημμῦρον· μεστόν, πεπληρωμένον
πλημοχόη· τῇ ὑστεραίᾳ τῶν μυστηρίων κοτυλίσκους πληροῦσιν, οὓς
καλοῦσι {πλημοχόας}
πλήν· ἐκτός, ὅμως
πληνοδίᾳ· παρανόμῳ. τετιμημένῃ. τῇ πεπλανημένῃ τῆς ὀρθῆς ὁδοῦ,
τουτέστιν ἀδίκῳ
πλῆντο· προσεπέλασαν. καὶ ἐπλήσθησαν
.πληνώδους· ἀσθενοῦς
πλῆξαι· πατάξαι ἐκ χειρός
πλήξαντα καὶ πληγέντα}· εἰκόνα ξυλίνην ὁ Δαίδαλος χαριστήριον
τῆς Ἰκάρου ταφῆς .....
πλῆξάρα· περιγνάθιον
πλήξας· τύψας. θαυμάσας
πλήξιππος· ἱππότης, ἱππικός
πληξίππῳ· τῷ πλήσσοντι τοὺς ἵππους· δι' οὗ τὸν ἱππότην δηλοῖ
*πλήρωμα· πλῆθος, ἀναπλήρωμα
πλήρωμα· ναῦς τραγική
πληρωτής· ἐράνου συναγωγός
*πληροφορία· βεβαιότης
πληρώσας· πλήσας
πλησιαίτερον·
πλησίον· ἐγγύς
πλησιφαής· ἡ πληροσέληνος ἡμέρα
πλησμοναῖς· ὑπερβολαῖς. ἢ πεπληρωμέναις
*πλησίστιον· τὸν ἄνεμον, πληροῦντα τὸ ἱστίον
πλῆσον· πλήρωσον
πλήσσων· ῥηγνύων, σχίζων. τύπτων, ἀδικῶν, βλάπτων
πλήσσοντο· [διέβαινον]
πλητήσαντα· δηλοῦντα
πλήτης· πλησιαστής
πλητίνες· δέλτοι
πλῆτο· ἐπλήσθη. ἤγγισεν
πλήτομον· παλαιόν. Ἀκαρνᾶνες
πληάδα· [πλῆθος ἄστρων ἐν οὐρανῷ]
πλίγμα· βῆμα. ἀπὸ τῶν κυλιομένων καὶ παλαιόντων, ὅταν περιβάν-
τες τοῖς σκέλεσι κατ(ατρ)έχωσιν
πλινθεύεται· ἐξαπατᾶται. ἐπὶ ἀναισθήτων
πλινθίδες· δοκίδες
πλίνθος· μέρος τι τῆς κεφαλῆς τοῦ κίονος. ἢ πηλὸς ὀπτηθείς
πλίξ· [τὸ βῆμα. καὶ {πλίγματα}· τὰ πηδήματα. ἔλεγον δὲ {πλίξ} καὶ τὸ ἀπὸ τῆς
χειρὸς εἰς τὸν λίχανον διάστημα, καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀστοῦν margo].
πλίξαντα· διαναβάντα, καὶ ἀναστάντα, καὶ διαβάντα
πλίσσοντο· διέβαινον
*πλειστάκις· πλεονάκις, πολλάκις
Πλοάδες τῶν ἐν Ὀρχομενῷ· (νῆσοί) τινες οὕτω καλοῦνται
πλοιάρια· πλοῖα μικρά. ἢ ὑποδήματα ποιά
πλόϊμα[τα]· τὰ πλῷ πεμπόμενα
πλόκαμα· τὰ περιόστεα νεῦρα
πλόκαμοι· κόνδυλοι τριχῶν πεπλεγμένοι
πλοκαμώδεα· τὸν οὖλον {βόστρυχον}
*πλόκος· πλόκαμος
πλόκιον· εἶδος περιδεραίου
πλοκίων· πεπλεγμένων
πλόμενον· φανέν. γεννώμενον. [δολίων
πλουᾶται· πλουθήσεται
πλοῦγε καὶ δεῖ· [οὐδ' ὅλως]
πλοῦς· πλοῦς τῆς νεὼς τὸ περίγραφον, μέχρι οὗ τὸν φόρτον λαβεῖν
ὀφείλει. ἀλλὰ καὶ τὴν πεζὴν ὁδὸν {πλοῦν} ἔλεγον
πλουσιόδωρος· πλουσίως χαριζόμενος
πλούσιον· θαλασσιοειδές. οἱ δὲ τὸ ὕδωρ
Πλουτεύς· Ἅιδης
πλούσιος· χρημάτων καὶ περιουσίας κύριος
πλοῦτος· ἡ ἐκ τῶν σπερμάτων ἐπικαρπία, καὶ ἡ πανσπερμία
Πλούτων· ὁ καταχθόνιος δαίμων
πλοχμοί· πλόκαμοι, ἐμπλοκαί
πλύνει· καθαίρει
πλύνεται· βλασφημεῖται, λοιδορεῖται
πλυνοί· πύελοι, ἐν αἷς τὰς ἐσθῆτας ἔπλυνον· ἢ βόθρον, ὅπου πλύνουσι
πλυνὸν καταπλυντήριζε καὶ {πλυνθήσομαι}· Ἀττικοὶ ἐπὶ τῶν
λοιδοριῶν λέγουσι
πλυντήρια· ἑορτὴ Ἀθήνησιν, ἣν ἐπὶ τῇ Ἀγλαύρου τῆς Κέκροπος θυ-
γατρὸς τιμῇ ἄγουσιν
πλυσμός· πλυτήρ
*πλῶον· ἔπλεον
πλώει·
πλῶεν· ἔπλεον
πλώσσειν· φθείρεσθαι
πλῶτες· ἰχθύες τινές
πλωτή· κινουμένη, καὶ ἐπιπλέουσα. Ὅμηρος δὲ ἐπὶ τῆς Αἰόλου νήσου
τίθησιν
πλωτῆρες· ναῦται
πλωτόν· πλεόμενον
πνεῖ· πνέει. πνείηται, πνείει
πνεῦμα οὔριον· [ἄγγελος ἄσαρκος] οὔρ[άν]ιος ἄνεμος. [ψυχή. δαί-
μων.] [λέγονται {πνεύμονες} καὶ θαλάττια εἴδη ζῶντα ἀναίσθητα
πνεύμων· ὁ πνεύματος αἴτιος .......
πνεύσας· ὀργισθείς. ἀπὸ μεταφορᾶς τῶν ἀνέμων
πνιγεύς· ὁ φιμὸς τῶν κτηνῶν. καὶ τοῦ ὑδραυλικοῦ ὀργάνου μέρος ἢ
κλίβανος
πνῖγος· θάλπος. καῦμα
πνίξαντες· ὀπτήσαντες. ἔστι δὲ εἶδος ὀπτήσεως {πνικτόν}
πνοή· ἀνάψυξις
πνοήπουν· ταχύ
πνόος· φθόγγος. πνοή
Πνύξ· τόπος Ἀθήνησιν, ἐν ᾧ αἱ ἐκκλησίαι ἤγοντο πάλαι μὲν πᾶσαι,
νυνὶ δὲ ἅπαξ, ὅταν στρατηγὸν χειροτονῶσιν
πνύτο· ἔπνευσεν. ἐνόησεν. [καὶ {πόα} καὶ ἡ τῆς γῆς αὐτομάτως βλα-
στάνουσα φυτεία. καὶ ὁ σῖτος. καὶ κοινῶς τὸ ἀπὸ ῥίζης φυλλοβο-
λοῦν φυτόν
πνυτός· ἔμφρων, σώφρων
πόα· βοτάνη ἑκάστη
ποαλίς· εἶδος πικρίδος
ποάστριαι· οὐ μόνον αἱ τὴν πόαν ἐκ τοῦ σίτου, ἀλλὰ καὶ τὴν κα-
λάμην ἐκτίλλουσαι, καὶ καθόλου αἱ τὰ κατ' ἀγροὺς μισθοῦ ἐργαζό-
μεναι
ποδάγρα· τὸ τῶν ποδῶν πάθος, καὶ πάγη
ποδαγκώνιδας· [συκοφάντας, ἢ τοὺς κατὰ τῆς ἀρχῆς τι λέγοντας ἢ
πράττοντας]
ποδάνεμοι· ταχεῖς
ποδαπόν· ποταπόν, ὁποῖον
ποδάργης· λευκόπους. ταχύς
ποδάρκεϊ μόσχῳ· .....
ποδάρκης· ὠκὺς τοῖς ποσίν, ἢ ἀρκεῖν δυνάμενος
πόδας ὠκύς· τοῖς ποσὶ ταχύς
ποδαύρου· ἐῤῥωμένου τοὺς πόδας
ποδεῖα· ἐνειλήμματα ποδῶν, ἤγουν φασκίας
πόδες Ἴδης· τὰ ἔσχατα καὶ κατώτατα μέρη. οἱ δὲ δένδρα
ποδηγῶν· ὁδηγῶν, παιδαγωγῶν
ποδηνεκέα[ν]· τελείαν. βαθεῖαν, ὥστε ἀπὸ τῶν ποδῶν μέχρι τοῦ
αὐχένος διϊκνεῖσθαι. [τινὲς δὲ τὴν ναῦν
ποδηνεκές· μέχρι τῶν ποδῶν
ποδήνεμος· ὑπόπτερος. ἢ τοῖς ποσὶ ταχεῖα
ποδήρης στολή· τὸ εἰς κάτω τοῦ ἱματίου κεκλωσμένον ......
ποδήρης· ἡ ναῦς, ἡ τοῖς ποσὶν ἐρεσσομένη, ταῖς κώπαις. ἤτοι πολύ-
πους. ἢ μέχρι τῶν ποδῶν ἱμάτια
ποδιάζειν· τὸ ἐπὶ τὸ αὐτὸ ἀναστρέφειν καὶ ὑποστρέφειν
πόδικε· πρόσριψον
ποδίκρα· ὄρχησις πρὸς πόδα γινομένη. Λάκωνες
ποδίνεμος· [ταχύπους καὶ ἀελλόπους]
ποδοκάκη· ὁ ἐν τῷ ξύλῳ δεσμός, ἐν ᾧ οἱ κακοῦργοι δεσμεύονται,
οἷον ποδοκατοχή}· [τὰ διὰ τῶν ποδῶν εἰλήμματα.] Πλάτων. καὶ ἤτοι
ποδοκάκκη, παρεμβεβλημένου τοῦ ἑτέρου ({κι}) ἢ κατὰ συγκοπὴν ποδο-
κατοχή
ποδοκέας· [ταχεῖς τοῖς ποσίν
ποδοκείῃ· τῇ τῶν ποδῶν ταχυτῆτι]
ποδὸς ῥυτίς· τὸ τῶν ποδῶν ἕλκεσθαι
ποδοστράβαι· παγίδες, στραγγαλιαί
ποδοστράβη· τὸ γινόμενον πρὸς τὰ στρέμματα τῶν ποδῶν. ἄλλοι
τὴν τοῖς ἐλάφοις ἱσταμένην πάγην
ποδοτρόχαλος· ὁ τῷ ποδὶ τὸν κεραμικὸν τροχὸν κινῶν
ποδώκης· ὠκύς, ταχὺς τοῖς ποσί
ποδώνυχος· ἐσθὴς ἱερὰ τῆς Πανδρόσου
ποεῖν· ποιεῖν
ποηφαγία· βοτανοφαγία
ποθεινή· ἀγαπητή
ποθέεσκεν· ἐπόθει. ἐπεζήτει
ποθέν· ἀπό τινος μέρους. ἢ μεθ' ὑποκρίσεως ἀντὶ τοῦ οὔτοι
ποθέοντες· ποθοῦντες. ζητοῦντες
ποθεῖ· ζητεῖ. ἐπιποθεῖ
πόθημα· ἀγάπη. καὶ ζήτησις
ποθήνυτο· προσήσθη
πόθι· ποῦ, ὅπου
ποθί· πού. πόθος
ποθολκίς· ἡ ἡνία τῶν ὑποζυγίων
πόθος· ἔρως. ζήτησις. ἐπιπόθησις. καὶ φυτόν τι
ποῖ· εἰς τίνα τόπον. τὸ δὲ ποῦ ἐν τίνι τόπῳ
ποῖ γῆς· εἰς ποῖον γῆς τόπον
ποία· [ποίησις.] ἡ βοτανώδης ὕλη. ἄλλοι τοὺς πυροὺς καὶ τὰς κριθάς
Ποιάντιον· Ποίαντος παῖδα
ποιεῖσθαι· προσποιεῖσθαι
ποίη· πόα ({πόα} δέ ἐστιν ἡ τῆς γῆς αὐτομάτως βλαστάνουσα φυ-
τεία). καὶ ἐρωτηματικῶς ἀντὶ τοῦ ποία
ποιεύμην· ἐποιούμην. [ἐπιθεύμην]
ποιήεντα· ποίαν ἔχοντα, σιτοφόρον
ποιήεντι· εὐβοτάνῳ, ἑλώδει
ποιήεσ(ς)αν· βοτάνας ἔχουσαν
ποίην· πόαν. βοτάνην
ποῖ κῆχος· οἷον ποῦ γῆς. εἰς τίνα τόπον
ποικάζουσαι· [σκεπάζουσαι]
ποικίλα· πεποικιλμένα, (κε)καλλωπισμένα
ποικιλεύς· ποικιλτής
ποικιλομήτης· ποικίλα βουλευόμενος, συνετά
ποικίλον ἱμάτιον· ζωγραφητόν
ποικιλόστερνος· ποικιλόβουλος
(*)ποικιλίς· ὄρνις ποιός
ποικιλτικὴν (ἐπιστήμην)· πολυμιταρικὴν τέχνην
ποικίλον· ἀπα(τη)λόν. πυκνόν. συνετόν
ποικίλως· πολυτρόπως
ποιμαντική· ἡ τῶν ποιμένων
ποιμάνωρ· ποιμήν. ἢ βασιλεύς
Ποιμενίδαι· γένος ἐξ οὗ ὁ τῆς Δήμητρος ἱερεύς
*ποιμένα λαῶν· βασιλεὺς τῶν ὄχλων
ποιμήν· βασιλεύς. καὶ ὁ τῶν προβάτων
ποινά· ποιά. Λάκωνες
ποιναῖς· ἐφικταῖς, Ἐρινύσι, τιμωρίαις
ποινᾶσθαι· ποινὴν λαμβάνειν, ὅταν ἀντέκτισίν τις λάβῃ. τὸ δὲ αὐτὸ
καὶ {ῥυσιάζεσθαι}
ποινάτορας· τιμωρούς
ποινή· ἀν(τ)έκτισις ἡ ὑπὲρ φόνου διδομένη. καὶ ἡ δωρεά, καὶ τὰ δι-
δόμενα χρήματα ὑπέρ τινος ἀνῃρημένου τοῖς αὐτοῦ οἰκείοις
ποινηλατήσας· ἐλάσας
*ποινήν· ἀντέκτισιν, τιμωρίαν τοῦ ἐπιτιμίου
ποινήματα· τιμωρήματα
ποιοί· ποταποί, ἢ οἱ ποῖοι
ποιότης· χρῶμα. ἡδονή. νό(ς)τος
ποίου· τίνος
ποιπνυός· θεράπων
ποιπν[ε]ύει· ὑπουργεῖ, διακονεῖ
ποιπνύοντα· ἐνεργοῦντα, θεραπεύοντα
ποιπνύτροισι· σπουδαίοις
ποιπνύων· ἐνεργῶν, θεραπεύων
ποίσει· [φθερεῖ]
ποίφυγμα· σχῆμα ὀρχηστικόν
ποιφύξαι· ἐκφοβῆσαι
ποιφύξεις· ἐκφοβήσεις. καὶ τὸ φυσᾷν καὶ τὸ πνεῖν [ἐκ τοῦ] ποιφύς-
σειν
ποιφύσσει· φοβεῖ
ποιῶδες· βοτανῶδες
ποκάδες· τρίχες. ἀπὸ τοῦ πέκεσθαι, ὅθεν καὶ πόκος
πόκος· τὸ ἔριον προβάτου
*πολλὰ χαίρειν φράσας· ἀποταξάμενος
πολέας· πολλούς· ἀπ' εὐθείας τῆς {πολύς}, ὡς ταχύς. ἀπὸ δὲ τῆς
{πολλός} πίπτει πολ(λο)ύς. ἀπὸ τῆς {πολλόν} πολλάκις
πολεῖν· νέμειν. βόσκειν
*πόλ(ε)ι ἄκρ(η)ι· ἀκροπόλει
πολ[λ]εῖς· πολλούς
πόλεις παίζειν· παροιμιῶδες. καὶ δοκεῖ μετενηνέχθαι ἀπὸ τῶν ταῖς
ψήφοις παιζόντων ταῖς λεγομέναις νῦν μὲν {χώραις}, τότε δὲ {πό-
λεσι}
πολέμαρχος· ἄρχων πολέμων
πολεμίζων· πολεμῶν, μαχόμενος
*πολεμίων· πολεμικῶν
πολεμικόν· μέλος τι τῶν πολεμικῶν τεταραγμένον
πολέμιος· ἐχθρός
πολεμιστήρια· ....... ἐν τοῖς ἀγῶσι. λέγεταί τις ἵππος {πολε-
μιστής}
πολέμ(ο)ιο γεφύρας· τὰς συμβο[υ]λὰς καὶ συζεύξεις
πολέμοιο τέρας· σημεῖον πολέμου
πόλεμος· ὁ πάντα διοικῶν λόγος
*πολέες· πολεῖς
πολέμου στόμα· τὸ ἀναλωτικὸν καὶ φθαρτικὸν τοῦ πολέμου
πολεύειν· (ς)τρέφειν. οἰκεῖν. περιέχειν. θεραπεύειν. περιάγειν
πολέος· πολλοῦ
πολέος πεδίοιο· διὰ τοῦ μεγίστου πεδίου
πόληος· πόλεως
πολιά· γῆρας
*πολυβοῦται· πολλὰς ἔχοντες βόας
πολίετον· [ἀκρόπολιν]
πολιῆς· λευκῆς
πολιῆται· πολῖται, ἀστοί
πολιήτας· πολίτας, ἀστικούς
πόλιν· τὴν χώραν
πόλιν Μύνητος· Λυρνησσόν
πολιοῖο· λευκοῦ
πολιόν· λευκόν
πολιόν τε σίδηρον· τὸν λευκὸν καὶ λαμπρόν. ὅταν γὰρ ὁ σίδηρος
κλασθῇ, λευκὸς φαίνεται. ἢ τίμιον ἀκουστέον
πολιορκία· φυλακή. περικαθήμενοι. συγκλεισμός. πόρθησις πόλεως
πολιός· γέρων
πολιοῦχοι· οἱ τὴν πόλιν σώζοντες, καὶ οἱ ἄρχοντες αὐτῆς
πόλις· τὴν Σικελίαν, ἀντὶ τοῦ νῆσον
πολίσσαμεν· τὴν πόλιν ἐτειχίσαμεν
Πολιτεία· ἢ πόλις. ἢ βίος. [ἢ ὄνομα κύριον]. καὶ ἡ ἀναστροφή. καὶ
ἡ πρᾶξις
πολιτεύεται· πράττει. ἀναστρέφεται
πολιτεύμασι· ταῖς πολιτείαις. ἢ ταῖς ἄλλαις αἱρέσεσι
πολίτης· ὁ συμπολιτευόμενός τινι καὶ συνών
πολιτικός· ἀστεῖος μετὰ τέχνης τινός, ὁ ἐν πόλει ἀναστρεφόμενος
πολιτογραφεῖ· πολιτικὰ γράφει
πολίχνια· πολύδρ[ε]ια. πόλις
πολίων· πολλῶν. καὶ τῶν πόλεων
πολλά· πολλαχῆ
πολλὰ δέ οἱ κραδίη πόρφυρε
πολλὰ δέ· πυκνῶς, συνεχῶς δέ
πολλαπ(λ)οῦν· πολλαπλασίονα
πολλὰ χαίρειν φράσας· ἀποταξάμενος
πολλαχρόν· καλόν
πολλέων· πολλῶν
πολ[λ]έων· πολυκίνητος
Πόλλιος οἶνος· λευκός
πολλὴ φαρέτρα· πολλοὶ τοξόται
πολλόγειος· ἡ ψιθ[ε]ία σταφυλή
*πολλῷ μᾶλλον· πολλῷ πλέον
πολλοστόν· πολύν. ἢ τυχόν
πολλοῦγε καὶ δεῖ· πολλὰ χρή. οὐδαμῶς
πολυκρανίη· [πολυαρχία]
πολλὸν ἄριστος· κατὰ πολὺ κράτιστος
πόλος· οὐρανός, κόσμος, καὶ ἡ μεταβεβλημένη γῆ εἰς κατασποράν.
κύκλος. καὶ τόπος κορυφῆς κυκλοειδής, ἢ ἄξων
πολοῦνται· περὶ τὸ αὐτὸ ἀναστρέφονται
πόλτος· τὸ πυανεψίων ἕψημα
πολύ· ἀντὶ τοῦ μέγα
πολυάϊκος· πολλὰς ὁρμὰς καὶ κινήσεις ἔχοντος τῶν μαχομένων
πολύαινε· πολλοῦ ἐπαίνου ἄξιε. ἢ πολύμυθε
πολυάϊξ· πολυκίνητε, πολυόρμητε. ἢ πολλὰς ἔχων αἶγας
πολυάνδριον· τάφος πολυχώρητος, μνῆμα
πολυάρ[ρ]ητος· πολύευκτος
πολυαρκῶς· τελείως ἀρκῶν
πολύαρνι· πολυθρέμμονι. πολλῶν θρεμμάτων δεσπότης
πολυβέλεμνοι· οἱ ὑπομνηματισάμενοι τὰς πολυστίκτους, ὅτι τὸν
Ὀρφέα ἀπέκτειναν πολλοῖς βέλεσιν
πολυβενθέος· πολὺ βάθος ἔχοντος
Πολύβοια· θεός τις ὑπ' ἐνίων μὲν Ἄρτεμις, ὑπὸ δὲ ἄλλων Κόρη
πολυβότειρα· ἡ γῆ πολλοὺς τρέφουσα καὶ βόσκουσα
πολύβουλος· συνετή
*πολύδοτος· κοχλιοειδής
πολυβοῦται· πολλὰς ἀγέλας ἢ βόας ἔχοντες
πολυβούτης· πλούσιος. ἢ ὁ δημόσιος δοῦλος
Πολύβῳ τροφεῖ· τῷ ἀναθρέψαντι, Πολύβῳ ὄνομα
πολυγάστονα· [πολυστένακτα]
πολυγηθές· πολυχαρές
πολυγηθέες ὧραι· αἱ πολλῆς χαρᾶς αἴτιαι οὖσαι
πολυγηθέος· πολλαχῶς χαίροντος
Πολυγνώτου τοῦ ζωγράφου {ὄνος} ἐστὶ γεγραμμένος, ἐναντίως ἐπε-
στραμμένος, κομίζων σκευοφόρον καὶ τὴν μυρσίνην ..... λαγωόν, καὶ
ἀνάκειται ἐν τῷ ἀνακείῳ
πολυδαίδαλον· πολύκοσμον, πολυποίκιλον
πολύδακρυ· πολύθρηνον
πολυδάκρυτον· πολλῶν δακρύων αἴτιον
πολυδάμνων· πολλοὺς δαμαζόντων. [ἢ πολυκεντήτων, ποικίλων
πολυδειράδος· πολλὰς ἐξοχὰς ἔχοντος, οἷον πολλοὺς τραχήλους καὶ
λόφους. {Δειρὰ} δὲ ὁ τῶν ἀλόγων ζώων τράχηλος, ἐπεὶ ἐκεῖθεν ἐκδέ-
ρεται
πολυδέσμου· πολυγόμφου. δεσμοὶ γὰρ τῶν νεῶν εἰσιν οἱ γόμφοι
πολυδευκέα φωνήν· πολλοῖς ἐοικυῖαν
πολυδήνεα· πολύβουλον
πολυδίψιον· ἄνυδρον ἢ πολλὰ βεβλαμμένον· {ἶψαι} γὰρ τὸ βλάψαι
καὶ διαφθεῖραι. ἢ πολυπόθητον
πολύδωρος· πολλὰ λαβοῦσα δῶρα. πολύφερνος. πολύεδνος
πολυειδής· ποικίλος
πολυέλικτον· πολύκυκλον {ἁδον(άν)}
πολύευκτον· τίμιον. πολυπόθητον
πολυζύγῳ· πολυκαθέδρῳ
πολυήρατος· πολύευκτος, ἐπὶ πολλαῖς εὐχαῖς γεννηθείς
πολύηρος· πολυάρουρος. πλούσιος
πολυηχέα φωνήν· τὴν πολλοῖς ἤχοις καὶ μέλεσι χρωμένην
πολύθεστος· πολυαγάπητος. πολύσεπτος
πολύθροον· πολύηχον
πολυθρύλλητα· πεφη(μι)σμένα. ἢ θόρυβον ἐμποιοῦντα, διαβεβοημένα
πολυθύσανε· "{Ἄρτεμι πολυθύσανε κούρα}" διὰ τὸ θυσάνοις
καὶ αὐτὴν χρῆσθαι· ἢ ὅτι πολλαχόθεν ᾄσσεται, ὡς κυνηγέτις. ἢ πο-
λυθώϋκτος. ἢ πολυθυσίαστος
πολυΐακος· [πολυόρμητος]
πολύϊδρις· ἐμπειρότατος
πολυκαγκέος· πολυξήρου
*πολυκαγκέα· ἄγαν ξηραντικόν, μεγάλως κατάξηρον
πολυκερδέα· πανοῦργον
πολὺ κέρδιον· πολὺ βέλτιον
πολύκεστος· πολυκέντητος. ἐξ οὗ τὸν ποικίλον δηλοῖ
*πολυκηδές· πολλῶν κακῶν αἴτιον
(*)πολυκηδέος· πολυφροντίστου
πολυκέφαλος· τῶν κιθαρῳδικῶν τι μέλος
πολυκληῖσι· πολυκαθέδροις, πολυζύγοις [λεπίδες] ταῖς ναυσίν, ἀπὸ
τοῦ κλίνεσθαι ἐν αὐταῖς τοὺς ἐρέσσοντας
πολύκλητοι· ἀπὸ πολλῶν ἐπικεκλημένοι τόπων βοηθοί
πολύκμητον· μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ πολὺν κάματον
ἡμῖν παρέχοντα. λέγει δὲ τὸν σίδηρον
πολύκνημον· δύσβατον, ὀρεινόν [τραχὺς τόπος
πολύκοινον· πᾶσι κοινόν
πολυκοιρανίη· πολυαρχία
πολύκρημνος· δύσβατος, ὀρεινός .....
πολυκτόνον· πολλοὺς κτεῖνον
*πολυκτήμων· πολλὰ κτήματα ἔχων
πολυκυλίνδητος· πολλαχοῦ κυλιόμενος
πολυλάϊιστον· [πολυλιτάνευτον, πολύευκτον]
πολύλευκτον· [πολυπλάνητον, πανταχοῦ περιφερές]
πολυλήϊον· πλούσιον
πολυλήϊος· πολύπυρος. ἢ πολλὰ βοσκήματα ἔχων
πολύλιστον· πολυλιτάνευτον
πολυμερές· εἰς πολλὰ μεριζόμενον
πολυμέρμερον· πολυμέριμνον
πολυμερῶς· πολυσχιδῶς, δαψιλῶς. πολλὰ σχήματα ἔχων
πολύμηλον· πολυπρόβατον
πολυμῆναι· [πολύβουλε]
Πολυμήστωρ· ὄνομα κύριον
πολυμήτης· πολύβουλος, πολύφρων
πολυμήχανε· συνετέ, πολύτεχνε
Πολυμνήστ(ε)ιον ᾄδειν· εἶδός τι μελο[ς]ποιΐας τὸ Πολυμνήστ(ε)ιον.
ἦν δὲ Κολοφώνιος μελοποιὸς ὁ Πολύμνηστος, εὐμελὴς πάνυ
πολυμνήστην· ἀγαθήν, σώφρονα
Πολυμνία· ἡ θάλασσα, ἡ πολὺ φυκίον ἔχουσα. καὶ ὄνομα κύριον
πολύμυθος· φλύαρος. περίεργος
πόλυντρα· ἄλφιτα
Πολύξενος· εἷς τῶν (ρ#) ἡρώων
πολύξεινος· ἡ γῆ
πολύοπτος· πολυθέατος
πολυορκῆσαι ἢ] πολιορκῆσαι· [κυκλεῦσαι πόλιν στρατῷ
Πολυπαίδης· παρῴδηται ἐκ τῶν Θεόγνιδος· "{βολβὸν ἐπαινή-
σω} ......."
πολυπαί(πα)λος αἰθήρ· πεποικιλμένος. οὐχ ὁμαλός
πολυπάμ[μ]ονος· πολλὴν κτῆσιν ἔχοντος
πολυπάμ[μ]ων· πλούσιος, πολλὰ κεκτημένος, πολυχρήμων. {Πάμ-
[μ]ατα} γὰρ τὰ χρήματα
πολυπενθέος· πολυπαθοῦς
πολυπίδακα· πολλὰς ἀναβολὰς ἔχουσαν, ἤτοι πηγάς
πολυπιδάκου Ἴδης· πολλὰς πίδακας ἐχούσης, τουτέστι ὑδάτων
ἐκβολάς, ἢ πολλὰς πηγάς
πολυπήμονα· πολυβλαβῆ
πολύπιστος· ὁ πολλὴν πίστιν ἔχων, ἔμπιστος, ἢ μεγάλην
πολυπλάγκτοις· εἰς πολλὰ μέρη πλανωμένοις
πολυπλάγκτου· πολυπλανήτου, πανταχοῦ περιφερομένου
πολύπλοκος· πολύτροπος
πολύποδες· εἶδος ἰχθύος. ἢ εἶδος φθειρῶν
πολύποδος δίκην αὐτὸς ἑαυτὸν καταφαγών
πολυπράγμων· περίεργος
πολυπτύχου· πολλὰς ἐξοχὰς ἔχοντος. πολυμεροῦς. πολλὰς πτύχας
καὶ εὐρυχωρίας ἔχοντος καὶ πολλὰ ἀποκλίματα
πολύῤῥην· ἢ πολυπρόβατος, ἢ πολύαρνος
πολύῤῥην· πολλὰ ῥήνη ἔχων, τουτέστι θρέμματα
πολύῤῥητος· πολύφραστος
*πολυῤῥήτοισι· πολυπόνοις
πολυσκάρθμοιο· πολύποδος, πολυβημάτου. ἐπὶ δὲ νεῶν, πολυκώ-
που. οἱ δὲ δρομάδος. καὶ πολυπηδήτου, εὐκινήτου, πολυκινήτου
πλουσμαράγοιο· πολυήχου, ἠχητικοῦ
πολύσπειρον· πολυέλικτον
πολυσπερέων· ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων. πολυεθνῶν
πολύστιπτος· πολυπόρευτος
πολύστονα· πολλῶν στεναγμῶν αἴτια
πολυσφέλμου· πολυφλοίου
πολυσχιδῆ· εἰς πολλὰ ἐσχισμένον, μεμερισμένον
*πολυσχιδές· πολυμερές
πολυτελῆ· πολυδάπανα, ἢ τὰ πολλοῦ ἄξια, ἤγουν τίμια
πολυτιμητίζειν· [πολλοὺς] τιμᾶν. [ἢ ὑπὸ πολλῶν τιμᾶσθαι]
πολύτλας· ὁ πολλὰ ὑπομείνας. ἢ κακοπαθήσας, πολλὰ ἀνατλάς, τα-
λαίπωρος
πολυτρήρωνα· πολλὰς περιστερὰς ἔχουσαν
πολυτλήμων· ὑπομονητικός
πολύτροπος· ὁ ἐπὶ πολλὰ τρεπόμενος, ἢ τρέπων τὴν ἑαυτοῦ διά-
νοιαν ὑφ' ἕνα καιρόν
πολυτρόπως· διαφόρως, ποικίλως
πολυφασίας· πολυλογίας
πολύτορον δέρμα ἐχίνου· ἤτοι διὰ τὰς ἀκάνθας, ἐπεὶ τιτρώσκου-
σιν· ἢ ἐπεὶ ἐκφύσεις πολλὰς ἔχουσιν
Πολύφημον· πολύφωνον, ἐπιθετικῶς. ἢ ἐκκλησία, ἐν ᾗ πολλαὶ φῆμαι
καὶ κλῃδόνες εἰσίν. ἢ ἀπὸ τοῦ πολλὰ φημίζεσθαι καὶ ὁ ἔνδοξος. καὶ
κύριον ὄνομα Κύκλωπος
πολυφλοίσβοιο· πολυταράχου, πολυκινήτου
πολυφόρβου· πολλοὺς τρεφούσης ἢ πολλὴν φορβὴν ἐχούσης
πολυφραδέος· πολυκερδοῦς. ἢ λίαν συνετοῦ
πολυφραδέστερον· συνετώτερον. λογιώτερον. πολυκερδέστερον
πολύφρονα· σώφρονα, συνετόν, φρόνιμον
πολύχαλκον· ἰσχυρόν, στερεόν
πολυχανδέα· πολλὰ χωροῦσαν
πολυχε(ι)ρία· πλῆθος ἐργαζομένων καὶ ἀνυόντων
πολύχουν· πολυειδές
πολύχους· πολυφόρος
Πολυώνυμον· τὴν μονάδα οὕτως ἐκάλουν. καὶ ἐπίθετον Ἀπόλλωνος
πολυωπόν· πολύβροχον. πολυόμματον. ἢ πολλὰς ὀπὰς ἔχον
*πολυωρήσεις· φυλάξεις, φροντίδα πολλὴν ποιήσεις
πολυωρεῖ· πολλὴν φροντίδα ποιεῖται. ἐναντίον δέ ἐστιν τὸ {ὀλιγω-
ρεῖν} ὀλίγον φροντίζειν. διὸ καὶ τὸν {ὀλίγωρον} ἀμελῆ λέγουσιν
πολφοί· τὰ ἐκ τῶν χίδρων καὶ τῆς ἐρι(κτ)ῆς ἑψόμενα
*πόμφυκα· τὸν κόγχον
πόμα· πόσις
πόμαλα· [τρόπον τινά]
πομάτεσι· πόμασ(ς)ι
πομμοῦσαν· ὁμιλεῖν
πομπεῖα· τὰ πρὸς τὰς πομπὰς σκεύη. ἢ τόποι, ἐν οἷς τὰ ἐκ τῆς πομ-
πῆς ἀποτίθεται
πομπεῖ· πομπευτῇ
πομπεύει· κατασχολάζει
πομπεύων· περιάγων. καὶ τὰ ὅμοια
πομπή· ἔφοδος. καὶ ἐξαποστολή, παραπομπή
πομπῆες· προπομποί, οἱ προπέμποντες, ὁδηγοί
πομπηγορῶσι· προπέμπουσι
πομπίλος· ποιὸς ἰχθῦς
πομπός· ὁδηγός, προπέμπων
πομποστολεῖ· ἐκπέμπει τὸν πλοῦν
πομποῦ· ὁδηγοῦ
πομπυσμάτων· [συρισμάτων]
πομποβόλῳ· [πέντε ὀβελίσκους .....]
πομπῶν· ὁδηγῶν
πομφαγωγεῖ· τὴν πομπὴν ἄγει
πομφαγεῖται· φυσοῦται. ἀναβράζει
πομφόλυγες· τῶν ἀσπίδων αἱ ἐξοχαί. καὶ ἐν τῷ ὕδατι γενόμεναι
οἰδήσεις, ἢ φυσήματα ὕδατος. ἐπὶ τῶν διακενῆς φυσιωμένων λέγεται
ἡ λέξις
πομφόλυξ· ὕδατος κάχλασμα. καὶ τῶν ἀσπίδων αἱ ἐξοχαί
πονεῖν· ποιεῖν. ἀσκεῖν. κακοπαθεῖν. ἐνεργεῖν
πονέεσθαι· ἐνεργεῖσθαι. καὶ τὰ ὅμοια
πονέοντο· ἐνήργουν
πονεύμεναι· ἐπειγόμεναι
*πομφυίζεσθαι· αἰσχύνεσθαι
πονήματα· κόποι
πονηρία· ἐπιπονία
πόνηρον· ἐπίπονον. κακοπαθῆ
πόνηρος· τὰ αὐτά
πονηρός· κακός, δεινός, κακοῦργος
πονήσατο· κατειργάσατο
πονίωμεν· πονῶμεν
πόννα· τὸ γράφος. ἢ μάγος
πόννος· μάγος
πόνος· ἄλγος, ἐνέργημα ὀδύνης
πόντια ῥάκ[κ]η· σπόγγοι, ἢ τὰ τούτων σπαράγματα
ποντινοί· σπόγγοι
ποντοβρόχους· ὑπὸ θαλάσσης βρεχομένους
ποντόθεν· ἐκ πελάγους
πόντος· θάλασσα, πέλαγος
ποντοπόροιο· θαλασσοπλόου
ποντοπόροις· θαλασσοπλόοις
ποντοπόροισι· πλωταῖς
ποντοπόρος· πέλαγος διαπορευομένη, πελαγοδρόμος
πόντου Ἰκαρίοιο· τοῦ Ἰκαρίου πελάγους, ὅπερ ὠνομάσθη ἀπὸ Ἰκά-
ρου, τοῦ Δαιδάλου παιδός, πεσόντος εἰς αὐτὸ καὶ ἀποθανόντος
πόντῳ κεκλιμένοι· περιεχόμενοι ὑπὸ τῆς θαλάσσης
πόνῳ πονηρός· κακίᾳ κακὸν προσέπεσεν, ὡς ἀγαθὰ ἀγαθῷ
πόπανα· πλακούντια ἀπὸ ἄρτου
πόπαρ· πατήρ. καὶ πατρὸς πατήρ
πόποι· παπαί. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ φησιν, οἱ δαίμο-
νές εἰσι {πόποι}· καὶ ἔστιν· ὦ δαίμονες
ποπ(π)ύσματα· κολακεύματα
πόρ· ποῦς. Λάκωνες
πόρδαλις· ὁ ἄρσην, ἡ δὲ θήλεια {πάρδαλις}. ὁ μὲν ἀπὸ τοῦ προα-
λέσθαι· ἡ δὲ ἀπὸ τοῦ παράλεσθαι
Πορδοσελήνη· μεταξὺ Λέσβου καὶ Μυσίας νῆσος
πόρε· παρέσχε
πορεῖν· δοῦναι
*πόρε· περιεποίησε, παρέσχε
*πόρεν οἱ ἐπιεικές· παρέσχεν αὐτῷ τὸ πρέπον
πορεύου· ἄπιθι, ὕπαγε
πορεύς· πορθμεύς
πορεῦσαι· πέμψαι, ἀγαγεῖν
πορεύσατε· ἄγετε
πορθεῖν· προνομεύειν, ὀλλύειν
πορθεῖται· [ἀναλίσκειν
πόρθησις· ἐρήμωσις, καθαίρεσις, ἁρπαγή
πορθμεύς· κωπηλάτης
πορθμεύ[ς]εσθαι· διαβαίνειν. πλέειν
πορθμῆες· πορθμεῖς καὶ {πορθμῆς}· πορθμεῖς. καὶ ὄνειροι οἱ δια-
πορεύοντες
πορθμεῖον· σκαφίδιον διαπερ(αι)οῦν μισθῷ
πορθμός· στενὸν θαλάσσης ἐν μέσῳ τῆς γῆς. διαπέραμα
πορθμῷ· διαπεράματι
Πορθόμιν· γένος ἐπιφανές
πόρθος· πτόρθος, κλάδος, βλαστός
πορθυγγίς· σπατίλη. τρίβολον
Ποριεῖς· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
πορίζει· κερδαίνει
*πορεία· ὁδοιπορία
πόριμον· εὐπόριστον. πορευτόν
πορισμός· μηχάνημα
πόριπα· πόρτις. ποριστής
πορίσονται· περιποιήσονται
πορίσω· κατασκευάσω
πόρκας· ἐλάφους. ἢ ταχύ
πόρκης· δακτύλιος
πόρκος· κύρτος. τινὲς δὲ τὸν ἁλιευτικὸν κύρτον ἀποδιδόασιν
πορνάμεν· πωλεῖν
πορνάμεναι· κεντούμεναι. πωλούμεναι
πορν[ι]οκόπος· ἑταιροτρόφος. πόρνος
πόρνῳ· παιδὶ ὡραί(ῳ)
πόροι· ποταμοί
πόροις· χαρίσαιο
πόροις· ὁδοῖς
πόρος· ὁδός, τρίβος. ἢ τὸ τοῦ ποταμοῦ ῥεῦμα. οἱ δὲ τὴν διάβασιν
αὐτοῦ. οἱ δὲ τὰς γεφύρας. καὶ ἀφορμή
πόρπαμα· χλαμύς
πόρπαξ· ἡ λαβὴ τοῦ ὅπλου
πόρπη· [ὁ ἀνοχεὺς τῆς ἀσπίδος, εἰς ὃ ὁ πῆχυς ἀνίεται,] ἢ φίβλα. καὶ
τῆς χλανίδος ἡ περόνη
πόῤῥω· πόῤῥωθεν, μακρόθεν
'ποῤῥώξ· ἀπόῤῥοια
πόῤῥω τέχνης· ὅμοιον τῷ σφοδρῶς ἐνέχεσθαί τινι
πορσαίνει· κοσμεῖ. θεραπεύει. κατασκευάζει
*πορσανέουσα· ἑτοιμάσουσα. ἐπιμελησομένη
πορσαίνεσκον· διήγειρον. παρεσκεύαζον
πορσανέων· εὐτρεπίζων
*πορσανέουσα· εὐτρεπίζουσα. στρωννύουσα. παρασκευάζουσα
πορσῦναι· παρασκευάσαι πορίσαι. εὐτρεπίσαι
πόρσυνε· διήγειρε. παρεσκεύασεν
πορσύνεται· ὁδεύεται
πορσύνουσα· ἐρεθίζουσα
πορσύνων· παρασκευάζων, ἑτοιμάζων. ἐρεθίζων
πορσώτατα· τὰ πόῤῥω καὶ μακράν
πόρσω· ἔμπροσθεν, ἢ πόῤῥωθεν ἐγγίσαι
πορτάζει· δαμαλίζεται
πόρτα· [πόρτα, θύρα πόλεως ἢ αὐλῆς οἴκου]
πορτάκι[ν]ον· μοσχίον
*πόρτακι· μόσχῳ. ἢ δαμάλ(ε)ι
πόρτακος· ὦμος
πόρταξ· ἄῤῥην βοῦς. τινὲς δάμαλιν, ἄλλοι νεογνόν, οἱ δὲ μόσχον
πορτικός· [στοά]
πόρτις· δάμαλις, ἢ νέα βοῦς
πορτιφόροι· οἱ αἴροντες τὰ κόῤῥοια ἐπὶ τῶν ὤμων
*πορτμίς· κατὰ τὴν ὀμφαλόν
πορύνωμεν μᾶζαν· τῇ χειρὶ προσπιέζωμεν
πορύναν· μαγίδα
πορφίτῳ· περόνῃ
πορφύρει· ταράττεται. φροντίζει. μελανίζει
πόρφυρεν κραδίη· ἐμερίμνα ἡ καρδία
πορφύρεον· πόρφυρον. μέλαν
πορφύρεος θάνατος· ὁ μέλας. καὶ βαθύς. καὶ ταραχώδης
πορφύρεται· διαλογίζεται
*πορφύρει· μελανίζει. ταράττει. πορφυρίζει
πορφυρίων· εἶδος ὀρνέου. καὶ ἰχθῦς. καὶ ὄρνις ποιός
πορφύροντες· κακοτεχνοῦντες
πορφυρώματα· τῶν ταῖς θεαῖς τυθέντων χοίρων τὰ κρέα
πόρωσι· χαρίσονται. δώσουσιν
ποσαπλῶς· πολλαχῶς. ἀναριθμήτως
ποσαχῶς· κατὰ πόσους τρόπους, πολλαχῶς
[ποσάως, μερικῶς]
πόσε· ποῖ. ποῦ
πόσθη· τοῦ αἰδοίου τὸ δέρμα
πόσθιον· αἰσχρόν. ἀνδρεῖον
πόσθων· πόσθην τὸ ἀνδρεῖον αἰσχρὸν λέγουσι. {πόσθωνας} δὲ
παρὰ τοῦτο τοὺς παῖδας, τινὲς δὲ τοὺς ψώλωνας, ἄλλοι μωροὺς ἢ
παιδαριώδεις
*ποσ(.)ί· τοῖς ποσί
*πόσιας· τοὺς ἄνδρας
*ποσὶ δατεῦντο· ἰσχυρῶς τοῖς ποσὶ περιεπάτουν
Ποσειδάων· Ποσειδῶν
Ποσείδεα· ἑορτὴ Ποσειδῶνι τελουμένη
*Ποσ[ε]ιδήϊον· τὸ τοῦ Ποσειδῶνος
πόσιν· ἄνδρα
πόσιος· πότου
πόσιος· ἀνδρός
πόσις· πόμα. ἀνήρ. πότος ἢ οἴνου ἢ ὕδατος
ποσότης· ἀριθμός. μέτρον
ποστημόριον· ὀλίγον μέρος
πόστον· πόσον
πόστος· ποῖος
ποσῶς καὶ {πή}· μερικῶς
ποταμηδόν· δίκην ποταμοῦ
ποτανόν· πτηνόν, πετεινόν
ποτάγχυμεν· προσορμίζομεν
ποταίνιον· νέον, πρόσφατον. οἱ δὲ σύνεγγυς
ποταμός· ὁ ὠκεανός. καὶ τὸ ὑγρόν. καὶ ὁ σωματοειδὴς θεός. καὶ ἐπὶ
τοῦ ἥπατος σημεῖον
ποταμόχωστος· γῆ τις· ἀπὸ τοῦ συμβαίνοντος
πόταρος· γνώριμος
ποτᾶται· πέταται
ποτεκλεπτόμαν· προσεπορευόμην
ποτεκχετήρια· τορνευτήρια
πότερον· ὁποῖον ἓν ἐκ τῶν δύο, ἢ ἆρα ποῖον τῶν δύο
πότερον· ἓν ἐκ δύο, ἕν
πότερος· ἕτερος
ποτή· ποτηνή. πτηνή
πότημα· ποτήριον. ἢ ὁ πότος αὐτός
ποτήν· ἰδέαν. οἱ δὲ πτῆσιν
ποτήρ· μέτρον ποιόν
ποτητύν· τὸ πίνειν
ποτί· πρὸς τί
ποτὶ γαίῃ· πρὸς τῇ γῇ
*ποτὶ δέ· πότε δέ
Ποτίδαια· ὄνομα πόλεως
ποτιδέγμεναι· προσδεχόμεναι
ποτιδέγμενοι·] οἴνῳ δαμασθέντες
ποτιδέγμενος· προσδεχόμενος
ποτιδέρκεται· προσβλέπεται
πότιδε· φάναι, ἐκφάναι
ποτιδόρπια· προσσίτια
ποτὶ ἑσπέρᾳ· πρὸς τῇ ἑσπέρᾳ
ποτίκρανον· π(ρ)ό(ς)κρανον, τὸ προσκεφάλαιον. καὶ τὸ δερμάτινον
ὑπηρέσ[ς]ιον, ἐφ' οὗ καθέζονται οἱ ἐρέσσοντες
ποτιόσσεται· προσδοκᾷ
ποτὶ πλάδεσσιν· [ἐπὶ ταῖς θαλασσίαις (πέτραις)]
ποτιρόμενος· ἐρωτῶν. ἢ μαινόμενος
ποτὶ φῦλα· πρὸς τὰ ἔθνη
ποτὶ χόρτον· πρὸς ᾠκοδομημένον τοῖχον
πότμον· μόρον, θάνατον
πότμος· μόρος. ἢ κατασκευή
πότμῳ· μόρῳ κατασκευαστῷ
πότνα· πότνια, σεβαστή, ἔντιμος. ἢ φίλη[μα]. καὶ δέσποινα. καλή. με-
σήτρια
ποτνιᾷ· ἱκετεύει, παρακαλεῖ
πότνια γῆ· καλὴ γῆ
ποτνιάδες· αἱ Βάκχαι. ἀντὶ τοῦ μαινάδες καὶ λυσσάδες, μανίας
αἴτιαι
ποτνιάζου· εὔχου, παρακάλει
ποτνιάζειν· [τὸ παιδικοῖς χρῆσθαι. {πότνιον} γὰρ τὸν δακτύλ(ι)ον
λέγουσι]
ποτνιᾶται· ἐπικαλεῖται. δυσωπεῖ. παρακαλεῖ
ποτνιῶμαι· θεοφοροῦμαι. ἐξιλεοῦμαι, παρακαλῶ. δυσφορῶ. μετ' οἰμω-
γῆς ἱκετεύω
ποτοῖο· ποτοῦ
ποτόμφει· προσόζει
πότος· εὐωχία, ἄριστον, δεῖπνον. ἢ αὐτὸ τὸ πιεῖν
ποτωμένας· διατριβούσας
ποτῶνται· πέτονται
ποῦ· ἐν ἴσῳ τῷ οὐδαμῶς. ἢ ἀντὶ τοῦ ποῦ πότε, ἀλλαχοῦ
πούανοι· κύαμοι ἑφθοί, ὄσπριον
ποῦ κῆχος· πῆ γῆς, εἰς τίνα τόπον. καὶ ποῦ ἄγχι
πο(υ)λυβότειρα· πολλοὺς βόσκουσα καὶ τρέφουσα
πο(υ)λὺν ἐφ' ὑγρήν· ἐπὶ πολλὴν θάλασσαν· ὑγρὰν γὰρ αὐτὴν εἶπεν
πρὸς ἀντιδιαστολὴν τῆς γῆς ξηρᾶς οὔσης
πο(υ)λύπους· τι μέρος τοῦ ἁρματ(ε)ίου τροχοῦ καὶ τῶν ἀμπέλων
πο(υ)λύποδος δίκαν· ὅτι αὐτὸς τὰς ἑαυτοῦ πλεκτάνας ἐσθίει
ποῦμμα· ἡ τῆς χειρὸς πυγμή
πουνιάζειν· παιδικοῖς χρῆσθαι· {πούνιον} γὰρ ὁ δακτύλιος
*ποῦ νύ τοι· ποῦ δή σοι
πούρδαιν· μαγειρεῖον. Λάκωνες
πουρέακος· κρίκος σιδηροῦς τετρυπημένος, καὶ ἧλον ἔχων ἐν τῷ τρυ-
πήματι στρεφόμενον, ᾧ χρῶνται πρὸς δεσμὸν συῶν. {Πουστάκους}.
ὡς Ἀριστοφάνης φησὶν ἐν ἐξηγήσει Λακωνικῶν
*ποῦ τοι τόξον· ποῦ σοι ἡ διὰ τόξων ἐμπειρία
ποῦ(τ)ριν· σαπρόν
πουφορούζεται· σικχαίνει
πρ.άγει· [ὑπερέχει. ὑπερβάλλει. διαφέρει]
πράγματα· δυσχέρειαι
πραγματεία· σύγγραμμα βίβλου ἢ λόγων
πραγμάτοιν· πράγματα δυϊκῶς
πραγορίτης· οἶνός τις
πραθεῖν· πορθῆσαι. ἐξελεῖν
πραθενεύεσθαι· θρασύνεσθαι. ἐπαγγέλλεσθαι λόγοις
πραιέναι· [ἐλθεῖν]
πραίκων· κήρυξ
πραῖνοι· πρηνίζειν. καταστρέφειν
πράκες· Ἀρίσταρχος κλανίαι. ἔλαφοι. ἀπεδόθησαν δὲ φρατριαὶ ἀνδρῶν
διαβεβλημένων ἐπὶ μοχθηρίᾳ
πράκνον· μέλανα
πρακτικόν· ἀνυστικόν
Πράκτιον· πόλις Τροίας
πράκτορες· ἀπαιτηταί
πράληξ· [ὁ λίαν ἀγροῖκος]
πράμνη· δίκελλα. ἄμπελος
Πράμνιος οἶνος· ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἔστι δὲ ἐγκώμιον
οἴνου. καὶ σκληρὸς οἶνος
πρανές· κατάβασις. καὶ {πρανής}
πρανῆ· κοῖλα
πρανιχθέντα· πεσόντα ἐπὶ στόμα
πρανόν· τὸ κατωφερές, πρανές
πρανώ· ἀκρίδος εἶδος
*πρᾷος· συνετός. ἥσυχος
Πραξιεργίδαι· οἱ τὸ ἕδος τὸ ἀρχαῖον τῆς Ἀθηνᾶς ἀμφιεννύντες
πράξεις· βίοι. ἢ διαθῆκαι
Πραξιδίκη· δαίμονά τινά φασι τὴν ὥσπερ τέλος ἐπιτιθεῖσαν τοῖς τε
λεγομένοις καὶ πραττομένοις. διὸ καὶ τὰ ἀγάλματα κεφαλὰς γίνεσθαι
καὶ τὰ θύματα ὁμοίως
πράξ[ε]ιν λάβοι ........
πρᾶξις· ἀπαίτησις. ἄνυσις, ἢ ἔργου ποίησις. ἢ βίος
πραπίδες· φρένες. ἢ ὁ τόπος, ὅπου αἱ φρένες. διάνοιαι
πραπίδεσσι· φρεσί, διανοίαις
πραπίδων· φρενῶν, διανοιῶν
πραπίς· φρήν, διάνοια
πράσα· τὰ βρύα καὶ τὰ φυκία
πρασιαί· αἱ ἐν τοῖς κήποις τετράγωνοι λαχανιαί, οἷον περασιαί, διὰ
τὸ ἐπὶ πέρασι τῶν κήπων
πρᾶσις· ἀγορασία
πρασοκουρίς· ζῶον χλωρόν, κεῖρον τὰ ἐν τοῖς κήποις λάχανα
πρασόργην· δρέπανον, ᾧ τὰ πράσα κείρουσιν
Πράστιλλος· πόλις Θρᾳκίας
πρατάνιον· μαλλόν
πρατασία· κατευχὴ ἀρχομένης ἀροτριώσεως
πρατήνιον· τὸ ὕπερον. Ἀττικοί. καὶ ἡλικία τις προβάτου νέου· ὡς
δὲ ἔνιοι τοῦ πρώτου γεννωμένου, οἱ δὲ ἐνιαυσιαίου, ἄλλοι ἀρχομέ-
νου συνουσίας
πρατίας· ὁ τὰ δημόσια πωλῶν καὶ κηρύσσων
πράττει· μέλλει. ἐργάζεται
πρατά· ἡ νουμηνία
πραϋμενῶς· προθύμως. πράῳ τῷ μένει χρώμενος
πραΰνει· κατασιγαίνει. κατακοιμίζει
πραΰνεται· μαλάσσεται
πραϋπάθειαν· πραΰτητα
πρᾴως· ἡμέρως
πρεκνόν· ποικιλόχροον {ἔλαφ[ρ]ον}
πρέμνα· τὰ ἰσχυρὰ στελέχη τῶν καταβλαστημάτων
πρέμνια· τὰ πάχος ἔχοντα ξύλα
πρεμνιάσαι· ἐκριζῶσαι
πρέμνον· στέλεχος, βλαστός. πᾶν ῥίζωμα δένδρου τὸ γηράσκον, ἢ {τὸ}
τῆς ἀμπέλου πρὸς τῇ γῇ {πρέμνον}
πρέμνον ἑστίας· τῆς οἰκίας θεμέλιος
Πρεμνουσία· κρήνη ἐν τῇ Ἀττικῇ
πρέπις· ὡμοίωσαι
πρέπον· ὅμοιον. μέτριον. συμφέρον. ὡραῖον. ἄριστον
πρέπον· τέρας. Κύπριοι
πρεπτά· φαντάσματα, εἰκόνες
πρέσβα· ἔντιμος, πρεσβυτάτη, σεμνή
πρεσβεῖα· κράτη. καὶ ἀρχιερεῖα, καὶ ἀρχιὰ καὶ ἱερά
πρεσβείη· τιμὴ μείζων
πρέσβειρα· προτιμητή. ἀρχηγέτις
πρέσβεις· γέροντες. βασιλεῖς ἄρχοντες, προτιμούμενοι. καὶ οἱ {πρε-
σβευταὶ} μεσῖται, ἀπόστολοι [ἢ] ἕνεκεν εἰρήνης
πρεσβεύειν· προτιμᾶν, ἄρχειν. μεγαλύνειν
πρεσβεύοντες· αἰτοῦντες, παρακαλοῦντες. λέγοντες
πρεσβήϊον· πρεσβεῖον, κατὰ τιμήν, τίμημα. ἀπὸ τούτου καὶ οἱ
πρεσβῦται· ἔντιμοι
πρεσβυγένεια· παλαιοτέρα γένεσις
πρέσβυς· γέρων. καὶ ὄρνις ὁ τρόχιλος
πρεσβυτάτη· ἐντιμοτάτη
πρεσβύτερος· μείζων. φρονιμώτερος
πρεσβύτερος Κόδρου· παροιμία ἐπὶ τῶν πάνυ παλαιῶν
πρεσβύτης· γέρων. ἡλικία τις
πρέσβυς. [αἰοράνομος
*πραιτώριον· τόπος, ἔνθα συνάγεται ὁ λαός
πρευμενές· ἵλαον, εὔνουν, πρόθυμον
πρευμενοῦς ........· πρᾶον
πρέψας· εἰκασμένος, εἰκασθείς
πρηγορεών· τῶν ὀρνέων ὁ πρόλοβος, ὅτι προσυλλέγεται ἐν αὐτοῖς τὰ
σιτία
πρηγορεύων· προαγορευτής, ἢ δημοκόπος
πρῆθμα· πολύποδος κεφαλή. ἔνιοι πλεκτάνη
πρήϊον· πρότερον
πρηκτῆρα[ι]· δραστῆρα. ποτὲ δὲ ἔμπορον·
πρηκτῆρά τε ἔργων·
ἃ δεῖ πράττειν δηλοῦντα
πρημάδες καὶ {πρῆμναι}· εἶδος θυννώδους ἰχθύος
πρήν· [ταῦρος]
πρηνέα[ς]· ἐπὶ πρόσωπον
πρηνής· ἐπὶ πρόσωπον πεπτωκώς· ἀπὸ τοῦ ἐπὶ τὴν νεὼν πεπτωκέ-
ναι, νέον δὲ ἤδη
πρήνιξε· κατέβαλεν
πρηνιχθέντα· ἐπὶ πρόσωπον καὶ ἐπὶ στόμα πεσόντα
πρῆξαι· πρᾶξαι
πρῆξαι δ' ἔμπης· πρᾶξαι δ' ὅμως
πρῆξις· ἄνυσις
πρηροσία· θυσία Ἀθήνησι
πρῆσαι· φλέξαι, φυσῆσαι, ἐμπρῆσαι·
πυρὸς δηΐοιο θύρετρα
καί·
δάκρυ' ἀναπρήσας
ἀντὶ τοῦ ἀναφυσήσας. ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους {πεπρη-
μένους} φαμέν
πρῆσεν· ἔκλαεν. ἐφύσησεν. ἐκόλπωσεν. ἐνέπρησεν, ἔφλεξε
πρηστήρ· σφοδρὸς ἄνεμος. καὶ ὄφεώς τι εἶδος. καὶ τὰς ἐκ πλαγίου
τοῦ τραχήλου ἡμῶν φλέβας {πρηστῆράς} φασιν. ἢ πῦρ ἀπὸ τοῦ οὐ-
ρανοῦ
πρητῆνας· τοὺς ἐνιαυσίους ἄρνας
πρηών· τὸ ὑπερέχον
πριάμενος· ἀγοράσας, ὠνησάμενος. [καὶ ὄνομα κύριον]
πριαμωθήσομαι· ξυρήσομαι. ἐπειδὴ τὸ τραγικὸν τοῦ Πριάμου πρός-
ωπον ξυρίας ἐστίν
πρίατο· [ἀγοράσειεν
πρίεται· φυσ(ι)οῦται
Πριηπίδος τε τῆς πρὸ Βοσπόρου πόλεως· Ἑλλησποντιακῆς. τὸν
Πρίαπον τὸν Διονύσου καὶ Περκώτην φασὶν οἰκίσαι
πριμικήριος· [ὁ πρῶτος τῆς τυχούσης τάξεως
πριμιλιγίων· τιμίων]
πρίν· πρότερον
πρὶν ἐγκύρσαι (δύᾳ)· πρὶν πλησιάσαι τῆς κακοπαθείας
πρίν μιν· πρὶν αὐτόν, ἢ αὐτήν
πρινής· [ἐπὶ πρόσωπον πεσών]
πρινοκόπος· κοπῶν
πρίονας· χερῶν τοὺς δεσμούς
πρίοπες· τὰ ὑγιῆ ἔχοντα
πριούατον· [τόπος ἐργαστηρίου]
πρισμοῖς· ταῖς βιαίοις κατοχαῖς
πρίστης· ῥίνη. πρίων
πρίω· ἀγόρασον
πρίων· ἀγοράζων
πριώμασι· πρίσμασι
πρό· τό τε σύνηθες·
καρπαλίμως πρὸ νεῶν ἐχέμεν
καὶ ἀντὶ τοῦ ἀπό·
ὄψου (τ') ἄσαιμι προταμών
προάγεσθαι· ἐπεξεργάζεσθαι
προαγαγών· .....
προαγεύων· προξενῶν
προάγομαι· προέρχομαι
προάγομεν· προφέρομεν, προτρέπομεν
προαγορεύσας· προειπών, προφητεύσας, προξενήσας. [καὶ ἡ ἐπ'
αἰσχροῖς ἐπὶ τὸ πορνεῦσαι προάγουσά τινας
προαγόρευσις· προφητεία
προάγων· ἀρχόμενος
προαγωγός· διδάσκαλος κακῶν. καὶ μαστροπός. μόνος. μαυλιστής
προαθύροντες· προσπαίζοντες
προαιρεῖται· προκέκληται. προτιμᾶται
προαίρεσις· ἐπιλογὴ καλοῦ ἢ κακοῦ
προακτικόν· προβαῖνον
προαλεῖ· καταφερεῖ, καταβατῷ
προαλεστάτην· προπετεστάτην, προχειροτάτην
προαλής· προπετής, πρόχειρος
προαμείψασθαι· προαλλάξασθαι. παρελθεῖν
προαμεῦσαι· ὁμοίως
προαμευτής· ἐργάτης προηγούμενος
προαναθρήσας· προσιδών
προαναθρούσης· προαναβλεπούσης
προαναθρώσκειν· προπηδᾶν
προανακρούεται· ἀναχαιτίζει
προανάσχοι· προανεκτείνει(ε)
προαπίδων· φρενῶν, διανοιῶν
προαρτᾷ· προαρμόζει, προτείνει
προασπιστής· πρόμαχος, βοηθός
[προάστεων καὶ] {προάστειον}· πρὸ τῆς πόλεως
(π)ροαύλια· τὰ προαυ[τῶν]λήμ[μ]ατα. ὥσπερ {προάμβουλα} τὰ
προκιθαρίσματα
προβαλ[λ]εῖ· ἐρωτήσει
προβαλ[λ]εῖν ἄρνα· πόλεμον ἐπαγγεῖλαι
προβαλοῦ· ἐρώτησον
*προβαλλομένοις· ἐρωτῶσιν
*προβαλοίμην· ὑπερβαλοίμην
προβαλ(λ)ός· ἀσπίς
προβάς· ὑπερβάς
πρόβασι· βοσκήμασι
πρόβασις· ἡ τῶν βοσκημάτων κτῆσις
πρόβατα· τὰ τετράποδα. ἀπὸ τοῦ πρὸ τῆς βάσεως πρόβασιν ἔχειν
ἑτέραν τῶν ἔμπροσθεν ποδῶν πρὸς τὰ ὀπίσθια
πρόβατα πεδι(α)κά· τὰ ἐπὶ νομὴν ἐκπεμπόμενα
προβατήματα· πρόβατα
προβατοπώλης· οὕτω κωμῳδεῖται Λυσικλῆς προβατοκάπηλος γήμας
Ἀσπασίαν τὴν πόρνην
προβέβηκας· ἀριστεύεις. προκόπτεις
προβέβουλα· προκέκρικα, προέκρινα
προβιβάζεται· προκόπτει
προβιβάς· προβαίνων
προβιβάσαντα· προάξαντα
προβιβασθείς· προαχθείς. [πραχθείς]
προβιβάσθων· προβαίνων
*προβιβάσις· πρ[ο]άξεις
πρόβλημα· πρόλογος
*προβλῆ[μα]τι· ἐξέχοντι
προβλῆτας· τὰς ἔξω προβεβλημένας τοῦ τείχους
στήλας τε προβλῆτας ἐμόχλε[υ]ον
προβλώσκειν· προμολίσκειν. προέρχεσθαι. προπορεύεσθαι
προβόλιον· σιβύνη, ἔχουσα μετὰ τὴν ἀκμὴν προβολάς. ἢ σπυρίς
πρόβολοι· λίθοι
πρόβολος· πρόμουλος. πρόμαχος. προνοητής. κυβερνήτης. ἱερεύς. [καὶ
τὸ τῶν σιτίων δοχεῖον]. καὶ ὁ εἰς τὴν θάλασσαν προβεβλημένος λί-
θος [τῇ πέτρᾳ. οἱ δὲ ῥάβδος
προβόλων· λίθων
*προβολή· ἐξοχή
πρόβονεν· ἐπέρανεν
προβοσκίς· τὸ ἐκτεταμένον καὶ προβεβλημένον τῆς ὄψεως τοῦ ἐλέ-
φαντος
πρόβουλος· ἔξαρχος τοῦ βουλευτηρίου. ἢ ὁ προσκεπτόμενος
προβοῶντες· προφωνοῦντες. ἐγκελευόμενοι. προβαίνοντες
πρὸ γὰρ ἧκε· προέπεμψε γάρ
προγέν(ε)ος· εὐγέν(ε)ος
προγενέσθην· παραγενέσθην
προγενέστερος· πρεσβύτερος
προγενής· ὁ προγεννώμενος
προ[ε]γένοντο· παρεγένοντο
προγονεῦσαι· προελθεῖν
προγωνίαν· τῶν ἠπορημένων ἡ λέξις. ἔστι δὲ ὑφασμάτιον ποικίλον,
ὃ ἐπικαλυψάμενος ὁ μάγειρος θύει, ὡς ἐν Δαμασκῷ
πρόγονοι· οἱ πρωτόγονοι ἄρνες, οἱ δὲ μετ' αὐτοὺς {μέτασ(ς)αι, ἕρ-
σαι} ἁπαλοὶ καὶ τῷ ἔαρι γινόμενοι·
ἔρχατο, χωρὶς (μὲν πρόγονοι, χωρὶς) δέ μέτασ(ς)αι,
χωρὶς δ' αὖθ' ἕρσαι
πρόγονος· πρόπαππος. προπάτωρ. συγγενής. ἢ πρεσβύτατος ἀνήρ
προγόνων· πατέρων
προγράμματα· ἐκθέματα
προδανίς· πρότερον
προδέδαεν· προμεμάθηκεν
πρὸ δέ μ' ἧκε· προέπεμψε δέ (με)
προδέξαντες· προδείξαντες
πρόδηλος· προφανής
προδιαλαβεῖν· ......
προδιασύρας· παραβὰς τὰς συνθήκας
προδικεῖν· ἐπιτροπεύειν
πρόδικος· συνήγορος
προδοκάζων· παρατηρῶν, ἐνεδρεύων
προδοκῇσι· προενέδραις, προόδοις
πρόδομος· προστάς, πρόστωον
προδόμῳ· προστάδι, προστόῳ
πρόδοσιν· προδομάτιον
πρόδρομα· τὰ ἐν τῷ ἄξονι ξύλα. ἢ τὰ προακμάζοντα σῦκα
προδωμάτιον· τὸ πρὸ τοῦ κοιτῶνος στοΐδιον
προεγκεῖσθαι· προϋπάρχειν
προεδρία· προκάθισις. προτίμησις
πρόεδρος· ἀρχη(γὸς) πολιτείας
*προέδωκεν· προεχώρησεν
*προέηκε· προέπεμψεν
πρὸ ἕθεν· πρὸ αὑτοῦ
προέθεσαν· προεθυμήθησαν
προεθέσπισαν· προεφήτευσαν
προεθυμήθησαν· μετὰ προαιρέσεως προσήνεγκαν
προ[ε]ιάψαι· προπέμψαι
προ[ε]ιδόμενοι· προγνόντες
προείλατο· ἐπελέξατο, ἠθέλησεν
προείλετο· οὐ προείλατο
προείληπται· πρόληψιν ἔχει, ὑπονενόηται
προειλόμην· προέκρινα
προείλου· οὐ προείλω
πρόειμε· [πλησίον γείτων
προείου· καταντίου]
προεισπεπ[τ]αικότες· προεισελθόντες
πρόειται· παραδέδοται
προε[κ]τικός· χαριστικός
προέλευσις· τὸ προελθεῖν
προέλοιτο· προτιμήσειε
*(προελόμενος·) προθέμενος
προελόμενοι· ὁμοίως
προελόμενος· ἐπιλεξάμενος
προέμβολος· μέρος τι τῆς νεώς
πρόεμε· προέπεμψα
πρόεμεν· προέπεμψεν
προέμενος· προδώσας, προαφείς, ἐκδιδούς
προεννέπειν· προαγορεύειν
προέντες· προδόντες
προενώπια· [ἔμπροσθεν]
προεξαναστῆσαι· πρὸ τοῦ καθήκοντος ποιῆσαι
προεργῆσαι· προέσται
προέρεσ(ς)αν· προήλασαν
προέρυσσεν· καθείλκυσεν
προερύσαι· προελκύσαι
προέρυσ(ς)αν· προε(ί)λ(κ)υσαν
προερχόμενος· ἐξερχόμενος, προβαίνων
πρόες· πρόπεμψον
προέσθαι· προδοῦναι
προέσθαι· (παραγίνεται)
προεστηκός· ......
προετικός· χαριστικός
προετύπου· προεδήλου
προέτυψαν· προεχώρησαν
προέφηνε· προέδειξε
προέχει· ὑπερέχει
προεχεῖς· [σπουδαῖοι,] κραταιοί
προεχόμεθα· προβαλλόμεθα | .......· πλέον κρατοῦνται
προεψιᾷ· [προσαγορεύει]
πρόῃ· προβαλῇ
προηγεῖται· προοδηγεῖ, προπέμπει
προηγητής· ὁ προηγούμενος τοῦ ζεύγους .... καὶ ὁ χειραγωγὸς τοῦ τυφλοῦ
προηγμένον· προαχθέντα
προηγόρησαν· προεῖπον
*προΐει· προέπεμπε. προήρχετο
*προῆκε· προέπεμψεν
προήκαμεν· ἀφήκαμεν, παρελείπομεν
προήκατο· ἀπέλυσε. προέδωκε. [προσηνέγκατο]
προήκεα· κατὰ τὸ ἔμπροσθεν προηκονημένα
προήκει· ἐξέχει. προβαίνει
προήκων· προβεβηκώς
προῆκεν· ἐξῆλθε, προῆλθεν
προῄρημαι· θέλω
προῃρημένοι· προθυμηθέντες
προῃρήσαντες· [θελήσαντες]
προηρόσια· τὰ πρὸ τοῦ ἀρότου θύματα. καὶ ὁ Δῆμος δὲ αὐτὰ
προαρκτούρια καλεῖ
προήρτηται· κρέμαται
προήσει· προδώσει
προήσομαι· προδώσω. [προδίδομαι]. προνοήσομαι. [προφέρω]
πρόηται· προδώσει
προήχθη· προετιμήθη. προετράπη
προθέει· προτρέχει
προθέλυμνον· αὐτόῤ(ῥ)ιζον
προθελύμνους· προῤ(ῥ)ίζους, ἀπὸ ῥίζης ἀνασπᾶν ἄλλας ἐπ' ἄλλαις·
προθελύμνους ἕλκετο χαίτας
καὶ {σάκος τετραθέλυμνον} τὸ θέσεις τέσσαρας ἔχον, τετρά-
πτυχον
προθεμενισάμενος· [περιπτυξάμενος]
προθέντα· προβαλλόμενον. ἐπαγγειλάμενον
προθεώμενος· προορῶν
πρόθεσις· προαίρεσις. προάπλωσις
προθεσμία· καιρός, ὅρισις, διορία, ὅρισμα
προθεσπίζοντα· προστάττοντα. ἢ προμαντευόμενον
προθεσπίζων· προφητεύων
προθέων· προτρέχων
προθήβαι· [ἄρτιοι, ἀκμάζοντες]
πρόθημα· δόμα, ἢ ἅτι πρόσθημα καὶ προσθήκη. ἡ πλεκτά[μέ]νη
προθορών· προπηδήσας
προθυμία· χαρά
προθύμως· ἱλαρῶς
πρόϊαι· [ἄπιοι, αἱ πρῶται γινόμεναι]
προϊάλλειν· προπέμπειν. προτιθέναι
προΐαλλεν· προέπεμψεν
προΐαψεν· προέπεμψεν. προδιέφθειρεν. δηλοῖ δὲ διὰ τῆς λέξεως
τὴν μετ' ὀδύνης αὐτῶν ἀπώλειαν
*προῖκται· προδίδωσι
προϊείς· προπέμπων
προΐεμαι· προδίδομαι
προϊεμένη· προβαλλομένη
προϊέμενοι· ἀπολύοντες. παραχωροῦντες. ἀποῤῥίπτοντες
προϊ(ε)μένου· προδόντος
προϊέναι· προπέμπειν
προΐενται· προάγονται
προΐε[ς]ται· [προσποιεῖται. προσέρχεται]
πρόϊζα· [πρῴην]
προϊζήσαντες· προσκομίσαντες
προΐηλε· [προετιμήθη. καὶ] ἐπεξέτεινεν
προΐθες· προφανῶς. προβεβηκώς
προῖκα· δωρεάν, φερνήν. πᾶν γὰρ δῶρον {προίξ}
προικός· πονηρός. οἱ δὲ μωρός. [πτωχός]
προϊκέσθαι· ἐφικέσθαι
προΐκτης· πτωχός, προσαιτητής
πρόϊ με· [προδώσεις με
πρόϊμον· σῦκον προακμάζον
προΐομαι· παρέρχομαι
προϊόντες· προδόντες
προίρης· πρώρας
προϊσμένη· προβαλλομένη
προΐσταται· ἐπιπολάζει]
προΐστορες· μαρτυροῦντες
προΐσχεται· προβάλλεται
προϊσχόμενος· προβαλλόμενος
προϊσχομένου· προτείνοντος χεῖρα. δίκαιον προβάλλοντος
προΐσχονται· προβάλλονται
προΐσχοντο· ἔδοξαν
Προιτίδες· χάριτες
προϊχνεύει· θεραπεύει
προϊών· παρών
πρόκα· εὐθύς, ἐξαίφνης. [δρόσος]
προκαδέστερον· [προυργιαίτερον]
προκαλεῖσθαι· ποτὲ μὲν ἐπὶ τοῦ ἀλαζονικοῦ, εἰς ἅμιλλαν ἀρετῆς
καλεῖσθαί τινα· ποτὲ δὲ ἐπὶ τοῦ ἀγομένου καὶ προτρεπομένου
προκαλεῖται· καλεῖ, προτρέπει
προ[κ]αλέστερον· [ἑτοιμότερον]
πρόκας· ἐλάφους
προκαταβολή· ἐνθήκη
προκαταθήγεσθαι· προακονᾶσθαι
προκαταθήσεσθαι δεῖ· προκομίσασθαι δεῖ
πρόκαυτα· [προειρημένα, προηκουσμένα]
προκείμενα· παρακείμενα
πρόκειται· παράκειται
προκελήδης· προκελεῦσαι
προκέοιτο· προκείμενος εἴη
προκεχηνότες· πρὸς τὰ ἄνω βλέποντες
προκεχειρισμένον· προβεβλημένον. ἡτ(ο)ιμασμένον
προκιθώνιον· τὸ πρόρινον
πρόκλησις· [κλῆσις ἐπὶ δίκης]
πρόκλητος· πρόθυμος, ἀπὸ τοῦ κληθῆναι
Προκλόνιον· τόπος Θεσσαλίας
πρόκλυτα· τὰ προειρημένα, προηκουσμένα
πρόκνις· εἶδος ἰσχάδων
προκόλπιον· τὸ πρὸ τοῦ κόλπου, ἢ πρὸ τοῦ σκοποῦ
προκομίδην· προκομίζει
προκομίων· [προλειμάτων]
πρόκον· ἠλίθιον
προκόνδυλα· τὰ μετὰ τοὺς κονδύλους ἐν ταῖς χερσί
Προκόν(ν)ησος· πόλις, καὶ νῆσος παρὰ Κύζικον
πρόκοος· [πόλις. ἢ] πονηρός
προκοπῆς· αὐξήσεως
προκοττίς· ἡ χαίτη
πρόκοττα· εἶδος κουρᾶς, ἢ κεφαλῆς τρίχωμα· {κοττὶς} γὰρ ἡ κεφαλή.
καὶ οἱ ἀλεκτρυόνες {κοττοὶ} διὰ τὸν ἐπὶ τῇ κεφαλῇ λόφον
πρόκρισις· προτίμησις
πρόκριτον· ἐκλεκτόν, ἐκλελεγμένον
Πρόκρις· θυγάτηρ Ἐρεχθέως
πρόκροσσαι· ἐπάλληλοι, ἄλλαι ἐπ' ἄλλας. καὶ ναῦς αἱ κατ' ἀλλήλων
νενεωλκημέναι. ὅτι οἱ κροσσοὶ τὰ ἄκρα· ἢ ἀντικέφαλοι
προκρόσσας· ἄλλας ἐπ' ἄλλαις, κλιμακηδόν
πρόκροσσον· οὐ καθαροῦν, κλιμακωτόν
προκυκλίς· ἡ π{ε}μνήστρια
προκυλινδούμενος· προκυλιόμενος
πρόκυμον· πρόθυμον
προκυνεῖν· τὸ ἐγχωρεῖν
πρόκωνα· τὰ ἐκ τῶν μὴ πεφρυγμένων κριθῶν ἄλφιτα
πρόληψις· πρόγνωσις
προλόβιον· τὸ προέχον τοῦ λοβοῦ
προλογίζει· προλέγει
προλόγια· θυσία πρὸ τῶν καρπῶν τελουμένη, ὑπὸ Λακώνων
πρόλογος· [ὁ περιτιθέμενος τοῖς προελθοῦσιν ἐπὶ δεῖπνον. καὶ ὁ γαρ-
γαρεὼν τῶν ὀρνίθων, ὃν οἱ παλαιοὶ πρηγορεών]
*πρόμαχοι· βασιλεῖς. καὶ τὰ τείχη. {προμαχῶνες} δὲ οἱ ἐπὶ τῶν
τειχῶν πρόβολοι
προμάδδας· μάζας προμεμαγμένας
πρόμαλος· μυρίκη. ἢ ἄγνος
προμαλχατεύειν· μετατροπεύειν
προμαχεών· πύργος
πρόμαχος· ὑπὸ Κρητῶν μᾶζα ἑβδομαίῳ παιδίῳ γινομένη
προμέν, λέγοντες προαγωγοί
προμένε(ι)οι· ῥοιαί τινες
προμήθεια· πρόνοια, ἐπιμέλεια
προμηθέστεροι· προνοητικώτεροι
Προμηθεύς· ἐπικινδύνους ἐπισφαλῶς ἔχων. καὶ ὄνομα
προμηθής· σώφρων
προμηθούμενος· προνοούμενος, προβλέπων
προμήτωρ· πατὴρ μητρός
προμνηστῖνα(ι)· ἑτέρα πρὸ τῆς ἑτέρας. οἱ δὲ ἑξῆς καὶ ἐκ διαστη-
μάτων ἀναμένουσαι ἀλλήλα[ι]ς
προμνηστ[ι]ῖναι· ἐπὶ μίαν. ἀπὸ τοῦ προσμένειν
προμνήστρια· ἡ συνιστῶσα ἀλλήλοις τοὺς γαμοῦντας
προμνώμενοι· προμνηστευόμενοι
πρόμοις· προμάχοις, προαγωνισταῖς, προστάταις, προηγουμένοις
πρόμολε· πρόελθε
προμόλη· ὁδός. προσδόκησις
προμόνη· πρόμαχος. ἀντίδικος
προμόνης· [προπετὴς καὶ προ[ς]πεσών. οἱ δὲ πρόθυμος. προ[ς]νενευ-
κώς]
[πρόμου ..· πρόβουλος]
πρόμοχθοι· τὰ προβεβλημένα τῶν τοίχων
προμυλαία· θεὸς ἱδρυμένη ἐν τοῖς μυλῶσι
προμυχθίζει χαλκοδεσμῶν ὁπλῶν· ἀντὶ τοῦ πρόσ(ω) χωρεῖ[ου]
Πρόνεως· Ποσειδῶν
Προναίας· Ἀθηνᾶς τέμενος ἐν Δελφοῖς
προνοεῖ· ἐπιμελεῖται
πρόνοια· προενθύμησις, ἐπιμέλεια, φροντίς
προνομαία· προβοσκ[ης]ίς
προνομεύει· θεσπίζει. ἁρπάζει, κατασύρει, αἰχμαλωτεύει
προνομία· τὰ ὀφειλόμενα τῷ ἀξιώματι. ἢ ἡ ἐκ τῶν νόμων ἐξουσία.
ἢ διαρπαγή
προνομ(ι)ῶν· προλημμάτων
προνοοῦ· ἐνθυμοῦ, ἐπιμελοῦ
προνωπής· προτεταμένος. προνενευκώς. οἱ δὲ προπετής, ἕτοιμος, πρό-
χειρος
προνώπια· τὰ ἔμπροσθεν τῶν πυλῶν, καθάπερ {ἐνώπια} τὰ ἔνδον,
ὅπου αἱ εἰκόνες τίθενται
προνώπιον· τὸ προκείμενον, οἷον πρόθυρον
προξενεῖ· μαρτυρεῖ
πρόξενοι· οἱ προστάται, καὶ ξενίας ἐπιμελούμενοι, ἤγουν τοὺς ξένους
ὑποδεχόμενοι
πρόξενος· φίλος, ὁ ἐν τῇ ἑαυτοῦ ξένων προϊστάμενος
προοικίαι· παρὰ Κλειτοδήμῳ [ἐν ἴσῳ τῷ δήμῳ
προοίμιον· πρόλογος, ἀρχὴ παντὸς λόγου
πρόοιντο· παραδώσουσι, δώσουσιν
προολεῖ· καταλειπεῖ
πρόοπτον· προφανές
πρὸ ὃ τοῦ· οὗτος πρὸ τούτου, ἢ ἕτερος τοῦ ἑτέρου
πρόουρον· τὸ ἀπόσταγμα τῆς σταφυλῆς, πρὶν πατηθῇ
προπαδίζων· [προβαίνων πρὸ τῆς ἀσπίδος]
προπαιδεύματα· προμαθήματα
προπαίσω· προαγωγός, μαστροπός. [καὶ μάντις. μαστρόπευσις
προπαλῶς· δαψιλῶς
προπάροιθεν· ἔσθ' ὅτε ἐπὶ χρόνου·
εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν
πρόπας· ἅπας
προπάστεον· τὸν πρὸ τῆς παστάδος τόπον
προπάτωρ· πατρὸς πατήρ
προπεπηλάκισται· καθύβρισται
προπέποται· προδέδοται
προπεριζόμενος· [ἀγκαλιζόμενος]
προπέτηλον· πεποίηται ἀπὸ τοῦ {προπίπτειν}
προπετής· προπίπτων πρὸ τοῦ λογισμοῦ
προπέφανται· φανερόν ἐστι
προπεῶντες· προεστῶτες
προπηλακίζει· ἐρεθίζει. κολακεύει. ἢ ὑβρίζει, ἀδικεῖ, ἐξουδενεῖ
προπηλακισμός· ἐρεθισμός ἐξουδένωμα | ......· φιλόνεικος. κολακευτής. ὑβριστικός, ἄδικος
προπηνές· [ἔμπροσθεν κατωφερές]
προπίονι· εὐθεῖ
προπίωμεν· διὰ τοῦ οἴνου τιμήσωμεν
πρόποδες ὄρους· τῶν ὀρῶν τὰ προὔχοντα. καὶ τὰς προκειμένας
τῆς Αἰγύπτου νήσους
προποδίζων· προβαίνων
προποδών· ἔμπροσθεν
πρόπολοι· ὑπηρέται, δοῦλοι. νεωκόροι. προφῆται
προπρηνές· ἐπὶ πρόσωπον. ἢ ἔμπροσθεν κατωφερές
(προ)προκυλινδό[ύ]μενος· τοῖς ποσί. πρὸ τῶν ποδῶν κυλιόμενος.
οἱ δὲ εἰς τὸ ἔμπροσθεν πορευόμενος
προπτόρθια· ἐν τοῖς ἄξοσιν ἡ λέξις φέρεται
Προπυλαί(α)· ἡ Ἑκάτη
προπύλαιον· πρόθυρον
πρόπωνα· εὐκρατῆ. εὔφημα. πρόχειρα, ἕτοιμα, ἀνεμπόδιστα
πρόρινον· τὸ μεταξὺ τῶν σαρκῶν καὶ τοῦ δέρματος
πρόῤῥιζον· σὺν ταῖς ῥίζαις ἀνασπώμενον
πρόῤῥησιν· πρόλεξιν, προφητείαν
πρόῤῥησις· λόγος. καὶ τὰ ὅμοια
πρός· πρόθεσις. καὶ ξύλον ἐν Αἰθιοπίᾳ. καὶ ἀντὶ τοῦ ἐπί
πρὸς ἀγαθόν· ἐπ' ἀγαθῷ, ἐπὶ καλῷ
προσαγγελία· προσαγωγή
προσάγει· προσέρχεται. προσφέρει
προσαγηόχασι· προσήγαγον
προσαγόμενον· ἀγαπήσαντα. προ(ς)κτησάμενον
προσαγορεύει· ἀσπάζεται
προσαγορεύσας· προσειπών. καὶ τὰ ὅμοια
προσαγορεύουσι· καλοῦσι
προσαγωγή· προσέλευσις
προσαγώγιον· διαβήτης, [ἢ] τὸ τῶν τεκτόνων ὄργανον
προσαθύροντα· προσπαίζοντα
προσαιθ[ε]ρίζουσα πόμπιμον φλόγα· πρὸς τὸν αἰθέρα ποιοῦ-
σα, ὥστε ἄνω πέμπεσθαι τὴν φλόγα
προς.αίνων· προσελκόμενος, προσαγόμενος
προσαίταις· πτωχοῖς
προσακές· ἐγγύς
πρὸς ἀκεσμόν· πρὸς ὑγείαν
προσάκτριδες· οἱ τῆς μηλολόνθης πρὸς τῷ στόματι μικροὶ πόδες
προσαμύνομεν· βοηθοῦμεν
προσανεύουσαν· [εὐτρεπίζουσαν, στρωννύουσαν]
προσαν[τ]έχειν· προσκεῖσθαι
προσάντης· σκληρός, ἐναντίος, δυσχερής, ἐχθρός, ἀηδής
προσαντίον· ἐναντίον, ἀντίπαλον
*προσανέχων· προσμένων. κουφίζων
προσάνων· προσαύξων. {Ἄνειν} γὰρ τὸ αὔξειν, καὶ αὐτὴν τὴν αὔ-
ξησιν
προσαπῆλαι· [τιμῆσαι
προσαπειλή· τιμή]
προσάπτει· προσπλέκει, συνάπτει
προσαρασσόμενον· προσρησσόμενον
πρὸς ἄρκτον· [πρὸς μεσημβρίαν]
προσαύξω· προ[ς]άγω
προσαυρίζουσα[ι] χερσαίᾳ τροχῇ· ὑπὸ τῆς αὔρας ἡ {νοτὶς}
προσπίπτουσα τῇ τροχῇ. δύναται δὲ οἷον καταλαμβάνουσα· {ἐπαυ-
ρεῖν} γὰρ τὸ καταλαμβάνειν καὶ ἐπιτυγχάνειν
πρὸς αὔριον· εἰς αὔριον
προσαυρών· προστυχών
προσαυσιάτω· [προσφωνείτω]
πρὸς αὐτήν· περὶ αὐτήν
πρὸς αὐτοῦ· παρ' αὐτοῦ
πρὸς ἀφοσίωσιν· πρὸς τιμήν
προσάψας· συνάψας
προσβαίνει· ἐγγίζει
προσβάλλοιντο· πρὸς τῶν ἄλλων ἔβαλον τῆς ἀθλήσεως
προσβαλών· προσελθών
*πρόσβαλον· προσκατακλίθητι
προσβλητόν· κολλητόν
προσβολή· τῶν ἀθλητῶν ἡ συναφή, καὶ κατοχή, καὶ ἡ ὁρμή
προσβ(ωμ)ολοχεῖ· πρὸς χάριν λέγει
πρόσγειος· ταπεινός
προσγίνεται· [προσδέ
προσγράφει· προσκρίνει
προσδεῖται· προσδέεται
προσδέδορκας· προσεῖδες
πρὸς δέ με· πρὸς δὲ τούτοις ἐμέ
προσδέχεται· προσποιεῖται
πρὸς Διός· παρὰ τοῦ Διός
προσεβήσατο· προ(ς)έβη
προσδιατρῖψαι· χρονίσαι
προσεγκεῖσθαι· ἐγκεῖσθαι, ἐπικεῖσθαι
προσεδρεύει· σχολάζει
*προνομή· ἁρπαγή
πρόσεδρος· ὁ παρακαθήμενος. σχολάζων
προσέθω· [προσθήσω]
προσειζήσαντες· προσκομίσαντες
προσεῖναι· ἐνυπάρχειν
πρόσειπε· ἄσπασαι, προσαγόρευσον. προσκύνησον
προσείσας· προ[ς]ανακινήσας, καὶ οἷον ἀπαγγείλας. ἀπὸ τῶν περι-
αγόντων τὰ τετράποδα, ὅπου βούλεται. τοὺς γὰρ θαλλοὺς σείοντες
ἐπεδίδοσαν
πρόσεισι· προσέρχεται
προσεικάμενοι· [προσλαβόμενοι]
προσεκτέα· σπουδαστέα
προσεκτέον· τὸ προσέχειν, κελευστικῶς
προσεκτικώτεροι· νηφαλιώτεροι
προσέλει· [προπηλακίζει]
Προσελήνιδες· αἱ Ἀρκαδικαὶ νύμφαι
προσελιάσθη· λίαν προσήγγισε
πρὸς ἑλιφερές· πρὸς τὸ κεκλεισμένον
*προσελθών· προσβαλών
προσεμάξατο· κατεμάξατο
πρὸς ἐμαυτόν· ἐν ἐμοί. εἰς ἑαυτόν
προσεπλ(ά)κη. ἐπλησίασεν
πρὸς ἐμοῦ· πρὸς ἐμέ. {π}.
προσεμπεδοῦντες· ἐπιβεβαιοῦντες
προσεμπρῆσαι· καῦσαι
προσεννέπει· προσαγορεύει
προσενοῦσί με· [προσβάλλουσι, προσέρχονται]
*πρὸς ἐνώπια· ἔμπροσθεν πρὸς τοὺς κατάντικρυς τῆς ἀνατολῆς
προσενηνόχασι· προσαγηόχασι
προσεπέλασε· προσήγγισεν
προσεπεμβαίνει· ἐπιβαίνει, ἐπιτωθάζει, ἐπιγελᾷ
προσέπηξαν· προσήλωσαν
πρὸς ἐπίβασιν· πρὸς βάδισιν
προσεποι[ή]σω· προσεπάξω
προσεποιήσω· ἐσχηματίσω
προσερεύγεται· ἐρεύγεται
προσερήσομαι· ἐπερωτήσω
*προσεράχατοι· τεταγμένοι ἦσαν
προσερπύσῃ· προσέλθῃ
προσέσθαι· [ἐκδοῦναι]
*προσέτι· πρὸς τούτοις
προσέσχε· προσῆλθε. προσέπλευσε, προσώρμησεν
πρὸς εὐθεῖαν· πρὸς ὀρθότητα
(*)προσερ(ρ)ύη· προ(ς)ῆλθεν
προσέφυ· προσεγένετο
προσέφη· προσεῖπεν
προσεχές· ἐγγύς. νῆφον, νουνεχές
προσεχεῖ· ὁμοίως
προσεχής· γείτων. σπουδαῖος
προσεχῶς· σπουδαίως
προσεψιά· προσαγόρευσις, καὶ ἡ πρός τινα ὁμιλία
πρὸς ἕω· πρὸς ἀνατολήν
πρὸς ζόφον· πρὸς δύσιν
προσηγορία· ὀνομασία
προσήγορος· προσκυνητής
προσήϊκται· προσέοικε
προσηκάμενοι· προσλαβόμενοι
προσήκατο· προσηνέγκατο
προσήκει· πρέπει. διαφέρει. χρή. ἁρμόττει. συμφέρει
προσήκοντες· συγγενεῖς
προσηκόντως· ὀφειλόντως. πρεπόντως. ὀφειλόμενον. δεόντως
προσήλια· πρὸς ἀνατολήν
προσήλωσαν· προσέπηξαν. ἐσταύρωσαν
προσήλωται· ἀνεσταύρωται
προσήλυτος· πάροικος. ἀλλοεθνής
πρὸς ἡμῶν· ὑπὲρ ἡμῶν
προσήναντες· [βλάψαντες]
προσηνές· καλόν. ἡδύ. ἐπιεικές, ἀγαθόν, πρᾷον, χρηστόν
προσηνής· προσφιλής
προσηνῶς· ἡδέως. καὶ τὰ ὅμοια
προσήνεον· [ὑψηλόν. τίμιον]
προσήρενε· προσέθιγεν
προσηρτημένοι· .... κεκολλημένοι
πρό(ς)ηται· προσεγγίζει
προσηύδα· προσεῖπε, προσελάλει
προσηύρετο· προσέτυχε. προσηγάγετο
πρὸς ἠῶ· πρὸς ἀνατολήν
προσθεῖναι· τὸ παραδοῦναι τῷ ἐωνημένῳ ὑπὸ κήρυκι· ὅπερ νῦν
{κῦρσαί} φασι
προσθείς· προσθήκην λαβών
προσθέματα· τὰ πυγιαῖα
πρόσθεν· ἔμπροσθεν. πρὸ τούτου, ἄνωθεν ἢ ἔνθεν
προσθέοντα· [ἔμπροσθεν τρέχοντα]
πρὸς θεοῦ· τὸ τυχόν. Ἀττικοὶ δὲ {χάριτι θεοῦ} φασιν εἶναι
προσθέσεις· δευτερώσεις
πρὸς θεόν· κατὰ τὸν θεόν. ἐπὶ τὸν θεόν
πρόσθη· πρόσθεσις
προσθιάξειν· ἀφελεῖν τὰς ἐκ τῆς ὀσφύος τρίχας
πρόσθ' ἵσταμαι· προΐσταμαι. ἐμποδίζω. ὑπερμαχῶ
*προΐσταται· ἐπιπολάζει. προσκόπτει
προσίασι· προσέρχονται, προσφέρουσι
προσίει· ἐγγίζει
προσίεμεν· [προσερχόμεθα]
προσίενται· προσάγονται
προσίεσθαι· ἐφέλκεσθαι. προσφέρεσθαι
προσίεται· ἀρέσκεται. προσδέχεται, ἡδέως λαμβάνει
προσιζῆσαι· προσκαθεσθῆναι
προσιζήσαντες· προσκομίσαντες
προσιζήσας· προσκαθίσας
πρόσιθι· πρόσελθε
προσίκτορος· προσικέτορος ἀπὸ τοῦ προσικνεῖσθαι τοὺς ἱκέτας
πρόσιμεν· προσερχόμεθα. πρεσβεύομεν
προσίναντες· βλάψαντες
προσιοῦσα· παρερχομένη
προσ(.)ίρων· προσάπτων
προσίπταται· προπέτεται
προσίσχεται· προσβάλλεται
προσιτόν· ᾧ δύναταί τις προσελθεῖν
προσιών· προσελθών, προσερχόμενος
προ[ς]καταγνούς· πρὶν καταπτύσας
πρόσκειται· ἐκ προσθήκης κεῖται
πρὸς κέντρα λακτίζῃ· παροιμία ἐπὶ τοῦ κατὰ τῶν ἐναντίων τι λέ-
γειν ἢ πράττειν
προσκηδεῖς· κατ' ἐπιγαμίαν οἰκεῖοι
πρόσκηπτε· προσήμαινε, πρόλεγε, προμήνυε
προσκλήδην· προσκαλεσάμενος
πρόσκλησις· προτροπή, ἢ πρόσριψις ἐπὶ δίκης
προσκομίσατο· προσηνέγκατο
προσκομιστέον· προσενεκτέον
προσκομιδή· ἀναφορά
πρόσκομμα· ζημία. βλάβη
προσκόπτειν· ἁμαρτάνειν. προβλέπειν
προσκοπήν· σκάνδαλον
προσκορῆ· ἀνηδῆ, ἀχαρῆ
*προεικρόσσας· ἄλλας ἐπ' ἄλλας κλιμακηδόν
προσκροῦσαι· παροργίσαι. προσηλῶσαι
προσκρούνιον· πρόφραγμα
προσκυνεῖ· προσπίπτει
προσκυρεῖ· προσεγγίζει
προσκυροῖ· βεβαιοῖ
προσλαζόμενα· προσλαμβανόμενα
προσλαζύμεναι· προσλαμβανόμεναι
πρό[ς]ληψις· γνῶσις
προσλιπαρῆσαι· παρακαλέσαι
προσμελοῦ· ἐπιμελοῦ
προσμίξας· προσελθών. συνάψας
*προμνήστρια· προξενοῦσα νυμφίους ἢ νύμφας
προσόδιον· ᾠδή, θεοῦ ὕμνον περιέχουσα
πρόσοδος· ἔντευξις. ἢ κέρδους προσθήκη
προσοικίσαντες· προσκαθίσαντες
πρόσοικος· οἰκεῖος, ὁ πλησίον οἰκῶν
πρὸς οἷμον· πρὸς τὴν ὁδόν
προσοίσεσθε· προσδέξησθε
προσοκ(ε)ῖλαι· προσορμίσαι εἰς τὴν γῆν
πρὸς ὄλεθρον· πρὸς θάνατον
προσόν· ἐνυπάρχον
πρόσον· ὤθησον
προσορμίσαντες· προσοκείλαντες
πρὸς οὔριον· πρὸς εὐθές, ἐπιτήδειον
πρὸς οὐρίου· τὰ αὐτά
προσοχή· κατανόησις. νῆψις
*προσοχθισμός· πρόσκρουσις. δεινοπάθεια. πάθος γνώμης. συμ-
πάθεια
πρόσπαιον· πρόσφατον, νέον
προσπαλαίει· ......
προσπελάζει· προσεγγίζει
προσπέζω, προσπελάζεται
προσπεριβάλλεται· προσπεριλαμβάνεται
προσπέφυκεν· ἐκ φύσεως συνῆν
προσπήγματα· μέρος τι τῆς νεῶς
προσπήξομαι· [προσκυνήσω]
προσπίπτω· λιπαρῶ. ἱκετεύω
προσπλάζει· προσπελάζει
προσπλήξω· τύψω
πρόσπολοι· πρόπολοι. θεράπαιναι. θεράποντες, δοῦλοι
*προσποιεῖται· σχηματίζεται
προσπορισθέν· ἐπινοηθέν
προσπταίει· σκανδαλίζει
πρόσπταισμα· πρόσκομμα
προσπταίοντες· προσκρούοντες, προσκόπτοντες
προσπτύξομαι
προσπτύξομαι· ὑποβαλῶ. παραμυθήσομαι
προσπτύσσεται· προσάγεται. προσέλκεται. προσαγορεύει, ἀσπάζεται
προσραίνουσι· προσβάλλουσι
(προσρέουσι)· προσέρχονται
πρόσρησις· προσηγορία, ἀσπασμός
προσριπτούμενον· τοῖς κύμασι περικρουόμενον, κυματιζόμενον
προσρυέντων· προσελθόντων
προσήει· προσεπεῖχεν. προσθέει
πρόσημον· [ἐπὶ θανάτου προσαγομένου]
προσήναντες· [βλάψαντες]
πρόσ(ς)ω· πόῤῥω ἔμπροσθεν, μακρὰν εἰς τοὔμπροσθεν
προσώτερον· ἐξώτερον
προσταθείη· .....
πρὸς τάνδ[ε]' αὐλάν· πρὸς ταύτην τὴν αὐλήν
*πρὸς τάν· πρὸς ταύτην
*πρὸς τάνδε· ὁμοίως
προστασία· κυβέρνησις
προστατήριος· τὸν Ἀπόλλωνα οὕτω λέγουσι, παρόσον πρὸ τῶν θυ-
ρῶν αὐτὸν ἀφιδρύοντο
*προστατ οἱ μέτοικοι. καὶ οἱ μὴ ἔχοντες ἀπροστασίου ἐδιώκοντο
*πρόσταμα· κοιτών
*προστάς· πρόστωον
προστάτου·
ὥστ' οὐ Κρέοντος προστάτου γεγράψομαι
ἀπὸ τοῦ Ἀθήνησι νομίμου. ἀνάγει δὲ εἰς τοὺς ἥρωας. ἔνεμον γὰρ
προστάτην οἱ μέτοικοι· καὶ οἱ μὴ ἀπογραφόμενοι τοῦτον, ἀπροστα-
σίου δίκην ὤφειλον
προ(ς)τερ[α]νισάμενος· προσπτυξάμενος
πρὸς τέρμασι· πρὸς τὰ τέλη
προστήσας· προαγαγών
προστιβάζεται· μερίζεται. προσπορεύεται
προστιμᾶται· κατακρίνεται
πρόστιμον· ζημία. παραγραφή
πρόστομον· ἐπὶ ξίφους κεῖται
πρὸς τοῦ· [πρὸς τοῦ ἑτέρου]
πρὸς τοὐμφανές· εἰς τὸ φανερόν
προστρεπόμενοι· σέβοντες, τιμῶντες, προσκυνοῦντες
προστρίβεται· προσπήσσεται
προστρόπαιος· φονιός, μιαρός, αἵματι μεμιασμένος. καὶ πρός τινα
τρεπόμενος δεήσει καθάρσεως
προστροπαίω· ἱκετεύω
προστροπαίων· ἱκετευσίμων, καὶ ἱκετῶν
*[προστραπέσθαι· ἀποτραπῆναι. προθυμηθῆναι]
προστροπῇ· ἱκετείᾳ
προσπρόσοδος· τιμή
πρόστροπον· πρόσαντες
πρόστροχον· στρογγύλον
προστυχών· ἀπαντήσας
προστώῳ· κοιτῶνι
πρὸς ὑποτύπωσιν· πρὸς σημεῖον
προσυπουργεῖσθαι· ὑπηρετεῖσθαι
προσφανῆ· Θεόφραστος ἐν Μεταλλικῷ χρυσίου συῤῥοάς
προσφάσθαι· προσειπεῖν
προσφάτης· πλάγιος πεσών
πρόσφατον· τὸ ἀρτίως γινόμενον, νέον, νεαρόν
προσφερεῖς κόρας· ὁμοίας ἀλλήλων κόρας
προσφθέγγεται· ἀσπάζεται
προσφιλεστάτοις· ἀγαπητοῖς
πρόσφορα· τὰ ἐπιτηδείως προσφερόμενα
πρόσφορον· ἐπιτήδειον, ἁρμόζον. οἰκεῖον. ἀκόλουθον
προσφοῦσα· ἐνδακοῦσα
πρόσφυγα· καταφυγόντα
προσφυείς· προσπλακείς
προσφυές· προσῳκειωμένον
προσφυεστέροις· προσοικειωθεῖσιν
προσφυῆ· προσεοικότα. ἁρμόζοντα
προσφύς· προσπλακείς, περιπλακείς
προσφῦσα· ἐνδακοῦσα
προσφωνεῖ· προσαγορεύει
πρὸς χάριν· πρὸς τέρψιν
πρόσχες· ἐπίβλεψον
πρόσχημα· πρόφασις. ὑπόκρισις. προκάλυμμα
προσχίσματα· εἶδος ὑποδήματος, ἐσχισμένον ἐκ τῶν ἔμπροσθεν
προσχόμενον· προτείναντα
προσχωρεῖ· συμμίσγεται
πρόσχορος· ὁ παρὰ τῷ χορῷ γινόμενος
πρόσω· ἔμπροσθεν, πρὸ τούτου
προσῳδία· μετ' ὀργάνου ᾠδή
προσωθεῖται· προστρίβεται
πρός.ω καὶ ὀπίσω· ἐν τῷ ἔμπροσθεν, ὅ ἐστι μετὰ ταῦτα, καὶ ἐν
τῷ παρελθόντι χρόνῳ. ἢ τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα
προσώκειλε· προσώρμισε εἰς γῆν
προσών· ἐνυπάρχων
*πρῶσον· ὤθησον
προσωπαιδοῦντες· [ἐπιβεβαιοῦντες]
προσωπεῖον· ἡ νῦν καλουμένη τῶν γυναικῶν {προσωπίς}
προσωπεῖον· σχηματισμός
*πρόσωπον· ἐστὶ συνδρομὴ ἰδιοτήτων
*πρόσωπον· τὸ πρόσωπον. Ὅμηρος
προσώπη· [πρόσοψις]
Προσωπῖτις· νῆσος ἐν Αἰγύπτῳ
προσωποποιΐα· ὅταν πρόσωπον ὑποθέμενός τις εἴπῃ τι
πρόσω πορεία· προκοπὴ ὁδοῦ
προσωποῦττα· Πολέμων ἀγγεῖον χαλκοῦν, ἔχον ἐπὶ τοῖς χείλεσι
πρόσωπα, ἐν ᾧ τὰ ἱερὰ ἔπεμπον
προσώτατα· ἐσώτατα
προσωτέρω· ἐγγυτέρω πρὸς γένος
πρ[ος]ῶσιν· προ[ς]ώθησιν. ἢ πρὸς ὄψιν, οὐ καλῶς
προσώχθισα· ἐμίσησα. προσέκοψα. περιεκάκησα. προσήγγισα
προταίνιον· πρὸ μικροῦ
προταίνιον· παλαιόν
προταμεῖν· τεμεῖν
προτάξω· προκρίνω
προτάξεως· φανερᾶς μάχης
πρότασις μετ' ἐπιτάσεως· ἢ ἐρώτησις
προτεθειμένον· ἡπλωμένον
προτείνεται· δίδει. ὑπισχνεῖται
προτέλεια· ἡ πρὸ τῶν γάμων θυσία, καὶ ἑορτή. {τέλος} γὰρ ὁ γά-
μος, ἀπὸ τοῦ εἰς τελειότητα ἄγειν
προτελειωσαμένη· προμυησαμένη
προτεμενίσματα· προπύλαια ναῶν
προτένθαι· λίχνοι προαρπάζοντες
προτενίσματα· [προπύλαια]
πρό τ' ἐόντα· προγεγονότα
προτερεῖ· προὔχει, τὰ πρωτεῖα λαμβάνει
προτέρημα· πρόκριμα, προτίμησις
πρότεροι· προγενέστεροι
προτέρω· εἰς τοὔμπροσθεν
οὐδ' ἄρα μοι προτέρω ν(ῆ)ες κίον
προτετύχθαι· προγεγονέναι
προτεύοντα· [προγεγενημένα]
προτιάπτω· προπέμπω
προτὶ ἄστυ· εἰς τὴν πόλιν
προτιβάλλεαι· προ(ς)βάλλῃ. μισεῖς, καὶ ἀποστρέφῃ, ὡς καὶ Ἀττι-
κοὶ λέγουσι· {προ(ς)βάλλομαι τοῦτον}. οἱ δὲ κωλύεις· ἀπὸ τῆς
κατὰ τοὺς πύκτας προ(ς)βολῆς. ἔστι δὲ ἀναπόδεικτον παρὰ Ὁμήρῳ·
ταύτην δ' οὔτ' ἔπ(ε)ϊ προτιβάλλεαι οὔτε τι ἔργῳ
προτίδεγμαι· προσδέχομαι
προτιδέγμεναι· προσδεχόμεναι
προτιδέγμενοι· προσδεχόμενοι
προτιειλεῖν· ἐγκλίνειν
προτιμᾶν· προκρῖναι, ἐκλέξασθαι
προτὶ ὅν· πρὸς τὸ(ν) ἴδιον
προτιόσσεται· προορᾶται. προσδέχεται. προσαγορεύει
προτιόσσετο· προσεδόκα
προτιπτυσσοίμεθα· ἀσπαζοίμεθα. παρακαλοῖμεν
πρότμησιν· κατὰ τὸν ὀμφαλόν
πρότμησις· ὁ περὶ τὸν ὀμφαλὸν τόπος
προτμητόν· τὸν ὀμφαλόν
προτμῆτις· ὁ περὶ τὸν ὀμφαλὸν κατὰ τὸν λαγόνα τόπος
προτολεῖον· [ὑπάρχον]
προτομαί· εἰκόνες βασιλέων
προτομή· εἰκὼν βασιλική, ἕως τοῦ ὀμφαλοῦ τοῦ σώματος εἶδος
προτόνιον· ὕφασμα
πρότονοι· οἱ ἑκατέρωθεν τοῦ ἱστοῦ σχοῖνοι, ἐκτεταμένοι εἰς τὴν πρώ-
ραν καὶ πρύμναν ἔμπροσθεν
προτόνοισι· τοῖς τὸν ἱστὸν συνέχουσι σχοινίοις, ἐξ ἑκατέρου μέ-
ρους, καὶ τοῖς ἐν τῷ ὑφαντικῷ ἱστῷ
*πρωτορύμῳ· ἐν τῷ ἀκρορύμῳ, ὅπου ὁ ζυγὸς δεσμεῖται
προτραπέσθαι· ἀποτραπῆναι. ὑποεῖξαι·
ἔθελον δ' ἄχεϊ προτραπέσθαι· | παρ' οὐχὶ προθυμηθῆναι, οἷον τοῦ τάχους ἀποτραπῆναι
προτρέπειν· τὸ προάγεσθαι. ἐνίοτε καὶ τὸ προβιβάζειν
*προτροπεσθάριοι· ἐπιτροπὴν ἔχοντες
προτρέπου· παρακάλει
προτριβεῖς· δριμεῖς καὶ ὀξεῖς
πρότριτα· πρὸ πολλοῦ
πρότροπα· θυσίας εἶδος
προτροπάδην· εἰς τοὔμπροσθεν τετραμμένοι. ἢ φεύγων καὶ διώκων
ὡς ἐν μάχῃ
προτροπή· παράκλησις. καὶ τὰ ὅμοια
*προτύπως· ἀκολούθως
προτροπίς· σπυρίς
πρότροπος· οἶνός τις, τοῦ γλεύκους τὸ πρόχυμα
προτρύγαια· ἑορτὴ Διονύσου καὶ Ποσειδῶνος
προτυχών] προστυχών· [παρατυχών
*πρωτόγονος· νέος
προῦ· προσέρχου
προύβα· τὸ λευκόν
προὔβη· προέβη
προυγελεῖν· [προπηλακίζειν, ὑβρίζειν]
προυγιετέρω· [προτιμοτέρω]
προυεσμένη· ἀναβαλλομένη. προϊοῦσα
προὔθηκα· προέθηκα
προύκας· δορκάδας
προυλέσι· πεζοῖς ὁπλίταις
προῦμορ· εἶδος σικύου
προυνικοί· οἱ μισθοῦ κομίζοντες τὰ ὤνια ἀπὸ τῆς ἀγορᾶς, οὕς τινες {παι-
δαρίωνας} καλοῦσι· δρομεῖς, ταχεῖς, ὀξεῖς, εὐκίνητοι, γοργοί, μισθωτοί
προύνους· βουνούς
προὐξένεις· ἐξένιζες
προὔπεμψε· προέπεμψεν
προὖπτον· πρόδηλον, φανερόν
προύρα· πλεύμων, ἢ πνεύμων
προυργιαίτατα· προνοητικώτατα
προυργιαίτερον· προκρινόμενον, προτιμότερον. κρεῖττον. ἀναγκαιό-
τερον. ὠφελιμώτερον
προὔργου· ὁμοίως· ἑτοίμου, πρὸ ἔργου
προύσελα· προύτελα, προτελεῖ
προὔστημεν· προέστημεν
προὔστησας· προέστησας. εὐτρέπισας
προὔστησε· προέστησε. εὐτρέπισεν
προυτροπάδην· [κατὰ τροπήν]
προὔτυψαν· προένευσαν. προῆλθον, προεχώρησαν
προὔτυψαν· προήρξαντο. καὶ τὰ ὅμοια
προὔχει· προέχει. πρωτεύει, κρεῖττόν ἐστι
προὔχοιο· προφασίζοιο
προὔχων· προέχων
προὔχονται· ἐνέχονται
προὔχοντες· προάγοντες. μέγιστοι
προὐχός· [ξέστης]
προὔχνου· [παντελοῦς]
προφαίνων· προλέγων. προδηλῶν
προφανεῖς· προφανέστεροι
προφανέντες· προελθόντες
προφανῶς· προθύμως
πρόφαντα· προφητικά
πρόφαντον· λόγιον, θεοπρόπιον, προδεδηλωμένον
πρόφασις· αἰτία, ἀφορμή
πρόφασσα· [πρόθυμος. ἐνοοῦσα. καὶ προνοηθεῖσα]
πρόφερε· ὀνείδιζε. πρόαγε, προκόμιζε
προφέρει· ὅμοιον
προφερεῖς· οἱ {νέοι} μὲν {ὄντες, πρεσβύτεροι δὲ φαινόμενοι}
προφορεῖσθαι· τὸ ταῖς διαζομέναις τὸν στήμονα παραδιδόναι
*προφερέστεροι· κρείττονες, ὑπερέχοντες, κρείσσονες, βελτίονες
*προφορά· εὐλαλία. ἑτοιμολογία
προφοῶ· [προεξήγαγεν αὐτόν]
πρὸ φόως· πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγε γεν-
νηθέντα
προφράγματα· τὰ προσκήνια
πρόφρασσα· πρόθυμος. εὐνοοῦσα. διανοουμένη
προφρονέως· προθύμως
πρόφρων· πρόθυμος. εὔνους. φρόνιμος
προφύσια· ἐν τοῖς μετάλλοις τὰ σκέπης χάριν τῶν ἐν ταῖς φύσαις
αὐλῶν τιθέμενα
προχάζοις· προβαίνοις. ἀναποδίζοις
προχάνη· σκῆψις. πρόφασις. καὶ καλύπτρα
Προχαρισία· ἡ Θέτις οὕτω που τιμᾶται
πρόχασον· πρόελθε
προχέα· [πρόφασις]
προχέει· ἐκπέμπει
προχειρίζεται· προφέρει. προχέει. ἐκλέγεται
προχειρίσαι· ἐπιλέξαι
προχείρως· ἑτοίμως, ταχέως, ὀξέως
*πρόχειρος· ἕτοιμος, εὐχερής
*προχειρότατον· ἕτοιμον
προχέοντο· ἐπάλληλοι ἐφέροντο. προΐεσαν. ἔῤῥεον. προ[ς]ήρχοντο
πρόχθης· [τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν
προχθήσεσι· ταῖς εἰς τὴν θάλασσαν προχύσεσι]
πρόχνυ· ἐπὶ γόνατα, οἷον πρὸ γόνατος·
πρόχνυ καθεζομένη
καὶ παντελῶς·
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ' ἔλυσε
καὶ πρόῤῥιζον, παντελῶς, καὶ τελείως
προχοαί· αἱ ἐκρύσεις τῶν ποταμῶν. καὶ ὑδρ[ε]ίαι
προχοῇς· τὸ ἐκβαλλόμενον εἰς τὴν θάλασσαν. καὶ τοῦ ποταμοῦ τὸ
προστόμιον {προχοή}
προχοΐδας· τὰς ἀμίδας
πρόχοι· πρόχοοι, ἤγουν ὑδρ[ε]ίαι·
ἀμφικύβωται προχοί.
ἤτοι δὲ ἀπὸ τοῦ ὅλου περιφερεῖς κύβους ἀμφικύβωται· ἢ ἀπὸ τῆς
τῶν ὤτων, τὸ ἐξ ἀμφοτέρων δηλοῦντος
προχοΐδια· αἱ καταχύσεις
προχοΐδιον· ἀγγεῖόν τι οἰνηρόν, σταμνίς. καὶ οἷον ὡς προχοΐδιον,
ἤγουν κατάχυσιν
πρόχοιο· [προφασίζοιο. ἢ προβάλλοιο, καὶ σκεπάζοιο. παρ' ὃ καὶ τὰς
ἀσπίδας {προβαλοὺς} ἔλεγον]
πρόχοος· ξέστης, μέτρον
προχόῳ· τῇ καταχύσει
προχύτας· ὀλάς, ἀπαρχάς
προχύτης· ποτήριόν τι
*πρόχυσις· τὸ μεταξὺ χῶμα
προψάτης· πανώλεθρος
προώδων· ἐξέχων τοὺς ὀδόντας
πρόωμαι· ἐάσω, προχωρήσω
προώμεθα· ἐάσωμεν, παραχωρήσωμεν
προώρας· τὰ πρῶτα κλήματα
πρόωρον· πρὸ καιροῦ
πρόωφος· πρόσκοπος
προωχὴς ἵππος· ὁ ἐκ τῶν ὄπισθεν μετέωρος καὶ τῷ ἀναστήματι
καὶ τῇ ἱππασίᾳ
πρύανος· νέος
πρυλεῖς· οἱ μὲν πολλοὺς λαούς· οἱ δὲ προμάχους, ἢ πεζοὺς ὁπλίτας
ἀθρόους
πρυλέες· πεζοὶ ὁπλῖται· ἀπὸ τῆς πορ(ε)ίας. τουτέστι πορείᾳ χρώ-
μενοι
πρύλιν· πυῤῥίχην, ἢ ὁπλίτην
πρυλέεσσ' ἀραρυῖα· πεζοῖς ἡρμοσμένη
πρυλεύσεις· ἐπὶ τῆς ἐκφορᾶς τῶν τελευτησάντων παρὰ τῷ ἱερεῖ
πρύμνα· τὰ πρέμνα, ἢ τὰ ὄπισθεν τοῦ πλοίου
πρύμναι· αἱ ἄκραι
πρύμναδε· πρυμνόθεν. πᾶν γὰρ τὸ πρόσγειον κάτωθεν {πρύμνον} λέ-
γεται
*πρυμνήσια· ἀπόγεια σχοινία
πρύμνηθεν οὖρον· τὸν ὄπισθεν ἄνεμον, τὸν ἐπιτήδειον
*πρύμνη· τὰ ὀπίσω, ἢ τὸ τέλος τοῦ πλοίου
πρυμνόν· τὸ ἔσχατον, τὸ ἄκρον. καὶ {πρυμνήν} τὴν ἐσχάτην. [καὶ
πᾶν ἔσχατον], ἐκ ῥιζῶν
πρυμνός· κάτωθεν βαρύς. ἢ πλοῦτος
πρυμνώρ(ε)ια· ἀκρώρεια. ἄκρον. ὄρους τὸ ἔσχατον μέρος
πρυτανεῖα· ἡ λεγομένη καταβολή, τὸ δέκατον τοῦ τιμήματος
πρυτανεῖον· τρία Ἀθήνησι συσσίτια [πρυτανεῖα] θεσμοφορεῖον, πρυ-
τανεῖον. [λέγεται δὲ καὶ ἡ ἐπὶ μηνὶ μισθοφορία, καὶ οὗ κατετίθεσαν
τὸ ἀργύριον οἱ δικαζόμενοι
πρυτανεύει· διοικεῖ
πρύτανις· βασιλεύς. ἄρχων. χορηγός. ταμίας. διοικητής
πρῴ· ἀντὶ τοῦ πρωΐ
πρωθήβας· ἀκμαίους
πρωθῆβαι· ἄρτι ἀκμάζοντες
πρώηβες· [ἄρτι ἀκμάζοντες]
πρωθήβην· ἄρτι ἡβῶσαν, ἀκμάζουσαν
πρωί· Ἀττικώτερον τὸ ὑφέν. σημαίνει δὲ τὸ ἐν ὥρᾳ. καὶ πρὸ τοῦ
δέοντος καιροῦ, ἢ πρὸ τῆς καθηκούσης ὥρας ὡς {ὀψέ} ἐπὶ τοῦ καθυ-
στεροῦντος τῆς προσηκούσης ὥρας
πρωΐα· ταχέα
πρωϊζά· πρῶτα. πρωί
πρωΐη· ὀρθρινή
πρωϊνής· [ἐπ' ὄψιν, ἐπὶ πρόσωπον]
πρώϊον· κατ' ἐκείνην τὴν ἡμέραν. οἱ δὲ πρὸ καιροῦ, ταχύ. ἢ ἀντὶ
τοῦ πρώην
πρώκεα· [δῶρα]
πρῶκες· σταγόνες, ψεκάδες, σταλαγμοί
πρωκτὸς λουτροῦ περιγίνῃ· παροιμία, ὅταν τις μὴ δύνηται ἀπο-
νίψασθαι, ἀλλ' ἡ κοιλία αὐτῷ ἐπιφέρηται. ἐλέγετο οὖν ἐπὶ τῶν ἀνω-
φελῶν καὶ εἰκῆ πραττομένων
πρωλυθίαι· παρειμένοι, παραλελυμένοι
πρωλύθιον· ὁ ἐπιφερὴς καὶ ἐπὶ στόμα
πρών[ίας]· ὄρος, κρημνός. οἱ δὲ ὄρους ἐξοχήν
πρώονας· ὀρῶν ἐξοχάς
πρώονες· οἱ ἐκνενευκότες τόποι εἰς ὄρη
πρῷρα· πρόσωπον. ἢ τὸ ἔμπροσθεν τοῦ πλοίου. ἢ στολὴ διακεκαλλω-
πισμένη τὰς ὄψεις, ἢ ἐπικαλύπτουσα
πρῳράσαντες· κροτήσαντες. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν νεῶν καὶ τῆς
εἰρεσίας
πρωραχθῆ· ἡ μεταφορὰ ἀπὸ τῶν πλοίων. ἐκεῖνα γὰρ ἐν τῇ πρῴρᾳ
τὸν φόρτον φέρει, καὶ ἐπαιωρούμενα ἐγκαθέζεται τῇ θαλάσσῃ. φυσι-
κῶς δὲ οἱ γέροντες ἐπὶ τὸ πρόσωπον φέρονται. {Πρῷρα} δὲ τὸ πρός-
ωπον
πρωρεῖ· κηδεύει. ἐκρεῖ. [πρωσίς] προορᾷ. φοβεῖται
πρ[ώς]ῶσι(ν)· προ[ς]ώθησιν
πρῶτα· ἅπαξ πρότερον
*προτέλειαι· αἱ ἀπαρχαί· κυρίως μὲν τῆς λείας, ἤγουν τῆς αἰχμα-
λωσίας, καταχρηστικῶς πᾶσα ἀπαρχή
*πρώτῃσι θύρῃσιν· ἐπ' ἄκρου τοῦ οὐδοῦ. ἐπ' ἄκραις ταῖς θύ-
ραις
πρωτερική· εἶδός τι συκῆς πρωΐμου. καὶ πεδίον τι οὕτω καλεῖται
πρώτιστον· πρότερον
πρωτόαλος· πρωτόπλους
πρωτόβαθρον· τὸν προεδρ[ε]ίας ἀξιωθέντα
πρωτογόνων· πρώτων φανέντων
πρωτόγονος· νέος
πρωτογυναῖκες· οἱ μίαν ἠγμένοι γυναῖκα
πρωτόλεια· ἀπάργματα
πρωτόλειον· ἀπαρχή. ἢ τὸ πρῶτον ἐλθεῖν τὴν λείαν
πρωτώλη· πρώτη. ἢ πτερόν
πρωτολήδεσθαι· τὸ πρῶτον ἀποπειρᾶσθαι
πρωτόμφαλον· τὸ τῆς ἀσπίδος μέσον
πρῶτον ὑπηνήτην· τὴν ἀπαρχὴν ἔχοντα γενειάδος
πρωτοπαγεῖς· οἱ πρῶτον πεπηγμένοι {δίφροι}, καινοί
πρωτοπραξία· τὸ πρῶτον εἰσπραττόμενον
πρωτοστάτης· ὁ πρῶτος παρὰ τὸ κέρας τῆς παρατάξεως τεταγμένος
πρωτοτόκος· ἡ πρώτη τετοκυῖα. καὶ ὁ πρῶτος τεχθείς
πρωτοτύπως· ὁ ἀκολούθως. πρωτουργός
πρώτῳ ῥυμῷ· τῷ ἄκρῳ τοῦ ῥυμοῦ
πταίει· πίπτει, ἁμαρτάνει. σφάλλει
*πταῖτο· ἔπτη. ἔδραμεν
πτάκες ἢ πτάκιδες· δειλοί, ἐπτηχότες. καὶ {πτακισμός}
πτακωρεῖν· πτήσσειν, δεδοικέναι
πταλόν· [ἐφ' ᾧ ἡ σταφυλὴ πατεῖται]
πταμένη· πετασθεῖσα. διελθοῦσα
πτάξ· πτάκις. πτώξ. δειλός
πτάτο· ἔπτη. ἔδραμεν
πταώτην· κατεπτηχότα
πτελέα· σῦς ὑπὸ Λακώνων. ἢ εἶδος δένδρου
πτελεάδες· πτελεῶδες
πτελεόν· τὸ συλλέγεσθαι
Πτελεός· πόλις
πτερά· πτέρυγες. ἢ οἰκοδομήματα ἱερῶν ἐκ λίθων
πτέρθοις· [τείχεσι. διαστήμασιν]
Πτερίδες· τῶν Νυμφῶν τινες οὕτω καλοῦνται· ἀπὸ τῆς πόας
πτέρνα· τοῦ ἀρότρου τὸ σιδήριον, τὸ κατατεῖνον ὑπὸ τὴν γύην. καὶ
τοῦ ποδός. καὶ τὰ ἔσχατα μέρη τῶν ὀρῶν
πτέρνεται
*πτέρνης· τῆς πορείας τοῦ βίου
*πτερνιεῖ· παγιδεύ(ς)ει
*πτερνίζει· ἀπατᾷ. συναρπάζει. ἀτιμάζει, ὑβρίζει
πτερνίς· τὰ πυθμένια τῶν ἰατρικῶν λεκανίδων, ἃ μέχρι νῦν προσδέ-
ουσιν ἁλυσειδίοις μακροῖς ἐν τοῖς ἰατρ(ε)ίοις. καὶ εἶδος ἱέρακος
*πτερνισμόν· ἐπιβουλήν
πτερνοβάτης· τῶν ἰατρικῶν τις ἐπιδέσμων
πτερ[ν]όεντα· ταχέα. οἱ δὲ πεφορτισμένα. κοῦφα. εὐάρμοστα
πτερόεντα· ὁμοίως
πτεροῖ· ἐξαίρει
πτερόν· σκηνή
πτερονόμος· τοῖς πτεροῖς νομῶσα καὶ νεμωμένη. ὅθεν καὶ τὸ {νέ-
μειν} ἐπιστροφὴν ἄγειν
πτεροφόροι· τέλος τι στρατιωτικόν, ἢ ὡς διὰ τὴν ἐν τοῖς λόφοις
πτέρωσιν. καλοῦνται δὲ οὕτως καὶ τῶν ἐν Αἰγύπτῳ ἱερέων τινές
πτέρυγες· εὐθυντῆρες. τὰ πηδάλια. καὶ μέρος χιτῶνος, τὰ περὶ τὰ
κράσπεδα. δηλοῖ δὲ καὶ τῶν πηδαλίων τὰ πλατέα καὶ τὰ χείλη
πτέρυγες· σκέπαις
πτερύγια[ι]· μέρος τι τοῦ ῥυμοῦ. καὶ τοῦ πνεύμονος τοῦ λοβοῦ τὰ
ἄκρα· καὶ τοῦ ὠτὸς τὸ ἄνω· καὶ ξίφους τὰ ἑκατέρωθεν. ἢ τὰ ἄκρα
τῶν ἱματίων
πτερυγίζειν· μηδὲν ἀνύειν. ὅταν γὰρ τὰ μήπω δυνάμενα πέτεσθαι
τῶν ὀρνέων πειράζοντα ἐπιβάλληται καὶ κινῇ τὰς πτέρυγας {πτερυ-
γίζειν} λέγεται
πτερύγιον· ἀκρωτήριον, πτέρυξ
πτερυξαμένη· διασείσασα
πτερύσσεται· τὰ πτερὰ τινάσσει, πέτεται
πτερ[ε]υγοτύραννος· ὄρνις ποιὸς ἐν Ἰνδικῇ Ἀλεξάνδρῳ δοθείς
πτέρων·
ἀλλ' ἢ τρίορχος, ἢ πτέρων, ἢ στρουθίας
εἶδος ὀρνέου
πτερῶν ταρσοῦ· τῶν πτερῶν
πτερωτοῖς· πετεινοῖς
πτερωτός· ἀναπτερωθείς.
πτηνός· ὁ ἱπτάμενος
πτῆξαι· δειλιᾶσαι
πτήξαντα· τὴν ὄψιν εἰς τοὔδαφος καταβαλόντα.
πτῆξεν· εἰς φόβον ἤγαγεν
πτῆναι· ταχέως ἐνεχθῆναι
πτήσσων· ὑποπίπτων. κρυβόμενος
πτῆται· ταχέως πέτεται
πτίλα· πτερὰ ἁπαλά
πτίλος· ὁ μαδαρός, καὶ λελεπισμένος τοὺς ὀφθαλμούς
πτίσαι· κόψαι
*πτίσει· κόψει
πτισάνη· κυκεών
πτίσατε· ἀποδερματίσατε
πτόησις· δειλία
πτοία· πτυρμός. φόβος
πτοίαν ἢ πτοῖον· [θόρυβος, ἢ ταραχή
πτοιώμενον· πτοιᾶσθαι λέγεται· τὸ παρορμᾶσθαι πρὸς τὰ ἀφρο-
δίσια
πτολέμοιο· πολέμου
πτολίεθρον· πόλιν καὶ πόλις
πτόλις· ναῦγος. ἢ πόλις
*πτολεμίξομεν· πολεμίσωμεν
*πτολίεσσι· πόλεσι
*πτόρθος· κλάδος, βλαστός
πτολίπορθος· πολεμιστής. ἀπὸ τοῦ τὰς πόλεις πορθεῖν
πτόρθος· ὄρπηξ, βλαστός, κλάδος, ἢ ἔκφυσις τοῦ δένδρου, θαλλός
πτόριμον· [ταχύ. φρόνιμον
πτορισμός· φροντισμός]
πτύγμα· κόλπωμα. δίπλωμα
πτύελον· σκεῦος ἐπιτήδειον πρὸς λουτρόν. ἢ πτύσμα
πτυκτίον· [πτυκτίον] βιβλίον
πτυκτόν· πτυσσόμενον. ἢ καμπτόμενον
πτύξ· ἡ πτυχή, ἡ πλέξ(ις)
πτύξις· δίπλωσις. κάμψις
πτύον· θρῖναξ. ξύλον ἐν ᾧ διαχωρίζουσι τὸν σῖτον ἀπὸ τοῦ
ἀχύρου
πτυόφιν· τοῦ πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον
πτύοχλον· [ὑπόδημα ἀνδρεῖον]
πτύρεται· κλᾶται. κραδαίνεται. σείεται. φοβεῖται. φρίττει
πτυρμός· φρίκη. καὶ τὰ ὅμοια
πτύσσει· κραδαίνει. ἢ τὰ δόρατα διπλοῖ
πτυσσοίμεθα· κολακεύοιμεν
πτυχαί· στο(λ)αί. περιβολαί
πτύχες· μερίδες. καὶ αἱ τῶν ὀρῶν ἀποκλίσεις. εἰσὶ δὲ αἱ φάραγγες
πτῳΐδες· Νύμφαι
πτωκὰς κύπειρος· παρὰ Σιμμίᾳ ἡ πόα, διὰ τὸ χθαμαλὴ εἶναι
πτῶκες· δειλοί. λαγωοί. δορκάδες. ἔλαφοι. νεβροί
πτώματα· αἱ συῤῥήσεις ἐν τοῖς μετάλλοις
πτώξ· λαγωός. ἀπὸ τοῦ κατεπτηχέναι. ἢ ταπεινόν
πτώσ(ς)ει· ἑαυτὸν κατακρύπτει. φοβεῖται, δέδιε
*πτωσκαζέμεν[αι]· κρύπτεσθαι. περικάμπτειν
πτώσσοντες· δειλιῶντες
πτωτόν· τὸ πίπτον
πτωχεύειν· ἐπαιτεῖν, ἀπὸ τοῦ πτώσσειν ἢ ἐπτηχέναι, ἤγουν ταπει-
νοῦσθαι
πύαλος· ἡ ἀσάμινθος. ἢ λάρναξ
πυάνιον· τὸ διὰ τοῦ γάλακτος ῥόφημα. οἱ δὲ πανσπερμίαν ἡψημέ-
νην ἐν γλυκεῖ
πύανοι· κύαμοι. καὶ πᾶν ὄσπριον
πυανόψια· ἑορτὴ Ἀθήνησιν. εἴρηται δέ, παρόσον κυάμων ἐμπίπλαν-
ται. καὶ ἄγεται Πυανεψιῶνος ἑβδόμῃ, ἐπειδὴ ἕψουσιν ἔτνος. οὕτω
δὲ κέκληνται ὁ μὴν καὶ ἡ ἑορτή, διὰ τὸ ἀθάραν ἑψεῖν, ἃ καλοῦσι
πύανα
πῦαρ· πυτία
πυγαῖα· τὰς σπείρας τῶν κιόνων. καὶ τοῦ σώματος ἡμῶν τὰ κατὰ
τὸ ἱερὸν ὀστοῦν
Πυγανίῃσι· [πυγονίαις. ἔθνος δέ ἐστι πρὸ τῆς Αἰγύπτου μικροφυῶν
ἀνθρώπων]
πύγαργος· εἶδος ἀετοῦ
πυγή· τὸ κάθισμα
Πυγμαῖοι· ἔθνος πρὸ τῆς Αἰγύπτου, τῷ μεγέθει πάνυ μικρόν,
οἷον πηχυαῖον
Πυγμαίων· ὁ Ἄδωνις παρὰ Κυπρίοις
πύ[γ]ματος· ἔσχατος, ὕστατος
πυγμή· γρόνθος. πυκτή. ἤγουν τὸ συγκεκλεῖσθαι τοὺς δακτύλους
πυγόνος· τοῦ πήχεος. ἔστι δὲ ἡ {πυγὼ(ν)} ἀπὸ ὠλεκράνου ἄχρι τοῦ
μικροῦ δακτύλου
πυγόριζαι· οὕτω καλοῦνταί τινες τῶν ῥιζῶν
πυγός· ὁ πῆχυς
πυγοσκελίς· ζῶόν τι. καὶ ὁ βραχύς
πυγούσιον· πηχυαῖον
πυγών· μέτρον τὸ ἀπὸ τοῦ ὠλεκράνου, ὅπερ ἐστὶν ὁ ἀγκών, ἕως ἔξω
τῆς χειρός, ἐπικεκαμμένων τῶν δακτύλων. καὶ σπιθαμή
πυδαρίζειν· τὸ μὴ ἀνέχεσθαί τινος, ἀλλ' ἀποπηδᾶν. χαλεπαίνειν
πυέλιον· πύελος χαλκῆ
πυελίς· σφραγιδοφύλαξ, [σιπύη, ἀρτοθήκη, ἀλευροθήκη.] ἔνθα ἡ ψῆ-
φος ἐν δακτυλίῳ
πύελος· ἐν ᾧ οἱ πυροὶ ἐπλύνοντο. σκάφη. ἐμβατή
πυήρ· ἀναπεπλησμένον
Πύθ[ε]ια· πανήγυρις, καὶ ἑορτὴ Ἑλληνική
*πυθέσθαι· ἀκοῦσαι. ἐρωτῆσαι. γνώσεσθαι
*πύθεται· σήπεται. φθίνει. βρέχεται
Πύθιον· [τὸ ὕδωρ.] Θουκυδίδης
Πυθίων ἀνακτόρων· ἐπὶ τοῦ ἐν Χρ(ύσῃ) ἱεροῦ, ἤγουν Ἀπόλ-
λωνος
πυθμέν[α] ἐλαίης· τὴν ἀρχήν, καὶ τὴν ῥίζαν
πυθμένες· βάσεις αἱ κατὰ τῶν δένδρων
πυθμήν· τὸ ὑποκάτω τῆς λεκάνης, καὶ παντὸς σκεύους. γένεσις, ἀρχή,
ῥίζα. καὶ τῆς μήτρας τὸ ἄνω μέρος. καὶ ἀριθμός τις παρὰ τοῖς γεω-
μετρικοῖς
Πυθοῖ· ἐν Πυθῶνι
πύθοιτο· σαπείη
πυθόληπτος· ὑπὸ τοῦ Πυθικοῦ ....
πύθομαι· ἀκούω
πυθόμενος· ἀκούσας. ἐρωτήσας. μαθών
πυθομένων· σηπομένων. τὸ γὰρ {πύος} αἷμά ἐστι κατὰ μεταβολήν
πύθου· ἐρώτησον
πύθοντο· ἤκουον. ἔμαθον
πυθοῦ Χελιδόνος· παροιμιῶδες, διότι ὀδυρτικὸν τὸ ζῶον· θρηνεῖ
γὰρ ἡ χελιδὼν [καὶ ἀηδών]. τὸ δὲ ἀληθὲς ἀπὸ Χελιδόνος τινὸς θεο-
λόγου ἢ τερατοσκόπου
Πυθώ· πόλις Φωκίδος
Πυθώδ' ὁδός· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πραττόντων
Πύθων· ὁ ἐγγαστρίμυθος ἢ ἐγγαστρίμαντις. ἢ Βυζάντιος τὸ γένος
πύθων· δαιμόνιον μαντικόν
πύϊον· τὸ γάλα
πύκα· ἐπιμελῶς·
πύκα δ' ἔτρεφε
καί·
πύκα ποητοῖο
τοῦ ἐπιμελῶς κατεσκευασμένου. καί·
πυκινὸν λέχος
τὸ ἐπιμελείας ἠξιωμένον, διὰ τὸ ἐκ πολλῶν ἱματίων εἶναι
πύκαζε· κάλυπτε. στεφάνου. πύκνου
πυκάζουσι· καλύπτουσι. στεφανοῦσι. πυκνοῦσι. κρύπτουσι. φυλάς-
σουσι. σκέπουσι, περιβάλλουσι, στεγάζουσι. σκιάζουσι
πύκα ποιητοῖο· ἐπιμελῶς κατεσκευασμένου
πυκασάντων· καλυψάντων
πυκασμός· δασύτης γεννήματος
πύκ' ἐβάλλετο· πυκνῶς ἐβάλλετο
πυκιμήδεος· συνετῆς. ἢ ἐπιμελοῦς κατὰ τὸ ποιῆσαι
πυκ(ι)νήν· συνετήν. στεγνήν, ἰσχυράν, συνεχῆ
πυκινοῖσι· συνεχέσι. καὶ τὰ ὅμοια
*πυκινὸν δ[ὲ]' ἄχ[θ]ος· πυκνὴ λύπη
πυκινόν· συνετόν. συνεχῆ. ({πυκινὸν) λέχος}· διὰ τὸ ἐκ πολλῶν
ἱματίων τὰ στρώματα συντίθεσθαι
πυκινόφρων· πολύφρων, σώφρων
πυκνά· συχνά. συνετά. πολλά
πυκνὰ[ι] πτερά· ...... | .......· τὸ ἐν Ἀθήναις δικαστήριον, τὴν πύκνα Ἴων
πυκναίοις· πολλοῖς
πυκνὰ ῥωγαλέην· πυκνὰς ῥαγάδας ἔχουσαν
πυκνῶς· συνεχῶς, συχνῶς
πύκτας· γρόνθους. ἀγωνιστάς
πύκτης· πολέμιος. ἀνένδοτος
πύλα· πύλαι
πυλαγόροι· οἱ προεστῶτες τῆς πυλαίας. {πυλαία} δέ ἐστι ἡ εἰς Πύ-
λας, τὰς Θερμοπύλας, γινομένη σύνοδος τῶν Ἀμφικτυόνων
πύλαι· Ἀριστοφάνης Τελμισσεῦσιν ἀπὸ τῶν θυτῶν λέγει· ἐκεῖνοι γὰρ
ἐπισκέπτονται τὰς ἐκτροπὰς τοῦ ἥπατος καὶ τὰς φλέβας. διὸ καὶ
τὰς ὁδοὺς {πύλας} λέγουσι. (ὁ) ποιητὴς γὰρ οὐδέποτε {πύλην} ἑνικῶς
λέγει, ἀλλὰ πληθυντικῶς, θύραν μέντοι καὶ θύρας λέγει·
θυράων ὑψηλάων
πυλαιαστάς· τοὺς ψεύστας. Ῥόδιοι
πυλαιΐδεες· αἱ ἐν κάλλει κρινόμεναι τῶν γυναικῶν καὶ νικῶσαι
πυλαίμα[ρ]χος· πολέμαρχος. [καὶ ὄνομα κύριον
*πύλαι οὐρανοῦ· τὰ νέφη
πύλαρα· τὰ στελέχη
πυλάρταο· τῇ πύλῃ προσηρτημένου
πυλάρταο κρατεροῖο· τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος, ἢ ἡρ-
μοσμένας ἔχοντος. λέγει δὲ ἐπὶ τοῦ ᾅδου. πυλωροῦ ἰσχυροῦ
πυλάτιδες ἀγοραί· ὅπου συνίασιν οἱ Ἀμφικτύονες εἰς τὴν λεγο-
μένην Πυλαίαν ἐν τῇ πανηγύρει
πυλαυρός· πυλωρός
πυλαωρούς· τοὺς πύλας φυλάσσοντας. τινὲς δὲ κλέπτας
*Πύλος· πόλις
*πύλη· θύρα
πυλεῶν(α)· στέφανον
*πυλευρόν· πυλωρόν
πυληγόροι· τελῶναι. καὶ οἱ τῶν πανηγύρεων ἐπιμεληταί
Πυλήνη· πόλις Αἰτωλίας
πύλιγγες· αἱ ἐν τῇ ἕδρᾳ τρίχες. καὶ ἴουλοι, βόστρυχοι, κ[α]ίκιννοι
πυλλεῖ· θραύει. λέγει, διαβοᾷ. θρυλλεῖ
πύλῳ· ἀντὶ τοῦ πύλῃ τῇ τοῦ ᾅδου
πυλωλάκτας· κακῶν μεστούς
πυλών· στέφανος
πυλωρός· ὁ πυθμὴν τῆς κοιλίας
πυμάτοις· ἐσχάτοις
πύματον· ἔσχατον, τελευταῖον
πύνδαξ· πυθμήν
πυνθάνομαι· ἀκούω
πυνθανόμην· ἤκουον
πυν[ν]ιάζειν· περαίνειν [ὡς ἀῤῥαίνειν]
*πυνικούς· τοὺς ἑφθοὺς ἐρεβίνθους, καὶ φακούς
Πύννα· ἡ Ἥρα
πυ[ν]νός· ὁ πρωκτός
*πύννους· κυάμους ἑφθούς
πύξ· πυγμή. γρόνθος
πυξί[δ]α· δίπτυχα
πύξινον· χρῶμά τι ἱματίου
*πύξ· ἱμαντωμένην κλίνην
πυόν· γάλα τὸ πρῶτον, ὃ πήγνυται ἑψόμενον
πυππάζουσι· φωνῇ ποιᾷ χρῶνται
πύππαξ· τὸ νῦν βόμβαξ λεγόμενον {πύππαξ} ἔλεγον, ὡς Λυκόφρων
ᾠήθη. οὐκ ἔστι δέ. τὸ μὲν γὰρ {βόμβαξ} τίθεται καὶ ἐπὶ σχετλιασμοῦ
καὶ ἐπὶ γέλωτος, τὸ δὲ {πύππαξ} οὐχί
πῦρ· πυρετός
πυράγρα· καρκίνος
πυράγρη ἢ πυράγρα· χαλκευτικὸν ἐργαλεῖον, καρκίνος, πάγουρος
πυραί· πυρκαϊαί
πύραινος· [(ὁ) πῦρ ἐναυόμενος. λέγεται δὲ καὶ τὸ ἀγγεῖον, ἐν ᾧ
φέρεται καὶ τὸ πῦρ, οὕτω]
*πυῤῥάκης· ξανθός
πυρακτῶν· ἐμπυρεύων
πυραμίδες· πυρ(αμ)οειδεῖς λαμπάδες
(*)πυραμοῦντα· τὴν πυραμίδα
πυραμίδες· οἰκοδομήματα γεωμετρικά, ἐπὶ τὰ κάτω κατερχόμενα
Πύραμος· ποταμὸς Κιλικίας. ἄλλοι δὲ χόρτον οὕτω καλοῦσι
πυραμοῦς· εἶδος πλακοῦντος, ἐκ πυρῶν πεφρυγμένων καὶ μέλιτι ἀνα-
δεδευμένων
πυρὰ μυῖα· ἡ μέλισσα
Πύρασος· πόλις
πύραυνον· εἰς ὃ ἂν πῦρ ἐναύηται, δᾳδίον, ἢ βόλβιτον, ἢ τοιοῦτόν
τι. οἱ δὲ τὴν θέρμαυστριν
πυργηδόν· κατὰ τάξιν τείχους
*πυράγηρα· τὰ θωράκια
πυργήρης· μετέωρος ὡς πύργος. καὶ ἐν Φρουροῖς· {πυργείαν}
{(ς)κοπήν}
πυργηρούμεθα· ἐντὸς ἐσμὲν τῶν πύργων, οὐ τολμῶμεν ἐξιέναι.
γράφεται δὲ {πυργιούμεθα}
πυργηροῦμεν· φυλάττομεν τὰ τείχη
πυργηρούμενον· τὰ τείχη φυλάττον
πυργίον· μέρος τριήρους
Πυργῖται· οἱ Κρῆτες
πυργῖτις· βοτάνη
*πυργοβάρεις· οἱ προμαχῶνες
πύργος· προμαχεών. τεῖχος·
ἀλλ' ἐπὶ πύργον ἔβη
καὶ τάξ[ε]ις ἐν τετραγώνῳ ὁπλιτῶν·
ἔστασαν, ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθών
καὶ πολεμιστήριον ὄργανον
πυργοῦται· ὑψοῦται
πυργοῦχος· μέρος τι τῆς νεώς
πύργων ἔρυον· ἐπὶ τοὺς πύργους εἷλκον
πύργωσις· μέρος τι τῆς νεώς
πύρδαλον· ὀψοποιεῖον, ὀπτανεῖον. καὶ τὸ καύσιμον φρύγανον, ἢ ξύ-
λον. ἢ μαγειρεῖον. ἢ λείψανον. οἱ δὲ {πύρδανον}
πύρδανα· τὰ λείψανα. καὶ τὰ ζώπυρα τοῦ πυρός
πυρέας· πυρπολητάς, ἐμπυρ[ι]οῦντας τὴν πόλιν. ἀπὸ τῆς {πυρεύς}
εὐθείας
πυρεῖον· ἀγγεῖον κεράμιον εἰς πυρὸς ἔνθεσιν
πυρένεσι· ἅρμασι
πῦρ ἐπὶ πῦρ· παροιμία, ἧς μέμνηται Πλάτων. καὶ {κακὸν} ἐπὶ
κακῷ}
πυρετός· φλογισμός, καῦμα. τὸ δὲ σῶμα πῦρ λέγει
πυρῆνες· τὰ ἐντὸς τῶν ἐλαιῶν ὀστᾶ
πυριατόν· τὸ ἑφθὸν πυρί, ὃ γίνεται ἐκ τοῦ πρώτου γάλακτος
πυριαττός· συνετός
*πυρινίζειν
πυριβρεμέτας· ὁ χαλινός· Τιμαχίδας δὲ ἤτοι ὁ πυρὶ βρέμων, ἢ
διὰ πυρὸς βρέμοντος γεγονώς
πυρίεφθα· τὸ πρῶτον γάλα[τος]
πυριηκέα· πῦρ ἔχοντα, πεπυρωμένον, πυρίνην τὴν ἀκμὴν καὶ τὸ
ἄκρον ἔχον(τα) [ἔχουσαν]
πυρίκαυστος· πεπυρωμένος
πυρὶ κηλέῳ· διαυγεῖ. τινὲς καυστικῷ, ἰσχυρῷ
πυρικρόταφος· ὁ μετὰ πυρὸς κεκροτημένος σίδηρος
πυρίμαχος· ὁ ἐν τῇ ἀνίκητος. καὶ λίθος ἀπὸ τοῦ συμβεβηκότος {πυ-
ρίμαχος}
πυρίον· [τὸ σα(θ)ρόν. ἢ θυμιατήριον]
πυρισμαράγοις· τοῖς ἀπὸ πυρὸς ἠχοῦσιν
πυρῖτις· λίθος, ἀφ' οὗ πῦρ τίκτεται
Πυριφλεγέθων· ποταμὸς ἐν ᾅδου
πυρκαϊά· ἐμπυρισμός
πυρκόοι· ὑπὸ Δελφῶν ἱερεῖς δι' ἐμπύρων μαντευόμενοι
πύρνα· τρύφη. κλάσματα. σιτία
*πυρίη· ὅσαι τῆς μάζης συμπιέζουσι τῇ χειρὶ εἰς τὸ στόμα λαμ-
βάνουσαι
πύρνηται· ἐσθίηται
πύρνοι· ζειαὶ κνηστώδεις. ἢ ὁ κατειργασμένος σῖτος. ἄλλοι χόρτος,
ἄλλοι μαγίδα. καὶ οὐδετέρως (τ)ὰ πύρνα·
ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι
πύρνος· ψωμός
πυροδαύσιον· μαγειρεῖον
πυρόεντι· θερμῷ
πυροί· πύρινοι κεκινημένοι
*πυρὸς αὐγή· ὁ καταυγαζόμενος καὶ καταφωτιζόμενος τόπος ὑπὸ
πυρός
*πυρὸς δηΐοιο· ὑπὸ τοῦ πυρὸς τοῦ πολεμικοῦ
*πυρός· σῖτος
*πυρὸς μειλισσέμεν· καὶ πυρὸς τὰ κεχαρισμένα ποιεῖν, τουτέστι
θάπτειν
*πυρὸς μένος· πῦρ, περιφραστικῶς. ἤγουν πυρὸς δύναμις
*πυρὸς ἄνθος· τὸ λαμπρότατον
*πυρὸς δέμας· ὀξέως καὶ ἰσχυρῶς
πυρολαμπίς· ζῶον πτηνόν, ἐν σκότει λάμπον
πυροφόροιο· σιτοφόρου
πυρπαλάμης· πυρπαλάμους ἔλεγον τοὺς διὰ τάχους τι μηχα-
νᾶσθαι δυναμένους, καὶ τοὺς ποικίλους τὸ ἦθος
πυρπολεῖ· ἅπτει, καίει, πυρσεύει
πυρπολέοντας· πυρπολουμένους, ἢ περὶ τὴν πυρὰν ἀναστρεφο-
μένους
πυρπολούμενος· ἐμπυριζόμενος, παρὰ τὸ πολ[εμ]εῖν ἐν αὐτῷ τὸ
πῦρ
πυρπερέγχει· Κρατῖνος ἀπὸ (δι)θυράμβου ἐν Βουκόλοις ἀρξάμενος,
ἐπειδὴ χορὸν οὐκ ἔλαβεν παρὰ τοῦ ἄρχοντος. ἔστιν οὗ ἠτήρει
Πυῤῥαία· λόφος ἐν Δωτίῳ. οἱ δὲ Πυῤῥαίαν εἶναι μοῖραν τῆς Θεσσα-
λίας λέγουσιν, ἀπὸ Πύῤῥας τῆς Δε(υ)καλ[λ]ίωνος, ὥς φησι Σουΐδας.
δοκοῦσι δὲ εἰς ταύτην καταφυγεῖν οἱ διαφεύγοντες τῶν Κενταύρων
Πυῤῥαίη· Θέτιδος ἐπώνυμον
πυῤῥαλίς· ὄρνις ποιός
Πύῤῥακος· ἥρως κατ' Ἐρυσίχθον(α) γεγονώς
Πυῤῥιάδαι· οὕτως ἐκαλοῦντο οἱ νῦν Μολοσσοὶ ἀπὸ Πύῤῥου τοῦ
Ἠπειρώτου
πυῤῥίας· τῶν ὄφεών τις ἀπὸ χρώματος
πυῤῥίχα· χλαμύς, ἢ πελτάριον
πυῤῥίχας· τὰς ἐνόπλους ὀρχήσεις
πυῤῥιχίζειν· τὴν ἐνόπλιον ὄρχησιν καὶ σύντονον {πυῤῥίχην} ἔλε-
γον· οἱ μὲν ἀπὸ Πυῤῥίχου τοῦ Κρητός· οἱ δὲ ἀπὸ τοῦ διάπυρον εἶ-
ναι· οἱ δὲ ἀπὸ Πύῤῥου τοῦ Ἀχιλλέως. ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου
φόνῳ ὀρχήσασθαί φησιν Ἀρχίλοχος· ὅθεν καὶ ὁ {πυῤῥίχιος ποὺς}
ὠνομάσθη
Πύῤῥων[ος]· κύριον ὄνομα, ἢ κυνός
πυρσαῖς γένυσι(ν)· ταῖς ξανθαῖς θριξί
Πυρσανίδες· οὕτω Νύμφαι καλοῦνται
πυρσεύει· δᾳδουχεῖ, λάμπει, ἐξάπτει, ἅπτει πῦρ
πυρσοί· λαμπάδες καιόμεναι, λαμπτῆρες, φρυκτωρία
πυρσοκόρσου λέοντος· πυῤῥοκεφάλου, ξανθοτρίχου
πυρσολεῖφοι ἢ πυρσόλειφθοι· ὑπὸ πυρὸς μεμαδισμένοι καὶ
πεφλ..σμένοι
πυρσός· λαμπάς. ἢ τὰ διὰ πυρὸς σημεῖα
πυρσοφόρος· ἀγγεῖον εὐμέγεθες, εἰς ὃ ξύλα ἐτίθεσαν πεπυρωμένα.
ἢ ὁ τὸ πῦρ φέρων ἀπὸ τοῦ πρώτου βωμοῦ ἐπὶ τὰ ὅρια, καὶ φυλάτ-
των μὴ ἀποσβεσθῇ. σημαίνει δὲ τὴν λαμπαδηφόρον
πυρσῷ· πυρί
πυρφόρος· ὁ πῦρ φέρων. καὶ ὁ μόνος διασωθεὶς ἐν πολέμῳ
πυρώλοφοι· ἱμάντες οἱ παρ' ὀπτηθεισῶν βυρσῶν τεμνόμενοι
πύρωσις· δοκιμασία
πυσάνια· πανσπερμία ἑφθή
πύσει· σήψει
πύσμα· ἐρώτησις. πεῦσις
πύσσαχος· ξύλον καμπύλον τοῖς μόσχοις περὶ τοὺς μυκτῆρας τιθέμε-
νον (ὃ) κωλύει θηλάζειν
πύστις· ἐρώτησις. πεῦσις. ἀγγελία. ἀκοή. πειθώ
πυτά· Λάκωνες τὰ ἐρυθρὰ ἱμάτια
πυτία· οἷον πήττουσα, παρὰ τὸ πήττειν, ἐν ᾗ τὸ γάλα πήγνυται
*πίτυλος· ἡ συστροφὴ τῆς χειρός, ὅταν πυκνῶς ἐπιφέρηται. δηλοῖ δὲ
καὶ τὴν εἰρεσίαν, καὶ τὴν τῶν πυκτῶν ἑκατέρας χειρὸς συνέχειαν
πυτίνη πλεκτή, λάγυνος· οἶνον. ἔπλεκον δὲ ταύτας ὡς ἐπὶ τὸ
πολὺ οἱ δεσμῶται, καὶ σπυρίδας, καὶ τὰ τοιαῦτα. ἢ ἡ ἀμίς. [ἢ κνῆ-
κος ὁ τὸν τυρὸν πηγνύων
πῶ· ποῦ. ὅθεν. ὁπόθεν. Δωριεῖς
πώγων· γένειον. ἄλλοι τὴν ἀναφορὰν τῆς {φλογός}
πώεα· βοσκήματα, ποίμνια. πληθυντικῶς
πωλεῖται· συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον παραγίνεται. τὸ δὲ καθ'
ἡμᾶς πωλεῖσθαι {περνᾶσθαι} λέγουσι
πωλέσκετο· ἀνεστρέφετο. εὑρίσκετο
πωλεύειν· παιδεύειν πώλους
πωλεύμενοι· συνιόντες
πωλήσ[ς]εαι· φοιτήσεις, παραγενήσῃ, ἀναστρέψεις
πωληταί· οὗτοι ἐπώλουν τὰ ἐνεχυρισθέντα· ἀρχή τις
πωλία· χαλκοῦν πῆγμά τι. φέρει δὲ ἐπὶ τῶν ὤμων τὰς τῶν Λευκιπ-
πίδων πώλους. δύο δὲ εἶναι παρθένους φασίν
πωλικοῖς διώγμασι· τοῖς διὰ τῶν ἁρμάτων διώγμασι
πωλοδαμ(ν)εῖν· πῶλον δαμάζειν
πωλοδάμνης· πώλους δαμάζων
πῶλος· ἑταίρα. {πώλους} γὰρ αὐτὰς ἔλεγον, οἷον Ἀφροδίτης. {πώλους}
τοὺς νέους, καὶ τὰς νέας, καὶ παρθένους
πωλούμενοι· συνερχόμενοι
πωλοεῖσθε· [ἐπιμελῶς ὁ πολλάκις φοιτᾶν]
πῶμα· ἔκπωμα
πώμαλα· ἀντὶ τοῦ οὔ, οὐ μάλα, οὐδαμῶς. καὶ πόθεν, ὅπερ ἐστὶν πά-
λιν οὐδαμῶς
πῶ μοι· ποῦ μοι. οἷον ποῦ γάρ
πῶννα· γραφίον. [λύπη]
πῶπαι· φοραί. Δωριεῖς
πωπολία· [ἡ ἀναφορὰ τοῦ {πυρός}]
πωρεῖν· κηδεύειν, πενθεῖν
πωρῆσαι· λυπῆσαι. καὶ τὰ ὅμοια
πωρητύς· ταλαιπωρία, πένθος
πώρινον· λίθινον. ὁ δὲ {πῶ(ρο)ς} οὐ πᾶς λίθος
πῶρος· ὁ ταλαίπωρος
πώρωσις· ἐξ ὀστέων σύμφυσις καὶ σύνδεσμος λέγει τόδε ἐπὶ σαρκῶν
πώρως καὶ ἀναισθησία
πῶς· πός. ὑπὸ Δωριέων
πωσαχῶς· [ποσαπλῶς]
*πῶς τ' ἄρ'· πῶς δέ
*πῶς τ' ἄρτοι· πῶς δή σοι
*πῶς κεν ἔοι· πῶς ἂν γένοιτο
πωτᾶσθαι· [πέτασθαι]
πωτώμεναι· [διατρίβουσαι. διακινοῦσαι]
*πωτῶνται· πέτωνται
*πῶϋ· ποίμνιον, ἢ ποίμνη
πῶϋξ· ποιὸς ὄρνις. ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ζώων
Ῥά· δή. σύνδεσμος·
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες
καὶ παρὰ ἰατροῖς ῥιζίον τι
ῥάας· ῥεύματα
ῥαβάττειν· ἄνω καὶ κάτω βαδίζειν. τινὲς δὲ τύπτειν, καὶ ψόφον
ποιεῖν [καὶ φράσειν] τοῖς ποσί, καὶ ῥάσσειν
*ῥάβδιδα· τὰ διδασκαλεῖα
ῥάβδοι· καὶ τὸ σύνηθες καὶ ἡ διάφυσις τῆς γῆς, ὡσεὶ φλέβες. καὶ
ὀβελοὶ δὲ οἱ παρατιθέμενοι τοῖς Ὁμήρου στίχοις. καὶ οἱ τῶν φοινί-
κων κλῶνες. [καὶ ὁ βραβευτής, ῥαβδονόμος
ῥαβδοφόροι· ῥαβδοῦχοι
ῥάγα· ἀκμή. βία, ὁρμή. καὶ ἣν ἡμεῖς ῥῶγα θηλυκῶς, Ἀττικοὶ {ῥᾶγα}
*ῥάβδος· βέλος
ῥάγανον· ῥᾴδιον. Θούριοι
ῥαγάς· πήλυξ, ἢ σταφυλίς, ῥωγάς
ῥάγαται· [ῥάναται]
ῥαγδαῖον· τὸ ὀξύ, ὁρμῆς μεστόν, ἢ ἄθρουν, σφοδρόν, ἰσχυρόν, φο-
βερόν, σκληρόν
ῥαδαλόν· ἁπαλόν. εὐδιάσειστον
Ῥαδαμάνθυος ὅρκος· τὸν ἐπὶ χηνὶ καὶ κυνὶ καὶ τοῖς τοιούτοις
ὅρκον
ῥαδαμεῖ· βλαστάνει
ῥάδαμνος· βλαστὸς ἁπαλός, κλάδος. ἄνθος. ὅρπηξ. καὶ τὰ τοιαῦτα
ῥάδαμον· καυλόν, βλαστόν
ῥαδανᾶται· πλανᾶται
ῥαδάνη· κρόκη. ὁμοίως {ῥοδάνη}
ῥαδανίζεται· τινάσσεται
ῥαδανόν· ῥαδινόν, ἀπὸ τοῦ ῥᾳδίως δονεῖσθαι
ῥαδανῶροι· οἱ τῶν λαχάνων κηπουροί. Ταραντῖνοι
ῥαδές· [τὸ ἀμφοτέρως ἐγκεκλιμένον]
ῥᾴδια· εὔκολα, εὐχερῆ
ῥᾴδια[ι]· ὑπόδημα ποιόν· οἱ δὲ σανδάλιον
ῥαδινήν· λεπτήν
ῥαδινόν· λεπτόν, ἰσχνόν. εὐκίνητον. ἁπαλόν. εὐδιάσειστον
ῥᾳδιουργεῖ· ῥᾳδίως ποιεῖ. κακοποιεῖ, δεινοποιεῖ
ῥᾳδιουργός· πλαστογράφος, ἢ ταχυγράφος, πονηρός, μηχανουργός,
πολυμήχανος
ῥᾳδίως· εὐκόλως, εὐχερῶς
*.ρα δμωῇσι· θεραπαίναι(ς)
*ῥαΐσας· ὑγιάνας
ῥάζειν· τρώγειν. κυρίως ἐπὶ τῶν κυνῶν· μιμητικῶς ἐπὶ τοῦ ἤχου
ῥάθαγος· τάραχος, ἦχος, θόρυβος, ψόφος
ῥαθάμη· ῥᾳστώνη, ῥᾳθυμία
ῥαθαίνεται· ῥαίνεται, βρέχεται
ῥαθάμιγγες· ῥανίδες, σταγόνες. καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός.
ἄλλοι ῥαθάμιγγες λέγουσι
ῥαθαπυγίζειν· ὅ τινες {(ς)κομβρίζειν}. τὸ τῷ σκέλους πλάτει
παίειν κατὰ τῶν ἰσχίων, τὸ εἰς τὸν γλουτὸν σιμῷ ποδὶ τύπτειν
ῥαθασσόμενοι· ῥαινόμενοι. πληττόμενοι
ῥαθμίζεσθαι· ῥαίνεσθαι
ῥᾳθυμία· ἀμέλεια, κατήφεια. ἀνοχή
ῥᾴθυμος· ὁ μὴ πονητικὸς [ἀλλὰ ἔκλυτος. ἄλλοι ἐπὶ τοῦ μεγάλου θυμοῦ κέ-
χρηνται τῇ λέξει. m. sec. in marg.]
*ῥακ[κ]ά· κενός
*ῥαμά· ὑψηλή
ῥαθώδημα· [ψεῦσμα]
ῥᾴ· ῥᾷστον, ῥᾳδίως
ῥαιβίας· ἀζήμιος δῆμος
ῥαιβόν· ἐπικαμπές, τὸ μὴ {ὀρθόν}, καμπύλον, στρεβλόν, σκαμβόν
ῥαιδῆλες· [ἐμφανές]
ῥάιδια· σανδάλια. οἱ δὲ ὑποδήματα γυναικεῖα
*ῥαιδεῖται· σκώπτει
*ῥαΐαν· ὑγείαν
ῥαίει· πορθεῖ, φθείρει
ῥαίεται· πλανᾶται. φθίνει
ῥαΐζεται· ὑγιαίνει
ῥαικακερεῖς· στρεβλοκέρατοι
ῥαίκερος· χαλεπός
Ῥαικός· Ἕλλην. Ῥωμαῖοι δὲ τὸ Γ προσθέντες, {Γραικόν} φασι
ῥαίνει· μιλτοῖ
ῥαίνοντο· ἐβάλλοντο. κατεπάσσοντο
ῥαϊξία· τόπος ἴδιος ἰατροῦ ἐν Ταραντίνοις
ῥαίοιτο· φθείροιτο. πλανῷτο
ῥαιομένου· φθειρομένου
ῥᾷον· συγκριτικόν, ἢ ἕτερον
ῥαίουσι· φθείρουσιν
ῥαΐσαι· τρισυλλάβως Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν
ῥαΐσας· ὑγιάνας, ἀνασφήλας
ῥᾷστα· ῥᾳδίως, εὐκόλως
ῥαιστάζει· πονεῖ. ὠθεῖ
ῥαῖσαι· φθεῖραι
ῥαιστήρ· σφῦρα σιδηρᾶ μονοκέφαλος. τινὲς δὲ σιαγόνα
ῥαιστῆρα· ὁμοίως
ῥᾷστον· ὑπερθετικόν
ῥαίστωρ· κρατήρ
ῥαΐσω· βελτίον σχῶ
ῥαιφάσσει· ἁγνεύει
ῥαίω· φθείρω
ῥᾴων· εὐθυμότερος
ῥάκε' ἄζει· ἱμάτια ξηραίνει
ῥάκελος· σκληρός
ῥάκη· ἀπο[σκο]ρακίσματα. καὶ ἀποσπάσματα. ἱμάτια
ῥακῖδες· ὀρόδαμνοι, κλάδοι
ῥακκίζειν· [τὸ διαιρεῖν τὰ μέλη τῆς ῥάχεως, ἢ παίειν
ῥακκίζει· ὁ διακόπτων]
ῥακλεός· σκληρός
ῥάκ[κ]ος· διεῤῥωγὸς ἱμάτιον
ῥακτήριον· ὄρχησίς τις
ῥακτηρίοις κέντροισιν· ἀντὶ τοῦ ταῖς κώπαις· διὰ τὸ [ἀ]ῥάτ-
τεσθαι. καὶ ἐν Φιλοκτήτῃ τῷ ἐν Τροίᾳ·
μέλη βοῶν ἄναυλα καὶ ῥακτήρια
ἀντὶ τοῦ ψοφώδη καὶ θορυβώδη
ῥακτήρια[ι]· [ψοφώδη καὶ θορυβώδη]
ῥακτήρια· τύμπανα
ῥακτοί· φάραγγες. πέτραι. χαράδραι
ῥακτὸς λόφος· .....
ῥάκτρια(ι)· τὰ ῥαβδία, ἐν οἷς τοὺς καρποὺς ἀπαράσσουσιν
ῥακωλέον· ῥάκος
ῥάματα· βο[ς]τρύδια. σταφυλίς. Μακεδόνες
ῥαμάς· [ὁ ὕψιστος θεός]
ῥαμβάς· ὁ δήμιος
ῥάμνος· τὸ φυτόν, ὅπερ εἰς ἀλεξιφάρμακον παραλαμβάνεται. καὶ δέν-
δρον ἀκανθῶδες
Ῥαμνουσίας ἀκτάς· δῆμος ἐν τῇ Ἀττικῇ, ὅπου Νέμεσις τιμᾶται
Ῥαμνουσία[ν]· Νέμεσις. ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυτο ἄγαλμα δε-
κάπηχυ, ὁλόλιθον, ἔργον Φειδίου, ἔχον ἐν τῇ χειρὶ μηλέας κλάδον
ῥαμοσαίτης· κατάρατος
ῥαμφαδέκται· τὸ πυκτεύειν
ῥαμφάξει· ῥύγχει ὠθήσει
*ῥομφαία· μάχαιρα. καὶ ἡ πυγμὴ τῆς χειρός
ῥαμφή· κοπίς. μάχαιρα. ἢ τὰ τῶν ὀρνέων ῥύγχη
ῥαμφησταί· {ἰχθῦς} ποιοί
ῥαμφίς· νεὼς εἶδος
ῥάμφος· ῥύγχος τὸ ἐπὶ τῷ στόματι τῶν μεγάλων πετεινῶν
ῥαμψὰ γόνατα· βλαισὰ γόνατα. τὸ δὲ αὐτὸ καὶ {ῥαιβά}
ῥαμψόν· καμπύλον, βλαισόν
ῥᾶνα· ἄρνα. Ῥωμαῖοι δὲ βάτραχον
ῥανίς· σταλαγμός
ῥανᾶται· πλανᾶται. σπείρεται
ῥαντίζει· σκώπτει
ῥαντόν· ποικίλον
ῥάξ· [ῥάγα] ἡ τῆς σταφυλῆς [ἣν ἡμεῖς {ῥῶγα} καλοῦμεν]
ῥᾷον· εὐχερές. κοῦφον. εὔκολον
ῥαπατήν· καλάμην, καὶ τοὺς ἐν αὐτῇ αὐλοῦντας ῥαπάλους
ῥαπίδες· ὑποδήματα. περόναι
ῥαπιδοποιόν· τὸν ποιητήν, Δωριεῖς· ἢ ποικιλτήν. ἢ τὰς κρηπῖδας
ποιοῦντα
ῥαπίζει· σκώπτει. ἀλοᾷ. παίζει. μαστιγοῖ, τύπτει
ῥαπίς· ῥάβδος. κρηπίς. κώμη. γογγυλίς. οἱ δὲ λα[μ]ψάνην
ῥαπίσαι· ῥάβδῳ πλῆξαι, ἢ ἀλοῆσαι
ῥάπται· φάραγγες, χαράδραι, γέφυραι
ῥάπτειν· μηχανᾶσθαι, κατασκευάζειν
Ράριον πεδίον .....
Ρᾶρος· ἰσχυρός. καὶ ὄνομα τοῦ Τριπτολέμου πατρός
ῥάσσα(τε)· ῥάνατε
ῥᾷστα· εὐχερῆ, εὔκολα
ῥαστάζει· πονεῖ. ὠθεῖ. ταράττεται
ῥᾷστον· εὐχερές, εὔκολον
ῥᾳστωνεύεται· ῥᾳθυμεῖ, ἀμελεῖ, καταφρονεῖ
ῥᾳστώνη· ῥᾳθυμία. καὶ τὰ ὅμοια
ῥᾳστώνης· τρυφῆς, τέρψεως. ἀναπαύσεως
ῥάστωρ· κρατήρ
ῥατάναν· τορύναν
ῥατίζει· πρεσβεύει
ῥατιχεύειν· καταρᾶσθαι
ῥατῶνα· ῥεκτῆρα. σφαγέα
ῥαυλόν· ἄγραυλον. ἄγροικον
ῥαφάνη· κράμβη
ῥαφανιδωθῆναι· τοὺς μοιχοὺς ταῖς ῥαφανίσιν ἤλαυνον κατὰ τῆς
ἕδρας
τίς γὰρ ἀντὶ τῆς ῥαφανῖδος ὁρῶν ὀξυθυμίαν
ἔλθοι πρὸς ἡμᾶς
ῥαφανίς (καὶ) {ῥάφανος} διαφέρει παρὰ τοῖς Ἀττικοῖς· {ῥάφανος}
μὲν γὰρ ἡ κράμβη, {ῥαφανὶς} δὲ ἡ παρ' ἡμῖν ῥάφαν(ος). Τρύφων
δέ φησι, παρὰ Δωριεῦσι τὰς μικρὰς {ῥαφανῖδας} λέγεσθαι, τὰς δὲ
μέγαλας {ῥάφας}
ῥάφανος· κράμβη
ῥαφανουροί· κηπουροί
ῥαφάσσει· πλανᾶται
ῥαφίς· ὑπόδημα. περόνη. καὶ ἄγριόν τι λάχανον λα[μ]ψανῶδες. καὶ ἡ
ῥάβδος
ῥάφοι· ὄρνεις τινές
ῥαχάδην· ἐπὶ τῆς ῥάχεως
ῥαχάς· χωρίον σύνδενδρον καὶ μετέωρον, διὰ τὸ ψόφον ἀποτελεῖν
καταπνεόμενον
ῥάχετρον· ῥαχίς· ὡς πλευρὸν καὶ πλευρά. οἱ δὲ τὴν ῥάχιν τοῦ
ἱερείου
ῥαχθέντος· σπαραχθέντος
(*)ῥαχίζειν· παίειν τὸ ἱερεῖον
*ῥάχη· ἀποραχίσματα καὶ ἀποσπάσματα
ῥαχία· πᾶς πετρώδης αἰγιαλός
ῥαχίζειν· τὸ εἰκαίως καὶ ῥᾳδίως ψεύδεσθαι
ῥαχίζων· διακόπτων, διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ
τὴν ῥάχιν γίνεσθαι
ῥάχι· τὸ στέμφυλον
ῥάχις· ἄκρα. ὀσφῦς. ἢ ἄκανθα τοῦ νώτου
ῥαχιστήρ· ψεύστης. ἀλαζών. μεγαλουργός, μεγάλα κακουργῶν, μεγάλα
ψευδόμενος
ῥᾶχοι· χοιράδες. στοιβαί. σάγματα. ἔνιοι τοὺς [ς]φακέλους τῶν ξύλων·
ἄλλοι τὰς μυρικίνας ῥάβδους. ἔστι δὲ ἀκανθῶδες φυτόν, ἀφ' οὗ τὸ
περίφραγμα
Ῥᾶχος· Ἕλλην. δηλοῖ δὲ παρὰ τοῖς βαρβάροις τὸν ἐλεύθερον. καὶ ὁ
φραγμὸς τῶν τειχῶν
ῥάψαι· συνθεῖναι
ῥαψῳδία· ἡ σύνταξις τῶν λόγων, ἢ λόγων συῤῥαφή. ἢ μέρος ποιή-
ματος
ῥαψῳδοί· ὑποκριταὶ ἐπῶν
*ῥαψῴδημα· ψεῦσμα. φλυαρία
ῥαψῳδός· Σοφοκλῆς Οἰδίποδι οὕτως ἔφη τὴν Σφίγγα. [καὶ οἱ τὰ
Ὁμήρου ᾄδοντες ποιοὶ ῥαψῳδοὶ καλοῦνται
ῥέα· ῥᾳδίως, εὐχερῶς
Ῥέας πόντος· παρὰ τὸν Ἀδριακὸν κόλπον, ἔνθα τιμᾶται (ἡ Ῥέα.
καὶ) ὁ Βόσπορος
ῥεγεονάριος· γειτονίαρχος
ῥέγματα· τὰ βάμματα
ῥέγος· ῥάμμα. βάμμα. ῥάκ(κ)ος
*ῥεγισταί· οἱ βαφεῖς
ῥέγχειν· ἐπὶ τῶν κοιμωμένων
ῥέδ(δ)ει· πράττει, θύει
ῥεδείη· [τράχηλος. ἢ {ῥεδέρη}]
ῥεδίων· ἁρμάτων
ῥέε· ῥέεν. ἔῤῥει, ἔρεεν
ῥέε δ' αἵματι γαῖα· κατεῤῥεῖτο ἡ γῆ ἀπὸ τοῦ αἵματος
ῥέεθρα· ῥεῖθρα, ῥεύματα
ῥεέθρων· ῥευμάτων, ῥείθρων
ῥέζει· πράττει. θύει, ἱερεύει. παρασκευάζει
ῥέζεσκον· ἔθυον. ἔπραττον
ῥέζουσι· πράττουσι. θύουσι. καὶ τὰ ὅμοια
ῥεθέων· σπλάγχνων, μελῶν, σωμάτων
ῥέθη· μέλη τοῦ σώματος. σῶμα. πρόσωπον. [θηρίον
ῥέθος· πρόσωπον. παρειά
ῥεῖ· ῥέει, χεῖται
ῥεῖα· ῥᾳδίως, εὐχερῶς, μωλωπωνι, ἰσχυρῶς
ῥεῖα ζώοντες· ἀπόνως καὶ ἀμόχθως ζῶντες
ῥεῖά κεν· εὐχερῶς ἤνεγκεν
ῥ[ε]ιγεδανοῖς· φοβεροῖς
ῥ[ε]ιγηλά· φοβερά
ῥ[ε]ίγησε βοήν· ἐφοβήθη[ς] .......
ῥ[ε]ίγησεν· ἐφοβήθη
ῥειγῆνος· [ἀπειράγαθος]
ῥείζω· ὠθήσω
Ῥείης· τῆς Ῥέας
ῥεῖθρον· ῥεῦμα. λέγεται δὲ καὶ {ῥέεθρον}
ῥ[ε]ινοτόρος· τὰς ἀσπίδας τορῶν, ἢ τιτρώσκων
ῥεῖρος· ταλαίπωρος
Ῥειτοί· ἐν τῇ Ἀττικῇ δύο εἰσὶν οἱ πρὸς τῇ Ἐλευσῖνι Ῥειτοὶ ῥωγμοί.
καὶ ὁ μὲν πρὸς τῇ θαλάττῃ τῆς πρεσβυτέρας θεοῦ νομίζεται, ὁ δὲ
πρὸς τὸ ἄστυ τῆς νεωτέρας, ὅθεν τοὺς λουτροὺς ἁγνίζεσθαι τοὺς
θιάσους
ῥέκος· ζῶμα. ζώνη
ῥεκτός· ἀνδρεῖος. ἢ χιτών
ῥεκτῶν· ἀπομακτρῶν. ἢ ἱματίων
ῥέμβεται· πλανᾶται, γυρεύει
ῥεμβέσθω· τὰ ὅμοια
ῥεμβονᾶν· σφενδόνας
ῥεμεῖ· ὀδυνᾷ. σήπει
ῥεμφθῆναι· ῥέμβεσθαι
ῥέμφος· τὸ στόμα. ἢ ῥίς
ῥέξαι· ποιῆσαι. θῦσαι
ῥέξει· πράξει. θύσει, ἱερεύσει. παρασκευάσει, ἑτοιμάσει, ξέσει
ῥέξομεν· ποιήσομεν. καὶ τὰ ὅμοια
ῥέοιτο· [φθείροιτο]
ῥέοντα· ῥυτά. ἐκπώματα
ῥέοντι· ῥεῖ
ῥεόντων· παρερχομένων
ῥέος· ῥεῦμα. [ῥεῦμα] θηρίον
ῥέπει· κλίνει, βαρεῖ, καθέλκει
ῥέπεν· ἐβαρεῖτο
ῥέπεις· ῥέψις. ῥέπου
ῥερπίδα· [ᾧ τὸ πῦρ ἐκκαίουσι]
ῥεῦεν· ἐδίωκεν
ῥεῦμιν· βρέφος νεογνὸν
ῥεύσαντα· ἐγκλίναντα
ῥευσταλέον· ῥέον
ῥευστόν· χυτόν
ῥεφέα· [ἐστεγασμένα]
ῥεφούγια· [ῥεμπτά]
ῥεχθέν· πραχθέν, συντελεσθέν
ῥέψας· κλίνας. στεγάσας
ῥέωνος· εὔωνος. ἀνδρός
ῥήγεα· παλλία βαπτά, ἀπὸ Ῥωμαίων. βεβαμμένα ἱμάτια. {Ῥηγεῖς}
γὰρ οἱ βαφεῖς
ῥηγεύς· βαφεύς
Ῥηγῖνος· τοὺς δειλοὺς {Ῥηγίνους} ἔλεγον
ῥήγησεν· [ἐφοβήθη, ἐδειλίασεν
ῥῆγλαι· σίδηρα ὡς ῥάβδοι]
ῥῆγμα· τάσις ἀνέμου. κατὰ μῆκος τραύματος οὐλή. στάλαγμα
ῥήγματα· σχίσματα
ῥηγμίν· αἰγιαλός, περὶ ὅνπερ ῥήγνυται τὸ κῦμα
ῥηγμῖνος· τὰ ἀπορπύματα τῆς πέτρας
ῥηγμίς· αἰγιαλός. διὰ (τὸ) ῥήσσειν τὰ κύματα ἐκεῖ
ῥήγνυσκε· [τάσις ἀνέμου. ἢ τραύματος οὐλή]
ῥήγνυται· διαιρεῖται, κατακόπτεται
ῥῆγος· ῥάκος. περίστρωμα. σπάραγμα. προσκεφάλαια
ῥηγῶν· [βοηθῶν]
ῥηδίων· καρούχων. ῥαιδίων
ῥῃδίως· εὐκόλως, εὐχερῶς
ῥήϊα καὶ ῥηΐδια· ὁμοίως· εὐχερῶς μάλα, ῥᾳδίως
ῥηΐτεροι· εὐκαταγωνιστότεροι. εὐχερέστεροι, εὐκοπώτεροι
ῥήνεα· πρόβατα, οἷα
ῥῆνες· ἄρνες, πρόβατα
ῥήνικες· ἀρνακίδες
Ῥήνη· ποιμήν. καὶ πόλις
Ῥῆνος· ὄνομα ποταμοῦ
ῥῆξαι· διελεῖν. καταβαλεῖν. ἀπολῦσαι. κρᾶξαι
ῥῆξαί με καὶ φράσαι ἀεὶ λόγον· ἀντὶ τοῦ ἐκρῆξαι {φωνήν}
ῥηξάτω· κραξάτω
ῥῆξε· διέῤῥηξε. κατέβαλεν. ἔκραξεν. ἀπέλυσεν. διέκοψεν
ῥηξ[ε]ίφλοια· ῥήξαντα. τὸν φλοῦν
ῥηξήνορα· πολεμιστὴν πρακτικόν, ἢ ἀνδρεῖον πολεμιστήν
ῥηξήνορες· ὁμοίως
ῥηξίφρονα· καταβαλόντα τὴν φρένα
*ῥησίδιον· λεξίδιον
ῥησάμενος· διομολογησάμενος
ῥήσαντο· ἐψηφίσαντο. οἱ δὲ ἐτύπτοντο
ῥήσεις· νόμοι, δόγματα. λόγοι, λέξεις. ψηφίσματα
ῥησκομένων· λεγομένων
Ῥῆσος· ποταμὸς Τρωάδος
*ῥήσοντας· τοῖς ποσὶ κροτοῦντας
Ῥησόσαρχος, ὃς ῥέει τὰ θέσφατα· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρη-
κεν· ἢ ὡς Ἀσκληπιάδης ἐν ς# τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέ-
ναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος
*ῥήσιος· ὁμιλίας
ῥήσσει· τέμνει, σχίζει. τύπτει, κροτεῖ
ῥητήν· τὴν ὡρισμένην ἡμέραν τοῖς θεοῖς εἰς θυσίαν σημαίνει
ῥητῆρα· διδάσκαλον
ῥητοί· οἱ ἔνδοξοι. [ταξάμενοι]
ῥητόν· τὸ τεταγμένον, ὃ ἄν τις τάξηται. καὶ {ῥησάμενοι}· ταξά-
μενοι
ῥητόν· τὸ τεταγμένον
*ῥήτωρ· ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτήν
ῥήτορες· λέκται. οὐχ οἱ συνήγοροι μόνοι
ῥῆτραι· συνθῆκαι διὰ λόγων. ἢ δίκαι. ἢ ὁμιλίαι
ῥήτρας· συνθήκας
ῥήτρης· ῥητορικῆς
ῥητῷ· ὡμολογημένῳ. ἑσταμένῳ
ῥητῶν· φανερῶν
*ῥητῶς· φανερῶς
ῥήτωρ· συνήγορος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην. ἢ κριτής
ῥήχη· στάσις. ἐξουσία
ῥηχθέντα· καταβληθέντα. χωρισθέντα
ῥηχιάδαι· οἱ τοὺς καταδίκους εἰς ῥαχίας βάλλοντες
ῥηχίς· ἄκρα
ῥῆχος· φραγμός
ῥία· ἀκρωτήρια ὄρθια. καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα. [ἢ μάλα]
ῥίαινα· πηγή, λιβάς
ῥία μάλα· [εὐχερῶς πάνυ
ῥία φέροι· ῥᾳδίως φέροι]
ῥίγα· σιώπα
ῥιγεδανῆς· φρικώδους. χαλεπῆς, κακίστης, φοβερᾶς
ῥιγεδανόν· φρικῶδες, ὅμοιον
ῥίγ[ε]ιστα· φρικωδέστατα
ῥιγηλόν· φοβερόν
*ῥιγηδανῆς· φρικτῆς
ῥίγησεν· ἔφριξεν. ἐφοβήθη
*ῥηγῖνος· ἀπειράγαθος
ῥίγιον· φοβερώτερον. χαλεπώτερον. φρικτόν
ῥίγιστα· φοβερώτατα. ἀτυχέστατα
Ῥιγίστη· κρήνη τῆς Σινωπίδος
ῥῖγμα· σταλαγμός
ῥιγνόν· [ῥιγεδανόν, φρικῶδες]
ῥιδαεῖ· [σκυβαλίζει]
ῥίζαι· αἱ θέσεις τοῦ ὀφθαλμοῦ, καὶ πάντων φυτῶν
ῥίζειν· τρώγειν. καίειν. μυστιλᾶσθαι. θηλάζειν
ῥιζοῦχος· σπερμογόνος
ῥιζῶν· νεάζων. Ἐρετριεῖς
*ῥεῖθρον· ῥεῦμα
ῥικνὴν ὄψιν· φρικτήν
ῥικνοί· ἰσχνοὶ σαρξίν. ἐπικεκαμμένοι, σκαμβοί, σκολιοί
ῥικνοῦσθαι· διέλκεσθαι, καὶ παντοδαπῶς διαφέρεσθαι κατ' εἶδος
ῥικνοῦται· λεπτύνεται. ἐπὶ τῶν ὀστέων τῶν γερόντων
ῥικνοτέρους· ἀσθενεστέρους
ῥικνοφυεῖς· τὰς στρεβλάς, καὶ πεπιεσμένας
ῥικνώσεαι· ῥυσωθήσῃ
ῥίμβαι· ῥοιαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ Ξ ξίμβαι
ῥίμβησις· ἀγκύλη τοῦ ὤμου. οἱ δὲ βραχίονα τοῦ ἱερείου
ῥίμφα· ῥᾳδίως, εὐχερῶς. συνεχῶς. ἢ ταχέως
ῥίμφια· ῥᾳδίως {ἔῤῥιψαν}
ῥινᾶν· ἐπὶ τοῦ ἐξαπατᾶν. καὶ βουκολοῦντας
ῥίνεαι· αἱ μέλαιναι ἰσχάδες
ῥίνη· ἰχθύος δορά
ῥινηλάτην ὄνον· τὸν καθικνούμενον τῇ ὀσμῇ
ῥινόβα[ς]τος· ἰχθῦς ποιός
ῥινοβόλους ἀνέμους· ἢ τὰς διὰ τῆς ἐνέδρας φύσας
ῥινοδέψου· βυρσοδέψου
ῥινόκερως· τὸ τετράπουν θηρίον. καὶ ποιὸς ὄρνις ἐν Αἰθιοπίᾳ
*ῥινός· δέρμα
ῥινόν· τὴν βύρσαν. τὸ δέρμα
ῥινοπύλη· μικρὰ πύλη
ῥινότερος· [τὸ ὅπλον ....]
ῥινοτόρος· ῥινοὺς διατορῶν, τουτέστιν ὅπλα καὶ φάλαγγας διακό-
πτων. ἢ βυρσοτόμος
ῥινούς· βύρσας. δέρματα. ἀσπίδας
ῥινοχόος· χώνη
ῥινφαρήτρας· συνθήκας
ῥινῷ· δέρματι. βύρσῃ
ῥινωτηρία· μέρος τι τῆς νεώς
ῥιξικάζεται· ῥικάζεται. στροβεῖται
ῥίον· ἀκρωτήριον ὄρους
ῥίον Οἰ[νή]ναῖον· Οἰνώη τῆς Ἀργείας ὄρος χαλεπόν
ῥίος· [ἄκρα, κορυφή, ὄρος χαλεπόν, κρημνός]
ῥίου· ἀκρωτηρίου
Ῥῖπαι· ὄρη Σκυθικά· ὅθεν βοῤῥᾶς ὁ ἄνεμος πνεῖ
ῥίπεσ(ς)ι· ψιάθοις. πλέγμασιν ἐκ καλάμων
ῥιπή· ὁρμή. βολή. ῥοπή
ῥιπῆς· ὁρμῆς. βο[υ]λῆς. ῥοπῆς
ῥίπη ταναοῖο· ὁρμὴ τοῦ ἄγαν ἐκτεταμένου
ῥιπίδιον· μέρος τῆς νεώς
ῥιπίζει· φυσᾷ, πνεῖ, πνοὴν πέμπει. ἀνακαίει
ῥιπίζεται· ἀνακινεῖται
ῥιπίζων· κινῶν
ῥιπίρ· ῥιπίς, τὸ πλέγμα, ἢ ἐκ σχοίνων πέτασος. Ἀττικοὶ δὲ {ῥιπίδα}.
ᾧ τὸ πῦρ καίουσι· καὶ τραπέζας οὕτω λέγουσι
ῥιπίς· τοῦ σκέλους τὸ ἀκροκώλιον
ῥιπιστά· διαπνεόμενα
ῥίπον· [μικρόν]
*ῥιπτάζων· ῥίπτων
ῥῖπος· ἔδαφος πρὸς κοίτην
ῥίς· ῥίν. ῥώθων
ῥίσαντες· φιλονεικήσαντες
ῥίσκοι· εἶδός τι μυῶν
ῥίσσουσα· λυπουμένη
ῥίστρον· πτύον
ῥίψανεν· ἐῤῥίψανεν
ῥιχνοῦσθαι· κινεῖσθαι ἀσχημόνως
ῥίψασπις· ὁ ἐν τῷ πολέμῳ τὰ ὅπλα ῥίψας ἐκ φόβου, δειλός
ῥιψοκίνδυνος· παράβολος, τολμηρός, ἐπικίνδυνος
ῥόα· [ῥεύματα]
ῥοαί· ῥεύματα, ῥεῖθρα, πηγαί. ἱππόδρομος
(ῥοάς·) τοὺς καλαμῶνας. πηγάς, χεύματα
ῥοάων· ῥευμάτων
ῥοβδεῖ· ἀναῤῥιπτεῖ μετ' ἤχου[ς]
ῥοβλεῖ· ῥοφεῖ. πνεῖ
ῥόβιλλος· βασιλίσκος ὄρνις
ῥόγαν· τὸν φονέα, τὸν αὐτόχειρα
ῥόγαν· ῥῶγα[ν]
ῥογεῖ· ὀργᾷ. ἀκμάζει. δαμάζει
ῥογεύς· βαφεύς
ῥογία· ἀκέστρια
ῥογκιῆν· ῥέγκειν. Ἐπίχαρμος
ῥογοί· ὄροι σιτικοί, σιτοβολῶνες
ῥόδαμνοι· κλῶνες, βλαστοί
ῥοδανόν· τρυφερόν
Ῥοδανός· ποταμοῦ ὄνομα
ῥόδεα· ἐρυθρά
ῥόδεον· εὔχρουν. εὐῶδες. εὐειδές
ῥοδῆ· αὐτὸ τὸ δένδρον
ῥόδια· ὑπόδημα ἀνδρεῖον. καὶ ἀμπέλου εἶδος
ῥοδιακόν· ποτηρίου καὶ ἐκπώματος εἶδος
ῥοδιάς· ποτηρίου εἶδος
Ῥόδιοι τὴν θυσίαν· ......
ῥόδιον· μύρον
Ῥοδίος· ποταμός, ὁ νῦν Δάρδανος
ῥοδόεντα· πυῤῥά
*ῥοδοδάκτυλον· ῥοδόχρουν. ἀπὸ μέρους· καλόν
ῥόδον· Μιτυληναῖοι τὸ τῆς γυναικός. καὶ τὸ σύνηθες
ῥοδωνιά· ὁ τόπος, ἔνθα φύεται τὰ ῥόδα. καθάπερ καὶ {ἰωνιἀ},
ὅπου τὰ ἴα φύεται· καὶ {κρινωνιά}, ἔνθα τὰ κρίνα. δηλοῖ δὲ καὶ
τὸ ἀναιδές
Ῥοδῶπις· αὕτη γένει μὲν ἦν ......
ῥοήν· ῥύσιν
ῥοθεῖ· ὁρμᾷ
ῥοθεῖν· ὁρμᾶν. τρέχειν. λέγειν. διώκειν
ῥοθιάζειν· ἐλαύνειν, ἀπὸ τοῦ ψόφου τῆς εἰρεσίας. οἱ δὲ τὴν ἀνακο-
πὴν τοῦ ὕδατος {ῥόθον} φασίν
ῥόθ[ε]ιον· ῥεῦμα, {κῦμα}, τὸ μετὰ ψόφου γινόμενον
*ῥόθεον· τὰ αὐτά
ῥόθιον· ταχύ, ὁρμητικόν
ῥόθον· τὸν ἀπὸ τῶν κυμάτων ψόφον
ῥόθῳ· ὁρμῇ μετὰ ψόφου
ῥοία· κυλίστρα τῶν ἵππων παρὰ τῷ ποταμῷ καὶ ψάμμῳ
ῥοίαγξ· φάραγξ
ῥοιβδεῖ· ῥοιζεῖ. διώκει. ῥοφεῖ .....
ῥοῖβδος· ῥόγχος. ψόφος ποιός
ῥοιβδώδει· [μετὰ ἤχου ἀείδει, ὡς οἱ ποιμένες
..ιδαμός· ὁ ἀσπάραγος
ῥοιδμός· ποιὸς ψόφος
ῥοίδνας· δάκνας
ῥοιζεῖ· διώκει. ὁρμᾷ. τρέχει
ῥοιζηδόν· σφοδρῶς ἠχητικόν
ῥοιζῆσαι· ποιὸν ἦχον ἀποτελέσαι. συρίσαι
ῥοῖζος· ψόφος, ἦχος. ῥεῦμα σφοδρόν
ῥοιζοῦντος· ἠχοῦντος
ῥοίζωσον· ἤχησον σφοδρῶς
ῥοικόν· σκολιόν, καμπύλον, σκαμβόν. ῥυσόν. ῥικνόν
Ῥοίκου κριθοπομπία· Ἐρατοσθένης ἐν τῷ ἐννάτῳ τῶν Ἀμαθου-
σίων, βασιλέα τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποστρέψαντα πρὸς
ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὰς ἐκπέμψαι φησίν
ῥοιλιαῖς· δάκναις
ῥοϊσμός· ὁ τῶν ἵππων [ῥισμός
ῥόμβος· ψόφος. στρόφος. ἦχος. δῖνος. κῶνος. ξυλήριον, οὗ ἐξῆπται
σχοινίον, καὶ ἐν ταῖς τελεταῖς δινεῖται, [{Ῥομελίας}· μετέωρος περιτο-
μῆς] ἵνα ῥοιζῇ. τοῦτο αὐτῷ ....... καὶ ἰχθῦς τις τῶν πλατέων. καὶ
ὁ ἐν τοῖς δεσμοῖς γόμφος
ῥόμβῳ· περιφορᾷ, κινήσει
ῥομβωτόν· ἐπίμηκες
ῥόμιξα· εἶδος ἀκοντίου
ῥόμος· σκώληξ ἐν ξύλοις
ῥομφαία· Θρᾴκιον ἀμυντήριον, μάχαιρα, ξίφος, ἢ ἀκόντιον μακρόν
ῥομφάζει· βαστάζει (ὡς ῥομφαίαν)
ῥομφεῖς· ἱμάντες, οἷς ῥάπτεται τὰ ὑποδήματα
ῥόνειν· κρίνεσθαι
ῥόος· ῥοῦς. ῥύμη, ῥεῦμα
ῥοπαῖς· κλίσεσι
ῥοπαλίζει· στρέφει, κινεῖ ὡς ῥόπαλον
ῥόπαλον· βακτηρία, ῥάβδος
ῥοπή· κλίσις, νεῦμα. [ῥάβδος] δύναμις, βοήθεια
ῥοπήϊα· [σύμφυτος τόπος. καὶ ῥοπήρια ὁμοίως]
ῥοπτίον· κλειδίον
ῥόπτρον· ῥόπαλον. ἢ τὸ ἐπικαταπίπτον τῆς παγίδος καὶ συλλαμβά-
νον. καὶ τὸ ἐπίσπαστρον τῆς θύρας· ἔνιοι κρίκον. καὶ τὸ αἰδοῖον.
καὶ τὸ καμπύλον ξύλον
ῥοταρία· τορύνιον
ῥουβοτός· ῥόφημα
ῥουγός· πρόσωπον
ῥουδόν· ῥευστικῶς
ῥουμάζεται· φρίττει
ῥοῦτο· τοῦτο. Μακεδόνες
ῥοφεῖ· καταπίνει. ἀναλαμβάνει
*ῥοῦν· ῥεῦμα
ῥόφιον· κύκα
*ῥόφια· κύματα. ἢ {ῥόθια}
ῥόχανον· σκυταλίδα, (ἀ)πορακτήριον, ᾗ ἀποριγλιῶσι τὸ μέτρον
ῥοχθεῖ· ἠχεῖ, ψοφεῖ. κλύζει
ῥοῶδες· [ῥεῦμα ὑδρηγόν
ῥύαξ· περικεφαλαία. πύργος
ῥυάχετον· θόρυβον. ἢ τὸν ῥέοντα ὀχετόν
ῥύβδην· [δαψιλῶς.] ἢ ταχύτητι. ἢ μετ' ἤχου σφοδροῦ
ῥυγχιάζειν· διαστρέφειν. ῥογχάζειν
ῥυδεῖ· περιπλέκεται
ῥύδην· εὐκόλως, ἢ ἀθρόως {ἐπιτρέχοντες}
*ῥυδωμένην· ῥοφωμένην
ῥύδια· ῥοά, ἢ ῥοιά
ῥυδὸν ἢ ῥύδην· χύδην, δαψιλῶς, ῥευστικῶς, σφοδρῶς
ῥύεινα· ἄρνα. Κύπριοι
ῥύεται· σώζει. εἴργει. σκέπει. φυλάττει. κωλύει
ῥύζα· βία. ἡ τοῦ τόξου τάσις
ῥύζειν· ὑλακτεῖν
ῥύζουσι· διαμωκῶνται. μισοῦσι. γογγύζουσιν
ῥυζῶν· πενθῶν· διὰ τὸ τοὺς πενθοῦντας ἄναυδόν τινα ἦχον προ-
φέρειν
ῥυῆαν· κατόχον πιπάζεσθαι. καὶ {ῥυὰ} ὁ ἵππος
ῥυήσονται· φθαρήσονται. ῥεύσουσιν
ῥυηφενής· πλούσιος
ῥυθῆναι· ἐρεχθῆναι, ὃ δηλοῖ ἐξαιρεθῆναι. ἢ ξυσθῆναι
ῥυθμίζει· κανονίζει
ῥυθμοποιός· ὁ μέλη καὶ ῥυθμοὺς ποιῶν
ῥυθμός· κανών. μέτρον. τρόπος. μέλος εὔφωνον. ἀκολουθία. τάξις.
σύγκρισις
ῥυκάνη· ἀλθητήριον. χειρομήριον. ἀμυντήριον. τεκτονικὸν ἐργαλεῖον
ῥῦμα· τὸ ἐλαφρόν. καὶ πυκνόν. ὁλκός. ῥύμη. φυλακή, ἀπὸ τοῦ ῥύ-
εσθαι
ῥυμβονᾶν· διασκορπίζειν
ῥύμβος· δῖνος
ῥύμη· ὁρμή
*ῥυμβάδας· λάϊγγας τὰς διεσχισμένας
*ῥύμη· τάξις ἔρημος
ῥύμιγξ· χείμαῤῥος
ῥύμμα· σμῆμα. καὶ ἡ σμηματοδοκίς, σ(μη)ματοθήκη
ῥύμματα· τρίμματα. σμήγματα
ῥυμός· τοῦ ἅρματος τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ
ζυγοῦ μέσον ἀπὸ τοῦ ἄξονος, ὅ τινες {στήμονα} καὶ σταθμίον κα-
λοῦσιν
ῥυμός· [τάξις. ἢ ἐμμέλεια]
ῥυ(μο)τομεῖται· εἰς ὀρθὸν κόπτεται
ῥυνδάκη· ὀρνίθιον ἡλίκον, περιστερά
ῥύονται· σώζουσιν
ῥύπα[ν]· ῥύπον, πίνον
ῥυπαίνει· σμήχει. καθαρίζει. πλύνει
ῥυπαρόν· αἰσχρόν
ῥυπαρός· περίψηφος. αἰσχροκερδής
Ῥύπας· τοὺς ἐν τῇ Ἀρκαδίᾳ Ἀχαιούς
ῥυπόεν· αἰσχρόν. αἰσχροκερδές
ῥύπος· ῥύπον Ἀττικοὶ τὸν εἰς τὰς σφραγῖδας κηρὸν λέγουσι
ῥυποκονδύλους· ἀεὶ ῥυπῶντας καὶ ῥυπαρούς
ῥυππαπαί· ναυτικὸν ἐπιφώνημα
ῥύπτει· σμήχει. πλύνει
*ῥύπται· οἱ ἀναῤῥοφοῦντες
ῥυπτικόν· σμηκτικόν. καθαρτικόν
ῥῦσαι· φύλαξαι. ῥυτίδας ἔχουσαι
ῥύσατο· ἠλευθέρωσεν, ἐλυτρώσατο
ῥύσε· λυτρωσαμένω
ῥύσια· ἐνεχυράσματα, σωτήρια, λύτρα, λεηλασία
ῥυσιάζει· ἀντενεχυράζει
ῥυσίαν βολάν· τὴν τῶν τόξων τάσιν· ἀπὸ τοῦ ἐρύσαι, ἢ τοῦ ῥύσιον
ῥυσίλλας· τὰς ῥυτίδας
ῥυσίοις ἐνταφαῖς· ἑλκυσταῖς, ὑπὸ τῶν λοιπῶν γινομέναις
ῥύσιον· ἑλκυστόν. λύτρον, τίμημα, ἢ τὸ ἕνεκα ἐνεχύρου κατεχόμενον.
παρὰ τὸ ῥύεσθαι τὸν κατεχόμενον
ῥύσις· [φιάλη χρυσῆ.] καὶ ξύλινόν τι σταθμίον. ἡ ἀπόῤῥοια
ῥυσοῖσι· ῥερυσηκόσι, γεραιοῖς
ῥυσμοῦσθαι· συγκρίνεσθαι
ῥυσοῦται· γηράσκει, γεγήρακε
ῥυστάζοντες· [{ῥυσιάζοντες}· ἐνεχυριάζοντες]. ἕλκοντες, μεθ' ὕβρεως
σπαράσσοντες
ῥύστης· σωτήρ, λυτρωτής
ῥυστόν· δόρυ. Κρῆτες
ῥυτά· τὰ στέμφυλα. καὶ πήγανον λευκόν. ἢ πόπανα. ἢ εἶδος φιαλῶν
ῥυτά· ἱερά, τὰ ἡπατοσκόπα. ἢ τὰ ἑλκυστά
ῥυτήρ· ἡνίον, λῶρος, ἱμάς, ἑλκυστήρ
ῥυτῆρες· ἡνίαι, ἱμάντες τῶν ἵππων, οἷον ἑλκυστῆρες
ῥυτῆρι κρούων· ὁ Κύκνος λέγει·
καὶ μὴ ὑβρίζων αὐτίκ' ἐκ βάθρων ὅλῳ
ῥυτῆρι κρούων (γλουτὸν) ὑπτίου ποδός
ἔνιοι δὲ οὐκ ἐπὶ τοῦ Κύκνου, ἀλλ' ἐπὶ τῶν πολεμίων, ὥστε εἶναι τὸν
λόγον· φεύγοντας αὐτοὺς τῷ ὑπτίῳ ποδὶ τοὺς ἰδίους γλουτοὺς ποιήσω
τύπτειν
ῥυτῆρος· ὁ λόγος· καθάπερ ἁρματεύει ἵππος. ἐκ μέρους γὰρ τῶν πο-
δῶν τοῦτο βούλεται δηλοῦν. {Ῥυτῆρας} δὲ ἔλεγον τὰς ἡνίας, ἤτοι
χαλινούς
ῥυτῆρσι· λώροις, ἱμᾶσι
ῥυτίδα· σπίλον
Ῥύτιον· πόλις
ῥῦτο· ἐρύσατο, ἔσωσεν
ῥυτοί· ἑλκυστοί. λίθοι μεγάλοι, διὰ τὸ μέγεθος οὐ δυνάμενοι βα-
σταχθῆναι
ῥυτόν· ποταμηδόν. πολύ, μέγα. ἑλκυστόν
ῥύτορας· τοὺς θαλλοὺς τοὺς καθαρτηρίους
ῥῦτρα· λυτήρια, σωτήρια, σῶστρα
ῥύτρυς· χύτας
ῥύτωρ· σωτήρ. βοηθός. ὁλκεύς
ῥύψαι· σμῆσαι, σμῆξαι. πλῦναι. λοιδορῆσαι. ῥοφῆσαι. καθᾶραι
ῥύψις· κάθαρσις, καθαρισμός
ῥυψόμεθα· καθαρισόμεθα. ῥοφησόμεθα
ῥωγάδες· κρημνοὶ διεσχισμένοι
ῥωγαί· ῥήξεις. καὶ ἀποῤῥωγαί, ἀπο(ρ)ρήξεις
ῥωγαλέα· διεσχισμένα. κατεῤῥηγμένα
ῥωγαλέον· διεῤῥωγότα. κατατετρυμμένον. ῥακώδη
ῥῶγας· οἱ μὲν τὴν ὀρσοθύραν· οἱ δὲ τὴν ἐκτομάδα. οἱ δὲ τὰς θυρί-
{δας}· ἄλλοι τὰς κλίμακας, καὶ αὐτοὺς τοὺς βαθμοὺς τῶν κλιμάκων.
ῥωγάδας·
ἀνὰ ῥῶγας μεγάροιο
ῥωγμός· ὄγκος. κοῖλος τόπος. ῥῆξις
ῥώδιγγες· πληγαὶ ὕφαιμοι διακεκομμέναι. οἱ δὲ μώλωπες
ῥῳδιόν· τὸν ἐρῳδιόν
ῥώεσθαι· σπεύδειν. ὁρμᾶν
ῥώεται· σπουδάζει
ῥώθυνες· μυκτῆρες
ῥώκομαι· ὀργίζομαι. λυποῦμαι. Λάκωνες
ῥωκῶσα· πρίουσα τοὺς ὀδόντας
ῥῶμα· ῥώμην, ἰσχύν. ὅρμημα. ὡς {γνῶμα} γνώμην
ῥωμαλέος· ἰσχυρός, ἀνδρεῖος. ὑγιής. γενναῖος. θρασύς. [ῥωώδης]
ῥώμη· δύναμις, ἰσχύς. ὄγκος. ὑγεία. ἀνδρεία
ῥώνια· [φρύγανα]
ῥώνιξις· ποταμίας νεὼς εἶδος
ῥώνιος· ἄξιος. πλούσιος
ῥώννυσιν· ὑγείαν παρέχει
ῥώξ· κόκκος. ἢ εἶδος [ς]φαλαγγίου
ῥώοντο· ὥρμων, ἐῤῥωμένως ἐκινοῦντο, ὁρμὴν ἐλάμβανον
ῥωπάς· εἶδος φυτοῦ ἱμαντώδους
ῥῶπες· τὰ δασέα τῶν φυτῶν. καὶ θαμνώδης ὕλη. ἢ εἶδος λύγου
ῥωπήϊα· τόπος, ἐν ᾧ οἱ ῥῶπες φύονται. ἢ οἱ σύμφυτοι τόποι
ῥωπεύειν· ῥωποπωλεῖν. ἤδη δὲ καὶ ἐπὶ τοῦ μεταβάλλεσθαι
ῥωπητήριον· [παρορμητήριον]
ῥωπικόν· τὸ ἐπίκτητον καὶ ὡραϊ(σμέν)ον
ῥωπικά· τὰ παρεμπορεύματα
Ῥωπῖτις· τῶν τριττυῶν τις καὶ πατριῶν οὕτω καλεῖται
ῥωποπῶλαι· μυροπῶλαι
ῥωποπώλης· ὁ ῥῶπον πωλῶν. {Ῥῶπον} δὲ ἔλεγον τὸν λεπτὸν καὶ
ποικίλον φόρτον
ῥῶπος· ῥωπικόν. ἀντὶ τοῦ οὐδενὸς ἄξιον. ὁ γὰρ λεπτὸς ῥῶπος, ἤγουν
ὁ φόρτος, μίγματα, χρώματα, ὅσα ζωγράφοις, βαφεῦσι, μυρεψοῖς χρη-
σιμεύει
ῥωρός· σφοδρός, καὶ τὰ κάρτα ....
ῥωσαμένω· ῥωσάμενοι. δυϊκῶς
ῥώσασθαι· ἐπιθέσθαι, ὁρμῆσαι, ἐπείγεσθαι
ῥῶσθαι· σπουδάζειν
ῥωσθείς· ἰσχύσας, ὑγιάνας τὴν διάνοιαν
ῥῶσις· ὑγεία
ῥωστήρ· σφῦρα
ῥωστήριον· φρενῶν κίνημα, καὶ παρορμητικόν. {Ῥῶσαι} γὰρ τὸ εἰς
ἀλκὴν παρορμῆσαι
ῥωστικόν· ὁρμη[ς]τικόν
ῥῶστρον· ἔμβολον
ῥῶται· ἵσταται
ῥώτιγγες· πληγαὶ ὕφαιμοι διακεκομμέναι
ῥώχειν· βρύχειν τοῖς ὀδοῦσι
ῥωγάδας. ῥαγάδας γῆς
ῥωχμοῖς· ῥήξεσιν, [ἢ βάθος γῆς] ἢ ῥηγμοῖς
ῥώψ· βοτάνη ἁπαλή
Σᾶ· σῶα, ὑγιῆ, ἀκέραια. καὶ ἀντωνυμία δευτέρου προσώπου
σαβάζειν· εὐάζειν, βακχεύειν
*σαβά· αἰχμαλωσία
*σαβέκ· "ἐν φυτῷ σαβέκ". βάτος
Σαβάζιος· ἐπώνυμον Διονύσου. οἱ δὲ υἱὸν Διονύσου· καὶ {Σάβον}
ἐνίοτε καλοῦσιν αὐτόν. Φρὺξ δὲ ὁ Σαβάζιος
σαβακός· ὁ σαθρός. Χῖοι
σαβακτίδες· ὀστράκινα ζῴδια
σαβακῶς· αὐστηρῶς, ξηρῶς, τραχέως
σαβάξας· διασκεδάσας, διασαλεύσας
σαβαρίχην· τὸ .....
σάβειρος· σάβειρος, σάβειος, κόραξ
σαβῆρον· τὸ δακτύλιον
σάβηττοι· κώνωπες
σάβος· βακχεία
σάβυττος· εἶδος ξυρήσ(εως) εἰς καλλωπισμόν· πότερον δὲ τοῦ πώγω-
νος, ἢ τῆς κεφαλῆς, ἄδηλον. τινὲς δὲ τὸ γυναικεῖον
σάγαρις· πελέκιον μονόστομον. [φαρέτρα. ἄροτρον]
σάγανα· [σκεπάσματα. περιβόλαια]
*Σαγ[γ]άριος· ποταμὸς Λυδίας καὶ Φρυγίας
*σαράβαρ[ι]α· βρακία
*σαδδαεί· ἱκανοῦ
*σαβαώθ· στρατιῶν
*σαβαώθ· παντοκράτωρ
σα(γ)γάδην· [τὸν θύλακον}· ἄλλοι δὲ {σάκταν} λέγουσιν ὁδοιπορικὸν
θύλακον
σάγδας· εἶδος μύρου. ἢ {ψάγδας}
σάγη· ἡ ὅλη πανοπλία. ἢ περιβόλαιον, σκέπασμα
σαγηνεύειν· θηρεύειν. αἰχμαλωτίζειν. ἢ ἁλιεύειν
σαγηνεύσαντες· τοὺς πολιορκηθέντας δικτύοις ἔθος. οἷς καὶ σαγη-
νεύειν τοῦτο Ἕλληνες
σαγήνη· πλέγμα τι ἐκ καλάμων εἰς θήραν ἰχθύων. [Λάκωνες
σαγείρετον· μετακλέπτην
σαγίς· πήρα
σαγλῶδες· πλαδαρὸν σῶμα
σάγμα· τὸ ἔλυτρον τῆς ἀσπίδος
σάγος· μέρος τι τῆς πανοπλίας
σάγουρον· γυργάθιον
Σάγραι· ἔθνος Αἰθιόπων
σαγροῖς· [κοπίς. ἢ πέλεκυς]
σαγύριον· ἄρτου κλάσμα
σάθα· μόρια
σ(.)αθεύει· θάλπει
σαθαρυγά· ταραχή
σάθεα· [τὰ ἀσθενῆ]
σάθη· τὰ ἀνδρεῖα ἀναγκαῖα
σαθρά· ἀσθενῆ. κεκλασμένα
σάθραξ· φθείρ
σάθων· ὑποκόρισμα ἐπὶ παιδίων ἀῤῥένων, ἐπὶ τοῦ αἰδοίου
σαί· [τὸ κινηθῆναι ἁπλῶς·
σαικίς· δειλός
σαΐκτας· [θύλακας, μαρσίππους. ἔνιοι αὐλοθήκας]
σαίκουλουμ· [χρόνος, σάκκος. Ῥωμαῖοι]
σαικωνῆσαι· διασαικώνη [.....
σαίνει· κολακεύει, προσηνεύεται. τινάσσει. ἀσπάζεται. θωπεύει
σαίνεται· κινεῖται, σαλεύεται, ταράττεται
σαινικρίζει· ἐκτρέφει
σαίνουροι καὶ {σαινουρίδες}· οἱ τὰς οὐρὰς συνεχῶς κινοῦντες ἵπποι
καὶ κύνες
Σάϊοι· πολέμιοι. νεκροί. καὶ ἔθνος, οἱ πρότερον Κίκονες
*σεπτὸς ἢ σεπτή· ἐλαία θλαστή
σαίρει· κοσμεῖ, φιλοκαλεῖ, καλλύνει
σαίρειν· σαροῦν, κοσμεῖν
σαιρός· σαρός
σαῖς· κοῦρος, κάρος
Σαισαρία· ἡ Ἐλευσὶν πρότερον
σαιστός· ἐλαία θλαστή
Σακάδ(ε)ιον· εἶδος μουσικοῦ ὀργάνου
Σάκαι[οί]· οἱ Σκύθαι
σάκαια· ἡ Σκυθικὴ ἑορτή
σάκαν· τὸ τῆς γυναικός
Σάκας·
ἡμεῖς γάρ, ὦ 'νδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σά(κᾳ)
οὕτω δὲ προσαγορεύει διὰ τὸ ξένος εἶναι· οἱ γὰρ {Σάκες} Θρᾷκες
Σάκασ[ασ] ἀφικνεῖ[α]· ......
σακέλα· [ὅπου τὸ χρυσίον τίθεται
σακέλιον· ὁμοίως]
σακέσπαλος· πολεμιστής
σάκε' ὤμοισι κλίναντες· κεραμιδώσαντες
σακκίζειν· ἐπὶ τοῦ ἐκκενῶσαι διὰ κλοπὴν τοὺς σάκκους· ὁποῖόν φασι
τοῖς ἐργάταις. [ὡσεὶ ἔλεγε χαλκοδερμιστής. τὰ γὰρ σάκ[κ]η ἐπίχαλκα
λέγει
σάκκινον· [λεπτόν, ἀσθενές]
σακκινόσυκοι· δασύπρωκτοι
σα[κ]κοδερμιστής· ὄφιν σάκος ἔχοντα. οἱ δὲ σκώληκα, παρ' ὅσον
δερμιστὴς οὗτος. βέλτιον δὲ τὸ(ν) χαλκοῦν ἔχοντα δέρμα νοεῖν .......
σάκοιτοι· οἱ ἱστῶντες τὸν κέραμον
σάκος· ἀσπίς. ἀφ' οὗ καὶ οἱ νεώτεροι {σάγην} τὴν πανοπλίαν φασί
σάκος αἴγειος· ἀντὶ τοῦ τεῦχος αἴγειον. θέλει δὲ εἰπεῖν τὴν πήραν,
κατὰ μετάληψιν
σακοφόροι· [ὁπλοφόροι]
σάκταρον· τοῦτο ἐμφερές ἐστι κόμ(μ)ει, γεν(ν)ώμενον ἐν τῇ Ἰνδικῇ,
διαλυτικόν
σάκτας· ὁ θύλακος
σακτῆρος· θυλάκου. ἔλεγον δὲ καὶ {σάκταν}
σακτός· ὁ τεθησαυρισμένος. ὁ πολυχρόνιος, καὶ ἤδη ἀποκείμενος. καὶ
χιτῶνος εἶδος. καὶ θύλακος
σακυνδάκη· ἔνδυμα Σκυθικόν
σάκωσε· κατέκλεισεν
σάλα· φροντίς. βλάβη
Σαλαβακχώ· πόρνης ὄνομα. ἀπὸ δὲ ταύτης καὶ τὰς κατωφερεῖς εἰς
τὰ Ἀφροδίσια οὕτως ἔλεγον Ἀττικοί
σαλαβάρ· μάγειρος. Λάκωνες
σαλάβη· [καὶ] θύρας ὀπή. [φροντίς]
σαλάβους· θυρῶν ὀπάς
σαλαγεῖ· ταράσσει. ἡ γὰρ φροντὶς {σάλα} λέγεται
σαλαγή· βοή
σάλαγξ· ἰχθῦς ἀγαθός. καὶ μεταλλικὸν σκεῦος | (......) ὡσεὶ ἔλεγε σιδηροπλά(ς)της
σαλαΐζειν· κόπτεσθαι
σαλαισ(μός)· κωκυτός
σαλακύρων· εὐήθων
σαλάκων· ὁ πτωχὸς ἀλαζών
σαλακωνία· ἡ ἐν πενίᾳ ἀλαζονεία
σαλακωνίσαι· σαλακωνεῦσαι. ἔλεγον τοὺς διαθρυπτομένους {σαλά-
κωνας}· ἀπὸ τοῦ ἁβρῶς καὶ μετὰ θρύψεως βαδίζειν. ὁ δὲ Θεόφρα-
στος {σαλάκωνά} φησι(ν) εἶναι τὸν δαπανῶντα, ὅπου μὴ δεῖ
σαλάμβῃ· ἡ ὀπή, δι' ἧς τὸ σέλας βαίνει. ἢ πύλη. καπνοδόχη. θυρίς.
ἢ τροφός
Σαλαμβώ· ἡ Ἀφροδίτη παρὰ Βαβυλωνίοις
Σαλαμίν· νῆσος
Σαλαμίνιος· [μία τῶν ἱερῶν νεῶν
σαλάννη· φαρέτρα
σαλαχθέν· σεισθέν
σαλάξαι· κατακλύσαι. κινῆσαι
σαλέη· σάλη. βλάβη
σαλεύειν· ῥιπτάζεσθαι
σαλητόν· Σοφοκλῆς Ἀνδρομέδᾳ. Ἀντίπατρος [ἢ] βαρβαρικὸν χιτῶνα.
οἱ δὲ καὶ μεσόλευκον αὐτὸν εἶναί φασι
σαλία· πλέγμα καλάθῳ ὅμοιον, ὃ ἐπὶ τῆς κεφαλῆς φοροῦσιν αἱ Λά-
καιναι. οἱ δὲ {θολία}
σαλιβάσσα· τῇ θαλάσσῃ ἀπελθούσῃ
σάλιξ· [ἰτέα. Ῥωμαῖοι]
*σαλιᾷ· ἀρκεῖ
σάλμα· [σησάμη]
σάλλα· δρυσοφύουσα
σάλλινον· φρόντισμα
Σάλμοξις· ὁ Κρόνος. καὶ ὄρχησις. καὶ ᾠδή
Σαλμυδησ(ός)· αἰγιαλὸς περὶ τὸν Εὔξεινον πόντον
σάλος· φροντίς, ταραχή. κλύδων, καὶ ἡ τῆς θαλάσσης κλύδωνος κί-
νησις
σαλοῦσα· φροντίζουσα
σάλπη· ἰχθῦς ποιός, ὃν καὶ {βοῦν} καλοῦσιν
σαλπιγκτής· ὁ τῆς σάλπιγγος φωνοβόλος
σάλπιγξ· σιγηνοσάλπιγξ. ἀντὶ τοῦ κήρυξ. τινὲς δὲ ὄρνιν ποιόν. καὶ
ὄργανον πολεμικόν. καὶ θαλασσίαν σάλπιγγα. παρὰ Ἀρχιλόχῳ δὲ τὸν
στρόμβον. ἐκδέχονται δὲ καὶ {Σάλπιγγος Ἀθηνᾶς} ἱερὸν παρὰ
Ἀργείοις
σαλπι(ς)τής· ὄρνεόν τι
σαλύγα· ἡ συνεχὴς κίνησις
σαλύγην· τὴν γινομένην κίνησιν ἐκ τῆς καταφορᾶς τοῦ ἀτράκτου οὕτω
καλεῖσθαί φασι
σάλω· ἀρκεῖ. παρὰ Ῥίνθωνι
σαλῶος· ὁ πεφροντισμένος. ἡ γὰρ φροντίς {σάλα}
σᾶμα· μνῆμα, Δωριεῖς δὲ στοιχεῖον
σάμαινα· εἶδος νεώς, ὑὸς ἔχουσα προτομήν
σαμαίνεται· σφραγίζεται. παρὰ Ἐπιχάρμῳ
σαμάκια· κοσμαρίου εἶδος
σάμαξ· ὕλη τις δρυώδης, οἷον βούτομον. οἱ δὲ φορμόν. καὶ οἱ πλείους
(σάκταν) ἀπὸ τοῦ σάττεσθαι. ἔνιοι δὲ τὴν βούτομον καλεῖσθαι σά-
μακα. καὶ τοξικὸς κάλαμος. ἀφ' οὗ τὰ λεπτὰ συνάγοντες στιβάδια
ποιοῦσιν
σαμβά· ὀσφῦς. ὀφρῦς
σάμβαι· [θύραι.] [σάμβαλα]
σάμβαλα· σάνδαλα
σαμβύκη· οὐ μόνον τὸ μουσικὸν ὄργανον, οὗ μέμνηται Ἰόβας· ἀλλὰ
καὶ πολιορκητ(ικ)όν, οὗ Βίτων
σάμεα· τὰ ἐν ταῖς ὤαις τῶν ἱματίων παράσημα. Λάκωνες
σαμένορα· τὸν βραβευτὴν τῶν σφαιριζόντων
σάμερα· σάμερος. σήμερον
σάμερον· σήμερον, νῦν. Ταραντῖνοι
Σάμη· πόλις Κεφαλ(λ)ηνίας
Σαμία· εἶδός τι ἀμπέλου
Σαμία γῆ· ἰατρικὸν μῖγμα, ὅμοιον τῇ ἱερᾷ τριαδικῇ
Σαμιακὸς τρόπος· δύο δηλοῖ ἡ λέξις· ἓν μὲν τὸ ἐπὶ διαβολῆ τῶν
Σαμίων θρυλλουμένων ὡς κατεαγότων· ἕτερον δέ, ὅτι αἱ λεγόμεναι
Σάμαιναι ναῦς κατέστρωντο δι' ὅλου. Δίδυμος δὲ τὰς Σαμαίνας
ἰδιαιτέραν παρὰ τὰς ἄλλας ναῦς τὴν κατασκευὴν ἔχειν· εὐρύτεραι
μὲν γάρ εἰσι τὰς γαστέρας. τοὺς δὲ ἐμβόλους σεσίμωνται, ὡς δοκεῖν
ῥύγχεσιν ὑῶν ὁμοίως κατεσκευάσθαι, οἷον ὑοπρώρους εἶναι. διὸ καὶ
ἐπὶ τ(οι)αύτης λέγεται·
ναῦς δέ τις ὠκυπόρος Σαμία ὑὸς εἶδος ἔχουσα
σαμίθη· ῥόφημά τι, ὡς Γλαυκίας ὁ ἰατρός
σαμινά· θαμινά. συνεχῶς. Λάκωνες
Σαμίων ὁ δῆμος· φησί τι(ς) παρὰ τῷ Ἀριστοφάνει, τοὺς ἐκ τοῦ μυ-
λῶνος ἰδὼν Βαβυλωνίους·
Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος·
καταπληττόμενος τὴν ὄψιν αὐτῶν, καὶ ἐπαπορῶν. ἔστι δὲ καὶ ἑτέρα
ἱστορία, δι' ἣν {πολυγράμματον} ἔφη {δῆμον}· ἐπειδὴ Ἑλλήνων
Σάμιοι πολυγράμματοι ἐλέγοντο πρῶτοι καὶ χρησάμενοι καὶ δι(α)δόντες
εἰς τοὺς ἄλλους Ἕλληνας τὴν διὰ τῶν τεσσάρων καὶ εἴκοσι στοιχείων
χρῆσιν
σάμμα· ὄργανον μουσικὸν παρὰ Ἰνδοῖς
Σάμου ὑληέσσης Θρηϊκίης· τῆς Σαμοθρᾴκης. ἄλλοι τῆς πρὸς
Θρᾴκῃ Σάμου, ᾗ ὁμωνύμως λέγεται καὶ τὸ ἐν αὐτῇ ὄρος. οὐ μνημο-
νεύει, ἀλλὰ πάντοτε αὐτὴν Σά[λα]μον καλεῖ, καὶ οὐδέποτε Σαμοθρᾴ-
κην κατὰ σύνθετον
Σαμονία· οἱ δὲ {Σαμορινία}. ἡ Ἔφεσος
σαμυλίς· ἡ πρόπολις ὑπὸ τῶν μελισσουργῶν
σαμφόρας· σαμφόραι ἵπποι λέγονται, οἷς ἐπικεχάρακται τὸ C στοι-
χεῖον. τοῦτο γὰρ {σὰν} ἔλεγον
σαμψοῦχος· πλείστη γίνεται ἐν Αἰγύπτῳ. ἄλλοι δὲ μάραθον καλοῦ-
σιν αὐτήν
σαμώσῃ· κεραυνώσῃ
σάναπτιν· τὴν οἰνιώτην. Σκύθαι
σανδα[λα]ράχη· χρώματος εἶδος
σανδαία· τροπὴ ἀπὸ γῆς. ἔνιοι δὲ τὸν λίβα ἄνεμον
σανδάλια· σάνδαλα· γυναικεῖα ὑποδήματα, ἃ καὶ βλαυτία. καὶ ἰατρι-
κὸς ἐπίδεσμος {σανδάλιον}
Σανδαλιῶτις· ἡ Σαρδὼ πάλαι
σανδαράκη· τροφή τις τῶν μελισσῶν. ὡς Ἀριστοτέλης
Σανδαροφάγος· ὑπὸ Ἀλεξάνδρου ποταμὸς μετωνομάσθη, καὶ ἐκλήθη
Ἀκεσίνης. [καὶ εἶδός τι μεταλλικόν
σάνδυξ· δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει,
ὡς Σωσίβιος. ἢ φάρμακον ἰατρικόν. καὶ κιβωτός
σανθείς· [αἰσθόμενος, γνούς]
σανίδες· θύραι
(Σ)ανίκετις· θεοφιλής
σανίς· θύρα. λεύκωμα, ἐν ᾧ αἱ γραφαὶ Ἀθήνησιν ἐγράφοντο πρὸς
τοὺς κακούργους. τίθεται δὲ καὶ ἐπὶ τοῦ (ς)ταυροῦ
σάνιτρα· τροφός, τιθήνη
σαννάδας· τὰς ἀγρίας αἶγας
σάννιον· τὸ αἰδοῖον, ἀντὶ τοῦ κέρκιον· [παρὰ τὸ τῇ κέρκῳ σαίνειν.]
τὸ γὰρ αἰδοῖον ἐσθ' ὅτε οὐρὰν ἔλεγον, ὡς Εὔπολις
σαν(ν)ιόπληκτος· αἰδοιόπληκτος
σαννίς· δρυοσάνδραξ. Θούριοι
σάννορος· μωρός, παρὰ Ῥίνθωνι. Ταραντῖνοι
σάνουροι· [τὰς οὐρὰς σαίνοντες] ........
σάξαι καὶ {σάττειν}· νάξαι. ν(ά)σσειν
σάξασθαι· ὁπλίσασθαι. [πλήσασθαι]
σαοῖ· βοηθεῖ, καὶ σώζει
σαοσίμβροτος· ὁ σώζων ἀνθρώπους
σαόφρων· σώφρων
Σάπαι· ἔθνος Θρᾴκιον
σαπέρδης· ὄνομα ἰχθύος. οἱ δὲ ταρίχου εἶδος. ἄλλοι ὑπὸ Ποντικῶν
τὸν κορακῖνον ἰχθύν
σάπιθος· θυσία. Πάφιοι
σαπρία· σῆψις, σάθρωμα. τυδράκιν
σαπριοῦσι· σήπουσι
σαπρόν· παλαιόν. αἰσχρόν, ἀκάθαρτον
σαπύλλειν· σαίνειν. Ῥίνθων
(*)σάμφαρος· μωρολόγος
σαράβαρα· τὰ περὶ τὰς κνημῖδας ἐνδύματα
σάραβος· τὸ γυναικεῖον αἰδοῖον
σάραγος· ὑπηρέτης ὁ σαρῶν τὰς δημοσίας στοάς
Σάραπις· Περσικὸς χιτὼν μεσόλευκος, ὡς Κτησίας· "καὶ διαῤῥηξα-
μένη τὸν σάραπιν καὶ τὰς τρίχας καθειμένη ἐτίλλετό
τε καὶ βοὴν ἐποίει}." καλεῖται δὲ καὶ ὁ Πλούτων οὕτως
σαραπίους· τὰς μαινίδας. Περγαῖοι
σαραφίν· [γνώσεως πληθυσμός, ἢ σοφίας χύσις]
σαραχηρώ· παρὰ Βηρώσῳ ἡ κοσμήτρια τῆς Ἥρας
σαργάναι· δεσμοί, καὶ πλέγματα γυργαθώδη σχοινίων ἀγχυράγωγα
σάργανος· ὁ ἀγροῖκος
σαρδαναπαλᾶ· ἀλλοιᾶ
Σαρδανάπαλ(λ)ος· πάντες σχεδὸν ἁπάσης ἀκολασίας καὶ τρυφῆς
δοῦλον τοῦτον ἀναγράφουσι γεγονέναι. καὶ ἐπὶ τῷ μνήματι αὐτοῦ ἐν
τῇ Ἀσσυρίᾳ ἐν Νίνῳ φασὶν ἐπιγεγράφθαι Ἀσσυρίοις γράμμασι· {Σαρ-
δανάπαλ(λ)ος} ........ γεγόνασι δὲ δύο Σαρδανάπαλ(λ)οι
σαρδανάφαλλος· γελωτοποιός
σάρδιον· βοτάνη ἐστὶ δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος
αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων τοῦ στόματος συστα-
λέντων ἐκ τοῦ τοιούτου σπασμοῦ γυμνοῦσθαι λοιπὸν καὶ τοὺς ὀδόν-
τας, καὶ γέλωτος φαντασίας δείκνυσθαι τοῖς ὁρῶσιν. ἔνθεν τὸ {Σαρ-
δόνιος γέλως}
σαρδόνες· ἐν κυνηγετικῷ μέρη τινὰ δικτύων δηλοῦνται
Σαρδόνιος γέλως· ὁ καθ' ὑπόκρισιν ἢ ἐπὶ κατάρᾳ ἐῤῥιμμένος γέ-
λως. ἢ ὑποκοριστικῶς {Σαρδόνιος γέλως}. οἱ τὴν Σαρδόν(α) κατοι-
κοῦντες τῷ Κρόνῳ ἔθυον γελῶντα(ς) καὶ ἀσπαζόμενοι ἀλλήλους·
αἰσχρὸν γὰρ ἡγοῦντο δακρύειν καὶ θρηνεῖν· τὸν οὖν προσποιητὸν γέ-
λωτα κληθῆναι Σαρδόνιον. τινὲς δὲ ἀπὸ Σαρδόνος τῆς νήσου. φύεται
γάρ τις βοτάνη ἐνταῦθα, ἧς οἱ γευσάμενοι μετὰ σπασμοῦ καὶ γέλω-
τος ἀποθνήσκουσιν. ἄλλοι τὸν καθ' ὑπόκρισιν γινόμενον γέλωτα {Σαρ-
δόνιον} καλεῖν εἰώθασιν, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσιν
σάρδοντα· διαπίπτοντα
σαρδώ· ἐν Πασιφάῃ τὸ σαρδόνιον ἡ σφραγὶς εἴρηται
Σαρδώ[ν]· νῆσος μεγάλη, πλησίον Ἀφρικῆς, ἡ καὶ Σαρδών[η]
σάρητον· ὁ σάραπις. [καὶ] εἶδος χιτῶνος
*σαρκῶν· σπερμολόγος
σάρι[ν· σαρὸν] φυτόν τι γινόμενον ἐν τοῖς κατ' Αἴγυπτον ἕλεσιν
σαρίν· ὀρνέου εἶδος, ὅμοιον ψάρῳ
σαρίρ· κλάδος φοίνικος Λάκωνες
σάρισ[ς]α· δόρυ μακρόν, εἶδος ἀκοντίου Ἑλληνικοῦ, σπάθη βαρβαρική.
Μακεδόνες
σαρκάζει· μειδιᾷ, εἰρωνεύεται, καταγελᾷ. ἀπὸ τοῦ σεσηρέναι
σαρκάζων· μετὰ πικρίας γελῶν
σαρκάσας· μετὰ πικρίας ἢ ἠρέμα τὰ τῶν χειλέων σάρκας διανοίξας,
γελάσας
σαρκήρη στάχυν· τὸν ἐκ σαρκῶν συνηρμοσμένον, καὶ οὐκ ἐκ κριθῶν
συνεστῶτα, οἷον ἄνθρωπον
σαρκοβόρα· σαρκοφάγον
σαρκοκόλ(λ)α· φυτοῦ δάκρυον
σαρκῶν· σεσηρώς
σάρματα· καλλύσματα. καὶ κόπρια παρὰ Ῥίνθωνι
σάρμοι· θερμοί. Καρύστιοι
σαρμός· σωρὸς γῆς. καὶ κάλλυσμα. ἄλλοι ψάμμον, ἄλλοι χόρτον
σάρον· Ἴων Ἀργείοις· ὡς παλαιὸν ἀκίσσαρον. βαρυτονητέον, ὡς παρὰ
Σώφρονι. θέλει δὲ λέγειν, ὅτι ἄχρηστοί εἰσι διὰ τὸ γῆρας
σάρον· κάλ(λ)υντρον. Βυζάντιοι
σαρός· ἀριθμός τις παρὰ Βαβυλωνίοις. [ἢ κάλυντρον]
Σαρπηδόνιον· τὸ μέγα. καὶ ἡ ἐν Θρα[ισή]κῃ καὶ Κιλικίᾳ πέτρα
ὑψηλοτάτη
Σαρπήδοντος· Σαρπηδόνος. ἅλις δὲ ταύτῃ χρῆται τῇ γενικῇ Σαρ-
πήδοντος. ἔστι δὲ Αἰολικὴ ἀπὸ εὐθείας τῆς {Σαρπηδών}
Σαρπηδών· κόσμος τῶν θεῶν, ἀπὸ μέρους. ἔστι δὲ ἀπὸ λίθου σαρ-
πηδονίου καλουμένου. καὶ ὄνομα κύριον
Σαρπηδὼν ἀκτή· ἀντὶ τοῦ Σαρπηδονία. τόπος δὲ οὗτος Θρᾴκης,
ἀεὶ κλύδωνας ἔχων καὶ κυματιζόμενος, ἱερὸν Ποσειδῶνος
σάρπους· κιβωτούς. Βιθυνοὶ δὲ ξυλίνους οἰκίας
σαῤῥυφθεῖν· μωραίνειν
σάρσαι· ἅμαξαι
σαρσίτει· χορὸς πρὸς μύλον ποιούμενος τὴν χορείαν. Λάκωνες
σαρῶ· κοσμήσω
σάρων· λάγνος. τινὲς δὲ τὸ γυναικεῖον
σαρῶνες· τὰ τῶν θηρατῶν λινά
Σαρωνία Ἄρτεμις· Ἀχαιὸς Θησεῖ. ἀπὸ τοῦ ἐν Τροιζῆνι Σαρωνι-
κοῦ κόλπου
*σασαλαγεῖ· θρηνεῖ
σαρωνίδες· πέτραι. ἢ αἱ διὰ παλαιότητα κεχηνυῖαι δρύες
*σάτρα· σηπία
σάσαι· καθίσαι. Πάφιοι
*σάτον· σιτικὸν μέτρον
σαταρίδες· σαταρνίδες. κόσμος κεφαλῆς γυναικεῖος
σᾶτε[ῖ]ς· τὸ ἐπ' ἔτος. Δωριεῖς
σάτιλλα· π[η]λειὰς τὸ ἄστρον
σατίναι· αἱ ἅμαξαι
Σατνιόεις· ποταμὸς ἐν Λελεγείᾳ. οἱ δὲ Λέλεγες Καρῶν γένος, πλη-
σιόχωροι αὐτοῖς ὄντες. ἔστι δὲ καὶ Κιλικίας ποταμός
σατός· ἐπ' ἔτος
σατράπαι· ἀρχηγοί, στρατηλάται. Περσικὴ δὲ ἡ λέξις
Σατριάς· ἔθνος Αἰθιόπων
σάττα· κάλυμμα κεφαλῆς γυναικείας
σατήοραι· σκάφαι βοτρύων, παρὰ Λάκωσιν
*σαττίν· ὄνομα τόπου
σατύραν· καταφερῆ
σατύριον· πόα τις συνεργὸς πρὸς τὰς Ἀφροδισίας ὁρμάς. καὶ ζῶον
τετράπουν, ἢ λιμναῖον
σάτυροι· μορφαὶ ἀπρεπεῖς
σάτυρος· ἡ ἔντασις. ἢ χορευτής
σαυᾶδαι· σαῦδοι. Ἀμερίας τοὺς σειλείνους οὕτω καλεῖσθαί φησιν ὑπὸ
Μακεδόνων
(*)σάνη· ὁ κόσμος Βαβυλώνιος
σαυκόν· ξηρόν. Συρακούσιοι
σαυκρόν· ἁβρόν. ἐλαφρόν. ἄκρον.
*σάτων· [μόδιος γέμων, ἤγουν ἓν ἥμισυ μόδιον Ἰταλικόν
σαυαρόν· ἁβρόν. ἐλαφρόν. ἄκραν.] τρυφερόν. σεμνόν. σοβαρόν
σαυκρόποδες· ἁβρόποδες
σαῦλα· κοῦφα. ἥσυχα. τρυφερά
σαῦλον· ἁβρόν. κοῦφον. ἄκρον. τρυφερόν. Ἀττικοί
σαυλοῦσθαι· τρυφᾶν, θρύπτεσθαι, ἐναβρύνεσθαι
σαυλοῦ· θρύπτου
σαύλωμα· θρύμμα
σαυλάτηρ· [δορατοθήκη]
σαυνά· ἁπαλά
σαυνίον· ἀκόντιον βαρβαρικόν. καὶ σαθρὸν, χαῦνον, ἀσθενές, παρὰ
Κρατίνῳ
σαύρα· τὸ ἑρπετὸν ζῶον. καὶ ἰχθῦς μέγιστος, σαῦρος
Σαῦραι· ἔθνος Θρᾴκιον
σαυρῖται· εἶδός τι ὄφεων
σαυρίγγη· πόα τις. καὶ τὸ ζῶον ἡ σαύρα
σαυροβριθὲς ἔγχος· ἐκ τοῦ σαυρωτῆρος βαρύ. καὶ Αἰσχύλος {ὀπι-
σθοβριθὲς ἔγχος} ἔφη
σαυρωτή· ποικίλη
σαυρωτήρ· τὸ ἔσχατον σιδήριον τοῦ δόρατος. δηλοῖ δὲ καὶ στάθμην
κεστόν
σαυρωτῆρες· τοῖς (ς)τύραξιν τῶν ὀπίσω τῶν δοράτων, ἤτοι σιδήρου
τοῦ δόρατος
σαυρωτῆρος τοῦ σιδηρίου
σαυρωτοῖς δόρασι· τοῖς σαυρωτῆρας ἔχουσι κατὰ τῆς ἐπιδορατίδος
σαύσακας· τυροὺς ἁπαλοὺς εὐτρόφους. καὶ δοκοῦσι δὲ οὗτοι ἐπιφό-
ρους ποιεῖν πρὸς συνουσίαν
σαυσαρόν· ψιθυρόν
σαυσιαλεῖ· μαστιγᾶται. Ἠλεῖοι
σαυτορία· σωτηρία. Ἀμερία(ς)
σαυχμόν· σαχνόν, χαῦνον, σαθρόν, ἀσθενές
σάφα· σαφῶς, φανερῶς, λαμπρῶς
σαφές· τὰ αὐτά
σαφηνιεῖ· ἑρμηνεύ(ς)ει
σαφήνισον· ἑρμήνευσον
σαφήτωρ· μάντις ἀληθὴς, μηνυτής, ἑρμηνεύς
*σάγματα· φορτία
*σαγμίς· ἡτοιμασμένος
σαχνόν· ἀσθενές, χαῦνον
σαψίς· ὁ ἀγαθὸς δαίμων, παρὰ Ἀράβοις
σάω· σῶζε, σῶσον
σαώζει· σώζει
Σαωκίς· ἡ Σαμοθράκη οὕτως ἐκαλεῖτο τὸ πρότερον
σαωμένα· θεωροῦσα
σαώς· ἥλιος. Βαβυλώνιοι
σαώσεις· σώσεις
σαώ(σο)μεν· σώσωμεν
σαώτερος· ὑγιέστερος. σῶος. ὑγιής. ἢ σωτηριώτερος. ἀπὸ πρωτοτύπου
{σάος} Αἰολικοῦ
σαωτηρία· σωτηρία
*σαόφρονα· σώφρονα
σβέννυται· κατασβέννυται
σβέσαι· παῦσαι, κατασβέσαι
σεαυτόν· τοῦ σοί
σέβαμα· [ἐπιστροφὴ πονηρά]
σέβας· τιμή. θαῦμα. θάμβος, ἔκπληξις. αἰδώς
σεβάσμιον· τιμητόν, προσκυνητόν
σεβάσσατο· σεβαστὸν ἡγήσατο, ἐτίμησεν, ἐνετράπη
σεβαστός· προσκυνητός, τιμητός
σεβέννιον· τὸ ἐπ' ἄκρῳ τῷ φοίνικι φλοιῶδες γινόμενον
σέβερος· εὐσεβής, δίκαιος
σέβεσθαι· αἰδεῖσθαι, ἐντρέπεσθαι. προσκυνεῖν. αἰσχύνεσθαι
σέβηται· λατρεύηται. ἢ αἴδηται
σεβιστόν· τιμητόν
σέβις· πυξίς
σεγάνιον· γυργαθῶδες πλέγμα παρὰ Ῥοδίοις
σέδας· καθέδρας
σε(.)έλλισαι· Φρύνιχος ἐν Κρόν[ί]ῳ·
ἄγαμαι Διονῦ σοῦ στόματος, ὡς σε(.)έλλισαι
κεκόμπακας πολλάκις. Αἰσχίνης τις ὑπῆρχε, Σέλλου καλούμενος, ἀλα-
ζὼν καὶ ἐν τῷ διαλέγεσθαι καὶ ἐν τῷ προσποιεῖσθαι πλουτεῖν, πε-
νόμενος καθ' ὑπερβολήν, ὡς τοὺς παραπλησίους τούτῳ καλεῖσθαι .....
*(Σ)εδέκ· πόλις Μωαβιτῶν. ἑρμηνεύεται δὲ μελέτησις
σέθεν· σοῦ. ἰσοδυναμεῖ δὲ αὐτῷ καὶ τὸ {σεῦ} καὶ τὸ {σέο} καὶ {σεῖο}·
τὸ δὲ καθ' Ὅμηρον τοῦ σοῦ σύναρθρον·
μνῆσαι πατρὸς σεῖο
καὶ σοῖο ἢ ἐκ σοῦ
σεῖα· ἐδίωξα. Βοιωτοί
σεῖν· θεῖν. Λάκωνες
σεῖναι· θεῖναι. Κρῆτες
σείεις· ἐξαπατᾷς. Ἀττικοί
Σ[ε]ιθωνίη]· ἡ Θεσσαλία
*σεῖο· σοῦ ἢ τοῦ σοῦ
σειομένους· καθαλλομένους
*σ[ε]ίνεται· κακοποιεῖ
*σεῖο φονῆος· τοῦ σοῦ φονέως
*σεῖον ζυγόν· ἀπὸ τοῦ παρακολουθοῦντος, συνεχῶς καὶ ἐπιτετα-
μένως ἔτρεχον
σειραί· πλέγματα, ἡνίαι, ἢ πλεκτοὶ ἱμάντες
σειραχθῆσαι· [χρεῶν ἀποκοπαί]
σειραφόρον· ἡγεμονικόν. μετῆκται δὲ ἀπὸ τῶν δεξιοσείρων ἵππων
σειρή(ν)· ἡ ἀναδέσμη. καὶ μέλιττα, ἢ μελίττης οἶκος. καὶ ὀρνιθά-
ριόν τι ποιόν. καὶ ἱμάτιον ἀσπάθητον λεπτόν
*σειρή· ἅλυσις, δεσμός
σειρῆνες· οἱ λεπτοὶ καὶ διαφανεῖς χιτῶνες
σειριᾷ· φλεγμαίνει, καροῦται
σειρίδας· τὰς σειράς
σείριος· ὁ ἥλιος. καὶ ὁ τοῦ κυνὸς ἀστήρ
Σειρίου κυνὸς δίκην· Σοφοκλῆς τὸν ἀστρῷον κύνα. ὁ δὲ Ἀρχί-
λοχος τὸν ἥλιον. Ἴβυκος δὲ πάντα τὰ ἄστρα
[σειροί ἐπαύλεις]
σειρῆνες· [οἱ μὲν ἔξω γυναῖκάς φασι μελῳδούσας, ὁ δὲ Ἀκύλας
στρουθοκάμηλον]
σειρομάστης· εἶδος ἀκοντίου
σειρομαστῶν· δορυφόρων. καὶ εἶδος λόγχης
σειρόν· τὸ ἀνδρεῖον, θέριστρον. Σικυώνιοι
σειροφόρος· οἰωνὸς ἡγεμονικός
σεῖσαι· συκοφαντῆσαι. ἀπὸ τῶν τὰ ἀκρόδρυα σειόντων
σείσατο· ἐσείσθη
σεισάχθεια· Σόλων χρεῶν ἀποκοπὴν δημοσίων καὶ ἰδιωτικῶν ἐνομο-
θέτησεν, ἥνπερ σεισάχθειαν ἐκάλεσε, παρὰ τὸ ἀποσείσασθαι τὰ
βάρη τῶν δανείων
σεισμός· τρόμος
σεισόφελος· τὸ τῶν τροχίλων εἶδος
σείσων· ἄγγος κεραμεικόν, ἐν ᾧ τοὺς κυάμους φρύγουσιν
σεῖφα· σκοτία. Κρῆτες
σεκάνες· πόῤῥωθεν
σεκούα[να]· σικύα
σεκουάνη· ἐλαίας εἶδος. Λάκωνες
σέκρετον· [συνέδριον]
σελαγίζει· αἴθεται, φλέγεται. ἀπὸ τοῦ σέλας
σελαγεῖται· τὰ αὐτά
σέλαιναι· λαμπάδες
σελάοντες· λάμποντες
σέλας· φῶς, αὐγή. πῦρ, φλόξ, φέγγος τοῦ πυρός, λαμπρότης. [ἢ κα-
θέδρα(ς)]
σελάσει· [φλέγει, λαμπαδίζει]
Σελ(.)ασία· Ἄρτεμις
Σελ(.)ασία· τόπος τῆς Λακωνικῆς, ὅθεν εἰκὸς κληθῆναι τὴν Ἄρ-
τεμιν
σέλας· φῶς {πυρός}, ἢ λαμπρότης τοῦ πυρός, περιφραστικῶς· ἔνθεν
καὶ σελήνη, παρὰ τὴν λαμπρότητα τὴν περὶ αὐτὴν γινομένην τοῦ
ἡλίου·
εἵατο πεντήκοντα (σέλᾳ) πυρὸς αἰθομένοιο
σελασφόρος· λαμπροφόρος
σελάτης· κοχλίας
σελάχιον· κόμμα ἰχθύος. ἢ τὰ σελάχια λεγόμενα. τινὲς δέ φασι·
σελάχη λέγεται, ὅσα ἄποδα ζωοτοκεῖ. Σέλαχος δὲ λέγεται τὸ ἐκ τοῦ
σελαχίου ψαρίου
σελάχη· εἴδη θαλασσίων θηρίων
σελαχίας· εἶδος ἰχθύων (οὐ) μεγάλων
σελευκίς· εἶδος ἐκπώματος, ἀπὸ τοῦ βασιλέως κληθέν. καὶ ὑπόδημα
γυναικεῖον. καὶ ὄρνεον ἀκριδοφάγον
σελήνας· πόπανα, τῷ ἄστρῳ ὅμοια πέμματα
σεληνίς· φυλακτήριον, ὅπερ (δέρης) ἐκκρέμαται τοῖς παιδίοις
Σεληπιάδαο· Σεληπίου υἱοῦ
σελίαρ· φοίνιξ
σελίδες· τὰ μεταξὺ διαφράγματα τῶν διαστημάτων τῆς νεώς. καθά-
περ καὶ ἐν τοῖς βιβλίοις, τὰ μεταξὺ τῶν παραγραφῶν
σέλινον· τὸ γυναικεῖον
σελινουσία· κράμβης εἶδος
σελίνου στέφανος· πένθει προσήκων. διὰ τοῦτο καὶ ἐν τῷ Ἰσθμικῷ
ἀγῶνι στεφάνῳ ἐχρήσαντο αὐτῷ
σελίς· πτυχίον, καταβατὸν βιβλίου. ἢ [ἔνδοξον
Σελλάδαι· γένος ἰθαγενῶν
σελληγορεῖ· εὐχερείας ἀναφώνημα
Σελλήεις· ποταμὸς Θεσπρωτίας, ἀφ' οὗ καὶ τὸ ἔθνος Σελλοί, καὶ
ἄλλο(ς) τῆς Τρωάδος. οἱ δὲ ἀναγινώσκοντες κατὰ συναλοιφὴν
ἀμφὶ δέ σ' Ἑλλοί
οὐχ ὑγιῶς ἀκούουσι τὸ ἔθνος
Σελληϊάδεω· Σελ(λ)έως υἱὸς ὁ μάντις, Βατουσιάδης τὸ ὄνομα
σελλίζεσθαι· ψελλίζεσθαι. τινὲς δὲ {σελλίζει}· ἀλαζονεύει
σέλματα· τὰ ζυγὰ τῆς νεώς· ἢ τὰ ἀπὸ τοῦ ζυγοῦ εἰς τὸν ζυγὸν δια-
στήματα. ἢ αἱ καθέδραι τῶν ἐρετῶν, καὶ συναρμογαὶ τῶν σανίδων
σέλμενοι· γενόμενοι
σελμίς· ὁρμιὰ τριχίνη. καὶ τὰ ἰκρία
σελμῶν· σανίδων. ἀνταπόδοσις
Σελοί· [ἔθνος ἐν Δωδώνῃ. ἢ πτωχοί]
σέλπιδες· σχεδίαι
σέλπον· σίλφιον
Σελχροί· Πέρσαι
σεμαλία· ῥάκ[κ]η. Ἀργεῖοι
σεμέλη· τράπεζα. παρὰ δὲ Φρυνίχῳ ἑορτή
σεμελοιρίδαι· οἱ ἄνευ κελύφους· οὓς ἔνιοι λίψακας
σέμελος· κοχλίας
σεμίαρ· χιτών. ἢ πλὰξ ἀντὶ στέγης ἐπικείμενος, ὡς Λάκωνες
Σεμίραμις· περιστερὰ ὄρειος Ἑλληνιστί
σεμνὰ τῆς σῆς παρθένου μυστήρια· Σοφοκλῆς. τὰ ἄῤῥητα, καὶ
ἀνεξήγητα μυστήρια
σεμναὶ θεαί· τὰς Εὐμενίδας οὕτως ἔλεγον, καὶ Ἐριν[ν]ύας ἐπὶ εὐ-
φημισμῷ
σεμνή· τιμία. σώφρων
*σεμνεῖον· οἶκος ἱερός
σεμνολόγημα· ......
σεμνόν· κατάστυγνον, καὶ ἥσυχον. δηλοῖ δὲ καὶ ἔνδοξον, καὶ θαυ-
μαστόν, καὶ ἄξιον ἐντροπῆς, καὶ μέγα, καὶ ἕξιν ἔχον
σεμνύνεσθαι· κομπάζεσθαι, μέγα φρονεῖν. λαμπρύνεσθαι
σεμνυνόμενος· κομπάζων, μέγα φρονῶν. λαμπρυνόμενος
σέμπαδα· ὑποδήματα
Σέξ[ε]στος· ὄνομα κύριον
σεπτά· θαυμαστά, σεβάσμια
σεπτεύειν· σέβειν
σεπτευομένης· εὐχομένης, σεβομένης
σεπτοί· [μεταβαλλόμενοι]
σεπτόν· ἔντιμον, ἅγιον, σεβάσμιον, σεβαστόν
σεπ[τ]υΐς· πυξίς
σεργοί· ἔλαφοι
σερήτιον· ἡ σερίς
σερί· [ζωστήρ]
*σειρομάστης· εἶδος (ἀ)κονταρίου
σερίδες· σειραί
σερίζω· στηρίζω. στηρίζομαι
Σέριφος· Ἀριστοφάνης τὴν Λακεδαίμονα Σέριφον. ἔστι δὲ καὶ πόα
σέριφος λεγομένη
σέρκος· ἀλεκτρυών. καὶ ἀλεκτορίδες {σέλκες}
σερμοί· θερμοί
σερός· χθές. Ἠλεῖοι
σέρτης· γέρανος. Πολυῤῥήνιοι
σέρφοι· οἱ πτερωτοὶ μύρμηκες
σές· ἔλαθες. Πάφιοι
σέσακται· ἔσταλται. καθὸ καὶ ἡμεῖς τὴν στολὴν {σάγην} λέγομεν
σεσαλαγμένον· σεσαγμένον, διατεταγμένον
σεσάχθαι· ἐσκευάσθαι, καθοπλίζεσθαι. {Σάγη} γὰρ ἡ καθόπλισις
σεσελίσθαι· ἀλαζονεύεσθαι καὶ σκώπτειν, ἀπὸ Αἰσχίνου τοῦ
Σελλοῦ
σέσελι· πόα τις
σεσήκασμαι· πεπλάνημαι
σέσηλοι· κοχλίαι. Λάκωνες
σεσημασμένον· ἐσφραγισμένον
σεσηνομένον· [διασεσυρημένον]
σεσηπυῖα· διεῤῥωγυῖα
σέσηρε· γελᾷ δολίως. ψύχει τοὺς ὀδόντας (γελῶσα)
σεσηρέναι· γελᾶν προσποιητῶς [γελῶσα]
σεσηρυῖαι· γελῶσαι κατὰ θυμοῦ, ἢ ἐν ὑποκρίσει, ἢ προσποιητῶς
σεσηρώς· κεχηνώς. διηνοιγμένον, ἀνοικτὸν ἔχων στόμα
σεσιμωμένος· .......
σεσοβημένος· τεθορυβημένος, ἄτακτος τῇ κινήσει, τεταραγμένος
σέσοψ· ποιὸς ἰχθῦς
σεσύανται· ὡρμήκασιν
σέσυφος· πανοῦργος
σεσωρευμένα· βεβαρημένα
σεσωσμένος· γυναικὶ συγγεγονώς
σεπτηρία· καθαρμός. ἔκθυσις
σεῦ· σοῦ
σεῦα· ἐδίωξα
σεῦαι· (ἀ)πελάσαι. ἐλάσαι. διῶξαι. ἢ ὁρμὴν ἐμβαλεῖν
σευάμενος· ὁρμήσας, καὶ τὰ ὅμοια
σεύ[άς]ας· παρορμήσας. διώξας·
σεύας ἐκ πεδίοιο
σεῦε· δίωκε
σεύει· διώκει
*σεῦ· σεῖο, σοῦ
σεύεσθαι· ὁρμᾶσθαι, διώκειν
*σεύοντο· ἐπορεύοντο
σευομένη· πορευομένη, ὁρμῶσα
σεύονται· ἀποδιώκουσιν
σεχές· τοῦ Ἑρμοῦ ἀστήρ. Βαβυλώνιοι
σέψασθαι· σεφθῆναι. θαυμάσαι
σέων· σητῶν
σῆ· τρέχε[ι]
σηγᾷ· σιωπᾷ
σηδόν· γλαυκὸν ἔλαιον
σηδρακεῖ· κτυπεῖ
σῆκα· οὕτως ἐπιφθέγγονται οἱ ποιμένες εἰς τὸ συγκλεῖσαι τὰ ποίμνια
Σηκάνη· πόλις Σικελίας
σηκανατὰ καὶ χλουρὰ ῥαβδία
σηκάσθησαν· συνεκλείσθησαν
σηκίς· οἰκογενὴς δοῦλος, ἢ δούλη. οἷον ἐκ τοῦ σηκοῦ
σηκοί· αἱ μάνδραι, αἱ ἐπαύλεις. ἀπὸ τοῦ τὰ εἰσαγόμενα σῶα μένειν
σηκοῖς· ὁμοίως
σηκολόαι· λῃσταί
σηκοκόρος· ὁ τὴν ἐπιμέλειαν τῶν σηκῶν ποιούμενος, [ὅθεν καὶ
{νεωκόρος}. [{Κορεῖν} γὰρ τὸ σαίρειν καὶ {σηκοί} οἱ ναοὶ καὶ αἱ μάνδραι· τὸ
δὲ {κορεῖν} ἀπὸ τοῦ καλλύνειν τὸ ἔδαφος· {κόρη} γὰρ καὶ {κόρος} εἰσὶ τὸ καθα-
ρὸν καὶ καλόν, ἀφ' οὗ καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς διαυγῆ {κόραι} λέγονται. καὶ
ὁ τὰς μάνδρας κοσμῶν καὶ καλλύνων {σηκοκόρος}, καὶ {μυληκόρον} τὸ τὸν
μύλον κοροῦν]
σηκός· οἶκος. τάφος. ναός. μάνδρα. ἐνδότερος τόπος τοῦ ἱεροῦ
σηκύλλαι· αἱ ταμίαι παιδίσκαι
σηκῷ· οἴκῳ, ἐν ᾧ ἔφηβοι γυμνάζονται. ἢ βαθεῖ τόπῳ
σηκωτήρ· ὁ ἀναφορεὺς τοῦ ζυγοῦ
σήλατο· ἔσεισεν, ἐτίναξεν, κατέβαλεν, ἔῤῥηξε
*σήλεκτος· χαμοδικαστής
σήλια· τὰ μικρὰ πιθάρια. καὶ σκεῦος ἀρτοποιητικόν
σῆμα· τάφος. μνῆμα. ἢ ναοῦ εἶδος. [σημαία, σημεῖον]
σημαία· σημεῖον. σίγνον
σήμαινε· πρόστασσε
σημαίνειν· προστάττειν, ἄρχειν. δεικνύειν. δικάζειν. βουλεύεσθαι.
σαλπίζειν
σημάντορες· ἐπιτάκτορες, βασιλεῖς, ἡγεμόνες· ἀπὸ τοῦ σημαίνειν, ὅ
ἐστι προστάσσειν. ἡνίοχοι. ἐπιστάται
σήμαντρα· σφραγῖδες
σημασία· φανέρωσις ......
σήματα· τέρατα, σημεῖα. Ἀττικοὶ δὲ μνήματα
σηματίζονται πέδον· ὅσοι σημειοῦνται, ὅσοι Τρῶες λέγονται εἶναι
Σημαχίδαι· δῆμος τῆς Ἀντιοχίδος φυλῆς
σημεῖον· τέρας. ἢ σφραγίς
σήμερον· αὐτίκα, ταχύ
σημαιναῖον· [σημαίνει]
σημήνασθαι· σφραγίσασθαι
σῆμνον· [μέγα]
σημόκοινος· [ἡ ἀνατολή]
σῆνα· θυσία. Λάκωνες
σήνασα· προσγελάσασα, προσπαίξασα
σηνιατήριον· τὸ κόσκινον
σηνίκη· ἄτροχος ἅμαξα. καὶ τὸ τετράπουν ζῶον, σαύρᾳ παραπλήσιον.
καὶ ζῶον πολύπουν, ὅμοιον τοῖς κατοικιδίοις ὄνοις
σηπεδών· σῆψις
*σηνοῦροι· ταῖς οὐραῖς σαίνοντες
σῆπες· ζῶα ἑρπετά, ὄφεις
σηπετοῦ· σηπεδόνος
σηπόωντο· [ὁρμὴν ἐλάμβανον]
σηποιαλίς· εἶδος ἀμπέλου
σηρά· σκῦλα. ἢ δεσμὸς πλεκτός
σήραγγες· κοιλώδεις τόποι. ἢ κισηρώδεις. ἢ πόροι γῆς λεπ(τ)οφόροι. ἢ
πέτραι
Σηράγγ(ε)ιον· βαλανεῖον
σήραγγος· ἢ σήραγξ. ἐπιθυμία
σηράγκων· σπηλαίων. ἐπιθυμιῶν
σήραγξ· σπήλαιον, κοιλότης, ὕφαλος πέτρα ῥήγματα ἔχουσα
σήραμβος· εἶδος κανθάρου
Σῆρες· ζῶα νήθοντα μέταξαν. ἢ ὄνομα ἔθνους, ὅθεν ἔρχεται καὶ τὸ
ὁλοσήρικον
σηρίον· θηρίον
σηρῶν· σκωλήκων τῶν γεννώντων τὰ σηρικά· {σῆρες} γὰρ οἱ σκώληκες
σής· σκώληξ ὁ ἐν τοῖς μελισσ(ε)ίοις γινόμενος καὶ ὑφάσμασι
σησάμη· σησαμίς. καὶ πλακοῦς ἐκ σησάμης
σησαμίτης· ἄρτου εἶδος
σησαμοειδής· ἐν Ἀντικύρᾳ πόα ἐοικυῖα ἠριγέροντι
σησαμόεσσα· ἐκ σησάμης κατεσκευασμένη μάζα
σησαμόεντ' ἄρτον· οὗτος ἔκειτο ἆθλον τοῖς διαγρυπνήσασι, πυρα-
μοῦς καὶ σησάμινος καὶ τοιαῦτά τινα
Σήσαμος· πόλις Παφλαγονίας
σησαμοῦς· πέμμα ἐκ μέλιτος καὶ σησάμης
σῇσιν· ταῖς σαῖς
σῇσιν ἔχε φρεσίν· ἐν ταῖς σαῖς φύλασσε διανοίαις, καὶ διὰ ψυχῆς
ἔχε καὶ διαμνημόνευε
Σηστός· πόλις Εὐρώπης
σῆστρα· κόσκινα. ἢ κύμβαλα
σητάνιοι· καθαροὶ πυροὶ οὕτω καλοῦνται
σητείους· νέους
σητόβρωια· ὑπὸ σκώληκος βεβρωμένα
σητοδόκιδες· ψυχαί, ἢ πτηνὰ ζῷα
σθεναρά· ἰσχυρά [ζῶα]
σθεναρόν· ἰσχυρόν, ὑγιῆ, ἀσινῆ, ἐῤῥωμένον, δυνατόν
σθένει· δύναται
σθέν(ε)ια· ἀγών τις ἐν Ἄργει οὕτω προσηγόρευτο
σθενής· ἰσχυρός, καρτερός
σθένος· δύναμις, βία, ἰσχύς
σθενώσει· ἐνισχύσει, δυναμώσει
σιάδες· θυσία, παρὰ Λάκωσιν
σίαἱ· πτύσαι. Πάφιοι
σιαλενδρίς· ποιὸς ὄρνις παρὰ Καλλιμάχῳ
σιαλίδων διαλόγων
σιαλίζειν· ὅπερ ἴσον τῷ κατασπᾶν ἑτέρου ἐσθίοντος, ἢ καὶ περὶ δεῖ-
πνον διαλεγομένου καταπίνειν τὸν σίαλον
σιαλίς· βλέννος. Ἀχαιοί
σίαλοι· εὐτραφεῖς, λιπαροί
σιαλοπάλλαγος· ὁ παράληρος, καὶ ἀνόητος
σιαλόρ· θαλίς. Λάκωνες
σίαλος· σίελος. ἀφρός, πτύελος
σιαλοῦται· τρέφεται
σιαλόχους· τοὺς προσραίνοντας σίαλον ἐν τῷ προσδιαλέγεσθαι
σιάλωμα· μέρος τι τοῦ ὅπλου τοῦ καλουμένου θυρεοῦ
σιαλῶσαι· ποικῖλαι
σία(ὁ)ρ· θίασος. Λάκωνες
σιβαία· ἡ σίββα. πήρα
σίβδαι· ῥοιαί
σιβδία· σιδία
σίβληθρα· πόπανα τὰ περικεκνισμένα
σί βόλε· τί θέλεις. Κύπριοι
σιβυλλιᾶ[ν· τὸ τοὺς κροσσοὺς ἀποσείεσθαι
σιβύνη· ὅπλον δόρατι παραπλήσιον
σιγάζοντος· Ξενοφῶν ἐν ἀναβάσει ἐπὶ τοῦ σιγᾶν λιπαροῦντα
σιγαλόεν· ποικίλον τῇ γραφῇ, λαμπρόν. {Σιγάλωμα} γὰρ οἱ σκυτεῖς
λέγουσιν, ἐν ᾧ τὰ δέρματα δασύνουσι
σιγαλόεντα· λαμπρά, ποικίλα, καὶ τὰ ὅμοια
σιγαλ[φ]οί· οἱ ἄφωνοι. καὶ οἱ ἄγριοι τέττιγες
σιγαλώματα· τὰ περιαπτόμενα ταῖς ὤαις
σίγε· θίγγανε. Λάκωνες
σιγέρπης· λαθροδάκτης
σιγηλός· ἄφωνος
σιγημονᾶς· σιγᾷς
σιγηρῶς· σιγηλῶς, ἡσύχως
σίγκηρες· ὑπηρέται βάρβαροι
σίγλαι· ἐνώτια
σίγλον· νόμισμα Περσικὸν δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς. καὶ εἶ-
δος ἐνωτίων. Ξενοφῶν ἐν ἕκτῃ ἀναβάσεως λέγει. δύναται δὲ ὁ σίγλος
δύο δραγμὰς Ἀττικάς
σιγλοφόρων στάσις εὐνούχων· τὰς κατακλεῖδας τῶν ἐνωτίων
{σίγλας} φασίν. οἱ δὲ αὐτὰ τὰ ἐνώτια. ἔστι δὲ καὶ νόμισμα Σαρ-
διανικόν, δυνάμενον ὀκτὼ ὀβολοὺς Ἀττικούς
σίγραι· τῶν ἀγρίων συῶν οἱ βραχεῖς καὶ σιμοί
σίγυνοι· τὰ ξυστὰ δόρατα, ἢ τοὺς ὁλοσιδήρους ἄκοντας
Σιγώρ· πόλις μικρὰ τῆς Παλαιστίνης
σίδαι· ῥοιαί
σίδαιον· ἑτεροκλινές
σιδάρεοι θεοί· παρὰ Ἀριστοφάνει ἐν Νεφέλαις·
σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ
ἐπεὶ οἱ ἐν τῷ Βυζαντίῳ λεπτῷ νομισματίῳ σιδηρῷ καὶ ἐλαχίστῳ
ἐχρῶντο
σιδάριος· χαλκεύς
σίδη· Θεόφραστος φυτὸν ἕτερον τῆς ῥοιᾶς φησιν εἶναι τὴν σίδην, φύ-
εσθαι δὲ ἐν τῷ Νείλῳ
σιδήρ(ε)ιος δ' ὀρυμαγδός· ὁ ἀπὸ τοῦ σιδήρου καὶ τῶν ὅπλων
ψόφος
σιδηρῖτιν τέχνην· τὴν πολεμικήν. ἄλλοι δὲ τὴν Ξανθίου φασίν,
ἤγουν τὴν χαλκευτικήν
σιδηρῖτιν· πόαν τὴν ἑλξίνην καλουμένην. ἔστι δὲ καὶ λίθος, ἀφ' οὗ
οἱ μεταλλεῖς γίγνεσθαι τὸν σίδηρον .....
σίδια· τὰ τῶν ῥοιῶν λέπυρα· {σίδαι} γὰρ αἱ ῥοιαί. τίθεται δὲ καὶ
ἐπὶ πάντων χλωρῶν
σιδίῳ· κόκκῳ ῥοᾶς
Σιδόνιοι· Φοίνικες καὶ οἱ τὴν ἐρυθρὰν οἰκοῦντες θάλασσαν
Σιδουντιάς· κώμη τῆς Κορινθίας
σίδριμνον· εὔζωνον
σίζε· ἤχει. κατὰ μίμησιν ἤχου
σίζει· ῥεῖ. περιῤῥεῖ, τινές. ἄμεινον δὲ ἐπὶ τοῦ σίζειν ὀφθαλμόν
σιζεύς· ἄγναφος
σιηγόνες· γνάθοι
σίκα· ὗς. Λάκωνες
Σικανία· Σικελία πρότερον
Σικανίη· χωρίον Σικελίας
Σικανοί· χοροί τινες
Σικελία· χώρα Θρᾴκης
σικελίζειν· ἀτηρεύεσθαι. οἱ δὲ πονηρεύεσθαι
Σικελὸς στρατιώτης· παροιμιῶδες, ἐπεὶ ξένοις ἐχρῶντο στρατιώ-
ταις ὡς ἐπιπολὺ οἱ περὶ Ἱέρωνα τὸν τύραννον, ὡς διωθουμένων αὐ-
τῶν τὸν μισθόν, μηδενὸς ἀποδιδόντος
σίκεον· ὡς Ἴστρος
*σίκερα· οἶνος συμμιγεὶς ἡδύσμασιν, ἢ πᾶν πόμα ἐμποιοῦν μέθην,
μὴ ἐξ ἀμπέλου δέ, σκευαστόν, σύνθετον
*σικύνδαροι· τὰ προσκυνήματα
*Σίκημα· ἡ νέα πόλις, ἡ ἀναβαίνουσα, ἤγουν ἡ ἐξ ἐθνῶν ἐκκλησία
σίκιννις· ὄρχησίς τις στρατιωτικὴ Σατύρων σύντονος, ἀπὸ τοῦ σεί-
εσθαι καὶ κινεῖσθαι. Ἦν δὲ καὶ {ἐμμέλεια} τραγικὴ καὶ κωμικὴ
{κόρδαξ}
σίκκα· κούφη
σίκλαι· ἐνώτια
σικλός· βάρβαρος σικός
σικύ(α)· εἶδος κολοκύντης. καὶ σκεῦος ἰατρικόν
σικυὸς σπερματίας· ὃν ἡμεῖς μηλοπέπονα
σικύς· ὁ γναφεύς
Σικυών· πόλις .....
σικυωνία· κολοκύντη
σικυώνια· ὑποδήματα γυναικεῖα. καὶ ψέλια
σίκχαι· κράσπεδα
σικχαζόμενος· σκωπτόμενος
σικχός· ὁ μικόρσιτος. ἢ ὁ ἀηδής
σιλαίνει· [σκώπτει, ὑβρίζει]
σιλαπορδῆσαι· ἁβρύνεσθαι, θρύπτεσθαι, χλιδᾶν
σίλβαι· ῥοιαί
σίλβη· εἶδος πέμματος (ἐκ) κριθῆς, σησάμης καὶ μήκωνος
σιλβία· σιδία
Σιλγῖνοι· [οἱ Σάτυροι]
σίλγης· κολυμβητής
σιλήνει· μυλ(λ)ίζει, σκώπτει, σιωπᾷ
Σιληνοί· Σάτυροι
Σιληνίαι· τῆς Σαλαμῖνος, πλησίον τοῦ λεγομένου Τροπαίου
σιληπορδεῖν· σιληπορδῆσαι. στρηνιᾶν, ἁβρύνεσθαι, θρύπτεσθαι, χλι-
δᾶν
σιλλαίνειν· σιλλοῦν. τὸ διασύρειν, καὶ μωκᾶσθαι. ἀπὸ τοῦ τοῖς ἰλ-
λοῖς, τουτέστι τοῖς ὀφθαλμοῖς, σίνεσθαι
*σίκλος· τετράδραχμον Ἀττικόν
σίλλας· ἔμμετρον σκῶμμα
σιλλέα· τρίχωμα. ἢ λεῖον
σιλλεῖ· ἀναξαίνει. λυπεῖ
σιλλοῖ· μωκᾶται, ψέγει, κακολογεῖ
σιλλόν· λευκαίας σχοινίον
σιλλός· ἀναφάλ[λ]αντος. μῶμος, κακολογία, καὶ χλευασμός
σίλλυβα· κροσσοί. οἱ δὲ τὰ ἀνθέμια. καὶ κοροκόσμια .....
σίλλυβον· ἀκανθά(ρ)ιον ἁδρὸν καὶ ἐδώδιμόν τι. [καὶ τῶν βιβλίων τὰ
δέρματα]
σίλμη· [Πλάτωνος]
σιλός· [ἡ πρῖνος. οἱ δὲ τὸν σωρόν]
σίλφιον· ξηρόν. οἱ δὲ νεκρόν
σιλφίου λειμών· Σοφοκλῆς περὶ γῆς ἐν Λιβύῃ τὸ σίλφιον φερού-
σης. οἱ δὲ εἶδός τι τῆς Λιβύης τὸ σίλφιον
σίμαι· τῆς κιθάρας τὰ ἄκρα. καὶ ἐν ταῖς ὀροφαῖς θέσεις τινές
Σιμαίθα· ἑταίρας Μεγαρικῆς ὄνομα
σίμβλαι· ὅπου αἱ μέλισσαι τὸ μέλι τιθέασι, κύβεθρα
σιμβλ(η)ίδες· μέλισσαι
σίμβλοι· τὰ σμήνη, τὰ ἀγγεῖα τὰ τῶν μελισσῶν, ἐν οἷς τὰ κηρία
συνάγεται. Ἀττικοὶ καὶ τὸν θησαυρόν
*σίμβλαι· τὰς θήκας τῶν μελισσῶν
σιμὴ χείρ· σχῆμα τραγικόν
σιμικίνθια· φακιόλια, ζωνάρια, ὠράρια τῶν ἱερέων
σίμιον· αἰγιαλός
Σιμόεις· ποταμὸς Τροίας
Σιμόεντι· ποταμῷ Τρωάδος
σιμοῖ νῶτα· ἀντὶ τοῦ μεταβάλλει τὰ νῶτα. {σιμὰς} δὲ ἔλεγον τὰς
μετεώρους ἀναβάσεις
σιμόν· τὸ πρόσαντες χωρίον
σιμός· τυφλός
σιμοῦσι· μέμφονται
*Σιλωάμ· ἀπεσταλμένος
Σιμωνίδης· υἱὸς Λεοπρεποῦς
σίμωρ· παρὰ Πάρθοις καλεῖταί τι μυὸς ἀγρίου εἶδος, οὗ ταῖς δοραῖς
χρῶνται πρὸς χιτῶνας
σίν· τὴν σεμνήν. {β}βῶν
σινάμωρος· κακόσχολος
σινάπυξ· γογγυλίς
σιναρόν· τὸ κεκακωμένον καὶ βεβλαμμένον πονηρόν. [οἱ δὲ σίντις
περὶ τὸ δρᾶν
σινάς· ἡ φθαρτική
Σινδίς· ἡ Σκυθία. καὶ ἡ πόρνη
Σινδικὸν διάσφαγμα· τὸ τῆς γυναικός
σίνδις· γέρων
Σίνδοι· ἔθνος Ἰνδικόν. ἔστι δὲ πόλις ἐκεῖ {Σινδικὸς λιμήν} λεγο-
μένη
σινδοκύθορνοι· ὑπόδημα ποιόν
σινδοῦς· χιτῶνας, σινδόνας
σίνδρων· [πονηρῶν, βλαπτικῶν. οἱ δὲ] ἀπελευθέρους ἢ δούλους ......
σίνεσθαι· κακουργεῖν, βλάπτειν, ἢ βλάπτεσθαι
σίνες· σίνις. κλέπτης, κακοῦργος, λῃστής
*σινέσκοντο· ἔβλαπτον
*σίνεται· βλάπτεται
σινιᾶσαι· σεῖσαι, κοσκινεῦσαι. καὶ τὸ κόσκινον δὲ σινιατήριον
σινιατήριον· κόσκινον
σινίον· κόσκινον
σινόδους· θὴρ ὁ σινόμενος τοῖς ὀδοῦσιν
σινόμενοι· βλαπτόμενοι
σίνος· βλάβος. [οἱ δὲ ἡμίονος]
σινοῦται· βλάπτεται
σίνται· βλαπτικοί, κακοῦργοι
σίντην ἢ σίντης· βλαπτικός, κακοῦργος, βλαβερός
Σίντιες· Θρᾳκῶν τι γένος. οἱ δὲ τοὺς τὴν Λῆμνον οἰκοῦντας
σινωπίσαι· τοῦτο πεποίηται παρὰ τὴν ἑταίραν Σινώπην. ἐκωμῳδεῖτο
γὰρ ἐπὶ τῷ ἀσχημονεῖν
σιόαν· οὕτω καλοῦσι Χαλδαῖοι τὸν Πάνημον μῆνα
σιοκόρος· νεωκόρος. θεοκόρος, θεραπευτὴς θεῶν
σιομαλίδαι· [διαμάχαι. καὶ τὸ πηδᾶν
σίον· λάχανον ἐμφερὲς σελίνῳ
σιόρ· θεός. Λάκωνες
σιπαλόν· ἀκάθαρτον. εἰδεχθέστατον
σιπαλή· ἐπάργεμος. βλοσυρά. δεινή. τουτέστι λεύκας ἐπὶ τῶν ὀφθαλ-
μῶν ἔχουσα
σιπαλός· χαλεπός. καὶ τὰ ὅμοια
σίπτα· σιώπα. Μεσάπιοι
σιπτῶναι· ἀπεικάσαι
σιπύη· σιτηρὸν ἀγγεῖον. ἀρτοθήκη. φησὶ δὲ πευδρία
Σίπυλον· ὄρος Λυδίας καὶ Φρυγίας
Σίρα· Πάρθοι [μεγάλα. [καὶ πλεκτὸν ἱμάντωμα ἐν ταῖς ναυσίν. οἱ δὲ
τὰ ῥάκκη]
σιραγγῶδες· [σαθρόν]
σιραιοῖς·
*σιροῖς [βραχέως
σίραιον· τὸ ἀπὸ τῆς σταφίδος ἕψημα. οἱ δὲ τὸ γλυκύ, καὶ ἡψημένον
οἶνον
σίραμφος· τὸ ῥύγχος
Σιρβαίονον· βρέφος ἀπὸ ξένης ἐνηνεγμένον καὶ πεπρα[γ]μένον
σίρβηνον· πόπανόν τι, ὃ παρετίθετο τῇ Ἀφροδίτῃ
Σιρέων· τῶν τὸν Σῖριν οἰκησάντων, τὴν νῦν Ἡράκλειαν
Σ.ιρήν[αί]ων λόγους· ἀπατεώνων
σιρία· ἀσφάλεια. Λάκωνες
σίρις· ἀπαίδευτος
σιροῖς· ὀρύγμασιν, ἐν οἷς κατετίθεντο τὰ σπέρματα
σιρομάστης· λόγχη, δόρυ, ῥομφαία
σιρός· [ἡμίονος]. πίθος. δεσμωτήριον
σιρούς· τοὺς σιριεῖς. οἱ δὲ τάφρους ἐσκεπασμένους
*σιρομάστης· σκεῦός τι σιδηροῦν, ὅπερ οἱ τελῶναι πρὸς ἔρευναν
ἔχουσι, λαβὴν ξυλίνην ἔχον
σισαμίς· τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον {σέσελι}
σίσανον· τὸν ὀξίνην οἶνον
σισάριον· κοσμάριον χρυσοῦν γυναικεῖον, ὡς ἁλυσείδιον
σίσαχθοι· [χρεῶν ἀποκοπαί]
σισίλαρος· πέρδιξ. Περγαῖοι
σισίλαρος· [πέρδιξ]
σίσιλλος· νόσημα, καθάπερ σκωληκίασις. καὶ ζῶόν τι
σισίνδιος· γέρων
σισόην· κάρμα Γουθικόν
σισόη· κουρὰ ποιά. Φασηλ[ε]ῖται
σισογάρδοσις ἀγορᾶς· σφήγξ
σισορβάκος· [τράχουρος ὁ ἰχθῦς]
σισύμβ[ρ]ια· ἄνθη
σισύμβριον· Δίδυμος ἀνθύλλιόν τι. Θεόφραστος δὲ τὸ σισύμβριον
γηράσκον μεταβάλλειν. οἱ δὲ αὐτὸ (ἡ)δυόσμου πλατυφυλλότερον
σίσυννον· [δόρυ]
σισύρα· τὸ παχὺ ἱμάτιον ἀπὸ αἰγείων δερμάτων
σίσυρνον· τὴν σισύρνην οἱ κατὰ Λιβύην τὸ ἐκ τῶν κωδίων ῥαπτό-
μενον ἀμπεχόνιον καλοῦσι. τὸ αὐτὸ καὶ σισύραι
σισυρνώδη[ς] στολή(ν)· τὸν ἐκ τῆς σισύρνης στολισμόν. διαφέρει
δὲ καὶ σίσυρνα σισύρας. {Σίσυρνα} μὲν γὰρ χιτῶνος εἶδος, {σι-
σύρα} δὲ διφθέρα[ς], εἰς ἀμπεχόνην καὶ στρωμνὴν ἐπιτηδείως ἔχουσα,
καθάπερ τὰ κώδια καὶ αἱ μηλωταί
σίσυρνος· οὕτω καλεῖταί τις τῶν ἰατρικῶν ἐπιδέσμων
σίσυρος· [γ]ράμματος εἶδος
σίσυς· καὶ αὐτὴ βαίτη. οἱ δὲ εἶδός τι χλαίνης εὐτελές. ἄλλοι χιτῶνα
αἰγεῖον χειριδωτόν
Σισυφ(ε)ίοις· Κορινθίοις, {κακοῖς}· ἀπὸ Σισύφου βασιλέως
Σίσυφος· ἀπατητικός, ὅτε ἐπὶ τῶν μεγάλα ἐχόντων, ἀπὸ Ἀττικοῦ
Σισύφου
σῖτα· ἄρτοι, βρώματα, τροφαί
σιταρχία· τὸ εἰς ὀψώνιον διατεταγμένον δαπάνημα. ὁ δὲ τούτου ἐπι-
μελούμενος {σίταρχος}
σιτέσκοντο· ἐσιτοῦντο, ἤσθιον, ἠρίστουν
σιτηρέσιον· ἐφόδιον
σιτήσας· θρέψας
σιτία· δαπάνημα, βρῶμα, σιτηρέσιον
σιτίζειν· ψωμίζειν
σιτίζοντος· σῖτον παρέχοντος
σιτνίδες· θυσία τις Νύμφαις ἐπιτελουμένη
σιτοβολῶνες· ὅρια
σιτοδ(ε)ία· λιμός, ἔνδεια σίτου
σιτοκάπηλοι· σιτοπῶλαι
σιτοκλονεῖσθαι· ὑπὸ δίψους ἐνοχλεῖσθαι. οἱ δὲ ὑπὸ δίψους κλύε-
σθαι. καὶ τὸ φαγεῖν
σιτόκουρος· ὁ {ἄχρηστος} καὶ μάτην τρεφόμενος
σιτομνημονεῖν· ἀντὶ τοῦ τὰ σῖτα μετρεῖν· παρόσον ἀπεγράφοντο
οἱ λαμβάνοντες παρὰ τῶν δεσποτῶν τὰ τεταγμένα μέτρα
σιτοποιός· ἀρτοκόπος. ἢ πέπτρια
σῖτος· τροφή
σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασι
καὶ τόκος. καὶ ὁ μισθός
σίτου ἐκβολή· ἡ πρώτη ἔκφυσις τῆς χλόης
σιτούμενος· ἐσθίων
σίττα· ἐπιφώνημα αἰξίν
σίττας· ὄρνις ποιός. ἔνιοι δὲ τὸν ψιττακὸν λέγουσιν
σίττη· ὄρνις ποιός. οἱ δὲ δρυοκολάπτης
σίττον· οἱ μὲν γλαῦκα· ἢ κίσσαν· ἢ ἱέρακα
σιττύβαι· δερματίναι στολαί. τὰ μικρὰ ἱμαντάρια
σίφα· χωρία
σιφλόν· κακόν. ἐπίμωμον. πηρόν. αἰσχρόν. μωρόν. μωμητόν
σίφλος· μῶμος
σιφλῶσαι· ἀφανίσαι
σιφλοῦν· μωμᾶσθαι. αἰσχύνειν. πηροῦν. βλάπτειν
σιφλώσειεν· ἀφανίσειεν. μωμήσειεν
σίφνα· ποιὸς ἰχθῦς
σιφνιάζειν· καταδακτυλίζειν· διαβέβληνται γὰρ οἱ Σίφνιοι ὡς παι-
δικοῖς χρώμενοι· {σιφνιάσαι} οὖν τὸ σκιμαλίσαι
Σίφνιοι· ἀκάθαρτοι, ἀπὸ Σίφνου τῆς νήσου
σίφνον· τὴν γῆν Ἀθηναῖοι, καὶ ἡ Δημητριακὴ σιπύα
Σίφνιος ἀῤῥαβών· περὶ τῶν Σιφνίων ἄτοπα διεδίδοτο, ὡς τῷ
δακτύλῳ σκιμαλιζόντων. δηλοῖ οὖν τὸν διὰ δακτυλίου διδόμενον, ἐπὶ
τοῦ κακοσχόλου
σιφνός· κενός
σιφνύει· κενοῖ
σιφῶμαι· τήκομαι
σίφων· ῥυπαρὸς ἄνθρωπος, καὶ λίχνος. ἢ εἶδος θηρίου μυρμηκοειδές,
καὶ ὄργανον σκόλοπι ὅμοιον, ἐν ᾧ τοὺς μαρσίππους ἐπισκοποῦσι. καὶ
τῶν σταχύων καὶ τοῦ πυροῦ οἱ κα(υ)λίσκοι. καὶ οἷς οἱ κάπηλοι τὸν
οἶνον ἀρύονται. καὶ ὄργανόν τι εἰς πρόεσιν ὑδάτων ἐν τοῖς ἐμπρησμοῖς
σιφώνιον· τὰ αὐτά
σιχά· χωρία
σιχαβαττεῖν· [τὸ μετὰ σπουδῆς ἀπιέναι. οἱ δὲ τὸ κενεμβατεῖν]
σιχθαρίς· Λιβυκαὶ ὀρχήσεις
σκάζει· χωλεύει, χωλαίνει
σκαιῇ· ἀριστερᾷ χειρί. παρὰ τὸ ἐσκιάσθαι αὐτὴν καὶ κρύπτεσθαι ὡς
τὰ πολλά, παρ' ᾧ καὶ ἡ δεξιὰ περὶ τοῖς δεξιοῖς. ἢ ὅτι ἀσθενεστέρα
ἐστὶ τῆς δεξιᾶς, καὶ οἷον σκάζει, ἢ σκιά ἐστιν. ἀριστερὰ δὲ καὶ εὐώ-
νυμος κατ' εὐφημισμὸν λέγεται
Σκαιῇσι πύλῃσιν· οὕτως ὀνομαστικῶς Σκαιαῖς ἐν Ἰλίῳ, διὰ τὸ ἐξ
ἀριστερῶν κεῖσθαι· ἢ διὰ τὸ σκαιὰς μάχας ἐν αὐταῖς γεγενῆσθαι·
ἢ διὰ τὸ σκολιὰς εἶναι κατὰ τὴν εἰσβολήν. τὰς αὐτὰς καὶ {Δαρδα-
νίας} καλεῖ
Σκαιοί· ἔθνος Θρᾴκιον. καὶ ἀμαθεῖς, καὶ ἀπαίδευτοι
σκαιὸν ῥίον· χαλεπὸν ἀκρωτήριον. ἔστι γὰρ δύσβατον
σκαιός· δύσκολος. πονηρός, κακός. μωρός, ἀπαίδευτος, ἀμαθής. ἀπάν-
θρωπος, ἄδικος, τραχύς, σκληρός, ἐπαχθής, ταραχώδης. ἀριστερός
σκαιότης· ἀναισθησία. μωρία. ταραχή
*σκαιωρούμενον· ταραττόμενον
σκαίρει· ἅλλεται, σκιρτᾷ, πηδᾷ, τρέχει, ὀρχεῖται
σκαιωρία· ὄρχησις, χορεία, καιρία, παιδ[ε]ιά. καὶ τὰ ὅμοια
σκα(λα)θυρμάτ(ι)α· σκαριφήματα. σκαλαύματα
*σκάλα· κλῖμαξ, ἀνάβασμα
σκαλαθάρβα· τύρβη, ἀπὸ τοῦ σκαλεύειν
σκαλαθαρβία· ἀκηδία
σκαλαθύρει· σκαλαύει. ἢ λάθρα πλησιάζει
σκαλαθύρων· ἀκολασταίνων. ὁ σκαλαύων
σκαλαπάζει· ῥέμβεται
σκάλατος· ὁ σκαφιτός
σκαλεύει· κινεῖ, ἀναστρέφει, ὀρύσσει
σκαληνιεῖς ὀχετοί· ἔντερα
σκαληνόν· σκολιόν, πολύγωνον. τοῦ γὰρ τριγώνου εἴδη τρία· ἰσό-
πλευρον ἰσοσκελές σκαληνόν
σκαλίς· σκαφ(ε)ῖον
σκαλλίον· κυλίκιον μικρόν. οἱ δὲ σκαλλόν
σκάλμη· μάχαιρα Θρᾳκία. καὶ σιδηρολάβον δὲ αὐτήν τινες λέγουσιν
σκάλλοντες· σκάπτοντες
σκαλοβατεῖ· κλίμακι βαίνει
σκάλοψ· [σκαλόπετα]. ἀσπάλαξ, ζῶον γεωρύχον, τυφλόν
σκαλ[α]πάζειν· ῥεμβωδῶς βαδίζειν
σκαλτωμίζειν· λαμπυρίζειν
σκαλῶ· σκαλαβῶ
σκαλώνια· τὰ ἀσκωρώνια [καὶ ἀκμαῖα, ἃ σκαμβὰ καὶ καμπύλα
σκάμαια· κύων
σκαμμάδες· πόρναι
*σκάμματα· ἀγῶνες, στάδια
*Σκάμανδρος· ποταμός, ὃς καὶ Ξάνθος καλεῖται
σκαμβάλλει· ἀκηδί..
σκαμβάλυξ· σκαμβός, στρεβλός
σκαμβηρίζοντες· ὀλισθαίνοντες
σκαμβίς· θερμοποτίς. λακ{ώ} ρ{η}
σκαμβός· στρεβλός
σκάμβυκες· σκόλοπες, χάρακες
Σκαμβωνίδαι· δῆμος τῆς Λεοντίδος φυλῆς
σκαμφυσεῖ· μεμψιμοιρεῖ, ἀγανακτεῖ
σκαμωνία· εἶδος βοτάνης
σκάναμα· τόπος πρὸς τὸ εὖ στιβάσασθαι
σκανα...ντα· ἐπιχαλκ.. παρὰ Σωφρονἰωσκανὰς πορεύση ἐν τῇ
ἀσπίδι. Καλλίας δὲ σκεῦος
σκανδάληθρ' ἱστάς καὶ {σκάνδαλον}· τὸ ἐν ταῖς μυάγραις
σκάνδαλος· ἐμποδισμός
Σκάνδ(ε)ια· χωρίον ἢ πόλις. καὶ εἶδος περικεφαλαίας
σκάνδιξ· λάχανον ἄγριον, παρὸ καὶ {σκανδικοπώλην} τὸν Εὐριπί-
δην λέγουσιν, ἐπειδὴ λαχανοπωλητρίας υἱὸν αὐτὸν εἶναί φασι
σκάνδυκες· σκόλοπες, χάρακες
σκανεύεσθαι· ἐπαρι(ς)τερεύεσθαι
σκάνθαν· κράββατον
σκάνιξ· ἐπαρίστερα
σκάνος· αἰτία. κώλυμα
σκαπανεύς· σκαφεύς
σκαπάνη· σκαφε(ῖ)ον. ὀρύγιον. δίκελ(λ)α
σκαπάνιον· ἡ βακτηρία. ἄλλοι σκίπωνα
σκάπαρδος· ὁ ταραχώδης. καὶ ἀνάγωγος
σκαπέρδα· ἐν τοῖς Διονυσίοις ἀγομένη πηγνυμένης δοκοῦ ἀνδρομή-
κους καὶ τετρημένης διεῖρται διὰ ...... σχοινίον· καὶ δύο οἱ ἀγωνιζό-
μενοι ἀντίους ἀλλήλοι(ς) τοὺς νώτους ἔχοντες ..... καὶ πᾶν τὸ δυσχε-
ρὲς {σκαπέρδα} λέγεται καὶ ὁ πάσχων {σκαπέρδης}
σκαπερδεῦσαι· λοιδορῆσαι
σκάπετος· τάφρος. ἄλλοι τάφος
σκᾶπος· κλάδος. καὶ ἄνεμος ποιός
σκάπτει· ὀρύττει
σκάραιβον· αἱμοποιόν
σκαρδαμύττειν· τὸ πυκνῶς καταμύειν καὶ ἀναβλέπειν τοῖς ὄμμασι
σκαρθμοί· κινητοί, σκαρισμοί
σκαρθμοῖς· κινήσεσι. δρόμοις. κρηπῖσι. λακτισμοῖς. καὶ υἱὸς Τεύκρου
ἀναγράφεται
σκαρία· παιδία
σκαρίδες· εἶδος ἑλμίνθων
σκαρίζεται· ταράττεται. βράζει
σκαριφᾶσθαι· ξύειν. σκάπτειν. γράφειν. ὅθεν καὶ ὁ (ς)κάριφος
σκάριφος· ξέσις. γραφή. μίμησις ἀκριβὴς τύπου
σκάρκη· Θρᾳκιστὶ ἀργύρια
σκαρπαδεῦσαι· κρῖναι
σκάρτας· ταχύς. [οἱ δὲ {σκάτας}]
σκαρφᾶσθαι· σκεδάννυσθαι
Σκάρφη· πόλις Λοκρίδος
(ς)καρφνής· ἰσχυρός
σκαρφῶν· εἶδος καμίνου ἐν τῷ Μεταλλικῷ
σκάφαι· ὀψοπλύνια
σκάφαλος· ἀντλητήρ
*σκαφίδες· ποιμενικὰ ἀγγεῖα
σκαφηφόροι· οἱ μέτοικοι οὕτως ἐκαλοῦντο· σκάφας γὰρ ἔφερον ἐν τοῖς
Παναθηναίοις, ἵνα ὡς εὖνοι ἀριθμῶνται μετέ[ρ]χοντες τῶν θυσιῶν
σκαφίον· πτύον. καὶ εἶδος κουρᾶς τῆς κεφαλῆς, ὃ κείρεσθαί φασι
τὰς ἑταιρευ[ν]ούσας· εἶναι δὲ περιτρόχαλον. καὶ ἰατρικὸν ἐπίδεσμον
σκάφος· πλοιάριον
σκαφώρη· ἡ ἀλώπηξ
σκεδάζει· σκορπίζει. ἀθετεῖ. ταράττει. ἐγχέει. καταργεῖ
σκεθρόν· ἀκριβές
σκ[ε]ίρα· ἑορτὴ Ἀθήνησιν· ἀρείονος. ἢ χωρία ὕλην ἔχοντα εὐθετοῦ-
σαν εἰς φρύγανα
*σκ[ε]ιραφ(ε)ῖον· τὸ κυβευτήριον, ἴσως διὰ τὸ ἐν Σκίρῳ τὴν δια-
τριβὴν ἔχειν
Σκ[ε]ιρὰς Ἀθηνᾶ· Σκίρον φασὶ τὸν Ποσειδῶνος υἱόν, γήμαντα Σα-
λαμῖνα τὴν Ἀσωποῦ
*Σκ[ε]ιρίτης· λόχος οὕτω καλούμενος ὁ προκινδυνεύων. ἦν δὲ Ἀρ-
καδικός
*σκειράξαι· κρεωφαγῆσαι
σκ[ε]ίρατες· οἱ προύνικοι. καὶ κυβευταί
σκ[ε]ιραφεῖν· κακοπραγμονεῖν
Σκ[ε]ιρόμαντις· ὁ ἐπὶ Σκ[ε]ίρῳ μαντευόμενος. τόπος δὲ ἦν οὗτος.
ὅθεν τοὺς οἰωνοὺς ἔβλεπον
σκ[ε]ιρόν· [λατύπην. ἢ] σκληρόν
σκ[ε]ῖρος· ῥύπος καὶ ὁ δριμὺς τυρός. καὶ ἄλσος καὶ δρυμός. Φιλητᾶς
δὲ τὴν ῥυπώδη γῆν
σκείρων· ἀργέστης λέγεται. δοκεῖ δὲ ἀπὸ τῶν Σκειρωνίδων πετρῶν
καταπνεῖν
σκ[ε]ιρώσασθαι· σκληροῦσθαι
σκέλεαι· τὰ τῶν σκελῶν σκεπάσματα. Πάρθοι {σαράβαρα}
σκελέεσθαι· ἄγαν σκληρῶς διακεῖσθαι
Σκελερδεία· Ἄνθεια ἡ νῆσος
σκελετά· σκίλλα
σκέλεται· ξηραίνει, ἰσχναίνει
σκέλεφερ· βόλου ὄνομα. Λύκωνες
*σκέλισμα· τὸ ἀείμνημα
σκελήπερον· νήπιον. Ἀρχίλοχος
σκελ[λ]ίδες· τὰ περιμήκη τμήματα
σκέλ[λ]ισμα· δρόμημα
σκελλόν· διεστραμμένον
*σκελλόμενα· σκελετευόμενα
*σκελίς· τὸ ἀπὸ τῆς ῥάχεως ἕως τοῦ ὑπογαστρίου
σκελοῖν· ποδῶν
σκέλος· τάττεται ἐπὶ τοῦ φορτικοῦ. καὶ μέρος τι τῆς νεώς
σκελοῦνται· σκελετισθήσονται
σκέμμα· διάνοια
σκέπαρνον· τὸν ἀμφίστομον πέλεκυν
σκέπαρνον· ἐπιδέσμου ἰατρικοῦ ὄνομα
σκέπας· σκέπη. ὑποδοχή
σκεπᾶσθαι· θερμανθῆναι
σκέπη· σκέπασμα
σκεπινός· ἰχθῦς ποιός
σκεπόωσι· σκέπωσι. παρέχωσιν
σκέπ(τ)ετο· ἀπεκρούετο. ἐφυλάσσετο, παρετήρει, περιεβλέπετο
σκεραός· οἰδός
σκέραφος· λοιδορία. βλασφημία
σκέρβολον· λοίδορον. ἀπατεῶνα
σκέρβολλε· λοιδόρει
σκερβόλλει· ἀπατᾷ
σκέρβολος· λοίδ(ορ)ος. καὶ τὰ ὅμοια
*σκεῤῥὸν ὄντα· σκιρτῶντα παῖδα
σκερός· αἰδοιολείκτης
σκερολίγγες· λαικασταί. ἢ ὠπισταί
σκεύακας· εὐωνύμους
σκευή· ὅπλισις, στολή
σκευοποιούς· τοὺς τὰ πρόσωπα ποιοῦντας
σκεῦος· ἀγγεῖον ἅπαν. καὶ τὸ {σκευοῦσθαι} ἑτοιμάζεσθαι
σκευώρημα· πλάσμα. κακουργία. κατασκευή. τὸ γινόμενον κατα-
σκεύασμα εἰς βλάβην
σκευωρία· κατασκευή
σκεψάμενος· ἀποβλέψας
σκέψομαι· θεωρήσω
σκέψις· θεωρία
σκηκός· πόας εἶδος, καὶ ζώου
σκήλειεν· σκελετεύσειεν. ξηραίνειεν. καύσειεν
σκῆλαι· ξηρᾶναι
σκηνάς· καταγωγάς, οἰκήματα
σκῆν· ὅ τινες μὲν ψυχήν, τινὲς δὲ φάλαιναν
σκηνή· ἡ ἀπὸ ξύλων ἢ περιβολαίων οἰκία
σκῆνος· σῶμα. [ἢ σκῆλος.] ἢ πάθος ἐν μελίσσαις, ὅταν ἐν τῷ σμήνει
γένηται σκώληξ
σκήνους· οἰκητηρίου
σκήνωμα· οἴκημα, οἶκος, τόπος
σκηνῶντες· σύσκηνοι. λέγονται δὲ καὶ {σκηνωταί}
σκηνωταί· συ[γ]σκηνοῦντες
σκηπάνιον· βακτηρία. ἢ σκῆπτρον
σκηπανίῳ· τὰ αὐτά
σκηπήϊον· πτύον
σκηπήνιον· βακτηρία. τρίαινα. βάκτρον. κηρύκ(ε)ιον. ῥάβδος
σκήπτεται· προφασίζεται
σκήπτοιτο· προφασίζοιτο
σκηπτός· κεραυνὸς ἄνωθεν διάπυρος
σκηπτοῦχοι· βασιλεῖς
.......· σκηπτροφόρος βασιλεύς
σκῆπτρον· κυρίως μὲν πᾶσα ῥάβδος· ἀπὸ τοῦ σκηρίπτεσθαι ἐπ' αὐτῇ,
ὅ ἐστιν ἐπερείδεσθαι. καὶ τὸ βασιλικὸν δὲ σύμβολον
σκηρίπτεσθαι· ἐπερείδεσθαι ῥάβδῳ, ἢ ἄλλῳ τινί
σκηριπτόμενος· ἐπερειδόμενος, στηριζόμενος, ἐπαναπαυόμενος ῥάβδῳ.
[τὸν ἐπερείδεσθαί τινι λόγῳ, σκήπτεσθαι προφασιζόμενον]
σκηριπτούμενος· [τὰ αὐτά]
σκηρόν· σκληρόν. τ(ρ)αχύ
σκῆψαι· πεσεῖν
σκήψας· προφασίσας
σκῆψις· πρόφασις
σκιά· σκίασις, ἐπιφάνεια τοῦ χρώματος ἀντίμορφος
σκιαγραφίαν· τὴν σκηνογραφίαν οὕτω λέγουσιν. ἐλέγετο δέ τις καὶ
Ἀπολλόδωρος ζωγράφος {σκιογράφος} ἀντὶ τοῦ σκηνογράφος. οὗτος
δὲ καὶ πῖλον ἐφόρει ὀρθόν. καὶ ἐν τοῖς ἔργοις ἐπιγράφεται· {μωμή-
σεταί τις μᾶλλον ἢ μιμήσεται}
σκιαγράφος· ὁ Ἀπολλόδωρος
σκιαδεύς, τινὲς δὲ {σκίαινα}· εἶδος ἰχθύος
σκιάδ(ε)ια· σκηνοπήγια. ἔστι δὲ τόπος, ἐν ᾧ τὰ μειράκια ἐκαθέζετο
σκιάδ(ε)ιον· σκηνή. καμελαύκιον
σκιάζει· σκεπάζει
Σκίαθος· νῆσος Κυκλάδων
Σκιάποδες· οἱ ἐν Λιβύῃ πλατεῖς ἔχουσι τοὺς πόδας, καὶ ποιοῦσι
σκιὰν αὐτοῖς ἐν καύματι
Σκιάπους· ἔθνος περὶ τὴν Αἰθιοπίαν πλατύπουν
Σκιάρα· ἡ Κεφαληνία
σκιάς· ἡ ἀναδενδράς. καὶ σκηνὴ ὠροφωμένη. καὶ τὸ θολῶδες σκιά-
δ(ε)ιον, ἐν ᾧ ὁ Διόνυσος κάθηται. καὶ τὸ πρυτανεῖον. καὶ κλάδοι
εὐμεγέθεις {σκιάδες} λέγονται. καὶ ἡ τοῦ σώματος σκιά, ὅθεν καὶ τὰς
ὥρας ἐτεκμαίροντο
σκιδαρόν· ἀραιόν
σκίδναται· διασκεδάννυται, σκορπίζεται, χωρίζεται
σκίδνανται· διασκορπίζονται
σκιδναμένου· διασκορπιζομένου
σκιερόν· κατάσκιον. [ἀκρι(βές)] εὔσκιον, ἢ σκιὰν ἔχον
σκιθακός· ἰχθῦς ὁ καὶ τράχουρος
σκίλλα· σκαμμωνία, θανατηφόρος μυῶν
σκιλλεῖον· [σκιάδιον]
σκίλλος· ἰκτῖνος
σκίλλωνται· ἐδάνυνται
σκιμαλίσαι· καταδακτυλίσαι
σκιμβάζει· χωλεύει
σκιμβασμός· φιλήματος εἶδος
σκιμβάδες· ὕλη εὔθετος εἰς τοίχων ἐπίθεσιν, σκέπης χάριν
σκιμβόλος· ἠλίθιος
σκιμβός· χωλός
σκίμποδα· κράββατον
σκιμπόδιον· εὐτελὲς κλινίδιον μονόκοιτ[ι]ον
σκιμπόδων· κραββάτων
σκίμπους· κράββατος
σκίμπτει· σκίμπεται. χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει
σκίμπτεσθαι· τὰ αὐτά
σκίμψαι· ἐμπαγῆναι. [ἐκπλαγῆναι.] ἐμπελασθῆναι
σκιμπτύει· [χαλεπαίνει. ἐρείδεται. ἐπιπίπτει
σκίμπτεσθαι· τὰ αὐτά
σκίμψαι· ἐμπαγῆναι. ἐκπλαγῆναι]
σκιμφθῇ· ἐγγίσῃ. προσπελασθῇ
σκίμψαιτο· ἐλάβοιτο
σκίμψασθαι· ἐρείσασθαι. πλῆξαι. ἐκπλαγῆναι
σκίνακες· ἐπὶ τῶν λαγωῶν
σκινδάλαμος· σκόλοψ. τινὲς δὲ διὰ τοῦ χ {σχινδάλαμος}. ἄλλοι
{σκινδαλμός}
σκινδαρεύεσθαι· κακοσχολεύεσθαι, δακτυλίζεσθαι, σκιμαλίζεσθαι
σκινδαρίσαι· τὰ αὐτά
σκινδάρ(ε)ιος· ὄρχησις οὕτω καλουμένη
σκίνδαροι· τὰ προσκυνήματα
σκίνδαρος· ἡ ἐπανάστασις νυκτὸς ἀφροδισίων ἕνεκα
σκινθαρίζειν, ἔνιοι {σκα(νθα)ρίζειν}· τὸ γὰρ τῷ μέσῳ δακτύλῳ
τὴν μυκτῆρα παίειν δηλοῖ, ὡς Δίδυμος
σκινθίζεται· λακτίζεται
σκιοειδέα· σκιοειδῆ
σκιόεν· σκιερόν, μέλαν. βαθύ
σκιόεντα· σύσκια. σκοτεινά. ὑψηλά. ἢ τὰ μεγάλην σκιὰν ποιοῦντα
σκίουρος· ζῶον, ὁ καὶ {καμψίουρος}. ἄλλοι {ἵππουρος}
σκίπει· νύσσει
σκιπός· σκνιφός. ὁ μικρολόγος
σκίπων· βακτηρία, ῥάβδος
*σκίθαρκος· ἰχθῦς ὁ καὶ {τράχουρος}
σκίπωνι χειρός· βακτηρίᾳ χειρός
σκιρεῖται· σκιρός ἐστιν ἡ λατύπη
σκιροφόρια· ὄνομα ἑορτῆς
σκιρτᾷ· ἅλλεται, κινεῖται, ὀρχεῖται, τρέχει, ἀναστρέφεται
σκίρτησις· ἰσχύς, δύναμις. καὶ τὰ ὅμοια
σκιρ(ω)θῶσι· σκληρυνθῶσιν
σκιρώσασθαι· ἀπο(ς)κληροῦσθαι
σκίταλοι· ἀπὸ τῶν ἀφροδισίων καὶ τῆς προυνικίας τῆς νυκτερινῆς
θεούς τινας ἐσχημάτισεν. Θέων δέ φησι πεπλάσθαι τοὔνομα
σκιτυπίαι· σκηναί
σκιφίας· εἶδος ἰχθύος
σκιφίζει· ξιφίζει. ἔστι δὲ σχῆμα μαχαιρικῆς ὀρχήσεως
σκιφίνιον· πλέγμα ἐκ φοίνικος
σκίφος· ξίφος. οἱ μὲν τὸ ἐγχειρίδιον, ἄλλοι ἐπὶ τοῦ αἰδοίου
σκιφύδρια· εἶδος κογχυλίου
σκίψαι· ὀκλάσαι. Ἀχαιοί
σκληραγωγία· ἄσκησις. παρὰ τὸ σκληρῶς ἄγεσθαι
σκληρός· νόσημά τι ἀραχνίδων ἐν τοῖς σμήνεσι, πρὸς τὸ {σήπε-
σθαι τὰ κηρία}
σκληφροί· οἱ ἰσχνοὶ καὶ λεπτοὶ τοῖς σώμασι
σκνιπόν· μικρολόγον
σκνίπτειν· νύσσειν. καινοτομεῖν
σκνιφ.· ἄκρα ἡμέρας καὶ ἑσπέρας λεῖοι
σκνιφόν· ἀμυδρὸν βλέπον. Ἀττικοὶ γὰρ καὶ τὸ σκότος {σκνίφος}
λέγουσι
σκνίψ· ζῶον χλωρόν τε καὶ τετράπτερον
σκοβαδές· ἔδεσμά τι
σκογχούλας· γογγυσμούς. τονθρυσμούς
σκοιά· σκοτεινά. τινὲς κολόροβοι
σκοΐδιον· σκιάδ(ε)ιον
σκοῖδος· ἀρχή τις παρὰ Μακεδόσι τεταγμένη ἐπὶ τῶν δικαστηρίων.
Ἡ λέξις κεῖται ἐν ταῖς ἐπιστολαῖς Ἀλεξάνδρου
σ[κ]οίθης· διάβολος. Ἀττικοί. λάλος, στωμύλος
σκοιόν· ἰσχυρόν. δασύ. μαλακόν. βαθύ. μέγα. χλωρόν. ποικίλον.
σύσκιον
σκοῖπος· ἡ ἐξοχὴ τῶν ξύλων, ἐφ' ὧν εἰσιν οἱ κέραμοι
σκοίψ· ψώρα
σκόλεφραι· κατακεκαυμέναι τὰς τρίχας
σκόλια· τὴν παροίνιον ᾠδὴν οὕτως ἔλεγον, οὐ διὰ τὸν τῆς μελοποιΐας
τρόπον, ὅτι σκολιὸς ἦν, ἀλλ' ὅτι οὐχ ἅπαντες ᾖδον αὐτά, ἀλλὰ μόνοι
οἱ συνετοί
σκολιά· σκαμβά, οὐκ ὀρθά. ἄδικα. δυσχερῆ. ἐπικαμπῆ. ἄνισα. δύσκολα
σκολλέ· σκυμμόν
σκόλλυς· κορυφὴ ἡ καταλελειμμένη τῶν τριχῶν. τινὲς δὲ μαλλόν,
πλόκαμον
σκολοῖς· δρεπάνοις
σκολόπαξ· ὄρνις ποιός
*σκόλοπες· ὀξέα ξύλα ὀρθά
σκολόπενδρα· ζῶον καὶ ἐνάλιον καὶ χερσαῖον
σκολοπώνυμον· τὸν στ(αυ)ρώσιμον, ἀπὸ τῶν {σκολόπων}
*σκόλοπες· ὀρθ[έ]ὰ καὶ ὀξέα ξύλα, στ(αυ)ροί, χάρακες
σκόλος· [ἀκάνθης εἶδος]
σκολοφρή· κατακεκαυμένη
σκολόφρον· θρανίον
*σκολοβρᾷ· χαλεπαίνει
σκόλοψ· ξύλον ὠξυμμένον
σκόλοψιν ὡς ὀπτῶσιν· τὸ γὰρ παλαιὸν τοὺς κακουργοῦντας ἀνε-
σκολόπιζον, ὀξύνοντες ξύλον διὰ τῆς ῥαχέως καὶ τοῦ νώτου, καθάπερ
τοὺς ὀπτωμένους ἰχθῦς ἐπὶ ὀβελίσκων
σκόλυβος· ὁ ἐσθιόμενος βολβός
σκολύβρα· ἡ σκυθρωπή
σκολύθρια· ταπεινὰ διφρία. ὑποπόδια
σκολύθρων· ταπεινῶν. ἀπὸ σκολύθρων δίφρων
σκόλυμος· λάχανον ἄγριον ἀκανθῶδες
σκολύπτειν· ἐκτίλλειν. κολούειν
σκολύφρα· σκυθρωπή. σκληρά. ἐργώδης. δυσχερής
σκολύψαι· κολοῦσαι, κολοβῶσαι. [σπαράττειν, ἐκτίλλειν
σκομβρίδες· ἰχθύες
σκομβρίσαι· γογγύσαι. καὶ παιδιᾶς ἀσελγοῦς εἶδος
Σκόμβροι· Θρᾴκιον ἔθνος
σκονδάμνα· ῥάφανος
σκόνδρον· δρυπτόν. ἢ δρύπτει
σκόνυζα· ἡ κόνυζα. ἔστι δὲ φυτὸν ἄφυλλον ἱκανῶς, καὶ στιβάδας ἐξ
αὐτῆς ἐποίουν, καὶ ταῖς οἰκίαις στεγάσματα ἐπέβαλλον
σκοπεῖσθαι· ὁρᾶσθαι
σκόπελος· ὑψηλὸς τόπος, ἢ πέτρα, ἢ ἀκρώρεια, ἀφ' ἧς ἔστι σκοπεῖν
τὰ κύκλῳ. καὶ ἐξέχουσα εἰς θάλασσαν πέτρα. οἱ δὲ ἀκρόπολις
σκόπες· [ὀρνέου γένος]
σκοπεύει· ἰχνεύει. ἐπιτηρεῖ
σκοπή· ἄποψις
σκοπήσεις· σκέψεις
σκοπιαζέμεν[αι]· κατασκοπεῖν
σκοπιάζων· ἀποσκοπῶν, σκεπτόμενος
σκοπιαί· ἀκρώρειαι, ὑψηλοὶ τόποι
σκοπιή· ὑψηλὸς τόπος, ἀφ' οὗ ἔστιν ἰδεῖν καὶ περισκέψασθαι
σκοπιωροῦνται· "κατὰ ........"
*σκοπός·
σοὶ δ' ἐγὼ οὐχ ἅλ[λο]ιος (ς)κοπὸς ἔσ(ς)ομαι
*σκοπός· τύπος
σκοπεῖ· [χλευάζει, διαπαίζει, καταπαίζει, μέμφεται]
σκοπῶν· σκεπτόμενος, ἐνθυμούμενος
σκορακίζει· εἰς ἔρημον πέμπει, καὶ ἀρᾶται. ἀπὸ τοῦ εἰς κόρακας
πέμπειν, τὸ ἐκφαυλίζειν
σκορακισμός· χλευασμός. ἀπάτη. ὕβρις, φαυλισμός, ἀποδοκιμασία
σκορδάζειν· σπᾶσθαι
*σκαρδαμυκτεῖ· πυκνὰ κλείει καὶ ἀνοίγει τοὺς ὀφθαλμούς
σκορδινᾶσθαι· τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν καὶ στρέφεσθαι
μετὰ χάσμης. γίνεται δὲ τοῦτο περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν
χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. ὅπερ καὶ περὶ τοὺς ἄλλως πως
βασανιζομένους καὶ διαστρεφομένους ἔξω μελῶν γίνεται
σκόρδυλ.., θαλάσσιος ἰχθῦς. ἔνιοι {κορδύλη}
σκορδύλη· ζῶόν τι τῶν τελματιαίων, ἐμφερὲς καλαβώτῃ
σκόρθοι· τόρνοι σκορωβροί
σκόρνος· κόρνος, μυρσίνη τὸ φυτόν
σκορόβυλος· κάνθαρος
σκόροδα· τόπος ἐν ᾧ τὰ σκόροδα φύεται. [διὸ καὶ ὀξυτόνως]
σκοροδίσαι· τὸ πρὸ τῆς μάχης σκορόδοις ἀνατρῖψαι τοὺς ἀλεκτρυόνας
σκοροδοῦν· συνουσιάζειν
σκορπίος· τὸ ἄστρον. καὶ τὸ χερσαῖον ἑρπετόν. καὶ θαλάσσιος ἰχθῦς.
καὶ πόα, ἣν ἔνιοι {σκορπίουρον}
σκο(ρ)πίος ὀκτώπους· παροιμία· {σκορπίον ὀκτώπουν ἐγείρεις}
σκορπιοῦται· ἀγριαίνεται, ἐρεθίζεται
σκορπίωσ(αι)· ὡς θηρίον τραχύνου, ὀργίζου
σκοταῖον· ὅταν συσκοτάσῃ, ἡ σκοτία
σκοταρία· ζόφος. Ἀχαιοί
(*)σκοτίας· δραπέτης
σκοτεύει· δραπετεύει
*σκότιον· λαθριμαῖον
σκοτία· μέρος τι παρὰ τοῖς ἀρχιτέκτοσι προσαγορευόμενον τριγλύφου.
καὶ Ἀφροδίτης Σκοτιᾶς ἱερὸν κατ' Αἴγυπτον
σκότιος· νόθος, ὁ λάθρα γεννηθεὶς τῶν γονέων τῆς κόρης. τοὺς γὰρ
μὴ ἐκ φανερᾶς, λαθραίας δὲ μίξεως γεγονότας {σκοτίους} ἐκάλουν,
ἔνιοι {παρθεν(ί)ους}, ἄλλοι {κοριναίους}· καθάπερ Μαρσύας ἐν
τῇ α#
σκοτοδινιᾷ· σκοτοῦται
σκοτοδινιάσας· μετὰ σκότους ὀφθαλμῶν συστραφείς, ὅ ἐστιν ἰλιγ-
γιάσας
σκοτοιβόρον· συννεφές, σκοτεινόν
σκοτόμαινα· Ἀττικὸν τὸ οὕτω λέγειν
σκοτομήνη· βαθεῖα νύξ, ἢ ἀσέληνος
σκοτομηνία· σκότος σελήνης
σκοτομήνιος· ἀσέληνος νύξ
σκότος· ὄλεθρος, θάνατος
σκότος ὄσσε κάλυψε· θάνατος κατέσχεν
σκοῦλαι· κνῆσαι
σκύβα· λάχανον ἡ λαψάνη. τινὲς δὲ σκοῦβα
σκύβαλα· κόπρος
σκυβαλίζεται· ἐξουθενεῖται, παρα(ρ)ρίπτεται, ἀποδοκιμάζεται
σκυβαλισμός· ἐκφαύλισμα, καὶ τὸ ἀδόκιμον. ἐκ μεταφορᾶς τῶν σκυ-
βάλων τῶν ἀχύρων
σκυδά· σκιά. Εὖκλος
σκυδίζει· λακτίζει
σκυδικαί· Πολέμων παρὰ Ἑρμοδώρῳ γεγράφθαι φησί· {ὑποδήματα
δὲ φορεῖν τὴν ἐλευθέρην σκυδικὰς λευκὰς καὶ μασθλη-
τίνας}
*σκυδμαίνειν· σκυθρωπάζειν, νεμεσᾶν, ὀργίζεσθαι
σκύδμαινος· σκυθρωπός
σκύδμαινε· ὀργίζου
σκύζει· λυπεῖ. ὀργίζεται
σκύζεσθαι· χολοῦσθαι, θυμοῦσθαι, σκυθρωπάζειν
σκύζης· παρὰ Φιλητᾷ· {παύσω σε τῆς σκύζης}. ἀντὶ τοῦ τῆς κά-
πρας
σκυζομένη· λυπουμένη, ὀργιζομένη
σκύζουσιν· ἡσυχῆ ὑποφθέγγονται, ὥσπερ κύνες
Σκύθαι· οὕτω τι τῶν γενεῶν ἐλέγετο
Σκύθης ὄνειον δαῖτα· παροιμία ἐπὶ τῶν ἀκκιζομένων [τινὲς δὲ
βδελυττομένων] τῷ λόγῳ, ἔργῳ δὲ ἐφιεμένων· ἰδὼν γάρ τις νεκρὸν
ὄνον, ἔφη πρὸς Σκύθην παρόντα .......
Σκυθιάς· οὕτως ἐκαλεῖτο ἡ Δῆλος
Σκυθικά· ὑποδήματα ποιά
Σκυθικὸν ξύλον· τὴν διάπυρον. ἔνιοι τὴν θαψίαν
Σκυθικός· Κρατῖνος Σκυθικὸν ἔφη τὴν Ἱππόνικον, διὰ τὸ πυῤῥὸν
εἶναι. καὶ ᾧ ξανθίζονται αἱ γυναῖκες καὶ βάπτουσι τὰ ἔρια
σκυθιστὶ χειρόμακτρον· οἱ Σκύθαι τῶν λαμβανομένων πόλων ὧν
τὰς κεφαλὰς ἐκδέροντες [ἦσαν] ἀντὶ χειρομάκτρων ἐχρῶντο
σκυθράζει· σκυθρωπάζει
σκύθραξ· μεῖραξ, ἔφηβος
σκυθρός· στυγνὸς τὰς ὄψεις, χαλεπός, ὠμός, σκυθρωπός
Σκυθῶν ἐρημία· παροιμία, ἀπὸ τῶν φυγόντων ἐξ Ἐφέσου Σκυθῶν
διαδοθεῖσα· φοβηθέντες γὰρ καὶ ταραχθέντες κατὰ γνώμην· τίθεται
τοίνυν ἐπὶ τῶν ἐρημουμένων ὑπό τινων
σκῦλα· αἰχμαλωσία. [πραίδα]
σκυλαίας· τὰ σκῦλα, καὶ λάφυρα. οἱ δὲ τὰς πανοπλίας
σκύλαξ· σχῆμα ἀφροδισιακόν, ὡς τὸ τῶν φοινικιζόντων
σκυλεύσας· αἰχμαλωτεύσας
σκύλλειν· τὸ τοῖς ὄνυξι σπᾶν
σκυλλανίς· ἡ πολεμική. ἴσως ἀπὸ τοῦ σκυλεύειν
σκυλλίς· κληματίς
σκύλλον· τὴν κύνα λέγουσιν
σκυλῆναι· [ξηρανθῆναι]
σκυλόδεψ[ι]ος· ὁ τὰς βύρσας βυρσεύων
σκύλλου· ἐνόχλει
σκύλος· δέρμα, κώδιον. οἱ δὲ ῥάκος. καὶ τριβώνιον, ἢ δέρμα ἄρκου,
τὸ τοῦ καστανίου κάλυμμα
σκυλμανεῖς· [θυμωθήσῃ]
σκύλσις· θυμός. σάλος, ταραχή
σκύμνος· ὁ σκύλαξ τοῦ λέοντος
σκύμνους· ἐκγόνους λεόντων, καὶ ἄλλων ζώων
σκυνίζει· λακτίζει
σκυξιφόν· σκύφον
σκύρβια· κρόμμυα
σκυρθαλιάς· Θεόφραστος τοὺς ἐφήβους οὕτω φησὶ καλεῖσθαι, Διο-
νύσιος δὲ τοὺς μείρακας
σκυρθάλιος· νεανίσκος
σκυρθάλια· μειράκια, ἔφηβοι
Σκυρία δίκη· Ἀρτεμίδωρος ἰδίως φησὶ ἡ Θησέως καλεῖται τελευτή.
φυγόντα γὰρ αὐτὸν εἰς Σκῦρον ἐκεῖ κατακρημνισθῆναί φασιν
Σκῦρος· πόλις. καὶ νῆσος. ἢ λατύπη
σκῦρος· ἀργιλώδης. Λυσίμαχος τὴν λατύπην
σκυρωθῶσι· λιθωθῶσιν
σκυρωτὴ ὁδός· ἡ ἱππόκροτος
σκύτα· τὸν τράχηλον. Σικελοί
σκυτάλαι· βακτηρίαι. καὶ αἱ ἱππικαὶ ἶλαι. καὶ ὄφ[ρ](εων) εἶδος. φρα-
γέλλια, λῶροι. πίνακες, ἐφ' οἷς ἡ Δίκη γράφει τὰ τῶν ἀνθρώπων
ἁμαρτήματα. ἢ θύλακες δερμάτινοι
σκυτάλη Λακωνική· ἐπὶ τῶν ἀγγελιαφόρων τάσσεται. ἔθος γὰρ ἦν
ἀρχαῖον τὸ χρήσασθαι ταῖς σκυτάλαις, (ἀντὶ) τῶν παρ' Ἕλλησι γραμ-
ματείων καὶ βιβλίων
σκυτάλια· αὐλίδια, περιστρώματα. καὶ τὸ ῥάβδωμα
σκυτα[υ]λίδα· αὐλὸ(ν) ποιόν
σκυταλίδες· εἶδος καρίδων
σκυταλουμένη· ξύλῳ τυπτομένη
σκυτεύς· σαγγάριος, καὶ καλιγάριος
σκύτη· κεφαλή
σκυτίζει· σπαράττει
σκυτίνη ἐπικουρία· ....... Ἀττικοὶ ἐπὶ τῶν ἀσθενούντων βοηθη-
μάτων
σκύτινον καθειμένον· διεζωσμένοι εἰσῄεσαν οἱ κωμικοὶ ὑποκρι-
ταί. οἱ δὲ αἰδοῖα δερμάτινα τοῦ γελοίου χάριν ἀνωτέρω τῶν ἰσχίων
καὶ τῶν αἰδοίων περικείμενοι
σκυτοδέψης· δερματομαλάκτης
σκῦτος· πᾶν δέρμα
σκυτοτόμος· λωροτόμος. σκυτεύς, σκηνοῤ(ῥ)άφος
σκυφοκώνακτος· Ἐπίχαρμος ἐν τοῖς Μησὶ τοῖς σκύφοις περιφόρητος
σκύφος· εἶδος ποτηρίου, ἢ ἔκπωμα
σκῶ· πεδίσκη
σκῶλα· ξύλα ὠξυμμένα
σκώληξ· τὸ κυλιόμενον κῦμα. καὶ ἀπὸ τῆς ἅλω τὸ δινηθὲν καὶ συν-
αχθὲν εἰς λικμητόν
σκωληκίζονται· κινοῦνται ὡς οἱ σκώληκες
σκωλοβάτης· ὄνομα θηρίου μικροῦ, (παρα)πλησίου ἐρισύβῃ[ς], τὸ
γινόμενον ἐν τῇ ἅλῳ καὶ τῷ σίτῳ λυμαινόμενον
σκώλοισι· δρεπάνοις· διὰ τὴν σκολιότητα
Σκῶλος· ῥάβδος. σκάνδαλος. [ἡ σκώληξ.] οἱ δὲ σκόλοψ, ἢ ῥάβδος, ἤ
ἀπωξυμμένος πάσσαλος
ὥστε σκῶλος πυρίκαυστος
ἢ ἀκάνθης εἶδος. παρὰ τὸ {σκέλλω}. τὸ ξηραίνω. ἔστι δὲ καὶ πόλις
ἐν Βοιωτίᾳ
σκώλοψ· [ξύλον ὀξυμ(μ)ένον. ἢ ἄκανθα]
σκώμ(μ)ατα· λοιδορήματα γέλωτος χάριν
σκωρνυφίαν· τὸ σκάνδαλον, ἐν Μησίν· ἐν δὲ Τριακάσιν τὰ ὁσιώδη
χρέα
σκῶπες· εἶδος ὀρνέων, οἱ δὲ κολοιούς. καὶ εἶδος ὀρχήσεως
*σκῶμμα· εἶδος κουρᾶς, ἢ λοιδορίας
σκωπευμάτων· σχῆμα τῆς χειρὸς πρὸς τὸ μέτωπον τιθεμένης, ὥσπερ
ἀποσκοπούντων
σκώπτει· γελοιάζει, παίζει, ληρεῖ
σκωρίδες· γρᾶες
σκωρία· ἡ γαιώδης ἐν ὑποστάθμῃ
σκῶψαι· μέμψ...αι
σμᾶν· σμήχειν
σμαραγεῖ· ἠχεῖ, ψοφεῖ
σμαραγήσει· ἠχήσει, ψοφήσει
σμαράγνα· μάστιγξ, ῥάβδος. καὶ χωρὶς τοῦ {σ}
σμάρδικον· στρουθίον
σμαρδικοπῶλαι· οἱ τοὺς στρουθοὺς πωλοῦντες
σμαρίδες· γρᾶες. καὶ ἰχθύδια μικρὰ ἄριστα· οἱ δὲ τὰς μαινίδας
σμαρκόν· καθαρόν. βρωτικόν. δριμύ
σμερδαλέον· φοβερόν, καταπληκτικόν
σμερδνόν· δεινόν, καταπληκτικόν, πολεμικόν, σκυθρωπόν
σμέρδ[ν]ος· λῆμα, ῥώμη, δύναμις, ὅρμημα
σμέρδος· ἰχθύος εἶδος
σμηκτικόν· τήλης ἡ θέρμη
σμικρόν· καθαρόν. δριμύ
σμῆλαι· ῥίψαι
σμηλακεῖ· φωνεῖ
σμῆναι· τῶν μελισσῶν οἱ κηροδόχοι, ἤτοι αἱ θῆκαι
σμηνίων ἡ πρόπολις· ....
σμηνοκόμος· μελισσουργός
σμῆνος· τὸ μελισσῶν καὶ σφηκῶν ἄθροισμα. τὰ δὲ ἀγγεῖα {σμήνη}
σμηρία· κισσός. Χαλκιδεῖς
σμήριγγες· πλεκταί, σειραί. βόστρυχοι. καὶ τῶν κυνῶν ἐν τοῖς μηροῖς
καὶ τοῖς αὐχέσιν ὀρθαὶ τρίχες
σμῆρι(γ)ξ· πόα. καὶ εἶδος ἀκάνθης
σμήρινθος· ὄρνις ποιός
σμήρινθοι· σπάρτα, σχοινία
σμῆσον· τὸ τοῦ ὀμφαλοῦ μέρος
σμήχει· τρίβει, καθαίρει
σμήχη· τὸ σευτλίον
σμικρίζεσθαι· διαττᾶσθαι
σμικρόν· μικρόν. ἢ τοῦ ὀβολοῦ· τίμιον. [ἐλάτῃ ὅμοιον
σμιλακτεῖ· φωνὴν ἀποτελεῖ
σμῖλαξ· κιττοειδὲς φυτὸν ἑλισσόμενον. ἕρπει δὲ ἀεὶ πρὸς τὸ {ὕψος},
καὶ λεπτοὺς ἀνίησι κλῶνας, καὶ τῶν ἐγγὺς ἑστηκότων καταδράσσεται
φυτῶν, ὡς καταπνίγεσθαι ὑπ' αὐτοῦ
σμιλεύματα· διαγλύμ(μ)ατα
σμῖλος· δένδρον ..... οἱ δὲ πρῖνος. ἄλλοι μίλακα, ᾗ στεφανοῦνται
σμινδυρ(ίδ)εια· εἶδος ὑποδημάτων γυναικείων
σμίνθα· ὁ κατοικίδιος μῦς
Σμινθεύς· ὁ ἐν τῇ Σμίνθῳ τιμώμενος. λέγεται δὲ καὶ ὁ Ἀπόλλων
σμίνθος· μῦς. καὶ ὁ Ἀπόλλων δὲ Σμίνθ[ε]ιος διὰ τὸ ἐπὶ μυωπίας
φασὶ βεβηκέναι
σμίνθουροι· τὰ(ς) οὐρὰς οἱ σαίνοντες
σμίντα· παλίουρος
σμινύη· σκαφ[ε]ίδιον, δίκελλαν
σμινύης· σμινύη
σμιρεύς· μέτρον οἰνικὸν εἰς Πεντάπολιν Λιβύης. καὶ {σμηρεύς}
σμιρίς· ἄμμου εἶδος, ᾗ σμήχονται οἱ σκληροὶ τῶν λίθων. καὶ δένδρον
σμίς· μῦς
σμογερόν· σκληρόν. ἐπίβουλον. μοχθηρόν
σμοιός· χαλεπός, φοβερός, στυγνός
σμοιῷ προσώπῳ· φοβερῷ, ἢ στυγνῷ, σκυθρωπῷ
σμοκορδοῦν· τὸ σχηματίζεσθαι τὰς γυναῖκας
σμοκόρδους· τοὺς τὰς ὀφρῦς ἐγκοίλους ἔχοντας
σμορδοῦν· συνουσιάζειν
σμόρδωνες· ὑποκοριστικῶς ἀπὸ τῶν μορίων· ὡς πόσθωνες
σμυγερόν· ἐπίπονον. οἰκτρόν. μοχθηρόν. πονηρόν. ἐπίβουλον. ἀνια-
ρόν. χαλεπόν
σμυγερῶς· ἐπιπόνως
σμύδρος· διάπυρος σίδηρος
σμυκτήρ· ὁ μυκτήρ
σμυλίχη· τοῦ ζυγοῦ τὸ τρῆμα, ἐν ᾧ ὁ ἱστοβοεὺς καθήρμοσται
σμύλλα· σαύρα
σμυνδαρίδ(ε)ια· ὑποδήματα, ἀπὸ σκυτέως τινὸς Σμυνδυρίδου. ἢ τὰ
πολυτελῆ, ἀπὸ Σμυνδυρίδου
σμῦξαι· φλέξαι, ἐμπρῆσαι. μαρᾶναι
σμυός· σκυθρωπός
Σμυρναῖος· ἀπὸ Σμύρνης
σμυρν(ε)ῖον· τοῦ ἱπποσελίνου ὁ καρπός. καὶ αὐτὴ ἡ βοτάνη
σμῦρ[ν]ος· ὁ ἄρσην ἰχθῦς. καὶ ἡ θήλεια {σμύραινα}
σμυρτή· σμυρτός
σμῦς· ὁ μῦς
σμύσσεται· ἀπομύσσεται
σμυστία· ἡ πρόπολις. Λυσικράτη(ς)
σμύχοιτο· ἀφανίζοιτο. κατακαίοιτο. φθείροιτο. τρύχοιτο
σμύχει· φθείρει. τρύχει
σμυχόμενον·
σμύχων· τὰ αὐτά
σμώγη· ῥανίς. τὸ τυχόν. Ἀμερίας βο(ύ)γλωσσον
σμώδιγγες· μώλωπες, τραύματα
σμῶδιγξ· ὕφαιμος μώλωψ, ὁ τῆς πληγῆς τύπος
σμῶδιξ· μώλωψ, τὸ ἀπὸ πληγῆς οἴδημα. φλέψ, φλυκτίς
σμώμενος· σμηχόμενος
(ς)μωσή· ἀνέμου πνοή
σμωνθίοντα· τὰ ταρασσόμενα, ζέοντα, πομφόλυγας ποιοῦντα
σμώχειν· ἐνεργεῖν μετὰ σπουδῆς
σοάνα· ἀξίνη. Πάφιοι
σοβάδες· ὑπερήφανοι. ἄστατοι. μαινόμεναι. [ἢ μιαινόμεναι]
σοβαρεύεσθαι· ἐξιτήλως. ἔξω τοῦ δέοντος .....
σοβαρεύεται· ἐπαίρεται
σοβαρητικήν· σφοδράν
σοβαρός· ὑπερήφανος, αὐθάδης. σεμνός· ἀπὸ τοῦ σέβας. ἢ συβαρὸς
καὶ πλούσιος, ἀπὸ Συβαριτῶν
σοβεῖν· διώκειν. τρέχειν. ἀπολαύειν
σοβεῖται· διώκεται
σοβῶν· τῶν σοβῶν. ἀφ' οὗ καὶ τὸ {σοβεῖν}
Σόδομα· [πήρωσις. τύφλωσις. ἢ στείρωσις. ἑστῶσα σιωπή. ὁμοίωμα.
ἔκκλισις. καὶ θεμέλιος]
σόγχος· λάχανον ἄγριον
σοιδηύδεις· βάκχαι. διὰ τὸ σεσοῆσθαι ἐν τῷ βακχεύειν. {Σόος} γὰρ
ἡ ὁρμὴ καὶ φορά
σοίθης· ψίθυρος. ἀλαζών. διάβολος
σοίκιδες· κώνωπες
σοῖο· τοῦ σοῦ
σοῖσι· τοῖς σοῖς
σοὶ πάντες μαχόμεσθα· διὰ σὲ πάντες μαχόμεθα
*σόεις· σώζεις
Σόλοι· πόλις
σοκᾷ· βροχίζει. ὀχλεύει
σολοικίζει· βαρβαρίζει
σολοικισμός· ὅτε τις ἀτέχνως διαλέγεται
σόλοικον· τὸ ἀμαθές
σόλοικος· ἐπισεσυρμένος. ἀδιάφορος
σολοιτύπος· μυδρακτύπος. καὶ χαλκός τις ἐν Κύπρῳ
σόλον .......· αὐτοχώνευτον δίσκον, ἢ σιδηροῦν, ἢ κεχωνευμένον
σόλον· δίσκον
Σολουντίς· ἄκρα τῆς Λιβύης
Σολύμοισιν· ἔθνη Σκυθῶν
σομφόν· χαῦνον
σομφώδεις· αἱ χαυνότεραι τῶν αἰγιαλῶν
σοναρόν· ῥωμαλέον
σόοι· σωτήριοι, ὑγιεῖς, ὁλόκληροι, σωζόμενοι
σόος· σῶος, καὶ τὰ ὅμοια. καὶ ὁρμὴ πρὸς αὔξησιν
σοοῦται· φεύγει, διώκεται
σορδισμός· τὸ μὴ καθαρῶς διαλέγεσθαι, ἤτοι ἑλληνίζειν
*σόρδιδον· ῥυπαρόν
σορέλλη· σκῶμμά τι ἐπιχωριάζον εἰς τοὺς γέροντας, ἀπὸ τῆς {σοροῦ}
σορεύει· [συνάγει]
*Σό[ο]ρ· Τύρος
σορηδόν· [ὁμοῦ, παρὰ {τὸ σωρόν}]
σόρνιξα· εὔζωμον
σορόα· παλι[ν]ούρου εἶδος
σορός· μνῆμα, θήκη
σορωνίς· ἐλάτη παλαιά
σόσσος· ἡ διόπτρα. καὶ τὸ σταδιαῖον διάστημα
σοῦ· ἴθι, τρέχε, ὅρμα
*σουγλάριον· ἐργαλοθήκη
σούκινος· ὁ - εὐνοῦχος
σοῦκλαι· φοινικοβάλανοι
σουκοβάλανος· τὸ αὐτὸ Φοίνικες
σούλαδ· περιέχεσθαι
*σοῦν· σῶν, ὑγιές
σούμωρος· κεχορτασμένος, πλήρης
σουνεπτᾶσθαι· συνακολουθῆσαι
Σουνιεύς· Σουνιῆς, δῆμος
Σούνιον· ἀκρωτήριον τῆς Ἀττικῆς
σοῦς· ἡ πόρευσις. ἄλλοι τὸ οὖς, ἢ δρόμος
σούς· εἰς τὸ αὐτὸ συμφέρεσθαι
σοῦσθε· ἴτε, ὁρμᾶτε
σούσινον· τὸ ἐκ (κ)ρίνου μύρον
σοῦσο· ἴθι, ὅρμα
σοῦσο· ἔρχου, πορεύου
σοῦται· ἔρχεται, πορεύεται, διώκεται. σώζεται
σοφία· πᾶσα τέχνη, καὶ ἐπιστήμη
*Σουφείρ· χώρα, ἐν ᾗ οἱ πολύτιμοι λίθοι, καὶ ὁ χρυσός, ἐν Ἰνδίᾳ
σοφίης· τῆς περὶ τὴν τέχνην σχολῆς
σοφίζεται· σοφόν τι λέγει. καὶ παρακρούεται λόγῳ
σοφιστήν· πᾶσαν τέχνην {σοφίαν} ἔλεγον, καὶ {σοφιστὰς} τοὺς περὶ
μουσικὴν διατρίβοντας καὶ τοὺς μετὰ κιθάρας ᾄδοντας
σοφιστής· ἀπατεών, διδάσκαλος, πανοῦργος
σοφός· φρόνιμος. φιλότεχνος, καὶ ἐξευρετικός. καὶ ὁ τῶν θείων ἔμ-
πειρος
σοφῶς· εὐτάκτως, καλῶς
σοώμην· ὡρμώμην. [προάγουσα
σπᾶ· φλοιὸς ῥίζης. ἢ ἐρυθρόδανον. ἢ τὸ φυτὸν τοῦ φοίνικος. καὶ ὄρ-
γανον μουσικόν
σπάδακες· κύνες
σπαδάχηρ· σπαράττει
σπάδιον· τὸ στάδιον
σπαδόνα· τὸ σπάσμα. [ἢ τὴν εὐνοῦχον]
σπάδων· ὁ εὐνοῦχος
σπάζει· σκυζᾷ. Ἀχαιοί
σπαθᾷ· τρυφᾷ, ἀναλίσκει, ἀσώτως καὶ ἀφειδῶς ἀλαζονεύεται
*σπάθη· μάχαιρα, ξίφος
σπαθατόν· τὸ ὀρθὸν ὕφος, σπάθῃ κεκρουμένον, οὐ κτενί
σπάθημα· πύκνωμα, ἀπὸ τῶν ταῖς σπάθαις κατακρουόντων τὰ ὕφη
σπαθητόν· γυναικεῖον
σπαθίζεσθαι· μύρῳ ἀλείφεσθαι
σπαθίνης· τῶν ἐλάφων τις οὕτω καλεῖται. ἢ ἡλικία[ν] ἐλάφου
σπαθίς· ἱμάτιον σπάθῃ ὑφασμένον
σπαθίσματα· τὰ σπαδονίσματα
σπαθῶσι· σκορπίζωσιν
σπαίρει· ἅλλεται, σκιρτᾷ, πηδᾷ. σκορπίζει. ψυχαγωγεῖ
σπαιρόντων· τὴν ψυχὴν ἐκπνεόντων
σπάκα· κύνα. ἢ σφίγξ
σπάλαξ· εἶδος ἀρουραίου μυός, ἐκ γενετῆς τυφλοῦ. καὶ ἵππων εἶδος
οἱ {σπάλακες}
σπαλακία· νόσος ἡ περὶ τοὺς ὀφθαλμούς, πήρωσις
*σπαράσιον· ὄρνεον, ἐμφερὲς στρουθῷ. ἔνιοι σκίψ
*σπαύλαθρον· σκάλαυθρον
σπαλύσσεται· σπαράσσεται, ταράσσεται
σπά[ρ]νακα· ὀρίγανον
σπανίαν· τὴν σπανιότητα. ὡς {ὁσίαν}, τὴν ὁσιότητα
σπανίζεται· σκορπίζεται. ἀπορεῖ
σπάνιον· ἀραιόν
σπανόν· τίμιον, πολλοῦ ἄξιόν ἐστιν
σπαραβάραι· οἱ γεῤ(ῥ)οφόροι
σπαρασσόμεθα· ξεόμεθα. ταραττόμεθα
σπαράγμασι· ξεσμοῖς. ταραχαῖς. ἀποβολαῖς. δαρμοῖς
σπαργαί· ὀργαί. ὁρμαί
σπαργᾶν· ὅτε οἱ μασθοὶ πλήρεις ὦσι γάλακτος
σπάργανα· δεσμά. ῥάκη
σπαργάνοις· δεσμοῖς. ῥάκεσι
σπαργοῦσι· πλημμυροῦσιν. ἀποστάζουσιν
σπαργῶν· ὁ πλήρης, καὶ δεόμενος ἐ(κ)κρίσεως
σπαρνάς· σπανίους. ἀραιάς. διεσπαρμένας
σπάρνιοι· ἐνθαλάττιοι πέτραι
σπαρνόν· σπάνιον, ὀλίγον
σπαρνοπόλιος· ὀλιγοπόλιος
σπάρξαι· σπαργανῆσαι. σπαράξαι
σπάρτα· σχοινία. ῥάμ(μ)ατα
*σπαρτίου· ῥάμ(μ)ατος
Σπάρτη· πόλις. καὶ στάθμη τεκτονική
Σπάρτωλος· πόλις
σπασμός· ἡ παλίῤῥοια. καὶ τὸ πάθος
σπασ(ς)άμενος· ἑλκύσας
σπάσ(ς)ατο· εἵλκυσεν. ἤγρευσεν
σπάσωμεν· ἀγρεύσωμεν. ἑλκύσωμεν
σπατάγγαι· οἱ μεγάλοι ἐχῖνοι οἱ θαλάσσιοι
σπαταγγίζειν· ταράσσειν
σπαταλᾷ· τρυφᾷ
σπαταλᾷς· μαστιγωτιᾷς
σπατείων· δερματίνων
σπατίακτον· διεσπασμένον. καὶ εὔχροον
σπατίζει· τῶν (ς)πατέων ἕλκει, τῶν δερμάτων, τῶν τιτθῶν
σπατίλουροι· οἱ τὴν οὐρὰν εἰς τὴν σπατίλην ἐκτιθέντες
σπατίλη· τὸ ὑγρὸν διαχώρημα
σπάτος· δέρμα. σκύτος
σπαύονθες Σαλαμίνιοι
σπ[ε]ιλάς· πέτρα[ς]
σπεῖμα· σχοινίον
*σπινθήρ· ἀκοντισμός. *..... πυρὸς ἀποβολαί
σπείομεν· πορευθῶμεν. ἀκολουθήσωμεν
σπεῖό μοι· ἐπακολούθησον, σύνελθέ μοι
σπεῖος· σπήλαιον. σπύλων
(Σπεῖρα)· οἱ πρὸς τῇ βάσει λίθοι. καὶ τῆς νεὼς σκεῦός τι. καὶ σύ-
στρεμμα ἐκ σχοινίου, ἢ ῥάκη. καὶ ἱμάτια. καὶ ἱστία. ἄλλοι εἶδος ἱμα-
τίου εὐμέγεθες γυναικείου
σπεῖραι· σειραί. δράγματα. ἕλικες. καὶ τὰ μαλάγματα τῶν νεῶν
σπείραμα· πλῆθος
*σπεῖρα· πλῆθος. στράτευμα. [τάγματα. ἢ συστροφαί
σπείρεσιν· αἱ ἐλυγαῖς τοῦ ὄφεως
σπεῖρον· τὸ καλὸν ἱμάτιον, καὶ τὸ ῥακῶδες
σπεῖσαι· ἐκχύσαι, προσενέγκαι, θῦσαι θεῷ
σπέλεκτος· πελεκάν
σπελλάμεναι· στειλάμεναι
σπέλληξι· σπελέθοις
σπένδαμνον· ξύλον
σπένδεσθαι· θυσιάζεσθαι
σπένδεται· θύεται
σπένδομαι· θύομαι
σπενδόμενος· ἀνατιθεὶς τῷ θεῷ
σπέος· σπήλαιον, ἄντρον
σπεργανῆσαι· σπαράξαι
σπέργδην· ἐῤῥωμένως
σπέργουλος· ὀρνιθάριον ἄγριον
σπέργυς· πρέσβυς
σπερηδών· εἴλησις, περιπλοκή
σπέρμα πυρός· τὸ ἡμίκαυστον ξύλον. ἢ αὐτὸ τὸ πῦρ. ἢ βραχύ τι
τοῦ πυρός. ἢ τὴν λαμπηδόνα. ἢ σπινθῆρα
σπερματίας· ὁ μέγας σικυός
σπερμολόγος· φλύαρος. καὶ ὁ τὰ σπέρματα συλλέγων. καὶ κολοιῶδες
ζῶον
σπερμονόμος· τὰ αὐτά
σπέρξομαι· ὀργισθήσομαι
σπερύνειν· σπείρειν. [θυμοῦσθαι. ἀπειλεῖν. διώκειν
σπέρχει· σπουδάζει, σπεύδει
*Σπερχειός· ποταμὸς Θεσσαλίας
σπέρχειν· σπεύδειν. χαλεπαίνειν. θυμοῦσθαι. ἀπειλεῖν. ταράσσεσθαι
σπερχνή· σπερχνοποιός
σπερχνόν· σπουδαῖον. καὶ εἶδος ἱέρακος
σπερχνός· ταχύς. σπουδαῖος. ἄγαν ἐγκείμενος πρός τι, ἢ ἐπειγόμενος
σπερχόμενος· ἐπειγόμενος
σπέρχοντες· ἐπείγοντες. θυμοῦντες
σπερχυλλάδην κέκραγας· ἀγανακτήσας ὑλακτεῖς ἄγαν, παρὰ τὸ
σπέρχεσθαι
σπέρχων· ἐπείγων. κελεύων
σπέσθαι· ἐπακολουθῆσαι
σπέται· ἵσταται
σπέτε· εἴπατε
σπεύδεται· ἐριθ[ρ]εύεται, ἐρεθίζεται
σπεύδων· σπουδάζων, ἐνεργῶν
σπεύσαιτο· παρακαλέσειεν
Σπευσανδρίδαι· γένος ἰθαγενῶν
σπεῦσεν· ἔκαμεν, ἐταλαιπώρησεν, ἐκακοπάθησεν
σπήλαιον· ἄντρον, σπέος
σπηλόν· σκληρόν
σπήλυγγες· τὰ κοῖλα τῆς γῆς, σπήλαια
σπήσονται· συνέσονται
σπίγγος· ἰχθῦς
σπίγγον· σπίνον
*σπίλα· στέμφυλα
*σπιλάδες· μεμια(ς)μένοι
σπιγνόν· μικρόν, βραχύ
σπίδεος· μεγάλου. στρογγύλου. μακροῦ
σπίδιον· τὰ αὐτά
σπιδές· μέγα, πλατύ, εὐρύ
σπιδνόν· πυκνόν, συνεχές, πεπηγός
σπιδόεν· [μέλαν.] πλατύ. [σκοτεινόν.] πυκνόν. μέγα
σπίζα· ὀρνιθάριον, στρουθῷ ἐμφερές
σπιζία· τὰ ὄρνεα ἅπαντα
σπιζίας· εἶδος ἱέρακος
σπιζίτης· εἶδος αἰγιθαλοῦ ὀρνέου
σπιθαμή· τὸ μέτρον, τὸ ἀπὸ τοῦ μεγάλου δακτύλου ἐπὶ τὸν μικρὸν
διάστημα ἐκταθέν
σπιθίαι· σανίδες νεώς
σπίκανον· σπάνιον
σπίλα· χορδαὶ ἐξ ἐντέρων
σπιλάδες· αἱ περιεχόμεναι τῇ θαλάσσῃ πέτραι
σπίλαξ· μῶλος ὁ πλατανώδης
σπίλοι· αἱ ἐν τοῖς ἱματίοις κηλῖδες
σπίλον Παρνα(ς)σίαν· Ἴων Ὀμφάλῃ. οὐκ εὖ. {σπιλάδες} γὰρ πέτραι
σπίλος· ῥύπος ἱματίου
*σπῖδος· πρῖνος. κηλίς. πέτρα πωρώδης. χοιράς. γῆ κεραμική
*σπίλη· συμπεφυκός. λεῖον
σπίλων· τραχεῖς τόποι
σπιλῶσαι· ῥυπῶσαι
σπίνα· ὁ σπίνος
σπινδεῖρα· ἄροτρον
Σπίνθεος· ἄροτρον. Ἀπόλλων
σπινθῆρες· ἀποβολαὶ πυρός
σπινθία· εἶδος ὀρνιθαρίων, σπίνοι
σπίσονται· συνῶνται
σπλάγχνα· ἧπαρ, ἔγκατα, καὶ τὰ ἐντὸς τῶν ζώων
σπλαχρός· μεμιασμένος
σπλεκοῦν· πλησιάζειν, συνουσιάζειν, περαίνειν
σπληδώ· σποδὸς λεπτή, κόνις
σπλῆνες· οἱ ὑπὸ τῷ λέβητι ἕλικες. καὶ παρὰ τοῖς ἰατροῖς τὰ ἐπιμήκη
ὀθόνια
σπογγία· σπογγώδη
σπόγγος· σπογγίον
σποδεῖν· παίειν, συγγίνεσθαι
σποδεῖσθαι· περαίνεσθαι
σποδέοντο· ἐμάχοντο, ἐτύπτοντο
σποδιά· κόνις, σποδός
σποδησιλαύρα· ἡ τὰς ὁδοὺς τρίβουσα, ἢ ἐν τοῖς ὁδοῖς τριβομένη
σπόδισον· ὄπτησον, φλέξον
σποδός· κόνις. τέφρα. ἀφόδευμα
σποδούμενος· τυπτόμενος. καὶ τὰ ὅμοια
σπολάς· χιτωνίσκος βαθὺς σκύτινος, ὁ βύρσινος θώραξ
σπόλια· τὰ παρατιλλόμενα ἐρίδια ἀπὸ τῶν σκελῶν τῶν προβάτων
σπολεῖσα· σταλεῖσα
σπόμενοι· μετελθόντες
σπονδαί· εὐχαί. συνθῆκαι
σπονδεῖον· ἀγγεῖον, ἐν ᾧ τοῖς εἰδώλοις οἶνον ἐπέσπενδον· {λοιβεῖον},
ἐν ᾧ ἔλαιον
σπονδή· ὁ ἐπιχεόμενος ταῖς θυσίαις οἶνος. συνθήκη. ὅρκος
*σπονδεῖα· ἀγγεῖα, δι' ὧν σπένδουσι
σπόνδικες· οἱ τὰς σπονδὰς χέοντες
σπονδύλ[λ]η· ἡ γαλῆ παρ' Ἀττικοῖς
σπόπια· πέμμα, ὅ τινες {στατίας}
(Σπ)οράδες· Κυκλάδες νῆσοι ἐν τῷ Αἰγαίῳ
σποράδην· ἐσπαρμένως. ἢ ἐν διαφόροις
σπορευτής· σπορεύς
σποργαί· ἐρεθισμοὶ εἰς τὸ τεκεῖν
σπόρθυγγες· αἱ συνεστραμμέναι μετὰ ῥύπου τρίχες
σπορθύγγια· τρίβολα. τὰ διαχωρή(μα)τα τῶν αἰγῶν, ἅ τινες σπυρά-
δας καλοῦσιν
σπορτία· ἑορτὴ ἀγομένη .....
σπόρτουλον· [τόκον]
σπούδαξ· ἀλε[κ]τρίβανος
σπουδαρχαιρεσίαι· οἱ περὶ τὰ ἀρχαιρέσια σπουδάζοντες
σπουδαρχίαι· κατὰ σπουδὴν ἄρχοντες
σπούδασμα· σπουδή
σπουδή· ἡ συνήθης ἡμῖν σπουδή. οἷον
(σπουδῇ νῦν) ἀνάβαινε·
μετὰ τάχους
σπύγγας· ὄρνις
σπυρθίς· ......
σπυρθίζειν· σπᾶσθαι. καὶ ἀγανακτεῖν. πυδαρίζειν. καὶ σφύζειν
σπυρίς· τὸ τῶν πυρῶν ἄγγος
σπυρίχνιον· πλεκτόν τι ἐξ οἰσυῶν
σπύραθοι· τῶν προβάτων καὶ αἰγῶν ἡ κόπρος
σπυρ[ρ]ούς· πυρ[ρ]ούς
στ(.)αβαλοκόμαν· οὐλοκόμην
σταβατῖναι· κωπεῶνες
σταβεύς· κωπεών
σταβόλιχον· εὔστραβον
στάγην· κάρδοπον
σταγόνες· ῥανίδες. θυγατέρες
σταγρόν· ξηρόν. θερμόν. ἀκμαῖον
σταγών· ἐν τοῖς μεταλλικοῖς τὸ καθαρὸν σιδήριον, ὃ(θεν) καὶ {στα-
γονόθαλπον} τὸν διαιροῦντα ταῦτα καλοῦσιν
σταδαῖα· ἑστηκότα. ὄρθια
σταδαῖον μέλος· τὸ πρᾷον
*στάδιον· γυμνάσιον. καὶ τόπος μέγας ἁπλοῦς καὶ ὁμαλός. ἢ μέτρον
χωρίου
*στάζει· ῥέει
σταδία· ἡ λυχνία
σταδίη· ἡ συστάδην καὶ ἐκ χειρὸς μάχη, ἢ ἐκ συστάσεως καὶ ἐκ δια-
δρομῆς
σταδινόν· παρὰ Δίωνι πολίτην
στάδιον· τέλειον, βραβεῖον, ἐπινίκιος δόξα
στάδιος χιτών· στατὸς θώραξ
σταθέν. μένος· [τεκμαιρόμενος, συλλογιζόμενος, στοχαζόμενος]
σταθερόν· βέβαιον, ἰσχυρόν, ἑδραῖον. ἄλλοι δὲ τὸ ὑποστατικόν. οἱ
δὲ μεσημβρινόν, ἢ ἑστηκός. ἔνιοι θερμόν, καθαρόν, γαληνόν, εὔδιον
σταθερήν· τὴν μεσημβρινὴν ὥραν, τὴν θερμήν, ὡς Πλάτων
σταθεύειν· πυροῦσθαι
σταθεῦσαι· τὸ τῷ πυρὶ ἡσυχῇ χλιᾶναι κρέας, καὶ τὸ ὀπτῆσαι
σταθευτός· πεφλογισμένος ἠρέμα
σταθμά· θύρετρα. τάλαντα
σταθμ[ί]ά· φλ[ο]ιαί
*σερπενδιβίλουμ, βὲλ πλουμβίνουμ. Ῥωμαϊκῶς
στάθμη· σπάρτος, ἐν ᾗ ἀπορθοῦσιν οἱ τέκτονες· ὅθεν καὶ {σταθμή-
σασθαι} τὸ ἀπορθῶσαι λέγεται. ἢ κανών, καὶ τὸ ἐν τῷ διαβήματι
μολιβοῦν σκεῦος. καὶ ξύλον ναυπηγήσιμον
σταθμηλάται· ἐξῶσται νεῶν
σταθμήσας· ἐν ζυγῷ στήσας
Σταθμία· ἐπίθετον Ἀθηνᾶς
σταθμήσασθαι· συμβαλεῖν, εἰκάσαι
σταθμοί· ἐπαύλεις, ὅπου ἵστανται ἵπποι καὶ βόες. καὶ στρατιωτικὴ
κατάλυσις. καὶ ἡ τῶν θυρῶν παράστασις. καὶ τὰ ἑκατέρωθεν τῶν θυ-
ρῶν ξύλα, ἃ νῦν {πήγματα} καλοῦμεν
*σταθμηότα· λέγεται πολὺ ἀφεστηκότα
σταθμόνες· φλιαί
σταθμὸν ἔσχατον· ......
σταθμοῦχος· ὁ τῆς οἰκίας κύριος. καὶ ξενοδόχος
*στατήρ· τετράγραμμον, ἤγουν ἥμισυ οὐγγίας
σταθμῶν· τῶν τῆς θύρας παραστατῶν, ἢ μανδρῶν, ἢ τόπων ἔνθα
ἀναπαύεταί τις
*στενάζειν· λυπεῖν. τινὲς δὲ πατάξαι τὸ ἱερὸν ὀστοῦν. ἄλλοι παίειν
ἁπλῶς. οἱ δὲ καταμανθάνειν τὰ στήθη
σταινίον· τὸ ἱερὸν ὀστοῦν, καὶ τὸ ὑπογάστριον
σταιρόν· ξηρόν. θερμόν. ἄκρατον
σταῖς· φύραμα ἀλεύρου πυροῦ
σταιτήϊα· πέμματος εἶδος
στα(ι)τίας· ἄρτου εἶδος
σταιτική· ἕστηκας
στακτήν· τὸ ἀπὸ σμύρνης γινόμενον
στα(κ)τικόν· πεμμάτιον πλακουντῶδες. ἄλλοι δὲ ἀγγεῖα διυλίζοντα
Νειλῶον ὕδωρ
στακτόν· τὸ διυλισμένον
σταλαγεῖ· μαρμαρύσσει
σταλαγμός· σταγών, ῥανίς
σταλάσσων· στάζων
σταλείς· πεμφθείς
σταλεηδόνες· σταλαγμοί
στάλη· ταμεῖον κτηνῶν. ὁ σταλός
σταλῆναι· ἐλθεῖν. ἡτοιμάσ(θ)αι
σταλίδας· τοὺς κάμακας, ἢ χάρακας
σταλίζομαι· ἐπὶ τῆς στήλης τρόπον ἕστηκας
στάλικες· πάσσαλοι. ξύστραι. στῆλαι
στάλιξ· ξύστρα. ἢ πάσσαλος
σταμάγορις· ὅταν ἐν ὑφῇ πλείονες συστραφῶσι στήμονες
σταμίνες· παραστάται, καὶ τὰ ἐπὶ τῆς σχεδίας ὀρθὰ ξύλα, πρὸς ἃ
αἱ σανίδες προσηλοῦνται, ἢ πάσσαλοι. παρὰ τὸ {ἑστάναι}
σταμν[ε]ίον Θάσιον· κεράμειον ἀγγεῖον
στάμνος· ὑδρία, κάλπη. κάλαθος
σταμνοῦροι· οἱ τοῖς ἐφήβοις προστιθέμενοι ἐλαίου στάμνοι
στάνει· τείνεται. συμβέβυσται
στάνης· δύστηνος
σταρεῖ· βάπτει
σταρτήμας· [τὰ σίτη ἄλευρον γεγενημένα. ἡ γὰρ ζύμη {στέαρ} λέ-
γεται]
στάρτοι· αἱ τάξεις τοῦ πλήθους
στασάμενον· δανεισάμενον
στασάνη· ἐγγύη, ὑποθήκη
στασιάζει· θόρυβον κινεῖ, ἀτακτεῖ
στάσιμον ἦθος· βέβαιον, στερεόν
στάσις· θέσις. χορός. συνέδρα. ἐργαστήριον
στασιῶται· οἱ ἐκ τῆς αὐτῆς τάξεως
στατά· μακρά
στατεύει· [θάλπει]
στατή· πάρνη. κάρδοπος
στατήρ· τετράγραμμος
στατῆρσι προστιθέντες· ὑπὲρ στατήρων ὁρ[γ]ιζόμενοι, συνθήκας
τιθέντες περὶ στατῆρος. ἐλέγετο δὲ καὶ τὸ χρυσίον {στατήρ}
στατιαῖον· τὸ πενταμνοῦν. καὶ {δι[α]στάτους τυροὺς} τοὺς δε-
κάμνους
στατίδας· ναύτας εἰς πόλεμον
στατίζονται· ἱερῶνται. αὐλίζονται, ἵστανται
στατίζουσι· στάσιν ἔχουσιν
στατίνη· ἡ ἐκ στέατος πεποιημένη καὶ ἁπλῆ
στ[ρ]ατιῶν· [τὸ τῆς φύσεως ὅπερ ἐξέστη κατὰ φυλάς]
(ς)τάτοι· ἀρχή τις
(ς)τάτος· σκάφη. ἄλλοι δὲ τὰς πέντε μνᾶς
στατὸς ἵππος· ὁ ἐπὶ φάτνῃ τρεφόμενος καὶ [ἐξ]εστηκὼς ἐπὶ πολὺν
χρόνον
στάτρια· ἐμπλέκτρια
σταυνίξ· ἱέραξ
σταυροί· οἱ καταπεπηγότες σκόλοπες, χάρακες, καὶ πάντα τὰ ἑστῶτα
ξύλα, ἀπὸ τοῦ {ἑστάναι}
*σταυρούς· ἐκ τοῦ εἰς τὴν αὔραν ἵστασθαι
σταυροτύπως· σταυροειδῶς
σταύρου· σταύρωσον
στάφος· σκάφος. λεκάνη
σταφύλη· ὁ διαβήτης, ἀπὸ μέρους. ἐπεὶ σταφύλη καταχρηστικῶς ἐλέ-
γετο ἡ τοῦ διαβήτου μέση κρεμαμένη μολυβίς, ἐπὶ (?) δὲ κανόνα
ἀποδέδωκεν. ἔστι δὲ ἡ {μολυβὶς ἡ καθιεμένη} διὰ τοῦ διαβήτου
κανὼν λα.ξοϊκός, ἐν ᾧ σταθμίζουσι τοὺς λίθους, ὅ ἐστιν ἀπορθοῦσιν.
Ἀττικοὶ δὲ τὴν ἐν τῷ στόματι κίονα {σταφυλήν}· βότρυν δὲ καὶ
ὀπώραν τὴν ἀπὸ τῆς ἀμπέλου. τινὲς δὲ τοῦ ζυγοῦ τὸ μέσον
σταφυλίζειν· τὸ συνιάζειν τὰς ὤας τοῦ ἱματίου
σταφυλῖνος ἄγριος· ὃν ἔνιοι {κέρας} καλοῦσι. καὶ ζῶον ἡλίκον
σφονδύλῃ
σταφυλοβολεῖον· μέρος τι τῆς ληνοῦ
σταφυλοδρόμοι· τινὲς τῶν Καρνεατῶν, παρορμῶντες τοὺς ἐπὶ τρύγῃ
στάχυς· ἰατρικὸς ἐπίδεσμος. καὶ πόα τις. καὶ τῆς σιτηρουσίας ἡ ἔκφυ-
σις. καὶ παρὰ τοῖς ναυπηγοῖς τὸ ἐπὶ τῆς φάλαγγος μεριζόμενον
στέαρ· λίπος. ζύμη
*στέζας· ἐμῆς
στέατα· ἄλευρα. ζύμη
στέατος· λίπους
στεγανίσαι· στέγῃ ὑποδεχθῆναι
στεγανόμιον· τὸν μισθὸν τὴν διδόμενον ὑπὲρ τῆς μονῆς τῷ παν-
δοκεῖ
στεγανόν· στεινότερον, τὸ δυνάμενον στέγειν τοὺς λόγους καὶ μὴ
ἐξαγγέλλειν. στενὸν δὲ ἢ πυκνόν, σφιγκτόν, συνεχές
στεγανόποδες ὄρνιθες· οἱ ἐν ὕδατι τρεφόμενοι καὶ διατρίβοντες,
καὶ τοὺς πόδας ἔχοντες στεγανούς, ἤτοι δέρματι ἐνειλημμένους
στεγανώματα· τὰ ἐν τοῖς τοίχοις, οἱ λεγόμενοι σύνδεσμοι
στεγανώτερον· σιωπηλότερον
στεγαστήρ· τὸ θρίωπον ἕψημα
στέγει· κρύπτει, συνέχει. βαστάζει, ὑπομένει
στεγῖτιν· τὴν πόρνην
στεγ(ν)ὴ γαστήρ· ......
στεγναί· στερεαί
στεγνοῖ· στερονεῖ. ταπεινοῖ
στεγνόν· στενόν, πενιχρόν
στέθματα· τὰ στέμματα
στείβει· ὁδεύει, πατεῖ
στειβεύς· ὁδευτής
στειβομένη· πατουμένη. {στείβοντες} δὲ οἱ περιπατοῦντες· ἀφ' οὗ
καὶ ὁ πλύτης {στειβεύς}
στεῖλαι· συστεῖλαι. ἀποστεῖλαι
στειλαμένη· παραψησαμένη
στειλάμενοι· συστείλαντες. πλεύσαντες
στειλάμενος· ὁμοίως
στεῖλαν· συνέστειλαν
στειλέαν· τὴν μακρὰν ῥάφανον. Ἀντιφάνης ἐν Κιθαρωδῷ
στειλε(ι)ή· τοῦ πελέκυος ἡ ὀπή, εἰς ἣν ἐντίθεται τὸ ξύλον
στείνεα· ἡ στενοχωρία
στείνομαι· ὀδυνῶμαι, στένω
στεινόν· λεπτόν. στενόχωρον
στείνοντο· ἐστενοχωροῦντο
στεῖνος· στένωμα, στενοχώρημα
στείνων· ὡραϊστής, καὶ ἐπ' αὐτῷ ἀρέσκων
στεινωπόν· στενόν. ἢ τὸν ὑπὸ τὴν Σκύλλαν καὶ Χάρυβδιν τόπον
στενὸν ὄντα
στεινωπός· στενὸς τόπος
στείομεν· στῶμεν
στείοντες· ἱστάμενοι
στεῖρα· ἡ ἄτοκος. καὶ τὸ ἐξέχον τῆς πρώρας ξύλον κατὰ τὴν τρόπιν
Στειριεῖς· δῆμος φυλῆς τῆς Πανδιονίδος
στείρωμα· τρόπις
στεῖχε· ἴθι, πορεύου
στείχειν· πορεύεσθαι
στείχωμεν· πορευθῶμεν
στελεόν, οὐδετέρως· τὸ τοῦ πελέκυος ξύλον
στέλγει· [ξύστρα
στελγίς· ξυστρίς]
στελέχια· πρεμ(ν)ία
στέλεχος· κορμὸς ξύλου, κλάδος
στελίς· ... περὶ φυτῶν τὴν [ε]ἰξέαν ὑπὸ Εὐβοέων
στελλάνδρα· ἡ κόρη
*στέλλα· ζῶσμα
στέλλει· πέμπει. στολίζει. ὁρμᾷ
στέλλεται· φοβεῖται. καὶ {στέλλεσθαι}· ......
στέλλοιμι· πέμποιμι, καὶ ἀποστέλλοιμι
στέλμα· στέφος, στέμμα
στελμονία(ι)· ζώματα
στελύπην· ἀσφόδελον
στεμβάζειν· λοιδορεῖν, χλευάζειν
στεμβάσεις· λοιδορίαι
στέμμα· στεφάνωμα
στεμ(μ)ατιαῖον· δίκηλόν τι ἐν ἑορτῇ πομπέων δαίμονος
στέμφυλα· τὰ πταίσματα τῶν ἐλαιῶν. οἱ δὲ τὰς ἀπυρήνους ἐλαίας.
καὶ τῶν σταφυλῶν τὰ ἐκπιέσματα
στεναγήν· [πεπυκνωμένην]
στεναγμός· λύπη
στεναγώτερον· [πεπυκνωμένον]
στενάσαι· τινὲς πλῆξαι καὶ παῖσαι· οἱ δὲ ........ {στένιον} τὸ
στῆθος
στεναχεῖλαι· δαμάζεσθαι
στεναχίζετο· ἀνέστενεν
στενάχοντι· στένοντι
στένει· δυσπαθεῖ. στενοχωρεῖται. στενάζει
στενόεσ(ς)α· [στενακτική]
στενολεσχεῖ· στενολογεῖ
στενολεσχία· μικρολογία, λεπτολογία, ὀλίγη ὁμιλία
στενόπορος· στενὴ ὁδός
[στενοτυπούμεναι·] εἰς τὰ στήθη κοπτόμεναι, {στερνοτυπού-
μεναι}
Στέντορι εἰσαμένη· τῷ Στέντορι ὁμοιωθεῖσα
στενυγρόν· εὐριπῶδες, στενόν, καὶ συριγγῶδες
στένων· στενάζων
στενωπός· ἡ ἀγυιά, καὶ πλατεῖα, καὶ ἄμφοδος
στενωπῷ· στενότητι τόπων. ἢ ῥύμῃ
στεπτήρια· στέμματα, ἃ οἱ [ο]ἱκέται ἐκ τῶν κλάδων ἐξῆπτον
στέργει· φιλεῖ, ἀγαπᾷ
στεργάνος· κόπρων
στέργηθρον· φίλτρον. καὶ πόα τίς
στέργουσιν· ἀγαπῶσιν
στερεαί· τινὲς τῶν δικαστικῶν ψήφων. [ἄλλοι δὲ ἀστέρας
στερέμνιον· στερεόν, ἰσχυρότατον
στερεόν· καταπληκτικόν. [ποικίλον
στερηναῖα, ὁδός, ἢ Ἱπποκόον τί· ἡ πολεμία, καὶ στερητικὴ τῶν
πάντων, οἷον [στερνοτύπη καὶ στερναία]· ἢ ἀπειθὴς ἀπὸ τῶν στρη-
νιώντων ἵππων
στέρησις· ἀποστέρησις, ἁρπαγή
στερθέμεν· στερηθῆναι
στερίσκω· ἀποστερῶ
στεριφευομένη· παρθενευομένη
στερίφη· στεῖρα, μὴ τεκοῦσα, μηδὲ τίκτουσα
στερίφοις· ἀνισχύροις. ἀγόνοις, στείροις
στεριφώτερον· ἀνισχυρότερον. μὴ στερεώτερον
στέρνα· στήθη
στέρνιξ· ἐντεριώνη
στερνόμαντις· ὁ ἐνγαστρίμυθος. Πύθων
στέρνον· στῆθος. διάνοιαν, φρένα
στερνοτυπούμενοι· εἰς τὰ στήθη κοπτόμενοι
στερνοτύπτης· ὁ τὸ στῆθος τύπτων
στεροπή· ἀστραπή. αὐγή
στεροπηγερέτα Ζεύς· ὁ τὰς ἀστραπὰς συναγείρων. [ἀστραπή]
στεῤῥόν· ἰσχυρόν, ἀσφαλές, βέβαιον
στερφίνα· δερματίνη· οἱ δὲ δέρματα ὄνεια· οἱ δὲ στεῖρα, ἢ σκληρά
στέρφνιον· σκληρόν, στερεόν
στέρφος· δέρμα, βύρσα
στερχανά· περίδειπνον. Ἠλεῖοι
στέρψανον· ἀξίνη, πέλεκυς
στεῦτο· κατὰ διάνοιαν ἵστατο καὶ διωρίζετο, ἢ διεβεβαιοῦτο
στεφάναι· αἱ τῶν βωμῶν ὠλέναι. καὶ τείχους ἐπάλξεις καὶ πύργων.
καὶ αἱ τῶν βλεφάρων ἀπολήξεις. καὶ περικεφαλαίας .....
στεφάνη· ὄρους ἐξοχή. καὶ εἶδος περικεφαλαίας ἐξοχὰς ἐχούσης. καὶ
κόσμος γυναικεῖος
στεφανίσαι· στεφανῶσαι
στεφανίων· εἶδος κολοιοῦ
στέφανον ἐκφέρειν· ἔθος ἦν, ὁπότε παιδίον ἄῤῥεν γένοιτο παρὰ
Ἀττικοῖς, στέφανον ἐλαίας τιθέναι πρὸ τῶν θυρῶν· ἐπὶ δὲ τῶν θη-
λειῶν ἔρια διὰ τὴν ταλασίαν
*στέφανος ........· τῶν πνευματικῶν χαρισμάτων ὁ στέφανος
στέφανος πολέμοιο· μεταφορικῶς, ἀπὸ τῆς στεφάνης, ὅ ἐστιν περί-
βλημα κεφαλῆς γυναικεῖον
στεφανοφορέοντα· ἀπ' οἴκου τινὸς καλουμένου Στεφανηφόρου
στεφάνωμα· τὸν λωτόν, διὰ τὸ πάντα τὰ φυλλώδη καὶ ποώδη {στε-
φανώματα} λέγεσθαι
στέφεα· στεφῶνες. ἐν Ὀποῦντι τόπος στεφάνων καλεῖται
στέφει· κοσμεῖ, στεφανοῖ
στέφεται· στεφανοῦται, κοσμεῖται
στεφέτην· ἱκέτην
στεφέων· στεφάνων
στέφη· στέμματα. ἀπαρχαί, ἀρχαί
στέφος· τὰ αὐτά
στεφών· ὑψηλός, ἀπόκρημνος
στέψαι· πληρῶσαι. στεφανῶσαι. κεράσαι. κυκλῶσαι
στῆ· παρέστη, ἔστη
στηβύσσειν· ἀδολεσχεῖν
στῆ δὲ παρέξ· παρέστη δὲ ἐκτός
στηδόν· γλαυκόν
στήθεσ(ς)ι λασίοισι· πεπυκνωμένοις λογισμῷ καὶ εὐψυχίᾳ
στηθίας· ὄρνις ποιός
στῆθος· τὸ ἐν τῇ θαλάσσῃ πρόσχω[ς]μα. καὶ τὸ ὑπὸ τοὺς ποδῶν
δακτύλους στηθύνιον
στῆλαι· οἱ λίθοι τοῦ τείχους οἱ προεστῶτες κάτωθεν πρὸς ἀντέρεισμα.
καὶ θεμέλιοι
στήλας διστόμους· τινὲς τὰς Ἡρακλείους στήλας· ἔνιοι αὐτὰς νή-
σους εἶναί φασιν, οἱ δὲ προσχώματα, οἱ δὲ τῶν ἠπείρων ἄκρας, οἱ
δὲ πόλεις. καὶ οἱ μὲν δύο, οἱ δὲ τρεῖς, οἱ δὲ μίαν, οἱ δὲ τέσσαρας
στήληκα· τὴν νύσσαν
στηλίδια· οἱ τεθειμένοι ὅροι
στηλίτας· οὕτως ἐκάλουν Ἀττικοί, οἵτινες ἐπ' αἰτίᾳ τινὶ (ἐ)στηλογρά-
φησαν
στηλιτευθείσης· φανερωθείσης, δημοσιευθείσης
στηλιτεύοιντο· καταβάλλοιντο
στηλιτεύοντος· καταβάλλοντος
στηλιτεῦσαι· ἐπὶ στήλης γράψαι, θριαμβεῦσαι, δημοσιεῦσαι, παρα-
δειγματίσαι
στῆμα· ἐν ναυτικοῖς ὀνόμασιν ἀναγέγραπται. καὶ ἐπὶ φυτοῦ τίθεται.
καὶ τὰ ὅμοια
στημνίον· ὃ ἡμεῖς {κατάστημον ἢ πολύστημον}
στημονίας κικίννους· τοῖς στήμοσιν ὁμοίους
στῆναι· χαλεπῶς ἢ σκληρῶς ἔχειν
στήνια· ἑορτὴ Ἀθήνησιν καὶ ....... διασκώπτουσι καὶ λοιδοροῦσιν
στήνιον· στῆθος
στηνιῶσαι· βλασφημῆσαι, λοιδορῆσαι
στῆρα· τὰ λίθινα πρόθυρα
*στήριον· ἱέρακι. Σέλευκος
στήριγγες· ἐρείσματα. οἱ δὲ τὸ δίκρουν, ὅπερ ὑποτιθέασι τῷ τῆς
ἁμάξης ζυγῷ. οἱ δὲ βάκτρον
στῆ ῥ' ἀντασχομένη· τὰς χεῖρας ὑπὸ τὸ πρόσωπον ἀνατείνασα
.στηριγμένον· ἱστάμενον
στηρίξαι· στῆσαι, ἐνερεῖσαι, ἁρμόσαι. ἐγγίσαι. κρύψαι
στῆσαι· καθίσαι. πληρῶσαι
στήσασθαι· τὸ δανείσασθαι οὕτως ἔλεγον. ἐπὶ σταθμῷ γὰρ πάλαι
ἐδάνειζον. καὶ {στάσιμον} τὸ δεδανεισμένον
στῆσεν· ὥρμισεν
στησίφυλλον· τηλέφιλον τὸ φυτόν
στήτα· γυνή
στῖα ψήφους· οἱ δὲ στίας. δηλοῖ δὲ καὶ στενοχωρίαν, καὶ λιθοκο-
νίαν
*στήτην· ἔστησαν, δυϊκῶς
στιάζει· λίθοις βάλλει
στιβαρόν· εὔρωστον, βαρὺ εὔτονον, στεῤῥόν, ἰσχυρόν
στιβάς· ἀπὸ ῥάβδων καὶ χλωρῶν χόρτων στρῶσις, καὶ φύλλων. ἢ
χαμαικοίτη
στιβδός· μαστιγίας. δραπέτης
στιβεύειν· ἰχνεύειν, πατεῖν, πορεύεσθαι. καὶ {στείβειν} ὁμοίως
στίβη· ψῦχος, πάχνη·
μή με δαμάσσῃ[ς]
στίβη ὑπηοί(η)
δηλοῖ δὲ τὴν πρωϊνὴν δρόσον, καὶ τὸ ψῦχος
στίβη· ἀ(νδ)ράχνη. καὶ χρῶμα μεταλλικὸν μέλαν
στιβ(ε)ιᾶν· ῥιγοῦν
στίβοντες· [πατοῦντες]
στίβος· τρίβος, ὁδός. καὶ ἡ ἴχνους ζήτησις
στίγματα· πληγαί. ποικίλματα
στιγμή· νυγμή
Στιγνοίη· τὸ χωρίον
στίγων· στιγματίας
στίδιον· [κόκκος ῥοιᾶς]
στίλα. στίλη· τὸ οὐδὲν καὶ τὸ τυχόν. ἔστι δὲ ὁ σταλαγμός
*στιδεύς· ὁδευτής
στιλάμενος· [πλεύσας. προστάξας. ποιήσας]
στίλβει· λάμπει
στίλβη· λύχνος, ἐλλύχνιον. ἔνιοι φανόν· Ἀττικοὶ δὲ ἔσοπτρον
στίλβων· ὁ τοῦ Ἑρμοῦ ἀστήρ
στιλβῶσαι· ἀπαστράψαι
στίλος· [ὁ προηγούμενος τῆς ποίμνης κριός]
στιλπναί· στίλβουσαι, λαμπραί
στῖνος· [στένωμα. ῥηγμός
στινωπός· στενὸς τόπος, ἤγουν ὁδός]
στίξας· σημεῖον ποιήσας. μαστιγώσας
στίξασθαι· περιστήσασθαι ἐν κύκλῳ
στίοντες· ἱστάμενοι
στιπτῆς ἕδρας· ὁδευομένης ὁδοῦ
στιπτός· [πυκνός, ἢ στερεός, καὶ πεπιλημένος. ἀπὸ τοῦ {στείβειν} τὸ πατεῖν
margo]
στιτθόν· εἶδος ἀκρίδος
στίφη· πλήθη, συστήματα. τάγματα
στῖφος· τάξις πολεμική. ἢ ὄχλος, σύστρεμμα
στιφρός· πυκνός. εὐθαλής
στιχάει· πορεύεται
στίχες· τάξεις ὄχλων. καὶ {στίχας} τὰ αὐτά
στιχηδόν· κατὰ στίχον {στῆσαι}
στίχος· περίπατος
στιχὸς εἶμι· δι' ὅλης τῆς τάξεως αὐτῶν πορεύομαι
στίχους· τάξεις. πλήθη. ἢ τόποι τῶν στρατευμάτων
στίχουσι· [βαδίζουσι, πορεύονται
στίχωμεν· πορευθῶμεν, βαδίσωμεν]
στλεγγίς· ξύστρα
στλέγγισμα· ὁ ἀπὸ τῶν ἀποξυσμάτων γλοιός
στοαί· τὰ ταμεῖα. καὶ ἐπιμήκη εἰσίν
στοβάζειν· κακολογεῖν
στόβος λοιδορία, ὄνειδος
στοβασμάτων· λοιδοριῶν
στο(ι)βάσουσι· σωρεύσουσι
στοιβή· σύνθεσις. καὶ εἶδος χόρτου
στοιχηδόν· κατὰ τάξιν. κατὰ στοιχεῖον
στοιχεῖον· πᾶν τὸ ἄτμητον καὶ ἀμερές
στοιχεῖα· πῦρ, ὕδωρ, γῆ, καὶ ἀήρ, ἀφ' ὧν τὰ σώματα. ἢ γράμματα
(ς)τοιχειούμενοι· διδασκόμεθα κατὰ τὴν τάξιν
(ς)τοιχειουμένοις· διδασκομένοις
στοιχειωδόν· [κατὰ τάξιν. ἐνορδίνως]
στοιχ(ε)ίωσις· διατύπωσις, ἢ πρώτη μάθησις
στοιχομυθεῖν· τὸ ἐφεξῆς λέγειν. καὶ ἀδολεσχεῖν
στοιχῶ· συναινῶ
στολάρχης· ὁ τοῦ στόλου ἄρχων, ὁ ναύαρχος
στολή· στάσις. πορεία. κίνησις. ἔνδυμα, καὶ περιβόλαιον
στολμὸν χρωτός· στολισμὸν σώματος
στολμός· στολισμός
στόλοκρον· τὸ περικεκομμένον τὰς κόμας, καὶ γεγονὸς ψιλόν, εἴτε
δένδρον, εἴτε ἄνθρωπος. δηλοῖ δὲ καὶ ἀνειδές, καὶ σκληρόν
στολοκρατές· τὸ τῆς Ἰοῦς μέτωπον, διὰ τὰ κέρατα
*στολισμός· ἱματισμός, κόσμος
*στόλοι· τὰ ἄκρα τῶν τομῶν καὶ ὀξέα, χάρακες ἀπότομοι
στόλος· πλοῦς, πλοῖα πολλά. καὶ ὁ τῆς νεὼς ἔμβολος λέγεται, τὸ εἰς
ὀξὺ συνεστραμμένον
στολυξώδης· μικρολόγος
στόμα· τὸ κατεργαστικώτατον μέρος τοῦ πολέμου
στόμα λαύρης· τὸ τῆς θύρας χάσμα
στομάχοιο θέμεθλα· τὸν φάρυγγα, ἤτοι τὸ τῆς κοιλίας στόμα.
[δηλοῖ δὲ καὶ φιλμὸν κηλόν
στόμια· χάσματα
στόμις· ὁ ἀπειθής. μέγα στόμα ἔχων. καὶ τοὺς ἵππους δὲ {στομίας}
λέγουσι τοὺς ἀπειθοῦντας τοῖς χαλινοῖς
στομοδόκο[υ]ν· στωμύλον
στομύλος· [πολυλάλος, φλύαρος. δεινός. αἰσχρός]
στομφάσαι· στομφολογῆσαι. κομπάσαι. ἀλαζονεύεσθαι
στόμφας· ἀλαζονεία
στομωμάτων· χαραγμάτων. τινὲς δὲ {στοβασμάτων}· λοιδοριῶν.
{Στόβος} καὶ ἡ λοιδορία
στοναχάς· στεναγμούς
στοναχῶν· στενάζων
στονόεντα· στεναγμὸν ποιοῦντα, στενάζοντα
στόνοι· τὰ ἔσω τῶν κεραμίων, καὶ στρογγύλα
στόνος· στεναγμός
στόνυξι· κέρασι
στόνυχες· τὰ εἰς ὀξὺ λήγοντα, καὶ τὰ ἄκρα τῶν ὀνύχων
στορβάζειν· κακολογεῖν
στοργή· φιλία, ἀγάπη
στοργῆσαι· φιλῆσαι
(στορέσαι)· στρῶσαι
στορεσθέν· στρωθέν
στορεύς· γαληνοποιός. καὶ τὸ ἀντὶ τοῦ σιδήρου τρύπανον ἐμβαλλό-
μενον ξύλον ῥάμνου, ἢ δάφνης
στόρνη· ζώνη
στόρθη· [τὸ ὀξὺ τοῦ δόρατος, καὶ ἐπιδορατίς]
στορνύμενος· ἐστρωμένος
στορνυτέα· καταστρωτέα. περιοικοδομητέα
στορπάν· τὴν ἀστραπήν
στορχάζειν· εἰς (ση)κοὺς κατακλείειν τὰ βοσκήματα
στορχάσω· συγκλείσω
στουμνά· αὐστηρά
στοῦπος· ἡ τοῖς τετελευτηκόσι ἐπὶ τῶν φορ(ε)ίων σκηνή
στοχάζεται· οἴεται. κατὰ σκοποῦ βάλλει
στοχαζόμεθα· τεκμαιρόμεθα
στοχίζῃ· [στοιχομυθεῖς· μακρηγορεῖς
στραβαλός· ὁ στρογγυλίας καὶ τετράγωνος ἄνθρωπος. Ἀχαιοί
*στράβηλοι· κοχλίαι
στραβαλοκόμαν· οὐλοκόμην
στραβεύς· κωπεύς
στραβήλῳ· τῷ κόγχῳ, ᾧ ἐσάλπιζον
στράβωνες· ἐπιποιοῦ κενός
*στραχύ· τραχύ
στραγγαλιαί καὶ {στραγγαλίδες}· συστροφαί, διαστροφαί. παγί-
δες, ἢ πλοκαί
στραγγαλοῦται· συστρέφεται
στραγγίζει· πιέζει
στραγ(γ)εύει· διαβάλλει. οὐκ {εὐθὺς} πορεύεται
στραγ(γ)εύεται· διατρίβει
στράγξ· σταγών
στραγγός· στρεβλός. ἄτακτος. [ἢ στόμα
στραγγουρία· ἡ δυσουρία
στράνθανα· ὀξέα
στράταρχος· στρατηγός
στρατεύομαι· [διατρίβω]
στρατηγιᾶν· τὸ ἐπιθυμεῖν τῆς στρατ(ηγ)ίας
στρατηλάτης· ἡγεμών. ἄρχων στρατοῦ
Στρατίη· πόλις Ἀρκαδίας
Στράτιον· πολεμικόν, ἢ φοβερόν. καὶ ἐπίθετον Διός
στρατιώτης· ὁ ἐν τῷ στρατῷ ἀριθμούμενος
στρατιωτὶς ποτάμιος· πόα
στρατολογήσαντι· στρατεύσαντι
στρατὸν αἰχμητήν· τὸν πολεμιστὴν στρατόν
στρατός· τὸ πλῆθος τῶν πολεμούντων στρατιωτῶν
στρατόων(το)· ἐστρατοπεδεύοντο
*(ς)τατή· πόρνη
στραφῆναι· ἀναστραφῆναι, ἢ {στραφθῆναι}
στρέβλαι ναυτικαί· τὰ ξύλα τῶν νεῶν, ἐν οἷς διασφηνοῦνται γομ-
φούμενα. Ἀττικοὶ δὲ τὰ βασανιστήρια
στρεβλόν· καμπύλον, σκολιόν
στρεβλούμενοι· δεσμούμενοι
στρεβλοῦται· αἰκίζεται, βασανίζεται
στρεβλῷ· κόγχῳ, ᾧ ἐσάλπιζον
στρέμμα· εἶδος πέμματος
στρέμματα· περὶ νεῦρα
στρεπτοί· εὐμετάθετοι, εὐμετάβολοι
στρεπτοί· ὅρμοι. τὰ περὶ τὰς χεῖρας {ψέλ[λ]ια}
στρεπτοῖο χιτῶνος· τοῦ ἁλυσιδωτοῦ θώρακος, ἢ τοῦ θώρακος τοῦ
ὑποδύτου
στρεπτόν· φίλημά τι ποιόν. ἢ σκολιόν
στρεύγει· ἀνιᾷ. καταγωνίζεται. προσδιατρίβει. βραδύνει
στραγ(γ)εύεται. ταλαιπωρεῖται, καταπονεῖται. τρ..... τριψημερεῖ
στρεύγομαι· διατρίβω, ἀφ' οὗ καὶ {στρὰγξ ἡ} κατὰ βραχὺ πρόεσις
στρέφανον· ἀξίνη, καὶ πέλεκυς
στρεφεδίνηθεν (δέ) οἱ ὄσσε· διεστράφη. ἐσκοτοδινίασεν
στρέφει· κάμπτει. λυγίζει. ἀποσείεται. διώκει. ψιλοῖ
στρέφος· στρέμμα. δέρμα, βύρσα. Δωριεῖς
Στρεφοῦραι· τῶν Ἰνδῶν γένος τι, οἳ καλοῦνται Κοψίλοι
στρέφωσις· κάλυψις ἀγγείων δέρματι γινομένη
Στρεψαῖοι· ἔθνος περὶ Μακεδονίαν
στρεψίμαλ(λ)ος· μεταφορικῶς λέγουσιν ἀπὸ τῶν ἐρίων. {Στρεψί[ν]-
μαλ(λ)α} γὰρ λέγονται τὰ συνεστραμμένους ἔχοντα τοὺς μαλλούς
στρέψις· στροφή. ἀπάτη
στρεψοδικεῖν· τὸ ἀποστρέφειν τὴν δίκην
στρηνές· σαφές. ἰσχυρόν. τραχύ. στυγνόν. ὀξύ. ἀνατετα[γ]μένον. στρη-
νόν
στρηνύεται· στρηνιᾷ
στρηνιῶντες· πεπλεγμένοι. δηλοῖ δὲ καὶ τὸ διὰ πλοῦτον ὑβρίζειν, καὶ
βαρέως φέρειν
στρηνὸν βοᾶν· τὸ σκληρόν
στρίγλος· τὰ ἐντὸς τοῦ κέρατος. νυκτίφοιτον. καλεῖται δὲ καὶ νυκτο-
βόα. οἱ δὲ νυκτοκόρακα
στριγχός· τειχίον. στρικτόριον. στεφάνη {δώματος}
στριφνός· σφιγκτός. πυκνός. στερεός
στριφοῦ· λαμπόδικε, ἀπόκνισον
στροβάζων· συνεχῶς στρεφόμενος
στροβάνικος· ἡ τῷ στροβεῖν νικῶσα
στροβανίσκος· τρίπους
στροβεῖ[ται]· ταράσσει, κινεῖ
στρόβ.ιλος· συστροφὴ ἀελλώδης. καὶ ἡ πίτυς, καὶ ὁ καρπὸς αὐτῆς.
καὶ εἶδός τι ὀρχήσεως, καὶ γυναικείας χρύσης
στροβεῖν· ἀποσείεσθαι, ἀποσοβεῖν ἑαυτοῦ, ἀποδιώκειν, θορυβεῖν
στροβελόν· σκολιόν, καμπύλον
στροβελός· σοβαρός, τρυφερός
στροβῆσαι· συστρέψαι. ἐκφοβῆσαι
*στρόβιλοι· καταιγίδες. καὶ τὰ ὅμοια
στροβητῶς· τεταραγμένως
στρόβοι· συστροφαί
Στρογγύλη· συνεστραμμένη. καὶ Λιπάρα νῆσος
στροιβᾶν· ἀντιστρέφειν
στροίβηλος· ἔπαρμα πληγῆς ἐν κεφαλῇ
στροιβός· δ[ε]ῖνος
*στροβαλοκόμαις· οὐλοκόμαις
στρόμβος· δ[ε]ῖνος. κόχλος. ῥόμβος. συστροφὴ ἀνέμου. περιφερὴς λίθος
στρόμβιλον· περιδεδινημένον
στρομβοῖ· συστρέφει. καὶ τὰ ὅμοια
*στρωννύμενον· ἐστρωμένον
*στρωνν., λαγώς
στροπά· ἀστραπή. Πάφιοι
στρουθίον· πόας ῥίζα, εὔθετος πρὸς ἐρίων ἔκπλυσιν
στρουθός· ὁ καταφερής, καὶ λάγνος. Ἀττικοὶ δὲ τὰς στρουθοκαμήλους
στροῦς· ὁ στροῦθος. καὶ ὄσπριον
στροφαί· ἀστραπαί
στροφάδες· σκώληκες
Στροφαῖος· Ἑρμῆς, ὁ πρὸς ταῖς θύραις ἱδρυμένος· διὰ τὸν τῆς
θύρας στροφέα
*στροφ(άλ)ιγγι· συστροφῇ
στροφάλιγξ· συστροφὴ κονιορτοῦ. καὶ ἐν ᾧ οἱ τροχοὶ στρέφονται
*στροφάλιγγος· συστροφῆς
στροφαλίζετε· στρέφετε
στροφαί· [ἀντιλογίαι. διαστροφαί. καὶ] αἱ κατὰ διαιρέσεις τῶν μελῶν
στρόφιγγα· τὸν στροφέα
στρόφιγξ· ὁ αὐτός
στρόφιον· ἡ στρογγύλη ζώνη
στρόφις· σκολιός, οὐχ ἁπλοῦς, πολύπλοκος
στρόφος· συνεστραμμένος λῶρος, ἢ σχοινίον, παρὰ τὸ ἐστράφθαι
στρόφοι· τὰ λεπτὰ τριχίδια
Στρύμη· πόλις
Στρυμών· ποταμός
Στρυμόνιοι· οἱ Βιθυνοὶ τὸ πρότερον
Στρυμόνιος· ὁ βοῤῥᾶς
στρύμοξ· ξύλον μεμηχανημένον ἐν ταῖς ληνοῖς πρὸς τὴν τῶν σταφυ-
λῶν ἔκθλιψιν
στρυφνόν· στερεόν, ἰσχυρόν. αὐστηρόν. ἐπεστυμμένον, πυκνόν
στρυφνός· μᾶζα. ἢ οἶνος στυφός
στρωματεύς· ἰχθῦς ποιὸς ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ
στρωματίζειν· τὸ ἐπισάττειν ὄνῳ
στρωματίτην· ἔρανόν τινα, ἐν ᾧ ἑαυτοῖς παρεῖχον τὰ στρώματα
στρωμνή· κοίτη
στρωφᾶν· νήθειν, κλώθειν, περιστρέφειν
στρωφῶντο· περιεβλέποντο. ἐστρέφοντο
στρωφᾶται· περιστρέφεται
στυαγόν· τὸ στύμα, παραγώγως
στυγεῖν· μισεῖν. στυγνάζειν. φοβεῖσθαι
στυγέει· μισεῖ
στυγέουσι· μισοῦσι
στυγερόν· στυγνόν. κακοπαθές. φοβερόν, χαλεπόν, μισητόν
στυγέων· φοβούμενος. μισῶν
στυγηρῷ· μισητῷ, φοβερῷ
στυγήσω· μισήσω. καὶ τὰ ὅμοια
στυγητοί· μισητοί, χαλεποί, φοβεροί
στυγνόν· ἀργόν. ὠμόν. χαλεπόν
στύγνωσον· χώρισον
στυγοῦσι· φοβοῦνται, μισοῦσιν
Στυγὸς ὕδωρ· τῆς κρήνης τοῦ ᾅδου τὸ ὕδωρ. ἢ ὁ τῶν θεῶν ὅρκος
στυλίς· μέρος τι τῆς ἡμιολίας νεώς
στυλοβάτης· τοῦ κίονος ἡ βάσις
στύμος· στέλεχος, κορμός
στυμνά· σκληρά
Στύμφη· ἡ Χαλκίς
Στύμφηλος· πόλις ἢ ὄρος Ἀρκαδίας
Στύξ· κρήνη ἐν ᾅδου. ἢ ὁ σκὼψ τὸ ὄρνεον. ἢ ὅρκος θεῶν
στύξαι· φοβηθῆναι, καταπλαγῆναι. συναγαγεῖν. μισῆσαι
στύξαιμι· εἰς κατάπληξιν ἀγάγοιμι
στυπάζει· βροντᾷ. ψοφεῖ. ὠθεῖ
στύγει· στρέφεται
στύπεα· στέλεχος, κορμός. καὶ τοῦ ὀφθαλμοῦ τὸ σῶμα, καὶ τὸ κύτος.
καὶ ὁ ψόφος τῆς βροντῆς
στύπη· ὁ στύπος, ἢ στελέχη
στυπογλύφος· ξυλογλύφος. {Στύπος} γὰρ ὁ στέλεχος, ἤγουν τὸ πρέ-
μνον
στύππακα· στυππ(ε)ιοπώλην
στυππίον· τὸ λίνον
στυρακίζειν· κεντρίζειν
Στύραξ· [πόλις Εὐβοίας. καὶ] σαυρωτὴρ τοῦ δόρατος, καὶ λόγχη. καὶ
δένδρον ὁμωνύμως. καὶ θυμίαμα
στυφαλμεῖν· σκυβαλίζειν
στυφᾶν· βροντᾶν
*στύφος· κέρδος
*στυφέλιξε δέ μιν· διέσεισεν αὐτόν
στυφελή· σκληρά
στυφελίζειν· διασείειν, κραδαίνειν, τινάσσειν, ὠθεῖν, πατάσσειν,
ἐνυβρίζειν
στυφελιζομένους· σκληρῶς ὑβριζομένους
στυφελίξαι· διασεῖσαι
*στυφελίζειν· κακοῦν. διασείειν
στυφελοὶ πάγοι· ἀντὶ τοῦ σκληροί
στυφλὸν ἢ στυφελόν· τραχύ, σκληρόν, βαρύ. ἀργόν. στεῤῥόν
στυφοκόμπος· ὁ μάχιμος ἀλεκτρυών. καὶ ὄρτυξ
στυφρόν· στερέμνιον, βαρύ
(ς)τύχας· τάξας
στυχιοῦσι· διατυποῦσι
στῦψαι· στυγνάσαι
στῦψις· κόλλησις
Στωϊκοί· οὐ μόνον οἱ ἀπὸ Ζήνωνος φιλόσοφοι, ἀλλὰ καί τινες γραμ-
ματικοί
στώμιξ· δοκὶς ξυλίνη
στωμοδόκον· [στωμύλον]
στωμύλια· κομψά
στωμύλος· ὁ λάλος. πιθανολόγος. εὐτράπελος τῷ λόγῳ
στωμύλλεσθαι· τρανῶς λαλῆσαι
στωμύλ(λ)ων· λαλῶν
στωμύλματα· περιλαλήματα
στωνευμέναν· διαστρέφουσαν συντόνως
σύαγχος· ῥίζα, ἐν ᾗ οἱ σῦς θηρεύονται
συάδες· αἱ ὕες, ἐσχηματισμένως
συανία· λοιδορία. καὶ ἡ διὰ χειρὸς μάχη
σύαρον· τὸν κλῶνα
σύαρτον· βούγλωσσον
σύας· κύων τις πολύῤῥηνος
*σύβας· λάγνος
σύβακα· συώδη
συβάλλας· ὁ καταφερὴς πρὸς τὰ ἀφροδίσια
συβαρίζει· τρυφᾷ
σύβαριν· τὴν πολυτελῆ τρυφήν
Συβαρικαῖς· τρυφηλαῖς
*Συβαριτικοὶ λόγοι· τὸν γὰρ Αἴσωπον ἐν Ἰταλίᾳ γενόμενον
σπουδασθῆναι σφόδρα φησίν, ὡς καὶ τὸ τῶν λόγων αὐτοῦ εἶδος ἐπι-
δαψιλεῦσαι, καὶ Συβαριτικὸν προσαγορευθῆναι. παροιμιώδεις οὖν οἱ
Συβαριτικοὶ λόγοι
*Σύβαρις διὰ πλατείας· παροιμιῶδες ἐπὶ τῶν σοβαρῶς πορευ-
ομένων
Συβαρῖται· τρυφηταί
Συβαριτικός· τρυφερός
συβαρνίς· περίκομμα
συβήνη· αὐλοθήκη, ἢ τοξοθήκη. ἢ ὁ ναυτικὸς χιτών
συ[μ]βίνη[ς]· καπροβόλον. ἐμβόλιον
συβόσια· συοφόρβια
συβότας· χοιροβοσκούς
συβότοιο· σῦς βόσκοντος
σύβρα· ἐπὶ βοῶν. σημαίνει δὲ τὰ πρὸς ῥυπαρόν τι ἐχούσας
συβριακόν· τὸ πολυτελές
συβριάζει· σοβαρεύεται, τρυφᾷ
συβριασμός· ὁ ἐν εὐωχίᾳ θόρυβος
(Συβρίδαι· δῆμος τῆς) Ἐρεχθηΐδος φυλῆς
συβροί· ἰ(ς)χνοί, λαγαροί, τάφροι
σύ[μ]βρος· κάπρος
συβώτας· Σπεύσιππος ὁ φιλόσοφος. ζῶόν τι
Συβώτης· συοτρόφος, χοιροτρόφος, χοιροβοσκός. καὶ ὄνομα κύριον
συγγενήσεις· τὰς συνουσίας
συγγένεια·
συγγενικός·
συγγίνομαι· συνομιλῶ
συγγ[ε]νώσομαι· συμβουλεύσω
συγγινωσκόμενοι· πειθόμενοι
συγγνώμων· ἐλεήμων
συγγονή· σύστασις. Δημόκριτος
σύγγονος· ἀδελφός
συγγραμμάτων· βίβλων
*συγκαρβαλώσας· συστρέψας
συγκαλεῖται· συνεδρεύει
συγκαλέσας· συναριθμήσας
συγκατάθεσις· συμφώνησις
συγκατέληξε· συμπέπαυται
συγκαχρῦσαι· συγχέαι, συμφῦραι, συμφρῦξαι
συγκεῖσθαι· συνθήκην καὶ ὁμολογίαν πεποιῆσθαι
συγκεκλεισμένοι· πολιορκούμενοι
συγκεκοπιταμένους· συγκεκομμένους
συγκεκορδυλισμένα· συνηθροισμένα. συνειλημ[μ]ένα· συνεστραμ-
μένα
συγκέχυται· συντετάρακται
συγκηδεσταί· οἱ τῆς νύμφης καὶ τοῦ γαμβροῦ γονεῖς
συγκοιμᾶσθαι· συνελθεῖν
σύγκλ(υ)δα· συγκεχυμένα
συμμιγεῖς· σύνεγγυς. καὶ σύγκλυδες, ὅμοια
συγκλύδων· συλλέκτων, ἤ τινων μεμιγμένων
συγκοιτάλιον· σύγκοιτον
συγκοίτιον· ἑταίρᾳ συγκοιμηθείσ(ῃ) μίσθωμα
συγκομ(.)άτιον· σκευασία τις παρὰ τοῖς ὀψαρτυταῖς
συγκομιστέον· συνακτέον
συγκομιστήρια· θυσία ἐπὶ καρπῶν συγκομιδῇ
συγκομιστὸς ἄρτος· παρὰ Διοκλεῖ τῷ Ἰατρῷ
συγκοπήμεναι· μαστιγωθῆναι. μεμαστιγωμέναι
συγκριθῶμεν· ὁμοιωθῶμεν
συγκρίνει· συνισοῖ
συγκρινομένη· πρὸς ἰσότητα δοκιμαζομένη
σύγκρισις· μίξις. γένεσις. ὁμοίωσις. ἀντιπαράθεσις
συγκριτικός· ὅμοιος
συγκροτεῖ· ταράττει. συνάγει, συνα(ύ)ξει
συγκρούει· συναθροίζει. ἢ συνευφραίνεται
σύγκρουμα· χρέος, δάνειον. τινὲς τὴν σύμμικτον λοπάδα
συγκρου(ς)τά· ἱμάτια, ὧν ἡ κροκὶς ἀνατέτριπται
*συγκινεῖν· συζυγεῖν, συντροχάζειν
συγκυρία· συντυχία
*συγκύρημα· συντύχημα
*συγκυροῦντα· διαφέροντα
συγκύρεται· συντεύξεται
συγχαίρειν· ἐπιχαίρειν
συγχάσαι· συγχωρῆσαι
*σύγχει· ταράττει καὶ τάρασσε
*συγχεῦαι· συγχέαι. συγκόψαι, συντρῖψαι
συγχέομαι· συντρίβομαι. καὶ τὰ ὅμοια
συγχριμφθέντα· συνενεχθέντα
συγχίας· τὸ πρὸς ἄγκιστρον μέρος τῆς ὁρμιᾶς
συγχρήσομαι· ....
*σύγχυσις· μίξις. θόρυβος. ἀφανισμός
*σύγχυτο· συνεχύθη, συνεταράχθη, συνεχωρήθη
*σὺ δὲ σύνθεο· σὺ δὲ κατάθου, σύ(ν)θου δέ
*σὺ δ' ἐν(ὶ) φρεσὶ βάλ(λ)εο· σὺ δ' ἐγκατάθου ταῖς φρεσί
σύδην· ταχέως, καὶ ὁρμητικῶς
συζῆν· ὁμοῦ ζῆν
συζυγεῖν· τὰ ὑποζύγια ὑποφωνεῖν ἐν τῷ ἕλκειν
συζυγία· συνάφεια
σύζωσμα· ἐν τῷ μεταλλικῷ τὸν ἐκρέοντα χαλκόν
συῆλαι· τόποι βορβορώδεις
συηνία· ταραχή, ἀηδία, ἀπὸ τῶν συῶν
σύθεν· ὥρμησαν
συθῆναι· δραμεῖν, ὁρμῆσαι
σῦθι· ἐλθέ
συθνόν· κεκρυμμένον
σῦκα· τὸ ἐπὶ τοῖς βλεφάροις νόσημα, ὅ τινες {σύκωσιν}
συκάζει· δοκιμάζει. συκοφαντεῖ. ἢ σῦκα τρώγει. καὶ τὸ κνίζειν ἐν
ταῖς ἐρωτικαῖς ὁμιλίαις
*συΐ· συάγρῳ
συκαμήδωρος· μωρός
συκάμινα· ἡ παρ' ἐνίοις {μορέα}, τὸ δένδρον. καὶ ὁ καρπὸς ......
συκάνης· συνετὸς [τῆς συκομορέας
συκάστρια· συκοφάντρια
Συκάτης· ὁ Διόνυσος
συκῆ· τὸ ἐν ταῖς πεύκαις γενόμενον δενδρῶδες
συκηγορίαν· τὴν ἐν τῷ λέγειν συκοφαντίαν
συκῆ Αἰγυπτία· ἡ λεγομένη {κερατία} τὸ δένδρον
συκίδας· τὰς ἐχούσας ἐν τοῖς δακτυλίοις συκᾶς
συκιδαφόρος· ἐνίοτε ὁ συκοφάντης· ποτὲ δὲ ὁ συκόπρωκτος
συκίνη μάχαιρα· συκοφάντρια
σύκινον· ἀσθενές
συκομορέα· συκάμινον
σῦκον αἰτεῖν· κολακεύειν
σῦκον ἐφ' Ἑρμῇ· παροιμία ἐπὶ τῶν κειμένων ἐπ' ὠφελείᾳ τῶν βουλο-
μένων. ὁπότε φανεί(η) σῦκον πρῶτον τῷ Ἑρμῇ ἀνετίθεσαν
συκοσπαδίας· ὁ συκοφάντης
συκοφάντης· ψευδοκατήγορος. κακοπράγμων
συκοφάνται· οἱ ἐπηρεάζοντες
συκοφαντία· καταλαλιά
συκχάδαι· ῥάπη
συκχάδες· εἶδος ὑποδήματος
σύκχοι· ὑποδήματα Φρύγια
*συλαγωγῶν· ἀπογυμνῶν
συλᾷ· ἐκδύει, συλεύει
σύλαιον· θύλακον
συλᾶν· ἀφαιρεῖσθαι, γυμνοῦν, σκυλεύειν
συλήσει· ὅμοιον
συληθείς· ἀφαιρεθείς
συλλαβὰς ὁδοῦ· τοὺς συλῶντας καὶ ἐκδύοντας
συλλαμβάνει· βοηθεῖ
*συλ(λ)αγνεύσας· συμπορνεύσας
συλλέγεται· συνάγεται
συλλελογισμένα· ἀπὸ συλλογισμῶν
συλλήβδην· ὁμοῦ συλληπτικῶς, ὡς δι' ὀλίγων πολλὰ εἰπεῖν συντόμως
συλλήπτορα· συναγωνιστήν. συνεργόν, σύμμαχον
συλλήψεται· ἔγγαστρον ἕξει. ὑπερασπιεῖ. καὶ τὰ ὅμοια
συλλίρ· θύλακος
συλλογισάμενος· συναγαγὼν τὸν λογισμόν, καὶ θεωρήσας
σύλλογος· σύνοδος ἀνθρώπων, ἄθροισμα
συλλοχισμός· ὄνομα τακτικόν
σύλον· ἐνέχυρον
συλῶ· σκυλεύω
(*)συμβαλεῖν· συναλλάξαι. καὶ ἐνύπνια ἐπιγνῶναι. καὶ εἰς μάχην
συμβαλεῖν. [συμμίσγειν, συνίεναι
(*)συμβαλεῖν· λοιδορεῖν
συμβαθέν· τὸ ἀπὸ συμβάσεως ὁρισθέν
συμβαῖεν· συνέλθοιεν
συμβαίνοντα· συμφωνοῦντα
συμβαλεῖν· διακρῖναι
συμβάλλεται· λέγεται
συμβαλλόμενοι· συναγόμενοι
συμβάλλων· συναρμόζων
σύμβαλλε· συναγωνίζου
σύμβαμα· κατηγόρημα. συμβεβηκός
συμβᾶμεν· συμφωνεῖν
συμβαριτικαῖς· Περσικαῖς. ὑπερηφάνοις. πολυτελέσι
συμβάσεως· εἰρήνης
σύμβασις· ἐπάνοδος εἰς εἰρήνην ἢ φιλίαν
συμβατήριοι· εἰρηνικοί. διαθέσεις
συμβεβηκός
συμβέβληται· ἀπαντᾷ, συνενήνεκται. νενόηται. ὠφελεῖ
συμβῇ· ....
συμβῆν· σύμφωνα λέγειν
συμβῆναι· συνομολογήσασθαι
συμβιβάζει· εἰς φιλίαν ἄγει. ἢ συλλαλεῖ
συμβιβασθέντες· διδαχθέντες, διαλεχθέντες
συμβίβασις· πεῖσις, διδαχή, πίστις
συμβιβα(..)τω· διδαξάτω
συμβλημένος· συναντήσας
σύμβλητο· ἀπήντησεν
συμβιβῶ σε· συνάπτω σε, διδάσκω σε, συμπορεύομαί σε
σύμβολα· σημεῖα
συμβόλαια· κοινωνία χρημάτων. ἢ τάγματα. ἢ γράμματα
συμβολαιογράφος· ὁ τὰ συμβόλαια γράφων
συμβόλαιον· συνάλλαγμα, συγγραφή, ἀσφάλεια, γραμματεῖον
συμβολαί· μάχαι
συμβολαίας δίκας· τὰς κατὰ σύμβολα[ιον]
συμβολατεύειν· συναλλακτεύειν
συμβολεῖ· συντυγχάνει
συμβολή· μίξις
συμβολῆσαι· συντυχεῖν
συμβολικῶς· σεσημειωμένως
σύμβολον· σημεῖον. συμπόσιον. ὁρισμός
σύμβολος· οἰωνός. [καὶ τὸ διδόμενον τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον
σύμβοτον· σύννομον. σύνηθες
συμβοῦαἱ· συνωμόται
συμβουάδ(δ)ει· ὑπερμαχεῖ. Λάκωνες
συμβο[υ]λεύς· ἁλιευτικὸν σκεῦος, περὶ ὃ τὰ λίνα πλέκουσιν
συμβουλή· γνώμη. δόσις
συμβίκη· εἶδος ὀργάνου
(Σ)ύμη· νῆσος
συμβῶμεν· συναφθῶμεν
σύμμαρ· [συλλαβών]
συμμάρψας· συλλαβών. δήσας
σύμμαχος· βοηθός
συμμεμαρτυρημένη· συνειλημμένη
συμμετρία· ἔνδυμα γυναικεῖον ποδῆρες, οὐκ ἔχον σύρμα
συμμίσγειν· ὁμιλεῖν, συνουσιάζειν
συμμορία· πολιτικὸν σύστημα, πλῆθος, σύνταγμα
συμμοριῶντας· τοὺς ἐκ τῆς αὐτῆς συμμορίας
συμμῦσαι· σκοτῶσαι
συμμυολόγους· ἀντὶ τοῦ σιωπῶντας
συμμ(ύ)ων· σιωπῶν
συμπάντων· ὁμοῦ πάντων
συμπαρομαρτοῦσαν· συνακολουθοῦσαν
συμπειρασθέντες· [συντραφέντες]
συμπατάγησαν· συνεκρότησαν, συνέκρουσαν τὰς χεῖρας πλατείας
ποιήσαντες
συμπεριγενόμενον· συμπεριλαμβανόμενον
συμπεπερονημένους· συμπεφιβλωμένους. συῤῥαφέντας περόνῃ
συμπέσῃ· συμβῇ. συγκροτηθῇ
συμπεσών· συντυχών
συμπεφλασμένος· συντεθλιμμένος
συμπιεζούσης· θλιβούσης
συμπίτνει· συμπίπτει
συμπλάττομεν· ψευδόμεθα
συμπλευσάντων· ὁμονοησάντων
*συμπνευσμός· ὁμόνος
συμπληγάδες· αἱ παρ' Ὁμήρῳ πλα(γ)κταί
σύμπλους· συνοδευτής
συμποδίζει· κωλύει
συμποθέν· καταποθέν
*συμποδιστής· ὠμὸς ἐκ τοῦ ἴσου
σύμπορπον· τὸν μὴ ῥαφαῖς συνειλημμένον κατὰ τοὺς ὤμους χιτῶνα .....
συμπόσιον· τόπος εὐωχίας καὶ πόσεως
συμπράξει· βοηθήσει, συνάρξει, συλλαβεῖ
σύμπτωμα· συνάντημα. συμβεβηκὸς ἐξάπινα
συμφανές· φανερόν
συμφανής· φανερός
συμφέρει· ἁρμόζει. ἀγαθόν. συνᾴδει. συν(ευ)τυχεῖ, συντυγχάνει
συμφέρεσθαι· συμφωνεῖν, συναρμόττειν, ἀκολουθεῖν, συντυγχάνειν
συμφέρον· συνοιστόν
συμφερτή· συμφορητή, συνακτή
σύμφημι· συναινῶ. συνομολογῶ
συμφήτωρ· μάντις. μάρτυς
συμφθείς· συντριβείς
συμφορά· συντυχία. σύμπτωτα. ἀτυχία
συμφορήσας· ἀθροίσας, συναγαγών
συμφόρησις· σύναξις
συμφορίας· συμπεφορημένης, συμμίκτου
σύμφορον· ἁρμόζον, καλόν, συμφέρον, σύμφωνον
σύμφορος λιμός· ὁ συμπίπτων, καὶ συνών
συμφράδμονες· ὁμόφρονες, σύμβουλοι
σύμφρα· θυσία τῷ Ἀπόλλωνι τελουμένη
συμφρασθῆμεν· καταπληθῆναι
συμφράξαι· συμφράσαι
*συμφράσ(ς)ατο· συνεσκέψατο
συμφυᾶ· ὁμοφυᾶ
*συμφυλετῶν· ὁμοεθνῶν
σύμφυλον τάγμα
συμφυράσουσι· συμμιγήσονται
σύ(μ)φυτον· συμπορευόμενον, συνόν
σύμφυτος· ἡ νεκτάριος ῥίζα, ἣν ἔνιοι {ἑλένιον}, ἔνιοι δὲ μηδίκην
συμφῦσαι· ἀνάψαι
συμφωνία· ὁμοφωνία
συμφώνων· ὁμοίων
*συμψη(ς)θείς· βλαβείς, τρωθείς
συμψηρᾷ· συμψηλαφᾷ
σύμψηφος· ὁ τὰ αὐτὰ φρονῶν, καὶ κατατιθέμενος
σύν· ξύν, ἅμα, ὁμοῦ. καὶ ἀντὶ τοῦ εἰς καὶ μετά ἀπό καὶ πρός. καὶ
ἐπὶ τοῦ ὁμοῦ
συνάγειν· μετ' ἀλλήλων πίνειν
συναγεῖραι· συναγαγεῖν, συνάψαι
συναγελάζονται· συνδιαιτῶνται
συναγέσκεο· ἰσχνοπρεπεῖς
συναγηγερκώς· συναθροίσας, συνάξας
συναγηγερμένων· συναχθέντων
συναγορεύει· ὑπὲρ αὐτοῦ λέγει
συνάγουσι· συνεληλυθότως πίνουσιν
συναγρίδα· θαλάσσιος ἰχθῦς
συναγρόμενοι· συναγόμενοι
συναγώγιον· συμπόσιον ἔθου
συνᾴδει· συμφωνεῖ
συνᾴδοντα· συμφωνοῦντα
σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει· παροιμία ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ
ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν
συναθροίζεται· συνάγεται
*συνακτήριον· συνάθροισμα
*συναΐδιος· συνυπάρχων
σύναιμος· ἀδελφός
συναινεῖ· συνευδοκεῖ. συγκατατίθεται
σύναινος· ὁμόδοξος
συναινῶ· συντίθημι
συναίνυτο· συνελάμβανεν
συναίρεσθαι· [συνερωτᾶν
συναιρήματα· ἐρωτήματα. συλλαλήματα]
συναιρουμένοις· συμβαλλομένοις
σύναιχμα· σύμμαχα
συναλλάσσωμεν· συνάγωμεν
συνάλλαγμα· σύναξις. ἢ γαμικὸν συμβόλαιον
*συναλοιφή· συναγωγή. συγκεχυμένη σύγκρισις
*συναλείφων· τὰ αὐτά
*συναλιζόμενος
συναλισθείς· συναχθείς, συναθροισθείς
συναλισθέντες· συναχθέντες
συνάλματα· συμπηδήματα
*συναλλακτής· φιλιαστής
συνανακραθεῖσα· συγκερασθεῖσα
*συνανοίσετε· συναν(εν)έγκατε
συνάορος· σύζυγος, γυνή, σύγκοιτος, συνηρμοσμένη
συναπηρτισμένος· πεπληρωμένος
συνάπτεται· συμπορεύεται, συνέρχεται
συναράμενος· συναγωνιζόμενος. συμβαλόμενος
συναράσσει· συγκρούει
*σύναρθρος· μετὰ ἄρθρου τοῦ προηγουμένου τῶν ὀνομάτων
συναρήρακται· συγκέκοπται
συναρία· συνοδία ἀλλόφυλος
συναρίς· [συναφή. [φίλος] ἁρμονία]
συνάρξει· συμπράξει, βοηθήσει, συλλαβεῖ, ἑνώσει
σύναρξις· συνουσία. καὶ τὰ ὅμοια
σύναρσις· συναφή. ἁρμονία
συναρτῶν· συνάπτων
συνασπιεῖ·
συνασπίζει· συμμαχεῖ
συνασπισμός· πύκνωσις. οἱ δὲ συνασπισμός
συναυθλοῦμαι· διαπεραιοῦμαι
συναυλία· συμφωνία
συνάφεια· σύζευξις, ἕνωσις
συνάχθεται· συλλυπεῖται
συνάψας· συνδήσας, ἑνώσας, συμμίξας
συμβαίνοντα· συμφωνοῦντα
συνδεδραμηκότων· συνελθόντων
συνδεῖ· συντηρεῖ. [συγκοιμᾶται]
συνδεόμενος· συνδεδεμένος
συνδέοντες· συνδεσμοῦντες
συνδέσαι· [συνκοιμηθῆναι]
σύνδεσμος· πλοκή. ὁμόνοια
σὺν δ' ἤειρεν ἱμᾶσι· συνέδησε δὲ τοὺς ἀγωγεῖς τῶν ἵππων
συνδήσας ἄρα τὼ χεῖρε· συνδήσας δὴ τὰς χεῖρας
συνδιαιωνίζειν· συνδιάγειν εἰς αἰῶνας
συνδιεξέρχου· συνεκπέρα
σὺν δ' ἡμῖν δαῖτα ταράξῃ· συνταράξῃ ἡμῖν τὴν εὐωχίαν
συνδιημέρευσαν· τὴν ἡμέραν συνδιή(γα)γον
σύνδικος· σύμφωνος. ἢ συνήγορος βουλῆς
σύνδικοι· οἱ ἐν ταῖς δίκαις βοηθοί
συνδοκτικόν· συνδεδογμένον
σύνδουλος· ὁμόδουλος
συνδούμενος· συνδεδεμένος. συνυπάρχων, συνών
συνδραμεῖν· συνθέσθαι. βοηθῆσαι. συμφωνῆσαι. συνομολογῆσαι
συνδυάζειν· συμπράττειν. [κυβᾶν τὸ ἀληθές, κακῶν]. συμβουλεύεσθαι
συνδυασμός· συζυγία
συνεβάλ[λ]οντο· συνέθεντο
συνέβημεν· συνεχωρήσαμεν συνεθέμεθα. ὡμολογήσαμεν. συνωδεύ-
σαμεν
συνεδεῖσθαι· συγκαθῆσαι
συνέθει· [συντρέχει]
συνέδρα· ἡ στάσις, ἣν νῦν {στατίωνα} λέγουσι
συνεδρεύουσι· συνέρχονται, εἰς βουλὴν συνάγονται
συνέδριον· δικαστήριον
συνέ(ε)ργον· συνεῖργον. συνεδέσμευον
συν(ε)έργαθον· συνεῖχον. περιώριζον
συνε.χμῷ· τῇ συναρμ[ολ]ογῇ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς τῶν
σφονδύλων
συνέηκε· συνῆκεν
συνέθετο· συνετάξατο
συνέθλασε· συνέτριψε
συνέθρ[ο]ισε· συνέτεμε. λεπτὰ ἐποίησεν. ἀπὸ τοῦ {θρίσαι}, ὅ ἐστι
τεμεῖν
*συνιείς· γνούς, νοῶν
*συνίημι ὃ φῆς· νοῶ ὃ λέγεις
συνείκανα· σύνοδος
συνείκει· συμφέρει
συν[ε]ίλας· συνειλήσας
συνειλεγμένα· συνηγμένα, συνηθροισμένα
συνειλεχώς· συναγαγών
συνειλοέντες· συλλαβόντες
συνειλόμενα· συστρεφόμενα
συνειλοῦνται· συστρέφονται
συνείλοχας· συνήγαγες, ἤθροισας
συνείνησις] συνείδησις· [διάθεσις
συνείπετο· ἠκολούθει
συνείρει· συνάπτει. μιγνύει
συνεῖρκτο· ἐδέδετο
συνείρει· [συνάπτει]
συνείροντες· συνάπτοντες. {Ε(ἴ)ρειν} γὰρ τὸ ὁμοῦν
συνείρ(υ)ται· συνέσπασται
συνεισθόρῃ· .....
συνεῖσι· συναινέσαι
συνεισέφρησεν· συνεισήνεγκεν
συνέκδημος· συνοδοιπόρος
συνεκδοχή· ὅταν τις ἀπὸ μέρους παραλάβῃ
συνεκδοχικῶς· συλληπτικῶς
συνεκόμισε· συνήγαγεν
συνεκοσμοῦντο· συνεκρίνοντο
συνέκυρσε· συνέτυχεν
*συνεκτικώτατα· κεφαλαιωδέστατα
συνεκύρωσεν· ἐβεβαίωσε
συνελάβετο· ἐβοήθησε. ἢ κατὰ γαστρὸς ἔχει
συνεληλακότες· ἐλάσαντες
*συνελάσωμεν· συμβάλωμεν
*συνέλευσις· σύνοδος
συνελόντες· συνάγοντες
συνελόντι· συνάγοντι
συνελόντι φάναι· συντόμως λέγειν, ἢ εἰπεῖν
συνελόντι φῆσαι· ὁμοίως
συνελόχισε· συνέδρευσεν
συνέμποροι· σύνοδοι. σύμφωνοι
συνέμυσε· συνέτριψε
συνενέγκαι· συμφρονεῖν
συνεν(ην)εγμένος· συνελθών
συνενεχθέντων· πεισθέντων. συλληφθέντων
συνέντας· γνόντας
συνέντης· συνεργός
συνεξεβράσθη· συνεξεβλήθη
συνεπαρτιμένος· [συνημμένος]
συνεπέρανε· συνετέλεσεν
συνεπεράνθη· ἐτελειώθη, πέρατι ὑπεβλήθη
συνέπεσεν· [ἐστύνασεν.] ἐστύγν[ί]ασεν. συνέβη, ἔτυχεν
συνεπέστη·
συνεπιτιθεμένων· συν(εν)εδρευόντων
συνεπλάκη· συνήφθη ἢ μετὰ γυναικός, ἢ πρὸς ἀνδρὸς πάλῃ
συνεπισχύει· συμβοηθεῖ
συνερανισάμενος· συμπληρούμενος
συνεργεῖ· βοηθεῖ
συνερέσειν· συλλέγειν συγκεχυμένους
συνερέουσι· συγκέχυνται
συνερέσθαι· συνερωτᾶν
συνέριθοι· συνυφαίνουσαι. συνεργοί
συνερίσαντα· συνάψαντα
συνέρξαι· συγκαθίσαι μετά τινος, ἢ συγκαθεῖρξαί τινι
συνερόμενος· συμβαλλόμενος
συνέῤῥεον· συνέτρεχον
συνέῤῥηκται· συνέφθαρται. βέβληται
συνεῤῥώγει· συνεκεκρότητο
συνέρχεται· συνάγεται
σύνεσις· νόησις
συνέσκληκε· συμπέπηγε
συνεσκολυμμένον· συγκεκαλυμμένον
συνεσποδωμένον· συγκεκομμένον
συνεστάλη· πεφόβηται, ἐδειλίασε
συνεστηκώς· συνηγμένος
συνέστησεν· ἐκόσμησεν. ἐπῄνεσεν
συνεστιᾶτο· συνηρίστα
συνέστιοι· συναγωγοί. ὁμοτράπεζοι
συνέστυβας· συνεσκυθρώπακας
συνέστυβεν· ὁμοίως ἐσκυθρώπακεν
συνεστυφωμένοι· συνεσκυθρωπακότες
συνεστὼς χιτών· ὁ συμβλητός
συνέταξεν· ἐνετείλατο, παρήγγειλεν
σύνετε· [νοήσατε
συνετέλεσα· ἀπώλεσα
συνετελέσθησαν· ἐπληρώθησαν
συνετιῶ σε· σοφίσω σε
σύνετο[ς]· συνῆκεν]
συνετός· σοφός. συγκεκροτημένος
σὺν εὐαγεῖ· σὺν τῷ ἀγαθῷ
συνευδοκοῦσι· συγκοινωνοῦσιν
*συνέβλητο· συνεβάλλοντο
συνεύν[ι]ον· σύγκοιτον
συνεύνους· συγκοίτους. συναποδήμους
συνεφίαζεν· εἶα ἐκάλει. ὠνόμασται καὶ .....
συνεφόρμα· ......
συνεφύροντο· συνεμολύνοντο
συνέχεεν· ἔμιξεν
συνεχές· ἀδιάλειπτον
συνέχεται· συμπλέκεται
συνέχευεν· ἠφάνιζεν. συνέχεεν
συνεχῆ· ἀναγκαῖα. πυκνά
συνεχόμεναι· κρατούμεναι
συνεχόμενον· ἐναντιούμενον. ἢ ἀῤῥωστοῦν
συνέχου· κράτει
συνεχώρησαν· συνωμολόγησαν. συνεπάθησαν
συνεχῶς· ἐνδελεχῶς. πυκνῶς. ἀεί, ἀδιαλείπτως
συνέψεσθαι· ἀκολουθῆσ[θ]αι, ἢ ἀκολουθεῖν
συνεψήσθη· συνελεπτύνθη
συνεψία· συμπλέκτρια, ἢ συνομιλήτρια
συνεωρακότες· συσκεψάμενοι
συνή· συμπαίζη. συνακμάζει
συνηβόλησεν· ἀπήντησεν
συνήγορος· προστάτης
συνηγηόχει· ἐκόμισεν
συνήδεται· συγχαίρει, ἐφήδεται
συνήθεια· ἔθος
συνήθεις· ὁμοιοτρόπους, ἐν ὁμοίοις ἤθεσι τεθραμμένους
συνήθλησαν· συνηγωνίσαντο
συνῆκεν· ἔγνω, ἐνόησεν
συνήλασε· συνεχώρησεν· ἐδίωξεν
συνηλ(λ)άσσετο· ἐφιλιοῦτο
*συνειλημμένα· ἅμα, ὁμοῦ, συντόμως
συνήλυσις· συνδρομὴ ἐπὶ τὸ αὐτό
συνημμένοι· συνηνωμένοι
συνημοσύνη· συνθήκη. ὅρκοι. συμβόλαια
συνήνεγκε· συνεβάλλετο
συνηνέχθη· προσεγένετο
συνήορος· συνηρμοσμένη. καὶ συνήθης
συνήργεις· συνέκαμ(ν)ες
συνῃρημένον· τὸν κρατοῦντα. ἢ συμπληρούμενον
συνηρές· σύσκιον
συνηρτίζοντο· συνηθροίζοντο
συνήρτυες· συνήρμοττες
συνησθείης· συγχαρείης
συνησθέντες· συγχαρ[ι]έντες
συνῄσθηται· σύνοιδεν
συνησπικότων· συμπραξάντων
συνήσω· πεισθήσομαι
συνθάκων· συγκαθέδρων
συνθεῖσα· τὰ ἐξ ἐπιβο[υ]λῆς συμπαγέντα [{συνθεῖναι}· ......
σύνθεμα· σημεῖον ἀφορμῆς. δραματούργημα. σύμβλημα
συνθέματος· σημείου
σύνθεο· νόησον. συνθηκοποίησαι. σύνθου, σύνες, καὶ περὶ σαυτοῦ δια-
λόγισαι
συνθεσίαι· συνθῆκαι
συνθεσιάων· ἐντολῶν. συνθηκῶν
σύνθεσις· ἁρμονία. κόλλησις
συνθετά· συντεθειμένα
συνθέτηκα· [συνεθέμην]
σύνθετον· ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον
συνθεύσεται· συνδραμεῖται. συνοίσει
συνθήκας· ὅρ(κ)ους
σύνθημα· σημεῖον. συνθήκη
συνθήματα· μαθήματα. ποιήματα. συνθῆκαι. σημεῖα
συνθηματιαῖοι· οἱ ἠργολαβημένοι καὶ ἐκδεδομένοι, ἐκδόσιμοι
συνθήσῃ· συντάξῃ. [συνθῆναι]
*συνθήκη· διάλεκτος
συνθραύεσθαι· συντρίβεσθαι
σύνθου· κατάθου, σύνθεο, νόησον
συνθυμεῖν· συμπείθεσθαι
συνθύξω· συναντήσω
συνία· [ταραχή]
συνίασιν· νοοῦσιν
*συκάνιος· σύνοδος
σὺν ἱδρῶτι· σὺν καμάτῳ
συνιεῖ· νοεῖ
συνίημι· νοῶ
συνιζήσεως· συγκαθίσεως. ἐκ τοῦ συνιζάνειν. ἕζεσθαι γὰρ τὸ κα-
θέζεσθαι
συνίρνα· συνέχεις
συνίσσεις· ἀντὶ τοῦ συγκλείεις
συνιστάνειν· ἐπαινεῖν. φανεροῦν. βεβαιοῦν. παρατιθέναι
συνιστορεῖ· σύνοιδα
συνίστωρ· γνώστης. μάρτυς. συνόμιλος. συμπράκτωρ
σύνιτε· συνέλθατε
συνιῶν· νοῶν, φρονῶν
συνκαλῶ· συνάγω
συνκομίσας· συναγαγών, ἀθροίσας
συνκροτεῖ· βοηθεῖ. συνάγει
συνκρούεται· συνευφραίνεται
συνκυρούσαις· συντυγχανούσαις
συνλήπτορα· βοηθόν, συνεργόν
συνμητιάασθαι· συμβουλεύεσθαι
σύνναιος· σύνοικος
συννένοφεν· ἐσκυθρώπακεν
σύννευσις· συγκατάθεσις, κατάνευσις
συννεφές· σκοτεινόν
σύννοια· λύπη. ἔννοια
συννοισία· [τὸ εἰς τὸ αὐτὸ συμφέρειν]
*συννόει· ἐννόει, ἐνθυμοῦ
σύννομα· σύνδρομα. ὁμόφρονα
συννόμους· συν(ή)θεις
σύννους· κατηφεῖς
συννυργίς· ξύστρα
[συνόβαυνοι, συναυλιστήρια. καὶ κοιμητήρια]
σύνοδος· πολλῶν παρουσία. ἢ συνοδοιπόρος
συνοθούμενος· [συνερχόμενος]
συνοικέται· σύνοικοι
συνοικία· τὰ πλείονα ἐφέστια
συνοίσειν· συνεισενεγκεῖν
συνοίσεται· συμπείσεται. συνελεύσεται. συμβαλεῖται
συνοισόμεθα· συνελευσόμεθα
συνοιχήσεται· συναναιρεθήσεται
συνοκλάζει· ζεῖ
συνοκωχά· νόσος. λοιδορία. μάχη
*συνολκή· ἀναπνευστική, ἀναληπτική
*συνοκωχότε· ἐπισυμπεπτωκότες. {Συνοκωχὴ} γὰρ ἡ σύμπτωσις
συνομαρτεῖ· συνακολουθεῖ
συνομαρτεύει· σύνεισι. καὶ τὰ ὅμοια
συνόμιλος· σύλλογος. σύντροφος
σύνοπος· σύνοδος
σύνοπτα· εὐνόητα, ὁρατά
σύνοπτρον· σύνοψις ἄστρων
σύνορος· συγγείτων
συνόσα· ὁμοῦ
συνουλωτική· φαρμακίς
συνουσίωσις· μίξις τις, ἕνωσις, συγγαμία, συντυχία
συνοῦται· [λυπεῖται]
συνοφρυμένος· λυπούμενος
σύνοφρυς· μεγαλόφρων, μεγάλαυχος
συνοχή· ἀσθένεια, ἀδημονία, ταραχή
συνπαίστωρ· συμφοιτητής, ὁμότροφος
συνπαρομαρτοῦν· συνακολουθεῖν
συνπειραθέντες· [συστραφέντες]
συνπολευμένους· συνιόντας
σύν ρα· ὁμόσε
συνρεφειῶν· συνσκεπῶν
συνρυσμοῦσθαι· συγκρίνεσθαι
*σύνταγμα· πλῆθος. στράτευμα
συνσοῦσθαι· ἐπὶ τὸ αὐτὸ συμφέρεσθαι
σύνστειπτον· συμπεπυκνωμένην. συμπεφυκυῖαν
συνστροβ(ι)λίσαι· συνστρέψαι
συνστύψαι· σκυθρωπάσαι
συνσυριστής· ὁ πάντα συνσύρων
σύνταγμα· σύγγραμμα, ἢ ἐκ λόγων τάγμα
συντακτήριος· ......
συντάξει· παραγγελεῖ
*συντάξασθαι· ἀσπάσασθαι
σύνταξις· ἡ τετράς. ἢ διοίκησις. ἢ σύνθεσις
σύνταξον· παράσχου
συντάργανες· συντεταραγμένοι
*συντεμών· συντελέσας
*συντετάσθαι· διεκ(τε)τάσθαι
*συντέθεικα· συνεθέμην
συντεθραμμένου· συγγενοῦς, ἢ ὁμοτρόφου
συντεθράνωται· συμπέπτωκε
συντείνας· σπουδάσας
*συντελείας· κακίας
συντελέσθαι· πληροῦσθαι
συντελεσθήτω· τελειωθήτω
συντέρμων· [συντελεστής
συντεταμένου· [συγκεκομμένου. συντόμως εἰρημένου
συντεταραγμένου· συγκεχυμένου
συντέτηκα· προσανάκειμαι
συντευξόμενοι· συντυγχάνοντες
σὺν τῇ· σὺν αὐτῇ
συντόμως· διὰ βραχέων
συντόνη· σύστασις
σύντονον· σφοδρόν. ἰσχυρόν. συνεχές
σύντρεις αἰνύμενος· ὁμοῦ τρεῖς συλλαμβάνων
συντρίβει· συνθλᾷ
συντριβής· συνδιατρίβουσα. συνοῦσα
σύντριμμα· ἁμάρτημα
σύντροφον· συνανάτροφον
συντροχάσῃ· καταντήσῃ. πληρωθῇ
συντυχία· συνέντευξις
συντυχίζειν· [συνσωρεύειν]
*συνειλάσσεσθαι· συνσυρίσασθαι. συνάγειν ποίμνια ἐν ὕλῃ
σύνφημι· ......
συνχαίρω· .....
συνχεῖ· ταράσσει. λυπεῖ
συνῳδά· σύμφωνα
συνῳδ[ε]ία· συγχορεία
συνωθήσει· συνελάσει
συνωθούμενοι· συνελαυνόμενοι.
συνῳκισμένων· συνεληλυθότων
συνωμάρτησε· συνηκολούθησεν
συνώμεθα· συνθώμεθα, συνθήκας ποιησώμεθα
συνωμοσία· ἡ μεθ' ὅρκων φιλία
συνωρίδα· ἅρμα δίπωλον
συνωρίδος· δυάδος
συνωρίς· ἅρμα ἐκ δύο ἵππων, ἢ συζυγία
σύνωρον· σύμφωνον. ὁμολογούμενον. ἢ συγγενῆ
συόαι· [βάρβαροι]
συοβαύβαλοι· συῶν αὐλιστήρια καὶ κοιμητήρια
Συοβοιωτοί· οἱ Βοιωτοὶ σύες
συορόγχαι· βλαπτικοί
συὸς ἀγρίου· συάγρου
συοφόρβια· συῶν ἀγέλαι. ἢ χοίρων ἀσφαλεῖς δεσμοί
συοφορβός· σῦς τρέφων
Συπαλήττ[ε]ιος· δῆμος φυλῆς Κεκροπίδος
Συπαλητ(τ)ίους· κακούργους
σύραι· πολυτελεῖς
Συρακοσία τράπεζα· πολυτελής
σύρας μαχαίρας· ὅτι πολυτελεῖς, διὰ τὸ παροικεῖν αὐτοὺς Πέρσαις·
εἰ μὴ ἀντὶ τοῦ σοβαρεῖς· καὶ μήποτε {σύβρας. Συβρ(ι)άζειν} γὰρ
τὸ θρύπτεσθαι καὶ χλιδᾶν φασι
σύρβα· μετὰ θορύβου
σύρβη· παρὰ τοῖς μεταλλικοῖς
συρβηνεύς· Κρατῖνος ἐν Θρᾴτταις. ἤτοι (α)ὐλητής· {σύρβη} γὰρ ἡ
αὐλοθήκη. ἢ ταραχώδης
Συργάστωρ· συοφορβός. καὶ ὄνομα βαρβαρικόν
σύρη· πλῆθος. σύρματα ναυμαχίας
συρία· ἡ παχεῖα χλαῖνα. ἤτοι ἀπὸ τοῦ σισύρνης· ἢ ὅτι ἐν Καππαδοκίᾳ
γίνεται. οὗτοι δὲ Σύροι
Συρία· διὰ τὸ[ῦ] σύρεσθαι ὑπὸ τοῦ κατακλυσμοῦ
σύριγγες· ἐκ καλάμων πανδούρια, ἢ κατατρήσεις εἰς ἀλλήλας ἐμ-
πίπτουσαι
συρίγγιον· τροχοῦ κένωμα, δι' οὗ ἐνίεται ὁ ἄξων
σύριγξ· δορατοθήκη. ἢ ὄργανον μουσικόν
*σύριγγος· αὐλοῦ μουσικοῦ. ἢ τῆς δορατοθήκης τὸ εἶδος
Συρίη· ἐνηγαίη τῇ περὶ Πόντον. ἡ νῦν λεγομένη Σῦρος νῆσος· ἔστι δὲ
τῶν Κυκλάδων
Συρίοις κύβοις· μήποτε Σύριον λέγει τὸν Πέρσην λεγόμενον· διὰ τὸ
Συρίαν λέγεσθαι γῆν τὴν ἀπὸ Φοινίκης μέχρι Βαβυλῶνος
Σύριον· Ἀσσύριον. τὸ διὰ Συρίας φερόμενον. ἢ διὰ τὸ σώλινον
συρίσκος· ἀγγεῖόν τι πλεκτόν, εἰς ὃ σῦκα ἐμβάλλουσι. τινὲς δὲ
{ὑρίσκον}
συριστής· γέρανος ἄῤῥην
σύρκεσι· σαρξίν. Αἰολεῖς
σύρκιζε· σάρκαζε
συρμαία· ἀγών τις ἐν Λακεδαίμονι, ἔπαθλον ἔχων συρμαίαν. ἔστι δὲ
βρωμάτιον διὰ στέατος καὶ μέλιτος. λέγεται δὲ καὶ {συρμαϊσμός}, καὶ
ἔστι πρὸς κάθαρσιν. καὶ πόμα δι' ὕδατος καὶ ἁλῶν
συρματὶς στρατιά· ἡ τὰ συμψήματα καὶ φρύγανα σύρουσα καὶ
συλλέγουσα
συρμίον· λάχανόν τι σελίνῳ ἐοικός
συρμιστήρ· ξυλοπώλης
συῤῥάδ(ι)ος· νόθος. μικτός. εἰκαῖος
*σύῤῥα· ὁμόσε, εἰς τὸ αὐτό
σύρτης· χαλινός
*Σύρος· Ἄραψ
συρτίς· φθορά, καὶ λύμη
*συράσσει· συμπίπτει
*συῤῥίφη· σὺνσκέπη
συρφετός· ὄχλος. ἢ κονιορτὸς μετὰ κόπρων. τινὲς δὲ χειμών καὶ
συρμός. ἢ ἀκάθαρτος
σύρφη· φρύγανα
σύρφος· θηρίδιον μικρόν, ὁποῖον ἐμπίς
σύρων· ἕλκων
σῦς· γυνή. {ὗς}· σύαγρος
συσκαν(ί)α· τὸ συσσίτιον
συσπαστόν· τῶν τραγικῶν τι ἐγχειρίδιον ἐκαλεῖτο, ὡς Πολέμων φησί,
τὸ συντρέχον, ἐν Αἴαντος ὑποκρίσει
*σύσσημον· σημεῖον
*σύς· σύσσημος, συς{ση}μός
σύσσιτον· ἄριστον. ἢ τὸν συνεσθίοντά τινι
συσσοΐη· ἡ ἀνεμπόδιστος φορά
*συσκευή· ἐπιβουλή
*σύσκηνος· σύνοικος
*σύσκια· σύνδενδρα
συστάσεις· σύνοδοι. συμφωνίαι
συστατῶν· συγκροτῶν. συστῶν. καὶ τὰ ὅμοια
*συστήσασθαι· πήξασθαι
σύστηνον· (ἐ)στενοχωρημένον. τρίχινος χιτών, ἢ ῥυπαρός. Ἀντίμαχος
συστομώτερον σκάφης· παροιμία ἐπὶ τῶν τὰς σκάφας φερόντων
μετοίκων· διὰ τὸ ἀπαῤῥησίαστον, οἷς οὐδὲ χανεῖν ἐφίετο
συστραφέντες· συνελθόντες
συστρεμ(μ)άτων· θορύβων. πλάνων
συστροφή· ἴλιγξ ὑδάτων. ἢ σκοτισμός
συτάσσει· ἱκετεύει
σύτο[ι]· ὥρμησεν, ὥρμα. ἀνῆλθεν. ἀνηκόντισεν
συφαιός· χοιροβοσκός
σύφακα· γλεῦκος
συφακίζειν· ὀπωρίζειν
σῦφαρ· γῆρας, τὸ ὑπέρτατον· οἱ δὲ τὸ τοῦ ὄφεως. καὶ τὸ ἐρ(ρ)υτιδω-
μένον σῦκον. καὶ τὸ ἐπὶ τοῦ γάλακτος τροφῶδες
συφεός· τόπος, ὅπου αἱ σῦς τρέφονται
συφιοί· οἱ τῶν συῶν οἶκοι
συχνά, πυκνά, συνεχῆ, πολλά
συχνοῖς· συνεχέσι. καὶ τὰ ὅμοια
σφάγιον· πρόβατον. θῦμα. ἢ ἐν ᾧ τὸ τῶν ἱερείων ὑποδέχεται αἷμα,
τόπος
σφαγή· ὁ κατὰ τὴν κατακλεῖδα τόπος
σφάγια· ἡ τῆς ἱερουργίας ἡμέρα
σφαγίς· τὸ προκάρδιον. καὶ ἡ τομή
σφαδάζει· βράζει. δυσθανατεῖ. χαλεπῶς φέρει. διασπᾶται. ἀγανακτεῖ.
δυσφορεῖ. ἀτακτεῖ. μετὰ χολῆς ὀργίζεται. καὶ μετὰ χόλου πολλοῦ, ἢ
μετὰ σπασμοῦ πηδᾷ. μαίνεται. σπεύδει. διασείει. θυμοῦται. ταράττε-
ται ὑπὸ τραύματος ζέοντος
σφαδασμός· σπασμός. καὶ τὰ ὅμοια
*σφαδάζουσα· ῥηγνυμένη
*σφαδανόν· σφοδρόν. καταπληκτικῶς
σφαίλειν· πλῆσαι
σφαιραγεῦντο· [ἐψόφουν]
σφαιρηδόν· περιφερές, στρογγύλον ὡς σφαῖρα
σφαιρωτήρ· ζηνίχιον σανδαλίου, σκύτος, κόμμα λώρου
σφακελισμός· παραπληξία
σφακελίσαν· κακωθέν. καταφθαρέν
σφακελίζει· κρούει τοῖς ποσί. κινεῖ δεινῶς. ὀδυνᾶται. σπᾷ. διασπᾶ-
ται. ἀλγύνεται. {Σφακελισμός} γὰρ καὶ {σφάκελος} ἡ ἄμετρος ὀδύνη·
καὶ ἡ μετὰ σπασμοῦ τῆς χολῆς πρόεσις· καὶ ἡ τῶν ὀστέων σῆψις
σ(φ)άκια· τῆς ἀμπέλου τὰ κλήματα
σφάκος· χόρτος, ὃν τὰ κτήνη ἐσθίει. οἱ δὲ τὸ ἐπὶ τῶν δρυῶν ἐπιγεν-
νώμενον, ὃ καλοῦσι βρύον. οὐκ εὖ. ἐκεῖνος γὰρ {φά(ς)κος} λέγεται
σφακώδη κλιτύν· καθ' ἣν ὁ (ς)φάκος ἐφύετο. ἔστι δὲ ἄγριον φυτόν
σφαλάσσειν· τέμνειν. κεντεῖν
σφαλεῖεν· ἀποτύχοιεν. ψευσθεῖεν
σφαλερόν· ἐπικίνδυνον. σαθρόν. ἀβέβαιον
σφαλερόν· ἐπισφαλές. ἐπικίνδυνον
*σφάλμα· ἁμάρτημα
σφάλλειν· κλίνειν. καταβάλλειν. ἁμαρτάνειν
σφαλμᾷ· σκιρτᾷ. σφάλλεται. ἄλλοι ἀντὶ τοῦ σφαδάζειν τετάχθαι φασί.
ἔνιοι μετὰ ἐπιθυμίας τι πράττειν
σφάλλον· κολάκευσον
*σφάλλονται· ἁμαρτάνουσιν
(ς)φαλ[λ]ός· ..... ἔστι γὰρ ξύλον ποδῶν δεσμωτικόν· οἱ δὲ κορμὸν
ἢ δίσκον· ἄλλοι δισκοειδές τι σκεῦος μολύβδιν(ον) ἔχον κρίκον, ὃ
δεσμοῦντες ὑπὲρ τὴν κεφαλὴν ῥίπτουσιν ἐν τοῖς ἀγῶσι
σφάνιον· κλινίδιον
σφαραγγές·
σφ(α)ραγίζει· βροντᾷ. ταράττει. ψοφεῖ
(*)σφαραγεῦντο· κατεπονοῦντο. ἐφλέγοντο. ἐψόφουν
σφάραγ[γ]ος· βρόγχος. τράχηλος. λαιμός. ψόφος
σφάς· αὐτούς, αὐτάς, [αὐτά]
σφέ· αὐτούς, αὐτάς, αὐτά
σφέας· αὐτούς, κατ' ἔγκλισιν
σφεδανόν· ἐπιτεταμένον. συντονώτατον. σφοδρόν. ὀξύ
σφεδανῶν· φονεύων, ὀλλύς, κτείνων. τινὲς ἐπεσπευμένων. ἄλλοι σύν-
θετον εἶναι ἐκ τοῦ {σφέ} καὶ {δανῶν}, ὅ ἐστι κτείνων· ἔστι δὲ ῥημα-
τικόν
σφεζόμενοι· [ἐπικαθεζόμενοι]
σφειδρόν· καθαρόν. εὐῶδες
σφειλ[λ]όν· λοξόν. πυκνόν. εὐκίνητον. προσφυές. δριμύ
σφείων· αὐτῶν
σφέλας· ὑποπόδιον
σφέλα· ὑποπόδια
σφέλμα· τὸ ἄνθος τῆς πρίνου
Σφενδαλῆς· δῆμος τῆς Ἀττικῆς
σφενδόναιαν· σφενδόνην. ἢ τὴν σφραγῖδα
σφενδόνην· τοῦ δακτυλίου τὸ περιφερές. ἢ σφραγίς
σφέρτα· τὰ ἄφορα δένδρα
σφέτερα· ἴδια αὐτῶν
σφετέρῃσι· ταῖς αὐτῶν
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο
σφετερίζει· εἰς ἴδιον κέρδος {(κε)χηνώς
σφετεριζόμενος· ὑφαιρούμενος. ἰδιοποιούμενος
σφετερίζων· ἰδιοποιούμενος, καὶ προσλαμβανόμενος
σφέτερον· τὸ αὐτῶν ἴδιον
σφετρίδες· [ἐπιβλήματα]
σφέων· αὐτῶν
σφῇ· αὐτή
σφῆισι· ταῖς ἑαυτῶν
Σφήκεια· ἡ Κύπρος τὸ πρότερον. καὶ τὰ τῶν σφηκῶν κηρία
σφηκίσκος· τὰ μακρὰ τῶν ξύλων καὶ εἰς ὀξὺ συνηγμένα {σφη-
κίσκους} λέγουσιν· ἐπεὶ καὶ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην
ἄγαν ἔχουσι. καὶ τοὺς λαγαροὺς τοῖς σώμασιν ἀνθρώπους καὶ ..
προκοιλίους ..........
σφηκισμός· εἶδος αὐλήσεως εἰρημένον ἀπὸ τῆς ἐμφερείας τῶν βομ(β)ῶν
σφηκίωσις· κηρία σφηκῶν
σφηκοί· οὐ κεχυμένοι τῇ σαρκώσει, ἀλλὰ συνεσφιγμένοι. ἔνιοι δὲ ῥω-
μαλέους
*σφηκῶν· ποικίλων
σφηκὸς λόφου· τὸ ἄκρον τοῦ λόφου, τὸ ἐπὶ τῶν ὤτων ἀποκρεμά-
μενον τοῦ λόφου, τῆς περικεφαλαίας τὸ συνεσφιγμένον. {Λόφουρον}
δέ, οἷον λόφου ο(ὐ)ράν
σφή,] [σαλεῦσαι, κινῆσαι. {σφῆλαι}
σφήκωμα· πύκνωμα. καὶ ὁ δεσμός
σφῆλαι· πλανῆσαι. βλάψαι .......
σφήλειεν· ἀποτυχεῖν ποιήσειεν
σφηλόν· λοξόν. πυκνόν. εὐκίνητον. {Ἄσφηλον} δὲ τὸ ἀκίνητον
σφηνεύς· ἰχθῦς ποιὸς θαλάττιος
σφηνούμενος· στρεβλούμενος
σφῆς· τῆς ἑαυτοῦ
σφῇσι· ταῖς αὐτῶν
σφῇσιν· [αὐταῖς, ἢ αὐτοῖς]
Σφήττιοι· δῆμος τῆς Ἀκαμαντίδος φυλῆς
σφί· [ἑαυτοῦ ἢ ἑαυτῆς]
σφί(γ)κται· οἱ κίναιδοι, καὶ ἁπαλοί
σφιγκτήρ· χιτών. Ταραντῖνοι
σφίδες· χορδαὶ μαγειρικαί
σφίδη· χορδή
σφίν· αὐτοῖς, ἢ αὐτούς, ἢ αὐτάς
*σφίσιν· ἑαυτοῖς [ἢ ταῖς ἑαυτῶν]
σφισίμολος· διαφορὰ τῆς κινήσεως
σφόδελος· ἡ ἅλιμος. δασὺ ἄνθος, ἄρχον, σκιερόν. οἱ δὲ σῖτον
σφοδελοφόρους· τοὺς μετοίκους
σφόδρα· πάνυ, πολύ, ἄγαν, λίαν
σφοδρόν· ἔντονον. ἰσχυρόν. ὀξύ. στιβαρόν. εὔτονον. χαλεπόν
σφοῖσι· τοῖς αὐτῶν
σφονδύλη· ὅμοιόν τί φασι σαλαφίῳ εἶναι, ὀσμὴν φαύλην προϊέμενον,
εἴ τις ἅψεται αὐτῆς
σφόνδυλος· τράχηλος
σφόνδυλοι· αἱ ἁρμογαὶ τῶν μελῶν. καὶ οἱ τῶν φυτῶν πυθμένες.
ἄλλοι τὰς δικαστικὰς ψήφους. καὶ τὰ τῆς ῥάχεως ὀστᾶ. καὶ τῶν σκορ-
πίων αἱ ἐπὶ τῶν κέντρων περιγραφαί
σφορτάν· λιμόν
σφοῦ· τοῦ αὑτοῦ, τοῦ ἰδίου [ἢ τῆς αὑτῆς]
σφραγῖδες· αἱ ἐπὶ τῶν δακτυλίων, καὶ τὰ τῶν ἱματίων σημεῖα
σφραγιδονυχαργοκομήτας· τοὺς ἔχοντας σφραγῖδας ἐν τοῖς δα-
κτυλίοις ὄνυχας λίθους, καὶ κομῶντας
σφραγίς· χελώνη. καὶ ὁ ἐν τῷ δακτυλίῳ λίθος, ἢ σήμαντρον
*σφηρός· τὸ τοῦ ἱματίου σημεῖον
σφριαί· ἀπειλαί, ὀργαί
σφριγᾷ· περιτέταται, περιτείνε(τα)ι. ἄλλοι σφύζει, πλήρης τυγχάνει.
μάλιστα δὲ ἐπὶ θηλείας, εὐσωματεῖ, ἀκμάζει, νεάζει, καπριᾷ
σφριγανόν· ἀκμαῖον. δαψιλές. σφοδρόν
σφριγῶν· ἀκμάζων, νεάζων, αὔξων
σφριγῶντα· ἐπαιρόμενα, ἰσχύοντα
σφριγῶσα· πεπυκνωμένη, συνεστηκυῖα, ἰσχύουσα
σφυγμός· φλεγμονή. κυρίως δὲ ὁ παλμὸς τῶν ἀρτηριῶν
σφυδρά· ἡ περιφέρεια τῶν ποδῶν
σφυδῶν· ἰσχυρός, εὔρωστος, σκληρός
σφύζει· πηδᾷ, φλεγμαίνει. καίεται. στέλλεται ἡ φλέψ
σφῦρα· ἐργαλεῖον τεκτονικόν, ἢ χαλκευτικόν
σφυρά· τὰ περὶ τοὺς ἀστραγάλους, αἱ περιφέρειαι τῶν ποδῶν. ἢ τῶν
ὀρῶν τὰ ἐπίπεδα καὶ κατώτατα. ἢ ἡ παρά τισι λεγομένη {κέστρα},
ἰχθῦς θαλάσσιος
σφυράδες· τὰ διαχωρήματα τῶν αἰγῶν καὶ προβάτων. οἱ δὲ {σπυ-
ράδας}
σφυρήλατος· σφύραις ἐληλα[ς]μένος, οὐ χωνευτός
σφυρήματα· τὰ σιδήρια, ὅτι οὐ χεῖται
σφυροδέται· ἡ λέξις παρὰ τοῖς τὰ ἱπποτροφικά
σφυρόν· σφοδρόν. ἢ τὸ ἐπάνω τῶν ἀστραγάλων
σφύρωσις· διάροσις. [ἢ ἐν κύκλῳ τὰ πέλματα
σφώ· ὑμεῖς. ἢ ὑμᾶς
σφῶϊ· [τῆς ἑαυτῶν]
σφωέ· ἑαυτούς. ἔστι δὲ τοῦ τρίτου προσώπου
σφῶϊν· ὑμῖν, καὶ ὑμῶν, καὶ αὐτοῖς
σφωΐτερον· ὑμέτερον, ὑμῶν τῶν δύο
σφῶν· ἑαυτῶν
σχᾷ· σχάζει
σχαδόνες· τὰ κηρία τῶν μελισσῶν, ἔνθα οἱ σκώληκες. οἱ δὲ τὴν ὑπερ-
βάλλουσαν ἡδονὴν {σχαδόνες}
σχαδών· κυβευτικὸς βόλος
σχαλίδες· δι' ὧν σχάζουσι τὰ δίκτυα ὀρθὰ ἑστῶτα
σχαλίσαι· θηλάσαι. καὶ {ἀνίσχαλον} τὸ ἄτοκον καὶ ἀθήλαστον
σχανδές· [τὸ δίκτυον]
σχάσαι· μετάβαλ[λ]ε
σχάσει· ἀφήσει
σχάσον· ἄφελκε. κατάπαυσον
σχαστηρία· ὁρμιστηρία. καὶ [ἵ]μέρος τι ἐν τῇ νηΐ
σχαῦδαι· ἰσχνόφωνοι
σχέδην· ἡσυχῆ, βάδην
σχεδία· μικρὰ ναῦς. ἢ ξύλα ἃ συνδέουσι, καὶ οὕτως πλέουσιν. ἢ
ὅπλα τὰ ἐκ χειρὸς τιτρώσκοντα
σχεδιάζειν· ἐγγίζειν. ἐκ παρατυχόντος ἐν ἑτοίμῳ λέγειν. λέγεται δὲ
καὶ ἐπὶ τοῦ ταχέως ποιεῖν
σχεδιασθείς· ἐγγισθείς
*σχέδιοι· εὐτελεῖς
σχεδίη· [συνάφεια. κοινωνία]
σχεδίη· σχεδία. [καὶ τὸ ἐκ χειρὸς πατάξαι οὕτω λέγεται.] καὶ ἡ εἰκαίως
πεποιημένη ναῦς. διάβασις, γέφυρα, ζεῦγμα
σχέδιον· τὸ δόρυ, ὃ μὴ ἀκοντίζεται. ἢ τὸ ἀνευπρεπῶς γενόμενον. ἢ
ἐκ τοῦ σύνεγγυς
σχεδόθεν· ἐγγύθεν
σχεδόν· ἐγγύς, ἐκ χειρός
σχεδρός· τλήμων, καρτερικός
σχέθεν· ἔμεινεν. ἐκρατήθη. ἐπέσχεν
σχεθέτω· ἐπισχεθήτω, ἐπισχέτω
σχέθον· κατέσχον
σχέθων· κατέχων
σχελίδες· κρέα ἐπιμήκη τετμημένα. οἱ δὲ πλευρίδες
σχέλινος· ἀγρία κυπάρισσος. οἱ δὲ ἄρκευθος
*σχέμα· σχῆμα [Ἀχαιοί
*σχεῖται· ἐμεῖ
*σχεθήτω· κατασχεθήτω
σχελυνάζει· φλυαρεῖ
σχενδυλόληπτοι· ἐσχενδυλῆσθαι ἔλεγον τοὺς ἐν τοῖς ταύροις.
ἀπὸ τοῦ χαλκευτικοῦ ὀργάνου, ὃ {σχενδύλη} λέγεται
σχέραφος· βλασφημία. λοιδορία
Σχερίη· ἡ Σχερία. ἡ τῶν Φαιάκων χώρα, ἢ νῆσος Κέρκυρα τὸ πρό-
τερον οὕτως ἐκαλεῖτο
σχερόν· κῦμα ἕτοιμον. Ἀμερίας
σχερός· ἀκτή, αἰγιαλός
σχέσις· ἐποχή. κατάστασις. συγγένεια. φιλία
σχετική· κατασχετικὴ οἰκείωσις
σχετικός· ἡ πρός τινα ἔχων σχέσιν καὶ ἐγγύτητα. ἔστι δὲ τῶν πρός τι
σχετικῶς· οἰκειωτικῶς
σχετλιάζει· δυσφορεῖ, δυσχεραίνει, δυσπετεῖ
σχετλιαζέτω· βαρείσθω, ἀποδυσπετείτω. Σχέτλιον γὰρ τὸ ἄδικον
σχετλιάζων· ἀδικούμενος
σχέτλιαι· δειναί
σχετλιασμοί· δυστροπίαι. δυσφημίαι ὀδυνηραί
σχέτλιον· χαλεπόν, ὀδυνηρόν, ἄπορον, ἄθυμον. ἀτυχές. ἄδικον
σχέτλιος· τάλας. ἀγνώμων. φορτικός. στεναγμοῦ ἄξιος. χαλεπός
*σχίδακας· κλάσματα ξύλων
σχῆμα· πλάσμα. ἱματισμός. διάθεσις. κόμπος
σχηματιζόμενοι· προσποιούμενοι, σχῆμα ἐπιδεικνύοντες
σχηματισμός· πλάσμα
σχηματοβόλον· ἤτοι ἐπὶ τῶν δικαστῶν τούτους ἐλάμβανον
σχήσει· ἐφέξει, καθέξει
σχήσειν· ἀνθέξειν, κωλύσειν, παύσειν
σχήσεις· προσέξεις
σχήσεσθαι· κατασχεθήσεσθαι
σχήσεται· ἀνθέξει
σχῆσις· ἕξις. ὁρμή
σχήσουσι· κωλύουσι, παύσουσιν, ἐφέξουσιν
σχήσων· ἐφέξων. καὶ τὰ ὅμοια
σχητηρίαν· ἄγκυραν. ὁρμιστηρία
σχίδα· σχίδος σινδόνος. πῆγμα
σχίδαξ· κλάσμα ξύλου
σχίδια· ὠμόλινα
σχίδος· τὴν ἀπόσχισιν
σχίζα· ἡ λαμπάς
σχίζῃς· σχίζαις
*σχίδαζε· τὰ ξύλα
*σχίδαξ· τῶν ξύλων
σχιζογυάνδρους· τοὺς συκοφάντας
σχιζόποδες· τῶν ὀρνέων τὰ ἔνυδρα
*σχίζεσι· σχίδαξι
(*)σχῖνος· εἶδος σμαράγδου εἰργασμένου
σχινάτας· σχινατίων ἀγών τις ἐπιτάφιος ἐν Λακεδαίμονι
σχίνδαν· θερμάστριον
σχῖνον διατρώγων· εἰώθασι τὴν σχίνον τρώγειν οἱ καλλωπιζόμενοι,
ἕνεκα τοῦ λευκοῦν τοὺς ὀδόντας
σχινοκέφαλος· ........ εἶδος φυτοῦ
σχῖνος· τὸ ψέλ[λ]ιον. καὶ ἡ σκίλλα. καὶ εἶδος φυτοῦ
Σχινοῦντα· νῆσός ἐστι Σχινοῦσ(ς)α Φωκίδος
σχίσμα· ποδὸς τὰ σχίσματα. καὶ ὀρχηστικὸν σχῆμα
σχι(ς)ματῶδες· ὁμοίως
σχισμή· διαχώρισις
σχιστά· τὰ γράμματα. καὶ τὰ κρόμμυα
σχιστόν· προσκεφάλαιον
σχι(ς)τός· χιτών τις ποιὸς γυναικεῖος, κατὰ τὸ στῆθος πόρπῃ συν-
εχόμενος
σχοία[ν]το· παύσαιντο, ἐπίσχοιεν
σχοίητε· νομίσοιτε, ὑπολάβοιτε
Σχοίνικος· ὁ Ἀμφιαράου ἡνίοχος. καὶ ὄρνις τις. καὶ φυτόν
σχοινίνην φωνήν· τὴν σαθρὰν καὶ διεῤῥωγυῖαν
σχοίνινος ἡθμός· δι' οὗ τὰς ψήφους οἱ δικασταὶ εἰς τὰς ὑδρ[ε]ίας
κα[τα]θιᾶσιν
σχοινίον· τὸ μεμιλτωμένον ἔρ(ρ)αινον ὑπὲρ τοῦ σοβῆσαι τὴν
ἀγοράν, ὁπότε βραδύνοιεν ἐπὶ τὴν ἐκκλησίαν. καὶ ἐν τῇ νηῒ ὁ σχοι-
νοδρόμος. καὶ ὄρνις τις
*σχοίνισμα· μέτρον ὁδοῦ. ἢ μέρος
Σχοῖνος· πόλις Βοιωτίας, καὶ τὸ τῆς σχοίνου φυτόν·
σχοίνῳ ὑπεκλίνθη
σχοινοτενές· ὀρθόν. μακρόν
σχοίνων· τῶν αὐλητικῶν νόμων τις
*σχολάσατε· ἠρεμίσατε
σχολαῖον· ἡσύχιον. βραδύ
σχολαιότερον· ἠρεμώτερον. βραδύτερον
σχολαίων· ἀργῶν
σχολή· οὐ μόνον τὸ μηδὲν δρᾶν, ἀλλὰ καὶ τὸ περί τι σχολάζειν. καὶ
ἡ διατριβή
σχόλια· σεμνολογήματα
σχόμεθα· ἐπὶ τοῦ περιέσχομεν·
"οὕνεκά μιν σὺμ παιδὶ περισχόμεθ[α]"
σχομένη· κατασχεθεῖσα. ἀνατείνασα τὰς χεῖρας. καλύψασα τὸ πρός-
ωπον
σχόμενος περὶ δουρί· κατασχεθεὶς καὶ συλληφθεὶς ὑπὸ τοῦ δόρατος
σχόντες· εἰληφότες. προσχόντες
σχῦρ· ἐχῖνος
σχώμεθα· κατασχεθῶμεν
σχῶνται· ἀπόσχωνται
σῶ· σώω
σωάδδει· παρατηρεῖ
σωβῆρις· ναῦς, πορθμίς. ἔνιοι τὴν παλαιάν
σωγάσαι· σῶσαι
σώεσκον· ἔσωζον
σώζει· διασώζει. βουλεύεται
σωκεῖ· ἰσχύει. βοηθεῖ
σῶκος· σωσίοικος, σάοικος. ἰσχυρός
σῶκον· [ἀ]δυνατόν
σωκόνδας· ὁ γαμικὸς οἶκος
σωκόον· σῶα ἀκούοντα. τὸν Ἑρμῆν. καὶ σωσίοικον
σωλῆνες· οἱ στεγαστῆρες. καὶ τῶν ὀστρακοδέρμων τι γένος κογχυλίων.
τάσσεται δὲ καὶ ἐπὶ τῶν μορίων
σωλίγξαι· δραμεῖν
σωλούς· ὗς
σῶμα· πτῶμα. δέμας
σῶμαι· ἕρπω. Δωριεῖς
σωμάλοιφος· ὁ κατειλημμένος σώματι τὰ σκύτινα αἰδοῖα
σωματοφύλαξ· δορυφόρος. νωτοφόρος, καὶ ὁ βασιλικὸς φύλαξ
σῶν· σῴαν. ἡ βλάστησις, ἀπὸ τοῦ σε[β]ύεσθαι. Ἀττικοὶ δὲ σωζόμενον
σῶον· ὁλόκληρον, ὑγιαῖνον
σώοντες· σώζοντες. κρύπτοντες
σώοντο· ὡρμῶντο. ἤρχοντο
σωπιαίνουσιν· οἱ κύνες, παρὰ Ξενοφῶντι
σώρακον· ἀγγεῖον, εἰς ὃ σῦκα ἐμβάλλεται. ἢ ξυλοκανθήλια
σωρεύει· βουνίζει
σωρηδόν· κατὰ σύστημα σεσωρευμένον. λέγεται δὲ ἐναριθμητόν
σωρεία· πλῆθος
*σωρωνίς· ἐλάτη. καὶ πόλις
σωρός· συναγωγή, ἣ θωμοῦ διαφέρει
σῶς· ὁ ὁλόκληρος, καὶ τέλειος. ὁ σωζόμενος, καὶ σῶος ὑπάρχων
σώσικες· οἱ ἑφθοὶ κύαμοι
σωσίβιοι· οἱ κωβιοί
σωσίοικος· ὁ τοὺς οἴκους σώζων
σῶς ὄλεθρος· ὁ πρόδηλος, καὶ φανερός. καὶ μέγας. καὶ τέλειος
*σωρήχ· ἐκλεκτή .......
σωστέ[λ]ος· σωθῆναι ἄξιος
σῶστρα· σωτήρια. μήνυτρα, λύτρα. ὕμνος, ᾠδή
σωστεύματα· τὰ τοῦ τροχοῦ ξύλα. καὶ ὁ ἐπὶ τούτοις σίδηρος {ἐπί-
σω[ς]τρον}
σῶται· ὁρμᾶται, ἔρχεται, πορεύεται
*σωτεύματα· σωτρεύματα
Σώτειρα· ἡ Ἀθηνᾶ παρὰ τοῖς Ἕλλησιν. κατὰ Γαληνὸν ἀντίδοτός τις
σωτέος· σωθῆναι ἄξιος
Σωτήρ· ὁ τοῦ ἁλὸς χόνδρος. καὶ ὁ Ζεύς. [καὶ] ὁ ἐλευθέριος, ἢ λυ-
τρωτής
σωτηριακόν· τὸ εἰς ἐκφορὰν νεκροῦ διδόμενον
σωτήριος· ὁ οὔριος ἄνεμος
σωτηρίου· ἐξιλασμοῦ
Σωτῆρος Διός· οὕτω τὸν τρίτον κρατῆρα καλούμενον
σωφράτορες· [σωφρονέστεροι]
σωφρονιστῆρες· τῶν ὀδόντων τινὰς οὕτω λέγουσιν
*σώφρων· φρόνιμος. καθαρός, ἁγνός
*σωφρονίζεται· σεμνύνεται
σωφρονιστής· νουθετητής
σωφροσύνη· σοφία, ἐπιστήμη
σώχ(ε)ιν· τρίβειν
σωχίς· εἶδος ἀμπέλου
σωχομένους· τριβομένους
Σωχός· ὁ τῶν Κουρήτων πατήρ
σώωντες· κρύπτοντες
Τά· ταῦτα, ἅτινα αὐτά, ἀναφορικῶς·
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν
τὰ ἅ· [ἅτινα, ἢ τοιαῦτα]
τὰ ἀδάνοντα· [τὰ ἀρέσκοντα]
τὰ αἰσχίω· τὰ χείρω
τὰ ἀμείνω· τὰ κρείττονα
τὰ ἀντααῖον· [βαρύ]
τὰ ἀπὸ τρίποδος· παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων· ἤτοι ἀπὸ
τοῦ Δελφικοῦ τρίποδος· ἢ ἀπὸ τοῦ Πυθαγορικοῦ
*τὰ βάθη· τὰ ἀχώρητα, τὰ ἀκατάληπτα
*Ταβεήλ· ἀγαθοῦ Θεοῦ
ταβάλα· ταβῆλα. ὑπὸ Πάρθων οὕτω καλεῖται ὄργανον κριβάνῳ ἐμφε-
ρές, ᾧ χρῶνται ἐν τοῖς πολέμοις ἀντὶ σάλπιγγος
ταβερνία· [καπή{λ}]
ταβέρνων· πανδοχείων]
ταγαῖος· ὁ ἐξ ἐπιταγῆς τι ποιῶν
ταγαῖς· ἀρχαῖς, ἡγεμονίαις
τάγανα· ταῦτα. Κρῆτες
ταγατίζων· κιχλίζων
ταγή· βασιλικὴ δωρεά. καὶ ἡ σύναξις τῶν πρὸς τὸ ζῆν ἀναγκαίων
ταγηνία(ι)· πεμμάτια (ἀπὸ) τηγάνων. οἱ δὲ στέας ὑγρόν, ἐπιχεόμενον
τηγάνῳ, ᾧ προσβάλλεται μέλι, (ση)σάμη, τυρός
τάγηνον· τήγανον
τάγιλος· φειδωλός
τάγιος· κήρυξ. πρεσβευτής. ὀξύς. ταχύς. βάσιμος
ταγοί· προστάται, ἄρχοντες, ἡγεμόνες
ταγύρια· τὰ ἐλάχιστα, τὰ τυχόντα
ταγόναγα· Μακεδονική τις ἀρχή
τὰ δ' ἄποινα· τὰ δὲ λύτρα
τὰ δέ· ταῦτα
τὰ δ' ἐρῆμα φοβεῖται· τὰ δὲ πρόβατα ἔρημα γενόμενα τῇ τοῦ ποι-
μένος φυγῇ
τὰ διαβούλ(ι)α· τοὺς διαλογισμούς
ταθείς· ἁπλωθείς
*τατθίον· μασθός, τιτθίον
ταὶ δὲ χθόνα· .......
ταῖν· ταῖς
ταῖη· [διοικητής, προστάτης]
ταιναρίας· παρὰ Λακεδαιμονίοις ἑορτὴ Ποσειδῶνος· καὶ ἐν αὐτῇ
Ταιναρισταί. Ταίναρον γὰρ πεδίον Λακωνικῆς
ταῖν θεαῖν· ταῖς θεαῖς
ταινία(ι)· στέμματα τῶν ἱερέων, διαδήματα ἀρχιερατικά, ἢ ζῶναι,
ἢ στέφανοι, κόσμοι, ἢ δεσμοὶ ἱεροί
ταινιοῦντες· κοσμοῦντες, δεσμοῦντες, στεφανοῦντες
τὰ κέρατα· τὰ ἄκρα
τακερόν· τηκτόν. οἰκτρόν
τακτικοῖς· στρατιωτικοῖς, πολεμικοῖς
τακτόν· ὁμοίως
τἀκ το(ῦ) νίτ(ρ)ου· τὰ τῶν μαγείρων ξηρὰ ἀρτύματα· διὰ τὸ ἔνθα καὶ
τὸ νίτρον πωλεῖσθαι
τακῶνες· τροχίσκοι στέατος κεκομμένου μεθ' ἁλῶν, καὶ ξηρῶν [καὶ]
ἀρτυμάτων
τάλα· μέγα
ταλαεργοί· οἱ ὑπομένοντες τὰ ἔργα, τλητικοί, ταλαίπωροι, δυσπα-
θεῖς
ταλαεργόν· τὰ αὐτά
ταλαίνης· ἀθλίας, ταλαιπώρου
ταλαιπωρία· μοχθηρία
ταλαίπωρος· ἐπίπονος, τλητικός
ταλακάρδιος· τλητικός, ὑπομονητικὸς κατὰ τὴν καρδίαν
ταλαίφρων· καρτερικός
ταλανίζει· θρηνεῖ
τάλαντα· ζυγά, σταθμοί
τάλαντον· λίτραι ἑκατὸν εἴκοσι πέντε κατὰ τὸν μέγαν Ἐπιφάνιον
ταλανταίων· μεδίμνων, καὶ σταθμίων
ταλάντατα· ἀτυχέστατα
ταλαντεύει· σταθμίζει, ζυγοστατεῖ
ταλαντιαῖον· βαρύ
Ταλάντιον· τόπος. Ἀρτεμίδωρος
τάλαντον· σταθμός, ζυγός. ὁλκὴ λιτρῶν ἑκατόν, ἢ ἑκατὸν εἰκοσιπέντε,
ἢ ἑκατὸν ἑξηκονταπέντε. ἢ τετρακόσια. ἢ χίλια ἑκατὸν πεντηκονταδύο
τάλαντος· ταλαιπώρου
ταλαντώσει· σταθμήσει, στήσει
ταλαόν· ὑποστατικόν. ἰσχυρόν, βίαιον
ταλαπείριος· τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπεραιωμέ-
νος. οἱ δὲ ἀφιγμένος
ταλαρίς· ἐξ οὗ βάλλουσι τοὺς ἀστραγάλους
*ταλαπενθέα· ὑπομένοντα τὰ πένθη
τάλαροι· κάλαθοι ἐρίων. καὶ ἐν οἷς οἱ τυροὶ πήγνυνται·
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν
τάλας· ἄθλιος, ταλαίπωρος
ταλάσια· τὰ ἔρια
ταλασείῃ· [ὑπομείνῃ]
ταλασία· ἐριουργία, ἐργασία
ταλασιουργία· τῶν ἐρίων τὰ ἔργα
ταλασιουργός· ἐριουργός. [καὶ ἡ ἐν τοῖς ταλάροις ἐργαζομένη κρόκη,
ἢ ἔρια
ταλασίφρων· ταλακάρδιος, ἰσχυρός, τολμηρός. θρασύς, ὑπομονητι-
κός, ἰσχυρόφρων
*ταλάσεις· ὑπομε[ί]νεῖς, τολμήσεις
ταλάσ(ς)αι· ὑπομεῖναι. καὶ τὰ ὅμοια
ταλαύῤινον· ὑπομονητικόν, τολμηρόν, {πολεμιστήν}
ταλάφρονα· τλητικὸν κατὰ τὰς φρένας. οἱ δὲ ἰσχυρογνώμονα
ταλαώρεα· τοξεύματα
Ταλαιός· ὁ Ζεὺς ἐν Κρήτῃ
ταλαιδίτης· ἀγὼν γυμνικός
ταλικής· ἀναιδής
ταλίκην· τηλικα(ύ)την
ταλίκην[ος]· [τηλικαύτην]
τάλιξ· ὁ ἔρως
ταλίων· ἀθλίων
τᾶλις· ἡ μελλόγαμος παρθένος καὶ κατωνομασμένη τινί, οἱ δὲ γυναῖκα
γαμετήν, οἱ δὲ νύμφην
Ταλύβιος· ἱερεύς
ταλῶς· ὁ ἥλιος
τἀμά· τὰ ἐμά
ταμᾶς· γαμβρός
τάμε· ἔταμεν
ταμέει· τέμνει
ταμεῖν· τεμεῖν
ταμέσθαι· ἀπομερίσαι. ἐπιτ[ι]μῆσαι
*ταμεῖα· ἀπόκρυφα οἰκήματα
ταμεσίχροα· τέμνοντα τὸν χρῶτα. ἀπὸ μέρους δὲ λέγει τὴν σάρκα
τὰ μέταζε· μετὰ ταῦτα. Δωριεῖς
ταμετάτι· τηνικάδε
ταμίαι· οἱ τῶν δημοσίων χρημάτων καὶ πάντων τῶν κοινῶν προστά-
ται καὶ φύλακες, ταμιοῦχοι
ταμίαν· ζημίαν
ταμιείας· φύλαξ χρημάτων, προστάτης, δεσπότης, οἰκονόμος, διοι-
κητής
ταμιεῖον· κοιτῶνα
ταμιεύεται· διοικεῖται. ἀποκρύβει
ταμίη· ἢ προστάτις τοῦ οἴκου, διοικήτρια, ἢ κελλαρία πιστή. καὶ ἀρχὴ
Ἀθήνησιν
ταμίην· δέσποιναν, τὴν τοῦ οἴκου προεστῶσαν
*ταμεῖον· θάλαμος
*ταμειοῦχος· οἰκονόμος
Ταμιράδαι· ἱερεῖς τινες ἐν Κύπρῳ
τάμισος· ἡ πυτία
τάμνειν· διατέμνειν
τάμνεν· ἐνέκοψεν
τάμνοντες· διατέμνοντες. ποιοῦντες·
τάμνον τ' ἀμφὶ
περιήλαυνον
τάμοις· τέμοις. ποιήσαις
τάμονες· [διακόπτοντες]
ταμόντες· ποιήσαντες. συνθέμενοι
τάμωμεν· ποιήσωμεν
τάν· σύ, Ἀττικῶς. ἢ ταύτην. ἢ τούτων
τανάγρα· ἀγγεῖον χαλκοῦν, ἐν ᾧ ἤρτυον τὰ κρέα
Ταναγρίδαι· οἱ Ταναγρεῖς
Ταναγραίων φυήν· Κητεῖ ὁμοιοτάτην. Ἔφορος λέγει εἶναί τινα ἐν
Τανάγρᾳ παχύτατον, ὃς ἐλέγετο Κητεύς
ταναηκέα· δι' ὅλου ἠκονημένα, ὀξέα, ἀποτεταμένην τὴν ἀκμὴν ἔχοντα
ταναηκέϊ· τὰ αὐτά
ταναηκέος· μακροῦ, τοῦ μακρὰν λαβὴν ἔχοντος
ταναηκές· εὔμηκες
ταναηκότες χαλκῷ· [τῷ ἐκτεταμένῳ σιδήρῳ]
ταναῆς· ἐκτεταμένης
τανακιδές· [ὀξύ. μακρόν. δι' ὅλου ἠκονημένον]
ταναοῖο· ἐπιμήκους, μακροῦ, πάνυ ἐκτεταμένου
τανα(όν)· ἰσχυρόν. ὀξύ. λεπτόν. σκληρόν. μέγα. ὑγρόν. μακρόν
τάνας· [παρηκούσας, ἀπὸ τοῦ εἰς μῆκος τετανύσθαι]
ταναύποδα· ὀρθόποδα, τεταμένοις τοῖς ποσὶ κατὰ τὴν ὁδοιπορίαν
τἄνδον· τὰ ἔνδον
τανέη· ἀποτεταμένῃ
τανεηκῆ· ἐκτεταμένην ἔχοντι τὴν ἀκμήν
τανηλ(εγ)έος· παρατεταμένην ἔχοντος τὴν ἀλγηδόνα. μακροκοιμήτου·
τανηλεγέος θανάτοιο
τανθαλύζει· τρέμει. Δωριεῖς. οἱ δὲ σπαίρει
τἀνθάριον· ἐρύθημα
τανίφυλλος· [μακρόφυλλος]
τανίσφυρος· ὀρθόσφυρος. εὔσφυρος. λεπτόσφυρος
τανθαρυστός· ὁ τρόμου παρασκευαστικός
τανοϋφῆ· [λεπτοϋφῆ]
τανταλάσσεται· δάκρυα. στάζει δάκρυα
τανύγλωσσοι· μακρόφωνοι. ἢ τεταμένην ἔχουσ(α)ι τὴν γλῶτταν
τανταλίζεται· σαλεύεται
τανυγλώχινες· τεταμένας τὰς γωνίας ἔχοντες
τανύει· ἐκτείνει, ἕλκει, τείνει
τανυηκές· τὴν ἀκὴν ἔχον παρατεταμένην
τανυηκέας· ἐκτεταμένους {ὄζους}
τανύοντο· ἐξετείνοντο. ἔτρεχον·
τανύοντο δὲ μώνυχες ἵπποι
ἐπὶ τῶν συῶν. ἐξετείνοντο διὰ τὴν λιπαρίαν·
εὐόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο
τανύπεπλος· μακρόπεπλος
τανύποδας Ἐριν[ν]ῦς· ταχύποδας, ἐν τάχει τιμωρουμένας
τανύπτερος· μακρόπτερος, τεταμένα ἔχων πτερά
τανυπρώρους· τὰς καλύπτρας· διὰ τὸ περὶ τὸ πρόσωπον περιτε-
τάσθαι
τανυσ(ς)άμενος· ἐκταθείς
τάνυσσα· ἐνέτεινα
τάνυσσαν· ἐνέτεινον
τανύσ(ς)ας· ἁπλώσας. ἐκτείνας. κρεμάσας
τανύτριχα· δασύτριχα. λεπτότριχα
τὰ νῶτα· τὰ ὀπίσθια
ταξάμενοι· ὁρίσαντες
τάξις· ἡ ἐπὶ ὀφειλομένοις χρήμασι καταβολή. ἢ ἀκολουθία, καὶ
εἱρμός
τάξος· δένδρον. τι ὀρεινόν
τάξω· συντάξω. θήσω
ταπεινόν· χθαμαλόν
τάπ(ι)δες· τάπητες
*τὰ ὅπλα τοῦ φωτός· τὴν φυλακὴν τῆς τῶν ἐντολῶν ἐργασίας
τάπις· προσκεφάλαιον
*τάπερ· ἅτινα
*τάπησι· ποικίλοις στρώμασιν
τὰ πρόσω· τὰ ἔμπροσθεν
τὰ πρῶτα· ἀντὶ τοῦ ἅπαξ. ἢ τὸ πρῶτον, καὶ ἐξ ἀρχῆς
τάρ· σύνδεσμος. δέ, δή, ἄρα, καὶ δή, ταχέως
τά ῥα· ἅτινα δή
*ταρβήσαντες· φοβηθέντες, εὐλαβηθέντες
Ταρακίναι· [ἔθνος. ἢ πόλις]
τάρανδος· ζῶον ἐλάφ[ου]ῳ παραπλήσιον, οὗ τὰς δορὰς εἰς χιτῶνας
χρῶνται Σκύθαι
Ταραντῖναι· αἵματι {βαφαί}, τινὲς δὲ τὰς πορφύρας. ἐδώδιμοι γάρ.
καὶ ἐξ αὐτῶν τραχήλια
Ταραντῖνοι· ἱππεῖς τινες ὀνομάζονται. οἱ δὲ τοὺς ἀκοντιστάς, ἢ
τοὺς ψιλοὺς ἱππεῖς, ὡς καὶ Ἵππαρχος
Ταραντῖνον· ἱμάτιον γυναικεῖον λεπτόν, κρωσσοὺς ἔχον ἐκ τοῦ ἑνὸς
μέρους
Ταράξιππος· οὕτως ὑπ' ἐνίων Πέλοψ ἱστορεῖται, οὗ τάφος ἐν Ὀλυμπίᾳ
τά ῥά οἱ· ἃ δὴ αὐτῷ
τ' ἄρα τἄλλα· καὶ τὰ ἄλλα δέ
Τάρας· πόλις Ἰταλίας· ἀπὸ Τάραντος τοῦ Ποσειδῶνος. ἔστι δὲ Λα-
κώνων ἄποικος
*ταρβεῖ· φοβεῖται
*τάρβει· φοβοῦ
*τάρβησαν· ηὐλαβήθησαν
ταρβαρέον· δεινόν, φοβερόν
τάρβος· φόβος
ταργαίνειν· ταράσσειν
ταργάναι· πλοκαί, συνδέσεις, πέδαι
τάργανον· ὄξος. Λυδοί. ἢ τὸ ταράττον. ἢ τὸ ἀπὸ στεμφύλων πόμα.
καὶ πόα, ἣ καὶ σκορπίουρος·
ταρήφη· [κόφινος μέγας. οἱ δὲ νεκροφορικὸν ἀγγεῖον]
ταριχεύουσαι· τήκουσαι
ταριχευτόν· τηκτόν. ξηρόν
ταρκούει· ἀκούει
ταρμύξασθαι· φοβηθῆναι
ταρνόν· κολοβόν, κολοβόουρον
Τάρνη· πόλις ἐν Λυδίᾳ. οἱ δὲ ἐν Μυσίᾳ, ὅθεν ἦν Ἑρμείας, ὁ Ἀριστο-
τέλους τοῦ φιλοσόφου γνώριμος
τάρπη· συρακούσιοισύηνος. τινὲς σορόν
*ταρόν· ταχύ
τάρπημεν· ἐκορέσθημεν
ταρπήμενα(ι)· τερφθῆνα(ι), [τερπνά]
τάρπησαν· τέρψιν ἔλαβον
τάῤῥοθοι· παρορμῆται. βοηθοί
τάῤῥοθος· βοηθός, ἀρ[ρ]ωγός
ταῤῥοί· τὰ ἀγγεῖα τῶν τυρῶν
ταῤῥός· κώπη. καὶ πλέγμα καλάμινον, ἐφ' οὗ τοὺς τυροὺς ξηραίνου-
σιν, ἔνιοι ταρσοὺς κρεμαστούς. καὶ λίθος ὁ κάτω τιθέμενος ἐν τῷ
ἰπνῷ ἐν τοῖς μεταλλεῦσιν
ταρσῆται· ἀγγεῖα, ἐν οἷς οἱ τυροὶ ψύχονται
ταρσιήν· τὴν τρασιάν
ταρσίοις· πτεροῖς ἄκροις
Ταρσοί· πόλις Συρίας. καὶ τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν. καὶ
τὸ ἐπάνω τοῦ πέλματος. καὶ τῆς κώπης τὸ ἄκρον
ταρσοὺς καλάμων· πλέγματα καλάμων
τάρταρος· ὁ ὑπὸ τὴν γῆν κατώτατος τόπος
ταρτημόριον· τὸ τριτημόριον, ἢ τὸ δίχαλκον
Ταρτησ(ς)ίαις· γαλαῖς
Ταρτησ(ς)ός· πόλις περὶ τὰς Ἡρακλε(ί)ους στήλας
ταρφέα[ς]· συνεχῆ. ξηρά. ὀξέα. τραχέα
ταρφέσι· πυκνοῖς
ταρφεῖς· [θεωροί. θαυμαστοί]
Τάρφη· πόλις Λοκρίδος. οἱ δὲ (ς)ποδός, τέφρα. ἢ βλαστ(ός)
ταρφήεντα· [ἐντάφια] τεφρώδη
ταρφῆες· [κτερισταί. ἀγχιστεῖς]
*ταρφ(ε)ιαί· πυκναί, συνεχεῖς
ταρφήϊα· [ἐντάφια]
τάρφθεν· ἐτέρφθησαν
ταρφθήμεναι· τερφθῆναι
ταρφὺς στάχυς·
τάρχη· τάραξις
ταρχάνιον· ἐντάφιον
τέρχανον· πένθος, κῆδος
ταρχύειν· θάπτειν, ἐνταφιάζειν
ταρχῦσαι· θάψαι, ἐνταφιάσαι
ταρχύσωσι· τὰ αὐτά
τάσις· ὤθησις. σεισμός
τᾶς οὐ τλατᾶς· τῆς οὐχ ὑπομονητικῆς
τᾶς οὐ φερτᾶς· τῆς οὐ φορητῆς
τὰς σφετέρας· τὰς αὐτῶν
τὰ στέγη· τὰς στέγας. τὰς κέλλας
τὰ στίγματα· τὰ παθήματα, τὰ ἕλκη
τὰς ὠτειλάς· τὰ τραύματα
τά τ' ἐόντα· τὰ νῦν ὄντα
τᾶτες· κατ' ἔτος
τά τ' ἐσ(ς)όμενα· τά τε μέλλοντα
τατύρας· ὁ φασιανὸς ὄρνις
τατωμένα· στερομένη
ταϋγέταις· πύλαις ταῖς μεγάλαις
ταυληρόντα· ἱμάντα. Ἡρακλέων
ταυρείην· ἐκ ταυρείου δέρματος κατεσκευασμένην περικεφαλαίαν
Ταύρειον πῶμα· Σοφοκλῆς Αἰγεῖ. ἀπὸ Ταύρου ποταμοῦ (περὶ) Τροι-
ζῆνα, παρ' ᾧ καὶ κρήνη Ὑόεσσα
Ταυρία· ἑορτή τις ἀγομένη Ποσειδῶνος
ταυρίνδα· κεφαλή. ἢ παιδιὰ παρὰ Ταραντίνοις
ταῦροι· οἱ παρὰ Ἐφεσίοις οἰνοχόοι. καὶ οἱ τέλειοι βόες
ταυροπόλια· ἃ εἰς ἑορτὴν ἄγουσιν Ἀρτέμιδι
Ταυροπόλαι· ἡ Ἄρτεμις, καὶ ἡ Ἀθηνᾶ
Ταῦρος· Ταύρειος, ὁ Ποσειδῶν. Φανόδημος δὲ τὰς κριθὰς προσαγο-
ρεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν. ἄλλοι δὲ τὸν παιδεραστήν. καὶ
τὸ γυναικεῖον
ταυροφάγος· ὁ Διόνυσος
ταυρόφθογγοι· παραπλήσια βουσὶ φθεγγόμενοι
ταυροχόλια· ἑορτὴ ἐν Κ[ο]υζίκῳ
Ταυρώ· ἡ ἐν Ταύροις Ἄρτεμις
ταύρωσον· ταῦρον ποίησον
ταΰς· μέγας, πολύς
ταΰσας· μεγαλύνας, πλεονάσας
ταύσιμον· μάταιον
ταυτά· τὰ ἴσα. τὰ ὅμοια
ταύτασος· ὄρνις ποιός
ταυτέας· αὐλὰς μεγάλας
ταύτῃ· οὕτως, τούτῳ τῷ τρόπῳ
ταυτί· ταῦτα. ἢ τοῦτο
ταυτί· [ταῦτα. τοῦτο] [ὁμοιότης
ταύτῃ τοι· οὕτω δή
ταυτό· ταυτόν, τὸ αὐτό
ταυτοέπειαι· ταυτολογίαι
ταυτοεπεῖν· τὸ αὐτὸ λέγειν
ταυτότητος· ἀπαραλλάκτου καὶ φυσικῆς κοινωνίας
ταφεῖς· θεωροί. θαυμασταί. ἢ οἱ νεκροτάφοι
ταφεύς· θεωρός. καὶ τὰ ὅμοια
ταφῆες· κτερισταί. ἀγχιστεῖς
ταφήϊα· ἐντάφια, εἰς ταφὴν εὔθετα ἱμάτια
Τάφιοι· οἱ Τηλεβόαι λεγόμενοι, οἱ τὰς Ἐχινάδας νήσους κατοι-
κοῦντες
τάφος· τὸ γινόμενον περίδειπνον ἐπὶ τῇ τῶν κατοιχο[υ]μένων τιμῇ. ἢ
τύμβος. ἢ σημεῖον
τάφρος· ἐπίμηκες ὄρυγμα ἔξωθεν τοῦ τείχους γινόμενον πρὸς ἔκπληξιν
πολεμίων
ταφρεῦσαι· διορύξαι
ταφ[ρ]ών· ἐκπλαγείς, θαμβηθείς
τάχα· ταχέως, ὡς σάφα, ἢ ἴσως. καὶ {ταχεῖα} ὁμοίως
ταχινοί· γοργοί
ταχή· βόη
ταχίνης· λαγωός. ἔλαφος
τάχιστα· [γοργόν. ταχύ. λεπτόν]
ταχυβάμονας ὅρκους· ἀντὶ τοῦ βραδεῖς, βέλτιον δὲ τοὺς ἐν ἔρωτι
γινομένους· ἀβλαβεῖς γὰρ οἱ ἐπιορκήσαντες
ταχυναυτεῖ· ταχέως πλέει
ταχύπωλοι· ταχυπόροι, ταχύοδοι
ταχυπώλων· ταχεῖς ἵππους (ἐχόντων)
ταχυτῆτος· τάχους. λέγει δὲ τοῦ δρόμου
τάων· τούτων
τάων μοι· τούτων μοι
τάως· τέως. Κρῆτες. καὶ δασέως τὸ ὄρνεον
τεά· τὰ σά
τεαῖς· ταῖς σαῖς
τεάν· σήν
τέγγει· βρέχει, ὑγραίνει. στάζει
τέγγεις· πληροῖς. κλαίεις. βρέχεις. σταλάζεις
τέγγεσθαι· εἴκειν. ἐνδιδόναι
τέγγοις· βρέχοις. πληροῖς
τεγγύρος· ὄρνεον ποιόν
τέγε(α)· κόρυζα. Κῶοι. καὶ πόλις Ἀρκαδίας
(*)τέγεοι· ὑπερῷοι οἶκοι
τεγείδιον· κοσμάριον ποιὸν γυναικεῖον
τέγεος· τέγους, ἤγουν στέγης
τέγη· στέγη. οἴκημα
Τεγησσός· ἀκρωτήριον Κύπρου
τεγκτούς· χριστούς
τέγξω· [κατασκευάσω]
τέγος· στέγη. δῶμα. ὑπερῷον
τεγοῦν· Λυδοὶ τὴν λῃστήν
τέειν· [σοί. Δωριεῖς]
τεήν· σήν
τεῆς· τῆς σῆς
*τεθαλυῖαν· θάλλουσαν, ἀκμάζουσαν
τεθαγμένοι· μεμεθυσμένοι
τέθαξαι· (με)μέθυσαι
τεθαῤῥήκαμεν· ἐθαῤῥήκαμεν
τέθ[ε]ιγεν· [ἥψατο
τεθελῶτα· θάλλοντα]
τεθηγμένον· ἠκονημένον
τέθηδεν· [ἐθαύμασεν. ἀνεφύη]
τεθήλαμεν· ἀνεφύημεν
τέθηλε· θάλλει, ἀνθεῖ
τεθηλότα· ὁμοίως
τέθηπεν· ἐξεπλάγη, πεφόβηται, ἐπτοήθη
τεθηπός· πεφοβημένον. σεσηρός
τεθήσεται· Ἡρακλέων. δανεισθήσεται
τεθήσατο· ἐθηλάσατο
τέθμια· νόμους
τέθμια· νόμιμα
τεθμός· νόμος
τεθνία· [γαστριμαργία πολλή]
τεθολωμένον· μεμυρισμένον
τεθολώς· ἀνάπλεως. Ἀμερίας
τεθο(ω)μένον· ὠξυμμένον. καὶ {ἐθόωσα} ὤξυνα
τεθράνευμαι· συγκέκλασμαι. ἀπὸ τῶν θράνων
τέθραπται· πέπηγεν
*τεθορεῖν· διαπηδῆσαι
τεθρᾶσθαι· ὠχεῦσθαι
τεθραυσμένος· πεπληγμένος
τεθρηδών· [πρωρεύς]
τεθριπποβάμονι στόλῳ· τῇ ὁρμῇ τοῦ ἅρματος
τέθριππον· τετράϊππον {ἅρμα}
τεθυλλιαμένον· τεταραγμένον, ἀπὸ τῆς θυέλλης
τεθυ(μ)μένον· τὸ κεκαυμένον ὑπὸ πυρός
*τεθυκώς· εὐχαριστήσας
τεθυωμένον· ἡγνισμένον. τεθυμιασμένον. εὐῶδες
τεθωγμένοι· τεθυμωμένοι
τέθωκται· τεθύμωται
τεθωγμένοι· μεμεθυσμένοι
τειαλεσθήν· [τὴν ἅμαξαν]
Τειγησός· ἀκρωτήριον Κύπρου
τεῖδε· ἐνθάδε
τεῖν· ζητεῖν. ἄλλοι δὲ σοί
τ[ε]ίνειν· ἀποδιδόναι
τεῖον· ποῖον. Κρῆτες
τείρεα· ἄστρα
τείρει· καταπονεῖ
τείρεο· κατεπονεῖτο
τείρεσθαι· καταπονεῖσθαι
τειρόμενον· καταπονούμενον. τιμωρούμενον
τείρων· λυπῶν. τιμωρῶν. καταπονῶν
τείχεα· τέκνα
τειχ[ε]ιόεσσαν· καλὰ τείχη ἔχουσαν
τειχεσβλῆτα· τείχη καταβαλών
τειχεσιπλῆτα· προσπελάζων τείχεσι
τειχίον· Ἀττικοὶ τὸν περίβολον τοῖς χωρίοις. ὁ δὲ Ὅμηρος {τεῖχος}
μὲν τὸ τῆς πόλεως, {τειχίον} δὲ τὸ τῆς οἰκίας
τειχομαχεῖ· πολιορκεῖ
τεῖχος Ἄρειον· ἀντὶ τοῦ πόλιν Ἄρεως. δηλοῖ δὲ καὶ τὸ ἰσχυρόν, καὶ
τὸ ἀσφαλές
Τειχοφύλαξ· ἥρως τις ἐν Μυρίνῃ
τέκεν· ἔτεκεν, ἐγέννησεν
τεκέεσσι· [τέκνοις ἰδίοις
τέκεσι]ν ἑοῖσι· τέκνοις ἰδίοις
τέκμαρ· πέρας, τέλος
τεκμαίρεο· σημείωσαι
τεκμαίρεσθαι· σκέπτεσθαι. φράζεσθαι
τεκμαίρομαι· ἀποτελέσω. σημειώσομαι
τεκμαίρεται· ἐπὶ τέλο[υ]ς ἄγει. στοχάζεται. περαίνει
τεκμήρατο· συνεπεράνατο
τεκμήριον· σημεῖον ἀληθές
τεκμήρων· [ἢ] τεκμηρίων. σημείων
τέκμωρ· τέλος φανερόν, μαρτύριον, σημεῖον. τὰ δὲ εἰς {ωρ} λήγοντα
ὀνόματα οὐδέτερα· ἕλωρ, τέκμωρ, ὕδωρ
τεκνοῦσα· τέκνον ἔμβρυον ἔχουσα
τεκνώσει· εὔτεκνον ποιεῖ
τεκταινόμενος· κατασκευάζων
τεκτήνατο· κατεσκεύασεν, ἐμηχανήσατο
τεκτονουργός· ἀρχιτέκτων
τέκτων· πᾶς τεχνίτης. εἶδος φαλαγγ[ε]ίου
τέλα· σπεῦδε
τέλαθι· [ὑπόμεινον]
τελαμών· λῶρος, καὶ ὁ ἀναφορεὺς τοῦ ξίφους καὶ τῆς ἀσπίδος, ἢ
δεσμός, ἢ φασκία
Τελαμῶνα ᾄδειν· ἀρχὴ σκολίου
Τελαμώνιοι κόνδυλοι· οἱ προσδεόμενοι τῶν τελαμώνων. ἢ μεγάλοι,
χαλεποί
τελάσσαι· τολμῆσαι, τλῆναι
τέλγη· ὁ καλούμενος ῥῶπος. κακῶς· ἔστι γὰρ {γέλγη}
τελδαίνειν· κομιδῆς ἀξίου
τελέθει· γίνεται. ἔστι. τελεῖται
τελέθοιεν· ὑπάρχοιεν. θάλλοιεν
Τελεία· [καὶ τέλη. τὰ ἀναλώματα. καὶ τὰ συνέδρια τῶν ἐν ἀρχῇ. καὶ
τὸ συντέμνειν. τάγμα. τάξις.] ἡ Ἥρα
τέλεια ἱερά· τὰ ἐνιαύσια. οἱ δὲ τὰ ἡμέρας δέκα ὑπερβεβηκότα
τέλειοι· οἱ γεγαμηκότες
Τέλειος· τελεσιουργός. ὁ Ζεύς, καὶ ὁλόκληρος
τέλειος ἡμέρα· ἡ ὑστάτη, καὶ τελοῦσα τὸν βίον
τελειότατον· ἐντελέστατον
τελειότατον πετεηνῶν· ἐπιτελεστικώτατον
τελείων· ἤτοι τὴν ἡλικίαν· ἢ ὁλοκλήρων, ἀσινῶν
τελενικίσαι· ἀντὶ τοῦ [μὴ] κενὸν ποιῆσαι
*τελειώσεις· ἁγιάσεις
τέλεον· τὸ τέλος, καὶ πέρας
*τελεστινόν· τὸ ξηρὸν σῦκον
τελεσιά(ς)· ἡ μετὰ ξίφους ὄρχησις, ἀπὸ τοῦ εὑρόντος Τελεσίου
*τελέσαι· δοῦναι
τελεσί[γ]ερον παιᾶνα· τὸν ἐπιτελεστικὸν τῶν τοῖς θεοῖς ἐπιτελου-
μένων ἱερῶν
τελέσιος ἡμέρα· [ἡ ἐσχάτη]
τελεσιουργία· τὸ τέλειον πᾶν ἔργον
τελεσιουργεῖσθαι· τελειοῦσθαι ἐν ἔργῳ
τελεσιφάστας· τελεσιουργός
τελεσθία· θυσία τις ἐν Λίνδῳ
τελεσφορεῖ· εἰς τέλος ἄγει
τελεσφόρος· ὁ τελεσφορῶν καθ' ὥραν τοὺς καρπούς, ἢ ὁ τελείους
αὐτοὺς φέρων
τελεσφόρος οἶκος· τοῦ γεγαμηκότος καὶ τεκνώσαντος
τελέσωμεν· πράξωμεν
τελεταί· ἑορταί. θυσίαι. μυστήρια
τελεύτατον· ἄκρον, ἔσχατον
τελευτῆσαι· τελέσαι
τελέω· δῶ, παράσχω
τεληέσσας ἑκατόμβας· τὰς ἐπιτελεστικὰς τῶν γινομένων εὐχῶν
θυσίας, ἢ τῷ ἀριθμῷ πλήρεις
τέλθει· ἐν ᾠδῇ τέρπει
τέλθεια· ὀνείδη. καὶ πόλις. καὶ ἔθνη. τέλη. οὐσίαι
τέλθος· χρέος
*τελισκόμενος· πληρούμενος, τελειούμενος
τελλίην· ὁ δεῖνα. Ταραντῖνοι
τέλλεται· ἐπιτελεῖν φαίνεται. γίνεται. ἀνύεται
τελλίς· ὅλον. τάξις. μέρος
*τελμῖν ..· ὁ ἐκ τῶν τελμάτων πηλός
τέλλον· ἐποίουν. ἔμελλον
τέλμα· τόπος πηλώδης, ἔλαφος, πλέξ, ἰλύς
τελμῖνος· μολύσματος πηλώδους
*τέλματα· τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος
*τελμάτων· πηλῶν
τελμίς· ἡ ἐν τοῖς τέλμασιν ὑφισταμένη ἰλύς καὶ πηλός
Τελμισεῖς· ἔθνος περὶ Λυκίαν
τέλος· τάγμα. πέρας. καὶ τὸ καταβαλλόμενον τοῖς τελώναις
τελοῦντα· τεταγμένον
τέλσας· στροφάς. τέλη, πέρα(τα)
τέλσον· πέρας. καὶ τὰ ὅμοια
Τελχῖνες· βάσκανοι, γόητες, φθονεροί. ἢ παρὰ τὴν τῆξιν, ἢ παρὰ
τὸ θέλγειν
τελχιτένοντες· σκληροτραχηλοῦντες
τελῶμεν· ποιῶμεν
τέλωρ· [πελώριον. μακρόν, μέγα
τελώριος· μέγας. πελώριος
τέλβεσθαι· μεμψιμοιρεῖν. ἐπικαλεῖν
τέλβει· ῥήγνυται. ὀδυνᾶται. σχίζει. ἢ πείθει]
τεμένη· ναοί. ἄλση. ἢ τὰ ἀφωρισμένα κατὰ τιμὴν χωρία
τέμενος· πᾶς ὁ μεμερισμένος τόπος τινὶ εἰς τιμήν, ἢ ἱερόν καὶ βω-
μός, ἢ ἀπονεμηθὲν θεῷ ἢ βασιλεῖ
τεμενωρόν· τεμένους φύλακα
τέμμαι· τ[ε]ίνει
τέμματα· στεφανώματα
τέμνηξ· πόῤῥω
τέμμειν· πείθειν. τιμᾶν. [τείθεσθαι]. ἡγεῖσθαι
τέμνοντα· ἀμέλγοντα
τέμπη· τὰ σύνδε(ν)δρα χωρία. τινὲς δὲ τὰ στενὰ τῶν ὀρῶν
τέμπλα· τέμπλῳ ἐπίσημα
τεμποῦροι· ἀρχὴ ἐπιμελουμένη τῆς τῶν γυναικῶν εὐκοσμίας
τενάγη· κάθυδροι τόποι. ἢ ποτάμ(ι)ος πηλός
τεναγώδεσι· τόποι(ς), ἔνθα ὀλίγον ὕδωρ
*Τέναγος· νῆσος Τροίας
τέναι· [ζῶναι]
*τένεα· κόρυζα
τέναρος· κακοῦργος. συκοφάντης
τένδει· ἐσθίει, ἢ λιχνεύει. {Τένθαι} γὰρ οἱ λίχνοι
Τενέδιον βέλος· ἀντὶ τοῦ Τενέδ(ι)ος πέλεκυς, παροιμία δέ ἐστιν
ἐπὶ τῶν ἀποτόμως τι πραττόντων "{ἔτι ἄρα τὸ πρᾶγμα Τενε-
δίῳ πελέκει συνέκοψαν}"
Τενέδιος ξυνήγορος· ὁ ἀπότομος καὶ σκληρός
Τένεδος· πόλις Τρωϊκή, ἢ νῆσος
τενεκοῦντι· ἐνοικοῦντι. Αἰολεῖς
τένθαι· λωποδύται. μοιχοί
τενθρηδών· ζῶον τῶν ἐντόμων καὶ κεντροφόρων παραπλήσιον σφηκί.
ἔνιοι ἀγρίαν μέλισσαν
τενθρήνιον· κηρίον
τενθρηνιῶδες· πολύ[καὶ]κενον (ὡς) κηρίον καὶ ἀραιόν
τενθίνοι· λίθοι πλατεῖς
τενίαι· [ζῶναι. στέφανοι. ἢ δεσμοί, διαδήματα]
τέννει· στένει. βρύχεται
τέννος· στέφανος ἐλάϊνος, ἐρίῳ πεπλεγμένος
τένοντες· τὰ διατεταμένα νεῦρα, ἀπὸ κεφαλῆς ἕως τῶν ποδῶν. καὶ
ἡ συνάφεια τῶν νευριῶν
τενο(ν)τώσεις· νωτοκοπ(ής)εις. ἀποκτενεῖς
τένων· τὸ ἐν τῷ τραχήλῳ νεῦρον
τέο· τίνος
τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
*τεοῖο· σοῦ
*τεόν· σόν
*τεοί· σοί
τέορ· σοῦ. Κρῆτες
*τεὸς φθόγγος· ἡ σὴ φωνή
*τεούς· σούς
τεπτά· ἑπτά
τέρα· τέρεα. σημεῖα
τεράεσσι· σημείοις
τερᾴζει· τερατεύει
τέραμνοι· στέγανοι. σκιαί. σκηνώματα
τέραμνος· κυψέλη
τερασκόποι· ὀνειροκρίται
τεράστ[ε]ια· θαύματα, σημεῖα
τεράστ[ε]ιοι θεοί· ἐπὶ σημείων τεταγμένοι
τερατεύεται· δολιεύεται
τερατευόμενον· δολιευόμενον, ψευδόμενον. ἢ σημεῖον ποιῶν
*τερατεῖαι· ψευδολογίαι
*τερετίσματα [ἢ τερετίματα]· ᾠδαὶ ἀπατηλαί, ἠχητικαί. ἢ μω-
ρολογίαι ἠχημέναι
τερατοσκόπος· μάντις, σημειωτικός
τερατουργεῖ· παράδοξα ποιεῖ, ἢ τέρατα ἐργάζεται
τέρειν· ἁπαλόν
τέρεμνα· οἰκήματα
τέρεμνος· [ἰσχυρός. ἢ {στέρεμνος}]
τέρενα χρόα· ἁπαλὸν χρῶτα
τέρενα· ἁπαλά, τρυφερά
τέρετρα· τρύπανα
τέρεσσεν· ἔτρωσεν. ἐτόρνωσε
τερετίζοντα· λαλοῦντα. ἐκ μεταφορᾶς τῆς χελιδόνος
τερετίσματα· ᾠδαὶ ἀπατηλαί. τὰ τῆς κιθάρας κρούματα. καὶ τὰ
τῶν τεττίγων ᾄσματα
τερηδών· σκώληξ οἰκῶν ἐν ξύλῳ
τέρθεται· ξηραίνεται. καίεται
τερθρεία· λογομαχία. ἀπάτη. φλυαρία. φληναφία
τερθρεύειν· τηρεῖν. σκοπεῖν. λιπαρεῖν
τερθρεύμασι· φλυαρίαις
τερθρεύονται· ἀπατῶνται
τέρθρ(ι)οι, οἱ εἰς τὸ κέρας τοῦ ἱστίου ἑκατέρωθεν δεδεμένοι, ἐν οἷς
τὸ ἅρμενον ἕλκουσι
τέρθρον· ὁ λεγόμενος ἀρτέμων. ἔνιοι δὲ τὸ ἄκρον τοῦ κέρως. καὶ
στέγη οἰκίας. τινὲς δὲ τὸ ἔσχατον καὶ ὑψηλόν
τερθρωτήρ· ὅπου ὁ πρωρεὺς προορᾷ τὰ ἐν τῇ θαλάσσῃ
τερίκαρπον· μεγαλόκαρπον
τερίμη· τάφρος
τερίνη· τετριμμένη. οἱ δὲ τερπωλή
τερῖνος· τηρῶν διάνοιαν, λυπῶν
τέρμα· σημεῖον. τέλος ζωῆς. καμπτήρ. ἔσχατον
τερματίζει· τελειοῖ, ὁρίζει
τερμάτων· τελευταίων
Τερμέρ(ε)ια κακά· τὰ μεγάλα
τέρμιοι· ὕστατοι
τέρμινθος· φυτὸν ἐμφερὲς τῷ λίνῳ, ἐξ οὗ πλέκουσιν (παρ') Ἀθη-
ναίοι(ς) [παρ]ὁρμιάς
(*)τερμιόεντα· ποδήρη, καὶ εὔμετρον, τὸν μέχρι τῶν ποδῶν τερμα-
τιζόμενον
*τερμιόεσσα· ἐς πόδας ἀποτερματιζομένη
τερμιόεν· ἁρμοστόν. τέλειον
τέρμιον· ἔσχατον. ἁρμόζον, πρέπον
τέρμις· πούς
τέρμονα· φραγμόν. τέλος
τέρμονες· τέλη. φραγμοί, ὅρια, τέρματα
τέρνακα· τῆς κάκτου τοῦ φυτοῦ καυλός
Τερπιάδης· Τερπίου υἱός, ὁ Φήμιος. πατρωνυμικῶς
τέρπεται· ἥδεται
τερπικέραυνος· ὁ τερπόμενος, ἢ τρέπων πάλιν κεραυνοῖς
τερπνά· ἡδέα
τερπωλή· τέρψις
τερπωλῆς· τέρψεως
τερπώμεθα· τρεπώμεθα
τεῤῥατόν· ἔσχατον. ἡδύ, τερπνόν
τεῤῥητόν· τριήρης
*τέρσεται· ξηραίνεται ὑπὸ ἡλίου
τερσαίνειν· ξηραίνειν
τέρσει· [τέργει]. ξηραίνει, [καίεται. οἱ δὲ πήγνυται
τέρτα· ἡ τρίτη
τέρυ· ἀσθενές, λεπτόν
τέρυας ἵππους· οὕτω λέγονται ὅσοι ἀδδηφάγοι εἰσί. ἔνιοι τοὺς ἀσθε-
νεῖς
τερύνης· τετριμμένος ὄνος. καὶ γέρων, ἢ δυσανάληπτος γέρων
τερύσκεται· νοσεῖ. φθίνει
τερύσκετο· ἐτείρετο
τέρφη· λέπυρα
τέρχνεα· φυτὰ νέα. ἢ ἐντάφια
τερψιμβρότου· τοῦ τοὺς βροτοὺς ἤγουν τοὺς ἀνθρώπους, τέρποντος
τέρψις· τερπνότης
τέρψομαι· τερφθῶ
τεσσίχον· τὸ μικρόν
τε στήλῃ τε τύμβῳ· στήλῃ ἐν τῷ τάφῳ
τέτα· λίαν, κάρτα
τεταγών· διατείνας. τινάξας
τετακώς· [τετολμηκώς]
τεταμένον· ἡπλωμένον
τέτανος· κονία. χρίσμα. ἄσβεστος
τετάνυ(ς)το· ἐκτέτατο. ἐπέκειτο
τεταργανωμέναι· ἐμπεπλεγμέναι
τετάργιστο· [ἐκορέσθη, ἐπλήσθη]
τετάργη· φασγάνων εἴδη
τεταρπέσθαι· ἐμπλησθῆναι. τερφθῆναι
τετάρπετο· ἐτρέπετο
τε(τα)ρπώμεθα· ἐμπλησθῶμεν
τεταρτημόριον· οἱ δύο χαλκοῖ
τετάρτῳ· μέτρῳ τῶν ὑγρῶν
τέταρτον ἥμισυ· τὸ τέταρτον ἡμιστάτηρον
τέταται· τείνει
τέταχας· ἐτύπωσας. ἔταξας. [ἐτύπασας]
(τε)τεὴν κεφαλήν· τὴν σήν
τετέλεσται· γεγένηται. οἱ δὲ γεγάμηκεν
*Τερέβινθος· πόλις Ἰακώβ
τετελεσμένον· τὸ οἷόν (τε) πρᾶγμα τελεσθῆναι, ἤγουν πληρωθῆναι.
[ἢ καὶ μεμιασμένον]
τετελεσμένος· τελισκόμενος. ἀνδρόγυνος
τέτευ[γ]κται· κατεσκεύασται
τετεύξεται· κατασκευασθήσεται. γενήσεται
τετευχῆσθαι· καθωπλίσθαι
τετηότι· [λυπουμένῳ. ὀργιζομένῳ]
τέτηφεν· ἐκπέπληκται, ἐκπλήττεται
*τετιημέναι· τετιμωρημέναι
τετιη[κ]ότες· ὁμοίως λελυπημένοι
τετιηότι· λυπουμένῳ, τιμωρουμένῳ
τετιημένος· τὴν ψυχὴν τετιμωρημένος, ἐκπεπληγμένος, ἢ συγκεχυμένος
τέτλα· ὑπόμεινον, ἀνέχου
τέτλαθι· ὑπόμεινον
τετληότι· ὑπομεμενηκότι
τέτμῃς· εὕρῃς, καταλάβῃς
τέτορεν· ἔτρωσεν
τετόρῃ· τρώσῃ
τετραβάμονος· τετράποδος
τετραβαρήων πλίνθων καὶ τάγματα· Ἀλκαῖος
τετράγκων· ὄργανον πολεμικόν
τετράγυον· τεσσάρων [ὀρ]γυῶν. {Γύης} δὲ μέτρον ἕκτον σταδίου. καὶ
ἐν τῷ ἀρότρῳ τὸ κύρτωμα τοῦ ἱστοβοέως γύης. ἔνιοι γύην τὸ ὀργυιαῖον
μέτρον
τετραδάμονος· [τετράποδος]
τετράδι μέν τ' οἴχου· τετράδι μέν φασι γενέσθαι (Ἡρακλέα), καὶ
πρῶτον ἔνδοξον ὄντα, ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν ἡ παροιμία ἐπὶ
τῶν ἄλλοις πονούντων
τετραδισταί· σύνοδος νέων συνήθων κατὰ τετράδα γινομένη
τετράδων· ὄρνεόν τι. Ἀλκαῖος
τετράδυσιν· ἀηδόνας
τετραέλικτον ἅλμαν· ἤγουν τρικυμίαν
τετραελίκωπες· τέσσαρας ὀφθαλμοὺς ἔχουσ(α)ι ναῦς
τετραέλιξ· τετράκις περιειλημμένος, ἢ πολυέλιξ. ἢ φυτόν τι
τετραέτηρον, τετραετῆ καὶ τετράενον
τετραθέλυμνον· τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν [ὅ ἐστι] τεθει-
μένον, ὅ ἐστιν ἐπιθήματα ἔχον τέσσαρα ἐπάλληλα, ἐκ τεσσάρων δερ-
μάτων συνεστός
τετραῖον· ὀρνιθάριόν τι. Λάκωνες
τετρακίνη· ἡ ἀγρία θρίδαξ
*τετράκωλος· τετράπους
τετρακτύς· Πυθαγορικὸς ὅρκος, ἤγουν τῶν τεσσάρων στοιχείων σημαίνων
τετράκωμος· μέλος τι σὺν ὀρχήσει πεποιημένον εἰς Ἡρακλέα ἐπινί-
κιον. ἐκαλεῖτο δὲ {τέσσαρες κῶμοι}
τετραμαίνει· τρέμει, φοβεῖται
τετραμ(μ)έναι· ἀπεστραμ(μ)έναι, πρὸς αὐτοὺς τὰς ὄψεις ἔχουσαι
τετραντίας· τετράγωνος. καὶ ἰσχυρός
τετρᾶντα· τετράγωνόν τι σχῆμα. δηλοῖ δὲ καὶ τοὺς τέσσαρας χαλκοῦς
τετράξων· εἶδος χαλινοῦ
τετράοροι· τέσσαρες ἐπὶ τοῦ τεθρίππου ὑπεζευγμένοι
τετρά[ο]ρχαι· οἱ βασιλεῖς
τέτραπται· ἔστραπται
τετραστάτηρον· τὴν τετράμνουν
τετραφάληρον· τέσσαρας φάλους ἔχουσαν, καὶ ἐξοχάς, οἵ εἰσιν ἧλοι
λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι
τετράφυον· τετραπάλαιστον
*τετράφθω· ἀναχωρείτω
τετραχίζειν· τὸ ἐπὶ τετάρτῳ μέρει ποιεῖν τι
*τέτραχηλισμένα· πεφανερωμένα
τετρᾶχμα· τετράδραχμα
τετράψομαι· εἰς ἐκεῖνο τραπήσομαι
τετράων· ὄρνις ποιός
τέτρηνεν· ἐτρύπησεν
τετρῆναι· τρῆσαι
τετρήχει· τετράχυντο. πεπύκνωτο. τετάρακτο. ἢ θορύβου πλήρης ἦν
*τεῦ· τίνος
τετρίγει· ἔτριζεν
τέτριγε· τρίζει. [τέτριγεν]
τετριγῶτας· τρίζοντας
τετριγυῖα· [τετρωμένη.] τρίζουσα
τετριμμένη· πεπατημένη ὁδός
τέτρομος· τρόμος
τετροπωμένους· νενικημένους
τετρόφασιν· ἀπενηνόχασι
τέτροφε· πέπηγε. πέφυκε. [ἐ]μετεώρισται
τετρυκότεσσι· κεκυπρωκόσι
τετρυμένον· λεπτόν. καταπεπονημένον. διεφθαρμένον
τετρυ[ο]μένος· τετρυχωμένος. δεδαπανημένος ἐν κακοῖς
τετρῦσθαι· καταδεδαπανῆσθαι. καταπεπονῆσθαι
τετρυφάλεια· περικεφαλαία
τετρυχωμένος· καταπεπονημένος
*τέτραλον· τετράϊππον
τετρωμένη· πληγεῖσα
τετρωμένος· πεπληγμένος
τέτρωρον· τετράϊππον {ἅρμα}
τέττα· νεωτέρου πρὸς πρεσβύτερον τιμητικὴ προσφώνησις
τέτταρα ξύλα· ἐπὶ τῆς θύρας οὕτω λέγουσιν Ἀττικοί
Τέττιγος ἕδρανον· ἡ Ταίναρος. Τέττιξ γὰρ ὁ Κρὴς Ταίναρον
ἔκτισεν
τεττιγοφόρας· Ἀττικοὶ ἐπὶ τῶν τῆς κεφαλῆς τριχῶν εἶρον χρυσοῦς
τέτ(τιγ)ας
τέττιξ· ἔξω τοῦ συνήθους ζώου παρὰ Ἀττικοῖς οἱ τῶν μαγείρων ὑπη-
ρέται ξένοι, οἱ δὲ ἐντόπιοι {μαίσωνες}
τετυγμένα· σύνθετα, πεποιημένα. πεφροντισμένα
τετύκοντο· ἡτοιμάζοντο
τέτυκται· κατεσκεύασται
τετύλωται· ἐμπέφρακται
τετυρευμένον· συγκείμενον. ἀπὸ τοῦ πηγνυμένου γάλακτος
τετύσκετο· κατεσκευάζετο
τετύσκων· ἐμφανίζων
τετύφωται· ἀπόλωλεν. ἐμπέπρησται. ἐμβεβρόντηται. ἐπῄρθη
τετυφῶσθαι· μεμηνέναι
τετύχῃσι· τύχῃ. παρατύχῃ
τετώμενοι· [ὑστερούμενοι. ἐνδεῶς ἔχοντες
τευάζοντες· πλανώμενοι]
τευθίδες· σηπίαι. θρίσ(ς)αι
τευθίς· πέμμα πλακουντῶδες. καὶ εἶδος ἰχθύος θαλαττίου
Τεῦκροι· οἱ Τρῶες. καὶ οἱ ποιηταί
τεῦκρον· ποιητήν
τευκτῆρος· ποιητοῦ
τευκτοῖς· κατασκευασθεῖσιν
τευκτόν· χειροποιητόν, κατασκευαστόν
τευμᾶται· τεχνάζει. τιμᾶται
Τεύμης· ποταμὸς Θηβῶν
Τευμησία· περὶ τῆς {Τευμησίας ἀλώπεκος} οἱ τὰ Θηβαϊκὰ γεγρα-
φότες ἱκανὰ εἰρήκασιν
Τευμησσός· ὄρος Βοιωτίας
τεῦξαι· ποιῆσαι, κατασκευάσαι
τεῦξαν· κατεσκεύασαν
τεῦξε· κατεσκεύασε
τεῦξις· κατασκευή, ποίησις
τευξομένη· ποιήσουσα
τευξόμεθα· τύχωμεν
τευτάζει· σκευωρεῖ. ἡσυχάζει. διατρίβει. οἱ δὲ φροντίζει
τευτέξεται· [τε[υ]χνάζει. τέμνεται]
τευτάζοντες· πλανώμενοι
τευτασμός· στραγγεία
τευτᾶτ(αι)· τεχνᾶται
τεύχεα· ὅπλα, οὐ μόνον τὰ πολεμικά, ἀλλὰ (καὶ) τῆς νεώς, καὶ τὰ
σκεύη, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα·
ἦλθε δὲ χαλκεὺς
ὅπλ' ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης
τεῦχε· κατεσκεύασε
τεύχει· ποιεῖ
τεύχη· ὅπλα
τευχησταί· ὁπλῖται
τεῦχος· βιβλίον. ὅπλον. ἄγγος, σκεῦος
τεύχοντες· κατασκευάζοντες
τεῦχρος· ἀδελφὸς νόθος
τεύχω· κατασκευάζω
τεύχωνται· σάττωνται. ὁπλίζωνται
τέφρα· σποδός
τεφρόν· σποδόν, φαιόν, πολιόν
*τέφρα· σποδός, κόνις
*τέφρη καὶ {τεφρόν}· ὁμοίως
τεφρώσας· σποδώσας
τεχνάζω· τεχνάζομαι
τέχνη· ἐπιστήμη. ἢ δόλος. καὶ {ἀτέχνως}· ἀδόλως
τεχνήματα· κατασκευάσματα
*τεχνήσομαι· ἐπινοήσω. τεχνάσομαι
τέχνης γὰρ οὐχ ἥμαρτες· ........
τέῳ· τινί. ἢ τοὺς σούς, δυϊκῶς
τέων δέ· ποίων δέ. ἢ τῶν σῶν δέ
τεωρεῖς· δραπέται. κακοῦργοι, λῃσταί
τέωρος· συκοφάντης. καὶ τὰ ὅμοια
τέως· ἕως, μέχρι. ἢ πρὸς τὸ παρόν. ἢ ὅμως. ἢ τότε. ἢ ἐν τοιούτῳ.
τηνικαῦτα. ἢ ἀντὶ τοῦ πρότερον
τῇ· ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ ὑποτακτικοῦ. [ἢ λάβε.] ἢ
σέ. ἢ ταύτῃ. ἢ σή. χωρὶς τοῦ {ι} προστακτικὸν ἀνάλογον τῷ λάβε·
Κύκλωψ, τῆ, πίε οἶνον
*τῆ· λάβε, δέξαι
*τῇ ἁδρότητι· τῇ ὑψηλότητι
τῇ ἀλέσθῃ· [τῇ ἁμάξῃ]
τῇ ἄλλως· τῇ ματαίως
τήβεννος· εἶδος περιβολαίου παρὰ Ῥωμαίοις
τήβηθ· περίτιος μήν
τηγανίτης· ἄρτος ἐπὶ τηγάνου γεγονώς, καὶ μετὰ τυροῦ ὀπτώμενος
τῇδε· ὧδε, ἐνταῦθα
τηθαλλαδοῦς ἢ τηθαμμωδοῦς [η]· ὁ γυναικοτραφής. ἄλλοι τὴν
ὑπὸ τήθῃ γενόμενον καὶ τεθραμμένον. ἄλλοι τὴν μαμμόθρεπτον καὶ
σπάταλον
τήθεα· ὄστρεα
τήθεα (διφῶν)· τὰ ἄῤῥυγα, ἢ ὄστρεα ζητῶν
τήθη· ἡ τῆς μητρὸς καὶ πατρὸς (μήτηρ), ἡ καὶ μάμμη, καὶ {τηθίς}·
ἡ τῶν γονέων ἀδελφή
τηθηνόν· [ἐράσμιον]
τηθύα· τενάγη, ἃ προχέουσιν οἱ ποταμοί. καὶ εἶδος ὀστρέων
Τηθύς· ἡ γῆ
...τηι ῥινῶι σχέτο· ἐν τῇ βύρσῃ ἐπεσχέθη, ὅ ἐστιν ἐν τῷ ὅπλῳ, ἢ
ἐν τῇ βελέῃ
τηκεδανοῖο· τηκομένου, τήκοντος
*τήκει· φθείρει. δαπανᾷ. λεπτύνει
τηκεδών· φθίσις, τῆξις
τηκόμενος· φθειρόμενος. λεπτυνόμενος. δαπανώμενος
τηλαυγές· τηλέσκοπον. καθαρόν
*τῆλε· μακράν. πόῤῥω
*τηλαύγημα· ἀρχὴ λέπρας
*τηλαυγήσεως· λαμπρότητος
*τηλαυγῶς· λαμπρῶς
(*)τηλεδαποί· οἱ πόῤῥωθεν καὶ ἀπὸ τοῦ ἄλλου δαπέδου. ξένος ἀλ-
λοδαπής. καὶ {τηλεδαπός} ὅμοιον
*τῆλε δέ· μακρὰν δέ
Τηλεβόαι· οἱ Τάφιοι
*τηλεθάον· θάλλον, ἀκμάζον, εὐανθές
*τηλεθόωσαν· θάλλουσαν, θάλπουσαν
τηλέθροον· ὀξύφωνον, μεγαλόφωνον
*τηλεκλειτοί· πόῤῥω ἔνδοξοι
*τηλεκλυτά· ἔνδοξα, καὶ μέχρι πολλοῦ ἀκουόμενα
*Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν· πρός με καὶ Τηλεμάχῳ ἔσται
ὁ λόγος
*τηλέπυλον· μακρὰν ἀπ' ἀλλήλων ἔχουσαν διεστώσας τὰς πύλας.
ἐξ οὗ τὴν μεγάλην δηλοῖ, [ἢ στύλου πύλαι]
τηλεσκόπος· πόῤῥω ὁρῶν
τηλεφανής· μακρόθεν φαινομένη
τηλεφανές· φαινόμενον μακρόθεν
Τηλεφίδην· Τηλέφου υἱόν
τηλέφιλον· φυτόν τι. τινὲς δὲ ἀείζωον ἄγριον
τηλία· σηλία, ἐν ᾗ διαμάττεται τὰ ἄλευρα. ἢ περιφέρεια κοσκίνου
τήλιδα· οὕτως ἐκάλουν τὴν συνηρμο(ς)μένην
τηλικαῦτα· τοιαῦτα
τηλίκος· τηλικοῦτος. ἢ νήπιος
τηλικώτατον· πρεσβύτατον. ποῤῥώτατον
τηλόθεν· πόῤῥωθεν
τηλόθι· ὁμοίως
τηλουρόν· πόῤῥω ἀφωρισμένην. τινὲς μὲν ὡς πανοῦργον, τινὲς δὲ
ὡς κηπουρὸν τῷ τόνῳ
τηλοῦρος· μακρόθεν ἀποθείς
τηλυγέτην· μονογενῆ
τηλύγετος· ὁ τηλοῦ τῆς ἡλικίας τοῖς γονεῦσι γεγονώς, ἐπὶ γήρᾳ παῖς
μονογενής
τηλυγέτων ἀποικιῶν· τῶν μακρὰν ἀπεχουσῶν
τηλωπόν· μακρόθεν φαινόμενον
τημελεία· θεραπεία. ἐπιμέλεια
τημελές· ἐπιμελές, σπουδαῖον
τημελητής· ἐπιμελητής
τημελῆσαι· θλῖψαι. φιλοκαλῆσαι. σπουδάσαι. καὶ {τημελήσαντες}
καὶ {τημελούμενοι} ὁμοίως
τήμερον· Ἀττικοὶ [{τήμερος}] καὶ {τήμερα} λέγουσιν
τῇ 'μῇ· τῇ ἐμῇ {ἕπεσθαι}
τῆμος· τηνικαῦτα, τότε
τήν· ὁτὲ μὲν ἄρθρον προτακτικὸν θηλυκόν. καὶ ἀντὶ τοῦ ταύτην·
τήν ποτε Φοίνικες
τηνάλλως· τὴν μάτην
τήνδε· ταύτην
τήνεβλος· ἐφύμνιον, ἀφ' οὗ ὁ νικῶν τήνεβλος
τήνεβλα· τὰ ἐφύμνια ᾀδόμενα τοῖς νικῶσι
τὴν ἐπιδεξιάν· περιέφερον ἐν τοῖς συμποσίοις ἐπὶ δεξιὰ τὸ πάλαι
κιθάραν, εἶτα μυῤῥίνην, πρὸς ἣν ᾖδον
τηνεσμός· νόσημα περὶ τὰ ἔντερα
*τὴν εὐπερίστατον· τὴν εὔκολον
τηνήδε, ἐποίησε δέ σοι
τὴν ἠϊόνα· τὴν αἰγιαλόν
τήνης· ἕως. Ταραντῖνοι
Τηνία· ἔχιδνα. ἄλλοι δὲ τὴν στηθοδέσμην
τηνικάδε· τότε δέ
τηνικαῦτα· [πότε. ἢ] τότε
τὴν κύλικα· τὴν φιάλην, τὸ ποτήριον
τὴν παῖδα· τὴν παρθένον
τὴν προσήκουσαν· τὴν ὀφειλομένην
τὴν φειδώ· τὸ φείδεσθαι
τῆξις· φθίσις, νόσος. παρὰ τὸ {τήκεσθαι}
τῇ ὀρέξει· τῇ ἐπιθυμίᾳ
τήποδα· [λέβητα. τρισκελῆ, χαλκίον]
τῇ πρὸς ἀκτῖνα· τῇ ἀνατολῇ
τήπτε δέ σε χρεώ· [τίς δέ σε χρεία κατέλαβεν;]
τηρεῖ· φυλάσσει, φρουρεῖ
Τήρ(ε)ια· ὄρος Τρωάδος
Τηρίας· ποταμὸς Σικελίας
τῇσίν τε θαλάσσια ἔργα μέμηλε· ταῖς ἐν θαλάσσῃ κορώναις.
προσημαίνουσι δὲ αὗται τοὺς χειμῶνας
τῆς ἄλης· τῆς πλάνης
τῆς δεῦρο· τοῦ παρόντος
τῆσδε φύσεως· ταύτης τῆς φύσεως
τῆς κουστωδίας· τοῦ συστήματος
τῆς ὑπερῴας· τοῦ οὐρανίσκου
τήτει· σπάνει
τῆτες· ἐν τῷδε τῷ ἔτει. οἱ δὲ Δωριεῖς {σᾶτές} φασιν· ὅθεν {σατα-
νίους πυροὺς} [καὶ] μὴ τελεσφοροῦντας, ἀλλὰ πρὸ ὥρας θεριζομέ-
νους
τήτη· ἀπορία, ἔνδεια, στέρησις
τητωμένη· στερ[ρ]ομένη
τητθή· [μάμμη. θεία]
τητύμα· [ἀληθῆ]
τητωμένου· στερ[ρ]ομένου
τητώμενον· στερισκόμενον
Τηΰγετον· ὄρος
τηϋσίην· ματαίαν·
σὺ δὲ (τη)υσίην ὁδὸν ἔλθῃς
τινὲς ἀρχ(α)ίαν· ἄλλοι βλαβεράν, ἢ περιβόητον
τηΰσιον· μάταιον
τιάλλακτον· Σέλευκος παρὰ Ἐπαινέτῳ ἔμβαμμά τι
τιαλέσθην· [τὴν ἅμαξαν]
τιάρα· ἡ λεγομένη κυρβασία. ταύτῃ δὲ οἱ Πέρσαι βασιλεῖς μόνοι
ἐχρῶντο ὀρθῇ· οἱ δὲ στρατηγοὶ ὑποκεκλιμένῃ. Ἡρόδοτος δὲ ἐν α# ἀῤῥε-
νικῶς
τιάρις· λόφος τῆς περικεφαλαίας, περίθεμ[εν]α κεφαλῆς, καμελαύκιον
*τιβάθων· τιμώμενος
Τιάσσα· κρήνη ἐν Λακεδαιμονίᾳ. τινὲς δὲ ποταμόν
τίβδαινον· φίλον
τιβδεῖ· φοβεῖται
τιβήν[ος]· λέβης, τρίπους
τιγάς· εἶδος ἀμπέλου
τίγγα· Διοκλῆς ἐν Μελίτταις. Ἡρακλέων δὲ οὐ διελὼν τιγγάβαρυ τὸ
κιννάβαρι[ν] λέγει
τιγόνιον· εἶδός τι Ἀριστοτέλει
Τίγρης· ποταμὸς Περσῶν. καὶ ὁ τοῦ ποταμοῦ ῥοῖζος. καὶ ζῶον [παρὰ
μὲν Ἰουδαίοις Φορά{δ}, παρὰ δὲ Ἕλλησι] {τίγρις}
τί δαί· τί γὰρ ἄλλο, ἢ τί γὰρ; Κρῆτες. Βοιωτοὶ δὲ ἐνθάδε. Ἀττικοὶ
διὰ τί δή
τί δή ποτε· διὰ τί
τί δῆτά σοι· διὰ τί σοι
τί δόστορε· τί ποιεῖτε; Ταραντῖνοι
τίει· τιμᾷ, σέβεται, αἰδεῖται
τίεσκε μύθους· ἐτίμα λόγους
τιέσκετο· ἐτιμᾶτο
τίεσκον· ἐτίμων
τίετο· ἐτιμᾶτο
τίη· διὰ τί, ἱνατί
τιήνη· [ἡ βασίλισσα]
τιήρη(ς)· τὸ ὀξύ ...... Πέρσαι
τιητιβεῖν· τιμωρεῖσθαι
τιθαί· τιθασσαί. τέλειαι. ἐργάτιδες. πραεῖαι
τιθαιβώσσειν· βόσκειν. ἐργάζεσθαι. τρέφειν, ἐθήβειν. θησαυρίζειν.
ἀγαπᾶν. θορυβεῖν. τιθέναι τὴν βόσιν, τουτέστι τὴν τροφήν
τιθαιβώσσουσιν· ἐναποτίθενται, ἀποθησαυρίζουσι τὴν τροφὴν αἱ
μέλιτται, τὸν λεγόμενον μελίκηρον
τιθαιβώσσουσι· τιθέασι. φυλάσσουσι
τίθει· ἐνετίθει, ἐδίδου
τιθεῖον· [μαστός]
τίθεισθα· ποιεῖς
τιθέντες· ποιοῦντες
τίθεντο· παρεσκευάζοντο
τίθεον· [ἰσόθεον]
τιθή· [τροφός]
τιθήνας· τροφούς, τιτ(θ)άς
*τιθασσεύει· ἡμεροῖ, πραΰνει
τιθηνεῖ· τρέφει
τιθηνεύεται· ὅμοιον
τιθηνευόμενος· τρεφόμενος. ἀσκῶν
τιθήνη· τροφός. μοσχοτρόφος. ἢ ὁ τὰ τι(τ)θευόμενα τημελῶν παιδία.
οἱ δὲ {τιθηνόν}· τὸν ἐράσμιον
*τιθήμενον· παρατιθέμενον, ὅ ἐστι καθοπλιζόμενον
τιθηνόκομον γένος· τοὺς Αἰθίοπας, ἐπεὶ μέλανες καὶ κομῆται
τιθηνούμενος· τρέφων. {Τιθηνός} γὰρ ἡ τροφός, καὶ {τιτθοί} οἱ
μαστοί
τίθησι· τιθεῖ
τιθίασται· τιμᾶν
Τιθράσια· χαλεπά, τραχέα
Τιθωνόκομον· ἔθνος μέλαν μὲν τὸ ὅλον σῶμα, λευκὸν δὲ τὰς κόμας
τί ἱκανόν· τί ὄφελος
τί κεν· τί ἄν
τίκτειν· καὶ ἐπὶ ἀῤῥένων·
τίκτεν ἀνὴρ ἀνάσσων Μυρμιδόνεσσι
τιλίαι· αἴγειροι
τιλλά· [πτερά]
τίλλει· ἀνα(ς)πᾷ. μέμφεται. διαβάλλει. ἀποσκώπτει
τιλλομένη· λοιδορουμένη
τιλμός· παιδιά
τιλτόν· εἶδος ταριχίου
τιμᾴδιον· μικρὰ τιμή
τί μαθών· τί βουλόμενος
τιμαλφεῖν· τιμᾶν
τιμαλφής· ἔντιμος, τιμὴν ἀλφάνουσα, διὰ τιμῆς ἀγομένη· Ἴων Φοί-
νικι δευτέρῳ. τινὲς μὲν τὴν ἰώνιον, Αἰσχύλος δὲ ἐν Ἐπιγόνοις ἐπὶ
τοῦ ἐντίμου
*τιμαί· ὠνα(ί)· τιμήματα
τιμαλφέστατα· τιμιώτατα, πολύτιμα. ἢ ὁσιώτατα
Τιμάναξ· [ὁ πρωκτός. ὁ δὲ αὐτὸς καὶ Θεόδωρος]
τιμᾶσι· τίουσιν
τιμά(ς)ω· τιμήσω
τιμή· δόξα. ποτὲ δὲ καὶ τιμωρία, ἢ ἀντέκτισις ἡ κυρία
τί μέλλει(ς)· τί βραδύνεις
τιμηδές· εὐλαβές
τιμήεντος· ἐντίμου
τιμήορος· τιμωρός. βοηθός
τιμηρύειν· τιμιοπωλῶν
τιμῆς· τίσεως
τιμήσεως· ζημίας
τιμηταί· οἱ τιμώμενοι τὴν ἑκάστου οὐσίαν
τίμιος· ἔντιμος, ἔνδοξος
τιμιουλκῶν· τιμὴν αἰτῶν, ἢ ἕλκων τὴν τιμήν
τιμουλκῶν· αἰτῶν, καὶ ἀπαιτῶν
τιμοῦντας· τιμίους ὄντας
τιμοῦχος· ἔντιμος. ἀξιόλογος. καὶ ἄρχων, ἰσχυρότατος, μέγιστος
τιμῶμαι· καταδικάζω
τιμώμενος· εὐθυνόμενος. καὶ ἐπιτίμιον ὑπέχων. οἱ δὲ ἐπιτίμια πα-
τρός
τιμωρεῖσθαι· κολάζεσθαι
τιμωρία· πρόστιμον, ἀνταπόδοσις. κόλασις. ἢ τιμὴ παρὰ Λυσίᾳ
τιμωροῦσι· καταπονοῦσιν. ἐκδικοῦσιν
τίν· σοί. ἢ τινά
τινακτοπήληξ· σεισολόφος
τινθαλέῳ· πυρί. διαθέρμῳ
τινθαλέον· διάπυρον. διάφορον. διεφθαρμένον. διαφανές
τιννεῖν· ἀποδοῦναι
*τί νυ βείομαι· τί δὴ μέλ[λ]ω βιοῦ(ν), ὅ ἐστι ζῆν
*τιν[ν]ύμενον· ἀπαιτούμενον. ἀποδιδόμενον
τίν[ν]υνται· τιμωροῦνται
τιν[ν]ύων· ἀποδιδῶν
τιντόν· ἑφθόν
τῖξον· δεῖξον
τιοίμην· τίμιος εἴην
τίοιτο· τιμηθείη
τίον· μέσον ἡμέρας ἐτίμουν
τίον ἑτέρων, τὰ ἀπρεπῆ
τί ὀνήσω· τί ὠφελήσω
τίπτε· τί δήποτε. ἢ κατὰ συγκοπὴν τί ποτε. ἢ διὰ τί, ἢ ἱνατί
τίπτε δέ σε χρεώ(ν)· τίς δέ σε χρεία καταλαμβάνει
τίπτε με· διὰ τί με
τί πράττεις· τί ποιεῖς
τίρεα· [ἄστρα]
τί ῥέζεις· τί πράττεις
τίρεται· [καταμολύνεται. καταπονεῖται]
τίριος· θέρου(ς). Κρῆτες
Τίρυνθα· πόλις ἐν Ἄργει
Τιρύνθιον Ἄργος· τὰς Μυκήνας
Τιρύνθιον πλίνθε(υ)μα· ἀντὶ τοῦ [τὸ] τεῖχος. ὑπὸ Κυκλώπων δὲ
κατεσκεύαστο
*τισάμενον· καταπονούμενον
*τίσασθαι· τιμωρίας λαβεῖν
*τίσατο· ἐτιμωρήσατο
τῖσαι· ἀποδοῦναι
τίς γάρ· τίς δή
τίς δ' αὖ τοι· τί(ς) δέ σοι
τίσ[ο]ι· ποίοις
τίσειαν· τιμωρίαν δοῖεν
τίσις· ἀντέκτισις. ἀτιμία. ποινή, τιμωρία
τίς κεν· τίς ἄν
τίσις, τί ποτε
τῖσον· τίμησον
τίσομαι· τιμωρήσομαι
τίς γάρ· τίς δή
τίσουσι· τιμωρήσονται
τίς τρόπος· παροιμία ἐπὶ τῶν ἀλλοκότων
τίσω· ἀποδώσω. τιμήσω
τίται· εὔποροι. ἢ κατήγοροι τῶν ἀρχόντων
τιταινόμενος· τρέχων. ἕλκων. τ(ε)ινόμενος
τίται.νον· ἕλκουσι. τείνουσι
τιταίνειν· σπεύδειν. τείνειν. κραδαίνειν. ἕλκειν. τίσιν λαμβάνειν. τι-
μωρεῖν
τιταινομένω· ἐκτετακότε
τιτάν· παιδεραστής. [καὶ τὸ τοῦ ἀντιχρίστου ὄνομα]
Τιτανίδα· τὴν Εὔβοιαν, παρόσον Βριάρεω[ς] θυγάτηρ ἦν. ἔνιοι δὲ
τὴν Ἀσωποῦ φασι
Τιτᾶνες· τιμωροί, ἀπὸ τοῦ τιταίνειν. ἄλλοι δὲ οἱ μὴ ἔχοντες ἀποτῖ-
σαι {ἀτιτᾶνες} ὠνομάζοντο, οἱ δὲ ἔχοντες {τιτᾶνες}
Τιτανὶς γῆ· ἤτοι πᾶσα ἡ γῆ, (ἢ) ἡ (Ἀττικὴ) ἀπὸ τῶν κατασχόντων
τίτανος· [ὄρος Θεσσαλίας.] καὶ κονία, ἄσβεστος. οἱ δὲ τιγύψου
χρῖσμα
..τιτανωμένας· γεγυψωμένας
τιτανωτὴ χρόα· γυψωτή, ἢ λευκόχροος
*Τιταρήσιος· ποταμὸς Ἠπείρου
τίταξ· ἔντιμος. ἢ δυνάστης. οἱ δὲ βασιλεύς
τιτᾶσθαι· [στερήσασθαι]
τιτένων· [τείνων. πέμπων. ἕλκων]
Τιτῆνες· Οὐρανοῦ παῖδες
τιτῆναι· βασιλίδες ....... ἢ Ἕκτορος Λύτροις
τίτθαι· τροφοί
τίτθεν· τίκτειν
τιτθίον· τιτθός. μαστός
τιτθή· ἡ τροφός
τι τίει· τιμᾷ
τίρ· τίς. Λάκωνες
τίτλος· πτυχίον ἐπίγραμμα ἔχον
Τίτορμος· οὗτος Αἰτωλὸς ἀνὴρ διαβεβοημένος ἐπὶ ἀνδρείᾳ καὶ με-
γέθει
τιτρᾶται· τρυπᾶται. διανοίγεται
τιτυβίζει· ὡς χελιδὼν φωνεῖ
τιτύπαι· αἱ ἐμπύλαι· αἱ πλάναι
τιτύρας· ὄρνις ποιός. ἢ τιτυρώδης
τίτυρος· σάτυρος. κάλαμος. ἢ ὄρνις
τιτύρινος· μόναυλος. ἢ αὐλὸς καλάμινος
τιτύσκετο· ἡτοιμάζετο, παρεσκευάζετο. κατεστοχάζετο
τιτυσκόμενοι· εὐστοχοῦντες, στοχαζόμενοι
τιτυσκόμενος· τὰ αὐτά
τιτώ· ἠώς. ἢ αὔριον. ἢ τινί
τί ὑμῖν διαφέρει· τί ὑμῖν μέλει
τίφαι· αἱ ὀλύραι. καὶ {τιφή} ἐν τοῖς ἕλεσι
τιφαίας· τὰς τῶν θηρῶν καταδύσεις
τίφια ὄρνεα· τὰ ἐν τοῖς ἕλεσι γινόμενα
τῖφος· ἕλος
Τῖφυς· ὁ ἐφιάλτης, νέαλυς. καὶ ὁ τῆς Ἀργοῦς κυβερνήτης
τί φῶ· τί εἴπω
τιχίζομαι· [σκέπομαι]
τίω· σοῦ. ἢ τιμῶ. ἢ τύχω
τλᾶθι· ὑπόμεινον
τλαιπαθές· ταλαίπωρε
τλάς· ὑπομείνας. ἢ ποιήσας
τλασίφρονα· ὑπομονητικόν
τλήθα· ὡραία. Κυρηναῖοι
τλήθυμος· ἰσχυροκάρδιος
*τλήμων· ὑπομονητικός
τλημαθεῖν· [ταλαιπωρεῖν, πονεῖν]
τλημόνως· ἐλεεινῶς
τλῆναι· ὑπομεῖναι. τολμῆσαι. παθεῖν
τληπάθειαι· ὑπομοναί, ταλαιπωρίαι
τληπαθής· ὑπομονητικός
τλῆσις· τόλμα. θράσος
τλησίπονος· τολμηρός, καρτερικός
τλῆτε· ὑπομείνατε
τλητικῶς· ὑπομονητικῶς
τλητῶν· ὑπομονητικῶν
τμάγεν· διεχωρίσθησαν, διέστησαν, ἐτμήθησαν, ἐσχίσθησαν
Τμάριον· ὄρος Ἀρκαδίας
Τμάριος· Ζεὺς ἐν Δωδώνῃ
τμήγας· γατόμος. ἀροτήρ
τμῆγος· ἀρότης. βούτμημα
τμήδην· τμητικῶς, τομῶς. ταχέως. ἀποκεχ(ω)ρισμένως. βέλτιον δέ, ὅσον
ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι·
τμήδην αὐχέν' ἐπῆλθεν
τμηθεῖσα· κοπεῖσα
τμηθῆναι·
τμῆξαι· τεμεῖν. (δια)λαβεῖν
τμήξας· τὰ αὐτά
τμητός· τμῆμα
Τμῶλος· ὄρος. καὶ ποταμός
τό· τὸ ἄρθρον οὐδέτερον προτακτικόν
[ἢ γὰρ] τὸ μὲν ἥμισυ οἰνοπέδ(ο)ιο[ν]
καὶ ἀντὶ τοῦ τοῦτο·
(τὸ) μὲν οὔποτε φύλ(λ)α [τε] καὶ ὄζους
φύσει
τοάκης· χιτὼν σχιστός
τόβλικος· κρουματίου μίμησις
τόγε ἧκον· ὅσον δυνατόν
τογέρα· μοιχός. λαλαχός
τὸ δ' αὐτό· τὸ αὐτὸ δέ. ὁμοίως δέ
τὸ δεῖν· τὸ δέον
τὸ δήϊον· τὸ πολέμιον
τόδ' ἱκάνεις· ἔνθαδε ἥκεις
τὸ ἐνσώματον· τὸ μετὰ σώματος
τὸ ἠλύσιον· ὁ παράδεισος
τὸ ἤνυστρον· μέρος τῆς κοιλίας τῶν μηρυκωμένων
*τὸ θεέ· π[αρ]αστάς
τοί· οἵ. οὗτοι. καὶ σύνδεσμος παραπληρωματικός. [καὶ ἀντὶ τούτοις]
τοῖα· τοιαύτας, τοιάςδε
τοιγάρ· τοιγαροῦν. σύνδεσμος
τοιγαροῦν· ὅθεν δή. ἢ οὐκοῦν
τοιγάρτοι· καὶ γάρ. τοιγάρτοι
τοίδε γε· ἐκεῖνοι δέ, ἢ οὗτοί γε
τοιθορύκτρια· ἡ τοὺς σεισμοὺς ποιοῦσα
τοιθορύσσειν· σείειν
τὸ ἱερόν· τὸ θεῖον
τοί κεν· οἵτινες ἄν
τοῖν· τί ποτε. Κρῆτες
τοῖϊν· ἐκείνων
τοίνυν· διὰ τοῦτο
τοινισταφράσαι· [ἀγγεῖλαι. εἰπεῖν]
τοῖο· [τοῦτο. ἢ] αὐτοῦ
τοῖοι· τοιοῦτοι· ἀγαθοί
τοῖον· τοιοῦτον. οὕτως ἀγαθόν. τοῦτον. τάσσεται καὶ ἐπὶ θαυμασμοῦ
τοῖος· τοιοῦτος
τοίοις δέ· τοιούτοις δέ
τοίους· τοιούτους
τοί ῥα· οἵτινες δή
τοῖς· τούτοις
τοῖσι· τοῖς σοῖς. ἢ ἐν ἑαυτοῖς. ἢ ἐν τούτοις
τοῖς τῇδε· τοῖς ἐνθάδε
τοῖς τυχοῦσι· τοῖς ἐντυγχάνουσι
τοιχοδιφήτωρ· τοιχωρύχος
τοῖχος· τοῦ πλοίου ἡ πλευρά
τοιχωρύχος· λῃστής, κλέπτης
τοίως· ἰσχυρῶς. καλῶς. ἀκριβῶς
τοκάδερ· ἔγκυοι
τὸ καί· διὸ καί
τὸ κατὰ γᾶς ξίφος· θηρίδιον σκολοπένδρᾳ ὅμοιον
τοκέες· πατέρες, γονεῖς
τοκεῦσι· γονεῦσιν. ἐγγόνοις
τοκέων· γονέων
τόκος· γένεσις
τὸ κρήγυον· τὸ ἀληθές
τὸ κῦρος· ἡ ἐξουσία, ἡ δεσποτεία
τόλα· [τότε]
τὸ λαιόν· τὸ ἀριστερόν
τολέσπευσεν· [εἰργάσατο]
τολμήσω· καρτερήσω
τολμητίας· προπετής, αὐθάδης, ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν ἐπιχειρῶν
τόλυξ· αἰδοῖον
*τὸ λοβόν· τὴν ἀρχὴν τοῦ ὠτός
τολύπαι· τὸ κατασκευαστὸν ἔριον
τολυπεύειν· ταλαιπωρεῖν. μοχθεῖν. στρέφειν. μηχανᾶσθαι. ἐργάζεσθαι
τολύπευμα· τὸ κατασκευαστὸν ἔριον
το[πο]λυπεύσας· κατεργασάμενος
τολύπευσεν· ἐξειργάσατο
τολυπευτικώτατος· ἐργαστικώτατος. ἐπιτελεστικώτατος
τολύπη· τὰ προφυράματα τῶν μαζῶν, ἃ καὶ βήρηκας καλοῦσιν. καὶ
ἀγαθίδιον στήμονος, ἢ ῥοδάνης
Τόμαρος· τὸ ἐν Δωδώνῃ ὄρος. καὶ προφήτης. καὶ ἱερεύς. καὶ θύτης.
καὶ μάντις
τὸ μέταζε· τηνικάδε
τὸ μελάνδρυος· τὸ μέσον τοῦ ξύλου· διὰ τὸ εἶναι εὔτονον τοῦτο τὸ
μέρος. ἄλλοι δὲ διαστείλαντες {τὸ μέλαν δρυός} εἰς δύο μέρη λόγου
ἀποδεδώκασι τὸ μέσον τῆς δρυὸς μέρος μέλαν εἶναι καὶ ἄσηπτον
διαμένειν
τομεύουσι· τέμνουσι
τομεύς· τμήτης, ἤγουν ὁ τέμνων
τομή· ἡ ῥίζα, ὅθεν ἐτμήθη. καὶ ἡ πληγὴ τοῦ ξίφους
τομία· τὰ ἀποτμήματα, καὶ ἀκρωτηριάσματα τοῦ νεκροῦ. οἱ δὲ τὰ
ἱερά, ἃ σφάζοντες ὀμνύουσιν
τό μοι· τοῦτό μοι
τόμος· χάρτης. ἢ ὁ τέμνων
τόμουροι· προφῆται. ἱερεῖς. οἰωνοσκόποι. διάκονοι
τομώτερος· ὀξύτερος, δυνάμενος τέμνειν
τόν· ἄρθρον ἀρσενικὸν προτακτικὸν πτώσεως αἰτιατικῆς. ἢ τοῦτον. ἢ
ὅντινα
τοναία· φωνῆς τάσις
τὸν ἀφ' ἱερᾶς· γραμμή τις ἐν τῇ παιδιᾷ τῶν πεσσῶν, ἱερὰ καλου-
μένη
τὸν δ' ἄρ· πρὸς τοῦτον δέ
τὸν εὐθυτενῆ· τὸν ὀρθόν
τονθορύζει· ἀτάκτως λαλεῖ. γογγύζει. ψιθυρίζει. καὶ {τονθρίζει}
τὰ αὐτά
τονθρύς· φωνή
τόνθων· παρὰ Κορίννῃ ἐπὶ νωτιαίου κρέως τὸ ὄνομα
τόνος· ἔντασις, ἰσχύς, ῥώμη, δύναμις
τόνους· τὰς κειρίας ἀπὸ τοῦ τετάσθαι
τὸν ὀπισθότατον· τὸν ὀπίσω, τὸν τελευταῖον, τὸν ἔσχατον
τὸν οὐδόν· τὸν βατῆρα ὁδοποιόν
τόν ῥα· τὸν δή
τὸν σόν· τὸν ἴδιον. τέρ[τρε]μονα, τὸ τέλος
τό νυ γὰρ κατεάξαμεν· τοῦτο γὰρ τὸ δόρυ κατεάξαμεν
τόνῳ· λίαν [τέρατι
τοξεύομαι· ἀποστεροῦμαι ....
τοξεύοντο· τόξα ἔτεινον
Τοξίου βουνός· τοῦ Ἀπόλλωνος τοῦ ἐν Σικυῶνι. βέλτιον δὲ ἀκούειν
τὴν ἐν Δελφοῖς Νάπην λεγομένην· ἐκεῖ γὰρ καὶ ὁ δράκων κατετο-
ξεύθη. καὶ ὁ ὀμφαλὸς τῆς γῆς τάφος ἐστὶ τοῦ Πύθωνος
τόξον· κυρίως αὐτὸ τόξον. δηλοῖ δὲ καὶ τὴν τοξικὴν ἐμπειρίαν, καὶ
αὐτὰ τὰ βέλη
τοξοποιεῖν τὰς ὀφρῦς· συστρέφειν αὐτάς
τοξόται· οἱ δημόσιοι ὑπηρέται
τοξότα λωβητήρ· διὰ τόξων λωβώμενε, καὶ βλάπτων· ἀφ' οὗ τὸν
δειλὸν λέγει
τοξότης· πολεμιστής
τόξου πῆχυν· τὸ ὅλον τόξον, κατὰ ἀντεπέκτασιν τῆς νευρᾶς
τό οἱ· ὅπερ αὐτῷ
τὸ ὄντως· τὸ ἀληθῶς
τόοσα μέμηλε· [τοσαῦτα φροντίζει]
τὸ ὅσον ἐπ' ἐμοί· τὸ κατὰ δύναμιν
τοπάζει· εἰκάζει. ἱδρύει. ὑποπτεύει. στοχάζεται [ἢ {τοθάζει}]
τὸ παράπαν· παντελῶς
τὸ πάροιθεν· τὸ πρὸ τούτου
τὸ παρὸν εὖ τίθεσο· παροιμία, ἧς καὶ Πλάτων ἐν Γοργίᾳ μνημο-
νεύει
τοπάσαι· ὑπονοῆσαι. ὑπολαβεῖν
τοπαστέον· ὑποληπτέον. ὑπονοητέον
τὸ περιόν· πλῆθος
τοπήϊα· ὅπλα νεώς, σχοινία, τοπεῖα, κάλοι
τὸ πρὸς ἀκτῖνα· τὸ πρὸς ἀνατολήν
τὸ προμηθέ[υ]ς· τὸ προνοητικόν
τὸ προσεχές· τὸ ἐγγύς
τὸ πρῶτον· τὸ πρεσβύτατον
τοπυργίαις· [ἐμπυρισμοῖς]
τό ῥα· ὅπερ δή
τόρβηλος· μεμψίμοιρος
Τόργιον· ὄρος ἐν Σικελίᾳ, ὅπου νεοττεύουσιν οἱ γῦπες. ἀφ' οὗ καὶ
αὐτοὶ {τόργοι}
τόργος· εἶδος γυπὸς αἱματοῤῥόφου. ἔστι δὲ καὶ ὁ γὺψ παρὰ Σικε-
λιώταις
τορεῖν· τορῆσαι, τρῆσαι, τεμεῖν
τορέλλη· ἐπιφώνημα θρηνητικὸν σὺν αὐλῷ Θρᾳκικόν
τορκιμόν· τὸ βαρὺ καὶ μισητόν
τόρμη· εὐθὺς δρόμος κατὰ τέχνην. καὶ στροφή. καὶ σύμπας (δρόμος)
τορμίς· ἡ δέσποινα
τόρμος· ἡ πλήμνη τοῦ τροχοῦ, εἰς ἣν ὁ ἄξων ....
τορνεύει· γλύφει
τορνευταί· γλύπται
τόρνος· ἐργαλεῖον τεκτονικόν, ᾧ τὰ στρογγύλα σχήματα περιγράφεται
τορνῶσαι· περιγράψαι. κυκλῶσαι
τορνώσας· τῷ κύκλῳ περιγράψας
τορνοῦμαι δὲ πρὸς μέτρον· ἀντὶ τοῦ περιγράφομαι
τὸ ῥόθιον· τὸ κῦμα
τόρον· λιθ(οκοπ)ικὸν σκεῦος. ἢ μεγαλόφωνον
τορόνος· τόρνος. Ταραντῖνοι
τόρος· ἐργαλεῖον φρεωρυχικόν. καὶ εἰς ὃ ὁ στελεὸς ἐμβάλλεται
*τορόν τι· ὀξεῖα
τορόῳ· [ἐργαλείῳ. ὀξεῖ, ἀκριβεῖ, τρανῷ, ἰσχυρῷ, μεγάλῳ]
τόῤῥα· ὅπερ δή
τόρτυρα· [τῶν κεραμίων προμήκης πυθμήν]
τορτυρόμενον· νιφόμενον
τορύνη· σιτῶδές τι
τόσα καὶ τόσα· ἢ τοσαῦτα
τὸ σέλας· ἡ ἔκλαμψις
τὸ σίνεσθαι· τὸ βλάπτεσθαι
τὸ σκάφος· τὸ πλοῖον
τόσσον· τοσοῦτον, τηλικοῦτον. λέγεται καὶ ἐπὶ θαυμασμοῦ
τὸ σὸν μένος· τὴν σὴν ὀργήν
τοσοῦτον· ὅλον τοῦτο
τὸ σταῖς· τὸ ἄλευρον
τόσῳ μᾶλλον· ὅσῳ πλέον
τὸ τάχος· συντόμως
τότε μοι χάνοι εὐρεῖα χθών· εὐρὺ καὶ μέγα μοι χάσμα γῆς γέ-
νοιτο, ἵνα με δέξηται· ὅπερ ἐστὶν ἀποθάνοιμι
τὸ τεῦχος· τὸ σκεῦος
τὸ τηνικαῦτα· τὸ τότε
τὸ τί· διατί
τοῦ· ἄρθρον προτακτικόν
τοῦ δὴ πολλοὶ ἀπὸ σπινθῆρες ἴενται· τοῦ καλουμένου κομήτου
ἀστέρος
τοῦμα· στόμα
τοὐμοῦ· τοῦ ἐμοῦ
τοὐμφανές· φανερόν
τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ' ἱσταμένοιο· τὴν τριακάδα
λέγει. τὸν μῆνα ἔχειν φησὶ ἡμέρας εἰκοσιεννέα, ὥστε τὴν τριακάδα
μέρος ἔχειν καὶ τοῦ παρῳχηκότος καὶ τοῦ ἐπιόντος μηνός
τοὔμπαλιν· τὸ ἐναντίον, ἀνάπαλιν, ἔπειτα πάλιν
τοὔνεκα· τούτου χάριν, τούτου ἕνεκεν
τούνη· σύ. Λάκωνες
τοῦ παντὸς ἀξιόλογον· τοῦ παντὸς κύριον
τοὖργον· τὸ ἔργον, κατὰ συναίρεσιν τῶν φωνηέντων
τοὐρθόν· τὸ ὀρθόν
τούς· ἄρθρον προτακτικόν. καὶ ἀντὶ τοῦ οὕς· καὶ ἀντὶ τοῦ τούτους
τουσοίρ· φύσκη πλήρης κριμνῶν, στέατος, αἵματος
τοὺς ἐμβόλους· τὰ ἔμβολα τῶν νεῶν. καὶ ἐπὶ τῶν θηλειῶν
τοὺς ἐν τέλεϊ· τοὺς ἐν τιμῇ καὶ ἀρχῇ
τοὔσχατον· τὸ ἔσχατον, καὶ μέγιστον
τουτάκις· τοσαυτάκις, ὅπερ ἐστίν ....
τουτί· τοῦτο
τοῦτις· ὁ κόσσυφος
τοῦτο μέν· ποτὲ μέν
τοῦτο Πύθιον· τοῦτο πρῶτον καὶ ἔσχατον
τουτῶ· ἐντεῦθεν. Λάκωνες
τοῦφος· τάφος
τόφρα· ἐν τοσούτῳ. ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτι-
κὸν τοῦ ὄφρα ἢ ἄχρι, ἢ ἕως. ἢ ἵνα
τόφρα δέ· τηνικαῦτα δέ
τραγαλέον· διεῤῥωγότα
τραγᾶν· οὕτω τὸ ἀκαρπεῖν τινες τῶν γεωργικῶν· οἱ δὲ μενῶν νόσον.
καὶ τῆς φωνῆς τὸ πάθος
τράγαις· Αἰολεῖς [οὕτω λέγονται ἀπὸ λίμνης, ἣ καλεῖται Τραγ(άς)η
Τραγασαῖοι ἅλες· οἱ ἀπὸ Λεκτοῦ
τραγεῖον· πόας εἶδος
τράγη· πεπληγμένη. πεπηγυῖα
τραγηφόροι· αἱ κόραι Διονύσῳ ὀργιάζουσαι τραγῆν περιήπτοντο
τραγίζειν· τὸ τραγᾶν τῇ φωνῇ τοὺς ἀκμάζοντας τῶν παίδ[ί]ων
τραγικῆς· ....... τραγῳδῶν ᾄσματα
τραγικὸν πάθος· μεστὸν συμφορᾶς
τραγικὸς πίθηκος· παροιμία ἐπὶ τῶν παρ' ἀξίαν σεμνυνομένων
τραγιστάς· τοὺς τὰ ἱερεῖα κλέπτοντας
τραγοπώγων· πόας εἶδος
τράγους· σατύρους, διὰ τὸ τράγων ὦτα ἔχειν
τραγῳδεῖν· χορεύειν
τραγῳδία· χορεία. κωμῳδία
τραγῳδός· χορευτής. κωμῳδός
*τρακτεύει· μηχανᾶται
*τ(ρ)ακτωρία· μηχανουργία
Τραλλεῖς· οὕτως ἐκαλοῦντο μισθοφόροι Θρᾷκες τοῖς βασιλεῦσιν, οἱ
τὰς φονικὰς χρείας πληροῦντες
τραλλόν· πικρόν
τράμις· τὸ (τ)ρῆμα τῆς ἕδρας. ὁ ὄῤῥος. τινὲς ἔντερον. οἱ δὲ ἰσχίον
τράμπις· ναῦς ἄκατος. πορθμίς. τινὲς πλοῖα βαρβαρικά
τρανές· σαφές. ἀληθές
τρανίαν· αὐλὴν ἐν ὁδῷ μεγάλην
Τρανιψοί· ἔθνος Θρᾴκιον
τρανός· σαφής. ἀληθής
τρανόν· ἑξαμηνιαῖον πρόβατον
τράπε· ἔτρεψεν
*τραπεζῆες· οἱ πρὸς ταῖς τραπέζαις λιχνεύοντες. καὶ οἱ ἐπιτραπέ-
ζιοι. καὶ οἰκουροί. [λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι
μέρος τῆς συναφείας διακοπείσης
*τραπεζίας· παρὰ τῇ τραπέζῃ τρεφομένους
*τραπέζιον· παρὰ τοῖς γεωμέτραις σχῆμα, τὸ τὰς μὲν δύο πλευρὰς
ἀπεναντίας πρὸς ἀλλήλας ἔχον ἀνίσους, τὰς δὲ ταύτας ἐπιζευγνυού-
σας ἴσας
τραπεζεύς· παράσιτος ἄκλητος
τραπεζίτης· κολλυβιστής, κερματιστής, δανειστής
τραπεζοποιός· οὐχ ὁ μάγειρος· ἀλλ' ὁ τῆς πάσης περὶ τὰ συμπόσια
παρασκευῆς ἐπιμελούμενος
τραπεζώ[ν]· ἱέρειά τις Ἀθήνησιν
τραπεζίτην Πάριν· τὸν παραβάντα τὴν τράπεζαν καὶ ἀτιμάσαντα
τὸν Μενέλαον
τραπείομεν· τερφθῶμεν
τραπελιζόμενος· συνεχῶς ἀναστρεφόμενος
τραπέμπαλιν· ἐνηλλαγμένως, ἢ παρηλλαγμένως
τραπέοντο· ἐπατοῦντο, παρὰ (τὸ) τροπὴν λαμβάνειν τὸν βότρυν πα-
τηθέντα
τραπέουσι· πατοῦσιν ἐπὶ τῇ ληνῷ
τράπηκι· δόρατι
*τραπεῖν· ληνοπατεῖν
τραπῆναι· στραφῆναι, πεισθῆναι
τραπητός· ὁ οἶνος
τραπομένους· τρεπομένους
τράποντο· εἰς φυγὴν ἐτράποντο
τραπῶ· ἀπέλθω
τραρόν· τ[ρ]αχύ
τρασιά· ἡ τῶν σύκων ψύκτρα, παρὰ τὸ τερσαίνειν. ἤγουν τόπος,
ἔνθα ξηραίνουσιν αὐτά
τρατικόν· [θρηνητικόν, λυπηρόν]
τραυλίζει· ψελλίζει
τραυλόν· ἡδύ. λεπτόν
τραυλός· ψελλός, τὴν γλῶτταν βεβλαμ(μ)ένος
τραῦμα· πληγή. ἕλκος. μώλωψ
τραυματίαι· σφαγαί. τετρωμένοι
τραύσανον· ξηρὸν πᾶν. ἢ φρύγανον
Τραῦσος· ἔθνος Σκυθικόν, οἳ τοὺς μὲν γεννωμένους ἀτιμάζουσι, τοὺς
δὲ τελευτῶντας κατευφημίζουσιν
τράφαλλος· ὁ χλωρὸς τυρός. οἱ δὲ {τραφαλλίδα}
τράφεν· ἐτράφησαν
τραφερήν· ξηράν. τὸ γὰρ πῆξαι {θρέψαι} λέγουσιν
τραφερόν· πηκτόν. τρόφιμον. λευκόν. ξηρόν. πεπηγμένον
τράφεται· πήγνυται
τράφηξ· χάραξ. σκόλοψ. ἔνιοι δὲ τὸ δόρυ. ἄλλοι τὸ τῆς νεὼς χεῖλος
τραφηρά· ξηρά
τράφος· τάφος
τράχε· πορεύου
Τραχ[ε]ίς· ἡ νῦν Ἡράκλεια καλουμένη
τραχηλιάσας· ἐναντιωθείς. ἀπειθήσας
τραχηλιῶ· ὑψῶ αὐχένα
τράχηλος· αὐχὴν τραχύς. σκληρός
τραχήλους· τὰς πορφύρας. ἔνιοι τοὺς σπονδύλους τῶν κογχυλίων
τρέ· σέ Κρῆτες
τρεῖν· φοβεῖσθαι. φεύγειν
τρ[ε]ίς ἕκαστον ἀΰσας· τρ[ε]ίς ἕκαστον φωνήσας καὶ ἀνακαλεσά-
μενος. ἔθος γὰρ ἦν ἐν τοῖς τῶν ἐπὶ τῆς ἀλλοδαπῆς τεθνηκότων τὰς
ψυχὰς μετακαλεῖσθαι κατὰ τὸν ἀπόπλουν
τρεῖς θεοί· παρὰ Σόλωνι ἐν τοῖς ἄξοσιν ὅρκῳ τέτακται. ἔνιοι κατὰ
τὸ Ὁμηρικόν
Τρεμ[ε]ιλία· ἡ Λυκία
τρέπει· μεταστρέφει
τρέπεται· ἀλλάσσεται. μεταβάλλεται
τρεπόντων· ἐπιστρεφόντων
τρεπτότητος· τροπῆς
τρέπω· διώκω. ἢ φεύγω
τρέσ(ς)αι· φυγεῖν φοβηθῆναι
τρεσ(ς)άντων· φοβηθέντων. ἢ διὰ δέος φευγόντων. καὶ {τρέσσον-
τες} ὁμοίως
τρέστης· δειλός
τρέφειν· ἔχειν. πηγνύναι. καὶ {τρέφεται}. ὁμοίως
τρέχειν· ἀγωνίζεσθαι
τρέχνος· στέλεχος, κλάδος, φυτόν, βλάστημα
τρέψαν· μετέβαλλον
τρέψειαν· νικήσειαν. πατάξειαν
τρέψομαι· ἔξω πορεύσομαι. διώξω
τρηγαλέον· διεῤῥωγότα
τρήματα· τρυπήματα
τρη[ς]μα[ς]τικτάς· κυβευτάς. ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων
τρη[ι]ρόν· ἐλαφρόν. δειλόν. ταχύ. πλοῖον μικρόν
τρήρων· δειλή. περιστερά. ἀπὸ τοῦ {τρεῖν}, ὅ ἐστιν φοβεῖσθαι· δει-
λὸν γὰρ τὸ ζῶον καὶ ταχύ
τρήρωνες· περιστεραί
τρήρωσι· περιστεραῖς
τρήρ[ς]ωνα· [δειλήν. ἀπὸ τοῦ ..... τρέμειν]
τρητοὶ λοβοί· τὰ ἀλόβα. τὰ γὰρ ἐνώτια {ἐλλόβια}, διὰ τὸ ἐν τοῖς
λοβοῖς ἐνίεσθαι
τρητοῖο λίθοιο· εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν λίθους, ἵνα ἐξ
αὐτῶν τὰ ἀπόγεια σχοινία ἐξάπτωσιν οἱ ναῦται
τρητοῖς ἐν λεχέεσσι· τοῖς κατὰ τὰς ἁρμογὰς τετρημένοις, ἢ ἱμαν-
τωτοῖς. ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι, ὡς καὶ τὰ βάθρα
τρητοκουρήτας· γνησίας γυναῖκας. οἱ δὲ παρθένους
τρητὸν ἔλαιον· διὰ τὸ κοίλωμα ἔχειν τὸν ἄγριον ἔλαιον
τρηχαλέῳ· τραχεῖ
τρηχεῖα· τραχεῖα. πολλὰς ἐξοχὰς ἔχουσα
τρηχεῖαν· τραχεῖαν. καὶ τὰ ὅμοια
τρηχὺ νόημα· σκληρὸν νοῦν
τρί· κατὰ τοῦ πολλοῦ τοῦτο προστίθεται
τρία Θηραμένους· ἄντικρυς τὰ τοῦ Θηραμένου(ς) ἐπιζήμια ἐκτέ-
θεικεν
τρίαινα· δόρυ τρεῖς ἔχον ἀκμάς
τριαινατῆρες· ἀντὶ τοῦ ἀροτριοῦντος
τρία καὶ δύο· ἐπὶ κράσεως πότου. δύο δὲ ἦσαν κράσεις· τρεῖς μὲν
ὕδατος πρὸς ἕνα [οἴνου δὲ μία] καὶ πέντε ὕδατος πρὸς δύο
τριακάς· ἡ τριακοστὴ τοῦ μηνός. καὶ σύστημά τι τῶν πολιτῶν
τριακατίοι· οἱ ἔφηβοι. καὶ τὸ σύστημα αὐτῶν
τριάκις· ἀντὶ τοῦ τρ[ε]ίς. Λάκωνες
τριάκοντα· οὗτοι ἐχειροτονοῦντο δικασταὶ Ἀθήνησιν, οἵτινες ἐζη-
μιοῦντο τοὺς μὴ παραγενομένους τῶν πολιτῶν εἰς ἐκκλησίαν
τριακοντόρι(οι)· πλοῖα ὑπὸ λη# κωπηλατούμενα
τριᾶντος πόρνη· λαμβάνουσα τριᾶ[κο]ντα, ὅ ἐστι λεπτὰ εἴκοσι
τριάξ· τριακάς
τρία Στησιχόρου· ἔθος ἦν παρὰ πότον ᾄδεσθαι, ὡς καὶ τὰ Ὁμήρου
τριβακὸν ἱμάτιον
τριβαλλοί· συκοφάνται. οἱ δὲ τοὺς θωπευτικούς, ἐν τοῖς βαλανείοις
(δια)τρίβοντας, καὶ ἐπὶ τὰ δεῖπνα ἑαυτοὺς καλοῦντας
τρίβανον· λήκυθον
τριβή· διατριβή. ἢ βραδυτής
τρίβολα· στρεπτά. στωμύλα
τρίβολοι· ἀκάνθης εἶδος· ὅθεν καὶ τὸ τοῖς ἵπποις ἐν τοῖς χαλινοῖς
ἐντιθέμενον
τρίβολον ἄκοντα· τρίαιναν
τρίβοντες· λειοῦντες. ἢ φανερὰν ποιοῦντες, ἢ λείαν
τρίβος· ἀτραπός, ὁδός
τρίβουνος· ἔμπειρος
*τρίβος· ὁδός
τρίβων· στολὴ ἔχουσα σημεῖα ὡς γάμμα
τρίβωνα· στολισμόν
τριβώνιον· πάλλιον. περιβόλαιον
τριβωνοφόρος· ὁ φορῶν στολήν
τρίγανον· [εἶδος μέτρου παρὰ τοῖς γεωμέτραις]
Τρίγλα· ἰχθῦς θαλάσσιος. καὶ τόπος τις
τρίγληνα· πολυθέατα· {γλῆναι} γὰρ οἱ ὀφθαλμοί· τρίκοκκα, τριόφθαλ-
μα, πολυειδῆ
τριγλίζειν· κατὰ μίμησιν ἐπὶ τῶν γελώντων
*τριγλήνας· εὐμόρφους ὀφθαλμούς
*τριγκῶσαι· φράξαι
τριγλώχινι· τριγώνῳ, τρεῖς γωνίας ἔχοντι
τρίγονοι· τρίτην γενεὰν ἐπισχόντες. ἢ οἱ τρεῖς
τρίγωνον· εἶδος ὀργάνου ψαλτηρίου. ἢ φυτὸν ἐν Αἰγύπτῳ
*τριγός· τρηγών
τρίζει· φωνεῖ
τριγχός· περίφραγμα, στεφάνη, τειχίον
τρίζουσα· φωνοῦσα λεπτόν τι
τρίζωος· ὃς τρεῖς γενεὰς ἐξήγαγε
τριήμερος· Θεσμοφόρια ὑπὸ Λάκωνεις
τριημιολία· ναῦς μακρὰ ἄνευ καταστρώματος
τριήραρχος· τριήρους ἄρχων, ἤτοι πλοίων πολεμικῶν
τριήρεις· πλοῖα πολεμικά
τριήρης· ἔξω τῆς νεὼς καὶ ῥυτόν τι ἔκπωμα
τρίηρον· πλοῖον μικρόν
τριηρονόμος· τριήραρχος
τριθαλλίαι· μεγάλως τοῦ θάλλειν αἰτίαι
τρίκαρπον· τριετῆ
Τρίκκη· πόλις Θεσσαλίας
τρίκκος· ὀρνιθάριον ὁ καὶ βασιλεὺς ὑπὸ Ἠλείων
τρικόλυβον· νομισμάτιόν τι
τρικόνητος· ὁ πολλάκις ἀπολέσθαι ἄξιος καὶ καταχωσθῆναι
Τρικόρυνθος· ἀνδρεῖος ἥρως
τρικότυλος οἶνος· οὗ τρεῖς κοτύλαι ὀβολοῦ πωλοῦνται
τρίκουρος· ὁ ἐπὶ τρία ἔτη κεκ[αθ]αρμένος {κριός}. ὁμοίως καὶ ὁ μὴ
κεκ[αθ]αρμένος .....
τρικτεῖρα· θυσία Ἐνυαλίῳ. θύεται δὲ πάντα τρία καὶ ἔνορχα
τρικτύα· τριάδα. ἔνιοι θυσία κάπρου, κριοῦ, ταύρου
*τρικτῆς· μέρ(ος) φυλῆς .....
τρίκυζα· πολλῆς δεόμενα λιτανείας
τρικυμία· ζάλη
τρίλλιστος· πολυλιτάνευτος
τρίμηνοι πυροί· οἱ καὶ σητά[μη]νιοι λεγόμενοι
τρίμι.ον· τὸ εὐσπάθητον ἱμάτιον
τριμίσκον· ἱμάτιον. Ἀσπένδιοι
τρίμηταγωνιστής· [ὁ τρίτος ἀγωνιζόμενος]
τριμίτινα ὑφάσματα· τρίμι[τος]τα
τρίμ με· [φοβεῖσθαί με]
τρῖμμα· [ὁ] ἀρωματίζον πόμα ἐν γάμοις πινόμενον καὶ ἐν θεατρι-
κοῖς ἀγῶσιν
τρίογδον· μέτρον τι παρὰ Ταραντίνοις
τρίοδος καὶ {τριόδους} πληθυντικῶς}· ἰδίως τὰς τρεῖς ὁδούς. καὶ
τρίαινα
τριολύμπιον ἅρμα· τὸ ἐκ τριῶν Ὀλυμπιάδων ἐζευγμένον
τριοπην· τριόφθαλμον
τριοπηλίς· δέσμη σκορόδων
Τριόπιον· ἡ Κνίδος. καὶ ἱερὸν ἔνθα ἑορτάζουσιν
τριοπίς· τριόφθαλμος. ἔνιοι ζῶον ὅμοιον ἀκρίδι. καὶ περιτραχήλιον
τρεῖς ἔχον ὀφθαλμοὺς ὑαλοῦς
τριόροφα· [τρίστεγα]
τρίορ[ο]χος· εἶ(δος) ἱέρακος
τρίοψ· ὁ ὑπὸ τῶν Πυθαγορικῶν ἐν Δελφοῖς τρίπους
Τριπατρεῖς· οἱ πρῶτοι γεννώμενοι
τρίπεζαν· τὴν τράπεζαν. Βοιωτοί
τρίπλακα[ι]· τρὶς ἐπιπτυχθῆναι δυναμένη(ν)· ἐξ οὗ τὴν μεγάλην δη-
λοῖ· τρίπτυχον, τριπλῆν
τριπλῇ τετραπλῇ τε· τριπλασίονα καὶ τετραπλάσια
τρίποδα· λέβητα τρισκελῆ. χαλκίον
τρίπολον· τὴν τρὶς ἢ πολλάκις μεταβεβλημένην διὰ τῆς ἀροτριάσεως
γῆν
Τρίπολις· εἶδος πέμματος. καὶ πόλις
τριπονῆται· ἑορτή τις
τρίπος· τρίπους
τρίπους· λέβης, κρατήρ. ἐχρῶντο δὲ αὐτὸ εἰς τὸ θερμαίνειν ὕδωρ. ὁ
δὲ {ἐμπυριβήτης} ἐστὶν ὁ ἐξ ἑαυτοῦ πόδας ἔχων εἰς τὸ ὑποκαίεσθαι
τριπτήρ· ᾧ τὴν σταφυλὴν τρίβουσιν. ὑπὸ δὲ Σικελῶν ὁ δοῖδυξ
τρίπτυχος· τριπλῆ, ἢ πολύπτυχος, ἡ τρεῖς ἐπιπτυχὰς ἔχουσα
τρίς· ἐπὶ τοῦ πολλάκις
τρὶς ἀλιτήριος· ἁμαρτωλός
τρὶς ἕξ· νικητήριος βόλος. καὶ παροιμία· τρὶς ἓξ ἢ τρεῖς κύβοι. ἐλέ-
γετο δὲ ἐπὶ τοῦ εὐστόχου, ἀπὸ τῶν κυβευτῶν ......
τρὶς εὐδαίμων· τρισμακάριστος
τρὶς ὄλβιος· τρισμακάριστος
τρισπόλιον· βοτάνη τις
τρισσός· εἶδος ὄφεως
τριστάται· οἱ παρὰ χεῖρα τοῦ βασιλέως, ἔχοντες ἀνὰ τρεῖς λόγχας
τριστοιχεί· ἐπὶ τρεῖς τάξεις
Τρίτ[τ]α· οὕτως ἡ Κνωσσὸς ὠνομάζετο
τριταγωνιστής· ὁ τρίτος ἀγωνιζόμενος
*τριτάτη· τρίτη
τριταία· παρὰ Σόλωνι μὴ πλείω εἶναι τριταίας τὴν κτιστήν
τριτεύς· γὰρ χοίνικος οὗτος
Τριτῆες γενεήν· οἱ ἀπὸ τοῦ Τριτέων πόλεως κύνες, ἥ ἐστι πλησίον
Φωκίδος
τρίτη Θεσμοφορίων· ζητεῖται, πῶς ἅμα μὲν λέγει τρίτην Θεσμο-
φορίων εἶναι, ἅμα δὲ μέσην, τεττάρων οὐσῶν ἡμερῶν
τριτημόριον· οἱ ἓξ χαλκοῖ
τριτημόριον· ἐλέγετο καὶ ἐπὶ τῆς μοίρας, καὶ ἐπὶ νομίσματος ἀρ-
γυρίου
Τριτογένεια· ἡ τὸ τρεῖν ἐνγεννῶσα τοῖς ἐναντίοις
Τριτογενής· ἐπιθετικῶς ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ τρεῖν ἐνγεννᾶν τοῖς πο-
λεμίοις· ἢ τῷ παρὰ Τρίτωνι, τῷ ποταμῷ Λιβύης, ἐμφανισθῆναι
τριτοκούρη· ᾗ πάντα συν(τε)τέλεσται τὰ εἰς τοὺς γάμους· τινὲς δὲ
γνησία παρθένος
τριτόμηνις· ἡ τρίτη τοῦ μηνός
τρίτον ἡμίδραχμον· αἱ δύο δραχμαὶ καὶ τριώβολον
Τριτοπάτορας· ἀνέμους ἐξ Οὐρανοῦ καὶ Τῆς γενομένους, καὶ γενέ-
σεως ἀρχηγούς. οἱ δὲ τοὺς προπατέρας
τριτοπηλίς· σκορόδων δέσμη, ἀπὸ τοῦ πεπιλῆσθαι καὶ συνεστράφθαι
τρίτος κρατήρ· Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι. ἐν ταῖς συνουσίαις
ἐκιρνῶντο κρατῆρες τρεῖς. καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ
θεῶν Ὀλυμπίων ἔλεγον· τὸν δὲ δεύτερον ἡρώων· τὸν δὲ τρίτον σωτῆρος
τριτοστάτις· Ἀριστοφάνης ἐν Σκηνὰ[ῖ]ς .......
τριτύς· τριάς
τριτώ· ῥεῦμα. τρόμος, φόβος
τριτώ· Νίκανδρος ὁ Κολοφώνιός φησι τὴν κεφαλὴν καλεῖν Ἀθαμᾶνας
τριφάσιοι· τριπλάσιοι. τρίφωνοι
τρίφυλλα· πολύφυλλα. καὶ πόα δέ τις μηδίκη οὕτω καλουμένη
Τρίφυλ[λ]οι· οἱ Καύκωνες
τριφυόν· τριπλοῦν
τρίχα· τριχῶς
τριχάϊκες· τριχόθεν ἐλθόντες ἀπὸ βίας
τριχάν· [ἡ τρίτη φυλακή]
τριχαπτόν· τὸ βαμβύκινον ὕφασμα ὑπὲρ τῶν τριχῶν τῆς κεφαλῆς
ἁπτόμενον, ἢ πολύμιτον
τριχῆ· εἰς τρία μέρη
τρίχηλ(ον)· τρικόρυφον
*τριχῆ· τὸ δ' αὐτὸ καὶ {τὸ τρίχα}, ἢ τὸ τρίτον μέρος
τριχθάδες· αἱ χαλκίδες. Ἡρακλέων δὲ μεμβράδες
τριχόβρως· θηρίδιον κατεσθίον τοὺς λόφους τῶν περικεφαλαίων
τρίχορδον· ὄργανον
τριχοκόμος· τριχῶν ἐπιμελούμενος
τριχοτρῶκται· ζωύφια τὰ τὰς τρίχας κατεσθίοντα
τριχώδη· ὄργανα πολιορκητικά, πρὸς χώρησιν ἐπιτήδεια
τριχῶς· τρισσῶς. ὑπομονητικῶς
τριχῶσαι· θάψαι
τριψ(η)μερεῖν· στραγγεύεσθαι, καὶ παρέλκειν τὰς ὥρας
τριώδελον· τριῶν ἡμιμναίων σταθμός
τριώροφα· τρίστεγα
τριῶλαξ· ἀγὼν παρθένων δρόμου
Τροία· πόλις
Τροίης· τῆς Ἰλίου
Τροιζή(ν)· πόλις, ἢ χωρίον ἐν Ἄργει
τρομέοντο· ἔτρεμον
τρόμος· εὐλάβεια. δέος. φυγή
τρόνα· ἀγάλματα. ἢ ῥάμματα ἄνθινα
τρόνοι· στύππιοι. στήμων. ἁρπεδόνη. ἄτρακτος
τρόπα· εἶδος παιδιᾶς, καθ' ἣν στρέφουσι τοὺς ἀστραγάλους εἰς τὸ
ἕτερον μέρος
τροπαγός· ὁ ἀπητιμασμένος
τρόπαι(α)· νικητήρια, σύμβολα νίκης
τροπαί· αἱ δύσεις. καὶ αἱ μεταβολαί, αἱ φυγαί, αἱ διώξεις. νομίσματά
τινα. καὶ αἱ μεταβεβλημέναι φροντίδες
τροπαλίζει· στρέφει
τροπαλισμός· μεταβολή. καὶ τὸ ἐκ συμβόλων ὑποδέχεσθαι
τροπαλόν· [τραχύ]
τροπέοντο· ἐπάτουν. ἀπὸ τούτου καὶ ὁ οἶνος λέγεται {τραπητός}
τρόπηκος· μερὶς τῆς κώπης ὁ τρόπηξ, οὗ ἐπιλαμβάνονται οἱ ἐρές-
σοντες· ὥστε ἀπὸ μέρους τὴν κώπην
*τροπικώτερον· θεωρητικώτερον. ἀλληγορικῶς, μεταφορικῶς, οὐκ
ἀληθῶς
*τροπῆς ἀποσκίασμα· ἀλλοιώσεως καὶ φαντασίας ὁμοίωμα
τροπίας· οἶνος μεταβεβληκὼς καὶ ἔκλυτος
*τροπή· ἀλλοίωσις
τρόπις· τὸ κατώτατον τῆς νεώς
τροποί· οἱ ἱμάντες τῶν κωπῶν, ἢ οἱ κατέχοντες τὰς κώπας δεσμοὶ
δερμάτινοι, ὅταν ἐλαύνωσιν. οἱ τροπωτῆρες
τρόπον τινά· ἀντὶ τοῦ[τον τὸν τρόπον]
τρόπος· ἦθος. γνώμη, προαίρεσις
τροποῦσθαι· ἁρμόζεσθαι. μεταβάλλεσθαι, τρέπεσθαι
τροπώσασθαι· τὸ τὴν κώπην πρὸς τὸν σκαλμὸν δῆσαι τῷ τροπω-
τῆρι. ἢ διὰ μηχανῆς νικῆσαι
τροπώσομαι· νικήσω. πλήξω
τρούεται· ἰσχναίνεται, τήκεται
τροῦροι· δρόμοι, στάδιοι
τρουφωνίδαι· εἶδος κροκωτοῦ
τροφαλ[λ]ίς· τυρὸς μακρός
τροφημ(η)· δέσποινα. ἢ μήτηρ
τρόφηξ· χάραξ, σκόλοψ
τρόφι· τεθραμμένον. μέγα·
πολλὸν δὲ τρόφι κῦμα·
γέγονε δὲ κατὰ ἀποκοπὴν τοῦ τρόφιμον
τρόφιμον· ὃν ἡμεῖς δεσπόσυνον. καὶ {τρόφιμον}· ἀνδρὸς δακτυλίῳ
τροφ.οντα· [εὐτραφῆ, καὶ μεγάλως αὐξόμενα]
τρόφις· εὖ τεθραμμένος
τροφιοῦται· παχύνεται
τροφόεντα· εὐτραφῆ καὶ μεγάλα
τροφοί· ἀντὶ τοῦ θρέμματα
τροφός· νεώτερος δεσπότης. ἢ μήτηρ
τροχάδεσ[αι]· σανδάλια ἀπὸ αἰγείου δέρματος
τροχαῖα· μέσα ἐν κύβοις. ἢ ὁδός, ὡς Ῥίνθων
τροχαλοί· οἱ ἤδη περι(ι)όντες
τροχαλόν· τροχαῖον. τ[ρ]αχύ. ἢ περιτρέχον
τροχαντῆρες· πρὸς τὰ πηδάλια. καλεῖται τῆς πρύμνης μέρος
τροχαντήρ· τῆς τοῦ μηροῦ κεφαλῆς ἡ ἔξω ἔκφυσις
τροχάσας· σπεύσας, δραμών, προλαβών
τροχηλατεῖ· ἐλαύνει
τροχιαί· αἱ τῶν τροχῶν χαράξεις
τροχιάς· πορείας
τρόχις· ἄγγελος. ἀκόλουθος
τρόχμαλον· τὸ πλῆθος τῶν λίθων, καὶ τὸν σωρόν
τροχόεν· τροχοειδές, στρογγύλον
τροχός· περιβόλαιον, τεῖχος. ἢ κύκλος. ἢ δρόμος
τροχ(όω)σαι· τρέχουσαι
τρόχων· δρόμων. καὶ τὰ ὅμοια
τρύβλιον· ὀξυβάφιον. ἢ ποτήριον μυστηρίου
τρύγα· οἶνον ἀδιήθητον ἀπὸ ληνοῦ
τρυγαβόλια· εἰς ἃ καρποὺς ξηροὺς ἀπετίθεντο
τρυγεῖ· ξηραίνει
*τρύγητος· ὁ καιρός, {τρυγητός}· ὁ τρύγος
τρυγέρανος· φάσματι ἐοικώς
τρυγερούς· τρυγώδεις, ὀξεῖς
τρύγη· ὁ πυρός, καὶ ἡ κριθή, καὶ πᾶς ἄλλος καρπός, καὶ ποιὰ βο-
τάνη
τρυγήλλα· [τρώγλη]
τρύγηλλος· οἰκοδόμημα μεταλλικὸν κατασκευαζόμενον
τρύγιος· τρυγία οἴνου, ἢ ἐλαίου
τρύγμα· [δίπλωμα]
τρυγόνα ψάλλειν· παροιμία ἐπὶ τῶν φαύλως πραττόντων· ἀπὸ τοῦ
τρύζειν
τρύγοιπος· ὑλιστήρ
τρυγῳδεῖν· κωμῳδεῖν
τρυγών· ἰχθῦς θαλάσσιος, ἧς τὸ κέντρον δηλητήριον. καὶ ὄρνις. καὶ
ἡ τῶν γυναικῶν μίξις. καὶ σύντροφος
τρυγῶς· τὰς τρυγῶνας
τρύειν· κατατρίβειν, καταπονεῖν
τρύζει· γογγύζει, ψιθυρίζει
τρύζητε· ψιθυρίζητε, λογοποιῆτε, γογγύζητε
τρυηλίς· ζωμήρυσις
τρυμαλιαί· τρῦπαι
Τρυμαλῖτις· Ἀφροδίτη
τρύνης· ἐφίππιον. στήμων
τρύξ· ὁ νέος οἶνος, παρὰ τὴν τρύγην. καὶ γλεῦκος ἀδιήθητον
τρύξοντα· καταπονήσοντα, ἀνιάσοντα
τρυπᾶν· τρίβειν
τρυπάνη· ἐργαλεῖον τεκτονικόν
τρυπανίζεται· τρυπάνῳ πλήσσεται
τρυπήλα· τορύνη
τρυσίππιον· τὸν χαρακτῆρα τὸν ἀπὸ τῆς βουλῆς ἐν ταῖς δοκιμασίαις
τοῖς ἀδυνάτοις καὶ τετρυ[μ]μένοις ....... ἵνα μηκέτι στρατεύωνται,
τὸ παλαιὸν ἐκάλουν τρυσίππιον. τροχὸς δὲ ἦν ὁ ἐπιβαλλόμενος χα-
ρακτὴρ τῇ γνάθῳ τῶν ἵππων
τρύσκει· τρύχει. ξηραίνει
τρῦσις· νόσος. πόνος
τρυσμός· γογγυσμός
τρυσ[ς]όν· νοσερόν. λεπτόν, ἀσθενές
τρυτάνη· ὁ ζυγός
τρύφακτος· ἔνιοι διὰ τοῦ Δ· {δρῦς} γὰρ τὸ ξύλον
τρυφάλη· περικεφαλαία, τρεῖς ἔχουσα λαμπροὺς ἀστέρας, ἢ ἥλους
τρυφαλίδες· τὰ τμήματα τοῦ ἁπαλοῦ τυροῦ
τρυφερός· νέος ἁπαλός, ἢ ψιλός
τρυφέν· κλασθέν
τρυφηλοῖς· ἐπιθυμητ(ικ)οῖς
τρυφοκαλάσιρις· ἔνδυμα γυναικεῖον
τρύφος· κλάσμα ἄρτου. ἢ ξύλον καταδεδαπανημένον
*τρυφή· γαστριμαργία, πολυφαγία, εἰκαιοφαγία
τρυφώματα· θρέμματα. Ἰταλοί
τρύχειν· φθείρειν, τήκειν. καταπονεῖν. κακοπονεῖν. κακοπαθεῖν
τρυχηρά· ῥακώδη
τρυχίνοις· ῥακίοις
τρυχόμενος· καταπονούμενος. ἀνιώμενος. δαπανώμενος
τρύχωσα· τρύχουσα. ἐπιτρίβουσα
τρῶα· ἁρπεδόνη
τρωγάλια· τὰ τραγήματα. Λάκωνες
τρωγάλιον δέρμα· τὰς μελικοκκίδας
τρῶγας· τρώγλας
τρώγλας· τρύπας
Τρωγλοδύται· οἱ εἰς τὰς τρώγλας οἰκοῦντες
τρωγμός· τὸ ἐπιθέσθαι τὴν ὕλην τρωγμόν
τρώει· τιτρώσκει. δαπανᾷ
Τρῶες· οἱ τὴν Ἴλιον οἰκοῦντες, καὶ οἱ τὴν Τρωάδα χώραν
τρώεσθαι· τραυματίζεσθαι
τρώζειν· ψιθυρίζειν. συνουσιάζειν
τρωθείς· πληγείς
Τρώϊοι ἵπποι· ἀπὸ Τρωὸς τοῦ ἥρωος· ἢ ἀπὸ Τροίας
τρῶκται· κακοῦργοι
τρώκτης· φάγος, ὁ ἀπὸ πάντων ἐσθίων. καὶ κερδαίνειν βουλόμενος,
πανοῦργος, ἀπατεών
τρώματα· τραύματα
τρωπάασθαι· περιτρέπεσθαι
τρωπάσκετο· ἐτρέπετο, μετεβάλλετο
τρωπασκέσθω· μεταβαλλέσθω, ἐπιστρεφέσθω
τρωπᾶν· τρέπεσθαι. πείθειν. στρέφεσθαι, μεταβάλλεσθαι
τρωπῶντο· ἐτρέποντο, μετεβάλλοντο
τρωπῶσα· τρέπουσα τὴν φωνήν
τρώσας· πλήξας, τοξεύσας
τρωτός· παθητός
τρωχῶσι· τρέχουσι
τρώχων· ἔτρεχον. ἐκρούνιζον. ἐστάλαζον
*τοῦ· σοῦ
τυΐ· ὧδε. Κρῆτες
τυβηκτίς· κακοσχόλος
τῦδε· ἐνταῦθα. Αἰολεῖς
Τυδᾶν κολωνᾶν· Τυνδαριδᾶν κολωνᾶν
τύϊγγα· ὀρνιθάριόν τι
τυκτόν· κατεσκευασμένον
τυκτὸν κακόν· τουτέστι μέγα κακόν
*τυτθόν· ὀλίγον
τυκτῷ δαπέδῳ· εὖ κατεσκευασμένῳ
τύκω· ἑτοιμάζω
τύλαι· αἱ ἐν ταῖς χερσὶ φλύκταιναι, ὡς περισσά τινα, καὶ τοῖς ὤμοις
τύλη· τῆς καμήλου ἀπὸ τῆς ῥάχεως τὸ ἄκρον δέρμα
τύλοι· αἱ ὀχθώδεις ἐπαναστάσεις, καὶ τὰ τῶν ἀχθοφόρων ἐπὶ τῶν
ὤμων τυλώματα
τύλον· τὸ αἰδοῖον. οἱ δὲ ξύλον
τύλος· νενεκρωμένη σάρξ
τύλωμα· τύμμα
τύλαρος· μάνδαλος
τυλαρώσας· μανδαλώσας
τυμβὰς γυνή· τυμβάδας ἔλεγον τὰς φαρμακίδας, ἀπὸ τοῦ περὶ
τοὺς τύμβους διατρίβειν καὶ τοὺς νεκροὺς ἀκρωτηριάζειν
τυμβογέρων· ἐσχατόγηρως, καὶ παρη(λλα)γμένος τῇ διανοίᾳ
τύμβος· τάφος, μνημεῖον
τυμβωρύχος· λωποδύτης νεκρῶν
*τυμβοχοῆσαι· περιχῶσαι, θάψαι
*τυμβοχόης· τύμβου καὶ χώσεως, οἷον ταφῆς
τύμμα· πληγή
τύμπανα· τὰ δερμάτινα [π]ῥακτήρια κόσκινα, τὰ ἐν ταῖς βάκχαις
κρουόμενα
τυμπανίζεται· πλήσσεται, ἐκδέρεται, ἰσχυρῶς τύπτεται
τύμπανον· ᾧ αἱ Βάκχαι κρούουσιν. ἢ[ν] εἶδος τιμωρίας
Τυμφαῖον ἔθνος· ἄθεον ἔθνος. λέγει δὲ [καὶ] τοὺς Ἠπειρώτας
τύνη· ἐν [{τυπείς}· πεσών, πληγείς.] Δωρικῶς δὲ σύ
τύνη δὲ ἐποιήσας· σὺ δέ
τυννός· μικρός. τηλικοῦτος
τυννοῦν· τὸν μικρόν
τυντλάζει· αὐτὸ καὶ αὐτὸ λέγει. ἢ ταράττει. ἐπιβαίνει πηλοῦ. οἱ δὲ
σκάπτειν ἀμπέλους
τύντλον· πηλόν
τυντλώδους· ὑλώδους
τύξιν· τεῦξιν. παρασκευήν
τυπάδι· σφύρᾳ
τυπάζειν· κόπτειν
τύπαι· ἑορτή τις
τυπαῖς· πληγαῖς
τύ[μ]πανον· ξύλον τι, ἐν ᾧ τυμπανίζουσιν
τυ[μ]παστήριον· τὸ τῶν ἁλιέων στυμνίον
τυπεῖ· ψοφεῖ, κτυπεῖ, κροτεῖ, πλήσσει
τυπείς· πληγεὶς ἐκ χειρός, καὶ πεσών. ἢ τρωθείς
τυπήσει· πλήξει
τύπης· πλήκτης
τυπῇσι· πληγαῖς
τυπίας· οὕτω καλεῖται τῶν τοῦ χαλκοῦ τις τροχῶν
τυποῖ· πλάττει, γλύφει
τύπος· χαρακτήρ, εἰκών
τυποῦται· πλήσσεται. ἰοῦται. μιμεῖται. ἢ πλάττεται
τυπῶντες· χοροί τινες
τυραννοδαίμονα· ἣν οὐκ ἄν τις τύραννον μόνον εἴποι, ἀλλὰ καὶ
δαίμονα
τύραννος· παράνομος βασιλεύς, ἢ ἄρχων ἀπηνὴς καὶ ἀπάνθρωπος
τυρβασία· χορῶν ἀγωγή τις διθυραμβικῶν
τύρβη· θόρυβος, [ἀγωγή,] τάραχος
Τυρβηνός· ἐπίθετον τοῦ Ἀπόλλωνος
τύρβησις· ἡλιβατὸν ἀέρα
Τυρεῖν· τόπος τις Κλαζομενίων
τυρεύεται· ταράττει, κυκᾷ
τυρεῦσαι· τὰ αὐτά. καὶ {τυρεύων}
τυρικίλοι· αὐλοὶ καλάμινοι
Τύρις· ὁ Περσικὸς χιτών. ἢ ποταμὸς ἐκδιδοὺς εἰς τὸν Βορυσθένη
τυρόεντα· πλακοῦντα
τυρόκνηστις· σχῆμα τῶν ἀκολάστων. οἱ δὲ μάχαιραν
τυροκομεῖον· τάλαρος, ἐν ᾧ ὁ τυρὸς τῆς ἐπιμελείας τυγχάνει
Τυῤῥηνικὰ σανδάλια· κάττυμά τι ὑψηλὸν οὕτω καλεῖται
*τυρίς· ὁ περίβολος τοῦ τείχους
Τυῤῥηνοὶ δεσμοί· οἱ λῃστρικοὶ καὶ χαλεποί
τύῤῥις· πύργος, ἔπαλξις, προμαχών
τύρσις· τὰ αὐτά
τύρσος· τὸ ἐν ὕψει οἰκοδόμημα
τυρωθέντα· ταραχθέντα, κινηθέντα
τύσσει· ἱκετεύει
τυτάνη· ὄργανόν τι, ᾧ χρῶνται εἰς τὸν ἀλοητὸν τοῦ σίτου
τύτη· τὸ αὐτόθι
τυτθήν· ὀλίγην, μικράν
τυτθόν· ὀλίγον, βραχύ, καὶ μικρόν
τυτώ· ἡ γλαῦξ
τυφεδανός· τετυφωμένος
τύφεται· καίεται, καπνίζεται, φλέγεται. [τυφόμενον]
τυφόμενον· τὰ αὐτά
τυφείσας· μεμαραμμένας
τύφεσθαι· μαραίνεσθαι, ἡσυχῆ ἐκκαίεσθαι, χωρὶς φλογὸς καπνὸν
ἱέναι
Τυφίον· ὄρος Βοιωτίας
τυφλῖνος· ἰχθῦς Νειλώ[ε]ιος. καὶ ὄφεως εἶδος
τυφλός· τίθεται καὶ ἀντὶ τοῦ κωφός
τυφλότερος σπάλακος· τοῦτο τὸ ζῶον οὐκ ἔχει ὀφθαλμούς· ἔχει
δὲ ὀδόντας μικροτάτους, καὶ ῥύγχος ὡς γαλῆς, καὶ πόδας ἄρκου
τυφλῶπες· εἶδος ὄφεων
τυφλῶν ὀν(εί)ρων· .......
τύφοι· σφῆνες
τῦφος· ἀλαζον(ε)ία, ἔπαρσις, κενοδοξία
Τυφῶ· ἀντὶ τοῦ Τυφῶνος. Σοφοκλῆς
Τύφω ... ἑνὶ τῶν γιγάντων
τύφυμεν· βρέχειν
Τυφωεύς· θεός τις γηγενής, ἐναντιωθεὶς τῷ βασιλεῖ τῶν θεῶν
τυφωθείς· ἐπαρθείς, ὑπερηφανεύσας
τυφών· ὁ μέγας ἄνεμος· τινὲς τὰ ἐκ τῆς ἀναθυμιάσεως
τυφῶνος· πυρ[ρ]ώδους δαίμονος
τυφῶσαι· πνῖξαι, ἀπολέσαι
τυχάζεσθαι· στοχάζεσθαι
τυχεῖν (ἀξιώσεως)· ἀξιωθῆναι
τύχη· εὐτυχία
τύχε· κατέτυχεν
τυχῆσαι· ἐπιτυχεῖν
τυχήσας· ἐπιτυχών
τυχθείς· κατασκευασθείς
τυχθῆναι· γενέσθαι. [ἐπιτυχεῖν
Τυχίος· ὄνομα τοῦ κατασκευάσαντος τὴν Αἴαντος ἀσπίδα σκυτο-
τόμου
τύχοι· λιθοξοϊκὰ ἐργαλεῖα
τυχόν· ὡς φθάσει. ὡς λάχοι. ἢ πολλάκις
Τύχων· ἔνιοι τὸν Ἑρμῆν· ἄλλοι δὲ τὸν περὶ τὴν Ἀφροδίτην
τύχουσι· τεύχουσιν
τύχων πυλῶν· τὸν ἐσφηνωμένον· {τύχους} γὰρ καὶ τοὺς σφῆνας
καλοῦσιν
τύψαι· τὸ διὰ χειρὸς πατάξαι, ἢ τρῶσαι
τυψέλη· ὃ ἐν τοῖς ὠσὶ ῥύπος
τύψον· ἔκχεε, ἐκκένωσον. τρῶσον, δάμασον
τώ· οὗτοι δυϊκῶς, καὶ τούτους. ἢ διὰ τοῦτο. ἢ τινί
τώγε· οὗτοί γε
*τῶν γάρ· ἐκ τῶν γάρ
τωθάζει· χλευάζει, μετὰ κενοδοξίας σκώπτει. ἐρεθίζει. κατακαυ-
χᾶται. λοιδορεῖ. θωπεύει. κακολογεῖ
τῶ κεν· οὕτως ἄν
τῶ κε· οὕτως γὰρ ἄν
τῶ κε λάχον· οὕτως γὰρ ἂν (ἔ)λαχον
τῶν· τούτων
τώνα· ζώνη
τῶν ἀκεραίων· τῶν ἡσύχων
*τῶν μὴ σύ[γ] γε μύθον ἐλέγξῃς· σὺ τὴν ἱκετείαν τούτων μὴ
ἐπονείδιστον ποιήσῃς
τῶν δὲ πάροιθεν· (τῶν) πρὸ τούτων
τῶν ἐν τέλει· τῶν ἀρχόντων ἐν τῷ δήμῳ
τῶν ἐπὶ σκηνῆς· τῶν θεατρικῶν
τῶν μοι· ἐκ τῶν μοι
τῶν οἰνάρων· τῶν τῆς ἀμπέλου φύλλων
τωνολβεύς· τὸ κακοδαίμων
τῶν ὄπι[ς]θεν· ἀντὶ τοῦ ὑπὲρ τούτων
τῶν οὔτι· ὧν οὐδαμῶς
τῶν παρεκτός· τῶν ἔξωθεν
τῶν πέλας· τῶν πλησίον
τῶν πλωτήρων· τῶν πλεόντων, τῶν ναυτῶν
τῶν πτίλων· τῶν πτερῶν
τῶν τριῶν ἕν· Θηραμένης ἐψηφίσατο τρεῖς τιμωρίας κατὰ τῶν πα-
ράνομόν τι δρώντων
τώ οἱ· οἵτινες αὐτῷ
τῷ ὄντι· τῇ ἀληθείᾳ
τῶπιν· μέτρον δεκαχοίνικον
τὼ πόδε· τοὺς πόδας. δυϊκῶς
τῶ ῥα· διὸ δή
τώς· οὕτως, ὁμοίως
τώ· τὸ ἐντεῦθεν
τῷ φύσαντι [ἢ τῷ φύντι]· τῷ γεννήσαντι
τῶ χορτᾶν· τῶν σίτων ὑποστελλοῦ
Ὑάδας· τὰ ἐπὶ τοῦ μετώπου κέρατα τοῦ ταύρου τοῦ ἐν οὐρανῷ
ἄστρου. εἰσὶ δὲ ἀστέρες ἑπτά, ὧν κατὰ τὴν ἀνατολὴν ὑετὸς γίνεται
ὕαινα· τετράπουν ζῶον. καὶ ἰχθῦς
ὑακίζει· οἱ εἰς τὰ αὐχένια
[ὑακίζει]· βρέχει ἢ {ὑετίζει} ἢ ὕει
*ὑακίνθινον· ὑπομελανίζον, πορφυρίζον
ὑακίνθια· ἑορτὴ ἐν Λακεδαίμονι .......
Ὑακινθίδες· ἐπώνυμοι [Ἀπόλλωνος] ἀπὸ Ὑακίνθου
ὑάκινθος· πόας εἶδος τὸ ὑακινθόκομον [τὰ ὑακίνθια]. εἴρηται δὲ ἀπὸ
τοῦ Ὑακίνθου
*ὑακινθίνῳ· τῷ ὑακίνθῳ. ἔστι δὲ ἄνθος μέλαν καὶ μαλακόν
ὑάλε(ο)ν· λαμπρόν, ὑαλίζον
ὑάλεται· σκωληκιᾷ
ὑάλη· ὕαλος. βόμβυξ. σκώληξ
ὑαλίης ἢ ὑαλιεύς· [εἰκαῖος. βλοσυρός]
ὑάλικος κώμη· Διονύσιος
ὑαλκάδαι· χορὸς παίδων. Λάκωνες
ὑαλόεν· διαφανές, λαμπρόν
ὑαλο(ῦ)ν· λαμπρόν. πρᾶον. [ἢ λίθος τίμιος
ὕαλος· ὕελος. [βόρβορος]
ὕαμα· βάθος
Ὑάμπολις· πόλις Φωκίδος
ὑανέοος· εἰκαῖος. βλοσυρός, χαλεπός. ὕπτιος
ὑανεῶς· τὰ αὐτά
ὑανία· τύρβη, μάχη, ὕβρις, ἀγερωχία
ὔαξ· πηδάλιον. ὁδηγός
Ὑαργίδες· αἱ εὐειδεῖς Βάκχαι αἱ Ἀργεῖαι
ὑάσιν· υἱοῖς
ὑββάλει· ὑπερτίθεται, ὑποβάλλει
ὑβ[β]αλής· καταφερής, λάγνος
Ὕβλα· πόλις Σικελίας
Ὑβλήτης· μάντις
ὑβ[λι]όν· τὸν κυρτόν, καμπύλον, γυρόν. οἱ δὲ ὑβός, κυρτός. [ὑβρι-
στής]
ὕβρεις· τραύματα, ὀνείδη
ὑβρίς· ὄρνεον νυκτερινόν
*ὕβρεως· τῆς ὕβρεως
ὑβριστής· ὑπερήφανος, ἀγνώμων
ὑβριστοδίκαι· οἱ μὴ θέλοντες εἰσάγειν τὰς δίκας παρὰ Ἀττικοῖς
ὑβώματα· κυρτώματα
ὕγγεμος· συλλαβή. Σαλαμίνιοι
ὑγυλόν· ὑγιές
*ὑγρόν· μαλακόν
ὑγιᾶ· σῶον. νεαρόν. Κρῆτες
ὑγίεια· ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ πεφυραμένα. καὶ πᾶν τὸ ἐκ θεοῦ φε-
ρόμενον, εἴτε μύρον, εἴτε θαλλός. ἢ ὑγίεια
ὑγιής· τέλειος, σῶος
ὑγιοῦν· τὸ σα[ρρ]οῦν. καὶ τὸ θεραπεύειν
ὑγιῶς· ὀρθῶς, σώως, ὁλοκλήρως, ἐῤῥωμένως, καὶ εἴ τι ὅμοιον
ὑγλιῆναι· φυσῆσαι
ὑγρὰ κέλευθα· θαλασσία ὁδός, καὶ ἡ παρὰ τὴν θάλασσαν
ὑγρίην· τὸ οὖρον. Διονύσιος
ὑγρὸν ἀέντων· μαλακῶς πνεόντων
ὑγρὸν ἔλαιον· [ὁ καταφερής] διὰ τὸ εἰς ἄνεσιν ἄγειν τὸ σῶμα, ἢ
ὅτι πάντων τῶν ὑγρῶν ὑγρότατόν ἐστι τὸ ἔλαιον. πᾶσι γὰρ τοῖς
ὑγροῖς ἐπιπλεῖ βαλλόμενον τὸ ἔλαιον
ὑγρός· ὁ εὐκαταφερὴς εἰς ἡδονάς
ὑδαλίς· ὑδρωπιῶν
ὑδάν· ἀγορασθεῖσαν
ὑδαρι(ᾷ)· ὑδρωπιᾷ
ὑδατίδες· σταγόνες
ὑδατοτροφέων· ὑπὸ ὕδατος αὐξομένων ἢ τρεφομένων
ὑδέουσιν· ὑμνοῦσιν
ὕδερον· τὸν ὕδρωπα
*ὑδαρές· τὸ ὑδαρόν
ὑδ(ε)ρῶν· ὑδρωπιῶν
Ὕδη· πόλις τῆς Λυδίας
ὑδεῖν· ὑμνεῖν, [αἰδεῖν] ᾄδειν, λέγειν
ὕδης· συνετός, ἢ ποιητής
ὕδναι· ἔγγονοι, σύντροφοι
ὑδνεῖν· τρέφειν, κρύβειν. αὔξειν
ὕδνης· εἰδώς, ἔμπειρος
ὑδνόφυλλο(ν)· ἡ ἐπὶ τοῖς ὕδνοις φυομένη πόα
Ὕδρα· νῆσος εὐτελὴς Δολόπων. καὶ θηρίον πολλὰς ἔχον ὄφεων ὄψεις,
πολυκέφαλον
ὕδος· ὕδωρ
*ὑδραλής· μετάβολος
ὕδρα· ὁ ὕδρος ὄφις. οἱ δὲ τὸν χέρσυδρον
ὑδράν.· εἰς θυσίαν ἀκραιφνές. Ῥίνθων
ὑδράνη· τὸ ἀκραιφνὲς καὶ καθαρόν
ὑδρανός· ὁ ἁγνιστὴς τῶν Ἐλευσινίων
*ὑδραλής· ὄφις ὕδατος
ὑδρεύειν· ποτίζειν. ἀντλεῖν
ὑδρευσάμενος· ἀντλήσας
ὑδρεῦσαν· ὕδωρ φέρουσαν, ἤγουν ὑδρευομένην
ὕδρη· ὁ ἔχις
ὑδρήϊον· ὑδρ[ε]ία
ὑδρηλά· ὑδατώδη
ὑδρηλοί· κάθυδροι, μαλακοί, ἔνυδροι, ὑδατώδεις
ὑδρηλός· τὸ αὐτό
ὑδρηναμένη· λουσαμένη, ἢ περιρ(ραν)αμένη, ἢ ὕδατι περιχεαμένη
ὑδρήνασθαι· λούσασθαι, περιῤῥάνασθαι
ὑδρηχόες· ἰχθύες
ὑδριαφόροι· μέτοικοι
ὑδρίσκη· ὑδρ[ε]ία
ὑδροδόκοι· λάκκοι
ὑδρόμυλοι· ὑδραλετία ἀπὸ ὕδατος
ὕδρος· ὄφις
ὕδρου· ὄφεως εἶδος
Ὑδροῦσα· ἡ Κέως οὕτως ἐκαλεῖτο
*ὑδροχόας· ἀμάρας
ὑδροφόρια· ἑορτὴ πένθιμος Ἀθήνησιν
ὑδροφόρους· ὑδροῤῥόους
ὕδωρ καὶ γαῖα γένοισθε· διαλυθείητε καὶ ἀποθάνοιτε
ὗεν· ἔβρεχεν
ὕει· βρέχει. χειμάζει
.ει· ῥω.οιω.
ὕελος· ὕαλος
ὕεν· εὗρεν
ὕες· χοῖροι
ὕεσι· στολή. Πάφιοι
*ὑελέψης· ὑελο....
ὑεστάκα· ἱματισμός
(υ)ετής· ὁ αὐτοετής. Μαρσύας
ὑετίς· ὑδρίς. Ταραντῖνοι
ὑετός· ὄμβρος. δρόσος. ὕδωρ
Ὑεύς· Σαβάζιος
Ὑή· ἡ Σεμέλη ἀπὸ τῆς (ὕ)σεως. καὶ ὑὲ δειλέ
Ὕης· Ζεὺς ὄμβριος
ὕησον· σάλευσον
ὕητα· ὑστίς. Ταραντῖνοι
ὑθλεῖν· ληρεῖν, μωραίνειν
ὕθλος· φλυαρία, μωρία, ληρότης, φληναφία
ὕθλους· φλυάρους, μωρούς, λήρους
υἷα· υἱόν, τέκνον
υἷας· τέκνα, υἱούς
ὑϊδεῖς· υἱῶν υἱοί, ἔγγονοι
ὑΐδες· [θυγατέρες, ἢ] υἱῶν θυγατέρες
ὑϊδῆν· υἱοῦ θυγατέρα[ν]
ὑϊδός· ὁ τοῦ υἱοῦ υἱός
υἱδοῦς· ἢ υἱδεῖς. υἱῶν υἱούς
υἱεῖς· υἱοί
υἱέος· υἱοῦ, τέκνου
υἱες Ἀχαιῶν· οἱ Ἕλληνες περιφραστικῶς
ὑιήν· τὴν ἄμπελον. ἢ {υἱόν
υἱήω· ποιὰ βοτάνη
ὕιλη· ὁμῆλος
υἱόν· ἀναδενδράδα
υἱοθεσία· ὅταν τις θετὸν υἱὸν λαμβάνῃ. καὶ τὸ ἅγιον βάπτισμα
υἱοθετεῖ· υἱοποιεῖ, οὐ φύσει, ἀλλὰ θέσει
υἱωνεῖς· υἱῶν υἱέες
υἱωνοί· υἱῶν υἱοί
υἱωνός· ὁ υἱὸς τοῦ υἱοῦ, ἔγγονος
ὑκελόν· ὑγιές
*ὑλαγμό(ς)· βοή
ὕκος· ἐρυθρῖνος
ὑλάει· θρυλλεῖ. ὑλακτεῖ. λέγει. θρηνεῖ
ὑλάζεσθαι· ξυλίζεσθαι
ὑλακή· ὑλαγμός, βοή
Ὑλακίδης· Ὑλάκου υἱός
ὑλακόμωροι· οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι· ὅπερ ἐστὶν ἴσον τῷ
πεπονημένοι· οἱ βαρύφωνοι, ὀξύφωνοι
ὑλακτηθέντων· φλυαρηθέντων
ὑλακτῶν· μετὰ μανίας κράζων
ὕλαον· ὑλάκτουν
ὑλαλοῦν· [ὑλακτοῦν]
Ὕλας· κρήνας Κιανοί. καλοῦνται δὲ καὶ βαρβάρων γένος οὕτως
ὑλάσασθαι· ξύλα συναγαγεῖν
ὕλασσα· ἡ ξυλ(ε)ία, καὶ φρυγανισμός
ὑλᾶται· ἐστερήθη. ἀπέθανεν
Ὕλη· πόλις. δηλοῖ δὲ καὶ τὸ σύνηθες, καὶ ξύλα τὰ ἤδη κεκομμένα.
ἢ σύμφυτος τόπος, ἐξ οὗ ἀποτελεῖται τὸ ἔργον
ὑλῆεν· δασύ, ξυλῶδες
ὑληέσσης· συμφύτου, ἢ ὕλας ἐχούσης
ὕλην· κισσίαν. τὸν στέφανον
ὑληρεύς· νομεὺς ἐν ὕλῃ φυλάττων
ὕλης μητέρα· εἶδος σκώληκος, ὃ καλεῖται ὑλομήτρα. ἄλλοι δὲ βόμ-
βυκα
ὕλιγγες· λόγχαι
ὑλίμη· μάχη τίς
ὑλί.ροι· [τέκτονες]
ὑλίτης· οἴνου εἶδος
ὑλλεῖ· [θρυλλεῖ, λέγει]
ὕλλει· τὰ πρὸς κάσσωσι δέρματα
Ὕλεες· οἱ ἐν Κρήτῃ Κυδώνιοι
ὑλίας· τοὺς καρπατίμους τόμους
Ὕλλος· ποταμὸς Λυδίας
ὕλογος· στρατός. Περγαῖοι
ὕλοι· σπόνδυλοι
Ὕλῳ ἰχθυόεντι· ὄνομα ποταμοῦ ἰχθύας ἔχοντι
ὑλομανής· ὁ ταῖς ὕλαις χαίρων
ὑλομήτρα· εἶδος σκώληκος
ὑλοτόμος· ξυλοτόμος
ὑλωρός· ὕλην φυλάσσων
ὑμά· ὑμέτερα ......
ὑμεδαπῶν· τοῦ ὑμετέρου ἐδάφους
ὑμέναιος· γάμος. ἢ ᾠδὴ ἐπιγάμιος
ὑμεναίων· γαμικῶν ᾀσμάτων, μέλος ᾠδῆς
ὑμένιον· λεπτόν
ὑμενῶδες· λεπτόν, ἀεροειδές
ὑμήν· εἶδος ἐνδύματος. ὑμέναιος. ἐπίπλους. καὶ τὸ διαφανές. καὶ τὸ
τοῖς γαμοῦσιν ἐπαυλούμενον {ὑμέναιος}, ἀπὸ τοῦ ἡμήσης παιδός, ἢ
ἀπὸ τοῦ ὁμοῦ ναίειν
ὑμῆς· ὑμετέρας
Ὑμήττης· ἐν Ὑμήττῃ ὁ Ἀπόλλων τιμώμενος
Ὑμήττιος· Ζεὺς παρὰ Ἀττικοῖς
ὔμμε· ὑμᾶς, ὑμεῖς. Αἰολικῶς
ὔμμες· ὑμεῖς, καὶ τὰ ὅμοια
Ὑμμητός· ὄρος Ἀττικῆς
ὑμνεῖ· εὐλογεῖ, ᾄδει
ὑμνηπολείτω· ὑμνείτω
ὑμνίον· τὸν ἀμόλγην Διονύσιον
ὑμνοθέται· ποιηταί
ὑμνοθέτης· ποιητής
ὑμνοτήϊαι· σύνοδοι τῶν ἐπ' ἔτος γεγαμημένων
ὕμνος· χρησμός
ὕναν· τὴν εἰρήνην
Ὑνναρεύς· Ζεὺς ἀπὸ τοῦ Ὑνναρίου ὄρους
ὑννάς· αἲξ ἀγρία
ὑννή· αἴξ. καὶ τὸ τοῦ ἀρότρου σιδήριον τὸ τέμνον τὴν γῆν. καὶ {ὕννις}
ὁμοίως
ὕννος· πῶλος ὁ ἐν τῇ γαστρὶ νοσήσας, πρὶν κυηθῆναι
ὑντετράστιαν· κατεαγέν. Σαλαμίνιοι
ὕντωσε· συμπαρῆσαν
ὕξον· βοήθησον
ὑολλός· τόπος συῶν βορβορώδης
ὑοβότης· συοβόσκης
ὑομεμνία· ἑορτή τις ἐν Ἄργει
ὑομένη· βρεχομένη
ὕον· ὅμοιον
ὑός· χοίρου
ὑοσκυαμᾷς· μαίνῃ, ἀπὸ τῆς πόας
ὑοχαί· τὸ βορβορῶδες ὕδωρ
ὑπάγειν· τὸ ἡσύχως πίνειν
ὑπαγορ(ε)ία· συμβουλία
ὑπαγορεύουσι· λαλοῦσιν
ὑπάγορον· κατὰ βίαν ὑπερήφανον
ὑπαγωγεύς· πρὸς πλίνθων οἰκοδομὴν πηλός
ὑπαγωγή· ὑποχώρησις
ὑπάγων· ὑπὸ δίκην ἄγων
ὑπαί· πρὸ τοῦ καὶ νῦν. {ὑπαὶ πόδα
ὑπαὶ δὲ ἴδεσκε[ν]· ὑπέβλεπεν
ὑπαὶ δείους· ὑπὸ τοῦ δέους
ὑπαιδράσειαν· ὑπόψειαν
ὕπαιθα· ἔμπροσθεν
ὑπαίθριον· ὑπὸ τὸν ἀέρα
ὑπαικαλούσας· ὑποτρεμούσας
ὑπαιλίχαζε· ἐκ πέτρας ὑποχώρει
ὑπαινίττεται· αἰνιγματωδῶς ἐμφαίνει
ὑπαλευάμενος· φυλαξάμενος
*ὑπαΐξας· ὑφορμήσας
*ὑπαὶ πόδα· ὑπὸ πόδα
*ὑπαλύξαι· ἐκφυγεῖν. ἐκκλῖναι
*ὑπ' ἀνέρος· ὑπ' ἀνδρός
*ὑπ' ἀνθερεῶνος· τὸν ὑπογένειον τόπον
ὑπαντάξ[ας]· ἐξ ἐναντίας, ἀντὶ τοῦ ὑπαντιάσας, συναντήσας
ὑπαντιάζει· ὑπαντᾷ
ὑπ' ἀντιαίης· ὑπὸ τῆς αἰσχρᾶς ἐξ ἐναντίας πολεμούσης
ὑπάντλ[ε]ια· χαλκᾶ ἀγγεῖα, κάδοι
ὕπαντροι· οἱ ὑπὸ τὸ σπήλαιον
ὑπανύσθαι· ὑπουργεῖν
ὑπαπίει· ὑποστρέφει
ὑπ' ἀπειρίας· ὑπὸ ἁμαρτίας
ὕπαρ· τὸ μεθ' ἡμέραν ὄναρ. ἐν ἡμέρᾳ. οἷον φανερῶς, ἐναργῶς, ἀλη-
θές
ὕπαρ· μεθ' ἡμέραν. ἀληθές
ὕπαρνος ποίμνη· ἄρνας ἔχουσα
ὑπάργυρον· τὸ κινάμωμον
ὑπάρξας· κατάρξας
ὕπαρξις· προγένεσις. ἡ οὐσία
ὑπάρχει· προκατάρχει
ὕπαρχος· οἰκονόμος. πολέμου στρατηγός
ὑπάρχων· πεφυκώς, ὤν
ὑπαρχθεῖσαν· προγεγονυῖαν
ὑπασπισταί· βοηθοί. ὑπηρέται
*ὑπασπίδια προποδίζων· ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας
καὶ οὕτως προβαίνων
ὑπασπιστής· βοηθός, δορυφόρος, ὑπηρέτης
ὑπάτη· ὑψηλή. δυνατή
*ὕπατε κρειόντων· βασιλεῦ βασιλευόντων
ὑπάτη· ὑπερτάτη, ἀνωτάτη. πλουσία
ὑπάτμενοι· δοῦλοι, ὑπουργοί
ὕπατον μήστωρα· τὸν ἐν τῷ βουλεύσασθαι σοφώτατον, οἷον πρῶτον
ὕπατος· ὑψηλός. ἔντιμος, πρῶτος, διαφέρων τῶν ἄλλων, ἐξοχώτατας
ὑπ' αὐλήν· ὑπ' οἶκον
ὑπ' αὐλοῦ· μετ' αὐλοῦ
ὑπ' αὐνήν· παρ' Ἑκαταίῳ. Φιλητᾶς
ὑπαφήτορες· ὑποτεταγμένοι
ὕπαφρον· τὸ μὴ φανερὸν ὕπαφρον λέγουσιν, ἄλλοι [τὸ] ὕπαφρον τὸ
ὑγρασίαν ἔχον ἐμφερῆ ἀφρῷ. ἔνιοι κρύφιον καὶ ὕπουλον τὸ ὕπαφρον
Ὑπαχαιοί· ὀνομαστικόν
ὑπαχθέντες· ὑποβληθέντες. πεισθέντες. ἀπατηθέντες
ὔπεα· τὰ ὀπήτια
ὑπέασιν· ἐληλύθασιν
ὑπεδείδεσκεν· [ὑπεβλέπετο]
ὑπέγραψεν· ἐχάραξεν, ἢ ἔγραψεν
ὑπεδέσμευεν· ὑπεξέκειτο
ὑπέδυ· [ὑπεισέλθοι] ὑπεισῆλθεν
ὑπεζευγμένος· ὑποτεταγμένος
ὑπεζῶσθαι· τὸ εἰς ἄνδρας ἐλθεῖν. Φιλητᾶς
ὑπεζωσμένοι· ἀναπείσαντες
ὑπέθην· [ἔμπροσθεν] ὑπεκθέμην
ὑπέθεντο· συνεβουλεύοντο
ὑπεθολιάσθην· [ἔμπροσθεν ἐκλείσθην]
ὑπεθόμησεν· [ὁμοίως]
ὑπεθρεῖ· [ὑπερέχει, ὑπερβάλλει]
ὕπεθρον· [ὑπὸ τὸν ἀέρα]
ὑπ[ε]ιδό[ύ]μενοι· ὑφορώμενοι
ὑπείκει· ὑπακούει. ὑποχωρεῖ, ὑποτάσσεται
ὑπείκετε· τὰ αὐτά
ὑπειλημμένη· ἀντ(ε)ιλημμένη
ὑπειλημμένον· ὑπονενοημένον. ὑπενηνεγμένον
ὑπείνεχεν· ὑπέβαλεν, ὑπεῖχεν
ὑπεῖξά σοι· ὑπεχώρησά σοι
ὑπείξομαι· ἥξω, ὑπονοστήσω. ὑποχωρήσω
ὑπεὶρ ἅλα· ὑπὲρ τὴν ἅλα, ὑπὲρ τὴν θάλασσαν
ὑπείροχος· ὑπέροχος, ὑπερέχων
ὑπεῖχεν· ὑπέβαλεν
ὑπ' ἐκ Διὸς αἶσαν· [παρὰ τὸ ἐκ Διὸς εἱμαρμένον]
ὑπέκειντο· ὑποκείμενοι ἦσαν
ὑπέκθεσις· ὑπόθεσις
ὑπεκινοῦντο· κατενοίγοντο, ἢ ἐπτοοῦντο
ὑπέκλινεν· ὑπέταξεν
ὑπεκδράμω· φ[ε]ύγω
ὑπεκπροθέων· ὑπεκτρέχων
ὑπέκτρενον· [τὸ ἔτρεμον]
ὑπελθεῖν· ὑπεισελθεῖν, ὑποδραμεῖν
ὑπέλαιος· γλοιός
*ὑπέλαβεν· ὑπεδέξατο
ὑπελεῖν· ὑπειλεῖν
ὑπ' ἔμβρυον· νεογνὸν βρέφος ὑπέβαλεν, ἵνα εὕρῃ ἀμέλξαι
ὑπεμνήμυκεν· ὑπομέμυκε, κλαίει, στενάζει, στυγνάζει
ὑπ' ἐμοί· ὑπὸ τὴν ἐμὴν ἐξουσίαν
ὑπεμφαίνει· φανεροῖ
ὑπεναντίος· ἐχθρός
ὑπένερθεν· ὑποκάτωθεν
ὕπενες· εἰς τετάρτην
ὑπ' ἐνεσίῃσι· βουλαῖς
ὑπενηνεγμένον· ὑποκείμενον
ὑπενόθευσεν· ὑπέφθειρεν
ὑπενόστησεν· ὑπέστρεψεν, ὑπεχώρησεν· {νόστος} γὰρ ἡ ὁδός
ὑπεξέθαυτο· ὑπεκέκαυτο
ὑπεξέφερε· προέτεινε, προεβάλλετο
ὑπεξέφερον· εἰς τὸ ἔξω ἔφερον
ὑπεξαλέασθαι· ὑπεκκλίνειν
ὑπεξήκριζον· ὕβριζον
ὑπεξίει· ὑπεξίσταται
ὑπεξίσταται· τὰ αὐτά
ὑπεξίστησι· μεθίστησι
ὑπέπισα· ὑπεπότισα
ὑπεπόδισεν· ἀνεπόδισεν
ὑπέρ· πρόθεσις. πολύ, πλέον, λίαν
ὑπέρα· ἐν τῇ νηὶ σχοινία τινά
ὑπεραγασθείς· ὑπερθαυμάσας
*ὑπειρεσία· ἡ τῶν ἐρεσσόντων καθέδρα
*ὑπειλημμένον· ὑπενενοημένον
*(ὑ)περάγον· διαφέρον
ὕπερα[ε]· σκώληκές τινες
ὑπεραγοναστάς· εἱμαρμένας κρόκας, οἷον ὑπερστήμονας
ὑπεραίρεται· ὑψοῦται
ὑπεραέϊ· ὑπεράγοντι κατὰ τὴν πνοήν
*ὑπέρας· τὰ σχοινία
ὑπέρακμος· μέγας
ὑπὲρ ἅλα· θάλασσαν
ὑπεράλλα πέτηξ· ὑπὲρ τὸ δέον
ὑπεράλ(λ)εται· ὑπερπηδᾷ
ὑπεραλεῖται· ὑπερπηδήσει
ὑπεράλμενον· ὑπεραλλόμενον
ὑπερανάστης· μετανάστης. μεταβάτης
ὑπερανέστηκεν· ὑπερβέβηκεν, ἐκ τοῦ {ὑπέρ} ἤτοι ὑψηλότερον
ὑπέραντλα· πολλά
ὑπερασπίζω· βοηθῶ, ἀντιλαμβάνω. καὶ {ὑπερασπιστής}· ἀντι-
λήπτωρ
ὑπερασπιῶ· προΐσταμαι
ὑπέραυχος· ὑπερήφανος
ὑπερβάλλει· ὑπερνικᾷ. ὑπερτίθεται. παραβαίνει. ἢ ἐπαναφέρει εἰς
συμβουλίαν
ὑπερβᾶν· ὑπερώαν
ὑπέρβασις· ὕβρις, ἀδικία. κόρος. ἁμαρτία. ὑπερηφανία. παράβασις
ὅρκων
ὑπερβασίης· ἀδικίας. ὑπερηφανίας
ὑπερβατόν· ὑπερβαινόμενον
ὑπέρβιον· ὑπεράγοντα τῇ βίᾳ. ὑπὲρ δύναμιν. πάνυ βιαίως
ὑπερβλήδην· ὑπεράγαν
ὑπερβλύζει· .......
ὑπερβολή· πολύ
ὑπερβολία· ὕβρις. κόρος
ὑπεργμένων· δοθέντων. προελθόντων
ὑπεργύϊον· ὑπέρμηκες, μέγα
ὑπερδέα· ὑπεραγόντως ἐνδεᾶ, ἢ ἐλάσσονα κατὰ δύναμιν·
ὑπερδέα δῆμ(ον) ἔχοντα
ὑπέρδεσμα· [ἐνέχυρα, ὑποδήματα]
ὑπέρδικοι· συνηγόροι οἱ τὸ δίκαιον ὑπερβαίνοντες
ὑπερδειπνεῖ· ὑπερτρυφᾷ
ὑπερείδει· στηρίζει
ὑπερείδει· [καταφρονεῖ]
ὑπερειδούσης· στηριζούσης
ὑπέρειπε· κατέβαλ(λ)εν, ἀπὸ τοῦ {ἐρείπειν
ὑπερείσατε· στηρίξατε
ὑπερεκστήξει· ὑπερσταθήσεται
ὑπερέκτισις· ὑπεραπότισις
ὑπερένεγκαν· ὑψώθησαν
ὑπερέλασις· ὑπέρθεσις, ὑπερβολή
*ὑπερένδοξος· ἄγαν ἔνδοξος
ὑπε(ρ)έξουσι· μείζονες ἔσονται
ὑπερέπτατο· ὑπερίπτατο. ὑπερέδραμεν. ὑπερεπήδησεν
ὑπέρεπτε· ἤσθιεν. ὑπενεδίδου. ὑπέσυρεν
ὑπέρευγε· ὑπερκάλως
ὑπεριφερές· [μετεωροφόρον]
ὑπερέσχεθε· γαίης
ὑπερέσχεν· ἀνέτειλεν
ὑπερέσσεται· περιέσται, κρατήσει
ὑπερέχει· ἄνωθεν ἐπιβάλλει. βοηθεῖ. διαφέρει, ὑπερβάλλει, ὑπεράνω
ἔχει
ὑπερέχοντι· ἐξουσιάζοντι
ὑπερζέσας· ἀναφλεχθείς
ὑπερηγάσθη· ὑπερεθαυμάσθη
ὑπερηκόντισεν· ὑπερέδραμεν
ὑπερήκρισας· ὑπεράγαν ἐπήδησας
ὑπερήμεροι· οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λαβόντες καὶ
μὴ διαλυσάμενοι
ὑπερήμερος· ἐκπρόθεσμος
ὑπερηνορεόντων· ὑπερηφάνων
ὑπερήνωρ· εὔψυχος, ἀνδρεῖος. ὑβριστής. ὑπερέχων. ὑπερήφανος. πα-
ράνομος. ἢ ὁ ὑπερέχων κατὰ τὴν ἀνδρείαν
ὑπερήπης· [ὑπὸ τῆς ὁρμῆς]
ὑπερῆρτο· κατεξανίστατο
ὑπερήσει· ὑπερβαλεῖ
Ὑπερησία· πόλις
ὑπερήσμασι· [στηρίγμασι]
ὑπερήφανος· ὑπεράφρων. ἀγνώμων
ὑπερθεῖ· ὑπερέχει. ὑποτρέχει, ἤγουν θέει
ὕπερθεν· ὑπεράνωθεν
ὑπὲρ θεόν· παρὰ τὸ θεῖον ἢ τὴν τοῦ θεοῦ γνώμην
ὑπερθέοντας· ὑπερτρέχοντας
ὑπερθέσεις· ἀναβολαί. ὑπερβάσεις
ὑπερθορέονται· ὑπερπηδῶσιν
ὑπέρθορον· ὑπερεπήδησα, ὑπερηλάμην
ὑπέρθυμοι· πρόθυμοι. μεγαλόψυχοι
ὑπερθύριον· ὁ ἐπάνω τῶν θυρῶν τόπος
Ὑπερία· ἡ τῶν Φαιάκων πόλις. καὶ κρήνη
*ὑπερίον[τ]α· ὑπὲρ ἡμᾶς ἰόντα ὁ ἥλιος, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι
ὑπερίδῃ· καταφρονῇ
ὑπ(ερ)ικταίνοντο· ἔνιοι ὑπὲρ δύναμιν, ἴκνουν ὑπερικνοῦντο διὰ τὴν
χαράν, ὅ ἐστιν ἐξετείνοντο
ὑπεριπτία· ἀγών τις παρθένων
ὑπέριπτεν· κατέσειεν
ὑπερισχύουσαν· ὑπερβάλλουσαν
ὑπερίων· τὸν ἐν τῷ ἀέρι, ἢ ὁ ἥλιος ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι
ὑπερκαταβαπτύουσαν· ἀντὶ τοῦ ὑπερηφάνους λόγους ποιουμένους
ὑπερκακεῖν· ὃ νῦν {ἐκκακεῖν
ὑπὲρ κάρα φοιτῶντα· ὑπὲρ κεφαλῆς ἐρχόμενον
ὑπερκείμενον· ἄνω κείμενον
ὑπέρκεισαι· ὑπερβάλλεις
ὑπερκείσθω· ὑπερτεθείσθω
ὑπὲρ κεφαλῆς· ὑπεράνω τῆς κεφαλῆς
ὑπερκόμπως· ὑπερηφάνως
ὑπερκάϋστρα· ἡ τῆς Ἀθηνᾶς ἱέρεια
ὑπερκόσμια· ὡς ἄγγελοι, καὶ τὰ μέλλοντα ὑπὲρ τὸν κόσμον
ὑπερκυάνεον· λίαν κυάνεον
ὑπερκύδαντας· ὑπερέχοντας τῇ δόξῃ, ὑπερενδόξους γενομένους
ὑπερκυδέοντας· λίαν ἐνδόξους
ὑπερμαζᾷ· ὑπερτρυφᾷ
ὑπερμενέϊ· τῷ ὑπεράγοντι κατὰ τὸ μένος, τουτέστι τῇ ἰσχύι ὑπερ-
κρατεῖ
ὑπερμενής· μεγάλην ἔχων ἰσχύν
ὑπερμενέον(τα)· ὑπερηφανοῦντα. ὑπερέχοντα τῇ δυνάμει
ὑπέρμορα· ὑπὲρ τὸ δέον, ὑπὲρ τὸ καθῆκον
ὑπὲρ μόρον· ὁμοίως
ὑπερνεμεῖς· ὑπερορᾷς
ὑπερνήχεται· ὑπερέχει, ὑπερβαίνει
ὑπερνικᾷ· ἀντιμάχεται
ὑπέρογκον· μέγα, ὑψηλόν, ὑπέρμετρον
ὑπεροι(α)ζομένου· ὑπερηφανευομένου
ὑπεροιησάμενοι· ὑπερηφανοῦντες
ὑπερόλβη· [κόρος. ὕβρις]
ὑπεροπεύει· [ψεύδεται]
ὑπεροπεύς· [ψεύστης.] ὑπερόπτης]
ὑπεροπλίαις· ὑπερηφανίαις, ὑπερφροσύναις
ὑπεροπλῆσαι· [ὑπερβῆναι, ὑπερπηδῆσαι]
ὑπεροπλίσσαιτο· νικήσειεν. ἢ ὑπερηφανήσειεν
ὑπέροπλον· ὑπὲρ τὸ δέον. ὑπερήφανον. ψευδές
ὑπέροπτον· μέγα, καὶ ὑπὲρ τὸ μέτρον, καὶ τὰ ὅμοια
ὑπερορᾷ· καταφρονεῖ, παραβλέπει
ὑπερόριος· ἐκτὸς τῶν ὁρίων
ὑπέρου περιστροφήν· παροιμία. λέγεται δὲ ἐπὶ τῶν τὰ αὐτὰ
ποιούντων καὶ μηδὲν περαινόντων
ὑπερούσιος· ἀγαπητός, πεφιλημένος
ὑπερόφρυς· ὑπερηφάνους
ὑπέροφρυς· ὑπέροπτος
ὑπεροχή· ἐξοχή, ὑπερβολή
ὑπέροχον· περισσόν. δεινόν. μεῖζον
ὑπεροψία· ὑπερηφανία, παρὰ τὸ τὰ ὑπὲρ αὐτὸν θεωρεῖν
ὑπερπαθήσας· πάνυ λυπηθείς
ὑπερπηδῶν· ὑπερθορών
ὑπεῤ(ῥ)άγη· διεῤῥάγη
ὑπερσχεῖν· ἀνατελσεῖν. ὑπερμαχῆσαι. βοηθῆσαι. σκεπάσαι
ὑπέρσχες· σκέπασον, καὶ τὰ ὅμοια
ὑπερτάτην· ὑψηλήν, ὑπερβαίνουσαν
ὑπέρτατος· μέγιστος. πρεσβύτατος. ἀνώτατος, ὑψηλότατος. εὐγενέ-
στατος
ὑπὲρ τέγος· ὑπεράνω τῆς στέγης
ὑπερτεῖς· Κρητικῶν πόλεων ἐπίθετα
ὑπερτελής· ὑπὲρ τὸ τέλος ἀφικομένη
ὑπερτέλλοντες· ἀνατέλλοντες
ὑπερτέλλων· ὑπερα(να)τέλλων, ὑπερφαινόμενος τῶν ἄλλων ἄστρων
ὑπερτενῆ· ὑπερανατείνουσα, ὑψηλή
ὑπερτέρα· ὑψηλοτέρα· οἱ δὲ νεωτέρα. ἢ πρεσβυτέρα. ἢ ἄροτρον
ὑπερτερία· τὸ ἄνωθεν τῆς ἁμάξης ἐπιτιθέμενον
ὑπερτερίῃσι· νεωτερισμοῖς. ὑπερηφανίαις
ὑπερτερ[ε]ώτερος· νεώτερος
*ὑπέρτερον· ἔσχατον, ὕστερον. νεώτερον. εὐγενῆ
(*)ὑπερτερ[ε]ίη· τὸ πῆγμα τῆς ἁμάξης
(*)ὑπέρτερα· κρέατα ἐκτὸς τοῦ σώματος πρὸς τὴν σύγκρισιν τῶν
ἐντός
ὑπερτεροῦν· δεσπόζον
*ὑπερτῆρα· τὸ τῆς ἁμάξης πῆγμα
ὑπέρτεχνον· σπουδαῖον
ὑπερτοναίων· ὑπὲρ τῶν ἄνω συνδεδεμένων καὶ διατετα[γ]μένων
ὑπέρυθρος· πυρακτής
ὑπέρφασις· ὑπερηφανία, μεγαλοῤῥημοσύνη
ὑπερφέρεις· ὑπερβά(λ)λεις
ὑπερφερές· μέγα ὑπὲρ φύσιν, ἢ ὑπεράγον
ὑπέρφευ· ὑπεράγαν
ὑπερφίαλος· ὑπερήφανος, ὑβριστής, παράνομος, ὑπερφυής. μεγαλο-
πρεπής. ἢ ἔκσπονδος
ὑπερφλύζει· ἀναῤῥεῖ, ἐκφυσᾷ
ὑπέρφρονα· ὑπερήφανον. ἀγνώμονα. ὑψηλόφρονα
ὑπερφυᾶ· ὑπὲρ φύσιν μέγαν
ὑπερφυές· ὑπερμέγεθες, μεῖζον
ὑπερφύς· ὑπεργεννηθείς
ὑπερφυῶς· ὑπεραγόντως
ὑπερχειλές· ὑπερμεμετρημένον
ὑπερχειλῶν· ὑπερμέστων
ὑπερχέων· ὑπερέχων
ὑπέρχολος· ὑπερβαλλόντως ὀργιζόμενος
ὑπέρχρεως· ὁ πολλῷ πλείω τῆς οὐσίας ὀφείλων
ὑπερῶ· ὑποβα[λ]λῶ. ἀντὶ τοῦ προερῶ {ὑπερῶ}
ὑπερῴ(α)· στόματος
ὑπερῷα· ἀνώγαια
ὑπερώησαν· ὑπ[ερ]εχώρησαν
ὑπερώϊον· ὑπερῷον, ἀνώγαιον οἴκημα
ὑπερῷον· ἀνώγαιον
ὑπερώφθη· παρώφθη
ὑπεσάκκισεν· ὑπήθει τῷ σάκκῳ. ἔνιοι πρόκοπτε
ὑπεσενεχίζετο γέα· [ὑπεκάμπτετο. ἐκινεῖτο]
ὕπεσις· ταπείνωσις, ἔνδοσις
*ὑπέρβιος· ὑπέωρος
ὑπεσπληνισμένον· ὑποπιασμένον. ἢ πεποικιλμένον
ὑπέστη· ὑπέσχετο
ὑπέτρεχον· [ὑπεράνω τοῦ πυρὸς εἶχον]
ὑπέσταν· ὑπέστησαν, ἐπηγγείλαντο
ὑπεστειλάμην· παρῃτησάμην
ὑπεστόρεσται· ὑπέστρωται, ἥπλωται
*ὑπέχεσθαι· ὑπερβάλλεσθαι
ὑπεσχηκώς· ὑποστάς
ὑπέσχηται· ἐπήγγελται
ὑπέφηνεν· ὑπέδειξεν, ἐφανέρωσεν
ὑπεχάλκισα· πρὸς χαλκοῦ ὑπεθέμην
*ὑπ' εὐθείας· ἐπ' ἴσης
*ὑπεύθυνος· ἔνοχος. ὑποκείμενος
ὕπεχε· ὑπόφερε. πάρεχε. ὑπόμενε
ὑπέχει· ὑπομένει. ὑφίσταται. δίδωσιν
ὑπέχεται· προμηθεῖται
ὑπέχευεν· ὑπέβαλλεν, ὑπέχυσεν
ὑπηγάγετο· ἠπάτησεν. [ὑπέμεινεν
ὑπηδόμενοι· [ὑφορώμενοι]
ὑπηλάτων· τῶν ὑπὸ ἐλάττων, ἔνιοι φύλλων
*ὑπήλυθεν· ὑπέδυ, ὑπεισῆλθεν
ὑπηλήφαμεν· [ἐνομίσαμεν]
ὑπήλλαξεν· ὑπεχώρει
ὑπῆν· ὑπῆρχεν
ὑπήει· ὑπομένει, ὑποφέρει
ὑπήνας· γενειάδας
ὑπηνέμια ὠά· τὰ δίχα τοῦ ὀχευθῆναι γεννώμενα
ὑπηνέμους· σκεπηνούς
*ὑπηνέμιον ἄνεμον· ὑετόν, καὶ τὰ ὅμοια
ὑπήνη· τὸ γένειον, ἤτοι πώγων. ἄλλοι μύσταξ, ἄλλοι ὑπήνη, ὅς ἐστι
ὑπὸ τὴν ῥῖνα τόπος
ὑπήνημος· [σκέπη]
ὑπηντίαζον· ὑπήντων
ὑπηοίη· ὑπὸ τὸν ὄρθρον, πρὸς τῆς ἕω
ὑπήρατος· λογομάχος. ὑπέρλαμπρος
ὑπηρέσια· τῶν κωπηλατούντων δέρματά τινα, ὡς προσκεφάλαια, ἐφ'
ὧν καθέζονται
*ὑπηρέτης· δοῦλος
ὑπηρέσιον· ἡ σανὶς τῆς καθέδρας
ὑπήτριον· ὑπογάστριον, ἐφήβαιον
ὑπηχεῖ· βομβεῖ
ὑπήχθην· ἦλθον
ὑπ' ἠῶ· ὑπὸ τὸν ὄρθρον
ὑπεὶρ ἅλα· ὑπὸ τὴν θάλασσαν
ὑπίσχεται· ἀναδέχεται, ὑπισχνεῖται
ὑπισχνεῖται· ὁμολογεῖ, συντίθεται, ἐπαγγέλλεται
ὑπ' ἴχνιον· ὑπὸ τὰ ἴχνη
ὑπιωγαί· ὑπαγωγαί, ὑποδρομαὶ τῆς πέτρας διὰ σκέπην, σκεπηνὰ μέρη
ὑπνάσσει· ὑπνώσσει
ὑπνοῖ· κοιμᾶται
ὕπνος· [κυρίως
ὕπνου δῶρον· ὕπνος, ἀνάπαυσις
ὑπνῶ· κοιμῶμαι. ἢ ἀγρυπνῶ
ὑπνωτικόν· ὁ μανδραγόρας
ὑπό· πρόθεσις ......
ὑποακταίνοντο· ἔτρεμον
ὑποβάθρα· κρηπίς, θεμέλιος. ὑπόβασις
ὑποβαίνει· ἐλαττοῦται
ὑποβάσει· ὑποκαταβάσει
*ὑποβάλλει· ὑποκρούει
ὑποβασ[ι]μόν· ὑποβάθραν
ὑπόβασις· ὁ ἐνδότατος χιτών, ἢ περίζωμα
ὑποβατᾶν· ὑποβατόν. τὸ ὑποπόδιον
ὑποβεβηκώς· μικρότερος, ἐλάττων
ὑποβιβάζοντες· ὑποκαταβαίνοντες. ἐλαττοῦντες
ὑποβιβασθέν· ὑποβεβρυχμένον (?) ὑποπεπτωκός
ὑποβλεπόμενος· ὑπονοῶν. ἐχθραίνων
ὑποβλήδην· ὑποβάλλων τὸν λόγον πρὶν σιωπῆσαι τὸν λέγοντα. ἄλλοι
ὑπολαμβάνων
ὑποβολιμαῖον· οὐ γνήσιον, ἀλλὰ νόθον, ὑποβαλλόμενον, ὡς ἀπὸ
τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυταῖς ὑποβάλλουσιν αἱ γυναῖκες
ὑποβορβόριον· ἡ τρύξ
ὑπόβρυχα· ὑποβρύχια. ὑπὸ τὸ ὕδωρ. ὑπὸ κάτω τῶν κυμάτων βυ-
θισθέντες
ὑπογάιδιον· ὑπόγειον τύμβον
ὑπὸ γαμφηλαῖς· ὑπὸ ταῖς σιαγόσιν
ὑπὸ γαμφηλῇσιν· ὁμοίως
ὑπογεγραμμένη· ἐγκεχριμένη
ὑπόγειον· ὑπὸ τὴν γῆν
ὑπογενειάζων· λιτανεύων. ἀπὸ τοῦ γενείου ἁπτόμενος
ὑπογλωττίς· εἶδος στεφάνου. καὶ πάθος τι κατὰ τὴν γλῶτταν. καὶ
μέρος ἐνστόμιον
ὑπὸ γλωχῖνα· ὑπὸ τὴν γωνίαν
ὑπόγνυθα· τὸ καθῆσθαι τὰς χεῖρας ἔχοντα ὑπὸ γνάθον
ὑπόγοιον· [πρὸ μικροῦ γεγονός]
ὑπογράμματα· στιμίσματα τῶν ὀφθαλμῶν
ὑπογραμμός· τύπος. μίμημα
ὑπογράφειν· τυποῦσθαι
ὑπογραφῆναι· εἰσακουσθῆναι
ὑπογραφίον· τῶν ἐπὶ τῷ σώματι δεδανεισμένων
ὑπόγυον· προσδόκιμον. ἐγγύς, ἢ ὁμοῦ, καὶ τὸ πρὸ ὀλίγου γεγονός,
καὶ τὸ ἕτοιμον, πρόσφατον
ὑπὸ δαΐ(δ)ων· ὑπὸ λαμπάδων
ὑποδέγμενος· ὑποδεχόμενος
ὑποδεέστερος· ταπεινότερος
ὑποδεής· ἐνδεής, καταδεής. ὑπόφοβος
ὑποδενδρυάζειν· τὸ ἐξ ἀφανοῦς καὶ αἰφνιδίως ἐπιφαίνεσθαι
ὑποδεξίη· ὑποδοχή, ἢ ἡ χορηγία πρὸς ὑποδοχήν
ὑποδέραια· ὑποτραχήλια
ὑποδέραιον· ὑποδείριον καὶ περιτραχήλιον
ὑποδερίς· ὁρμίσκος. ἔνιοι πλοκίον τι περιτραχήλιον καὶ μέρος τι
ὑποδέσματα· ἐνέχυρα
ὑποδέσμιος· [ἢ ὑποδήμιος, ἢ] ὑποτεθείς
ὑπὸ δ' ἔτ(ε)ινε· ὑπέβαλλεν
ὑποδῆσαι· ἐνεχυραθῆναι. Ἰταλιῶται
*ὑπόδειγμα· σημεῖον
ὑποδιδάσκαλος· χοροδιδάσκαλος
ὑπόδικος· ὑπεύθυνος. χρεώστης. ἔνοχος δίκης
ὑποδμώς· ὑποτεταγμένος, δοῦλος, θεράπων
ὑπόδρα· ὑποβλεψάμενος, βλαπτικός
ὑποδράξ· ὁμοίως
ὑποδρακεῖν· ὑποπτεύσας
ὑπόδρα ἰδών· δεινῶς ὑποβλεψάμενος, ἢ ὑποβλέψας
ὑποδραμών· ὑφερπύσας
ὑποδρασίας· τὰς ἔχθρας
ὑποδρασίη· ὑποψία
ὑποδρήσ(ς)ουσιν· ὑπουργοῦσιν, ὑπηρετοῦσιν
ὑπὸ δρόμον· ὑπὸ τροχασμόν. ὑπὸ κακοήθειαν
ὑποδρόμους· στόμια
ὑποδύεσθαι· δειλιᾶν
ὑποδῦναι· ὑπεκδῦναι
ὑποδύντες· ὑπεισελθόντες
ὑποδύς· ὑποβάς, ὑπεισελθών
ὑποδύτης· τὸ ἐσώτερον ἱμάτιον
ὑπόεικεν· ἀνεχώρει
ὑποείξομαι· ὑποχωρήσω
ὑποέστης· χιτών
ὑποεχμένη· ὑπείκουσα. θεραπεύουσα
ὑποζάκοροι· νεωκόροι
ὑποζατηθείς· ὑποκατασχών
ὑποζύγια· κτήνη τὰ ὑπὸ τὸν ζυγόν, καὶ [τὰ ὑπόζωνα] πάντα τὰ
ἐζευγμένα
ὑποθέσθαι· συμβουλεῦσαι
ὑποθέσεις· καταβολαί. πράγματα. αἰτίαι, προφάσεις
ὑπόθεο· ὑπόθου. συμβούλευσον
ὑπόθευτον· Ῥόδιοι ἐπὶ θυσίας
ὑποθήκη· παραίνεσις, διδασκαλία. ἢ ἐνέχυρον. ἢ συμβουλή
ὑποθημοσύνη· τὰ αὐτά
ὑποθήμων· ὑποθέσεις καταγράφων
ὑποθήσομαι· διδάξω καὶ {ὑπόθου} ὁμοίως
ὑποθυμί[ο]ς· στέφανος ὑποτράχηλος
ὑποιατιθείς· ὑποστρατευθείς
ὑποίζεσθαι· ὑπονοεῖν
ὑποικουρεῖ· ἀντὶ τοῦ συνέστη καὶ γεγάμηται
ὑποικουροῦσα· εἰς βάθος οἰκοῦσα
ὑποίσει· ὑφέξει, βαστάσει
ὑποι(ς)τά· φορητά, βαστακτά
ὑποίσω· ὑπενέγκω, ὑπομενῶ, καὶ τὰ ὅμοια
ὑποκαθῆσθαι· ἐνεδρεύειν
ὑποκάλυκα· ὑπὸ τὴν κλεῖδα τοῦ πυρός
ὑπὸ κόρασιν· [ὑπὸ ταῖς κεφαλαῖς]
ὑποκείσεται· ὑποβληθήσεται
ὑποκεντά· ὑπομονητικά
ὑποκέοιτο· ὑποκείσεται
ὑπὸ κεύθεα· ὑπὸ κοῖλ[ι]α
*ὑποκυσσαμένη· ἐγκυοῦσα
ὑποκόλπιον τοῦ χοροῦ· τῆς στάσεως χῶραι αἱ ἄτιμοι
ὑποκομψίας· τὸ κομψὸν ὑποφαίνων
ὑποκορίζεσθαι· ὑποκοριστικοῖς λόγοις χρῆσθαι, ἤτοι κολακεύειν
ὑποκοριζόμενος· ὁμοίως
ὑπὸ κρασίν· ὑπὸ ταῖς κεφαλαῖς
ὑποκρέκειν· ἐπὶ τῶν ἵππων, πορείας τις τρόπος, βῆμα
ὑπὸ κράτεσφιν· ὑπὸ τῇ κεφαλῇ
ὑποκριθῆναι· ἀποκριθῆναι
ὑποκρίναιτο· ὑποκρίσει τι ποιῶν
ὑποκρίνοιτο· ἀποκρίνοιτο. ἔνθεν καὶ {ὑποκριτής}, ὁ ἀποκρινόμενος
πρὸς τὸν χορόν
ὑπόκρισις· εἰρωνεία. ὑπουλότης. δόλος
ὑποκριτής· μάντις. καὶ ὁ ἐν τῇ σκηνῇ ἀποκρινόμενος
ὑποκρούει· ἀντιλέγει
ὑποκρουνιδία· θυσία τις παρὰ Κνιδίοις
ὑποκρουσταλίς· εἶδος τοῦ λίνου σπέρματος
ὑποκυδές· ὑποφρύδιον
ὑπόκυκλα· τοὺς ἀστραγάλους τοὺς ὑποτιθεμένους τῷ πυθμένι τῶν
τριπόδων
*ὑποκυησαμένη· ὑπὸ γαστρὸς ἔχουσα ἐγκοίλιον
ὑπόκυκλον· ὑπότροχον, ἢ κάτωθεν σπεῖραν ἔχοντα
ὑποκυσ(ς)αμένη· ἔγκυος γενομένη, ἐγκύμων
ὑπολαβών· ὑπονοήσας, νομίσας. ἀποκριθείς
ὑπολαΐς· ὄρνις τις τῶν σκωληκοφάγων
ὑπολαλεῖ· ψιθυρίζει
ὑπολάμβανε· νόμιζε. ἀντιτίθει
Ὑπολάμπτειρα· Ἑκάτη ἐν Μιλήτῳ
*ὑποληπτέον· νομιστέον
*ὑπόληψις· ὑπόνοια, καὶ τὰ ὅμοια
ὑποληΐς· εἶδος ὄρνιθος. ἢ ... λαΐς
ὑποληκᾶν· ὑποκρούειν
ὑπολ[ι]απάξας· ὑποκενώσας
ὑπολίζονες· μεγέθει ἐλάσσονες, ὀλιγώτεροι
ὑπολιμαῖος· [ὁ μὴ γνήσιος]
ὑπολείπει· ἐκλείπει
ὑπόλινον· τὸ ὅρμινον
ὑπὸ λιπαροῖσι· εὐτραφέσι
ὑπόλι(ς)φον· ὀλισθηρόν
*ὑπολαιόν· ὑποδαιστόν
ὑπολύξας· [ἐκκλίνας]
ὑπομάζιον· θηλάζον παιδίον
ὑπομαλανδριῶδες· εἶδός τι ταρίχου
ὑπομέλαθρα· Ἀρτέμιδος ἐπίθετον, ὡς ὁ Μύνδιος
ὑπομειδιῶντι· γελῶντι
ὑπὸ μηνιθμόν· ὑπὸ τὴν ὀργήν
ὑπομηλαφῆσαι· ψηλαφῆσαι
ὑπομονή· καρτερία
ὑπομνηματιστής· ὁ ὑπόμνημα λέγων
ὑπονέμεσθαι· ἐξαπατᾶν
ὑπὸ νηΐω· τόπος δένδρον ἔχων, ἐν οἷς ἐδέσμευον τὰς ναῦς
ὑπονοεῖ· ὑποπτεύει
ὑπονοθεῦσαι· ὑποφθεῖραι
ὑπόνοια· ὑπερηφανία, θράσος
ὑπονομαί· κλοπαί. ὀχετοί
ὑπονοστήσας· ἐπανελθών, ὑποστρέψας
ὑπονύσσεται· καταπονεῖται
ὑποοργός· [ὑπουργός]
ὑποπαθών· ἠρέμα παθών
ὑποπεράτωσις· τελείωσις
*ὑποπεζία· ταπείνωσις
ὑποπερκάζουσι· μεταβάλλουσιν ἐκ τοῦ ὄμφακος καὶ ὑπομελαίνονται
ὑπὸ παντὶ λίθῳ· παροιμία τὸ "{ὑπὸ παντὶ λίθῳ σκορπίος
εὕδει}"
*ὑποπιάζομεν· ταπεινοῦμεν. μαραίνομεν. {Ὑποπιασμὸς} γὰρ τα-
πείνωσίς ἐστι {σώματος
ὑποπῖσαι· ὑποποτίσαι
ὑπὸ Πλάκῳ· ὑπὸ τῷ Πλάκει ὄρει Κιλικίας
ὑπόπλεως· μεστός, ἔμπλεως
ὑποποιεῖται· προσποιεῖται
ὑπὸ πραπίδων· ὑπὸ τῶν φρενῶν
ὑπόπτερος· κοῦφος. καὶ {ὑπόπτερος} ὁ ταχύς
[ὑποπέτρου]· ὑποπτέρου. ταχείας
ὑποπτεύει· ὑπονοεῖ, ὑπολαμβάνει
ὕποπτος ἐχθρός· .......
ὑπόπτως· ἐχθροειδῶς
ὑπόπτωσις· κατάπτωσις
ὑπόπτωτον· ὑποπῖπτον
ὑπόρ(ε)ια· τὰ ὑπὸ τὰ ὄρη
ὑπορίνους· τοὺς ὑπὸ ῥινὶ φθεγγομένους
*ὑποργηθεῖσα· ὑποχρισθεῖσα
ὑπὸ ῥιπῆς· ὑπὸ τῆς ὁρμῆς
ὑποῤῥόφιοι· [ὑπόστεγοι]
ὑποῤῥάπτεις λόγους· συντίθης
ὑποσακίζειν· ὑπηθεῖν τῷ σάκκῳ. καὶ τὸ προσκόπτειν
ὑποσκελίσει· ἀπατήσει, χλευάσει
ὑπόσκοπον χέρα· Αἰσχύλος. ὥσπερ οἱ ἀποσκοποῦντες, οὕτω κελεύει
σχηματίσαι τὴν χεῖρα, καθάπερ τοὺς Πᾶνας ποιοῦσι. σχῆμα δέ ἐστιν
ὀρχηστικὸν ὁ {σκοπός}
*ὑπὸ σκήπτρῳ· ὑπὸ τῇ βασιλείᾳ
ὕποσμος· ὀσφραινόμενος
ὑποσμύχει· θλίβει, ἀνιᾷ, καταπονεῖ, ἐκ μεταφορᾶς τῶν τραυμάτων
ὑποσμύχεται· ὑποκαίεται
ὑποσμύχουσα· ἔνδον ἐρεθίζουσα
ὑπόσπονδος· σπονδὰς αἰτήσας
ὑποσ(ς)είουσι· κάτωθεν ἕλκουσιν
ὑπόστα· ὑπόμενε
ὑποστάθμη· τρυγία, τρύξ
ὑποσταίη· ὑπόσχοιτο
ὑπόστασις· πρόσωπον
ὑποσταχύοιτο· ὑπαύξοιτο ἀπὸ τοῦ στάχυος
ὑποστειλάμενος· ὑποκρυψάμενος. φοβηθείς
ὑποστέλλεσθαι· ἀναδύεσθαι. δολιεύεσθαι. ὑποκρίνεσθαι
ὑποστέλλεται· φοβεῖται. καὶ τὰ ὅμοια
ὑπόστερνον· ὑπογάστριον
ὑπόστημα· πλῆθος
ὑποστῆσαι· ὅταν τις ἐγκάθετον στήσῃ ἐπὶ τῷ ὠνήσασθαί τι
ὑποστήσεται· ὑπομενεῖ
ὑποστήτω· ὑποταγήτω, εἰξάτω, παραχωρησάτω
ὑποστολή· δειλία, φυγή
ὑποστρέσαι· [ἀποφυγεῖν διὰ δέος]
ὑπόστροφον· ἀφιγμένον, ὑποστρέφοντα
ὑπόστρωμα· περίστρωμα
ὑπόσχε[τ]ο· ὑπόσχου, ἐπαγγέλλου
ὑποσχεῖν· ὑποβαλεῖν, δοῦναι
ὑποσχέσεις· ἐπαγγελίαι
ὑπόσχωμαι· ὑποβάλωμαι, ἐπαγγέλλωμαι
ὑποσχών· τὰ αὐτά
ὑποτάβλων· [ὑπεξουσίαν]
ὑποτέτροφεν· ὑπέτροφεν
ὑποτίθεται· συμβουλεύει
ὑποτιμήσεως· προφάσεως
ὑποτίτθια· θηλάζοντα, γαλουχούμενα παιδία
ὑποτονθορύζει· γογγύζει
ὑποτοπάσαι· ὑπολαβεῖν, ὑπονοεῖν
ὑποτοπήσομεν· ὑπονοήσομεν
ὑποτρέχοντες· ὑπεισερχόμενοι, σπεύδοντες
ὑπότριμμα· ἐκ φοίνικος καὶ μέλιτος καὶ κυμίνου καὶ ἄλλων τινῶν
ἀρτυμάτων ἔργον
ὑποτρύζει· ὑποβάλλει. ὑποψιθυρίζει. γογγύζει
*ὑπότροπον· ὑπεστροφότα, ἐπανελθόντα ἐκ δευτέρου
*ὑπότροπος· ἐξ ὑποστροφῆς
ὕπουλος· ὕποπτος, δόλιος, ὑποκριτής, ὀλέθριος, ἀσυμφανής. {Ὕπο(υ)λα}
δὲ λέγεται τὰ μὴ φανερὰ τῶν ὀφθαλμῶν ἕλκη
ὑπουργεῖ· ὑπηρετεῖ
ὕπουρα· ὑπὸ τὰ ὄρη
ὑποφαίνει· φανεροῖ, δεικνύει
ὑποφαίσεις· εἰς θεωρίας
ὑποφέρει· ὑπομένει
ὑποφέρονται· ὑποβάλλονται
ὑποφῆται· μάντεις, προφῆται, ἱερεῖς, διερμηνευταί, χρησμολόγοι
ὑποφήτορες· ὑποτεταγμένοι
ὑποφθάς· προφθάσας
ὑποφθαμένη· προφθάσασα
ὑπόφορος· ὑπὸ τέλος, [ὑπὸ κῖνσον] ὑπεύθυνος
ὑποφωνῆσαι· ὑποδεῖξαι
Ὑποχαλκίς· ἡ ὑπὸ Ὁμήρου Χαλκὶς διὰ τὸ κεῖσθαι ὑπό τι ὄρος
ὑπώπια· τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς οἰδήματα. ἀπὸ μέρους δὲ ὅλην τὴν
ὄψιν δηλοῖ. καὶ τὰ πελιώματα
ὑπωπίς· ἡ θαψία
ὑπώρ(ε)ια· τὸ κάτω μέρος τοῦ ὄρους
ὑπωρόφιον· ὑπόστεγον
ὑπῶς· [ἀρτίως]
ὑρεῖ· [φοβεῖται]
ὑράξ· μίγδην, ἀναμίξ
ὑρειγαλέον· διεῤῥωγός
Ὑρία· πόλις Βοιωτίας
ὑριατόμος· ὁ τὰ κηρία τέμνων τῶν μελισσῶν
ὕριγγα· πτύον. Σαλαμίνιοι
ὑρίσιδα· σπυρίδιον, σπυρίς
ὑρισ[ς]ός· φορμός
Ὑρμίνη· πόλις
ὕρον· σμῆνος. Κρῆτες. ἥσυχον
Ὑῤῥάδιος· ἀπό τινος τῶν προγόνων, ἄδοξος, ἢ εἰκαῖος. *)/Uῤῥα παιδίον
ὕῤῥαχα· πρίσχη
ὑῤῥώφθαι· φληναφᾶν
ὑρτακός· ὄστρεον
ὑρτάνα· ἀπομάχυτρας
ὑρτήρ· πλυνεύς
ὔρχας· ἄμφωτον κεράμιον, καὶ βικῶδες τὸ εἶδος
ὔρχη· ἐφ' ἧς τὰ φορτία φέρουσιν οἱ ναῦται
ὗς· χοῖρος, ἢ σῦς. καὶ ἰχθῦς
ὗς· ἀλείφαβοῦς· οἱ γὰρ Σκύθαι ἀλείμ(μ)ατι χρῶνται ὑείῳ καὶ μο-
σχ(ε)ίῳ στέατι
ὕσας· βρέξας
ὕσγινον· βάμ(μ)α τι
ὔσδοι· ὄζοι, κλάδοι
ὗσαι· βρέξαι
ὕσειμι· ἐκεῖ βαδίζω
ὗς ἐκώμασα· παροιμία ἐπὶ τῶν ἀκόσμως τι ποιούντων
ὑσθλός· σαλός, φλύαρος
ὕσκλοι· ἀγκύλαι, βρόχοι, οὓς ἡμεῖς ὕσκλους τῶν ὑποδημάτων καὶ τὰς
λέγνας τῶν ἱματίων
*ὑσκυθά· ὑὸς ἀφόδευμα
*ὑσκίνιοι· ὑσκάνιοι
ὑσμῆθες· οὐσίαι
ὑσμίνας· μάχας
ὑσμίνη· μάχη. παράταξις. ταραχή. σύνοδος
ὑσόν· τὸ ὅσον. βοὸς σὺν ἀρότρῳ συνανα(ς)τροφή
ὕσπληξ· βαλβίς. μύωψ, ὁ πλήσσων τοὺς βόας. καὶ παγὶς λύκων
ὕσπληγα· τὸ ῥόπτρον. [τῆς σφραγῖδος
ὕσπληγξ· ἄφεσις, ἀφετηρία. πάγη. [πάσσαλος, καὶ ὁ κεράτινος κρίκος]
ὑσπολεῖν· συβωτεῖν
ὕσσακος· ὑστακός
ὕσταξ· πάσσαλος κεράτινος
Ὑσσέλινον· τὸ νῦν Ἀραχναῖον ὄρος ἐν Ἄργει καλούμενον
ὕσ(ς)ωπος· βοτάνη σμήχουσα
ὑστάδα· ἡ δασεῖα ἄμπελος
ὑστακητεῖ· φενακίζει
ὑσταλωπιᾷ· [νυστάζει]
ὑστάς· πλαστὰς ἀμπέλων
ὕστατα· ἔσχατα
ὕστατον· ἐσχάτιον, τελευταῖον
ὑστέρα· μήτρα
ὑστεροβουλία· μετάνοια, μετάμελος, ἡ ἐσχάτη βουλή
ὕστερον· ἧσσον, ἧττον, ἔσχατον
ὑστερόπους· ὕστερον ἐρχόμενος
ὑστερόποτμος· ᾧ ζῶντι ὁ τάφος ὡς τεθνηκότι γέγονεν. ἄλλοι τὸν
δεύτερον γάμον
ὑστιακκός· ποτήριον ποιόν. Ἰταλιῶται
ὑστρία· κωλεός
ὕστριξ· [ζῶον ὀστρακόδερμον, ἐνάλιον, βρώσιμον
ὑστριχίς· μάστιξ πεπλεγμένη ἐξ ὑείων τριχῶν
ὕστρος· γαστήρ
ὗς ὑπὸ ῥόπαλον δραμεῖται· παροιμία ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλε-
θρον ἐμβαλ(λ)όντων
ὑσωπίς· ἡ σάμψυχος
ὑτθόν· τὸ πυρίεφθον
ὕφα(ι)μον· αἱματῶδες
*ὑφαίνει· κατασκευάζει
ὑφαίαρ· τὸ ἐπιφυόμενον ταῖς πεύκαις καὶ ἐλάταις
ὑφαίρεσις· μείωσις, στέρησις
ὑφαγωρή· [μεγαληγόρως]
ὑφαῖς· ἡ ὤα, λῶμα. φυλακή
ὑφαιρέτρια· μαῖα
ὑφάλοις· τοῖς ὑποκάτω τῆς θαλάσσης ....
ὕφαλος φάτις· ἡ κρύφα ......
ὑφαιρῶ· μειῶ
ὕφασμα· ἱστός τις
ὑφαύχην· [μεγαλαύχην]
ὑφιείς· ὑπενδούς
ὑφ[ε]ίενται· παρομολογοῦσιν
ὑφειμένος· ἐνδεδομένος, κεχαλασμένος, ἠλαττωμένος
(*)ὑφαίνει· ἐμπρῆσαι. ὑφᾶται. Ἀμερίας
ὑφεῖτο· ὑπεβάλλετο
ὕφεκτον· ὁ λέβης
ὑφέλκεται· προτρέπεται
ὑφέν· ἅμα, ὁμοῦ. καὶ πάθος προσῳδιῶν
ὑφέντες· χαλάσαντες. ὑφελόντες
ὑφείλατο· ἐπῇρεν, ἐκούφισεν
ὑφεξαίρειν· ὑφαιρεῖν, ἐπαίρειν
ὑφεξαιρομένου· ἐπαιρομένου
ὑφέξει· παραστήσει
ὑφέξελε· ἔπαρον
ὑφέξω· δώσω
ὑφέσει· ὑποκαταβάσει
ὕφεσις· ὑπένδοσις, ταπείνωσις, ἐλάττωσις, χάλασις
ὑφεσμούς· συμποδισμούς
ὑφεστάναι· εἶναι, ὑπάρχειν
ὑφεστώς· ὀχετός
ὑφεστώς· ἐνυπόστατος, ὑποκείμενος
ὑφεττόν· ὑπομονητόν
ὑφήγησις· ἐξήγησις
ὑφήμενος· καθήμενος, ταπεινός
ὑφῆναι· κατασκευάσαι
ὑφηνίοχος· ἡνίοχος
ὑφιεμένον· ἐνδεδομένον, τεταπεινωμένον
ὑφιζάνει· ἐλαττοῦται, ὑποκάθηται, ὑφίεται
ὑφιζάνοντι· ὑποκαθημένῳ
ὑφίησιν· ὑποχαλᾶ[ν], ἐλαττοῖ[ν], μειοῖ[ν]
ὑφιστάς· ὑποτιθείς
ὑφίσταται· ὑπομένει
ὑφιμένως· [ἐνδεδομένως]
*ὑφορᾷ· φοβεῖται
*ὑφόριον· ὕποπτον
ὑφόλμιον· μέρος τι τοῦ αὐλοῦ πρὸς τῷ στόματι, ἢ αἱ γλωττίδες. καὶ
ὑπόθεμά τι
ὑφόρ(μιον)· χρυσοῦν κοσμάριον
ὑφορώμενος· ὑποβλεπόμενος, φοβούμενος, ὑπονοῶν
ὑφόωσι[ο]ν· ὑφαίνουσιν
ὕφυδρ[ο]ον· ὑποβρύχιον
ὑφ' οὗ· παρ' οὗ
ὑφ' ᾧ· ἐν ᾧ}
ὑφ' ὧν· ὑπὸ τῶν
*ὑφοραθείην· φοβηθείην
*ὑφορᾶσθαι· διανοεῖσθαι
*ὑφορώμενον· τὰ αὐτά
ὕχιος· νύξ
ὑψαγορεῖ· μεγαληγορεῖ
ὑψαύχενες· γαῦροι. ἢ ὑπερήφανοι
ὑψαυχεῖν· μεγαλαυχεῖν
ὑψεῖται· τραπεζῖται ἀργυρίου
ὑψηβρεμέτης· [ὁ ἐν ὕψει βροντῶν]
ὑψηγορία· ὑπερηφανία
ὑψηρεφές· ἐν ὕψει τὸν ὄροφον ἔχον, ἢ ὑψηλὴν ὀροφήν. ἐξ οὗ τὸ
μέγα καὶ ὑψηλὸν δηλοῖ
ὑψηλόν· μέγα
ὑψητησινίο· ὑψηλῆς, μεγάλης
ὑψηχέες ἵπποι· ἀπὸ τοῦ εἰς ὕψος ἔχειν τοὺς τραχήλους, οἷον
ὑψαύχενες, ἢ μεγαλόφωνοι
ὑψ..μετέωρον· ἄνω. ὑψηλοῦ
ὑψιβάμονος· ἐν ὕψει βαίνοντος
ὑψίζυγος· ὑψηλὴν ἔχων τὴν καθέδραν
ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν· μετέωρον αὐτὴν ἐπὶ ἀγκυρῶν ὁρ-
μίσσομεν
ὑψικέραυνος· [ἡ διάπυρος πληγή
ὑψικόλωνον· τραχεῖαν. ὑψηλήν
ὑψίκομος· φοίνιξ. καὶ ὁ ἄνω τὰς τρίχας ἔχων
ὑψιμέδων· ἐν ὕψει βασιλεύων
ὕψιον· μεῖζον. μετέωρον
ὑψιπέτηλον· ὑψηλόν, μακρόν
ὑψιπέτης· εἰς ὕψος πετόμενος
ὑψιπόρους· δι' ὕψους τρέχοντας
ὑψίπυλον· ὑψηλὰς πύλας ἔχον
ὑψιρεφές· [ζτ# ὕψη]
ὑψίροφον· [ὁμοίως]
ὑψίστολοι· οἱ ἄνω ἐσταλμένοι τοὺς χιτῶνας
ὑψιτελέες· ταχιτῶνες. ζτ#
ὕψιστον· ὑψηλότατον
ὑψιτένων· ὑψαύχην, ὑψηλὸς τῷ φρονήματι
ὑψιφοίτης· ὑψηλοπόρος
ὑψιχέες· [ὑψαύχενες]
ὑψόθι· ἄνωθι
ὑψόσε· εἰς ὕψος
ὑψόροφον· ὑψηλόν, μέγα
ὑψοῦ· ἄνω ἐν ὕψει
ὑψοῦ διᾴττει· εἰς ὕψος ὁρμᾷ
ὕω· βρέχω
*ὑωλυνύων· μολύνων
ὑωδία· ἀηδία. φυρμὸς ἐν βορβόρῳ
ὑωδίνων· φύρων. βορβορῶν. μολύνων
ὕων· βρέχων, ὑγραίνων
*ὑψιστάριος· αἵρεσις, ὥς φασι, τῶν τὸν ὕψιστον σεβομένων
Φᾶ· εἰπέ, λέγε
φᾶν· λέγειν
φάανθεν· ἐφάνησαν
φαάνθη· ἐφάνη
φαάντερον· λαμπρότερον
φάβα· μέγας φόβος. καὶ τὸ σύνηθες. ὄσπριον
φαβοτύπος· εἶδος ἱέρακος, καὶ περιστερᾶς ἀγρίας σπερμοφάγου
φαβοκτόνος· ἱερακοκτόνος
Φαβρίς· νησίδιον πρὸ τῆς Ἀττικῆς
φαγανθρώπων· ἀκαθάρτων
φάγαινα· φαγέδαινα νόσος ..... ἑλκῶδες νεμόμενον
φαγέσωρ[ι]ον· πολυφάγον
φάγιλος· ἀμνός
φαγλαός· χείμαῤῥος
φαγόνες· σιαγόνες, γνάθοι
φάγυλοι· μαστοί. μάρσιπποι
φάγωρος· ἰχθῦς ποιός
φαδάσαι· γνάψαι
φάεα· ὀφθαλμοί
φαέθει· καίει, λάμπει, φαίνει
φαέθοντα· ἐπιφανῆ, λάμποντα
φα(έ)θοντα· τόκον ἐπιφανῆ καὶ καταπληκτικὸν τῇ προσόψει
φαέθων· φαίνων, λάμπων
φαεινή· λαμπρά, φαιδρά
φάεν· ἐπέστειλεν
φαένθεν· [ἐφάνησαν]
φαεινόν· λαμπρόν, φαιδρόν, ὡραῖον
φαέσασθαι· ἰδεῖν, μαθεῖν
φαεσίμβροτος· ἡ τὸ φῶς τοῖς ἀνθρώποις παρεχομένη. καὶ ἥλιος
φαεσφόρος· γνώσει φωτίζων, καὶ ὁ τὸ φῶς παρέχων
φαζακηνίαις· [δειλίαις]
φαζάλη· πάθος σωματικόν, ὃ γίνεται τοῖς ἐρυθρὰν θάλασσαν πλέου-
σιν
φάηκες· ὀφθαλμοί
φάθι· εἰπέ
φαῖ· δῆμος
Φαίακες· ἔθνος
Φαιάκων· αὐτὰ τὰ ἔθνη
φαίδει· ὄψει
Φαίδιμος· ὄνομα κύριον. ἢ λαμπρός. κατὰ ψυχὴν ἰσχυρός. ἐπίσημος.
σπουδαῖος
φαιδρός· καθαρός. γεγηθώς. φανερός
φαιδρυντής· ὁ τὸ ἕδος τοῦ θεοῦ θεραπεύων
φαιδρωπόν· χάριεν τὸ πρόσωπον
φαῖεν ἂν· [φαίειν ἄν,] εἴποιεν ἄν
φαί(η)· εἴ(ποι)
φαί(ην)· εἴποιμι
φαίην ἄν· εἴποιμι ἄν
φαίκανον· πήγανον
φαικάσιον· ὑποδήματος εἶδος γεωργικοῦ
φαίκελον· [φορτίον]
φαικόν· ἐλαφρόν. ἰταμόν. κοῦφον. λαμπρόν
φαικῷ· ἐνεργῷ, ἀκμάζοντι, ἀπὸ τοῦ φαίνειν οἷον λαμπρόν
φαικῶς· λαμπρῶς. ἢ λίαν, καὶ τὰ ὅμοια
φαιλόνης· [εἰλητάριον μεμβράϊ(ν)ον. ἢ γλωσσόκομον]
φαῖμεν· εἴποιμεν. ὑπολάβοιμεν
φαινακίζει· [πλανᾷ, ἀπατᾷ, χλευάζει
φαινακισθείς· ἀπατηθείς
φαινακισμός· τὰ ὅμοια]
φαίνει· λάμπει, φαντάζει
φαίνεται· δοκεῖ. καὶ ὅμοια
φαινόλα· τὸ ὕφασμα οὕτως "ἔχουσα καινὰν φαινόλαν"}
φαινόλις· λαμπρά, φωσφόρος
φαινόν· [φωτεινόν]
Φαινύλιος· ὄνομα ἥρωος
φαίνων· δεικνύων, δηλῶν
φαιόν· μέλαν
φαιούς· ἄρτους ῥυπαρούς
φαιρίδδειν· σφαιρίζειν
φαιρωτήρ· (ς)κύτος
Φαιστός· πόλις Κρήτης
φάκελον· φορτίον εὐάλωτον
φακέλους· φόρτους
φάκελοι· ὁμοίως
φακός· βρύον τὸ ἐν τῇ λίμνῃ. καὶ μέλασμά τι ἐν τῇ ὄψει. καὶ μέρος
τοῦ χαλινοῦ. καὶ ἡ λεπτὴ τῆς μεταλλικῆς λίθου. καὶ ἰατρικὸν σκεῦος
φάκται· ληνοί, σιπύαι, πύελοι
*Φακεέ· διάνοιξις
*φρακτεῖν· φράττειν. {Φρακτός} γὰρ ὁ φραγμός. καὶ τὸ μέτρον
φάκτον
φάλαγγες· πολεμικαὶ τάξεις, ἀπὸ τοῦ πέλας ἀλλήλων εἶναι. καὶ τὰ
τῶν δακτύλων ἄρθρα. καὶ νεῶν ὑπερείσματα
φαλάγγια· στρογγύλα ξύλα καὶ σύμμετρα. Ἀττικοὶ δὲ {κόρακας}
*φαλαγγηδόν· κατὰ τάξεις
φάλα(γ)ξ· ζῶον παραπλήσιον ἀράχνῃ, ὃ δὴ καὶ αὐτὸ {ὑφαίνειν} δοκεῖ
φαλάγγωμα· πομπή τις ἐν τοῖς Διονυσίοις
φαλαγγῶσα· τεθηριωμένη, ἠρεθισμένη
φάλαγξ· πολεμιστῶν παράταξις
φάλαι· ὅρα, σκόπει
*φαλαγγοστορύναι· ὄργανα πολεμικά
Φαλάκραι· τόπος τῆς Ἴδης, καὶ νύμφαι .......
Φαλάκρας· ἄκρας τῆς Εὐβοίας
Φάλακρον· ἀκρωτήριον Ἴδης
φαλακτόνοιο· [εἶδος ἱέρακος]
φαλάνθη· ἐριουργός
φάλανθον· πολιόν. καὶ ἡ Νέστορος κάρα. οἱ δὲ φαλακρόν
*φάλα· ἡ μικρὰ κάρα
φάλαρα· ἀστραγαλίσκος ὁ ἐπὶ τῆς περικεφαλαίας, καὶ παραγναθίδες.
χαλινοί, ἢ ἱπποκόσμια
Φαλαρεῖς· [δῆμος τῆς Αἰαντίδος φυλῆς]
φαλάρικα· [εἶδος λόγχης]
φαλαρόν· λευκόν
φαλαρός· φαλιός, φαλακρός, λευκομέτωπος, λευκός, καὶ φαλέον
φαλεριαῶ· πέφρικα
φάληρα· λευκά. ἀφρίζοντα, φρίσσοντα
Φαληρεύς· πολίτης
Φαληρικαί· αἱ ῥάφανοι ἀπὸ τῆς Ἀττικῆς
φαληριόωντα· λευκανθίζοντα, ἢ λευκαινόμενα
φαληρίς· ὄρνις λιμναῖος. καὶ τὸ .......
Φάλης· δερμάτινον καὶ ἀνδρεῖον
φαλίζει· θέλει
φαλικρόν· ἄκρατον
φαλιόν· [λαμπρόν]
*φαλίς· κάνναβις
φαλιόπουν· λευκόπουν. {Φαλ[α]ιοὶ ταῦροι}· λευκομέτωποι
φαλίπτει· μωραίνει
φαλίσσεται· λευκαίνεται. ἀφρίζει
φάλκη· ὁ τῆς κόμης αὐχμός. ἢ νυκτερίς
φάλ(λ)αι· φάλ(λ)αιναι
*φαρισαῖος· ἀφωρισμένος, μεμερισμένος, καθαρός
*φαλλός· τὸ ξύλινον αἰδοῖον ἀνδρικόν
*Φαραά· διασκεδασμός. ἢ νόσος
φάλ(λ)αινα· ἡ ἐν τῇ κεφαλῇ θρίξ. καὶ ἰχθῦς κητώδης
φάλλα· [ἄκρα τῆς Εὐβοίας]
φάλλη· ἡ πετομένη ψυχή
φα(λ)λικά· ᾠδὴ πεποιημένη εἰς τὸν Διόνυσον, τοῦ φαλ(λ)οῦ ἀγομένου
φαλλικόν· ὄρχημά τι. οἱ δὲ μέλος. ἄλλοι ᾠδὴν αὐτοσχέδιον ἐπὶ τῷ
φαλ(λ)ῷ ᾀδομένην
φαλ[λ]ός· λευκός. ἢ βόλος. καὶ [τὸ] φαλ[λ]ὸν τὸν ἐμμανῆ
φαλλοαί· [πέφρικεν]
φαλόν· τὸ στερεὸν κύκλωμα τοῦ στέρνου. οἱ δὲ τὸν μωρόν
φάλος· ὁ λόφος τῆς περικεφαλαίας. καὶ {τρυφάλεια} ἡ τρεῖς κεφα-
λὰς ἔχουσα. ἔνιοι λευκὸς ἧλος. ἄλλοι ψελλός. ἄλλοι κωφός
φαλύγματα· ὑγράσματα
φαλύνει· λαμπρύνει
φαλύσσεται· καταῤῥήσσει. περιέρχεται
φαλωθείς· παρατραπείς
φάμαν· φήμην
φαμάξαι· φάσεις
φαμένων· [τετελευτηκότων
φαμελία· ὁμόδου{λ}]
*φαμέν· λέγομεν
*φάμενος· εἰπών
*φάμην· εἶπον
φάμμη· ἄλφιτα
φαμμάστρια· τὰ ψαιστά. καὶ ἑορτή τις
φᾶν· [ὑπέλαβον] λέγειν
φάναι· εἰπεῖν
Φαναῖος· Ἀπόλλων. Ἀχαιὸς Ὀμφάλῃ. παρὰ Χίοις οὕτω λέγεται
φανᾶν· θέλειν
φάναοι· ἄρνες
φάνας· [ἐκλάμψας, ἢ] τὰς ἐκλάμψεις
φανόν· τὸ φαινόμενον, φωτεινὸν καὶ λαμπρόν. Ἀττικοὶ δὲ {λυχνοῦ-
χον} ἐκάλουν, ὃ ἡμεῖς νῦν φανόν
φάντα· λάμποντα
φαντάζομαι· συκοφαντοῦμαι
φαντάζου δόμων .....· φαίνου
φαντάσας· δείξας
φαντασία· τὸ μὴ ὂν ἀληθές, ἀλλὰ σχήματι
φάντι· εἰπόντι
φαντίζοιτο· φαίνοιτο
φάντος· εἰπόντος. [ἢ πλάτανος φανωτάτη, περιφανής, λαμπρά
φανοτάτη· [φωτεινοτάτη
φαορκίς· τρυγίς]
φάος· φώς, ὄρθρου ἀνατολή
φάος ἠελίοιο· ἡ αὐγή
Φάπην· τὴν Παφίην
φαραγγαῖον· τῆς φαρέτρας τὸ κάλυμμα
φάραγξ· τάφρος, κοίλωμα
φάραγξι· κοιλάσι
φάραι· ὑφαίνειν, πλέκειν
φαραιδάκη· μυρίκη
φάργμα· φραγμός
φαρέτρα· βελοθήκη
φαρετρεών· τοξότης
φάρη· ἱμάτια. νεφέλαι
φαρικόν· φάρμακον σύνθετον θανάσιμον
φάριον· τὸ(ν) ἐρεοῦν ......
Φᾶρις· ὄνομα πόλεως
φαρκάζει· κλέπτει
φαρκιδούμενοι· στυγνάζοντες
φαρκίς· ῥυτὶς ἡ ἐκ τοῦ γήρους γινομένη. ἢ ῥίζα, πρὸς ῥυτίδας ποιοῦ-
σα. [ἢ στολίς
Φαρκίδων· ῥυτίδων. ἢ πόλις
φάρκες· νεοσσοί
φάρκτου· φυλακὴν σκεύαζε
φάρμακα· βοτάναι. χρώματα. καὶ πᾶσα πόα
φαρμακεύεται· σκευάζεται, ἀρτύεται
φαρμακίτης· ἀδ[δ]ηφάγος
φαρμακίς· ἐπὶ γυναικὸς φαρμακίδος. καὶ εἶδος φαρμάκου. ἢ ἀκρίς
φαρμακοί· καθαρτήριοι. περικαθαίροντες τὰς πόλεις, ἀνὴρ καὶ γυνή
φαρμακή· ἡ χύτρα, ἣν ἡτοίμαζον τοῖς καθαίρουσι τὰς πόλεις
φάρμακον· ἡ ὑποστάθμη. ἄλλοι σύνθεσις ᾗ κηδεύουσι τὰ ἱερὰ τῶν
ζώων
φαρμακῶνες· τὰ βαφεῖα, διὰ τὸ τὰ βάμματα φάρμακα καλεῖσθαι
φαρμάξαι· ὀξῦναι. βάψαι
φαρμάξασα· ἀπατήσασα
φαρμάσσει· [φαρμακεύεται,] θεραπεύει, φαρμακεύει
φαρμάσσων· βάπτων. στομῶν, στομοποιῶν. φαρμακεύων
φαρματτόμενος· κολακευόμενος. ἀλειφόμενος
Φάρος· ἱμάτιον, περιβόλαιον. ἀκρωτήριον καὶ νῆσος ἐν Αἰγύπτῳ
φάρος στέλ(λ)ων· τὸ περιβόλαιον στέλ(λ)ων, ἢ τὸ ἅρμενον
φαροῦν· ἀροτριᾶν
φάρσος· τρύφος, κλάσμα. πτερύγιον. [ἀκρωτήριον]
φαρύγεθρον· ὁ κατὰ τὰ παρίσ(θ)μια τόπος
φαρυγίνδην· ἀντὶ τοῦ (κατὰ) γαστριμαργίαν
φάρυγξ· λάρυγξ, βρό(γ)χος, στόμα
φαρυμός· τολμηρός, θρασύς
φαρβό· ὁμοίως
φαρύνει· λαμπρύνει
φαρῶσαι· ἀρόσαι, νεῶσαι. λαμπρῦν[θῆν]αι
φάς· εἰπών
φάσακες· συκοφάνται
*φάσγανον· ξίφος, παρὰ τὸ {φάσαι}, ὅ ἐστιν ἀνελεῖν
φασγάνεται· ξίφει ἀναιρεῖται
φασγανιῶσαν· ἐξιφισμένην
φασγανίων· ἐξιφισμένων
φάσεις· ἐγκλήματα, συκοφαντίαι. ἢ ἐνυπνίων ὄψεις. λόγοι. φῆμαι
φάσθαι· λέγειν
Φασιανοί· ὄρνεις ποιοί. οἱ δὲ τοὺς Ποντικούς φασιν
Φᾶσις· ποταμὸς Κόλχων
φασκάδες· ὄρνεις ποιοί
*φασί· λέγουσι
φάσκει· λέγει
φάσκοντα· λέγοντα
φάσκος· τὸ ἐπὶ τῶν δρυῶν γενόμενον
φασκώλιον· βαλάντιον δερμάτινον. {Φάσκωλος} δὲ τὸ μέγα, εἰς ὁ
τὰ ἱμάτια ἐμβάλλεται
*φάσκω· λέγω
φάσμα· φάντασμα. σημεῖον, τέρας
φασσοφόνῳ· τῷ τὰς φάσσας φονεύοντι. ἔστι δὲ εἶδος περιστερᾶς ὑπὸ
τὴν τρυγόνα
φάτε· εἴπατε
φατέ· λέγετε
φατίζει· λέγει. χωρίζει
φατιρίς· εἶδος ὀρχήσεως
φάτης· ψεύστης
φάτις· φήμη. δόξα. λόγος. κλῃδών
φάτνη· καὶ ἡ τράπεζα, καὶ ἡ τῶν κτηνῶν, καὶ εἴτι τῶν τοιούτων
φατνώματα· σανιδώματα
φατνωτῶν· σανιδωτῶν
φάτο· εἶπε. διενοήθη, ὑπέλαβεν
φατοί· τεθνεῶτες. ῥητοί
φατός· ὁμοίως
φατόν· τεθνηκός. ῥητόν
φατός· στοίβη. φήμη
φᾶτραι· σύστημα
φατρία· σύνταγμα, σύστημα
φάτριν· τόπον ὕπαιθρον, ἐρείπιον, φάνα
φατῶσαν· γνῶθι
Φαῦδα(ι)· γένη Σκύθαι
φαύειν· ποιεῖν .....
φαύζειν· φρύγειν
φαῦλα· κακά. δόλια. εὐτελῆ
φαυλία· εἶδος ἐλαίας. οἱ δὲ τὰς λεύκας
φαύλια· μῆλα τὰ μεγάλα
φαύλιον· [ἁδρόν, καλόν]
φαύλιξ· ὀρθός
Φαῦνος· Ἰταλικὸς θεός
φαυλίστρια· ἡ καταγελῶσα
φαῦλον· ἁδρόν, καλόν, εὐειδές, μέγα. μοχθηρόν. ἀραιόν. παληλθιτόν
φαῦλος· κακός, δόλιος, χαλεπός. εὐτελής, ἁπλοῦς. καταγέλαστος
φαύλως· ὁλοσχερῶς, καὶ τὰ ὅμοια
φαῦνος· φαίνων αὑτόν
φαυόν· ἀκανθῶδες φυτόν
φαυόφοροι· Αἰολεῖς, ἱέρειαι
φαῦρος· κοῦφος
φαύσιγγες· αἱ ἐν ταῖς πτέρναις γινόμεναι ῥαγάδες. ἔνιοι τὰς ἀπὸ
τοῦ πυρὸς ἐν ταῖς κνήμαις καὶ τοῖς σκέλεσι γινομένας φλυκταίνας.
δηλοῦσι δὲ καὶ αὐγὰς καὶ ἀκτῖνας. ἄλλοι δὲ αἱμοῤῥοΐδας καὶ φλυκταί-
νας καὶ λαμπηδόνας
φαῦσις· φῶς, φέγγος, φωταυγία
φαῦσμα· σπλάγχνα ἐκ σίτων πεποιημένα. καὶ αἱ ἀπαρχαὶ τῶν πεμ-
μάτων
Φαῶν· εὐμόρφων, ἐγένετο ἠρέσθην
Φέακες· [ἔθνος Φεάκων]
φέβεσθαι· φεύγειν
φέβομαι· φεύγω, φοβοῦμαι
φέβοντο· ἐφοβοῦντο, ἔφευγον
*φοβεῖ· διώκει, φεύγει
*φοβψίς· λαμπρὸν φαίνουσα
φέγγουσαν· λαμπρύνουσαν
φέγγος· φῶς ἡμέρας, φέγγος σελήνης
Φειά· πόλις Θεσσαλίας
φειδαλφιτῆσαι· φειδωλὸν περὶ τὰ ἄλφιτα γενέσθαι
φείδεσθαι· ἐλεεῖν
φειδικόμισος· [ἡ διὰ μαρτύρων πίστις]
φειδός· φειδωλός
φειδοῦς· φειδωλίας
φειδώ· τὸ φείδεσθαι
φειδώλιον· δίφρος, σφέλας. χόρτος
φειδωλός· φειδόμενος δαπάνης, σκνιφός
Φείδων· ὄνομα κύριον
*Φεισών· ποταμὸς παραδείσου, ὃ ἑρμηνεύεται στόμα κόρης· παρὰ
δὲ Ἕλλησι Γάγ(γ)ης
*φεῖσαι· ῥῦσαι, σῶσαι
φελγύνει· ἀσυνετεῖ, ληρεῖ
φελλά[ν]τας· λίθος σκληρὸς ἀπὸ τόπου
φελλεῦον· ἐπιπλέον
φελλεύς· τὸ δυσεργὲς χωρίον
φελλίνιοι· ὀροβάκχαι
φελλίνας· κοῦφος, ἀπὸ τοῦ φελλοῦ
φελλός· [σκληρὸς τόπος καὶ δυσεργής, καὶ ἐξ ἐπιπολῆς πετρώδης. καὶ]
φλοιὸς δένδρου, καὶ ξύλον ἐλαφρόν. [τὸ δὲ αὐτὸ καὶ {φελλεύς.}] [καὶ
τὸ τῶν βιβλίων ἔξωθεν σκέπασμα.] [καὶ ἀλαζών]
φένακας· ἀπατεῶνας
φέναξ· χλευαστής, ἀπατεών, ψεύστης, πλάνος
Φενεός· [Φενέα] πόλις Ἀρκαδίας
φεννίδα· [παιδιὰν σφαίρας]
φεννίον· μηδικὴ ὁδός. Παμφύλιοι
φεννίς· [εἶδος παιδιᾶς μετὰ σφαίρας]
φέννος· θάνατος. ἐνιαυτός
Φέραι· πόλις τῆς Ἠλείας
Φεραία· Ἀθήνησι ξενικὴ θεός. οἱ δὲ τὴν Ἑκάτην
φεραυγές· κατάλαμπρον
φέρβειν· τρέφειν, βόσκειν
φέρβεται· τρέφεται
φέρβητας· νομεῖς
φερβόμενος· τρεφόμενος
φερέγγους· [φέρων τὸ βιβλίον, ἢ τῇ βίβλῳ ἐμφερομένους]
φερέγγυος· ἀξιόπιστος, ἐγγυητής, καὶ βεβαιωτής. {Ἔγγυος} βέβαιος
φερέγγυον· βέβαιον, δυνατόν
φέρειν· λαμβάνειν. βαστάζειν. ὑπομένειν
Φερεκλέα· τὸν Ἄδωνιν
φερεντάριοι· [τάγμα στρατιωτικόν]
φερέοικος· ὁ κοχλίας. ἔνιοι ζῶον ὅμοιον γα[λ]λῇ ὑπὸ δ(ρ)υσὶ καὶ
ἐλάταις γινόμενον. οἱ δὲ ζῶον σφηκὸς μεῖζον
φερέσβιος· ὁ τὰ πρὸς τὸν βίον φέρων καὶ σώζων, ἢ ζωοποιός
φέρεσκον· ἔφερον
Φέρητος· ὄνομα κύριον
φέρι· [ἄγριε ἢ ἄγριαι]
φέριστε· βέλτιστε, κράτιστε, ἐξοχώτατε, ἀγαθέ. [καλλίον. μείζον]
φ(έ)ρμια· ἃς ἔνιοι ἀσίλλας τὰς ἐκ σχοίνων πλεκομένας, καὶ ἰχθυηρὰ
ἀγγεῖα, οἷον σπυρίδια
φερνάς· προῖκας, δῶρα νυμφικά, ἀπὸ τοῦ φέρειν φεράς, καὶ πάντα
τὰ φερόμενα
φερνή· προίξ, δῶρα νυμφικά
φέροντο· προσεφέροντο
φεῤῥεύει· ἀποφέρει
Φερ(ρ)εφάττιον· τόπος ἐν ἀγορᾷ
Φερσεφόνεια· ἡ τῆς Δήμητρος θυγάτηρ, ἡ φέρουσα τὸ ἄφενος, του-
τέστι τὸν πλοῦτον, διὰ τὸν καρπόν, (ἢ) ἀπὸ τοῦ φέρειν ὄ(ν)ησιν
φερτάζει· φέρει
φέρτατος· ἀγαθώτατος
φέρτε· φέρετε, κατὰ συγκοπήν
*φέρτατον· κράτιστον, ἀγαθώτατον. φέριστον, βέλτιστον
φέρτερον· κρεῖσσον, ἀπὸ τοῦ φέρειν βέλτιον
φέρτρον· φορεῖον. καὶ ἡ τῶν νεκρῶν κλίνη
φέρτρυς· ἆθλος. Θούριοι
φέρων· λαμβάνων
φερώνυμος· ἀληθεύων τῷ ὀνόματι
φετμαῖς· ἐντολαῖς, παραγγελίαις
φεῦ· σχετλιασμοῦ ἐπίῤῥημα
φεύγει· ἀποδιδράσκει, ἀντὶ τοῦ εὐθύνεσθαι, ὡς καὶ φεύγειν κλοπῆς
ἢ μοιχείας φαμέν
φευκτά· φεύξιμα
φευκταῖοι· ἀποτρόπαιοι
φεύξεσθαι· φεύγεσθαι
φεῦ φεῦ· ἴσον τῷ οἴμοι
φεψάλυξ· φέψελος, σπινθήρ, ἄνθραξ
Φηγαιεύς· δῆμος Αἰγηΐδος
φήγινος· δρύϊνος
φηγός· ἡ δρῦς
φηδαινής· ἀφρενής
φηδῶσαι· [ἀπατῆσαι. φθεῖραι, ἀπολέσαι]
φηληκόθρεπτον· ὑπὸ ὄλυνθον τῆς συκῆς τεθραμμένον
φήληξ· ὄλυνθος, τὸ μὴ πεπεμμένον σῦκον
*φῆ· εἶπεν, ἔλεγεν
φηλήτῃσι· λῃσταῖς
φῆλον· ἀπατηλόν, ληθαργόν, κακοῦργον, ἐπίβουλον
φηλωθείς· ἀπατηθείς
φηλωθεῖσα· ἀπατηθεῖσα
φηλώσωμεν· ἀντὶ τοῦ βοήσωμεν
φήματα· ῥήματα. φάσματα
φημασι.μεν· βοήσωμεν
φήμη· ἀκοή, ὀνομασία
φημί· λέγω. ὑπολαμβάνω
φημίζεται· μαντεύεται. λέγει
φῆμις· φήμη, κλῃδών, φωνή, λόγος
φῆν· εἶπον, λέγων
φήνας· δείξας
φηνάσης· δειξάσης
φήνη· ἀετοῦ εἶδος
φηνόν· λαμπρόν
φήνωσι· δείξωσι
φῆρα· θῆρα. εἶπεν
Φῆρες· οἱ Κένταυροι, Αἰολικῶς
φηρία· θηρία. Αἰολεῖς
φῆρον· ἡ τῶν ἀρχαίων θεῶν τροφή
φῄς· λέγεις. ὑπολαμβάνεις
φῆσθα· λέγεις. ἔφησθα
φήσομαι· λέξομαι, βοήσομαι
φητώ· [στρόφιγξ]
φθαίημεν· φθάσωμεν
φθάν· ἔφθασαν δὲ πολλῷ τοὺς ἱππέας οἱ πεζοί
φθάνει· καταλαμβάνει, προλαμβάνει
φθατήση· φθάσῃ
φθεί(ει)· θνήσκει
*φθαρτόν· θνητόν
Φθειάδος· Θετταλικῆς
φθειμένων· [ἀποθανόντων]
*φθάνει· ἀναλίσκεται
φθεινόπωρον· [τροπὴ κατὰ τὸ θέρος. ἢ νόσος]
φθείρ· ὁ τῆς πίτυος καρπός. καὶ μέρη τῆς νεὼς πρὸς τῇ πρύμνῃ. καὶ
ἰχθῦς τις
φθεῖρα· φθειρίασις
φθείρεται· πλανᾶται. ἀπόλλυται
φθειροκομίδης· φθειρῶν γέμων
*φθείης· φθαρείης
φθειρῶν ὄρος· πιτυῶδες ὄρος, διὰ τὸ πληθύνειν ἐν αὐτῷ πίτυσ[ι].
τῶν γὰρ στροβίλων τὰ ἐντὸς {φθεῖρας} καλεῖσθαι
*Φηρσί· Κενταύροις
φθείσονται· διαφθαρήσονται
φθῆ· ἔφθασεν
φθήῃ· φθάσῃ πρότερος
φθῆναι· φθάσαι, προλαβεῖν. [δεῖξαι]
φθήσεται· καταλήψεται. φθάσει [καὶ
Φθία· πόλις Θεσσαλίας
φθιακόν· τμητικόν
φθιεῖ· φθίσει
φθίμενοι· θανόντες
φθίμενος· φθαρείς, θανών
φθίνα· ἡ ἐρυσίβη. καὶ εἶδος ἐλαίας
φθινὰς ἁμέρα· τὴν ἱσταμένου τρίτην τριμήνιον λέγει
φθινάσμασι· φθίσεσι
*φθίναντος· λήγοντος, παυομένου, ἀναλισκομένου
φθίνοντος μηνός· λήγοντος τοῦ μηνός. Φθίνων δὲ μὴν καλεῖται ὁ
ἀπὸ εἰκάδος ἕως τριακάδος· μέσος δὲ μὴν ὁ ἀπὸ δεκάδος ἕως εἰκά-
δος· ἱστάμενος δὲ μὴν ὁ ἀπὸ πρώτης ἕως πέμπτης
φθινόντων· φθειρομένων
φθινόπωρον· ὁ ἀπὸ τῆς πεντεκαιδεκάτης αὐγούστου μηνὸς ἕως τῆς
πεντεκαιδεκάτης δεκεμβρίου. οἱ δὲ ἀπὸ τῆς εἰκοστῆς δευτέρας αὐγού-
στου ἕως πάλιν εἰκοστῆς δευτέρας δεκεμβρίου
φθινύθειν· φθείρεσθαι, τήκεσθαι
φθινύθουσιν· εἰς φθίσιν ἄγουσιν
φθινύουσι· φθείρονται
φθίνουσαν· ἐλαττουμένην
Φθῖοι· οἱ ὑπὸ Πρωτεσιλάῳ τεταγμένοι
φθίρ· ὁ τῆς πίτυος καρπός
φθῖσα· ἡ λεπτὴ ἀπὸ φθίσεως
φθίσεσθαι· θανεῖν
φθισήνορα· ἡ τοὺς ἄνδρας διαφθείρουσα, ἢ τὴν ἀνδρείαν
[φθισκός]· φθισικός
*φθίσει· ἀπολέσει
*φθίσθαι· ὀλέσ(θ)αι
φθισίμβροτος· ἀνθρωποκτόνος, διαφθείρων τοὺς ἄνδρας
φθίσων· εἰς φθίσιν ἄξων, [καὶ φθέρσων] καὶ φθερῶν
φθ[ίνο]ῖτο· θάνοι[το] ἢ ἔθανεν
φθιτοί· φθαρτοί, θνητοί, νεκροί. ἢ εἴδωλα
Φθιώταν· Θετταλικήν
φθογγή· φθέγμα, ἢ φωνή
φθόγγος· φθογγή, φωνή, καὶ τὰ ὅμοια
φθόη· φθίσις, φθορά, λύμη
*φθοατήσει· φθάσει {κτήσασθαι}
φθόϊς· πλακοῦς. καὶ τὰ πρὸς λεπτὸν ἀληλεσμένα. καὶ τὸ ἀποῤῥέον
ψῆγμα τοῦ χρυσίου
φθονεῖς· ζηλοῖς, βασκαίνεις
φθονερός· ζηλωτής, ζηλότυπος
φθόνος· πάθος ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ
φθορά· ὄλεθρος
φθόσις· φθίσις
*φθίδιον· ὀλιγοχρόνιον, ὀλίγον
*φθήρεται· ὀδύρεται
φία· πιονία
φιαρόν· λαμπρόν, καθαρόν
φιαρύνει· λαμπρύνει
φιβάλεως· εἶδος σύκων, καὶ ἡ συκῆ ὁμωνύμως. τινὲς δὲ ἰσχάδας
φίβλα· [πόρπη], φικίον [περόνη]
Φῖγα· φῖκα. σφίγγα
Φιγάλ(ε)ια· ἀπὸ ἑνὸς τῶν Λυκάονος παίδων
φιδάκνη· π[ε]ιθάριον μικρὸν στενόν
φιδίτια· συσσίτια
Φιδίαι· [λιθοξόοι]
φίδωλος· [ἐπιθυμητός]
φίδνα· ῥίζα ἡ Ἀχίλλειος καλουμένη
φιδρόν· [καθαρόν, λαμπρόν, ἁγνόν, ἱλαρόν]
Φίκιον· ὄρος Θηβῶν
φίλα· προσφιλέστατα
φῖλαι· φίλησον
φιλαίμων· φιλῶν τὸ αἷμα
φιλαίτατος· φίλος σφόδρα
φιλαίτιοι· μεμψίμοιροι
φιλαίτιος· μεμψίμοιρος
φιλακριβοῦντες· μετ' ἀκριβείας διαχωρίζοντες
φιλακροάμονας· .......
φιλαλήθης· ὁ τὴν ἀλήθειαν φιλῶν
φιλαλληλίαν· οἱ φιλοῦντες ἀλλήλους
φίλαξ· δρῦς, νέος. Ἠλεῖοι
φιλαπεχθημόνως· φιλομίσως, φιλοῦντα μισεῖσθαι
φιλαργυρία· φιλοχρηματία
φίλατο· ἐφίλησεν, ἠγάπησεν
φιλαυρᾶ· [τὰ κακά, τὰ ἄτοπα]
φιλαυτία· τὸ πάντα πρὸς τὰ ἑαυτῷ ἀρέσκοντα πράττειν
φίλαυτοι· οἱ ἑαυτοὺς φιλοῦντες
φιλεῖ· εἴωθεν. ξενίζει, ἢ κατὰ ψυχὴν ἀγαπᾷ
*φιλέεσκεν· ἐξένισεν
φιλεκήδωτον· [κηδεμονικόν]
φιλένδοτος· ἐλεήμων
φιλεόντων· φιλείτωσαν, ὡς τὸ ἔστων ἔστωσαν
φιλέουσα· φιλοῦσα
φιλεργήσασι·
φιλεργοί· οἱ τὸ ἔργον φιλοῦντες
φιλέριδες· οἱ ἀγαπῶντες ἐρίσασθαι
φιλέταιρος· πεφιλημένος
φιλέψιος· φιλοπαίγμων. φιλοπάλαιστρος
φίλη σχίνου· παραφυάς
φίληθεν· ἐφιλήθησαν
φιλήμης· φιλίας
φίλην· φιλίαν, ἢ τὴν προσφιλεστάτην
φιλήρετμοι· φιλόκωποι, φιλοναῦται
φίλησα· ἐξένισα, ἠγάπησα
φιλήσια· φιλοτήσια, προσφιλῆ
φιλησίαις· κλεψοσύναις
φιλήτης· κλέπτης, λῃστής
φιλήτωρ· ἐραστής
φιλητῶν γένος· κλεπτῶν
φίλια· προσφιλέστατα
φιλιάζετο· [ἐχωρίσθη αὐτῶν]
φιλίδα· [σύριγγα]
φιλιός· ὁ ἀποτρόπαιος, κατ' εὐφημισμ[έν]όν
φίλιπποι· μοιχοί
Φιλιστίδ(ε)ιον· νόμισμά τι
φιλίων· ἀντὶ τοῦ φίλτερος, προσφιλέστερος. ἐσχημάτισται δὲ διὰ τὸ
μέτρον, ὡς τὸ καλλίων·
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα
φιλόδικος· φιλοπράγμων
φιλοδοτεῖν· [λεπίδας ἔχοντι]
φιλόθακος· ἀργή
φιλοθεάμων· φιλοθεωρητής
φιλοθεάμοσι· φιλοθεωρηταῖς
Φιλοθερσ(ε)ίδης· Φιλοθέρσου παῖς
φίλοιφος· πασχητής
*φίλοι· προσφιλέστατοι
*φιλοκαλία· [φιλοῦσα τὰ σπάστρα
*φιλοΐστωρ· φιλῶν ἱστορεῖν
φιλόκαλος· φιλόκοσμος
φιλοκέρτομε· φιλῶν σκώπτειν
φιλοκηδής· ὁ κηδεμονικός
φιλοκνήμιδες· φίλοπλοι
φιλοκρινεῖν· διαιρεῖν
φιλοκτέανος· φιλοκτήμων, φιλοχρήματος
φιλοκτεανώτατε· φιλοχρηματώτατε
φιλοκτήμων· φιλοχρήματος
φιλολάμπαδος· ἡ Ἄρτεμις
φιλολόγος· ἀσκητής. πολυλάλος
φιλολόγος· λαλιός, λάλος
φιλομειδής· φιλόγελως, φιλῶν τὰ μειδιάματα. ἱλαρά
Φιλομηλείδης· οἱ μὲν κύριον ὄνομα. πολλάκις γὰρ πατρωνυμικῷ
τύπῳ κύριον δηλοῦται, ὡς Εὐηρίδης, Ἡρακλείδης
φιλομύθω· [πεπλασμένω λόγω]
φίλον· προσφιλές
φιλόνεικος· μάχιμος, φίλερις. {Φιλονεικία} γὰρ ἡ μάχη
φιλοπευστεῖν· ἀκούειν. μανθάνειν. ἐρωτᾶν
φιλοπευστοῦντα· ἡδέως ἀκούοντα. ἢ ἐρωτῶντα
φιλοποιός· φιλεργός
φιλοπονία(ι)· σπουδαῖα ἔργα
φιλοπόνος· φιλεργός, σπουδαῖος
φιλόπυστος· φιλοπράγμων
φιλόσοφος· ὁ πάντων πειραθείς, φιλομαθής
φιλόστοργος· φιλότεκνος. [{Φιλοσόφους} τέ φασι Λυδούς, τοὺς
κιθαριστὰς καὶ μουσικούς. οἱ ἀρχαῖοι σοφοὺς [καὶ φιλοσόφους] καὶ
σοφιστὰς ἔλεγον
φιλόστροφος· εὐμετάβολος
φιλό[σύμ]μαχος· φιλολοίδορος, μάχιμος
φίλος· ὁ προσφιλής
φιλότης· φιλία, ἡ συνουσία
φιλοτησία· πρόποσίς τις μετὰ τὸ δεῖπνον ὑπὲρ φιλίας
φιλοτήσια ἔργα· ἀφροδίσια, τὰ συνουσιαστικά
φιλοτιμεῖται· μεγάλα φρονεῖ, ἐπαίρεται, πλουτεῖ
φιλοτιμία· δωρεά. κενοδοξία. πλοῦτος. μεγαλοφροσύνη
φιλότιμος· ὁ φιλῶν τιμᾶν μεγάλως. ἢ θέλων αὐτὸς δοξάζεσθαι
φιλοτιμούμενοι· δαψιλῶς τιμῶντες
φιλοτίμως· φιλοδόξως. πλουσίως. μεγαλοψύχως. δαψιλῶς
φιλοφρονοῦμαι· δεξιῶς καὶ προθύμως εἰσδέχομαι, ἢ ἀποδέχομαι
φιλοφροσύνη· προθυμία, διάθεσις, σπουδή. ἀγάπη. παρὰ τὸ φίλα
ἢ φίλια φρονεῖν
φιλοχωρῶν· τὴν χώραν ἀγαπῶν
φιλοψεύστης· ὁ τὸ ψεῦδος φιλῶν
φιλόψυχον· ἄψυχον
φίλτατα· τὰ ὄμματα καὶ προσφιλέστατα
φίλτατοι· φιλικώτατοι
φίλτρον· φιλία
φίλυδρα· (ἃ) φιλεῖ τὸ ὕδωρ
φιλύρινον· ἀσθενές
φιλυρόν· εὐῶδες. [ἐλαφρόν
Φιλωνίδας· ὑποκοριστικῶς ἀντὶ τοῦ φιλεῖν Φιλωνίδης
φίλως· ἡδέως
φίλως χ' ὁρόῳτε· ἡδέως ἂν βλέποιτε
Φιλώψ· κρήνη. ἢ φίλος
φιλωτερίς· κασταναία
*φιλώτατα· φίλτατα
*φιλώτατος· φίλτατος
φίμα· κημός, παραστόμιον, φιμός
φιμοῖ· δεσμεύει. ἐμφράττει. ἄγχει. ἐπιστομίζει
φιμοῖ· δεσμοῖ
φιμοῦν· δεσμεύειν, καὶ τὰ ὅμοια
φίν· αὐτοῖς, ἢ αὐταῖς
φίνακα· δρῦν
φίνηται· συντιθῇ
φίσκος· δημόσιον, ταμεῖον πολύχρημον
φισκοσυνήγορος· ὁ ταμιείων συνήγορος
φίτρον· μέτρον. μάταιον. ῥᾴδιον. καὶ τὸ μέσον τοῦ ῥινίου, τὸ κοῖλον.
καὶ ὁ κορμὸς τοῦ ξύλου, παρὰ τὸ φύεσθαι
φῖτυ· φυτόν, φύτευμα
φίτυμα· τέκνον, γέννημα
φιτύσατο· ἐγέννησεν
φλᾷ· θλᾷ, μαλάττει, συντρίβει
φλαδιᾶν· θλαδιᾶν, μαλάττειν, τύπτειν
φλᾶν· μαλάσσειν πληγαῖς
φλανύσσει· φλυαρεῖ, ληρεῖ
*φλασμός· τῦφος
..φλασμένος· τετυφωμένος
φλάσας· θλάσας
φ(λ)αυρικῶς· ἀηδῶς
φ(λ)αῦρα· φαῦλα, κακά, πονηρά, κοῦφα, ἀσθενῆ
φλέβαι· νεῦρά τινα αἵματος δεκτικά
*φίλιππος· στόμα χειρῶν, ἢ λαμπάδος
φλέγει· καίει. λαμπρύνει
Φλέγεια· [ἡ νῦν Πελλήνη]
φλέγεται· καίεται. λαμπρύνεται
φλέγμα· φλόξ, καῦσος, παρὰ τὸ φλέγειν
φλεγμαίνει· ὀγκοῦται, φυσοῦται
φλεγματίς· ἡ φλέγματα ἔχουσα
φλεγματόεν ἔκρηγμα· τῆς φλογός
φλεγμός· τὸ αἷμα
φλέγος· τὸ φλέγμα
Φλεγύαι· ἔθνος ὑβριστικὸν καὶ ἀσεβές
φλεγύας· ἀετὸς ξανθός, ὀξύς
*φλέγωμεν· καίωμεν. λαμπρύνωμεν
φλεγυρά· ὑβριστική. λαμπρά
*φλέγουσι· βλάπτουσι
φλεγυροῦ· βλαβεροῦ
φλεδονεῖ· ἀναισθητεῖ, φλυαρεῖ. καὶ {φλεδονεύεσθαι} τὰ αὐτά
φλεδονώδη· φλύαρα, ληρώδη
φλέδων· φλυαρία. καὶ ὁ ἀλαζών, εὐήθης
φλεῖ· γέμει. εὐκαρπεῖ, πολυκαρπεῖ
*φλέβηα· φλυαρία
φλέξαι· κατακαῦσαι
φλεξεντιής· ἱππικὴ τάξις παρὰ Ῥωμαίοις
φλέοντας· φιλοῦντας, ἢ φλυαροῦντας
φλεός· βασκανία. φθορά. καὶ ὁ αἴλιος φλοιός
φλέψ· μώλωψ. καὶ τὸ ἀναλογοῦν τῷ σώματι
Φλέω(ς)· Διονύσου {ἱερόν}
φληδῶντα· ληροῦντα
φληναφᾷ· φλυαρεῖ, μωρολογεῖ
φληναφοι· μωρολόγοι
φλήναφος· φλύαρος, λῆρος, μωρολόγος
φληναφῶντα· φλυαροῦντα
φλῆφος· [φλύαρος]
φλιαρά· χλιαρά
φλιᾶς· τῆς θύρας παραστάδος
*Φλίαισμος·
φλιδᾶν· σήπεσθαι
φλιδάνει· διαπίπτει, διαῤῥεῖ
φλιδιόωντο· διε(ς)πῶντο. ἐτέμνοντο
φλιδόνες· τὰ ἐν τοῖς ἱματίοις σπάσματα, καὶ ῥυτίδες. τινὲς δὲ
σφυγμοί
φλιδόωσα· ῥηγνυμένη
φλίεθος· καρποφόρος
φλίη· πρόθυρον, ἢ παραστὰς τῆς θύρας
φλιοῦς· ἡ τῶν καρπῶν ἔκχυσις
φλίψεται· ἀποθλιβήσεται
φλῖψις· θλῖψις
φλόγα· φλογερόν
φλογερόν· θερμόν, λαμπρόν
(φ)λόγε(α)· λαμπρά, φλογώδη
φλογίδες· κρέα ὀπτά. διὰ τὸ φλογίζεσθαι
*φλεγμονή· ὄγκος πορώδης συῤῥυέντων ἐπὶ τὸ ἀσθενῆσαν μέρος
τῶν ὑγρῶν, καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός
φλογίδια· αἱ κεγχρίδες δι' ἐλαίου σκευαζόμεναι
φλογίνη· καυστική
φλογίσει· καύσει
φλογμός· καῦσος, [βρασμός,] καύσων, φλογισμός
φλογμῷ· κατακαύσει, καταφλέξει
φλογόδερπνοι· ἄνθρακες
φλογῶδες· καυστικόν
φλογόλευκον· ἐρυθρόλευκον
φλογώματα· τῶν ἄρτων τὰ ἐπικεκαυμένα
Φλοιά· τὴν Κόρην τὴν θεὸν οὕτω καλοῦσι Λάκωνες
φλοιδιᾶν· πεπρῆσθαι
φλοιδούμενος· ταραττόμενος
φλοινόν· φλοιόν
φλοιόν· τὸ λέπος τοῦ ξύλου
φλοῖ(ς)βος· τάραχος. ἀφρός. ταραχή
φλόμος· πόα τις, ᾗ καὶ ἀντὶ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ
{θρυαλλίς}
φλονίδες· λεπίδες
φλόξ· ἡ τοῦ πυρός. καὶ ἄνθος τι
φλουάζει· φλυαρεῖ, ληρεῖ
φλοῦκτος· εἶδος ῥοφήματος
φλοῦς· φλοιός, λεπύχανον, λεπυρόν
φλυάκια· [τὰ ψυδράκια]
φλύαξ· μέθυσος, μεθυ[α]στής. γελοιαστής
φλύαρος· φαῦλος, εὐήθης
φλυάσσει· φλυαρεῖ. φλύει
φλυδᾶν· διαχεῖσθαι
Φλυεῖς· δῆμος τῆς Πτολεμαΐδος φυλῆς
φλύζει· ἀναζεῖ
φλύζειν· ἀναζεῖν, φλύζεσθαι
Φλυήσιος· ὁ Ἑρμῆς. καὶ μήν τις
φλυκτά· κακά, σχέτλια
φλύκταινα· τὸ ἀπὸ πυρὸς φύσημα γενόμενον ἐν τῷ σώματι
φλύον· βιβλίον. καθαρόν
φλύσει· ἀποβαλεῖ. ἐμέσει. ζέσει
φλυσός· στυβή. οἱ δὲ φλοιός
φλύσσει· ἐρυγγάνει
φλυσ(ς)ῶσα· μαινομένη
*φοβεῖται· φεύγει. κνίζεται
φόα· ἐξανθήματα ἐν τῷ σώματι
φοβεῖ· κνίζει. διώκει
φοβερόν· δειλόν, ἔμφοβον
φοβερόν· δηλητήριον
φοβεύμενος· διωκόμενος
φόβη· κόμη. χαίτη, θρίξ. οἱ δὲ ἐκτενισμένη, ἀπὸ τοῦ φοίβου, ὅ ἐστι
καθαροῦ
φοβῆσαι· ῥῖψαι
*φόβος· φυγή
φοβήσας· ἔνθουν ποιήσας
φοβηθείς· εἰς φυγὴν τραπείς
φοίβα· ἀγὼν δρόμου
φοιβάζει· μαντεύεται
φοιβαζόντων· προλεγόντων
φοιβᾶναι· λαμπρῦναι. μαντεύσασθαι. κοσμῆσαι. καθᾶραι. ἁγνίσαι.
καὶ {φοιβάσαι} ὁμοίως
φοιβᾶσθαι· καθαίρε[ῖ]σθαι
φοιβητεύειν· χρησμῳδεῖν
φοιβήτρια· καθάρτρια
φοῖβοι· Ἀττικοὶ ἐπὶ τῶν λυσσωδῶν. οἱ δὲ καθαρούς
φοῖβος· καθαρός, λαμπρός, ἁγνός, ἀμίαντος
φοίνια· πυῤῥά
φοινιά(ς)· ἐρυσίβη
*φοίνικι· ἐρυθρῷ βάμματι
Φοινικελίκτην καὶ λόγων ἀλαζόνα· ἀπατηλὸν καὶ κάπηλον
Φοινικίοις γράμμασι· Σοφοκλῆς Ποιμέσιν. ἐπεὶ δοκεῖ Κάδμος
αὐτὰ ἐκ Φοινίκης κεκομικέναι
Φοινικήϊ(α) γράμματα· [ἀπὸ Φοινίκης τῆς Ἀκταίονός φασιν ὠνο-
μάσθαι αὐτά
*φοιν(ή)εντα· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φόνιον, ἢ ἐρυθρὸν
τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν
φοινικάδες· αἱ ῥάφανοι ὑπὸ Εὐβοέων
Φοίνικες· γένος τι Ἀθήνησιν
Φοινικκία· Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικός τινος ......
φοινικέγκτον· [ἀπατηλόν]
φοινικήϊον· πυῤῥόν
φοινικ[η]ίδες· αἱ ἀνεμῶναι, ἢ πόα. οἱ δὲ τὰ φοινικᾶ ἐνδύματα·
φοινικιστής· παρὰ Ξενοφῶντι ἐν πρώτῳ ἀναβάσεως· "{ἀπέκτεινεν
ἄνδρα Πέρσην, Μεγαφέρνην, φοινικιστὴν βασίλειον}"
(*)φοίνια· κύναρος πυῤῥά
*φοίνικι φαεινόν· φοινικίνῳ χρώματι λελαμπρυσμένον
*φοινικολόφοιο· ξανθο[ῦ]λόφου
*φοίνικος ἔρνος· περιφραστικῶς τὸν φοίνικα
*φοινικῆς· ὅπλον ἐρυθρόν
φοινικοβάλανα· τὸ τράγημα. [καὶ εἶδος ἀμπέλου
φοινικόεσσα· πυῤῥὰ τῷ χρώματι, ἐρυθρά
φοινικόλεγνον· Ἴων τὸν πηνέλοπα, τὸ ὄρνεον. τὸν γὰρ τράχηλον
ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει
φοινικοῦν· πυῤῥόν, κόκκινον, αἱματῶδες
φοινίκουρος· ὄρνις ποιός, καὶ ὁ ἐρίθακος
φοινικοῦς μάστιγας· διὰ τὸ τὰ νῶτα φοινίσσειν
φοινικόχλοος· ξανθόχλοος
φοῖνιξ· τὸ δένδρον
"φοίνικος νέον ἔρνος"
καὶ ὁ καρπός. καὶ ὁ πυῤῥὸς τῷ χρώματι
φοινίξαι· αἱμάξαι. βάψαι
φοίνιον· φο(ι)νόν, δεινόν. ἐρυθρόν
φοίνισσα· εἶδος ἀμπέλου
φοινίσσων· βάπτων, ἐρυθρῶν
φοίνικες· γλυφαί
φοινιχθέντων· αἱμαχθέντων, αἱματωθέντων
φοινόν· πυῤῥόν
φοιτᾷ· ἔρχεται, βαδίζει. μαίνεται. περίεισιν, ἀφικνεῖται, περιέρχεται,
παραγίνεται
φοιταλέος· παράκοπος, μανιώδης
φοίτης· ὁ κήρυξ. παρὰ τὸ φοιτᾶν πανταχοῦ
φοιτήσας· παραγενόμενος
φοιτητής· μαθητής
φοῖτος· μανία, λύσσα
φοιτῶν· ἀναστρεφόμενος
φοιτῶντα ἄνδρα μανιάσι· λυσσήμασι. τὴν .. ἑδραίαν μανίαν
{φοῖτον} ἔλεγον, τουτέστι τὸν μεθ' ὁρμῆς μεμηνότα
(Φο)λέγανδρος· νῆσος ἐρήμη
φολιά· πάθα. Χρύσιππος δὲ καὶ τὸ σέλινον οὕτω καλεῖ
φολίδες· αἱ λεπίδες τοῦ ὄφεως
φολίς· λεπίς. καὶ σύριγξ πολυκάλαμος
φολκός· στραβός. οἱ δὲ λιπόδερμον
φόλυες κύνες· οἳ πυῤῥοὶ ὄντες μέλανα στόματα εἶχον. οἱ δὲ φυλακάς
φολύνει· μολύνει, καταπ(ί)μπλησιν
φοναί· οὕτω καλοῦνται οἱ τόποι ἔνθα τινὲς ἀναιροῦνται
φονᾶν· τὸ ἐπὶ φόνον μαίνεσθαι
φονίαις· φονοκτόνοις
φονίς· [ἰχθῦς ποιός]
φόνος· ὁ διὰ σφαγῆς θάνατος, καὶ αὐτὸ τὸ φονεύειν. ἢ αἷμα
φονώντων· πρὸς φόνον θρασυνομένων καὶ λυσσώντων
φονῶσα· φόνου ἐπιθυμοῦσα
φοξός· λιπόδερμος. ὀξυκέφαλος
φορά· πλημμύρα. σύστημα. καὶ ἡ τῶν μηχανικῶν ὀργάνων λαβή
φοράδες· αἱ θήλειαι ἵπποι
φοράδην· ὁ φερόμενος βασταγμῷ
φοράν· τὸ φέρεσθαι, τὴν ὁρμήν, κίνησιν
φορβάδες· νομάδες. φοιτάδες. βοσκήματα
φορβάδην· πάντα φερόμενον. νομάδων, βοσκημάτων
φόρβαντα· ἰατρικὰ φάρμακα
Φόρβας· Ἀττικὸς ἥρως
φορβε(ι)ά· ἕλκυστρον, περιστόμιον, καπίστριον
φορβειά· ἡ αὐλητικὴ στομίς. λέγεται δὲ καὶ ὁ χειλωτήρ
φορβή· βορά, τροφή, βοτάνη, βρῶσις
φορβαίαν· [περιστόμιον, καπίστριον]
φόρβια· φάρμακα. οἱ δὲ {φόρβα
φορβώμενος· τρεφόμενος
φόρβον· ἀπάνονα
φόρβυ· τὰ οὖλα. Ἠλεῖοι
φοργάνη· ἡ ἀραιότης
φορέεσκον· ἔφερον, ἐβάσταζον, ἐφόρουν
φορεήσεται· οἴσεται
φορεῖς· οἱ τὴν μεταλλικὴν ὕλην ἐκκομίζοντες παῖδες. καὶ οἱ τῶν
ἀσπίδων ἱμάντες. καὶ οἱ φέροντες
φορε(ῖ)σθαι· φέρεσθαι
φορεύμενα· φορούμενα
φορεύουσι· φοροῦσιν
φορῆες· οἱ βαστάζοντες ἢ φέροντές τι
φορητά· ἀκτά, βαστακτά, ἃ δύναταί τις φέρειν
φορητούς· ἐνεχθέντας βαστάκτως
φορί· [τὸν ὑπὲρ τοῦ ἀγροῦ σῖτον]
φόριμος· λυσιτελής
φορίνη· ἡ παρ' ἐνίοις πυρίνη
φόριγγες· τὰ ὕδνα
φόρκες· χάρακες
Φορκίς· μονόφθαλμος
φορκόν· λευκόν, πολιόν. ῥυσόν
*φόρμικι· τῇ κιθάρᾳ
*φορμίζειν· κιθαρίζειν
*φόρμιξ· κιθάρα ἡ τοῖς ὤμοις φερομένη
φόρμικα· μύρμηκα
φορμίς· σπυρίς
Φορμίων· οὗτος στρατηγὸς ἐγένετο Κροτωνιατῶν
φορμίον· πλέγμα ψιαθῶδες, φορμίδιον
φορμός· ἀγγεῖόν τι πλεκτὸν ψιάθοις ὡς κόφινος
φορμο(ρ)ραφούμεθα· ὡς φόρμοι κατα(ρ)ραπτόμεθα
φορμοσίκων· παχύς
φόροι· δημόσιοι ἀπαιτήσεις
φορολογῆσαι· φόρους συνάξαι
φορολόγητοι· ὑποτελεῖς, λειτουργοί
φορολόγος· ἐξάκτωρ. ὁ ἀπα(ι)τῶν τοὺς φόρους
φόρος· ἡ τῶν χρημάτων καταβολή, ἢ νέον τέλεσμα
φοροτόν· [ὠγκώμενον, βαρύ]
φορτικά· τὰ γελοῖα, καὶ τὰ ὑπεροψίας σκώμματα
φορτικόν· ὅμοιον
φορτίς· φορτηγὸς ναῦς, πλοῖον
φόρτος· φορτίον
φορύκαια· δένδρον ποιόν
φορύνει· φυρᾷ, μολύνει, συγχεῖ
φορύνετο· ἐμολύνετο
φορύξαι· συγχέαι, φυράσαι
φορύξαντες· συγχέαντες, μολύναντες
φόρυς· δακτύλιος ὁ κατὰ τὴν ἕδραν
φορυσσέμεναι· μολύνειν
φορυτόν· ἄχυρα, φρύγανα
φορυτός· φρύγανα, ἄχυρα, καὶ ἀπὸ γῆς αἰρόμενος ὑπὸ ἀνέμου χόρ-
τος, φρυγανῶδες, συρφετός, βόρβορος, ἀκαθαρσία
Φορωνεύς· ὄνομα βασιλικόν
*φοροστά· κιθαριστά
φόσσατον· [ὄρυγμα]
φουάδδει· σωμασκεῖ
φούαξιρ· ἡ ἐπὶ τῆς χώρας σωμασκία τῶν μελλόντων μαστιγοῦσθαι
φοῦἱξ· φῦσιγξ
φοῦσκος· ὀξυκέφαλος
φοῦαι· ἀλώπεκες
φουλίδερ· παρθένων χορός. [δωρι]
*φυλλόμενοι· τιλλόμενοι. Δωριεῖς
φ(ο)ύρκορ· ὀχύρωμα
φόως· φῶς. χαρά. σωτηρία
φόως ἐρέουσα· τὴν ἀνατολὴν τοῦ ἡλίου σημαίνουσα
φράγματα· καταστρώματα
φραγμός· τριγχός. ἢ καὶ ὁ νόμος
φρᾶ· [φρένας]
φράδεν· ἔλεγεν
φραδάον· ἑρμηνεῦον
φραδέος· συνετοῦ
φραδαῖσι· βουλαῖς
φραδεύουσι· λέγουσιν
φράδμονες· ἔμπειροι, συνετοί
φραδῇ· [{φράζε}· λέγει]
φρονήσει· συνέσει
φραδμοσύνη· σκέψις, βουλή, νόησις
φραδῶς· φραστικῶς, φανερῶς
φράζει· δεικνύει, σημαίνει, λέγει, διηγεῖται, σκέπτεται, διανοεῖται
φράζεο· λέγε, καὶ τὰ ὅμοια
φράζεται· φραζόμενος, φράζουσιν}· ὁμοίως
φρανίζειν· σωφρονίζειν
φραξάμενος· κλείσας. ὁπλισάμενος
φράσαι· διανοήθητι, σκέψαι
φράσαντας· εἰπόντας. δείξαντας. λέξαντας.
φράσας ἢ φράσει· τὰ αὐτά
φρασθέν· λεχθέν. δειχθέν, καὶ τὰ ὅμοια
φρασίζωον· διασκεπτόμενον εἰς ζωήν
*φράσμων· προσέχων
*φράσασθαι· φρασθῆναι, συνιέναι
φράσις· λέξις. διάλογος. ἑρμηνεία. {Φράσις} δὲ γένος Ἀθήνησι
φρασσάμενος· σκεψάμενος, νοήσας, λογισάμενος
φράσσεται· ἀσφαλίζεται. πληροῦται. ἀντέχεται
φράσον· εἰπέ, λέξον. ἑρμήνευσον
φρασσόμεθα· βουλευόμεθα. εἴπομεν
φραστῆρες· μηνυταί
φραστύς· σκέψις, ἔννοια. βουλή. φράσις. [καὶ {φράτωρ}· ἀδελφός]
φράτορας· τοὺς τῆς αὐτῆς μετέχοντας φρατρίας, συγγενεῖς
φράτορσιν· ἑταίροις, συμμάχοις
φραχθέντες· ἀσφαλισάμενοι ἑαυτούς
φρέαρ· πηγή, λάκκος
φρέαρ ὀρύττειν· σκιοθ(η)ρεῖν· οἱ γὰρ ἀπὸ τῶν μαθημάτων εἰώθασι
τὰς μεσουρανήσεις λαμβάνειν καὶ σκιοθηρεῖν ἐκ τῶν φρεάτων
Φρεάριοι· δῆμος τῆς Λεοντίδος φυλῆς
φρεάτεια· τὰ βαθέα ὀρύγματα
φρεατοτύπανα· ὄργανά τινα παρὰ Πολυβίῳ
φρείατα· φρέατα
*φρεναπατᾷ· χλευάζει
φρεναρτίους· φρενήρεις
φρέναι· [ἔννοιαι, φρονήσεις]
*φρένας ἐΐσας· ἴσας φρένας, οἷον ἡρμοσμένας, συμφώνους
φρενεῖν· [φρονεῖν διδάσκειν]
φρεμπάρωσις· βλαψίφρων
φρένες· μέρος τι τῶν ἐντοσθίων τὸ ὑπὸ τῷ ἥπατι κείμενον, τὸ διά-
φραγμα τοῦ στήθους
φρενήρης· ἀ(ρ)τίφρων
φρενοβλάβεια· ἡ τῶν φρενῶν βλάβη
φρενί· διανοίᾳ
φρενοκλοπεῖ· ἐξαπατᾷ
φρενὸς ἔκστασις· ὁ εἰς ἑαυτὸν μὴ ὤν ....
φρενοῦν· φρονεῖν διδάσκειν, νουθετεῖν
φρενοῦται· νουθετεῖται
φρενώσας· παραλογισάμενος, ἀπατήσας
φρενώσει· νουθετήσει
φρενωτήριον· παραίνεσις
φρεσί· διανοίαις
φρεσὶν ὁρμαίνοντα· διανοούμενον
Φρεωρύχοι· γένος Ἀθήνησιν. ἢ οἱ τὰ φρέατα ὀρύσσοντες
*φριμεῖται· φριμάσσεται
*φρίν· φρένα, διάνοιαν, γνώμην
*φρίζει· φοβεῖται
φρήτηρ· ἀδελφός
φρητία· στόμα φρέατος
φρήτρα καὶ {φρήτρη}· φρατρία, συγγένεια, πατρικὴ γενεά. καὶ στιβά-
δες. καὶ συσσίτια
φρίκα· λεπτοκυμία, ἡ ἀρχὴ τοῦ κύματος
φρίκες· χάρακες
φρίκη· ψῦχος, τρόμος
φρικνόν· φρικαλέον, δεινόν, φοβερόν
φρικτόν· φρικῶδες, φοβερόν, πάνυ δεινόν
φρικωδέστερον· φοβερώτερον
φριμάσσεται· σκιρτᾷ. ἐπεγείρεται
*φρυᾶται· βριμμένα
φρίξ· ἡ ἐπιπολῆς ἀνωμαλία τοῦ κύματος, ἢ ὁ ἐπιπολάζων τῷ κύματι
ἀφρός, ὅταν ἄρχηται ἄνεμος πνεῖν
φρίξας εὐλόφῳ σ(φ)ηκώματι· ἀντὶ τοῦ ἀναφὺς ἄρτιος
φρῖξαν ἔθειραν· ὀρθὴν ἔστησαν τὴν τρίχα
φριξολόφος· ὀρθοχαίτης
φρίσσει· διεγείρεται, ἐξορθοῦται. δέδοικε, τρέμει
φρίσσει νῶτον· τὰς τρίχας ὀρθοῖ τοῦ νώτου, ἤγουν ἐγείρει
φρίσσει· φοβεῖται, δέδοικεν
φροίμια· προοίμια, προῤῥήσεις. Ἀττικοί
φρόκλος· περίπολος
φρονεῖν· νοεῖν, διανοεῖσθαι
φρονέω· φρονῶ, διανοοῦμαι
φρονέων· φρονῶν, διανοούμενος
φρόνημα· βούλημα, θέλημα
φρόνιμος· σοφός, διανοητής
φρονηματισθείς· ἐπαρθεὶς τῷ φρονήματι
φρόνιν· φρόνησιν. τὴν καταφρόνησιν ἐκδεκτέον, οὐ τὴν λείαν, ὥς τινες
φρόνις· φρόνησις. βουλή. διάνοια
*φρόνησις ἀκριβής· νοῦς πράττων καλῶς
φροντίζει· μεριμνᾷ
Φρόντις· ὄνομα τοῦ κυβερνήτου Μενελάου·
Φρόντιν Ὀνητορίδην
φροντισταί· φιλόσοφοι
φροντιστήριον· διατριβή. καὶ τὸ οἴκημα Σωκράτους. καὶ τὸ σχο-
λ(ε)ῖον. καὶ μοναστήριον
φρονῶ· σωφρονῶ
φροῦδα· ἀφανῆ, ἄφαντα. [φρυγανώδη]
φροῦδος· πρόοδος, ἐξ οὗ τὸ οὐκ ἔρχεσθαι δηλοῦται. οἱ δὲ ἐληλυθώς,
ἔκδημος, ἀφανής
φροῦδον· ἄρδην, παντελῶς ἀφανές, οὐ κεχωρηκός, ἔρημον
φροῦδον· τὰ αὐτὰ ........
φρουρά· φυλακή. στρατός
φρουρεῖ· φυλάττει, ἢ προφυλάττει
φρούριον· προφύλαγμα, προφυλακτήριον
φρουρός· φύλαξ, σωματοφύλαξ
φρύαγμα· ἔπαρσις, μετεώρισμα, ὑπερηφάνεια
φρυάσσεται· ἐπεγείρεται, μεγαλοφρονεῖ, γαυριᾷ
φρυάττεται· ἐπαίρεται
φρύγανα· ὕλη λεπτὴ καὶ ξηρά
φρύγετρον· ξυλήφιον, ᾧ κινοῦσι τὰς πεφρυγμένας κριθάς
φρυγία· ἡ φρύγουσα
φρυγίνδα· παιδιᾶς εἶδος διὰ κυάμων
φρύγιον· ξύλον ξηρόν
Φρύγιον ἱστόρησον· πέπαιχεν Ἐπίχαρμος ἐν Κωμασταῖς ἐπικενώ-
μενος
φρύγιος· ξηρός
φρυκτά· ξηρὰ ἰχθύδια εὐτελῆ
φρυκτός· μάντις. κλῆρος, σύμβολον. πυρσός
φρυκτὸς δελφίς· κλῆρος. ἐχρῶντο δὲ τοῖς κλήροις μαντευόμενοι ἐν
Ὀλυμπίᾳ
φρυκτωρία· πυρκαϊά, πυρσεία, λαμπάς, καῦσις
Φρυνίχου πάλαισμα· ἐκφεύγειν τὰ Φρυνίχου κακά
φρῦνος· βάτραχος ἢ παχύς
Φρυνώνδας· πονηρούς
Φρύξ ἢ Φρύγιος· ἀπὸ Φρυγίας ἐθνικόν
*φρουρεῖ· στρατεύεται
*φρυγά· φυγή, τροπὴ εἰς φυγάς
φρῶν ἢ φρονοερῶν, γυναικῶν
φῦ· ἔφυ. ἐφήψατο
*φυγάς· ἐξορίας
φυαῖς· φύσεσι
φυγήν· φεῦξιν
*φρυγμόν· καῦσιν
φυγόσκειν· φεύγειν
φύει· γεννᾷ
φύεσθαι· βλαστάνειν
φύζα· φυγή. φόβος, ἀθυμία, δειλία
φυζακινή· δειλή
φυζακινός· δειλός. φυγάς. [δειλός]
φυζάναι· φυγεῖν, δειλιάσαι
φύζηλος· δειλός, φυγάς
φυή· φύσις σώματος, ἡλικία
φύημα· [κόπρος]
φυῆς· φύσεως. [καὶ ἡ τοῦ σώματος ὑπόστασις
φύκα· σχέτλια, οὐκ ἀνεκτά
φύκει· εἶδος κομμωτικὸν γυναικεῖον
φυκία· θαλάττια βρύα
φυκιόεν· φυκία ἔχον. οἱ δὲ πορφύρεον, βαθύ
φυκιοχαίτην· ψαφαροχαίτην
φῦκος· τὸ προσβρασσόμενον ἀπὸ τῆς θαλάσσης τῇ γῇ, ὅπερ ἔνιοι καὶ
πράσον καλοῦσι. καὶ ἀκρωτήριον Λιβύης. ἢ βρύα, ἢ φλακτά.
φυκτά· φευκτά
φυκτῆρες· [φύλακες]
*Φυλιστιείμ· πίπτον ποτίματι, ἤγουν μέθῃ
Φυκοῦντα· Φυκοῦς ἀκρωτήριον περὶ τὴν ἀρχὴν τῆς Λιβύης, καὶ πο-
λίχνιον ὁμώνυμον
Φυλάδα· ἡ Ἑκάτη
*φῦλα· ἔθνη. συγγενικὰ γένη
*φῦλα θεοῦ· ἔθνη θεοῦ
Φυλακή· φρουρά, εἱρκτή. τήρησις ἐντολῶν. πόλις Θεσσαλίας. ὀξυτό-
νως δὲ ἀγρυπνία
φύλαξ· φυλακτήρ
φυλακτῆρες· φύλακες
φυλακτηρία· παννυχίς
φυλαρχία· πομπή τις
φύλαρχος· φυλῆς ἄρχων
φύλαρχον· χορήγιον
φυλάς· τὰς κατοικίας, ἀποχωρήσεις. καὶ τὰ τετράποδα
Φυλάσιοι· οἱ ἐκ τοῦ δήμου. καλεῖται δὲ οὕτω καὶ φυλή τις
φυλάσσειν· ἐπιτηρεῖν. ἄλλοι {δῶμα φυλασσέμεναι}
φυλατός· ἡ λέξις παρὰ Βλαίσῳ. σημαίνει δὲ ᾠδήν
φυλέτης· ἐκ τῆς (αὐτῆς) φυλῆς, ὅ ἐστιν ὁμόφυλος
Φυλείδης· Φυλέως παῖς ὁ Μέγης
φυλ[ε]ίης· Φυλία ἐστὶν εἶδος ἀγριελαίας, ἄλλοι συκῆς, οἱ δὲ εἶδος
δένδρου ὅμοιον πρίνῳ
Φυλή· τόπος τῆς Ἀττικῆς οὕτω λεγόμενος
*φυλίη· ἀγριελαία
φυλή· τάγμα, μέρος πόλεως
φύλλα· τὰ τῶν δένδρων
φυλλάδες· οἱ ξηροὶ κλάδοι καὶ φύλλα ἔχοντες
φυλλάς· ξηρὰ δάφνη ἔχουσα φύλλα
φυλλεῖα· τὰ τῶν λαχάνων ἃ προστιθέασι τοῖς ὠνουμένοις ἕωλα καὶ
φαῦλα
φυλλιᾶν· τοπάζειν
φυλλιάς· ἐκ λαχάνων ὑπότριμμά τι σκευαζόμενον. ἐκαλεῖτο δὲ {θρῖα}
Φυλλί[α]δαι· γένος ἰθαγενῶν
*φύλλιον· πέταλον. ἢ τὰ ἐκ τῆς γῆς ἄνθη
*φυλλεῖν· ἀδολεσχεῖν
*φύλλες· ἀλώπεκες
φυλλίδες· τὰ τῶν ἀνθῶν, ἅ τινα {φύλλα} ἐκάλουν
φυλλίναι· ἀγῶνες, ἐν οἷς μὴ ἐτίθετο ἀργύριον, ἀλλὰ στέφανοι μόνοι.
καὶ εἶδός τι κυκεῶν(ος)
Φυλλίς· ἡ Σάμος τὸ πάλαι
φυλ[λ]οβασιλεῖς· ἐκ τῶν φυλ[λ]ῶν αἱρετοί, οἱ τὰς θυσίας ἐπιτε-
λοῦντες
φυλ[λ]οκρινεῖν· τὰς φυλὰς διακρίνειν
φυλοκρινο(ῦ)μαι· ἐν τῇ φυλῇ διακρίνομαι
φῦλον· ἔθνος, γένος
φύλοπις· πόλεμος, μάχη
φῦμα· ψώρα, ἢ ἕτερον φῦμα
φύματα· ψυδράκια, ψῶραι
φύντων· γεννηθέντων
φύξαι· φύξειν. φυγεῖν
φύξηλιν· φυγάδα, δειλόν, φυγοπόλεμον
φυξήλιδας· δειλούς
φυξήλιον· φυγαδικὸν {βίον}
*φυξῆ· φυγῆ
φυξίμηλα· δένδρα τὰ διὰ ὕψος ἐκπεφευγότα ἐσθίεσθαι ὑπὸ τῶν
βοσκημάτων
φύξις· φυγή
φυομένας· γεννωμένας
φύος· φύτευμα, γέννημα
φύππαξ· ὅπερ ἡμεῖς {βόμβαξ}
φύραμα· ζύμη. σπέρμα. ἢ ζημία
φυρᾶν· ζυμοῦν. ταράσσειν τὰ ἄλευρα
φυραυτίς· ὃ ἡμεῖς φύραν
φυρδήσκια· σκωλήκια
φύρδην· ἀτάκτως, συγκεχυμένως, ἀναμίξ
φύρει· μολύνει. μαλάσσει. μιγνύει
φύρεσθαι· μίγνυσθαι
φυρκηλίτοι· τειχήρεις
φύρκος· τεῖχος
φῦρμα· κόπρος, ῥύπος
φυρμᾶται· πτάρνυται
φυρμός· μολυσμός, ῥύπος, μίασμα
φυροῖ· μολύνει, ῥυποῖ
*φύρακες· ἐλαφροί
φύρσω· μολυνῶ
φυρτήτης· οἶνος
φυρτίζεσθαι· τὸ παίζειν συνεστραμ(μ)ένοις φυροῖς τοῖς ἱματίοις
φυρτοῖσιν· εἰκαίοις, συμπεφυραμένοις. [οἱ δὲ ἄλφιτα οἴνῳ δεδευμένα].
συμπεφυρμένοις
φύς· γεννηθείς. βλαστήσας
φῦσα· φαρέτρα. καὶ ἰχθῦς ποιὸς ἐν τῷ Νείλῳ γενόμενος. οἱ δὲ τὸ
πνεῦμα καὶ ὁ ἀήρ. ἢ ἀσκός
φυσᾷ· πέπρηται. ἐπήρτηται
φυσακτήρ· ἄρτος ποιός τις ποπανώδης
φυσαλλίδες· φυσητήρια. αὐλοί
φύσας· γεννήσας. ἢ τοὺς ἀσκοὺς πληρώσας
φύσασθαι· γεννῆσαι
φυσγετός· [συρμός.] [φύσει δὲ σκληρόν]
φύσει· βλαστήσει, ἀληθῶς φύει
φυσ[ς]ητήρ· ὁ τῶν κητωδῶν ἰχθύων αὐλός
φύσιγγος· εἶδος σκορόδου. ἄλλοι δὲ σκορόδων κεφαλίδας. [καὶ οἱ
πρόλοβοι τῶν ὀρνίθων. καὶ τὰ ἐν ταῖς κνήμαις ἐγκαύματα
φυσίζοος· (ἡ τὰ) πρὸς τὸ ζῆν φύουσα
φυσικῇ ποιότητι
*φυσίωσις· ἔπαρσις, ὑψηλοφροσύνη
φυσιολογεῖ· περὶ φύσεως διαλέγεται
φυσιολογία· λόγοι φύσεως ἐξαγγελτικοί
φυσίον· τὸ καθήλιον
φυσιούμεθα· ἐπαιρόμεθα, τυφούμεθα
φυσιόων· φυσιῶν, ἀσθμαίνων, πνευστιῶν
φύσις· γένος. οὐσία. προαίρεσις
φυσίφρονες· πεφυσημένοι τὰς φρένας, μάταιοι
φύσκων· γάστρων, παχύς
φύσκη· κοιλία, καὶ τὸ παχὺ ἔντερον
φυστὴ μᾶζα· ἄτριπτος
φυταλιαῖς· κήποις. [ἢ ταῖς γονίμαις καὶ φυτευτικαῖς]
Φυταλίδαι· γένος παρὰ Ἀθηναίοις
φυταλίζειν· φυτεύειν. πλησιάζειν
φυταλιῆς· κήπου, δενδροφόρου γῆς
φυταλμίοις· φυτευτικοῖς, γονίμοις
φυτάλμιος Ζεύς· συγγενής, ἢ ζωογόνος
φυτάλμιοι· ὁμοίως πληθυντικῶς
φυτεύει· κατασκευάζει. γεννᾷ
φυτηκόμος· σύνδε(ν)δρος τόπος
Φύτιος· ἥλιος. ἢ Ζεύς
φύτλη· γέννα, γένεσις, γένος
φύτορες· γεννήτορες
φυτοσμῶν· φεύγων
φυτοῦ· φύματος
φύτρα· φύσις. οἱ δὲ φυτήρια
φῦ χειρί· ἐμπεφυκότως λαβοῦσα τῇ χειρί
*φύ.νται· γεννῶνται
φυῶς· φύσει
φῶ· εἴπω
φώγειν· φρύγειν
Φῶγος· ......
φωΐδες· τὰ πρὸ πυρὸς ἐν σώματι γινόμενα ἐκφυσήματα. οἱ δὲ τὰς
φλυκταίνας
φώκη· ζῶον θαλάσσιον
Φωκαεῖς· ὄνομα ἔθνους. καὶ τὸ κάκιστον χρυσίον
φωκίων· ὄρνις ποιός
φῶκος· κῆπος θαλάσσιος ὅμοιος δελφῖνι
φωλάδες· ἐμφωλεύουσαι
φωλάδι· ἐμφωλευούσῃ
φωλάζει· ἐμφωλεύει
φωλαΐδες· ὀστράκινά τινα βρωμώδη
φωλεόν· διδασκαλεῖον. ἢ οὗ τὰ θηρία κοιμᾶται. ἢ οὗ χορεύουσι καὶ
διδάσκουσιν. οἱ δὲ σπήλαιον
φωλεύει· οἰκουρεῖ, κρύπτε(τα)ι
φωλητηρίοις· φωλητήρια καὶ {φωλεαὶ} τῶν θ[ε]ιασ(ωτ]ῶν καὶ
συνόδων οἶκοι
φωλητήρ· ὁ ἐν τῷ αὐτῷ τόπῳ καθεζόμενος ἀεί
φωλίς· ἰχθῦς ποιός
φῶμεν· εἴπωμεν
φωνασκεῖ· φωνὴν ἀποτελεῖ, ἢ φωνῆς ἐπιμελεῖ
φωνεῖ· λέγει
φωνή· ἡ τοῦ ἀνθρώπου
φωνήεις· λαλῆσαι δυνάμενος
φωνήσας· εἰπών, λέξας
*φωνεῖ· λαλεῖ, λέγει
φῶντα· λάμποντα
φώρ καὶ {φῶρας}· κλέπτας, λῃστάς. κατασκόπους, πληθυντικῶς καὶ
ἑνικῶς
φωρά· κλοπή
φωρᾷ· ζητεῖ
φωραθείς· εὑρεθείς, φανείς
φωραθῆναι· γνωσθῆναι, (ἐ)λε(γ)χθῆναι
φωρᾶν· τὸ τὰ κλεψιμαῖα ζητεῖν. καὶ {φωριᾶν. Φώρην} δὲ τὴν
ἔρευναν
φωράσαντες· εὑρόντες {τὰ καλά
φωράσας· ἐλέγξας
φωρά(σε)σθαι· ἐλεγχθήσεσθαι
φωριαμός· κιβωτός. "{(φ)ωριαμῶν} ......."
φώριον· κλέμμα. καὶ θρόνου εἶδος
φώριος· εἶδος μελίσσης
φῶρος· κατάσκοπος
φωρυτόν· συρφε[ρ]τόν. ἢ φρυγάνων σωρός. ἢ βόρβορος καὶ ἀκαθαρ-
σία. καὶ χόρτος τῆς γῆς
φῶς· τὸ ὁρώμενον τὸ παρὰ τοῦ θεοῦ δημιουργηθέν. καὶ τὸ πῦρ. καὶ
ἡ χαρά. ὀξυτόνως δὲ ὁ ἄνθρωπος
φῶσαι· φῶξαι, φρύξαι, θάλψαι
φώσκει· διαφαύει
φωστήρ· θυρίς
φωσφόρεια· ἑορτή
φωσφόρος· φωτοδότης, λαμπρὸς ἀστήρ
φώσ[ς]ων· τὸ λινοῦν ἅρμενον
φῶτα· ἄνθρωπον. ἢ ὄμματα καὶ θυρίδες
φωταγωγός· ὁ τὸ φῶς φέρων
φῶτας· ἄνδρας, ἀνθρώπους
φῶτας ἐννέα· ἄνδρας ἐννέα
φῶτε· ἄνδρες, δυϊκῶς
φωτί· ἀνδρί
φῶτες· ἄνθρωποι, ἄνδρες
φωτεύει· γεννᾷ
φωτία· λαμπρία. καὶ ὄμματα
φῶτιγξ· [αὐγή.] σῦριγξ. λώτινος αὐλός, [ὡς] εἶδος σάλπιγγος
φώτιον· προσφιλές, ἡδύ
φωτισμός· αὐγὴ [τηλαυγές, καταυγάζον
φωτολόγιον· τυφλόν. νεκρόν
φωτῶν· ἀνδρῶν
φωτός· ἀνδρός
φωτός· ἡμέρας
φώψ· φάος
Χαβόν· καμπύλον. στενόν
χαβῶνες· στέατα ὀπτώμενα ἀπὸ ἀλεύρου
χαδέειν· χωρῆσαι
χάδεν· ἐχώρησεν
χάζει· πρ(ος)δεῖται. χαλᾶται
χάζειν· ἀναχωρεῖν. φυλάσσεσθαι
χάζεο τῆλε· ἀναχώρει μακράν
χάζεσθαι· ὑποχωρεῖν
χάζεται· ἀναχωρεῖ
χάζετο· ἀνεχώρει
χαζόμενον· ἀναχωροῦντα
χάἱα· ἀγαθή
χαίνας· στέαρ
χαίνει· ἀνοίγει τὸ στόμα
χάἱος· ἀγαθός
χαίρετε· θαῤῥεῖτε
χαίρειν· ἐῤῥῶσθαι. {τὸ χαίρειν} ταῖς ἐπιστολαῖς προσετίθεσαν. ἔστι
δὲ καὶ ἀπαλλασσομένων προσαγόρευσις
χαίρειν θ' ἐᾶσαι· καταφρονεῖν
χαίρειν· φράσαντες. ἀποταξάμενοι ......
χαιρέτω ληρῶν· ἐρυθριάτω ......
χαιρηδόνα· τὴν χαράν
χαιροσύνη· χαρά
χαιρωθῆναι· ἐκπλαγῆναι
χαῖται· αἱ κεχυμέναι τρίχες
χαιτήεντος· κομήτου
χαίτη· ἡ ἐπὶ τοῦ τραχήλου θρίξ
χαλαβεῖν· φοβεῖν, θορυβεῖν
*χαλᾷ· χαλάσσει, καὶ πόδαι
χαλάδες· [τὰ ἔντερα. ἢ λιθώδεις
χαλάδος· λιθώδης. ἐξέντερος]
χάλανδρον· κράββατον
χάλαζα· σημεῖον θυτικόν. καὶ πάθος περὶ τὰς σῦς
*χαλεπαίνει· δυσχεραίνει, ἀγανακτεῖ
χαλαίρυπος· ὁ τῶν πλυνομένων ἱματίων ῥύπος
χαλαρὰ ἅλυσις· ........
Χαλάμβριοι ἵπποι· ἀπὸ τόπου τῆς Λιβύης
χαλαργούς· ........ τὰ ἄκρα τῶν ποδῶν (ἢ) τῶν ὀνύχων, οἷον πο-
δαργούς, ἢ ταχύποδας
χαλαρῶν· ὡραίων
Χαλαστραίων συῶν· [πόλις τῆς Μακεδονίας καὶ λίμνη ἔνθα τὸ
Χαλαστραῖον νίτρον γεγένηται
Χαλδαῖοι· γένος μάγων πάντα γινωσκόντων
χαλεπὰ τὰ καλά· ....... Σόλωνα ταῦτα πυθόμενον εἰπεῖν· {χαλεπὰ
τὰ καλά}· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἔνιοι δὲ τὸ χαλεπὸν
ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν ἐστιν ἐφ' ἅπαντι ἀγαθὸν
εἶναι
χαλεπήνας· ἀγανακτήσας
χαλεπόν· δύσεργον, σκληρόν, δεινόν
χαλεπήνῃ· εἰς χαλεπότητα ἀγάγῃ
χαλέπ(τ)ει· ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς
χαλεπότητα ἄγει
χαλεπτύς· χαλεπότης
χαλεπῶς· δυσκόλως
χαλέσιν· [ὄνυξι]
χαλεψάμενος· χολωθείς
χαλέρυπον· [τὸ ῥύμ(μ)α τὸ ἀπὸ τοῦ νίτρου γενόμενον, ὅ τινες {νί-
τρωμα} λέγουσι]
χαλία· ἡσυχία
χαλίδιον· πινάκιον
χάλικες· οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι
χαλίκρατον· εὔκρατον, ἄκρατον
χάλιμα· φαρμακός
χαλιμάδες· ἀναίσχυντοι καὶ θρασεῖαι
χάλις· ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας
χαλιστόν· σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον
χαλίφρονας· παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς
καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφ' ἡδονῆς
χαλιφροσύνη· ἡ τῆς ψυχῆς ἄνεσις
χαλίφρων· κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος
χάλκεα· τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου
χάλκεα ἐπίσωτρα· τὰ ἔξωθεν τῶν τροχῶν οἱ κανθοί
χαλκεγχέων· πολεμιστῶν
χαλκεῖα· ὑπομνήματα τῆς τῶν τεχνῶν εὑρέσεως
χαλκεομήστορος· ἰσχυρόφρονος
χαλκεοπίσσωτρα· [ὁμοίως]
χάλκεον· ὀχυρόν. σκληρόν. ἄλλοι {ὕπνον} [ἢ]· θάνατον
χάλκεος· ἰσχυρός
χάλκεος κέραμος· εἱρκτή. πίθος. καὶ ὄρος
χαλκεόφωνον· ἰσχυρόφωνον
χαλκεύς· πᾶς τεχνίτης, καὶ ὁ ἀργυροκόπος, καὶ ὁ χρυσοχόος
χαλκεῶνα· ......
χάλκιον· ἐν ᾧ τοὺς κοττάβους ἐποιοῦντο
χάλκη· πορφύρα
Χαλκηδών· πόλις
χαλκῆ μυῖα· εἶδός τι μυίας
χαλκήρεα· χαλκῷ ἀρηρότα
χαλκήρεας· χαλκῷ ἡρμοσμένους
χαλκήρη· χαλκῷ ἡρμοσμένα
χαλκόστομα· χαλκία κύμβαλα
Χαλκίδαι· γένος
χαλκιδεύς· δειλός
Χαλκιδική· [Σκυθική. τὰ μέταλλα τοῦ σιδήρου ἐκεῖ πρῶτον εὑρε-
θέντα]
χαλκιδίζειν· ἀπὸ τῶν κατ' Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ
τῶν παιδεραστούντων, ἐπεὶ ἐπλεόναζον παρ' αὐτοῖς οἱ παιδικοὶ ἔρωτες
Χαλκιδικὸν δίωγμα· διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις
χαλκιδικὸς λειμών· οἱ μὲν τὴν Κυκλωπίαν κώμην. οἱ δὲ Κυκλωπι..
λίμνη
χαλκιδίκων· χαλκίς, ὁ ἰχθῦς
Χαλκιδικός· εἶδος ἀλεκτρυόνος
Χαλκίναος· Χαλκίοικος
χαλκίνδα· τὸ εἰς χαλκὸν κυβεύειν
χαλκίον· τὸ χαλκοῦν
χαλκίον μακρόν· τὴν ἐλαιηρὰν ἐπίχυσιν
χαλκίς· εἶδος ὀρνέου, καὶ ἰχθύος. καὶ πόλις τῆς Βοιωτίας
χαλκοβάρεια· ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα
χαλκοβαρής· ὁ ἐκ τοῦ σιδήρου βαρούμενος
χαλκοβατές· τὸ ἰσχυρῶς βεβηκός
χαλκόβατον· ἰσχυρῶς βεβηκότα
χαλκογλώχινος· χαλκὴν ἐπιδορατίδα ἐχούσης
*Χαλκηδάνη· ταύτης ἱερὸν ἐν Σπάρτῃ
χαλκοδεσμωτήρ· χαλκόδερμος, ἐπεὶ ὥπλιστο. λέγεται δὲ καὶ {χαλκο-
δεσμήτωρ}
χαλκοκορυσταί· χαλκῷ καθωπλισμένοι
χαλκοκνήμιδες· οἷς σιδηραῖ ἧσαν, ἢ χαλκαῖ αἱ κνῆμαι
χαλκοκορυστήν· χαλκῷ ὡπλισμένον
χαλκοκράς· τὸ χαλκόκρατον νόμισμα
χαλκόκροτος· ἡ Ῥέα διὰ τὰ κύμβαλα
χαλκολογεῖ· νουμία συλλέγει[ν]
χαλκό(ν .....) λόφον ἱππιοχαίτην· τὸ ἐπανάστημα τῆς περικε-
φαλαίας, ἣ ἐξ ἱππείων τριχῶν κεκόσμητο ....
χαλκός· ὁ σίδηρος. καὶ νόμος ἀκίνητος
χαλκοπαρείη· χαλκᾶς παρειὰς ἐχούσης
χαλκόποδας· ἰσχυρόποδας
χαλκοῦν πινάκιον· Ἀθηναῖοι εἶχον ἕκαστος πινάκιον πύξινον ἐπι-
γεγραμμένον τὸ ὄνομα [τοῦ] αὐτοῦ καὶ τοῦ δήμου πατρόθεν
*χαλκοτύπους· χαλκοπλήκτους
χαλκοῦς· τοῦτο ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἔλεγον
χαλκοχιτώνων· χαλκοθωράκων, ἢ ἰσχυροθωράκων
χαλκώδοντας στόλους· χαλκοῦς ὀδόντας ἔχοντας. {Ὀδόντας} δὲ
ἔλεγον τὰ ἔμβολα, ἅ τινες ἐμβόλια
χαλκώνητος· ἠγορασμένος
χαλκωτῆρα· κέραμός τις
Χάλυβοι· ἔθνος τῆς Σκυθίας, ὅπου σίδηρος γίνεται
Χαλυβδική· τῆς Σκυθίας, ὅπου σιδήρου μέταλλα
Χαλυβώνιος· εἶδος οἴνου ἀπὸ τόπου τινὸς τῆς Συρίας
χαλυνέοντα· [λύραις]
χαλοπὴ κιθάρα· [ἀπὸ γὰρ ὀστράκων χελώνης ἡ κιθάρα γίνεται]
χαλῶσα· χάσκουσα
χαμα(ι)δύται· κοχλίαι
*χαμᾶζε· χαμαί, χαμάδες
*χαμάδις· τὰ αὐτά
*χαμά[ι]δις χέει[ν]· χαμαὶ καταβάλλει[ν]
χαμαιευνάδες· οἱ σύες ἀπὸ τοῦ παρακολουθοῦντος αὐτοῖς. πολλὰ
γὰρ τῶν ἄλλων τετραπόδων ὀρθὰ κοιμᾶται καὶ ἑστῶτα. Ἀπίων δὲ
ὅτι βόθρους ὀρύσσουσι. ἢ χαμαικοιτοῦντες
χαμῶνας· [στέαρ, ἢ τὰ ἐκ στέατος τικτόμενα]
χαμαίζηλα· ταπεινά, γήϊνα
χαμαίζηλοι· εὐτελεῖς
χαμαιλέων· ζῶον ὠοτόκον καὶ πεζόν
χαμαιπετεῖ· ταπεινῷ, ἢ χαμαὶ κειμένῳ
χαμαιπετῶς· ὥστε [μὴ] εἰς τοὔδαφος ῥῖψαι
χαμαιρεπῶς· χαμαιζήλως, ἢ εἰς τὰ γήϊα ῥέπων
χαμαιτύπη· πόρνη ἄδοξος
χαμαιτυπιῶν· τῶν πολυκοίνων συνουσιῶν, ἤτοι πορνείων
χαμερπής· γεωργός, ὁ ἐν τῇ γῇ κοιμώμενος
χαμεταιρίς· ἡ πόρνη
χάμευνα· ταπεινά
χαμευνεῖ· χαμαικοιτεῖ
χαμεύνη· στιβάς, καὶ ἡ ταπεινὴ κλινίς. καὶ {χαμεύνης}· ὁ χαμαὶ κοι-
μώμενος
χαμεύνιον· κλινίδιον πενιχρόν
χαμηλόν· χαμαίζηλον
χαμόθεν· ἐκ τῶν χαμαί
χαμόκοιτος· ὁ εἰς τὴν γῆν κοιμώμενος
χαμόν· καμπύλον
χανά· κόσμησις
χαναβίς· ἄλης
χάναι· [ἀνοῖξαι στόμα]
*Χαναάμ· σάλος
χανακές· ἐπιεικές
χανάκτιον· τὸ μωρόν. Δωριεῖς
χαμᾶσθαι· χασμᾶσθαι
χανδάνειν· χωρεῖν, δέχεσθαι
χανδόν· πολύ[ν], καὶ ὅσον δυνατόν, καὶ ἀθρόως, ἀπὸ τοῦ κεχηνέναι
πλατύ
χανδὸν πιεῖν· κεχηνότως καὶ ἀθρόως πιεῖν ὅλῳ στόματι
χανεῖ· φυλάσσει. ἀνοίγει. ἀπαγγελεῖ
χανητός· τὸ ἐπὶ τὴν ἅμαξαν ἐπιτιθέμενον πλέγμα
χάνοι· χάσμα ποιήσαι
χάνοι εὐρεῖα χθών· εὐρὺ χάσμα ποιήσειεν ἡ γῆ
χά(ν)οιμι· εἴποιμι
χάνος· στόμα
χανών· ἀνοίγων στόμα
χανύειν· βοᾶν
χανύσσει· βία καλεῖ
χάος· χώρησις. καὶ τὸ κενὸν ἀπὸ τοῦ κεχύσθαι. ἢ σκότος
χαρά· ἡδονή, ἀγαλλίασις, εὐφροσύνη
χαράβδη· λύμη σίτου
χαράδρα· χείμαῤῥος ποταμός. κατάγει δὲ οὗτος παντοῖα ἐν τῷ ῥεύ-
ματι, καὶ κατασύρει
χαράδραι· αἱ χαράξεις τοῦ ἐδάφους. καὶ οἱ κοῖλοι τόποι ἀπὸ τῶν
καταφερομένων ὀμβρίων ὑδάτων
χαραδριός· εἶδος ὀρνέου
χάρακες· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι
χαρακίαι· οἱ ἐν τοῖς χάραξι διατρίβοντες
χαράκια· ὑποστηρίγματα
χαρακίζειν· σπαίρειν. μετεωρίζειν. διαιρεῖν
*χαρακτηρίζει· σημαίνει τοὺς χαρακτῆρας
*χαρακτηριστικόν· σημεῖον δηλοῦν τοὺς χαρακτῆρας
*χαρακτήρ· ὁμοίωσις
χαρακίας· τιθύμαλλος
χαραμός· ἡ τῆς γῆς διάστασις, οἷον χηραμός
*χάρακα· χαράκωμα, περίφραγμα
χάραξ· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς (ἐχό-
μενος)
χάραξ τὴν ἄμπελον· παροιμία, ὅταν ὑπὸ τοῦ σωζομένου τὸ σῶζον
ἀπατηθῇ
χαράξαι· κόψαι. κοιλᾶναι. τυπῶσαι
χαρή· χαρά
χαρείη· τερφθείη
χαρία· βουνός
Χαρίδαι· γένος ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κραναοῦ
χαρίεν· καλόν, ἀγαθόν, ἀστεῖον, ὡραῖον
χαρίεντα· καλά, κεχαριτωμένα
χαρίζεσθαι· τὸ δρᾶν τὰ κεχαρισμένα
*χαρίεια· φίλτρα
χάριξον· [ἐπισκεύασον]
χάρις· δωρεά. χαρά. καὶ θῦμα ἐκ τριῶν ποπάνων συγκείμενον. τινὲς
δὲ πλακούντων εἴδη, καὶ {ἀρτοχάριτας} καλεῖσθαι. καὶ ἀμοιβὴ
κατὰ εὐεργεσίαν
*χάρισμα· δῶρον
χαριστήρια· χαρίεντα δῶρα
χαρίσιον· εἶδος πλακούντων. οἱ δὲ ἄρτον ἀπὸ τῶν λειμμάτων
χαρίσασθαι· παρασχεῖν. λέγονται γὰρ χώρας γυναῖκες χαρίζεσθαι
πρὸς συνουσίαν αὐτοῖς ἐκδιδοῦσαι .....
χάρμα· ἡδονή, χαρά
χάρματος· χαρᾶς
χάρμη· ἡ μετὰ χαρᾶς μάχη
χάρμης· μάχης
*χαρά· ὀργή, ἢ ὀργίλος
χαρμονή· χαρά. συλλογή
χαρμόσυνα· ἑορταὶ Ἀθήνησι. καὶ {χαρμόσυνα
χαρμοσύνη· ὀνομασία
Χαρμόφρων· ὁ Ἑρμῆς
χαρόνη· [χαρῖνος ἄμπελος]
χαροπός· περιχαρής. γλαυκός. ξανθός. φοβερός
χαρτός· χαρᾶς ἄξιος. ἢ βακτηρία
χάρυβδις· χάσμα θαλάσσης. ἢ καταιγίς
χάρυβδις ὠμόβροτος· ἡ ἀναπινομένη θάλασσα
χάρων· ὁ λέων, ἀπὸ τῆς χαροπότητος
*χαροπόν· ξανθόν. γλαυκόν. φοβερόν. περιχαρῆ[ν]
Χαρών(ε)ιον· θύρα μία τοῦ νομοφυλακίου, δι' ἧς οἱ κατάδικοι τὴν ἐπὶ
θανάτῳ ἐξήγοντο
*χαρά· ὀργίλον, ἢ ὀργή
*χάσις· διάκρισις, χώρησις
χάσιος· ἀγαθός, χρηστός
χάσκοντες· ἀνοίγοντες
χασκωρεῖν· περιβλέπειν
χάσμα· στόμα ἢ σχίσμα γῆς
χάσμα θηρός· ὄψις θηρός. [ἢ θαλάσσης πρόσωπον
χασμᾶται· ἀνοίγεται
χασσάμενος· ἀναχωρήσας
χάσσασθαι· ἀναχωρῆσαι, χωρῆσαι
χάσσεται· χωρήσει, ἀναχωρήσει
Χαστιᾶ· τὸν ἀπὸ δήμου. Χαστιεῖς γὰρ δῆμος
Χαστιεῖς· ὄνομα δήμου
χαστηρίᾳ· τῇ ἀνειργούσῃ
*χατέ(ων)· χρείαν ἔχων
χατέοντα· δεόμενον, χρῄζοντα
χατέοντί περ· καίπερ χρῄζοντι
χατεύει· χατίζει. ἐπιθυμεῖ
χατεύουσα· χρῄζουσα, δεομένη
χᾶτις· ἐπιθυμία. χρῆσις
χαυλιόδοντα· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας ἔξω τῶν
ἄλλων ὀδόντων καὶ τοῦ στόματος. οἱ δὲ ἀμφόδοντας
χαυλίξυν· ἀλαζόνα
χαυνάκων· χαυνοποιῶν, οἱ δὲ χαυνολόγων
χαυνιάζει· πλανᾷ
χαυνῶσαι· τὸ φυσῆσαι
*χαυνῶνες· ἄρτοι ἐλαίῳ ἀναφυραθέντες
χεδροπά· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν
χέδροψ· πᾶν ὄσπριον. σπέρμα
χει· ἐπὶ τῶν χ[ε]ιλ(ι)ῶν δραχμῶν τοῦτο ἐχάραττον
χειά· ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων
χειαί· ὁμοίως
χειδροπῶν· ὀσπρίων
χειλεύει στρατόν· σιτοδοτεῖ στρατόν, τρέφει
*χείλει ἄκρῳ· ......
χειλαί· αἱ συμπτώσεις τῶν βλεφάρων
χειλιοστύες· αἱ φυλαί
χειλός· τροφή, βρῶσις. χόρτος, καὶ πᾶν ἄλλο χόρτασμα
χειλοῦται· μεγαλύνεται, αὔξεται
χειλοῦσθαι· παχύνεσθαι. σιτίζεσθαι
χειλῶνες· τῶν ἀλεκτρυόνων τινές
χεῖμα[ν]· χειμῶνα
χειμάδα· ἱμάτιον χειμερινόν
χειμάδιον· εἰς τὸ χειμάζειν
χειμάμυνα· ἣν Ὅμηρος {ἀλεξάνεμον} λέγει
χειμάῤῥοι· [οἱ ἐν τῷ χειμῶνι γενόμενοι ἔριφοι.] καὶ οἱ ποταμοί, καὶ
ῥύακες
χειμάς· χειμών
χειμασία· ζάλη. ταραχή
χείμαστρον· χειμερινὸν ἱμάτιον
χείμεθλον· [τὸ ἐν χειμῶνι γενόμενον ἕλκος]
χειμέρας· χειμερινάς
χειμεριοῦντας· διαχειμάσοντας
χειμεῶ· ῥιγῶ χειωσάμενος
χειμήβοτος· χειμερινὴ ὥρα
χειμών· ἡ ὥρα. καὶ κίνδυνος. ταραχή. ζάλη. διωγμός
χειμῶντα· ῥιγοῦντα
χείρ· ἡ δράξ. καὶ τὸ μέλος. καὶ μέρος
χειράδες· [αἱ μετὰ λίθων καὶ ὅπλων βολαί
χειραδίαι· τῶν χειμάῤῥων αἱ λιθώδεις ἀθροίσεις]
χ[ε]ιράδας· τὰς ἐν τοῖς ποσὶ ῥαγάδας. ἔνιοι δὲ φῷδας
χεῖρε· τὰς χεῖρας, δυϊκῶς
χειραγωγῶ· τῇ χειρὶ ἄγω
χείριον· ὑποχείριον, τιθασόν
χειρίζειν· διοικεῖν
χείριον· ὑποχείριον, χειροήθη
*χεμβρῶν· ζυγή. ἡ ἑταιρεία
χείριος· χρήσιμος. ὑποχείριος
*χειρίων· ἐλάττων, χείρων
χείριστα· δεινά, κάκιστα
χειροβοσκόν· τὸν διὰ χειρῶν ζῶντα
χειροβρῶτι δεσμῷ· τοῖς πυκτικοῖς ἱμᾶσι, διὰ τὸ τὰς σάρκας δια-
κόπτειν καὶ ἀναλίσκειν
χειροβλήματα· δράγματα· οἱ δὲ {χειρόβλητα}
χειρογάστορες· οἱ διὰ τῶν χειρῶν ζῶντες
Χειρογονία· ἡ Περσεφόνη
χειρόγραφον· συμβόλαιον. γραμματεῖον
χειρόδοτον· ἀχρημάτιστον δάνειον
χειροέρκτης· χειρουργός
χειροήθεις· πρᾶοι, ἥμεροι
χειρόηθες· πρᾶον, ἥμερον
*χειροθετεῖ· χεῖρας ἐπιτίθησι
χειρόκμητα· χειροποίητα, ἤγουν ὑπὸ χειρῶν γεγενημένα
χειρομάντεις· οἱ ἀπὸ χερῶν μαντευόμενοι
*χειρόμακτρον [ἢ χειρόμαστρον]· μανδήλιον
χεῖρον· κάκιστον. ἔλαττον
χείρονα· ὅμοια
χειρονάκτας· [χειροτέχνας]
χειρονόμος· ὀρχηστής
χείρονος· ἐλάττονος
χειροπόνια· ἑορτή, ἐν ᾗ τεχνῖται θύουσιν
χειροπόδες· ῥαγοπόδες
χειροτέρη· ἐλάττων
χειρότερον· χείρονα
χειροτονεῖν· καθιστᾶν. ψηφίζειν
χειροτονία· ἐκλογή .....
χειρουργεῖ· χερσὶν ἐργάζεται
Χείρων· Κρόνου καὶ Φιλύρας υἱός
χειρωνάκτας· χειροτέχνας
χειρῶναξ λεώς· ὁ χειροτέχνης
χειρωσάμενοι· καταγωνισάμενοι
χειρώσασθαι· ὑποτάξαι. φονεῦσαι
χειρωτόν· εὐάλωτον. καταγωνίσασθαι
χειτών· [ἔνδυμα, περιβόλαιον]
χείσεται· χωρήσει
χελεῦ· χελώνη
χελεύς· κιθάρα
χελεάρ· χελιδών. χελιδονίας. καὶ ἰχθῦς ποιός
*χελιδών· τὸ κοῖλον τῆς ὁπλῆς τῶν ἵππων. καὶ τοῦ ἀνθρώπου τὸ
ἄνωθεν τοῦ ἀγκῶνος τὸ κατὰ τὰς καμπάς
χελιδονισταί· οἱ τῇ χελιδόνι ἀγείροντες
χελιδόνος δίκην· τοὺς βαρβάρους χελιδόσιν ἀπεικάζουσι διὰ τὴν
ἀσύνθετον λαλιάν
χελιδόνων φάρμακον
χελιδόνων μουσεῖον· ὡς βάρβαρα καὶ ἀσύνετα ποιούντων τῶν τρα-
γικῶν
χελιδόνεως· εἶδος ἰσχάδων
χέλ.ιον· τὸ ἀπωστρακωμένον τῆς χελώνης δέρμα χέλυος νῶτος ὀστρα-
κώδης
χελούειν· βήσσειν. καὶ {χελούσειν} ὁμοίως
χέλους· μουσικὸν ὄργανον
(*)χελλών· ἰχθῦς ποιός
χέλυν· [χεῖλος. καὶ] μέρος τῶν ἱερείων
χελῦναι· χῆλαι
χέλυν ἔν τ' ἀλύροις .....· χέλυς ἡ κιθάρα· ἀπὸ γὰρ ὀστράκου
χελώνης κιθάρα γίνεται
χελυνέων· χημῶν
χελύνη· τὰ χείλη. ἄλλοι τὴν κιθάραν. καὶ τὴν χελώνην. καὶ λύραν.
καὶ ὄργανον πολεμιστήριον
χελυνάζειν· χλευάζειν
χελύνιον· χελώνιον
χέλυς· χελώνη. λύρα. μηχάνημα
χέλυσμα· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν
τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα
χελύσσεται· βήσσει
χελώνη· τὸ ὑποπόδιον. καὶ (νόμισμα) Πελοποννησιακόν. καὶ ἡ τρόπις
τῆς νεὼς διὰ τὸ ἐπικαμπές
χελωνίας· ἡ ποικίλη κανθαρίς
χελωνίδος· οὐδὸς τῆς θύρας τῆς σκηνῆς
χελωνός· τὴν θαλασσίαν χελώνην οὕτω λέγουσί τινες, ὣς τὴν ἀράχνην
ἄραχνον
χελωνοφάγοι· ἀετοί τινες
χεννίον· ὀρνιθάριόν τι κατ' Αἴγυπτον ταριχευόμενον. καὶ εἶδος ἰχθύος
χέραβος· [χάσμα γῆς]
χεράδες· [αἱ τῶν χειμάῤῥων ποταμῶν λιθώδεις ἀθροίσεις]
χέραδος· ἡ μετ' ὀστράκων καὶ λίθων ὕλη
χεράς· [τὸ ἀπὸ θαλάσσης καὶ ποταμῶν λιθῶδες. ἢ ὁ σωρὸς τῶν λίθων]
χερδαμός· [λίθος πληρῶν τὴν χεῖρα]
χερεῖον· χείρονα. ἐλάττονα. χεῖρον
χέρηϊ· χείρονι, ἥττονι, ἢ ἥσσονι
χέρμα· ποίημα. χάλιξ
χερμάδιος· [χειροπλήθης λίθος. καὶ ὁ ἀκροβολισμός]
χερμαδίῳ· χειροπλήθει λίθῳ
χερμάδος· [λίθος πληρῶν χεῖρα]
χερμάς· λίθος χειροπλήθης, ὃν τῇ χειρὶ βαστάσαι καὶ ἀνελέσθαι δύ-
ναταί τις
χερματιστής· λίθος χειροπλήθης. καὶ δίσκος βακχεῖος
χερνής· πένης. λάτρις, χειροτέχνης, ὁ ἀπὸ χειρῶν ζῶν χειρόβιος ...
{χερνήτης· χέρνα} γὰρ ἡ πενία
χερνῆτις· ἡ ἀπὸ χειρῶν ζῶσα, πενιχρά, χήρα
χέρνιβα· τὸ ἐπιχεόμενον ταῖς χερσὶν ὕδωρ
χερνιβ(ε)ῖον· [τὸ ἁγνισθῆναι δι' ὕδατος ἔχοντος κριθὰς καὶ ἅλας
χέρνιβος· τοῦ προχεομένου ὕδατος
χερνιψάμενος· τὰς χεῖρας νιψάμενος
χέῤῥον[α]· τὴν χέρσον γῆν. Λάκωνες
χεῤῥονησία γῆ· ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν
χερσεύει· Σοφοκλῆς Ἴωνι· {κείμενος μὲν βουστάδας αὐλὰς}
ἐπὶ χέρσου ἢ διὰ χειρῶν ἔχει, ἢ οὕτως ἐμβατεύει
χερσεία· ἐρημία
χερσόνησος· γῆ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος, μήτε θά-
λασσα .....
χέρσος· ἡ ἔρημος γῆ καὶ τραχεῖα, καὶ πᾶσα γῆ ἄκαρπος καὶ ἀνέρ- | γαστος
χερσωθήσονται· ἐρημωθήσονται
χερωίς· εἶδος δρυός
χεῦαι· ἐπιχέαι, καταχῶσαι ἐπὶ τῶν τελευτώντων
χευάμεναι· περιβαλόμεναι
χεύει· ῥεῖ
χεῦμα· ῥεῦμα, ὕδωρ
χεύμασι· [προχόη. [ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν]
χεύωσι· χ[ε]ύσωσι, χώσωσιν
χῆ· [ἔθος. ἀπορία
χηΐωνος· οἶκος]
χηλᾶς· ῥάπτης, πλέκτης ἢ τροφεύς
χηλεύει· ῥάπτει, πλέκει
χηλευ[μα]τὰ κράνη· τὰ ῥαπτά, χηλὰς ἔχοντα ποιάς
χηλή· ὁπλή, ὄνυξ βοός. γνάθος
(*)χηλεύσεις· πλέξεις. {Χηλεύματα} γὰρ ἐλέγοντο οἷον ὀπήτια, οἷς
πλέκουσιν ἢ ῥάπτουσιν
χήλινον· πλεκτόν
χηλοδευσεῖν· ἀδολεσχεῖν. οἱ δὲ τρίβειν
χηλός· κιβωτός
χηλῶι[ος]· ὅμοιον
χήλωμα· γλυφίς
χηλώνη· [μηχανὴ πολέμου]
χηλώτια· αἱ ῥαφίδες τῶν δικτυοπλόκων
χήμη· χάσμη. χηραμ[β]ίς. λεία
χην(ά)λοπες· ὄρνεα ποιά. ὅπερ ἔνιοι {χηναλώπεκες
χῆνα ὀμνύειν· ἔθος ἦν τὸ κατὰ τῶν τοιούτων ὀμνύειν τοῖς παλαιοῖς
χήνημα· καταμώκημα
χηνῆσαι· καταμωκήσασθαι
χηνοβοσία· χηνοβοσκία
χηνύστρα· αὐτὴν τὴν χάσμην. καὶ τὸ στραγγεύεσθαι
χηνυστρᾶσθαι· χα(ς)μᾶσθαι
χηνυστ(ρ)εῖς· βοᾷς, κέκραγας. ἐνίοτε στραγ(γ)εύῃ
χήπτη· ἐν σπάνει καὶ χρείᾳ ἐστίν
χήρ· ἐχῖνος
χήρα· ἡ μετὰ γάμον μὴ συνοικοῦσα ἀνδρί, ἡ τὸν ἄνδρα στερηθεῖσα
γυνή
χῆραι· αἱ μὴ ἔχουσαι ἄνδρας
χηράμβη[ς]· χηρῶν οἴκημα
χηραμοί· οἱ φωλεοὶ τῶν θηρίων, καὶ αἱ καταδύσεις, σπήλαια, καὶ
πέτραι κοῖλαι
*χῆροι· ἄνδρες μὴ ἔχοντες γυναῖκας
χηραμύδες· τὰ κοῖλα καὶ ἔχοντα κενώματα
χήρατο· ἐχάρη
χηρεύει· ἐνδεής ἐστιν, ἢ ἔρημος
χηρήϊον οἶκον· παρὰ Ἀντιμάχῳ τὸν ἄτεκνον
χῆρον· τὸν ὀρφανόν. ἢ ἐστερημένον, ἢ ἔρημον, καὶ χρείαν ἔχων τινός
χηροπτάζουσα· διὰ χειρὸς ἔχουσα
χηροσταί· [οἱ μακρόθεν κατὰ γένος, προσήκοντες δέ, καὶ οἱ χηρεύον-
τος τοῦ οἴκου τῶν ἀγχιστέων κληρονομούντων ......]
χηρῶσαι· ἐρημῶσαι
χήρωσας· χήραν (ε)ἴασας
χήρωσε· ἔξανδρον ἐποίησεν
χηρωσταί· οἱ μακρόθεν συγγενεῖς
χήτεϊ· στερήσει, ἐνδείᾳ, σπάνει
*χήτει ἐνευναίων· ἐνδείᾳ τῶν ἐγκοιμησομένων ἤτοι περιβολαίων
χητεία· χ[η]ρεία
χῆτος· ἔνδεια, στέρησις
χθαμαλός· ταπεινός. ἴσος, ὁμαλός. κοῖλος
χθαμαλώτερος· κατὰ σύγκρισιν
χθές· χθιζόν, ἐχθές
χθεσιφωνῶν· κακολογῶν
χθιζά· τὰ χθὲς καὶ πρώην
χθιζά (τε) καὶ πρωϊζά· χθὲς καὶ πρωΐ
χθιζοί· χθεσινοί
χθιζός· χθεσινός
χθόα· σῶμα
[χ[θ]όϊνος καὶ {χθόνιος}· γήϊνος, ἐπίγειος]
*Χθόνιος Ζεύς· ὁ Ἅιδης
χθόνια· ὑπόγεια. κεκρυμμένα. βαρέα. φοβερά. μεγάλα
*χθονίην· νεκρικεν
(*)χθόνια λουτρά· τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ ἐπὶ
τοὺς τάφους λουτρά
χθονήρεις· χθονίους
χθονίαν λώβαν· ἀντὶ τοῦ μεγάλην ὕβριν, καὶ τὴν χθονὸς λώβην
χθόνιον· μέγα
χθονίους Ἰναχίδας· αὐτόχθονας καὶ οὐκ ἐπήλυδας
χθονίων· ἐπιγείων
χθονόπαιδα Ὥραν· καθ' ὃ ἐκ Γῆς αἱ Ὧραι τὰ φυόμενα, ὡς Ἡμέρα
Ἡλίου, καθ' ἱστορίαν
χθονός· γῆς
χθών· ἡ γῆ ἀπὸ τῆς χύσεως
χιάζειν (καὶ) σιφνιάζειν· ......
χῖαι· ὑποδήματος ἀνδρείου εἶδο[υ]ς
χιαρόν· [χλιαρόν, θερμόν]
χιαστὶ τίλλειν· ὡς τῶν Χίων κατεαγότων καὶ παρατιλλομένων
χιδά· [φρικτή]
χιδαλέον· τυφλόν. ἄγαμον. πεφρικός
χίδαδον· τὸ παιδίον
χίδαι· ἀντὶ τοῦ Κρῆτες
χιδᾶν· χ(ε)ιμάζεσθαι. δειλιᾶν
*χίδρα· στάχυες νεογενεῖς. ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ σῖτος νέος
φ(ρ)υττόμενος. ἢ τὰ ὀσπριώδη σπέρματα
χίδρυ· ὄνομα δειλόν
*χίδρων· νέων καρπῶν. καὶ θερμῶν
χιλ[α]άγρα· ζωύφιόν τι
χιλίαρχος· χιλίων ἄρχων
χιλιοστή· τέλος ἀπὸ τῆς θυσίας
χιλός· ἡ τροφή. καὶ {χιλὸν} τὸ αὐτό. καὶ χόρτος τῶν βοσκημάτων.
[καὶ τοῦτο ζήτει εἰς τὸ χιλωθῆναι χιλίας]
[χεῖ]
[χειλεύει]
χιλοῦσθαι· παχύνεσθαι. σιτίζεσθαι
χιλ(.)ωθῆναι· χιλίας δραχμὰς ζημιωθῆναι
χιλωτήρ· τὸ τοῖς ὑποζυγίοις ἀπὸ κορυφῆς ἐξαρτώμενον, ἐν ᾧ ἡ
τροφή
χιμαδίῳ· [....... χειμῶνος
χιμάζειν· τὸν χειμῶνα διάγειν
χιμάζω· παραχειμάζω]
Χίμαιρα· τρίμορφον θηρίον, ὃ πρόσθεν μὲν λέων, μέσον δὲ χίμαιρα,
ὄπισθεν δὲ δράκων. φασὶν δὲ ἐν Λυκίᾳ γίνεσθαι ὡς κεφαλὴν μὲν
λέοντος ἔμπροσθεν, καὶ ἀπὸ στόματος πῦρ ἀποπέμπον, ὄπισθεν δὲ
δράκοντος ἔχον κεφαλήν
χιμᾶν· ῥιγοῦν
Χιμαρίδαι· γένος τι Ἀθήνησιν
χίμαροι· αἶγες χειμέριαι, ἢ τράγοι, ἢ ἔριφοι. [ῥύακες, ποταμοὶ ἐξ
ὄμβρων]
χίμετλον· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος ὑπὸ ψύχους
χειμαίῤῥαν· [αἶγαν ἀγρίαν]
Χίοις· τὰ ἀγαθὰ εὔχεσθαι Ἀθήνησιν ἱστορεῖ τὸν κήρυκα
χιονέα· λευκά[ν]. ἢ φωτώδη
χιονίζει· λευκαίνει
Χῖον [ὁ] ἐκ Λακαίνης· ἐκ κύλικος Λακαίνης οἶνον
χιονολόφον· τὸ ἀποταμῆναι τῆς κεφαλῆς τὸ μέσον
χίραι· αἱ ἐν ταῖς πτέρναις ῥαγάδες
χιραλέους· τοὺς πόδας κατειργασμένους
χιτών· ἐσθής, θώραξ, ἱμάτιον ἀνδρικόν
χιωνοθήσονται· [λευκανθήσονται. λαμπρυνθήσονται]
χλαβόν· εὐτραφές
χλαῖνα· χλανίς, ἢ ἱμάτιον χειμερινόν, ἀπὸ τοῦ {χλιαίνειν}, ὅ ἐστι
θερμαίνειν
*χλανίαι· περιβολαί
*χλανίτιδες· αἱ ὅρμοι παρθένων
χλαμυρίς· πόα, ὁ κυρίως βρόμος
χλαμύς· πορφύρα ἢ χιτών
*χλαμός· χλαῖνα
*χλαμυραί· τρυφῶσαι. γρυπῶσαι
χλανίδες· λεπτὰ ἱμάτια
χλανίδιον· ἱμάτιον λεπτόν
χλάνος· τὸ περὶ τοὺς τραχήλους δάσος
χλαρόν· κόχλαξ
χλαρά· ψαιστὰ ἐν ἐλαίῳ
χλαρόν· ῥυπαρόν. λεπτόν. τρυχαλέον. ὠχρόν
χλαρόν· ἐλαιηρὸς κώθων
χλεμερόν· χλιαρόν. θερμόν
χλεμύρα· χλοανθοῦντα
*χλεαίεται· θερμαίνεται
χλευάζει· ἐμπαίζει, γελᾷ
*χλεύη· γέλως
χλευασμός· ἐμπαιγμός
χλευδόν· χύδην. σωρηδόν. πληθύοντα
χλῆδος· ὁ σωρὸς τῶν λίθων
*χλήδης· σπάδων, θλαδίας, εὐνοῦχος
χλιδᾷ· φρίκη, ῥῖγος. τρυφᾷ
χλιδαί· ἀγλαΐσματα, τρυφαί
χλιδανή· τρυφηλή
χλιδανόν· τρυφερὸν ὁμοίως
χλιδή· τρυφή. ἱμάτιον χειμερινόν
χλιδός· σακκοπάθνιον
χλίδωνες· κόσμος ὃν αἱ γυναῖκες περὶ τοῖς βραχίοσιν εἰώθασι φορεῖν
καὶ τοὺς τραχήλους
χλιδωνό[ς]πουν· χλίδωνας περὶ τοὺς πόδας ἔχοντα[ς], τουτέστι
περισκελίδας
χλιδώσαις· τρυφώσαις
χλίει· θρύπτει
χλιερόν· τὸ ἔνθερμον
χλιήνας· χλιάνας
χλιοῦται· σχίζεται
χλόα· βοτάνη
χλοάζει· ἀνθηρός ἐστιν, ἀνθηρεύεται
χλοάζεσθαι· γαστρίζεσθαι
χλοανθεῖν· χλωρὸν ἀνθεῖν
χλοάνοις· [τοῖς κοιλώμασιν, ἐν οἷς ἀναχεῖται τὰ χωνευόμενα]
χλοάσουσι· βλαστήσουσιν
χλόδη· ἔκλυσις καὶ μαλακία
χλοερόν· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν
χλόη· βοτάνη. φύλλα
χλοιά· ἑορτὴ ἀπὸ τῶν κάλπων
χλοιδᾶν· διέλκεσθαι καὶ τρυφᾶν
χλοιδέσκουσαι· γαστρίζουσαι
χλοιδῶσι· θρύπτονται
χλόος· χλωρίασις, ὠχρότης
χλοσσός· ἰχθῦς ὑπὸ Ἰώνων
χλουνάζειν· κινύρεσθαι
χλοῦναι· λωποδύται, οἱ τῇ χλόῃ εὐναζόμενοι
χλούνην· τὸν τῇ χλόῃ εὐναζόμενον
χλουνός· χρυσός
χλοῦς· ὠχρότης
χλωραί· συκαῖ
*χλωρός· τυρός
χλωρεύς· ὀρνιθάριον χλωρόν
χλωρηῒς ἀηδών· ἤτοι ἀπὸ τοῦ χρώματος ἡ χλωρά. ἢ διὰ τὸ ἐπὶ
χλωρῶν καθέζεσθαι δένδρων. ἢ ἀπὸ Χλωρίδος τὸ γένος ἔχουσα
χλωροί· οἱ φάσηλοι. μήποτε δὲ {ὦχροι} γραπτέον
χλωροκυρτίδες· εἶδος καρίδων
χλωρόν· ὑγρόν. δεινόν, χαλεπόν
χλωρὸν δέος· τὸ χλωροποιόν. τοιοῦτος γὰρ ὁ φόβος, χλωριάσεως
ποιητικός
χλωρόν τε καὶ βλέπον(τα)· ἀντὶ τοῦ ζῶντα
χλωρὸν τυρόν· ἁπαλόν
χλωρός· ὠχρός
χλωρῷ πέδῳ· νεαρῷ
χμαίνει· [ἱμείρει]
χλιάσαι· [φονεῦσαι]
χναύει· λαμβάνει. κνίζει
χναύεται· περικνίζεται. λαμβάνει
χναῦμα· τὸ βρῶμα
χναύματα· τὰ βρώματα. καὶ τὰ τῶν κρεῶν ἀπανθρακίσματα
χναύων· περικνίζων. περιτίλλων
χνεμύρεται· [κισύρεται]
*χνισμός· νῆστις
χνιαρωτέρα· χνοω(δες)τέρα
χνίει· ψακάζει. θρύττει
χνόαι· αἱ χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες
χνόην· τὸν τῶν ποδῶν ψόφον
χνόο(ς)· ὁ χνοῦ(ς) τοῦ γεν(ε)ιᾶν ἀρξαμένου
χνόος· ξυσμός. ψόφος, φθόγγος
χνοῦς· τὰ λεπτὰ τῶν ἀχύρων
χοᾶ· χοῦν. μέτρον ὑγρῶν
χοαί[ξ]· θυσίαι. καὶ τὸ μελίκρατον. καὶ ἔλαιον
χοανεῦσαι· χωνεῦσαι
χοάνη· χώνη, τύπος, εἰς ὃν μεταχεῖται τὸ χωνευόμενον
χοάνοις· τοῖς φυσητῆρσι, ταῖς χώναις, καὶ κοιλώμασιν, εἰς ἃ ἐγχεῖται
τὸ χωνευόμενον, ἢ τοῖς πηλίνοις τύποις
χοάρβηνα· τὰ γράμματα
χοάς· τὰς σπονδὰς τῶν νεκρῶν
χοᾶσθαι· καυχᾶσθαι
χοάσ[ς]ομαι· ἐπίξομαι
Χοάσπης· ποταμὸς Ἰνδίας
χοδιτεύειν· ἀποπατεῖν
χόδανον· τὴν ἕδραν
χόες· χῶναι
χοΐ· χώματι
χόϊνον· [ποτήριον χαλκοῦν]
χοΐας· τὸ ἀθροῖσθαι
χοϊκός· πήλινος, γήϊνος
χοίνικες· αἱ βαθεῖαι πέδαι. καὶ αἱ ἀπὸ μέρους τροφαί
χοινίκη· τοῦ τροχοῦ ἐν ᾧ στρέφεται ὁ ἄξων
χοῖνιξ· μέτρον τι. καὶ πέδη. καὶ νάρθηξ
χοιράδες· αἱ ἐγκείμεναι πέτραι. καὶ πάθος τι δεινόν
χοιρίημα· τὸ χοιρίδιον
χοιρῖναι· αἱ θαλάσσιαι ψῆφοι
χοιρογρύλλιον· ὁ ἐχῖνος
χοιροκομεῖον· λεπτόν τι πλεκτὸν ὡς ὀρνι(θ)οτροφεῖον
*χοῖροι· ὁμοίως. ἢ καὶ αὐτὰ τὰ ζῶα οἱ χοῖροι
χοῖρος· χοιρόσακα, μηχάνημά τι οὕτως ἐκαλεῖτο
χοιροσφάγος· θύτης
χοιροτροφεῖον· περίζωμα γυναικεῖον. καὶ συφεόν
χοιροφόρημα· χοιρίδιον
χολάδες· τὰ ἔντερα ἀπὸ τοῦ κεχαλάσθαι
χολαδία· τὸ σχολάζειν
χολάοντα· [ἀνθοῦντα]
Χολαργῆς· δῆμος φυλῆς Ἀκαμαντίδος
Χολάς· ἑορτὴ Διονύσου
χολέρα· ἔκ(κ)ρισις κάτωθεν διὰ γαστρός, καὶ ἄνωθεν διὰ στόματος,
ἐμετός
χολεσέμεν· [ὀργισθησόμεθα]
χολέρα· σωλήν, δι' οὗ τὸ ὕδωρ ἀπὸ τῶν κεράμων φ(έρ)εται ἐξακον-
τιζόμενον
χολή· μανία πικρά
χόλικες· αἱ παχύταται κοιλίαι. οἱ δὲ τὰ τῆς κοιλίας γράμματα
χόλιξι· κοιλίαις
χολόβαφα· τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα
χολοβάφι(ν)ον· τοῦτο λέγεται ἅμα μέν, ὅτι τὰ φαῦλα βαφέντα χολῇ
βάπτεται, ἅμα δὲ τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα
χολόεν· πικρόν, χολοποιόν
χόλος· ὀργή. ἐπιμονή. καὶ ἡ τῆς χολῆς διάθεσις
χολοῦται· πικραίνεται, θυμοῦται
χολωθείς· ὀργισθείς, εἰς χόλον ἀχθείς
χονδράς· χορδάς
χονδρίον· πίναξ. κέραμος
χονδρεύει· σεμίδαλιν ποιεῖ
χονδρίλη· ἄγριόν τι λάχανον
χονδρίτης· σεμίδαλις
χονδριτῶν· παχεῖα σεμίδαλις .....
χονδροκοπ(ε)ῖα· μύλων ὅπου ὁ χόνδρος κόπτεται
χόνδρον· σεμίδαλιν μεμιγμένην ὡς πλακοῦντα
χόνδρος· τραγανός. οὗτος ὁ ἅλιξ. ἢ παχύς, ἢ μωρός
χόνδροι ἁλῶν· παχεῖς ἅλες
χόν(ν)ος· ποτήριον χάλκε[ῖ]ον
χοραγ(ε)ίων· διδασκαλείων
χοραγός· διδάσκαλος. ἔξαρχος
χορδαψός· πάθος ἐντέρων
χορδή· νευρὰ κιθάρας
χορδεῦσαι· κακοποιῆσαι. τεμεῖν
χορεῖον· [διδασκαλεῖον. καὶ βωμός τις.] καὶ αὔλημά τι. καὶ μέρος
τι [{χωρίον}· καὶ τὸ κάλυμμα τὸ συγγενόμενον ἐκ τῆς κοιλίας]
χορεύει· μελῳδεῖ. βακχεύει. ὀρχεῖται
χορηγία· δόσις
χορηγεῖ· παρέχει, δίδωσιν
χορηγόν· παιδίον
χορηγός· διδάσκαλος. καὶ ὁ ἐπιδούς τι τῶν ἰδίων. τοῦ χοροῦ ἐξάρχων
χόρια· τὰ τῶν ἀρνῶν καὶ ἐρίφων ἀγγεῖα. ἄλλοι τὰ μέλιτος καὶ γά-
λακτος γενόμενα βρώματα
Χορίλα Ἐκφαντίδες· Κρατῖνος τὸν Ἐκφάντιδος οὕτως εἶπεν, αὐτὸν
τὸν Χορίλλον
χορὸν δίδωμι· παροιμία ἐπὶ τῶν σκώμμασι νικώντων
χορός· κύκλος. στέφανος
χοροστασία· χορός
χοροστατῶν· χοροῦ κατάρχων
χοροῦ ἡγεῖται· χορὸν τρέφει
χορταῖος· δασὺς χιτών, οἷος τῶν Σειληνῶν
χορταιόβαμος· ὁ Σειληνός
χορταιοβάμων· χορταῖον τὸ ἔνδυμα τοῦ Σειληνοῦ
χόρτον οὐρανοῦ· τὸ περιόρισμα
χόρτος· ὁ συνήθης. καὶ ὁ περίβολος τῆς αὐλῆς, ὡς τό·
αὐλῆς ἐν χόρτῳ
οἱ δὲ εὐρυχωρίαν. δηλοῖ δὲ καὶ χώραν. καὶ χόρτασμα. καὶ τὸν ὅρον
τὸν ἐκ γαίων, ὡς ἐν τῷ·
σύγχορταναίω πεδία
χορῷ καλή· καλῶς χορεύουσα
χοῦαι· αἱ κατὰ ἀγροικίαν ἐπαγγηλίαι
χουμόν· χυλόν
χοῦς· ἄνθρωπος. καὶ τὸ ἐπιβαλλόμενον τῷ ὀρόφῳ. χῶμα. καὶ μέτρον
κοτυλῶν. καὶ ἐρ(ε)ίπιον
χοώμενος· [λυπούμενος. ὀργιζόμενος]
χρᾷ· χρῄζει. θεσπίζει
χραίει· [κελεύει]
χραίνει· μολύνει. σαίνει. χρίει
χραιματίσαι· [κρᾶξαι ὡς ἵππος]
χραιματισμός· [ἡ τῶν ἵππων φωνή]
χραίνειν· μολύνειν. σαίνειν. χρίειν. μιαίνειν, ῥυπαίνειν
χραισμεῖν· βοηθεῖν
χραισμῆσαι· βοηθῆσαι
χραισμήσουσι· βοηθήσουσιν
χραισμῶσι· βοηθῶσιν
χρᾷν· χρῄζειν. μαντεύεσθαι. καὶ τὰ ὅμοια
χαραμβαλιαστύς· [γέλως ὁ μετὰ παιδιᾶς]
χραμαδοῖλαι· [γελῶναι. καὶ αἱ νωθρόταται τῶν κυνῶν. οἱ δὲ τοὺς
κοχλίας]
χρᾶναι· χρῶσαι. καὶ τὰ ὅμοια
χράνας· μιάνας
χρανθείς· μιανθείς
χρανιεῖσθαι· χραν(θ)ήσεσθαι. ἐπικαυθήσεσθαι
χρᾶται· μολύνεται, καὶ τὰ τοιαῦτα. ἢ χρῆται
χραῦσαι· καταξύσαι. χρᾶναι. σκιάσαι. γράψαι. ἐπιτυχεῖν
χραύσῃ· καταξύσῃ. πλήξῃ
χραῦσις· ἄγκυρα μονόβολος
χρέα· δάνεια. μαντεύματα
χρεῖ· [δεῖ]
*χρεῖαι· ἔνδει[ν]αι
χρεαγωγός· ὁ ὑπὲρ ἑτέρου τὸν ὀφειλέτην ἄγων
*χρέος· ὄφλημα. χρεία
χρει., τὴν ἔνδειαν. [ποτὲ δὲ καὶ τῷ χρέει
χρειώ· χρέα. χρεία
χρείων· χρησμῳδῶν, χρησμολογῶν
χρείως· δέησις
χρεῖος· ὀφείλημα, χρέος
χρεμέδα· ἡγῆ ὡς Καλλίμαχος
χρεμετίζει· κιχλίζει ὡς ἵππος
Χρεμετίς· ὄνομα ποταμοῦ
χρεμετισμός· ἡ φωνὴ τῶν ἵππων
χρεμετᾷ· ἠχεῖ
χρεμίς· χρεμετίς
χρεμύς· ὁ ὀνίσκος ἰχθῦς
χρεμψιθέατρον· οἱ εἰσιόντες εἰς θέατρον .....
χρέοντες· προφητεύοντες
χρεολυτήσων· χρεοδοτήσων
χρεῦμα· ῥεῦμα
χρεώ· χρεία. ἢ τὸ εἱμαρμένον. ἢ τὸ ὀφειλόμενον
χρεώμενος· χρώμενος
χρεῶν· ὀφειλομένων. ἢ χρησμολόγων
χρεῶν ἀποκοπαί· ὅταν τὰ ὑπὸ τῶν πενήτων ὀφειλόμενα τοῖς πλου-
σίοις ἀκυρῆται
χρέως· χρέος, ὄφλημα
χρεωφειλέτης· ὁ τὸ χρῆμα ὀφείλων
χρή· δεῖ, πρέπει, καθήκει. χρησμῳδεῖ
χρήδανα· τὰ ὅπλα τοῦ ἱστοῦ
*χρῆμα· πρᾶγμα. πλοῦτος, οὐσία. λῆμμα
*χρήματα· οἷς τις δύναται χρῆσθαι. κτήματα. βοσκήματα
χρήϊα· πενία. ἢ χρήματα
χρηΐζοντα· ἐνδεόμενα, χρειώδη, χρείαν ἔχοντα
χρῆϊς· πονηρός
χρηματιεῖ· ποιεῖ
χρηματίζει· ἀποκρίνεται. λαλεῖ. πράττει. χρήματα συλλέγει
χρηματίσασθαι· πραγματεύσασθαι
*χρηματισμός· ὀπτασία(ς) νομοθεσία
χρήμπτει· [ἐγγίζει
χρημφθῆναι· προσπελάσαι, ἐγγίσαι. ἐνορμῆσαι]
χρῆναι· δέον εἶναι
χρῇς· θέλεις. χρῄζεις
χρῆσαι· θεσπίσαι
χρῆσθαι· καυχᾶσθαι. πράττειν. προσφέρεσθαι, χρησμῷ χρῆσθαι
χρησθήσεται· χρησιμεύσει
*χρησμός· τιμωρία
χρῆσις· ἐνέργεια
χρησμολογεῖ· προφητεύει, μαντεύεται
χρησμόν· κλῃδόνα
χρησμός· προφητεία, πρόῤῥησις. ὁ παρὰ θεοῦ διδόμενος λόγος. ἢ
μαντεία
χρησμῴδημα· τὰ αὐτά
χρησμῳδία· μάντευμα, μαντεία, προλεγόμενον
χρησμῳδούμενα· τὰ αὐτά
χρηστὰ ποιεῖν· τὸν ὑπὲρ ἑτέρου ὀφείλοντα
χρήστης· ὀφειλέτης. ὁ μάντις. καὶ ὁ δανειστής
χρηστήριον· μαντεῖον
χρηστοί· οἱ καταδεδικασμένοι. χρήσιμοι
χρηστός· χρήσιμος
χρηστῶν· χρησίμων
χρήστωρ· μάντις
χρῆται· χρᾶται
χρῖ· χρίει
χρία· [μυρμήκων κοίτη]
χρί(μ)πτεσθαι· ἐρείδειν. ἐγγίζειν. ἐκπίπτειν. στηρίζεσθαι. ἐκβαλεῖν.
ἀλείφειν. προσπελάζειν
χρίμπτεται· προσεγγίζει, καὶ τὰ ὅμοια
χριμφθῆναι· ἐμπελασθῆναι. ἐκριφῆναι. ἀνορμῆσαι
χρίμψαι· πελάσαι
χρόα· τὸ σῶμα. ἢ χρῶτα
χροανθές· εὐφεγγές
χροΐ· σώματι. ἐπιφανείᾳ
χροιά· ἐπιφάνεια
χροϊζόμενον· λαμπρυνόμενον
χρόμαδος· κρότος, ψόφος
χρόμη· φρυαγμός. ὁρμή. θράσος
χρόμις· εἶδος ἰχθύος
Χρόμιος· ὄνομα κύριον
χρόμοις· χρεμετισμοῖς
χρόμος· ψύχος. ψόφος ποιός. οἱ δὲ χρεμετισμός
χρονίζει· διατρίβει
χρόνιον· ἀρχαῖον. ἢ μετὰ πολὺν χρόνον
χρονιώτερον· ὑπερχρονίζον
χρόος· χρώς, καὶ τὸ {εις} ἀπὸ τοῦ σώματος διῆλθεν
χροσάμενος· [τοῦ σώματος κορεσθείς]
χροὸς ἆσαι· τοῦ χρωτὸς κορέσαι
χροιά· μακρά
χρυνάζει· καλεῖ
χρυσαΐζεται· κοσμεῖται
χρυσαλλίς· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα
λέγουσιν
χρυσαμοιβός· ἀργυρογνώμων
χρυσάμπυκας· χρυσοχαλίνους. χρυσομίτρους
χρυσάμπυκες· χρυσόδεσμοι
χρυσάμπυκος· χρυσοδέσμου. χρυσοχαλίνου. οἱ δὲ χρυσοῦς δεσμοὺς
ἔχοντος περὶ τὴν ἄμπυκα, ὅ ἐστιν ἡ τῶν τριχῶν εἰς τὸ ἄνω ἀνά-
ληψις
χρυσάνθεμον· πόα. ἢ καὶ {χρυσάνθιμον}
χρυσάορον· χρυσο(ῦ)ν ξίφος ἔχοντα
χρυσαόρου· χρυσ(οῦν) ἄορ ἔχοντος, ὅ ἐστι φάσγανον, μάχαιρα(ν),
σπάθην
χρυσατήρια· [τὰ χωρία εἰς ἃ φοιτῶντες ἐλάμβανον ἱερεῖα καὶ
χρησμούς]
χρυσαυγοῦντα· ἀστράπτοντα, ἡ στίλβοντα
χρυσάωρ· χρυσόηλ[ι]ος. χρυσοκίθαρις. ἢ καλλιόμιλος
χρυσέντευκτος· [ἐκ χρυσοῦ κατεσκευασμένος]
χρύσ(ε)ο(ν) σκῆπτρον ἔχων· ἀντὶ τοῦ αὐτὸς ὁ Τειρεσίας, περι-
φραστικῶς
χρυσεοπή(νητος)· ἡ διὰ χρυσοῦ εἰργασμένη
χρυσέῳ· τῷ χρυσῷ. ἢ λαμπρῷ
χρυσῆ· ἐπὶ τῆς Ἀφροδίτης
χρυσηλάκατος· καλλίτοξος· {ἠλακάτη} γὰρ ὁ τοξικὸς κάλαμος
χρυσήλατος· χρυσῷ ἐληλασμένος καὶ κατεσκευασμένος
χρυσήνιος· χρυσᾶς ἡνίας ἔχων. οἱ δὲ καλάς. ἢ καλλίδιφρος
χρυσῆς Ἀφροδίτης· τῆς καλῆς
χρυσία· ὁ χρυσός
χρυσίδα· [τὴν χρυσῆν φιάλην]
χρυσοπήνη· [τὴν διὰ χρυσοῦ εἰργασμένην]
*χρῶ· μολυσμῷ
χρυσίς· ποτήριον. οἱ δὲ φιάλη χρυσῆ
χρυσίον· τὸ τῶν παιδίων αἰδοῖον
χρυσῖτις λίθος· ἡ καλουμένη βάσανος ἢ Λυδία
χρυσοκόλλα· βρῶμά τι ἐκ λινοσπέρμου καὶ μέλιτος. καὶ χρῶμά τι
χλωρόν
χρυσοκόλ(λ)ητος σφραγίς· χρυσοδακτύλιος
χρυσόλοφοι δράκοντες· χρυσόλοποι. χρυσᾶς λεπίδας ἔχοντες
χρυσορανίς· ἡ χέρνιψ ἀπὸ τοῦ χρυσὸν ἔχειν
*χρυσόθρονος· καλλίθρονος
*χρυσόρ(ρ)απις· ὁ Ἑρμῆς· ἀπὸ τῆς ῥάβδου καλομήχανος
χρυσοραγές· χρυσοβαφές
χρυσορ(ρ)αγὲς ἔρνος· ἀπεῤῥηγμένον ἢ ἀπεστραμμένον ἀπὸ τοῦ
δένδρου
χρυσότευκτος· ἐκ χρυσίου κατασκευασθείς
χρυσοτόρευτα· χρυσόγλυφα
χρυσοῦς· Πολέμαρχός φησι δύνασθαι τὸν χρυσοῦν παρὰ τοῖς Ἀττι-
κοῖς δραχμὰς δύο, τὴν δὲ τοῦ χρυσοῦ δραχμὴν νομίσματος ἀργυρίου
δραχμὰς δέκα. μνᾶς δὲ λέγεσθαι τοὺς πέντε χρυσοῦς
Χρύσω· δαίμων
χρώζει· προσάπτει. ψηλαφᾷ
χρῶμα· φρυαγμός. ὁρμή. θράσος. καὶ παρὰ τοῖς μουσικοῖς χροιά
χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ· ἀντὶ τοῦ χρωτισθείς
χρῶσαι· χρωματίσαι. μολῦναι
*χρώσω σῶμα· μολυνῶ σῶμα
*χρωσθῆναι· μολύνεσθαι
χρώσειν· μολυνεῖν
*χρὼς ζῶν· σῶμα ζῶν
*χρῶμαι· μολύνομαι
χρωτός· σώματος
χύδην· κεχυμένως, ἀθρόως. εἰκῆ. σωρηδόν, δαψιλῶς
χυλός· πεμμάτων ὑγρῶν ἐκπίεσμα
χύμα· ῥεῦμα. πλῆθος
χύματα· τὰ ἐπὶ τοῖς τάφοις χεόμενα
χυμοί· γεύσεις
χυμός· σίελος. [ἢ τάφου χῶμα
χυμῶν· πηγμάτων ὑγρῶν]
χύνιν· τὴν χεῖρα
χύντο· ἐξεχύθησαν
χύῤῥα· οὕτως εἰώθασι ταῖς ὑσὶν ἐπιφθέγγεσθαι
χυῤῥάβιο· δεσμοὶ συῶν
χύῤῥαβος· ὄρνις τις ποιός
χυῤῥοίδια· τὰ ζῶα τὰ χυ{οι}ρροίδια
χυῤῥ(ε)ῖον· στρεπτόν, ᾧ δεσμεύουσι τοὺς χοίρους. ἔστι δὲ ξύλινον
*χυρβιάσαι· σκιρτῆσαι
χυτά· χωστά
χυτή· χωστή
χυτή· ἡ ἐπὶ τοῦ τύμβου χων(ν)υμένη γῆ
(*)χυτοί· οἱ τῷ δικτύῳ τῶν ἰχθύων περιφερόμενοι
χυτόν· χωστόν. καὶ τὸ χῶμα. καὶ ὁ ξεστὸς λίθος
χύτλα· τὰ μετ' ἐλαίου καὶ ὕδατος ἀλείμματα
χυτλάζει· κλυδάζεται
χύτλα· τὸ ἐφ' ὕδατος ἔλαιον. καὶ εἶδός τι μαντείας [ω] δι' ὕδατος
καὶ ἐλαίου
χυτλάσαι· τρυφῆσαι. διαχέαι, ὑγρᾶναι
χύτλασον· ὕγρα[ι]νον
χυτλὸς δὲ κράτος ὁ κοσεύσκιος παρῆν· ἐσπαρμένος εἰκῆ καὶ
οὐκ ἐν τάξει μένουσιν
χυτλῶσαι· μετ' ἐλαίου λούσασθαι
χυτλώσαιτο· ἀλείψαιτο μετὰ τὸ λούσασθαι
χύτραι· τὰ χυτροπώλια
χύτραις λημᾶν· μεγάλαις τισὶ ..... κωλύεσθαι βλέπειν, καὶ λίαν
λημᾶν
χυτρεοῦν· ὀστράκινον
χυτρεῖα· τὰ τῶν χυτρῶν ὀστράκια
χυτρίδιον· μέτρον τι
*χυτρίου· τοῦ κρανίου
χυτρίνδα· παιδιᾶς εἶδος τοιαύτης· καθέζεταί τις ἐν μέσῳ. εἶτα κύκλῳ
περιτρέχοντες οἱ παῖδες περὶ τὸν καθεζόμενον, ποιοῦσιν αὐτὸν περι-
στρέφεσθαι, ἕως ἅψηταί τινος τύπτοντος αὐτόν· εἶτα καθέζεται ὁ
ληφθείς
*χυτρίζειν· ἐν χύτρᾳ (ἐκ)τιθέναι
χυτρῖνοι· τὰ κοῖλα τῆς γῆς, δι' ὧν αἱ πηγαὶ ἀνίενται
χυτρισμός· ἡ τῶν βρεφῶν ἐν ταῖς χύτραις ἔκθεσις
χώεσθαι· συγχεῖσθαι. χολοῦσθαι
χώεται· θυμοῦται. μέμφεται. ὀνειδίζεται. χολοῦται, καὶ τὰ ὅμοια
χωΐδα· τροφὴν
χωλάβει· θορυβεῖ
χωλεύει· νοσεῖ. σκάζει
χωλότοισιν· [ὀργίλοις]
χωλοθείς· [ὀργισθείς]
χώλοθρον· ἡ κοιλασία
χῶμα· ὕψωμα γῆς, ὄχθη
χωματεπέκτης· τοῖς χώμασιν ἐπικείμενος
χωνευτήριον· χων(ε)ῖον
*χῶμος· χῶμα, σωρός.
Χωνήν· τὴν Ἰταλίαν οὕτως πάλαι ἔλεγον, ὥς φησιν Ἀντίοχος ὁ Ξε-
νόφα... ἐν τῷ περὶ Ἰταλίας
χῶνος· βουνός. [τόπος.] βόθυνος
χωόμενος· λυπούμενος. ὀργιζόμενος, χολούμενος. συγχεόμενος
χώρει· πορεύου
χωρεῖν· ἀπελθεῖν
χώρησαν· ἀνεχώρησαν
χωρήσαντα· καταβληθέντα. ὁρμήσαντα
χωριάζεσθαι· [λέγειν]
χωρίον· δοχεῖον. κόπτρον. [καὶ ὄρνις ποιός]
χωριαμός· [κίστη.]
χωρίς· δίχα. ἰδιαζόντως
χωρίτης· ἀγρότης, ἄγροικ[τ]ος. ἄλλοι τὸν ὁδηγόν
χωροβατεῖ· ἐν τῇ χώρᾳ περιπατεῖ
χωρονομεῖ· [ὀργίζεται]
χῶρος· τόπος, ἀγρός. ἄν(εμ)ος. ἢ χωρίον
χωσάμενος· χολωσάμενος
χώσασθαι· συγχυθῆναι, ὀργισθῆναι. λυπηθῆναι
χωσθῆναι· τὰ αὐτά
Ψάγδας· [ψαγδῆς.] μύρον ποιόν
ψαγεῖον· [ἀγγεῖον]
ψάγιον· πλάγιον, λοξόν, ἐπικεκλιμένον
*ψάραλλα· ψύγματα
ψάδδα· ἡ κινάβαρις
ψάδιον· κάταντες
ψαδυρόν· ἀσθενές. μαδαρόν. ψαθυρόν
ψαέναι· φθάσαι. κτίσαι
ψαθάλλειν· κνήθειν. ψηλαφᾶν
ψαθαρά· εὔθλαστα, σαθρά. ξηρά. ἀσθενῆ. ψαθυρά
ψάθεα· ψωμία
ψαθύρματα· ἀποκόμματα
ψαθυρός· εὔθλαστος, καὶ τὰ ὅμοια
ψαιδρά· ἀραιότριχα
ψαιδρόν· φαιδρόν. ἀραιόν
ψαιθόν· ὑποφοινίσσον
ψαῖμα· ὀλίγον
ψαινούζειν· διὰ ῥ.πισμοῦ καταψύχειν. γὰρ δὲ καὶ δραπισμοῦ
ψαινύθιον· ψευδές. μάταιον, εὐτελές, φλύαρον. οἰκτρόν
*ψαινύροιτο· διεσείσατο
ψαινύντες· ψωμίζοντες
ψαίνυον· ἀχρεῖον
ψαίνυσμα· ὀλίγον
ψαινύσσειν· ῥ.πίζειν
ψαίρει· τινάσσει, ῥιπίζει.
ψαί(ρ)ειν· ἀσθενῶς τι ποιεῖν. σύρειν
ψαῖσμα· σῖτον ὀλίγον
ψαιστά· ἄλφιτα ἐλαίῳ δεδευμένα
ψα[ι]κάζει· ῥα(ί)νει
ψά[ί]καλον· ἔμβρυον, βρέφος
*ψαικάς· ψακάς, ῥανίς
*ψα[ι]καλοῦχον· ἔμβρυον .......
ψακαλοῦχοι· ψάκαλα ἔχουσαι· εἰσὶ δὲ ἔμβρυα
ψάκελον· μέσα
ψάκιον· [ἀραιόν. μακρόν]
ψάκταν· τὴν ψώκτην μάζαν
ψακτήρ· ψήκτρα
ψαλάγματα· ψηλαφήματα
ψάλις· [κιθαριστής]
ψάλια· κρίκοι, δακτύλιοι
*ψαλίδες· ἁψῖδες {τῶν στύλων}
ψαλίξαι· κεῖραι
*ψαλίοις ἵππους· χαλινοῖς ἵππους. κωλυτηρίοις
ψαλίον· κωλυτήριον. χαλινός
ψαλίθια· ψήγματα
ψαλάκανθα· τοῦτο ἀδέσποτον δοκεῖ τισιν εἶναι. [ψ#]
ψαλακτόν· οὐκ ἀνεύρητον
ψαλάσσει· τινάσσει. ψηλαφᾷ. κινεῖ. ψαύει, ψάλλει, ἀφ' οὗ καὶ {ἀψά-
λακτος} ὁ ἄψαυστος
ψαλίς· τὸ ἄρμενον. καὶ καμάρα. καὶ ταχεῖα κίνησις
*ψάλλειν· ᾄδειν ᾄσματα. τίλλειν. κινεῖν
*ψαλόν· εἶδος χαλινοῦ
ψαλίττεται· ἁμιλλᾶται
ψαλλός· ὕλη
ψαλοίμην· βληθείην
ψαλτήρ· ὁ ἀνήρ· ἡ δὲ γυνὴ {ψάλτρια}
ψαλτής· κιθαριστής
ψάλτιγξ· κιθάρα
ψαλύγων· ἔνιοι {ψά(λυ)γας} τὰς λεγομένας ψυχὰς ἄμεινον, καὶ τοὺς
ἀσθενεῖς σπινθῆρας
ψαμαθία· αἰγιαλός
ψάμαθος· ψάμμιος, ἢ παραθαλάσσιος ἄμμος
ψαμμακοσιογάργαρα· πολλὰ ἀναρίθμητα, ἀπὸ τῆς ψάμμου καὶ
τῶν γαργάρων
ψάμματα· σπαράγματα
ψαμματίζουσα· ψωμίζουσα
ψαμμήν· ἄλφιτα
ψαμμοδύτης· ἰχθῦς, ὃν καὶ καλλιώνυμον ὀνομάζουσιν
ψάμμος· ἡ παραθαλάσσιος γῆ, ἄμμος
ψανισμός· ναυτιασμός
ψανός· ψεδνός
ψάρις· γένος στρουθοῦ
ψᾶρ(ε)ς· εἶδος ὀρνέου. [ἄλλοι δέ φασι τὴν λέξιν μηδαμοῦ κεῖσθαι
ψάρις· εἶδος νεώς, τριήρους
ψαρί[γ]χοι· ψᾶροι
ψαροί· ποικίλοι. εἶδος χρώματος
ψαρόν· ποικίλον. σποδοειδές
ψαστής· τὰ ψαιστὰ ῥόδα
ψατᾶσθαι· προκαταλαμβάνειν
ψατῆσαι· προειπεῖν
ψαύειν· θιγγάνειν
ψαύεται· ψηλαφᾶται
*ψαυγές· θορυβῶδες
ψαυκρόποδα· κουφόποδα, ἄκροις τοῖς ποσὶ ψαύοντα
ψαυκρὸν γόνυ· κοῦφον. ἀπὸ τοῦ ἄκρως ψαύειν
ψαυκρός· καλλωπιστής. ταχύς, ἐλαφρός. ἀραιός
*ψαλόεντα· τὰ ἐν τῷ ψαύειν ἀπολλύντα
ψαῦσαι· ἅψασθαι. προσεγγίσαι
ψαύσασθαι· τὰ αὐτά
ψαυστά· ψαυστὰ ἀρχίας
*ψαύριος· κονιορτός. φορυτός. οἱ δὲ {ψαυρός
ψάφα· κνέφας
ψαφαρά· ψαθυρά
ψαφαρόν· ξηρόν, αὐχμηρόν. ἀσθενές. ἐλαφρόν
ψαφαρὰ νεφέλη· σκοτεινή
ψαφερά· ψαθυρά
*ψαφέα· ψωμία
*ψάφα· λόφοι ψηλοί
ψαφοτριβέων· περὶ τοὺς λόγους τριβομένων
ψέ· αὐτούς, αὐτάς, [αὐτῶν] αὐτά, αὐτόν, αὐτήν, αὐτό
ψέγει· μέμφεται. ὑβρίζει
ψέγος· τάφος. καὶ {ἐπιψέγειν}· ἐπικηδεύειν
ψέδειν· ἐντρέπειν, φροντίζειν
ψεδνὴ ἡ θρίξ· ἡ ἀραιόθριξ·
ψεδνὴ δ' ἐπενήνοθε
μαδαρὰ ἐπήνθει
ψεδόναι· λόγοι
ψέδυρα· ψίθυρος
*ψεδνός· μαδαρός, ἀραιόθριξ
ψειαί· ἀλώπεκες. ψῆφοι
ψεαδερτῶν· ἐλαιῶν τὸ ἀποπίασμα
(ψ)ειήματα· παίγνια
ψ[ε]ιλεύει· κρα(ς)πεδεύει
ψ[ε]ινάζει· ἀποῤῥεῖ
ψείρει· φθείρει
ψεῖσαι· ψωμίσαι
ψεκάδες· ῥανίδες, σταγόνες
ψεκάς· σταγών
ψελλίζειν· ἀσ[χ]ήμως λαλεῖν
ψεκτόν· μεμπτόν
ψελιστήν· λίγνον
ψελλός· ὁ τὸ σίγμα παχύτερον λέγων
ψελός· αἰθαλός
ψενδύλοι· σπόνδυλοι
ψευδάγγελος· ψευδῆ ἀγγέλων
*ψέλια· δακτύλιοι, λύγαια
ψευδάλμιον· ψευδές
ψευδ(αμ)άμαξυς· εἶδος ἀμπέλου. ἤγουν εἰς ἀναδενδράδα εὔθετος
ἄμπελος. καὶ ὁ ψευδόπλουτος
ψευδεπήσειεν· ψευδολογήσειεν
ψευδῆ· ἀλλόκοτα. ἀπάται
ψευδηγόρους· ψευδολόγους
ψευδής· ψεύστης
ψευδοεπήσωμεν· ψευδολογήσωμεν
ψευδομυθεῖ· ψευδολογεῖ
ψευδοραβδοθίαι· ψευδοραψῳδοί
ψεῦδος· ἀπάτη, πλάνη
ψευδοσέληνον· ἡ ἀμαυρὰ σελήνη
ψευδώνυμοι ὄνειροι· ψευδολόγοι
ψευσάμενοι· παραβάντες. ἐπιορκήσαντες, [ἐφιορκήσαντες]
ψευστήσεις· ψεύστης εἶ
ψεφαί(α)ς νυκτός· σκοτεινῆς
*ψεφαυγοῦς· σκοτεινῆς
ψεφ(αί)αις· σκοτειναῖς
ψεφα[ρ]ῖον· λυπρόν. σκοτεινόν
ψεφαρά· σκοτεινή
ψέφας· σκότος
ψέφος· καπνός
ψέφει· δέδοικεν, ἐντρέπει. λυπεῖ. φροντίζει
ψῆγμα· ξύσμα. ἢ μικρὸν θρύμμα, κλάσμα
ψηκεδών· κονιορτός
ψήκτρα· ξύστρα. σπάθη
ψῆλαι· τῖλαι
ψηλαφηκότταμοι· ......
ψήληκες· τῶν ἀλεκτρυόνων οἱ νοθογένναι
ψήν· εἶδος ζώου μικροῦ συκοφάγου
ψῆνες· κωνώπια τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα
ψῆνας· τὰ σπέρματα τῶν ἀῤῥένων φοινίκων
ψηνόν· ἀραιόν
ψηνός· ψεδνός, διάψιλος
ψηνίζων· τοὺς Ψῆνας λέγει τοὺς τοῦ Μάγνητος· ἔστι δὲ ὁ ψὴν εἶδος
ζώου ὅμοιον κώνωπι, ὃ εἰσδύεται εἰς τοὺς ὀλύνθους τῶν σύκων καὶ
πεπαίνει αὐτούς
ψῆρες· εἶδος ὀρνέων
ψηροπυρίτας· αὐτόπυρος ἄρτος. οἱ δὲ πυριεφθής. οἱ δὲ κακός
ψῆττα· ἰχθύδιον τῶν πλατέων ἡ ψῆττα, ἥν τινες {σανδάλιον} ἢ
{βούγλωσσον} .....
ψηφῖδες· ψῆφοι, μικροὶ λίθοι
ψηφισαμένων· κρινάντων
ψηφίσματα· γνῶμαι ἀρέσκουσαι
ψῆφος· λόγος. κρίσις. ἀπόφασις διὰ λαλιᾶς
ψηφοφορία· ἡ πολλῶν ψῆφος καὶ ἀποδοχή
ψηφῶν· [φροντίζων.] {ψηφολογική}· ......
ψήχει· καταμάσσει, τρίβει, ξύει. σμήχει. [ψύχει πραΰνει]
ψήχοι· πραΰνοι, καὶ τὰ ὅμοια
ψήχομαι τὸν δικαστήν
ψηχράν· [τὴν λεπτήν]
ψιά· χαρά, γελοίασμα, παίγνια
ψιάδ(δ)ειν· παίζειν
ψιάδες· ψακάδες, ῥανίδες, σταγόνες
ψιάζει· ψακάζει
ψιάθια· τὰ ἐν τοῖς δικαστηρίοις ἐπὶ τῶν καθεδρῶν ἐπιστορνύμενα
ψίαθος· ἡ χαμεύνη. καὶ τὸ φυτόν, ἐξ οὗ πλέκεται ψίαθος
ψίαι· ἀλώπεκες
ψίακα· ψακάδα
ψιαρόν· εὐῶδες
ψίγναι· [τρίχες]
ψίδες· ψιάδες, ψακάδες
ψιβδεῖ· ὑποπνεῖ, βδεῖ
ψιδόνες· διάβολοι. ψίθυροι
ψίεσσα· εὐδαίμων, μακαρία
ψίεντα· τὰ αὐτά
ψιζομένη· κλαίουσα
ψίης· μακάριος, εὐδαίμων
ψιῆναι· ψίξαι
ψιῆσαι· ψωμίσαι
ψιθία· εἶδος ἀμπέλου, καὶ μήλων τινῶν
ψιθήν· τὴν ἀπώλειαν
ψιθύρα· ἐξ ὧν τὸ σύνηθες καὶ ἥρωος Ἀθήνησιν ὄνομα
ψιθυρίζει· εἰς τὸ οὖς ἠρέμα διαλέγεται
ψιθωμία(ν)· Λάκωνες τὸν ἀσθενῆ
ψιλάς· πέτρα. κράσπεδα
ψιλὰ τὰ γένεια· σπανοπώγων
ψιλαῖς· ἀκοσμήτοις
*ψηλαφῶ· ἐρευνῶ, καὶ τὰ ὅμοια
ψίλακα· ψιλόν, λεῖον. πτερὸν [ἢ πτενόν]
ψιλάκερ· τὸ ἡγεῖσθαι χοροῦ
ψιλεῖς· οἱ ὕστατοι χορεύοντες
ψιλή· ζήτει εἰς τὸ ψιλόν
ψιλίοις· πλαγίοις, ὑπτίοις
ψιλίον· πτερόν. μακρόν. οἱ δὲ ψέλλιον. ἢ εἶδος ἄνθους
ψιλοδετόρων· βρώτη
ψιλοκόῤῥης· φαλακρός
ψιλόν· γυμνόν. ἔρημον. εὐτελές. ἄτριχον. καὶ πᾶν ἀποδεδαρμένον
ψιλὸς στέφανος· πτέρινος. καὶ ὁ ἱππεύς
ψιλοτάπιδες· αἱ καλούμεναι ὑποστρώματα καλά
ψιλούς· γυμνούς. σφενδονιστάς. τοξότας
ψίλωθρον· σποδή. ἔνιοι μάδον
ψίμαρον· εὐδιαῖον
ψιλῶς· κούφως. εὐτελῶς
ψίν· αὐτοῖς. αὐτόν
ψινάδες· αἱ ῥυάδες ἄμπελοι
ψινάζει· ἀποῤῥεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορ(ρ)οεῖ
ψίναθος· ἀγρία αἴξ
ψίνδεσθαι· κλαίειν
ψίνθος· τέρψις
ψινύθιον· φαῦλον
ψῖσαι· ψωμίσαι
ψίσις· ἀπώλεια
ψίττα· ταχέως, εὐθέως
ψιττάζων· ψίττα ἐπιφθεγγόμενος. ὅπερ ἐστὶ ποιμενικὸν ἐπίφθεγμα
ψιττάκ(ε)ια· εἶδος ὑποδήματος γυναικείου
ψιττία· ψωμία. Ἀττικοί
ψιφά· ἑψιτὰ λεπτά
ψιφαῖον· ἱστίον. ὁτὲ δὲ ψίαθος. ἢ μικρὸν ὀρνιθάριον
ψιχία· ψωμία
*ψίχες· αἱ ἀποπίπτουσαι τῶν ἄρτων τεμνομένων. ψιχίδι(α)
ψόαν· ὀχεύτριαν
ψόα· τὸ μέρος τοῦ σώματος
ψόγεια· ψογερά, καὶ οὐκ ἄξια ἀκοῆς
ψογερά· ὡς λίαν μεμπτά
ψογερόν· αἰσχρόν, μεμπτόν, ἐπίψογον
ψόγξαι· ἀκοῦσαι
ψόγος· κατάγνωσις, μέμψις, ὄνειδος
ψοδίον· σκολιόν
ψοθάλλειν· ψοφεῖν
ψοθίον· αἰθαλῶδες
ψοθόν· μέλαν. [θόρυβος]
ψόθος· ψώρα, ἀκαθαρσία
*ψόθωρ· αὐχμηρόν
ψοθώα· ψώρα
ψοίθη[σι]ς· ἀλαζών
ψολοκομπίαι· ἀλαζόνες, κομπασταί
ψόλος· καπνός, αἰθάλη, φλόξ, ἀσβόλη
ψολῶσαι· ψιλῶσαι. ῥινῆσαι
ψόμμος· ἀκαθαρσία. καπνός
ψο(ύ)δια· ψευδῆ ...... Λάκωνες δὲ τὸν στόμαχον
ψοφεῖ· κτυπεῖ, ῥήσσει
ψοφοδεῶς· ταραχώδως
ψοφοδεής· δειλός, κενοφόβος, ὃ καὶ τοὺς ψόφους καὶ τὰ ἐλάχιστα
φοβούμενος
ψοφοδεῆ· τὸν ὅμοιον αὐτῷ
ψόφος· ἦχος, κτύπος
ψυγεῖα· ἀγγεῖα, ἐν οἷς ὕδωρ ψύχεται. καὶ ὁ τόπος αὐτό
ψυδνὴ χέρσος· ἀραιά, ὀλίγη
ψυδρά· ψευδῆ
ψυδρόν· ψευδές
ψυθιζομένων· γογγυζόντων
ψύθιον· ὀλιγοχρόνιον
ψύθιος· ἀραιά, ὀλίγη, ψιθυρίς
ψυθιστάς· ψιθυριστάς
ψυθός· ψίθυρος. ψεῦδος
ψυθῶνες· διάβολοι
ψυῖαι· ἀλώπεκες, βασσαρίδες. καὶ αἱ κατὰ τὴν ὀσφῦν σάρκες
ψυκτά· ἡ μὴ πολλῷ ὕδατι πεφυρ(α)μένη μάζα
ψυκτήρ· ὃν ἡμεῖς ψυγέα[ν], καὶ εἶδος ποτηρίου
ψυκτήρια[ι]· οἱ ἀλσώδεις καὶ σύ[ν]σκιοι τόποι
ψυκτήριον· ποτήριον ὃ ἡμεῖς ψυκτῆρά φαμεν
ψύλλα· ψύλλαι θηλυκῶς. ἄλλοι δὲ {Φύλλοι}, ἔθνος Λιβύης. ἔστι δὲ
καὶ ὄνομα ζωϋφίου μικροῦ ἀῤῥενικῶς, ὥς φησιν Ἐπίχαρμος
ψύλλακας· τὰς ψύλλας
ψύλλιον· πόα, ἧς καὶ σπέρμα ὁμώνυμον
Ψυλλικοί· εἶδος κυνῶν ὀνομασθὲν οὕτως
Ψυλλικὸς γόης· ὁ τῶν Ψύλλων. οἱ δὲ {Ψύλλοι} ἔθνος Λιβύης
ψύλλος· τὸ παχὺ τὸ συνέχον τὸ τοῦ κάπρου αἰδοῖον
ψύξας· ἀμβλύνας τὴν ψυχήν, φυσήσας, ἄνεμον ποιήσας, πνεύσας
ψύξασθαι· ῥυήσασθαι. ξηρᾶναι
ψύξασαι· πνεύσασαι. ῥυήσασαι
ψύξουσι· ξηρανοῦσιν
ψύξις· πνόη
Ψυρίη(ς)· νῆσος μικρά
Ψύριος· ἀκάθαρτος, ἀπὸ Ψύρ(ων) τῆς νήσου
Ψυρίς· γῆ λυπρά, χέρσος
ψύττα· ἐπὶ τοῦ ταχέως ἀποδρ(α)μεῖν λέγεται
ψύτταρον· σκαφίον
ψύτταν· πρόχυμα
ψύττει· πτύει
ψυττόν· πτύελον
ψυχαγωγεῖ· παραμυθεῖται τὴν ψυχήν
ψυχαγωγός· ὁ ἀνδραποδιστής, καὶ ὁ ἀπατεών. ὁ κατάγων τὰς ψυχὰς
εἰς ᾅδου
ψυχάζει· ἀναψύχει
ψυχάς· πνεύματα
ψύχειν· ἀνέμῳ ξηραίνειν. καὶ πνεῖν
ψυχέμπορος· ὁ τοὺς ἀνθρώπους ἀγοράζων καὶ πωλῶν
ψύχεος ἱμείρων· καταψύξεως ἐπιθυμῶν
ψυχή· πνεῦμα. καὶ ζωΰφιον πτηνόν
ψυχόλεθρος· ἀπώλεια ψυχῶν
ψυχοῤ(ῥ)αγεῖ· ἀποθνήσκει
ψυχορόφους· τὰς τὴν ψυχὴν ἐκπινούσας
ψυχουλκός· πόα τις
ψυχουλκούμενοι· τὰς ψυχὰς ἑλκόμενοι
ψυχρά· τὴν ἣν ἡμεῖς λεπτὴν λέγομεν
ψυχροκομψώματα· ψυχροφαντάσματα
*ψυχρὸν κακόν· ψύξεως αἴτιον
ψυχρολογία· ψευδολογία
ψυχρολόγος· μηδὲν χρήσιμον λέγων
ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσι· τὸν καταψύχοντα τὰ σώματα (διὰ)
τῆς ἀναιρέσεως
ψυχρός· ἀσθενής
ψωδαρέον· αὐχμηρόν
ψώθιον· τὸ ὑποκάτω τοῦ ἄρτου
ψώθια· τὰ τοῦ ἄρτου ἀποθραύσματα, καὶ τὰ ὑποκάτω
ψώϊζος· ἄφοδος ὑγρά, ἢ ὄνθος, δυσωδία, καὶ ἣν καλοῦσι μίνθα(ν)·
οἱ δὲ αὐχμὸν ἢ μόλυσμα
ψώια· σαπρὰ δυσωδία
*ψώδη· γλῶττα
ψωκτόν· τράπεζαν
ψωλήκυσθος· οὐδενὸς ἄξιος
ψωλόν· τὸν ἀπεσκολυμμένον
ψώμηκες· οἱ τοῦ σίτου τὰς ῥίζας ἀπεσθίοντες. καὶ ὁ ἔγκατρος ὁ {σῖ-
τός} φησι {ἐξεψώμισεν}, ἀπὸ τοῦ ζώου σχηματίσας
*ψωμιεῖ· θρέψει
ψῶμιγξ· σφήκωμα
ψωμοί· μέρη
ψωραλέον· τὸν ψωριῶντα
ψωροπέταλοι· ἰχθύες εὐτελεῖς
ψῶρος· παιδεραστής
ψῶσαι· θάλψαι
ψώσματα· παρὰ Ἀριστωνύμῳ πέπαικται ἡ λέξις τῇ Βοιωτῶν δια-
λέκτῳ
ψώχειν· ἀνακινεῖν. ἀνατρίβειν
*ψώχοντες· λεπτύνοντες. πλύνοντες. ἀναξαίνοντες
*ψώχω· λεπτύνω. πλύνω. ξαίνω
ψωχὸς γῆ· ψαμμώδης
*Ὢ· θαυμαστικῶς, λίαν. οἷον· {ὢ βάθος πλούτου καὶ σοφίας
καὶ γνώσεως θεοῦ}
ὢ· ἐπίῤῥημα σχετλιασμοῦ
*ὦ· ἄρθρον κλητικῆς πτώσεως. οἷον· ὦ {ἄνθρωπε}
ὤα· τοῦ προβάτου ἡ μηλωτή. Ὦαι δὲ τῶν ἱματίων, καὶ τὸ λῶμα τοῦ
ἐνδύματος, καὶ τὸ περιστόμιον τοῦ ἱματίου
ὤας· τὰς κώμας καὶ τὰς διφθέρας οὕτω φασί
ὤασιν· ὠσίν
ὤατα· ὠτία, ὦτα
ὠατωθησῶ· ἀκούσομαι
ᾧ ἄχεϊ σχομένη· τῷ ἑαυτῆς ἄχει κατάσχετος γινομένη
ὠβαί· τόποι μεγαλομερεῖς
ὠβάλλετο· διωθεῖτο
ὠβάτας· τοὺς φυλέτας
ὤβεα· τὰ ὠά. Ἀργεῖοι. [ἢ τὰ ἀργὰ ὦτα]
ὠβεοκόπτας· τοὺς ὄφεις ἀπὸ τούτου [Ὠβήλ] | ....· ὠόν. καὶ τοῦ περσικοῦ τὸ ἐντός
Ὠβώμ· [πόλις Μωαβιτῶν]
ὤβρατο· (εἵ)μαρτο
ὤγανον· κνημὶς ἀμάξης
Ὠγενίδαι· Ὠκεανίδαι. {Ὠγὴν} γὰρ Ὠκεανός
ὠγένιον· παλαιόν. καὶ ὄρος τι
(Ὠ)γήν· Ὠκεανός
ὡγή· κώμη. καὶ φάλαγγος τὸ ἔσχατον. καὶ τὸ ἄκρον
ὤγκωσαν· ἐμετεώρισαν
*ὠΐγνυντο· ἀνεώγνυντο
ὠγύγ[υ]ια· ἀρχαῖα {τείχη}
Ὠγυγίη· ὄνομα τῆς νήσου Καλυψοῦσ[α]
ὠγυγίου· παλαιοῦ, ἀρχαίου. μεγάλου πολύ
ὠγύλλοντο· συνεκάμπτοντο
*ὠγμός· φωνὴ μετὰ τοῦ ἐκβο[ηθ]ῆσαι, ἢ μετὰ χειροτονίας
*ὤγ· διάφραξις
ᾠδαῖς· ὑμνῳδίαις, ᾄσμασιν
ὠ[δ]δάκταζον· ἔδακνον, ἀπέτρωγον
ὠδ[δ]άγμην· ἐκνησάμην
ὠδ[δ]άξατο· ὤδαξεν
ὥδ[δ]ησεν· ἀπέδοτο
ὧδε· οὕτως. ἐνταῦθα. εἰς τοῦτον τὸν τρόπον
ὧδ' ἂν ἔεις· οὕτως γὰρ ἂν ἐσσί
ὧδ' ἄν· οὕτως γὰρ ἄν
ᾠδεῖον· τόπος, ἐν ᾧ πρὶν τὸ θέατρον κατασκευασθῆναι οἱ ῥαψῳδοὶ
καὶ οἱ κιθαρῳδοὶ ἠγωνίζοντο
ὠδεῖσα· [ἐφροντισάμην]
ὧδέ κεν· οὕτως ἄν
ὦ δέμα(ς)· ὦ αὐτή
ὧδέ πη· ὧδέ πως
ὧδέ πως· θείῳ νεύματι. ἢ οὕτω, τοῦτον τὸν τρόπον
ὧδέ πως γάρ· οὕτω γάρ
ᾠδή· ᾆσμα, ὑμνῳδία
ᾠδηκώς· οἰδήσας, πεφυσημένος
ὠδιοῦν· [φορτίον]
*ὠδίς· ὠδῖνες. τοκετοί
ὥδησαν· ἀπέδοντο
ὠδήσας· [πριάμενος]
ὡδί· οὕτω πως
ᾠδικός· μουσικός
ὠδίνει· [πάσχει. λυπεῖται]
ὠδίνει· πάσχει. λυπεῖται. τίκτει, ἢ ἐγκυμονεῖ
ὠδίνησεν· ἐγέννησεν
ὠδῖνες· πόνοι, ἀλγηδόνες
ὠδίνων· κυημάτων, τοκετῶν
ὠδός· ῥοδός
ὠδίς· ὠδῖνες. τοκετοί. ἢ τίκτουσα
ὠδόν· οὐδόν
ὡδόσα· ἐκ τοῦ ὧδε μέρους
ᾤδουν· ὠργιζόμην [ἐν] {ἐ(μ)αυτῷ}, ἠγανάκτουν [ἢ ἐμαυτῷ]
ὠδύραντο· ἐθρήνησαν
ὠδύσατο· ἐχολώθη, ὠργίσθη. ἐμέμψατο. ἠχθέσθη, ἐμίσησεν. ἐθυμώθη
ὠδυσίη· ὤδυσις, ὀργή. μέμψις
ὤδυσται· ἠχθέσθη
*ὧδ' ἄφαρ· οὕτω ταχέως
ὤδωδε· σέσηπεν. ὤζεσεν
ὦ ἔτα· πολῖτα
ᾤετο· ὑπελάμβανεν, ἐνόμιζεν
ᾤιετο δεῖν· ἐνόμιζε πρέπειν
ὤζειν· βοᾶν
ὦζεν· ἐβόησεν
ὤζοντες· βοῶντες, καὶ λέγοντες ὢ ὤ. καὶ θαυμάζοντες
ὦ, ἦ δ' ὅς· ὦ φίλε
ᾠήθη· ἐνόμισεν, ὑπέλαβεν
ὠηρίχθαι· ὠρινοί. ὑπήνεμοι. ὥριμοι
ὠθεῖ· ἀνατρέπει
ὠθισμός· ὠσμός, ἀνατροπή
ὠθήσας· ἀνατρέψας, ὤσας
ὠθύλλετο· διενοεῖτο
ᾧ· ἀντὶ τοῦ διό. ἢ ᾧ τινι
ὦιαι· ἄκραι, ἔσχατα. μηλωταί. λέγναι
ὠΐγνυντο· ἠνοίγοντο, ἀνεώγνυντο
ὠιδάν· ᾠδήν
ὠΐδας· τὰς μ{η}μ... οἰκίδας
ὠιδηκώς· οἰδήσας, φυσήσας
*ὠΐδας· οὐδός
ᾤζει· ἐπικάθηται
ὠϊζύος· [ταλαιπωρίας]
ὠϊζυρά· μοχθηρά
ὠΐη· [πορεύεται]
ὠικέτευεν· ᾤκει
ὠ(ι)κοδόμουν· ....... | .......· οἰνοχόουν
ὠΐσατο· [ᾠήθη]
ὤϊσχα· [ὠρινά, ὑπήνεμα]
ὠΐσχετο· [ἐπεσχέθη]
ὠΐσθη· ὑπέλαβεν, ᾠήθη
*ᾧ ῥα· ᾧ ἄρα, ᾧ δή ποτε
ὤϊστο· [προσεδέχετο]
ὠΐσσατο· [ᾠήθη, ἔδοξεν]
ὦκα· εὐθέως, ταχέως, ὠκέως, ὀξέως
ὠκαλέον· ταχύ, ὀξύ
ὠκαχήμεναι· λυπησόμεναι
Ὠκεανίνης· κοῦ.. τῆς (Σ)τυγός
Ὠκεανοῖο πόρον· τὸν ἀέρα, εἰς ὃν αἱ ψυχαὶ τῶν τελευτώντων ἀπο-
χωροῦσιν
Ὠκεανός· ἀήρ. θάλασσα, καὶ ποταμὸς ὑπερμεγέθης. φασὶ δὲ καὶ
ὁμώνυμον αὐτοῦ ἐν Κρήτῃ
ὠκέα· ταχέα
ὠκέας· ταχεῖς
ὠκέες στρουθοί· ταχεῖς, εὐπετεῖς, κοῦφοι
ὠκείλαντες· [ὁρμήσαντες, προσπελάσαντες, προσπεσόντες, ἐξοκείλαν-
τες. καὶ] {ὤκειλεν} τὰ αὐτά
ᾤκεον· ᾤκουν
ὠκεῶν· ἁμαρτών. ἢ ταχέων
ὠκέως· ταχέως
ὠκίδες· ἐνώτια
*ὠκ(ε)ιάων· ταχυτάτων
ὠκίεσσα· φθαρεῖσα
ὤκιμον· βοτάνη εὐώδης, τὸ λεγόμενον {βασιλικόν
ὠκίμβαζεν· ἐτάρασσεν. ἐθορυβεῖτο. ἐστραγγεύετο
ὤκιστον· τάχιστον
ὤκλαζεν· συνέκαμπτε τὰ γόνατα
ὤκλασαν· τὰ αὐτά. τὰ {γόνατα} ἔκαμψαν
ὠκλίνασαι· κλίνασαι
ὠκριόωντο· ὠξύνοντο, ἐτραχύνοντο
ᾤκτειρεν· ἠλέησεν
ὠκύ· ὀξύ, ταχύ
ὠκύαλα πτερά· ὠκέα παραγώγως. ὡς {ὠκύαλος ναῦς}
ὠκύαλος· ὠκεῖα, ταχεῖα, ταχύπλους
ὠκυαγεῖς· ἐπωδοῦν, ὧν ἡ δύναμις ἐπιφανής
ὠκυβόαι· ταχυμάχαι
ὠκύθοον· πόα τις ἡ {τρίφυλλος} καλουμένη
ὠκύμοροι· ταχυθάνατοι, οἱ ἀώρῳ θνήσκοντες θανάτῳ
ὠκύνει· ταχύνει, ὀξύνει
ὠκυπέτα· ὀξέως πετομένω
ὠκύποροι· ταχυπόροι
ὠκυπόροισι· ταχέα ῥεύματα ἔχουσι καὶ πλέουσιν
ὠκύπορος· ταχέως πορευόμενος
ὠκυπόρων· ταχυπόρων
ὠκύπτερος· ταχέως πετόμενος. ἢ εἰς ὀξὺ ληγούσας (πτέρυγας ἔχων)
ὠκύρ(ο)ον· ταχύτατον
ὠκυρόῳ· ταχέα ῥεύματα ἐχούσῃ
ὠκυρόῳ· ταχέως ῥέοντι
ὠκύς· ταχύς
ὠκύσημον· ταχέως φανερόν
ὠκύτης· ταχύτης
ὠκύτητος· ταχύτητος
ὠλέθρευον· ἐφόνευον
ὠλέκρανον· ὁ ἀγκών
*ὠλέναι· οἱ πήχεις τῶν χειρῶν καὶ βραχίονες. καὶ {ὠλέναι} ὁμοίως
*ὠλένας· χεῖρας, ἀγκάλας
Ὠλέναδε· ὡς ἄγραδε
Ὠλένιον· κακόν ἢ δεινόν
Ὠλενία· πόλις Ἀχαίας
ὠλέριον· πόνος
ὠλεσίκαρποι· αἱ ἰτέαι, διὰ τὸ ταχέως ἀποβάλλειν τὸν καρπόν. ἢ
ὅτι πινόμενος ὁ καρπὸς ἀγόνους ποιεῖ
ὠλεσίοικοι· οἱ ἄσωτοι
ὤλετο· ἀπώλετο
Ὠλία· πόλις
ὠλίβραξαν· ὤλισθον
ὠλιγγιᾶν· νυστάζειν
ὠλιγγιά· νυσταγμὸς ἀκαριαῖός τις. καὶ ἐπὶ τῶν βλεφάρων ῥυτίδας
ἔχειν ὠλίγ(γ)ας φασίν. ἢ ἐλάχιστος
ὠλιγγήϊον· ὀλίγον, βραχύτατον
ὤλιγε· [παρεσκεύασεν]
ὤλισθεν· ἐσφάλη, ὠλίσθησεν
ὡλιτήμερος· (ὁ) ἡμαρτηκὼς τῶν ἡμερῶν
Ὠλιτός· ὁ Νηρεὺς ἥρως
ὠλιτόφρονας· ἀλιτροὺς τῶν φρενῶν, ἀνοήτους
ὠλλόν· τὴν τοῦ βραχίονος καμπήν. οἱ δὲ ἀπὸ τῶν διφυῶν. τὸ ἀπὸ
τοῦ ὀμφαλοῦ προστιθέμενον σπέρμα
ὠλοφύρετο· ἐθρήνει
ὠλυγίων· σκοτεινῶν. κακῶν. μακρῶν. ὀξέων. μεγάλων
ὦ λῷ(ς)τε· ὦ βέλτιστε
ὠλώναντο· ἱλασσάμενον
ὠμά· τὰ παρὰ καιρὸν γινόμενα
ὠμάδιον· ὠμαδὸν καὶ ἐπ' ὤμοις καὶ τὸ ἐπ' ὤμους ὠμάδιον
ὠμαδίς· ἐπὶ τοῦ ὤμου
ὠμαλθὲς ἕλκος· πρὸ καιροῦ συναχθέν
ὡμάρτησεν· ἐπηκολούθησεν
ὤμβρει· [ὦ πονηροί, ὦ ἄθλιοι]
ὦ μέλε(οι)· ὦ ἄνθρωποι
ὠμηγέροντα· τὸν μὴ καθη(ψη)μένον ἀπὸ τοῦ γήρως, μηδὲ πάνυ
γέροντα
ὠμηκότες· [προθυμούμενοι]
ὠμηλετόν· ἐρηριγμένον
ὠμηλύσις· τὸ κρίθινον ἄλευρον, καὶ τὸ ἐξ αὐτοῦ κατάπλασμα
ᾤμην· ἐνόμιζον
ὡμήρησε· συνέτυχεν, συνήντησεν, εἰς τὸ αὐτὸ ὤμους ἀλλήλοις γίνεσθαι
τοὺς συναντῶντας
ὠμησταί· ὠμοβόροι, ὠμοφάγοι
ὠμηστής· ὁ ὠμὰ κρέα ἐσθίων
ὠμίας· ὁ μεγάλους ὤμους ἔχων, ὁ εὐρύστερνος
ὡμίλει· ἐπήρχετο
ὡμίλησε· συνανεστράφη
ὡμιλήσαμεν· συνανεστράφημεν, ἢ συνανεστρέψαμεν
ὤμιλλα· παιδιά τις, ὅταν κύκλον περιγράψαντες βάλωσιν εἰς αὐτὸν
κάρυα, εἶτα ἐν τῷ κύκλῳ μ.... λαμβάνει. ἢ ἔπαθλον
ὠμοβόρον· ὠμοφάγον
ὠμογέρων· οἱ μὲν τὸν ἀρξάμενον γηράσκειν, ἔτι δὲ ἰσχύοντα. οἱ δὲ
τὸν μὴ λευκαινόμενον τὴν κεφαλήν, ὄντα δὲ πρεσβύτην
ὠμογέροντας· τοὺς τοιούτους
ὠμοδάϊκτον· ὠμοσπάρακτον
ὠμοθάλεκτα· ὠμά
ὠμοθετεῖν· τὸ ἀφ' ἑκάστου μέρους τοῦ ἐσφαγμένου ἱερείου ἀφαιρεῖν
ἔτι ὠμοῦ ὄντος, καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν. ἐξηγεῖται δὲ αὐτὸς
Ὅμηρος
ὠμοθετήσασθαι· ὠμῶν ἀπάρξασθαι πάντων
ὠμόθει· ὅρκοι ἐγένοντο
ᾤμοι· οἴμοι. ἐπίῤῥημα σχετλιαστικόν
(ὤ)μο(ι)ν· τῶν ὤμων
ὦμοι· τὰ μετάφρενα
ὤμοισιν· ἐν τοῖς ὤμοις
ὠμοκυδιᾶν· ἐπὶ τῇ τῶν ὤμων εὐδοξίᾳ μέγα φρονεῖν. ἢ τῇ τάξει
*ὠμός· ἀπάνθρωπος, ἀπηνής
*ὠμοτόκησεν· ἐδυστόκησεν
ὠμόλι(ν)α· τὰ ἄγρια ὀθόνια
ὡμολόγησαν· συνέθεντο
ὠμόν· ἄωρον, ἄγριον
ὠμοργόν· σκληρόν
ὠμόρξατο· ἀπεψήσατο
ὠμός· [ὁ λιβανωτός. ἢ ὁ {βωμός}]
ὠμότης· ἀπηνότης
ὠμοστράκω· βουτίνω τρυβλίω
ὠμοφάγους δαῖτας· τοὺς τὰ ὠμὰ κρέα μερίζοντας. καὶ ἐσθίοντας
ὦ μοχθηρέ· ὦ ἐπίπονε
ὤμφυναν· ἐδόξαζον
ὠμφύνειν· ἐνδόξους ποιεῖν.
ὠμῷ· τῷ παρὰ καιρὸν γινομένῳ
ὠμῷ γήραϊ· τῷ πρὸ τῆς ὥρας γηράσκοντι
ὤμωξεν· ὠδύρετο, ἐστέναξεν
ὤμωσεν· [ὅρκῳ ἔστησεν]
ὤν· ὑπάρχων. ἢ ὄντων
ὦναξ· ὦ δέσποτα, ὦ ἄναξ
ὦναξ Παιών· ὦ βασιλεῦ, ὁ κακὰ παύων Ἀπόλλων
ὧν ἄπο· ἀφ' ὧν
ὠνάστια· ἐνώτια φάρμακα
ὠνάρχος· δῆμψος
ὤνατο· ἀπέλαυσεν, ὄνησιν ἔσχεν
ὠνεῖν· πωλεῖν. [ἀπολαύειν]
ὠνήμην· ἀπέλαυσα
ὠνησάμην· [ἐμεμψάμην]
ὤνησεν· ὠφέλησεν, ἔσωσεν
ὤνησις· πρᾶσις, ἀγορασία. [ἢ μέμψις. ὠφέλεια σωτήρια]
ὠνήσω· τὰ αὐτά
ὠνητιῶν· ἀγοραστικῶς ἔχων
ὤνητο· ὤνατο, ὤνησιν ἔσχεν
ὠνθυλευμένον· τὸ διεσταγμένον ἄρτυμα, ὅπερ ἔνιοι {μεμονθυ-
λευμένον}
ὤνια· τὰ πράσιμα
ὠνίου· πρασίμου, ἀγοραστοῦ
ὠνίους· ἀγοραστούς
ὦννυ· [οὕτως]
ὦνον· τὸ τίμημα τῆς τιμῆς, ἢ τιμή. ἤγουν ἡ ἀγορά
ὦνος· ὠνή, τιμή, ἡ καταβαλλομένη ἀντί τινος
ὠνοσάμην· ἐμεμψάμην, ἐξεφαύλισα, ἠτίμησα
(ὠ)νούμενοι· ἀγοράζοντες
ᾠνοχόει· ἐνέχεεν, ἐκίρνα
ὠνυχισμένον· ἀφῃρημένον
ὠξυθυμώθη· ὠργίσθη
Ὠξώλων· ἔθνος βαρβάρων
ὦ οἰοῖ· ἐπιφώνημα σχετλιαστικὸν παρὰ Ἴωσι
ᾤοντο· ὑπελάμβανον, ἐνόμιζον
ὦ οὗτος· ὦ αὐτός, ἢ ὦ σύ
ὦπα· ὄψις, πρόσοψις, πρόσωπον
ὤπαζεν· κατόπιν ἐπάγων ἐδίωκεν
ὠπάζεσθαι· ὁρᾶν, σκοπεῖν
ὤπαινες, ὠπαιν
ὤπασεν· ἔδωκεν, ἐχαρίσατο
ὦ πέπον· ὦ φίλτατε. ἄλλοι δὲ τὸν μαλακὸν τὴν ψυχὴν πέπονα κα-
λοῦσιν. ἔνιοι δὲ ἔκλυτε, μάταιε
ὦπες· ὀφθαλμοί
ὠπήσεσθαι· ὄψεσθαι
*ὠπωτῆρε· [διὰ φαρμάκων εἰώθασί τινες ἐπάγειν τῇ Ἑκάτῃ τὰς
οἰκίας
ὤπια· ὀφρύδια
Ὦπι ἄνασσα· [πυῤῥὰ πρόθυρος, πῦρ πρὸ τῶν θυρῶν
ὠπίζετο· ἐπιστροφὴν ἐποιεῖτο
ὠπιζόμενος· [ἐπιστρεφόμενος]
ὠπλή· [ἡ ἐκ χειρὸς πληγή]
ὡπλίζετο· καθωπλίζετο
ὡπλίσατο· παρεσκευάσατο
ὦ πόνῳ πονηρέ ......
ὦπται· (ἐ)θεάθη
Ὠπός· ὄνομα γενικῆς πτώσεως. διὸ καί τινες ἠξίωσαν ἀναγινώσκειν
Ὠπός, ὡς Θρᾳκός
ὦ πόποι· φεῦ φεῦ, παπαὶ τῶν χαλεπῶν. ἔστι δὲ ἐπίῤῥημα σχε-
τλιασμοῦ ἢ θαυμασμοῦ δηλωτικόν. ὦ δαίμονες, ὦ φίλοι, ὦ θεοί
ὤπυιεν· ἔγημεν
ὠπφρύναμαι· ηὔφραμμαι
ὥρα· τὸ ἔαρ, ἢ θέρος. ἢ μορφή
ὥρα· καιρός. κάλλος. τροπή. εὐμορφία. ψιλῶς δὲ φροντίς, ἐπιμέλεια.
{ὅθεν ὀλίγωρον} λέγομεν τὸν ὀλίγην ἔχοντα φροντίδα. [οἱ δὲ φυλα-
κτήρια, ἢ προβλήματα]
*ὥρᾳ γάμων· ἐν ἀκμῇ γάμων
*ὥρα ἔτους· καιρὸς ἔτους, τὸ ἔαρ, καὶ τὸ θέρος
ὡραία· ἀκμάζουσα, κάλλος ἔχουσα
ὡραίᾳ τῇ ἡλικίᾳ. καὶ τῇ ὄψει
ὡραῖα· νεκύσια. οἱ δὲ δαιμόνια. τάσσεται δὲ καὶ ἐπὶ τῶν ἐκ γῆς
ὡραίων. καὶ ἐπὶ τῶν καθ' ὥραν συντελουμένων ἱερῶν
ὡραῖα θύειν· τελετή τις, ἐν ᾗ τῶν ὡραίων ἁπάντων ἐγίνοντο ἀπαρ-
χαί
ὡραία ἡμέρα· ἡ ἑορτή
ὡραΐζεται· καλλωπίζεται
*ὧραι· καιροί
*ὡραίοις· καιροῖς
ὡραϊσμένη· καλλωπισμένη
ὡραῖον· καίριον. καὶ τὸ ἱερεῖον, τὸ θῦμα τὸ καθ' ὥραν. καὶ ὁ τάρι-
χος ὁ κατὰ τὸ ἔαρ συντιθέμενος
ὡραῖον κῆδος· ὁ καθ' ὥραν τελευτήσας
ὠραίοντο· [ὥρμων, ἐπορεύοντο]
ὡραιοπώλας· ὁ τὴν ἀκμὴν πωλήσας. ὀπωροπώλης. ταριχοπώλης
ὡραῖος· εὔμορφος, εὔτροπος, εὐσχήμων, εὐπρόσωπος
ὡραϊσμός· καλλωπισμός, κάλλος
ὡραίων· τῶν πεπανῶν. καὶ {ὡραίων}· τῶν καρπῶν
ὡρακιᾶν· τὸ ἐν τοῖς βαλαν(ε)ίοις ἐκλύεσθαι. ἢ σκοτοῦσθαι. καὶ
ὠχριᾶν
ὡρακιᾶν· λ[ε]ιποψυχεῖν. ἐκλύεσθαι καὶ σκοτοῦσθαι μετὰ ὠχριάσεως ἢ
καὶ ἱδρῶτος. οἱ δὲ ναυσιᾶν. καὶ σκοτοῦσθαι
ὡρακιάσας· λ[ε]ιποψυχήσας
ὦ 'ράννα χελίδων· ὀροφή
ὡρανιστήρ· ἱμάς
ὡραπολεῖν· κατὰ τὴν εἰθισμένην ὥραν ἑκάστου ἔτους ἀναπολεῖν.
Ἀναπολεῖν δὲ λέγουσι τὸ τρὶς ἀροτριᾶν τὴν γῆν
ὠργᾷ· [οἰστρεῖ, γαυριᾷ, ἢ πρὸς συνουσίαν ἐπείγεται, ἢ κατεπείγεται]
ὠργάσαι· [πηλὸν ἕτοιμον παρασχεῖν]
ὠργασμένος· μεμαλαγμένος
ὤργατο· [κατηπ.γῃ, καὶ ἐν ἑτοίμῳ ἦν]
ὠργημένον· [παρεσκευασμένον, ἕτοιμον]
ὥργητο· [ὥριστο. ἔχρῃζεν]
ὠργιᾶται· [χρῄζει. ὁρίζει]
ὠργώς· [μεμηνήσας]
ὤργων· ἐπεθύμουν. [ἐμεμίγησαν]
ὠρδυλευσάμην· ἐμόχθησα
ὠρέγει· [δίδου]
ὦρ[ε]ες· γυναῖκες
ὤρεια· φυλακτήρια
ὠρεῖν· φυλάττειν. ὅθεν καὶ ὁ {θυρωρός} λέγεται
*ὠρέξατο· ἐξέτεινεν
*ὤρεξε· παρέσχεν, ἔδωκεν
ὠρέξατο· ἐστοχάσατο. ἔλαβεν. ἐπεθύμησεν. ὥρμησεν
ὠρέον· πηχυαῖον
ὦρες· πύργοι ὠχυρωμένοι. κηδεμόνες
ὤρεσ(ς)ι· γυναιξίν, ἀπὸ τοῦ συνεζεῦχθαι ἀνδράσιν
ὤρετο· ὥρμα
ὠρεύειν· τὸ τῶν ἀγρίων νομῶν καὶ ἐθνῶν ἐπιμελεῖσθαι
ὠρέοντο· ὥρμων, ἐπορεύοντο
ὠρέχθη· ἐπεθύμησεν
ὠρέχθησαν· ἐπεθύμησαν
ὥρῃ· καιρός. ἢ τῷ καιρῷ
ὠρημάτων· φυλαγμάτων
ὥρη· πάθος. οἱ δὲ πάχος καὶ παχύτητα
ὥρης· ἀκμῆς
ὠρήσαντα· φυλάσσοντα
ὠρήσσονται· φυλάσσονται
ὠρητύς· πήρωσις
ὦρθεν· [ὥρμησεν. ἀνέστη, ἢ ἀνέστησεν]
ὤρθευεν δέμας· ἀνώρθου. ἐθεράπευεν
ὥρια· τὰ κατὰ τὴν ὥραν γινόμενα, ὡραῖα, ἢ ὥριμα
ὠρία· τὸ πρῶτον ἀκρωτήριον τοῦ ἀστραγάλου
ὡρια(ί)νεις· ὡραΐζει
ὠριγνώμενον· [ὀρεγόμενον]
ὤριγμαι· ὠ ......
ὠρίγγη· ἐώρα
ὠρίζει· ὑπνοῖ· ὁμιλεῖ. φροντίζει, μεριμνᾷ. ἀδολεσχεῖ
ὥριμον· καίριμον. ἢ τὸν καιρὸν [διήγειρεν. ἢ ἐτάραξεν
ὤρινεν· ἐτάραξεν. ἠρέθισεν
ὠρίνθη· ἐταράχθη
ὠρινθιᾶν· ἐπείγεσθαι εἰς ἀπόπατον
ὥρισεν· ἔκρινεν
ὡρισμένη· ὑπόχρεως, ἢ ὅρους ἔχουσα καταπεπηγότας ἐπὶ δανείσμασι
ὥριστος· ἄριστος
Ὠρίων· ἄστρον οὕτω καλούμενον. ἢ ὄρνις ποιός
ὤρκυπτε· ὑπερέκυπτε ἐπαιρόμενος
ὥρμ(αινεν)· ἐνεθυμεῖτο, ἐβουλεύετο, ἐφρόντιζεν. [ἔπαινεν]
ὥρμαινε· διενοεῖτο, ἐμερίμνα
ὥρμηνε· [διενοεῖτο]
ὥρμησεν· ἔπεμψεν
ὡρμεῖσθαι· [ὁρμεῖν. τὸ πολεμεῖν]
ὡρμῶντο· ἐξήεσαν
ὠρνεάζετο· μετέωρον ἐπῆρε τὴν κεφαλήν
ὤ(ρ)νυτο· ἀνίστατο. διηγείρετο
ὠροβισμένοι· κεχορτασμένοι ἀπὸ τῶν βοῶν
ὡρογράφοι· ἱστοριογράφοι, τὰ κατ' ἔτος πραττόμενα γράφοντες.
{Ὧροι} γὰρ οἱ ἐνιαυτοί
ὠρόθυναν· ἐτάραξαν. καὶ ἠρέθισαν
ὤρονα· [τὰ ὄρια
ὡρῶντο· ἤθελον]
ὤρορεν· ὦρσε, διήγειρεν. ἐτάραξεν. ἔπεμψεν. ἐνέβαλεν
ὧροι· οἱ ἐνιαυτοί
ὧρος· ἐνιαυτός
ὦρος· ἡ νύξ. [ἡ ἀπὸ Ὠκεανοῦ
Ὠροσίδης· ὁ ἀπὸ Ὠρεσίου γεγονώς. οὗτος δ' ἔστι ποταμὸς ἐν τῇ ἔξω
γῇ, ὥσπερ Ὠκεανός
ὡροσκόπος· ὁ σκοπῶν τὰς ὥρας
ὤρου· ὥρια. φύλακες
ὤρουεν· ἐπῆγεν, ἐφώρμα
ὤρουσεν· ὥρμησεν
ὤῤῥα· τηνικαῦτα
ὦρτο· ἀνέστη. ὥρμησεν. ἤρχετο
ὠρτός· βωμός
ὦρσαι· [παρορμῆσαι]
ὦρσεν· παρώρμησεν
ὠρυγή· φωνή. θόρυβος. κυρίως δὲ ἡ τῶν κυνῶν φωνή
ὠρύεσθαι· κλαίειν. τάττεται δὲ ἐπὶ τῶν κυνῶν
ὠρύεται· ὑλακτεῖ
ὤρυξαν· ἔσκαψαν
ὠρυόμενος· βρυχόμενος, ὑλακτῶν
ὠρυομένων· κραζόντων. κυρίως δὲ ἐπὶ λιμῷ κλαιόντων λύκων, ἢ
λεόντων, ἢ κυνῶν
ὤρφωσεν· ὠρφάνισεν
ὠρώρει· [διηγέρθη
ὤρωρεν]· ἐκεκίνητο
ὠρωρέχατο· ὁρμῶντες ἐπετίθουν
ὥς· θαυμαστικὸν ἐπίῤῥημα. ἄλλοι οὕτως, ὁμοίως. ἀληθῶς. ἢ ὥσπερ.
ἢ ἵνα. ἢ ὅτι. ἢ ὅτε. ἢ πρός. ἢ λίαν. ἢ [εἰς τὸ.] τὰ παραδείγματα
εἰς τὸ τέλος τοῦ ω στοιχείου
ὦσαι· διῶξαι. διασεῖσαι. βιάσασθαι. ἀποῤ(ῥ)ῖψαι
ὠσάμεθα· ἀπωσάμεθα
ὠσάμενοι· διώξαντες, ὠθήσαντες
ὠσάμην· ἀπωσάμην, ἐδίωξα, ὤθησα
ὦσαν· ὥστε, ἵνα. ἢ ἀπεώσαντο
ὡς ἄν τις εἴποι· ...
ὡς ἂν οἷός τε ὦ· ὡς ἂν δυνηθῶ ..........
ὥσα τε δεῖ· ὡς ἐκ τούτου
ὡς αὖ πάλιν· ἐκ δευτέρου
ὡς αὐτόν· πρὸς αὐτόν
ὡσαύτως· ὁμοίως, τοιούτως
ὡς βασιλέα· πρὸς τὸν βασιλέα
ὡς δή, [ὧ δὴ αὐτοῖς. ἢ] ἐπειδή
ὡς δή σφιν· ὡς δὴ αὐτῖς
ὡς δοκέει· ὡς νομίζει
ὡς ἐδόκει· ὡς ἐνόμιζεν
ὣς εἰπών· οὕτως εἰπών
ὡς εἶχεν· ὅσον ἠδύνατο, ἴσχυεν. [ὡσεὶ τυχόν]. καθὼς ἔτυχεν, ἢ συνέβη
ὤσεις· ὠθήσεις
ὡσεί τε· καθάπερ
ὡς ἐχῖνος ἀναβάλλει τὸν τόκον· παροιμία ἐπὶ τῶν πρὸς τὸ χεῖ-
ρον χρονιζόντων
ὡς ἐκρίθη σοι· ὡς ἐφάνη σοι
ὡς ἐμέ· πρὸς ἐμέ, καθάπερ ἐμέ, ὡς ἐγώ
ὦσεν· ἀνέτρεψεν, ὤθησεν. ἀπέκοψεν. ἀπώσατο. κατέβαλλεν
ὡς ἐνέπουσιν· ὡς λέγουσιν
ὡς ἔνι· ὡς ἔστιν, ὡς ἐγχωρεῖ
ὡς ἐν πινακίῳ· ὡς ἐν εἰκόνι
ὡς ἔξεστιν· ὡς δυνατόν
ὡς ἔοικεν· ὡς φαίνεται. ὡς πρέπει, ὡς δεῖ
ὡς ἐπίπαν· ὣς ἐπιτοπλεῖστον
ὦσέ τοι· ὤθη(σε) σοι
ὡς ἔτυχεν· [ὡς φθάς..]
ὡς ἔφασαν· ὡς εἶπαν
ὡς ἔφασκεν· ὡς ἔφη, ὡς εἶπεν
ὡς ἔφησθα· ὡς εἶπας
ὡς ἔφυ· ὡς ἐγένετο, ὡς ἔστιν
ὡς ἔχω· εὐθέως
ὡς ἡμᾶς· πρὸς ἡμᾶς
ὠσθείς· ἀνατραπείς
ὤσθησεν· [ὤθησεν. ἔπρασεν]
ὠσίν· ὠτίοις, ἀκοαῖς, [ὠτίοις]
ὥς κεν· ὅπως ἄν
ὦσιν· ὑπάρχουσιν. εἰσίν
ὡς μάλιστα· ὡς ὄντα δυνατόν
ὥς κέν τις· ὅπως ἄν τις
ὠσμένῳ· ὠθισμένῳ
ὡς μήτε κροῦσαι, μήθ' ὑπὲρ χεῖλος βαλεῖν· παροιμία ἐπὶ τοῦ
συμμέτρου τασσομένη
ὠσμός· ἀνατροπή. ὤθησις, ὠθισμός
ὡς οἶμαι· ὡς νομίζω
ὡς οἷόν τι· ὡς δυνατόν
ὡς ὅγε· καθὼς οὗτος
ὥς οἱ· ὡς αὐτῷ
ὥσπερ· καθώσπερ
ὥσπερ· καθώς, καθάπερ
ὡς οὐκ ἐξικνούμενοι· ὡς οὐχ ἥξοντες
ὥσπερ οὑφθαλμὸς [τοῦ] Διός· ὡς ἀστραπή
ὥσπερ κόρας ἑλεῖν· ἐπὶ τῶν εὐχερῶν λέγεται
ὡς πρίν· ὡς πρότερον
ὡς πρὸς ἔνια· ὡς πρὸς ἄλλα, ἢ τινά
ὡς ῥά· ὡς δή
ᾧ σε· διὰ τοῦτο[ν]·
ᾧ σ' ἔβαλον Τρῶες
ὥς σοι· οὕτω δή σοι
ὡς τὰ πολλά· ὡς ἐπὶ τὸ πλεῖστον
ὥστε· καθάπερ, οὐκοῦν, λοιπόν
ὥστε γάρ· καθάπερ γάρ
ὥσ(τε) στεροπή· ἀστραπή
ὠστίζεσθαι· ὠθεῖσθαι
ὠστιζόμε(ς)θα· ὠθούμεθα, θλιβόμεθα
ὠστιοῦνται· ὠσθήσονται
ὣς φάσαν· οὕτως εἶπαν
ὣς φάτο· οὕτως ἔφη, εἶπεν
ὠσφρήθη· συνῆκεν
ὤσφρησις· [ἀέρος μετάληψις]
ὠσφρῶντο· συνῆκαν, ἤσθοντο, ἔγνωσαν
ὤσχη[ς]· ὁ μετὰ κλήματος ἀμπέλου
ὦσχοι· τὰ νέα κλήματα σὺν αὐτοῖς τοῖς βότρυσιν
ὠσχοφόρια· παῖδες εὐγενεῖς ἡβῶντες καταλέγονται οἱ φέροντες τὰς
ὤσχας εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερόν. εἰσὶ δὲ κλήματα ἔχοντα
βότρυσ[ιν]
*Ὠσηέ· ἑρμηνεύεται σωζόμενος
Ὠσχοφόριον· τόπος Ἀθήνησι Φαληροῖ, ἔνθα τὸ τῆς Ἀθηνᾶς ἱερόν
ὦτα· ἀκοαί, ὠτία
ὦτα· τὰ μὴ στρογγύλα
ὠτακός· παρώνυμον εἶναί φασιν
ὠτακουστεῖ· περιέργως ἀκούει
ὦ τᾶν· ὦ οὗτος. ἀντὶ τοῦ ὦ μακάριε, ὦ βέλτιστε
ὦ τᾶν· ὦ σύ, ὦ ἑταῖρε, ὦ οὗτος, ὦ μακάριε. πρόσρημα τιμητικῆς λέ-
ξεως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείᾳ πολλάκις
ὠτειλαί· τραύματα, οὐλαί, τρώσεις
ὠτειλή· ἡ ἐκ χειρὸς τρῶσις, ἢ τραῦμα
ὠτοκάταξις· τὰ ὦτα τεθλασμένος
ὠτοκοπεῖ· κεφαλαλγεῖ, ἐνοχλεῖ, λαλῶν
ὠτοκουστής· [ὁ ὑποκρινόμενος]
ὡς τούς· ὡς τούτους
ὠτός· ὄρνεον ὅμοιον γλαυκί. οἱ δὲ νυκτικόρακα λέγουσιν
Ὦτος καὶ {Ἐφιάλτης}· Ἀλωέως καὶ Ἰφιμεδείας παῖδες ..........
ὤτρυνε· παρώρμησε, διήγειρεν
ὦ τύμπανα· ὦ ἐπιτήδειοι τυμπανισθῆναι
(ὤ)των· ὠτίων
Ὠφέλης· ὁ Ἐφιάλτης
ὤφε[ι]λεν· ὤφειλεν
ὠφέ[ι]λουν· εὐεργέτουν
ὠφθαλμιάσας· τὸν ὀφθαλμὸν ἐπέβαλεν
ὤφθη· ὡράθη, ἐθεάθη
ὠφίλει· ἐπήρχετο
ὦ φιλότης· ὦ προσφιλέστατε. ὦ φίλε. ὦ ἑταῖρε
ὤφλημα· [χρέος]
ὦφλε· κατεδικάζετο, ἐπὶ τῇ δίκῃ ὤφλησεν. καὶ τὸ ὤφειλεν
ὠφλίσκανον· κατεδικάζοντο
ὠφρόν· ἐλαφρόν
ὠφρυωμένος· ἐπηρμένος
ὠφύϊα· ἡ δορά. καὶ βοτάνη τις
ὠχεῖτο· ἐκάθητο
ὤχετο· ἔφυγεν, ἀπέδρα. ἀπώλετο. ἢ ἐπορεύθη
ὠχέτευεν· ὑδραγώγει. καὶ ἐτάφρευεν
ὠχλεῖ· [ὠθεῖ. νοσεῖ]
ὤχθησαν· ἠγανάκτησαν, ἐλύπησαν, ἐστέναξαν
ὤχλησεν· ἐμόχθησεν. ἐκίνησεν, ἐμόχλευσεν, ὤθησεν. ἐνόσησεν
ὤχμασαν· κατέσχον, ἐδέσμευσαν
ὠχμασμένον· κατεχόμενον, δεδεμένον
ᾠχόμην· ἐπορευόμην
ᾤχοντο· ἐπορεύοντο
ὤχουν· ἐκάθηντο
ὤχρα· ὠχρίασεν
ὠχρᾷς· ὠχρίας εἶς. [καὶ ὄσπριον λαθύρῳ ἐοικός
ὠχρήσαντα· ὠχριάσαντα
ὦχρος· ὠχρίασις, χλωρότης. χλωρός
ὠχυρωμένη· ἠσφαλισμένη
ὤψ· ὄψις, ὀφθαλμός
ὤψατο· εὔξατο. ἐμαρτύρατο. (ε)ἶδεν
ὦψαι· ὤφθης
ὤψειον· [ὤπτεισαν. εἶχον.] περιεβλέποντο, ἰδεῖν ἐβούλοντο
ὠψά· τὰ ὀπτητήρια
ὠψιζόμην· ὀψὲ ἐποίουν. βράδιον ἠρχόμην
ὠψίσθην· ὤψισα
ὠψισμένον· ὀψὲ τῆς ὥρας, βραδέως ἐρχόμενον
ὠψικότα· βράδιον ἥκοντα
ὤψουν· [ἐμαγείρευον, [ὤπτουν]]
ὠῶν· περιστομίων τῶν ἱματίων
ὭΣ· [συνήθως·
μνήσομαι, ὥς (μ)' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
καὶ ὅμως·
ἀλλὰ καὶ ὣς ἐθέλω δόμεναι
καὶ ὃν τρόπον·
ἤρξατο δ' ὡς πρῶτον Κίκονας δάμασ[ε]'
καὶ ὁμοίως·
ὣς δ' αὕτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη
καὶ ἐπεί·
ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ' ἕστασαν ὠκέες ἵπποι
καὶ ἡνίκα·
οἱ δ' ὡς οὖν εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν
καὶ οὕτως·
ὥς κε μάλ' ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκη(τ)αι
καὶ πῶς·
ὠποποῖ, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει
καὶ ὅτι·
ἔγνως ὡς θεός εἰμι
καὶ πρός·
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον
καὶ θαυμαστικὸν ἐπίῤῥημα·
ὥς σ' ἔβαλον Τρῶες
καὶ
ὡς ἔρις ἔκ τε θεῶν, ἔκ τ' ἀνθρώπων ἀπόλοιτο
καὶ διό[ς]
ὣς λίπον· αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
καὶ ὅτε·
Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανε(ν)
καὶ τότε·
ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν | ὁτὲ δὲ συναπτικὸν σύνδεσμον·
ὡς ὑμεῖς παρ' ἐμοῖο θοὴν ἐπὶ νῆα κίοιτε | ὁτὲ δὲ ἀνακεφαλαιωτικόν
ὥς τ' ἦλθ' ὥς τ' Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον | ὁτὲ δὲ καὶ τὸ ὄντως·
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός | ὁτὲ δὲ τὸ ὡς ἂν καὶ τὸ ἄχρι·
ὥς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου | ὁτὲ δὲ καὶ τὸ εὐθέως·
ὡς ἴδεν, ὣς ἀνέπαλτο | Σοφοκλῆς δὲ Λαρισσαίοις ἀντὶ τοῦ λίαν·
ὡς καὶ τύραννι πᾶς ἐγγίζεται φυγεῖν | καὶ Μένανδρος·
ἔγημε θαυμαστῶς γυναῖχ' ὡς σώφρονα
Ὠρίων· σύστημα {κδ} ἀστέρων, ὅν τινες ὀνομάζουσι Βοώτην. οὓς οἱ περὶ ταῦτα
δεινοὶ καταμερίζουσι καί φασι, τοὺς μὲν τέσσαρας εἶναι τρίτου μεγέθους, ἐννέα
δὲ ἐν αὐτοῖς τετάρτου μεγέθους. καὶ τοὺς ἄλλους ἐννέα τοῦ πέμπτου. κεῖται δὲ
τοῦτο τὸ τῶν ἀστέρων ἄθροισμα ἐν τῷ βορείῳ μέρει, ὅπερ καὶ ὑπὸ τῆς γραφῆς
ὡς ἓν σῶμα Ὠρίων ὠνόμασται. ἄστρα δὲ ταῦτα λέγουσι καὶ οὐχὶ ἀστέρας, ὡς
τῶν μὲν ἄστρων πλήθους σύστασιν ἐμφαινόντων, ἀστέρος δὲ τοῦ καθέκαστον
λεγομένου. Καὶ τοῦ Ἀρκτούρου μέμνηται ἡ γραφή, ὃν μεταξὺ τῶν μηρῶν τοῦ
Ὠρίωνος ὁρῶμεν κείμενον ἀστέρα ὑπόκιῤῥον. Παραπλησίως δὲ καὶ ἡ Πλειὰς
ὀνομάζεται, ὑπὸ τῆς γραφῆς· ὡς καὶ ὑπὸ τῶν ἔξωθεν δῆλον, ὅτι παρ' Ἑβραίων
πολυπραγμονησάντων τὰ ἀπόῤῥητα. ἑνῶνται δὲ καὶ ἐν τῇ Πλειάδι ἑπτὰ ἀστέρες
συνεχεῖς, καὶ καταπεπυκνωμένοι πρὸς ἀλλήλους, οὐχὶ δὲ ἕξ, ὅπερ τινὲς οἴονται.
κεῖνται δὲ ἐν τριγωνοειδεῖ σχήματι. ὡς οὖν ἐνταῦθα εὕρομεν τὸ ὄνομα ἐν Ἡσαΐᾳ
τῷ προφήτῃ, τοῦ Ὠρίωνος, οὕτω τοῦ Ἀρκτούρου καὶ τοῦ Ἑσπέρου καὶ τῆς
Πλειάδος ἐν τῷ Ἰώβ. ὅς φησιν· ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον
καὶ ταμεῖα νότου